A Transcription of Romans in 1862

UnitPageVersesAttributionsBiblicalComment
1159rRom.1.1α Παῦλος Τὸ ἀποῦσι γράφειν αἴτιον τοῦ κεῖσθαι αὐτοῦ τὸ ὄνομα
1Ph159rRom.1.1
2159rRom.1.1β δοῦλος δοῦλος ὡς εξαγορασθεις υπ αὐτοῦ εἰς δουλείαν ἀποστολῆς
3159rRom.1.1γ Ἰησοῦ Χριστοῦ Τὸ Ιησυς τὸ ἀνθρώπινον δηλοῖ τὸ δὲ Χρτιστος τὴν δὲ τοῦ πνεύματος χρίσιν
4159rRom.1.1δ κλητὸς ἀπόστολος κλητον ἑαυτὸν καλεῖ διὰ τὴν κληθῆναι αὐτον ἐξ οὐρανοῦ
5159rRom.1.1ε ἀφωρισμένος αφωρισμενον δέ φησι διὰ τὸ εἰπεῖν τὸ πνεῦμα τὸ ἅγιον ἀφορίσατε δή μοι τὸν Βαρναβαν καὶ τὸν Παῦλον εἰς τὸ ἔργον οὐ προσκέκλημαι αὐτούς
5Ph159rRom.1.1
6159rRom.1.1-Rom.1.3ϛ εἰς εὐαγγέλιον θεοῦ ὁ προεπηγγείλατο διὰ τὴν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα εἰς Εὐαγγέλιον θεοῦ τουτέστι τοῦ υἱοῦ τὸν γὰρ πατηρα προηιδεσαν ἐκ τε τῆς παλαιᾶς καὶ τῶν προφητῶν
7159rRom.1.3
7ex159rRom.1.3
8159rRom.1.3
9159rRom.1.4ζ τοῦ ὁρισθέντος υἱοῦ θεοῦ τοῦ ὁρισθέντος ἀντὶ τοῦ ἀποδειχθέντος καὶ ἀποφανθέντος διὰ τῶν θεοσημειῶν καὶ τῆς ἀναστάσεως
9Ph159rRom.1.4
10159rRom.1.4η ἐν δυνάμει τουτέστιν οὐ χάριτι ὡς οἱ πολλοὶ υἱος ἀλλὰ δυνάμει οἰκεῖα ἦν ἐνήργει ἐν ταῖς θεοσημείαις
11159rRom.1.4θ κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν τουτέστιν ἐκ τε τῆς καὶ ἐκ τοῦ ἁγίου πνεύματος ἐνεργείας
12159rRom.1.4 καὶ ἐκ τῆς ἀναστάσεως ἧς ἀνέστη ἐκ νεκρῶν τῆι τρίτη ἡμέρα
12Ph159rRom.1.4
13159rRom.1.4
14159vRom.1.5α δι' οὐ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως είναι τοῦ πνεύματος ἡ ἀποστολὴ αὐτοῦ ὡς ἐν ταῖς πράξεσι κεῖται ἀλλὰ πάντα κοινὰ τῆς ἁγίας τριάδος οἶδεν ἡ γραφή
14Ph159vRom.1.5
15159vRom.1.5
16159vRom.1.5β ἐν πᾶσι τοῖς ἔθνησιν εἰ γὰρ μὴ πᾶσι τοῖς ἔθνεσιν αὐτος περιῆλθεν ἀλλὰ πάντες ευγγελισθησαν διὰ τῶν λοιπῶν ἀποστόλων
17159vRom.1.5γ ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ τουτέστιν ἵνα τῶι ὀνόματι αὐτοῦ πιστεύσωσιν οὐχ ἵνα τὴν οὐσίαν αὐτοῦ περιεργαζωνται τοῦτο γὰρ πίστεως
18159vRom.1.6δ ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ τουτέστι μεθ' ὧν ἐθνῶν καὶ ὑμεῖς ἐκλήθητε οὐ γὰρ ἀφ' ἑαυτῶν ἥκατε
19159vRom.1.7ε πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ κλητοῖς ἁγίοις πᾶσι φησιν οὐ γὰρ ἐστι παρ' αὐτω διαστολὴ πλουσίου καὶ πένητος
20159vRom.1.7* πρῶτον δὲ τὸ ἀγαπητοῖς θεοῦ τέθεικεν καὶ τότε τὸ κλητοῖς ἁγίοις δηλῶν ἐκ τῆς ἀγάπης είναι τοῦ θεοῦ τὸν ἁγιασμον
21159vRom.1.7
21Pha159vRom.1.7
21Phb159vRom.1.7
22159vRom.1.7
23159vRom.1.7-Rom.1.8ϛ χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ πρῶτον μὲν εὐχαριστῶ τῶ θεῶ μου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῶ κόσμῳ εἰπὼν θεοῦ πατρὸς ἡμῶν τὴν υἱοθεσίαν ἐνδείκνυται
24159vRom.1.8ζ * ἔδει ἐξ εὐχαριστίας προοιμιάσασθαι
25159vRom.1.8* τὸν θεῖον ἰδιοποῖεται τὸν θεὸν ἀγάπης ἕνεκα τὸν γὰρ ἁπάντων θεὸν ἴδιον φησιν
26159vRom.1.8
27159vRom.1.8
28159vRom.1.9η μάρτυς γάρ μου ἐστιν ὁ θεός εἰκοτως τὸν θεὸν ἄγει μάρτυρα ἀγνώστους γὰρ ἀνθρώπους πείθειν βούλεται
29159vRom.1.9θ ὦ λατρεύω τοῦ λατευω ἀντὶ τοῦ δουλεύω φησι τὸ δὲ ἐν τῶι πνεύματι τουτέστιν ἐν τῶι δεδομένω χαρίσματι
30159vRom.1.9* ἡ ὅτι οὐ σαρκική μου ἐστιν ἡ λατρεία ἀλλὰ πνευματική
31159vRom.1.9-Rom.1.10ι ἐν τῶι πνεύματί μου ἐν τῶι εὐαγγελίωι τοῦ υἱοῦ αὐτοῦ ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου εἰπὼν ἐν τῶι εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ δείκνυσιν ὅτι καὶ ἄνω εἰπὼν εἰς εὐαγγέλιον θεοῦ τοῦ Χριστοῦ ἔλεγεν
32159vRom.1.10
33159vRom.1.10-Rom.1.11ια δεόμενος εἰ πως ἤδη ποτε εὐοδωθήσομαι ἐν τῶι θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς καὶ γὰρ ἐλθεῖν ἠπείγετο καὶ παρὰ τὸ θέλημα τοῦ θεοῦ τοῦτο πρᾶξαι οὐκ ἐβούλετο τὸ γὰρ ἤδε ποτε ἀντὶ τοῦ ὀψέ ποτε φησιν ὅπερ σφόδρα επειγομένου σημεῖον
34159vRom.1.11
35159vRom.1.11
36160rRom.1.11α ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν τὸ ἵνα τι μετριάζοντος ἐστιν τουτέστιν ἵνα μικροντι τὸ δὲ μεταδῶ δηλοῖ ὅτι οὐκ ἐμόν τι δώσω ἂλλ ὅπερ καὶ ἐγὼ ἔλαβον χάρισμα δέ φησι τὴν διδαχὴν καὶ τὴν κατήχησιν
37160rRom.1.11β εἰς τὸ στηριχθῆναι ὑμᾶς εἰκὸς ἀκμὴν σαλευομένων αὐτῶν τῆι πίστει χάρισμα φησι μεταδοῦναι εἰς τὸ στεριχθηναι αὐτοὺς τὸ μὴ σαλεύεσθαι
37Ph160rRom.1.11
38160rRom.1.12-Rom.1.13γ τοῦτο δὲ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοὶ ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς σφόδρα μετριαζων ἐπάγει τὸ συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως τουτέστιν ἵνα καὶ ἐγὼ ὑμᾶς καὶ ὑμεῖς ἐμε παρακαλέσητε τῆς γὰρ ἀλλήλων δεόμεθα παρακλήσεως διὰ τῆς ἐνούσης ἡμῖν πίστεως πολλῶν γὰρ πιστῶν συνοδος μεγίστην ἐργάζεται παράκλησιν
38Ph160rRom.1.13
39160rRom.1.13-Rom.1.14δ καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο ἵνα τινα καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν Ἕλλησί τε καὶ βαρβάροις σοφοῖς τε καὶ ἀνοήτοις τὸ ἐκωλύθην φησιν ἀντὶ τοῦ οὐκ ἔδοξε τῶι πνεύματι τῶι ἁγίωι υποκειμαι γὰρ δεσποτεια τῆι τοῦ παράκλητο καὶ ταῖς εκενου ψηφοις αφομαι
40160rRom.1.14
41160rRom.1.14
41Ph160rRom.1.14
42160rRom.1.14
43160rRom.1.14
44160rRom.1.14-Rom.1.15ε ὀφειλέτης εἰμι οὕτως τὸ κατ' ἐμε πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι οὐδέν φησι ἴδιον δίδωμι ὀφειλέτης εἰμι πᾶσιν εὐαγγελίσασθαι καὶ πληρῶσαι τὴν δοθεῖσάν μοι ἐντολήν
45160rRom.1.15* τὸ γὰρ ὀφειλέτης εἰμι ἀπὸ κοινοῦ δεκτέον τουτέστιν Ἕλλησι καὶ βαρβάροις καὶ ὑμῖν
46160rRom.1.16ϛ οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῶ πιστεύοντι ἐπεὶ δὲ τοῖς ἀπίστοις πολλὰ ἄδοξον είναι ἐδοκει ὅτε ὁ σταυρὸς καὶ ὁ θάνατος τοῦ κυρίου ἡ τῶν Ἰουδαίων παροινία διδάσκει αὐτοὺς μηδὲν ἄδοξον ὲν αὐτω ὑπονοεῖν καὶ διὰ τοῦτο αισχύνεσθαι δύναμις
46ex160rRom.1.16* γὰρ θεοῦ ἐστιν ταῦτα εἰς σωτηρίαν τῶν πίστει δεχομένων
47160rRom.1.16
47Ph160rRom.1.16
48160rRom.1.16ζ Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι ῥήματος μόνον τιμὴ τὸ πρῶτον οὐ χάριτος πλεονασμός
49160rRom.1.16
49Ph160rRom.1.16
50160rRom.1.16
50Pha160rRom.1.16
50Phb160rRom.1.16
51160rRom.1.16
51exc160vRom.1.17α δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῶι ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν τῶι μὲν Ἰουδαίωι ἐκ τῆς τοῦ θέτου νόμου πίστεως εἰς τὴν διὰ Ἰησοῦ Χριστοῦ τῶι δὲ Ἕλληνι ἐκ τῆς τοῦ φυσικοῦ εἰς τὴν αὐτὴν Ἰησοῦ Χριστοῦ πίστιν
51exa160vRom.1.17η και αλλως * πρῶτον γὰρ δεῖ πιστεῦσαι τοῖς προφεταις καὶ δι' ἐκείνων εἰς τὴν τοῦ Εὐαγγελίου πίστιν ποδηγηθῆναι
51exb160vRom.1.17* ἡ ὅτι ὁ τὴν εἰς Χριστὸν πίστιν δεχόμενος ποδηγεῖται καὶ εἰς τὴν τῶν μελλόντων ἀγαθῶν πίστιν φημι δὴ τῆι ἐκ νεκρῶν ἀναστάσει καὶ τῆι αἰωνίω ζωῆι καὶ τῆ βασιλεία τῶν οὐρανῶν
52160vRom.1.17β καθὼς γέγραπται ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται ἵνα δείξῃ ὅτι ἡ πίστις σωτηρίαν δωρεῖται παράγει τὸν Αμβακουν μάρτυρα
53160vRom.1.18γ ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων ὀργὴν θεοῦ φησιν τὴν τῆς κρίσεως ἡμέρα τοῖς ἀσεβέσιν
54160vRom.1.18
55160vRom.1.18δ τῶν τὴν ἀλήθειαν ἐν ἀδικία κατεχόντων ἀλήθεια μὲν ἡ τοῦ θεοῦ γνῶσις ἀδικία δὲ ἡ τῶν εἰδώλων ἀπάτη ἐκεῖνοι οὖν τὴν ἀλήθειαν ἐν ἀδικία κατέχουσιν ὅσοι τὸ σέβας τοῦ θεοῦ περιάπτουσιν εἰδώλοις τὸ δὲ κατεχόντων ἀντὶ τοῦ φυλαττόντων
55Ph160vRom.1.18
56Ph160vRom.1.18 ὅπερ ἐστιν αὐτοῦ δυνατὸν γνωσθῆναι ὅτι ποιητὴς ὅτι προνοητὴς καὶ τὰ ὁμοία
57160vRom.1.19ε διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερὸν ἐστιν ἐν αὐτοῖς ὁ γὰρ θεὸς αὐτοῖς ἐφανέρωσεν διὰ τοῦ κάλλους καὶ μεγέθους ταύτης τῆς κτίσεως αναλογως ὁ γενεσιουργος υπερειται
56160vRom.1.19* διὰ γὰρ τῆς ὁρωμένης καὶ φθαρτῆς
60ex160vRom.1.19* τῆς φύσεως τῶν παρηγμένων εἰς γένεσιν καὶ κεκλημένων ἐν χρόνῳ πρὸς ὕπαρξιν ἀόρατος ὁ τούτων δημιουργὸς ἀΐδιος τε κα ἄφθαρτος επιγινωσκεται
58160vRom.1.19
59160vRom.1.20-Rom.1.21ϛ τὰ γὰρ ἀορατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποημασι νοούμενα καθορᾶται εἰ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης εἰς τὸ είναι αὐτοὺς ἀναπολογήτους διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδοξασαν ἡ εὐχαρίστησαν ἀορατα φησι ἀγγέλους καὶ πᾶσαν τὴν ἐν οὐρανοῖς δύναμιν ποιήματα δὲ τὰ ὁρώμενα οἷον οὐρανὸν θάλασσαν ὁ γὰρ οὐρανόν φησι ὁρῶν πάντως ὅτι καὶ ἐν τος αὐτοῦ λογίσεται είναι τινα λειτουργικὰ πνεύματα
59Ph160vRom.1.21
60160vRom.1.21* ἵνα δὲ μὴ συναιδους νομίσῃς τοὺς ἀγγέλους ὑπο κτίσιν αὐτοὺς ἄγει καλῶς δὲ τὸ καθορᾶται ἐκ γὰρ τῶν ὁρατῶν τὰ νοητὰ γινώσκεται
60Ph160vRom.1.21
61160vRom.1.21
62160vRom.1.21
63160vRom.1.21
63Pha160vRom.1.21
63Phb160vRom.1.21
64160vRom.1.21
65Ph160vRom.1.21
66161rRom.1.21α ἂλλ εμεαταιωθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία ἐπλανήθησαν
67161rRom.1.21* διὰ τὸ πάντα λογισμοῖς ἐπιτρέψαι καὶ οὐχὶ πίστει βουλόμενοι γὰρ ἐν σχήματι τὸν ἀσχημάτιστον καὶ ἐν εἴκοσι σωματικαῖς τὸν άσώματον καταλαβεῖν ἐπλανήθησαν οὐ δυνηθέντων τῶν λογισμῶν πρὸς τὸ πέρας ἐξικέσθαι οἷον πόθεν δῆλον ὅτι οὐρανὸν ἡ γῆν ἐποίησεν ἡ τις πατὴρ θεοῦ ἡ τις αἰτία τῆς ὑποστάσεως αὐτοῦ ἥτις ὑπόστασις
68161rRom.1.21
69161rRom.1.22β φάσκοντες είναι σοφοὶ ἐμωράνθησαν ἡ αἰτία φησι τοῦ λογισμοῖς ἐπιτρέψαι τὸ πᾶν τὸ οἴεσθαι σοφοῖς είναι καὶ ἑαυτοῖς ἀρκεῖν πρὸς πᾶσαν κατάληψιν διὸ καὶ ἐμωράνθησαν
70161rRom.1.23γ καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν δόξαν καὶ σέβας εἰδώλων δόξαν δὲ θεοῦ τὸ δημιουργικὸν τὸ προνοητικὸν ταύτην προσεκύρωσαν εἰδώλοις ὁμοιώμασιν ἀνθρώπων καὶ πετεινῶν καὶ ἑρπετῶν
71161rRom.1.23
72161rRom.1.24δ διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς τὴν τοῦ θεοῦ συγχώρησιν παράδοσιν λέγει
72Ph161rRom.1.24
72exa161rRom.1.24
72exb161rRom.1.24* ἡ τάχα ἑαυτοὺς παρέδωκαν εἰς ὁ ἐπεθύμουν ἐν γὰρ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν παρέδωκεν αὐτούς φησι
73161rRom.1.24
74161rRom.1.24
74exa161rRom.1.25ε οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῶ ψεύδει ἀλήθειαν θεοῦ φησι τὸ θεὸς ὄνομα ψεῦδος δὲ τὸ χειροποίητον εἴδωλον δέον οὖν αὐτοὺς τὸν ἀληθῆ προσκυνῆσαι θεὸν τῆι κτίσει τὸ θεῖον σέβας προσήνκεγκαν
74exb161rRom.1.25* τὰ γὰρ εἴδωλα ψευδως ονομαζονται θεοί
75161rRom.1.25 καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν
76161rRom.1.25 τῆι κτίσει παρὰ τὸν κτίσαντα ὃς ἐστιν
77161rRom.1.25 εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν
78161rRom.1.26 διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας αἵ τε γὰρ θήλειαι αὐτῶν
79161rRom.1.26 μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν
80161rRom.1.27 ὁμοίως τε καὶ οἱ ἄρρενες ἀφέντες
81161rRom.1.27 τὴν φυσικὴν χρῆσιν τῆς θηλείας
82161rRom.1.27 ἐξεκαύθησαν ἐν τῆ ὀρέξει αὐτῶν εἰς ἀλλήλους
83161rRom.1.27 ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι
84161rRom.1.27
85161rRom.1.27
86161vRom.1.27α καὶ τὴν ἀντιμισθίαν ἦν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες τὸν μισθόν φησι τὸν ὀφειλόμενον ἐν τῆι πλάνηι ἤτοι τῆι εἰδωλολατρία ἀπολαμβάνουσιν ἐν ἑαυτοῖς ασχημονουντες ἀνὴρ ἀπ' ἀνδρὸς καὶ γυνὴ ἀπὸ γυναικός
87161vRom.1.27
88161vRom.1.28β καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα τῆι γὰρ ἀποστροφῆι τοῦ θεοῦ εἰσάγεται νοῦς ἀδόκιμος παρὰ τῶν δαιμόνων καὶ ταύτην παράδοσιν θεοῦ ἔθος καλεῖν τῆι γραφῆι
89161vRom.1.29-Rom.1.31γ πεπληρωμένους πάσῃ ἀδικία πορνεία πονηρίᾳ πλεονεκξια κακία μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας ψιθυριστὰς καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους ἀλαζόνας εφευρεστας κακῶν γονεῦσιν ἀπειθεῖς ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀσπόνδους ἀνελεήμονας οὐδέν φησι συμμετρον ἀλλὰ πλήρης ὄντας πάσῃ θεωρῶ εἶτα γενικῶς εἰπὼν τὴν ἀδικίαν λοιπὸν καὶ ἐν τοῖς ιδικωτεροις αὐτῆς ἐπεξέρχεται
89ex161vRom.1.31* καὶ πονηρίαν μὲν λέγει τὸν ἐκ κατασκευῆς εἰς τινα παρὰ τοῦ πόνον γινόμενον πλεονεξίαν δὲ τὴν ὑπὲρ τῆς ἐπιθυμίας τοῦ πλείονος βλάβην κακίαν δὲ τὴν τοῦ κακῶσαὶ τὸν πέλας σπουδὴν φθόνον δὲ τὴν ἐπὶ τοῖς τοῦ πλησίον καλοῖς βασκανίαν φόνον δὲ τὴν μέχρις ἀναιρέσεως κίνησιν ἔριν δὲ τὴν ἐπίψογὸν φιλονεικίαν δόλον δὲ τὰς ἐπὶ λύμῃ τῶν ἀδελφῶν ἐπιβουλάς τε καὶ μηχανὰς κακοήθειαν δὲ τὴν κακοτροπίαν ψιθυρισμὸν δὲ τὴν υπ ὀδόντα τῶν παρόντων κακολογίαν καταλαλίαν δὲ τὴν εἰς ἀπόντας ὑπό τινων βλασφημίαν θεοστυγεῖς δὲ οὐ τοὺς ὑπο θεοῦ στυγομενου ἀλλὰ τοὺς μισοῦντας θεὸν ὑβριστὰς δὲ τοὺς θρασεῖς καὶ λοιδόρους ὑπερηφάνους δὲ τοὺς κατὰ τῶν οὐκ ἐχόντων ἐφ' οἷς ἔχουσιν αὐτοὶ φυσωμένους ἀλαζόνας δὲ τοὺς ἐφ' οἷς οὐκ ἔχουσιν αὐχοῦντας ὡς ἔχοντας ἐφευρετὰς δὲ κακῶν τοὺς ἐπὶ τοῖς παλαιοῖς κακοῖς ἕτερα καινοτομοῦντας κακὰ γονεῦσι δὲ ἀπειθεῖς τοὺς καὶ μέχρι γονέων ἀγνώμονας ἀσυνέτους δὲ τοὺς ἀσυνειδήτους τῶν γὰρ τοιούτων οὐδὲν ἀφρονέστερον ἀσυνθέτους δὲ τοὺς ταῖς συνθήκαις μὴ ἐμμένοντας ἃς ἂν πρός τινας συνθῶνται ἀστόργους δὲ τοὺς ἀπηνεῖς καὶ ἀφίλους ἀσπόνδους δὲ τοὺς ἀδιαλλάκτους καὶ μνησικάκους ἀνελεήμονας δὲ τοὺς ἀκαμπεῖς καὶ ἀνενδότους πρὸς ἔλεον
90161vRom.1.31
91161vRom.1.31
92161vRom.1.31
93161vRom.1.31
93Ph161vRom.1.31
94161vRom.1.31
95161vRom.1.31
95ex162rRom.1.32δ οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσιν οὐ μόνον αυτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι ἐπειδὴ τοῦ πλημμελεῖν τὸ ἐπαινεῖν τοὺς πλημμελοῦντας πολλῷ χεῖρὸν ἐστιν εἰκοτως εἴρηται οὐ μόνον ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν ὁ μὲν γὰρ μετὰ τοῦ πλημμελεῖν καταγινώσκων τῆς ἁμαρτίας δυνήσεται χρόνωι ποτε ἑαυτὸν ἀνακτήσασθαι ὁ δὲ ἐπαίνων τὴν πονηρίαν τῆς ἐκ τοῦ μετανοῆσαι βοηθείας ἑαυτὸν ἀποστερεῖ ἐπεὶ τοινων ἀνίατα νοσούσης επιγνωμης αὕτη ἡ ψῆφος εἰκοτως τοῦ πλημμελοῦντος ὁ τὴν ἁμαρτίαν ἐπαίνων πολλῷ παρανομώτερος κέκριται
96162rRom.2.1 διὸ ἀναπολόγητος εἰ ὦ ἄνθρωπε πᾶς ὁ κρίνων ἐν ὧι γὰρ κρίνεις τὸν ἕτερον
99Ph162rRom.2.1
97162rRom.2.1-Rom.2.2 σεαυτὸν κατακρίνεις τὰ γὰρ αυτὰ πράσσεις ὁ κρίνων οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστι
98162rRom.2.2 κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας
99162rRom.2.3 λογίζηι δὲ τοῦτο ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αυτὰ ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ
100162rRom.2.4 ἡ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς ἀγνοῶν
101162rRom.2.4 ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει
102162rRom.2.5 κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν
103162rRom.2.5
104162vRom.2.5-Rom.2.6α θησαυρίζεις σεαυτῶι ὀργὴν ἐν ἡμέραι ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἵνα μὴ ὀργὴν θεοῦ ἀκούων πάθος νομίσῃς ἐπήγαγεν ἀποκαλύψεως δικαιοκρισίας
105ex162vRom.2.6* τὸ γὰρ καὶ ὡς πρὸς τὴν ἑρμηνείαν παρέλκει
104162vRom.2.6* * ἔνθα γὰρ δικαιοκρισία οὐκ ἐστι πάθος τότε γὰρ μάλιστα ἡ δικαιοκρισία ἀποκαλύπτεται ὅταν ἀποδίδωσιν ἑκάστωι κατὰ τὰ ἔργα αὐτοῦ
106162vRom.2.6
106Ph162vRom.2.6
107162vRom.2.7β τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον τὸ ὑπερβατον οὕτως ἔχει τοῖς μὲν καθ' υπομομνη ἔργου ἀγαθοῦ ζητοῦσι ζωὴν αἰώνιον δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν
108162vRom.2.7
109162vRom.2.8-Rom.2.9γ τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι μὲν τῆι ἀληθείαι πειθομένοις δὲ τῆι ἀδικίαι θυμὸς καὶ ὀργὴ θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργεζομενου τὸ κακόν δείκνυσι ὅτι φιλονεικίας ἐστι τὸ ἁμαρτάνειν
110ex162vRom.2.9
110162vRom.2.9* τις γὰρ οὐκ οἶδεν ὅτι κακὸν ἡ ἀδικία καὶ καλὸν ἡ ἀλήθεια πάλιν ὧδε παρέλκει τὸ Κάϊν τοῖς γὰρ ἐξ ἐριθείας φησιν ἀπειθοῦσι τῆι ἀληθείαι καὶ τὰ ἑξῆς
111162vRom.2.9
112163rRom.2.9α Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος ὅσω γὰρ πλείονος ἠξίωται διδασκαλίας τοσούτῳ πλέον ἁμαρτάνων τιμωρηθησεται
113ex163rRom.2.9
114163rRom.2.9
115163rRom.2.10-Rom.2.11β δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντΙ τῶι εργεζομενωι τὸ ἀγαθον Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι οὐ γὰρ ἐστι προσωποληψία παρὰ τῶι θεῶι ἵνα μὴ νομίζωσιν Ἰουδαῖοι τὸν ἀκροβυστον κἂν θεοσεβὴς ἡ ἔλαττον ἔχειν συνάπτει αὐτούς
116163rRom.2.11* Ἕλληνα οῦτον ειδωλατρην λέγει ἀλλὰ τὸν ἀκροβυστον μὲν θεοσεβῆ δὲ καὶ πιστόν
117163rRom.2.11
118163rRom.2.11
118exb163rRom.2.12-Rom.2.13γ ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται καὶ ὅσοι ἐν νόμωι ἥμαρτον διὰ νόμου κριθήσονται οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῶι θεῶι ἂλλ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται τὸ ἀνόμως ἐνταῦθα οὐ τὸ χαλεπώτερον ἀλλὰ τὸ ἡμερώτερον τουτέστι οὐκ ἔχει κατηγοροῦντα τὸν νόμον ἂλλ ἀπὸ τῶν τῆς φύσεως λογισμῶν καταδικάζεται μόνον ὁ δὲ Ἰουδαῖος ἐννόμως τουτέστι μετὰ τῆς φύσεως καὶ τοῦ νόμου κατηγοροῦντος ὅσω γὰρ πλείονος ἀπέλαυσεν ἐπιμελείας τοσούτῳ μείζονα δώσει δίκην
118exa163rRom.2.13* καὶ ἐπὶ μὲν τοῦ Ἕλληνος ἀπολοῦνται εἶπεν ἐπὶ δὲ τοῦ Ἰουδαίου κριθήσονται ἐπειδὴ κρίμα ἐνταῦθα τὸ κατάκριμα λέγει ὅπερ τὴν ἀναμφίβολον ἀπώλειαν δηλοῖ ἀλλὰ ἑνὶ τιμωρία παρὰ τιμωρίαν καὶ τὰ δύο ἀπωλείας αἰτία εἰσιν
118exc163rRom.2.13
119163rRom.2.13
120163rRom.2.13
120ex163rRom.2.14-Rom.2.15δ ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τὸ τοῦ νόμου ποιῇ φύσει οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν τὸ φύσει ὅταν εἴπηι τοῖς ἐκ φύσεως λέγει λογισμοῖς
121163rRom.2.15
122163rRom.2.15
123163rRom.2.15
124163vRom.2.15α συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἡ καὶ ἀπολογουμένων ἐν ἐκείνωι γὰρ τῶι κριτηρίω οὐ δεόμεθα τῶν ἔξωθην ἡ κατηγορούντων ἡ μαρτυρούντων ἡμῖν τὰ χρηστὰ ἂλλ οἱ ἑκάστου λογισμοὶ καὶ τὸ συνειδὸς ἡ κατηγορεῖ ἡ απολογειται
124Ph163vRom.2.15
125163vRom.2.15
126163vRom.2.16β ἐν ἡμέραι ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ κρίνει ὁ θεὸς τουτέστιν ὁ πατὴρ διὰ Ἰησοῦ Χριστοῦ καθὼς ἐγὼ εὐαγγελίζομαι τὰ κρυπτὰ τῶν ἀνθρώπων ὡς θεὸς δῆλον ὅτι ὁ γὰρ πατήρ φησι κρίνει οὐδένα τὴν δὲ κρίσιν πᾶσαν δέδωκε τῶι υἱῶι καθώς φησιν ευαγγελιστης Ἰωάννης
127163vRom.2.16
128163vRom.2.17γ ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ οὐ γὰρ εἰ κατὰ ἀλήθειαν ἂλλ ἐπονομάζῃ Ἰουδαίοις εἰ μὴ πληροῖς τὸν νόμον
129163vRom.2.17δ καὶ ἐπαναπαύῃ τῶι νόμωι τὸ ἐπαναπαύῃ δηλοῖ ὅτι οὐ καμάτωι αὐτῶν ἡ κατορθώμασιν ἐδόθη ἀλλὰ θεία χάριτι μέγα φησι ἐπὶ τῶι νόμωι φρονεῖς καὶ ἐν τρυφας αὐτῶι ὡς ἡξιωμένος θείου νόμου
128ex163vRom.2.17* οὕτως οὐ γὰρ κάμνεις φησι τὸ πρακτέον ἐπιζητῶν ἔχεις γὰρ τὸν νόμον ἅπαντα σε διδάσκοντα
130163vRom.2.17ε καὶ καυχᾶσαι ἐν θεῶι τὸ δὲ καυχᾶσαι ἐν θεῶι ἀντὶ τοῦ ὡς μόνος ἀγαπηθεὶς παρὰ τοὺς λοιποὺς ἀνθρώπους δοκεῖ δὲ αὐτοὺς καὶ εἰς ἀπόνοιαν σκώπτειν
131163vRom.2.18ϛ καὶ γινώσκεις τὸ θέλημα τὸ δὲ γινώσκεις τὸ θέλημά φησι τουτέστιν γινώσκεις μὲν οὐ ποιες δὲ καὶ γὰρ ἐπὶ τοῦτω μέγα ἐφρόνουν διὸ καὶ ἐπὶ τούτωι σκωπτει αὐτούς
132163vRom.2.18ζ καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου ἐπειδὴ δὲ μὴ ποιοῦντες ἐπὶ τῶ εἰδέναι τὴν τῶν συμφερόντων δοκιμασίαν είναι νόμου κατήχησις μὲν μέγα ἐφρόνουν ἐπὶ τοῦτω πωσις ἐπεὶ αὐτοὺς ὡς υπεροπιας
133163vRom.2.19-Rom.2.20η πέποιθάς τε σεαυτὸν ὁδηγὸν είναι τυφλῶν φῶς τῶν ἐν σκότει παιδευτὴν ἀφρόνων διδάσκαλον νηπίων πέποιθάς τε φησιν ὁδηγὸν είναι τυφλῶν οὐκ εἰ φησιν ἂλλ οὕτω περὶ σεαυτοῦ λογίζηι τυφλοὺς δὲ καὶ ἐν σκότει καὶ ἄφρονας καὶ νηπίους λέγει τοὺς προσκολλωμένους αὐτοῖς προσηλύτους τούτοις γὰρ τοῖς ὀνόμασιν ἀπὸ κενοδοξίας αὐτοὺς ἐκάλουν διὸ καὶ αὐτος ἠρέμα ἐπονειδίζων αὐτοῖς τοῖς τοιούτοις ὀνόμασιν ἐχρήσατο
134164rRom.2.20-Rom.2.22α ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῶι νόμωι ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις εὐφυῶς εἶπεν μόρφωσιν γνώσεως καὶ εὐσεβείας δηλῶν ὅτι οὐκ αὐτὴν ἔχουσι τὴν ἀληθῆ γνῶσιν καὶ εὐσέβειαν ἂλλ ἐπίπλαστον εἰκονα τινα σχῆμα μὲν ἔχουσαν ἀληθείας οὐκ οὖσαν δὲ καλῶς δέ φησιν ἐν τῶι νόμωι οὐ γὰρ ἐν τῶι συνειδότι καὶ ἐν ταῖς πράξεσι κεκτησθαι λέγει καὶ ἐπὶ τοῦτο μέγα ἐφρόνουν
134Ph164rRom.2.22
135164rRom.2.22
135ex164rRom.2.22
136164rRom.2.22-Rom.2.24β ὁ βδελυσσόμενος τὰ ειδολα ἱεροσυλεῖς ὃς ἐν νόμωι καυχᾶσαι διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι' ὑμᾶς βλαφθημειται ἐν τοῖς ἔθνεσι καθὼς γέγραπται ὁ μὲν νόμος φησι καὶ τὰ ἐν τοῖς εἰδώλοις χρήματα βδελυκτὰ εἶχεν ὑμεῖς δὲ τὰ μὲν εἴδωλα βδελύσσεσθε τὰ δὲ χρήματα τὰ ἐν αὐτοῖς ἀρπάζετε ἄρα οὖν οὐδε τὰ εἴδωλα βδελύσσεσθε αλεθως
136Ph164rRom.2.24
137164rRom.2.24
138164rRom.2.24
139164rRom.2.24
140164rRom.2.24
141164rRom.2.24
142164rRom.2.25-Rom.2.27γ περιτομὴ μὲν γὰρ ὠφελεῖ εὰν νόμον πράσσῃς εὰν δὲ παραβάτης νόμου ἧς ἡ περιτομή σου ἀκροβυστία γέγονεν εὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσηι οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται καὶ κρίνει ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σε τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου δύο ἐνταῦθα περιτομὰς καὶ δύο ἀκροβυστίας φησιν ἐστι γὰρ περιτομὴ νοητὴ ἧς τύπος ἡ αἰσθητὴ τὸ κεκαθάρθαι καὶ περιτετμῆσθαι πᾶν ὅσον οὐ φίλον θεῶι ἐκ δὴ τούτου ἐστι τις ἀκροβυστος μὲν τὸ σῶμα τὴν δὲ τοιαύτην ἔχων περιτομὴν καὶ πάλιν ἐμπερίτομος τὸ σῶμα ἀκροβυστος δὲ τὴν ψυχήν
142Pha164rRom.2.27
142Phb164rRom.2.27
143164rRom.2.27
144164rRom.2.27
145164rRom.2.27
146164rRom.2.27
146Ph164rRom.2.27
147164rRom.2.27
147Ph164rRom.2.27
148164rRom.2.27
148ex164rRom.2.27
149164vRom.2.28-Rom.2.29α οὐ γὰρ ὁ ἐν τῶι φανερῶι Ἰουδαῖὸς ἐστιν οὐδε ἡ ἐν τῶι φανερῶι ἐν σαρκὶ περιτομὴ ἂλλ ὁ ἐν τῶι κρυπτῶι Ἰουδαῖος καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι οὐ ὁ ἔπαινος τὸ οὐκ ἐξ ἀνθρώπων ἂλλ ἐκ τοῦ θεοῦ εἰπὼν ὅτι οὐχ ὁ ἐν τῶι φανερῶι Ιουσαιος ἐστιν ἐξέβαλε τὰ σωματικα πάντα προσθεὶς δὲ ἂλλ ὁ ἐν τῶι κρυπτῶι εἰσάγει τὰ νοητά
150164vRom.2.29
151164vRom.2.29* οὐ γὰρ χρεία φησι τὴν σαρκικὴν περιτέμνειν ἀκροβυστίαν ἀλλὰ τὴν καρδίαν ἐκ τῶν κακῶν πράξεων
152164vRom.2.29* ὁ γὰρ τὴν καρδίαν φησι περιτετμημένος ἀπὸ πάσης ἀκαθαρσίας οὗτος ἀληθῶς Ἰουδαῖος εἰπὼν δὲ ἐν πνεύματι προοδοποιεῖ τῆι πίστει οἱ γὰρ πιστοὶ διὰ πνεύματος ἁγίου τὴν περιτομὴν ἔχουσιν τῶν ἁμαρτιῶν
153164vRom.2.29
154164vRom.3.1-Rom.3.2β τι οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου ἡ τις ἡ ὠφέλεια τῆς περιτομῆς πολὺ κατὰ πάντα τρόπον πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ εἰπών τι οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου τὰ ἑξῆς αντιτιθησιν ἑαυτῶι καί φησιν εἰ οὖν κατὰ τὸν σὸν λόγον οὐδὲν ὠφελεῖ οὔτε τὸ είναι Ἰουδαῖον οὔτε τὸ περιτέμνεσθαι τι δή ποτε ἡμᾶς καὶ ἐξελέξατο ὁ θεὸς διατὶ δὲ καὶ περιτέμνεσθαι προσέταξεν τι οὖν φησι ὠφελεῖ μὲν ὁ Ιουδαισμος κατὰ τοῦτο ἔμαθον ὁδὸν σωτηρίας ἔλαβον νόμον ὁδηγὸν τῶν πρακτέων
154ex164vRom.3.2
155164vRom.3.2
156164vRom.3.2
157164vRom.3.3-Rom.3.4γ τι γὰρ εἰ ἠπίστησάν τινες μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει μὴ γένοιτο εἶτα ἵνα μὴ λέγωσι καί τις ὠφέλεια τοῦ νόμον ἐγχειρισθῆναι ὁπότε πολλοὶ οὐκ ἐπίστευσαν αὐτῶι καί τι φησι πρὸς τὸν θεὸν εἰ ἠπιστήσατε ἂλλ οἱ μὴ γὰρ ἀνάγκη σῶσαι αὐτοὺς εἶχεν ὁ θεὸς ἄκοντας καὶ μὴ γὰρ ἐπειδή φησι τινες ἠπίστησαν παρὰ τοῦτο τὴν πίστιν τοῦ θεοῦ τουτέστι τὴν εὐεργεσίαν κατήργησαν ἤγουν ἐματαιοποίησαν οὐ μενοῦν εἰ γὰρ καὶ αὐτοὶ οὐκ ἐπίστευσαν ὁ μέντοι θεὸς τὸ αὐτοῦ πεποίηκεν διὰ τοὺς πιστεύσαντας
158165rRom.3.4α γινέσθω δὲ ὁ θεὸς ἀληθὴς πᾶς δὲ ἄνθρωπος ψεύστης καθὼς γέγραπται ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῶι κρίνεσθαί σε τὸ γινέσθω ὁ θεὸς ἀληθὴς πᾶς ὁ δὲ ἄνθρωπος ψεύστης τοῦτο δηλοῖ οὐκ ἐπειδή φησιν ηπειθεσαν οἱ Ἰουδαῖοι διὰ τοῦτο ἠλαττώθη ἡ δωρεὰ τοῦ θεοῦ ἀλλὰ πάντα γέγονεν ἵνα δι' ἐλεγχθῇ καὶ τοῦ θεοῦ τὸ ἀληθὲς ἐφ' οἷς ἐπηγγείλατο τοῖς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τῶν ἀνθρώπων τὸ ψευδες ἐψεύσαντο γὰρ τῆ ἀπιστία τὸν θεόν
158ex165rRom.3.4* δαίμοσι λατρεύσαντες
158Pha165rRom.3.4
158Phb165rRom.3.4
159165rRom.3.4* παράγει καὶ τὸν Δαυὶδ μάρτυρα λέγοντα ὅτι διὰ τοῦτο καὶ ἀναξίους εὐεργετεῖ ὁ θεὸς ἵνα νικήσῃ εἰς κρίσιν τοῖς ἀνθρώποις καταστὰς ὅταν γὰρ δειχθῇ αὐτοῦ τὸ ἀγαθον
160165rRom.3.4* ὅτι καὶ ἀναξίους εὐεργετεῖ τὸ δὲ ἡμέτερον απειθες εἰ οἷον τε αὐτον κρίνεσθαι μεθ' ἡμῶν νίκης ψῆφον ηρατο ἄν
160ex165rRom.3.4
160Ph165rRom.3.4
161165rRom.3.5-Rom.3.6β εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησι τι ἐροῦμεν μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργὴν κατὰ ἄνθρωπον λέγω μὴ γένοιτο ἐπεί πως κρίνει ὁ θεὸς τὸν κόσμον εἰ δέ φησι ἡ ἀδικία ἡμῶν μᾶλλον δείκνυσι τὴν δικαιοσύνην τοῦ θεοῦ καὶ τὴν ἀλήθειαν ἄρα ἀδίκως κολάζει τοὺς αἰτίους αὐτω ἀληθείας καὶ δικαιωσυνης γενομένους εἰ δὲ ἀδίκως οὐκέτι κολάζει ἄρα οὐχ ἡμεῖς αὐτω τῆς νίκης αἴτιοι
162165rRom.3.6* οὔτε γὰρ ἡ ἡμῶν ἀδικία εκωλισεν αὐτοῖς τουτέστι εἰς τέλος αγαγει τὰ ὑποσχεθέντα τῶ Ἀβραὰμ εἰ δὲ μὴ ἀδίκως κολάζει ἄρα οὐχ ἡμεῖς οὕτως αἴτιοι τῆς ἀληθείας τῆς δικαιοσύνης γεγόναμεν ἐπειδὴ ἀνρθωπίνοις λογισμοῖς ἐχρήσατο οὐκ ὄντα ἄδικον δεικνὺς τὸν θεὸν ἐπάγει κατὰ ἄνθρωπον λέγω τουτέστιν κατὰ ἀνθρώπινον λογισμὸν λαλήσωμεν ἄδικὸς ἐστιν ὁ θεὸς μὴ γένοιτό πως οὖν ὀργὴν ἐπάγει ἡ δῆλον ὅτι οὐχ ἡμεῖς αὐτω τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης αἴτιοι ἂλλ αὐτος ἑαυτῷ
163165rRom.3.6* εἰ δὲ ἦν φησιν ἄδικος οὐκ ἂν ἔκρινε τὸν κόσμον αὐτο γὰρ τὸ κρίνειν δηλοῖ ὅτι δίκαιὸς ἐστι φύσις γὰρ αυτὴ κρίσεως τὸ κρίνειν δικαίως τοὺς ἀδίκους ἡ δικαίους
164165vRom.3.7γ εἰ γὰρ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῶι ἐμῶι ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ * πάλιν εἰπὼν εἰ δὲ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῶι ἐμῶι ψεύσματι ἐπερίσσευσε τὸ αὐτο συνίστησιν εἰ γὰρ διὰ τοῦτο επερισσευσενν ἡ ἀλήθεια ἡ δικαιοσύνην τοῦ θεοῦ ἐπειδὴ ἐγὼ ἠδίκησα καὶ ἐψευσάμην αὐτον ἀλόγως κρίνομαι ἔδει γάρ με καὶ ἀμοιβῶν ἀξιωθῆναι ὡς αἴτιον αὐτω νίκης καὶ ἀληθείας ἀλλά νυν ἐγὼ αἴτιος ἵνα δοξάζηται επενικη καὶ δικαιοσύνη θεὸς τοιγαροῦν καὶ κρίνομαι
165165vRom.3.7
166165vRom.3.7-Rom.3.8δ τι ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθὼς φασί τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθηι τὰ ἀγαθὰ ὧν τὸ κρίμα ἔνδικὸν ἐστι εἰ δὲ ἡμεῖς φησιν οἱ αἴτιοι νίκης τῶι θεῶι γενόμενοι κρινόμεθα φησιν ὡς ἁμαρτωλοὶ καὶ οὐ γίνεται καθώς τινες ἡμᾶς νομίζουσι λέγειν συκοφαντουντες ὅτι ποιήσωμεν τὸ κακὸν ἵνα ἐκ τούτου νικήσας ὁ θεὸς ἀμείψεται ἡμᾶς εὐεργεσίαις ὡς αἰτίους νίκης αὐτω γενομέμους ἐξ ὧν κακῶς δι' ἐπράξαμεν
166ex165vRom.3.8* εἰ γὰρ μὴ γένηται ἐκεῖνο φησιν ὅπερ λέγειν νομιζόμεθα ὅτι ἐκ τῆς ἀδικίας ἡμῶν εὐεργετεῖ ἡμᾶς ὁ θεὸς ὡς αἰτίους αὐτω νίκης καὶ μὴ ἔλθῃ τὰ ἀγαθὰ ἀλλὰ τοὐναντίον καὶ κατὰ κρινόμεθα αδικα συκοφαντουμεθα τοῦτο λέγειν ὑπό τινων οἱ τῆς συκοφαντιας τισουσι δίκην
167165vRom.3.8* ἤκουσαν γάρ τινες τῶν Ἑλλήνων Χριστιανῶν λεγόντων ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις τουτέστι πλεονάσας ὁ κόσμος ἁμαρτημάτων αὐτον τὸν υἱον τοῦ θεοῦ επεσπασατο εἰς σωτηρίαν καὶ ἐκ τούτου ἐπλεόνασεν εἰς ἡμᾶς ἡ χάρις αὐτοὶ δὲ διασύροντες τὸ εἰρημένον ἔφασκον τοὺς Χριστιανοὺς λέγειν δεῖν ἁμαρτάνειν ἵνα πλεονάσῃ ἡ χάρις ὧν φησι δηλονότι τῶν οὕτως βλασφημούντων ἡμᾶς τὸ κρίμα ἔνδικὸν ἐστιν ὅτι τὰ καλῶς εἰρημένα κακῶς μεθερμηνεύοντες διασύρουσιν
168165vRom.3.9 τι οὖν προεχομεθὰ οὐ πάντως
168ex165vRom.3.9
168Pha165vRom.3.9
168Phb165vRom.3.9
169165vRom.3.9 προητιασαμεθα
170165vRom.3.9 γὰρ Ἰουδαίους
171165vRom.3.9-Rom.3.11 τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν είναι καθὼς γέγραπται οὐκ ἐστι δίκαιος οὐδε εἰς οὐκ ἐστιν ὁ συνιῶν οὐκ ἐστιν ὁ ἐκζητῶν τὸν θεόν
172165vRom.3.12 πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν οὐκ ἐστι ποιῶν χρεστοτητα οὐκ ἐστι ἕως ἑνός
173165vRom.3.13-Rom.3.15 τάφος ανεωγμενος ὁ λάρυγξ αὐτῶν ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν ἰὸς ἀσπίδων ὑπο τὰ χείλη αὐτῶν ὧν τὸ στόμα ἄρας καὶ πικρίας γέμει ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα
174165vRom.3.16-Rom.3.18ε σύντριμμα καὶ ταλαπωρια ἐν ταῖς ὁδοῖς αὐτῶν καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν οὐκ ἐστι φόβος θεοῦ ἀπέναντι σύντριμμα καὶ ταλαιπωρίαν τὰς ἁμαρτίας ὁδοὺς δὲ τὴν πολιτείαν καὶ τὴν ζωὴν οὐδὲν γὰρ οὕτως ἐπὶ τριβει καὶ ἐξίτηλον ποιεῖ ψυχὴν ὡς ἁμαρτία
175165vRom.3.18* τῶν ὀφθαλμῶν αὐτῶν ὁδὸν δὲ εἰρήνης τὴν χρηστὴν λέγει πολιτείαν
176166rRom.3.19α οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῶι νόμωι λαλεῖ νόμον ἐνταῦθα πᾶσαν τὴν παλαιὰν λέγει τὸν Δαυὶδ καὶ τὸν Ἠσαΐαν τοὺς ἐν τῶ νόμῳ δὲ τοὺς Ἰουδαίους λέγει
177166rRom.3.19
177exa166rRom.3.19
177exb166rRom.3.19
177exc166rRom.3.19
177166rRom.3.19
178166rRom.3.19β ἵνα πᾶν στόμα φραγῇ καὶ ὑποδικος γένηται πᾶς ὁ κόσμος τῶι θεῶι διὰ τοῦτό φησιν οἱ προφῆται διήλεγξαν Ἰουδαίους τε καὶ Ἕλληνας μᾶλλον δὲ ὅλον τὸν κόσμον υπεθυνον ἁμαρτίαις ἵνα προοδοποιήσωσι τῆι πίστει γινώσκοντες οἱ ἄνθρωποι ὅτι οὔτε ἐκ νόμου καὶ περιτομῆς οὔτε ἀπὸ ἀκροβυστίας ἑνὶ σωθῆναι προσέλθωσι τῆι πίστει τῶι χάριτι σωζοντι Χριστῶι
178Ph166rRom.3.19
178ex166rRom.3.19
179166rRom.3.19
180166rRom.3.19
181166rRom.3.20γ διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας νυν δείκνυσι αὐτοὺς οὐ μόνον οὐκ ωφεληθεντας ἀλλὰ καὶ βλαβέντας ἐκ τοῦ νόμου οὐ παρὰ τὴν αὐτοῦ φύσιν ἀλλὰ παρὰ τὴν αὐτῶν κακίαν τὸ γὰρ γνῶναι τὴν ἁμαρτίαν διὰ τοῦ νόμου ἔχουσι τὸ δὲ ἐν γνώσει ἁμαρτάνειν χαλεπώτερον τοῦ ἐν ἄγνοια ἐστιν
181ex166rRom.3.20
182166rRom.3.21δ νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπο τοῦ νόμου καὶ τῶν προφητῶν δείξας αὐτοὺς οὐδὲν ωφεληθεντας ἐκ τοῦ νόμου εὐκαίρως εἰς τὴν πίστιν εἰσβάλλει τοῦ Χριστοῦ
183166rRom.3.21* τὴν ἐκ θεοῦ δικαιοσύνην
184166rRom.3.21
185166rRom.3.21* εἰπὼν δὲ πεφανέρωται δείκνυσι ὡς ἦν μὲν εκρυπτετο δὲ καὶ οὐχ ἁπλῶς πεφανέρωται ἀλλὰ καὶ προμαρτυρηθεῖσαν ὑπο Μωσέως οὗτος γὰρ ὁ νόμος καὶ τῶν προφητῶν
186166rRom.3.22ε δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ δεικνὺς δὲ ὅτι ὅλως ἑνὶ σώζεσθαι μηδὲν αὐτοὺς συνεισενεγκόντας ἐπήγαγε δικαιοσύνην δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ καὶ αὐτο γὰρ τὸ πιστεῦσαι συνεισενέγκαι ἐστιν ἀνδρείας γὰρ δεῖται ψυχῆς τὸ πιστεῦσαι
186Ph166rRom.3.22
186ex166rRom.3.22-Rom.3.24ϛ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας οὐ γὰρ ἐστι διαστολὴ πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ δικαιούμενοι δωρεὰν τῆι αὐτοῦ χάριτι τὸ εἰς πάντας τοὺς Ἰουδαίους φησιν τὸ δὲ ἐπὶ πάντας τοὺς ἐθνικοὺς λέγει ὡς ἀπὸ τῶν Ἰουδαίων καὶ ἐπὶ τοὺς ἐθνικοὺς ἐκταθείσης τῆς χάριτος
187166rRom.3.24
188166rRom.3.24
189166rRom.3.24
189Pha166rRom.3.24
189Phb166rRom.3.24
190166rRom.3.24ζ διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῶι Ἰησοῦ διὰ τῆς ἀπολυτρώσεως δέ φησι τουτέστι διὰ τῆς ἀφέσεως τῶν παραπτομάτων ἧς τυγχάνομεν διὰ Ἰησοῦ Χριστοῦ
191166vRom.3.25α ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῶι αὐτοῦ αἵματι εἰπὼν δὲ προέθετο δηλοῖ παλαιὰν τὴν περὶ τούτου βουλὴν εὐδοκία γὰρ πατρὸς ἐξ ιλασμα γεγένηται τῶν ἡμετέρων ἁμρτημάτων
192166vRom.3.25* ὁ μὲν γὰρ πατὴρ προέθετο ὁ δὲ υἱος τὸ αἷμα ἐξέχεεν ὑπὲρ ἡμῶν κοινῇ οὖν ἡ χάρις
193166vRom.3.25-Rom.3.26β εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμρτημάτων ἐν τῆι ἀνοχῆι τοῦ θεοῦ πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῶι νυν καιρῶι εἰς τὸ είναι αὐτον δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ τὸ ἔνδειξις τουτέστιν εἰς ἀπόδειξιν τῆς δικαιοσύνης αὐτοῦ
194166vRom.3.26* ὅτε γάρ φησι παρειμένους εὗρε τουτέστι νενεκρωμένους ταῖς ἁμαρτίαις ἐδικαίωσεν εἰπὼν δὲ ἐν τῆ ἀνοχὴ τοῦ θεοῦ δείκνυσι τοὺς ἀνθρώπους ἀσύγγνωστα πταίσαντας ὅτε γὰρ εδεφησι μετανοῆσαι δοθεὶς ἀνοχῆς τότε ἡμάρτομεν
194Ph166vRom.3.26
195166vRom.3.26
195ex166vRom.3.26* καὶ τοῦτο δὲ δικαιοσύνη θεοῦ τὸ δικαιῶσαι καὶ ἐπὶ τοὺς ἀναξίους σώζεσθαι καὶ ἀληθεῦσαι τῆς πρὸς Ἀβραὰμ μεταγγελιας φησι γὰρ καὶ ἐν ευλογηθεσονται ἐν τῶ σπέρματί σου πάντα τὰ ἔθνη
195Ph166vRom.3.26
196166vRom.3.26
197166vRom.3.27γ που οὖν ἡ καύχησις ἐξεκλείσθη εἰπών που οὖν τῶν Ἰουδαίων ἡ καύχησις δείκνυσιν αὐτοὺς εἰκῆ καυχωμένους οὐκ εἶπεν δὲ ἠφανίσθη ἂλλ ἐξεκλείσθη δεικνὺς ὅτι καὶ χώραν εἶχέ ποτε νυν δὲ μέντοι ἀπέκλεισεν αὐτὴν ἡ πίστις
198166vRom.3.27δ διὰ ποίου νόμου τῶν ἔργων οὐχὶ ἀλλὰ διὰ νόμου πίστεως νόμου ἔργων τῶν ἔργων περιφραστικῶς καὶ νόμου πίστεως τῆς πίστεως περιφραστικῶς φησιν ουδι ἔργων ὧν ἐπράξαμεν ἡ Ἰουδαίων καύχησις ἐξεκλείσθη ἀλλὰ διὰ πίστεως
199166vRom.3.28-Rom.3.30ε λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου ἡ Ἰουδαίων ὁ θεὸς μόνον οὐχὶ δὲ καὶ ἐθνῶν ναὶ καὶ ἐθνῶν ἐπείπερ εἰς ὁ θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως τοιγαροῦν λέγομεν ἐκ πίστεως δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἐκ τῆς νόμου παρατηρήσεως
200166vRom.3.30* εἰ γὰρ μόνους τοὺς ἐκ τοῦ νόμου ἐδικαίου καὶ οὐχὶ πάντα τὸν ἀνθρώπου πιστεύοντα μονομερὴς ἂν ἦν υἱος ὁ θεός
201166vRom.3.30
202167rRom.3.31α νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως μὴ γένοιτο ἀλλὰ νόμον ἱστῶμεν δείκνυσι ὅτι οὐ μόνον οὐ καταργεῖ ἡ πίστις τὸν νόμον ἀλλὰ καὶ ἵστησιν ὁ μὲν γὰρ νόμος σῶσαι βουλόμενος οὐκ ἰσχύει ἡ δὲ πίστις σώζει τὸν οὖν σκοπὸν τοῦ νόμου πληροῦσα ἡ πίστις ἵστησιν αὐτον
203167rRom.3.31* εἰπὼν δὲ ἱστῶμεν ἔδειξε σαλευόμενον
203exa167rRom.3.31
203exb167rRom.3.31
203exc167rRom.3.31
204167rRom.4.1β τι οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ τῶ Ἁμβραὰμ οἱ Ἰουδαῖοι δείκνυσιν ὅτι καὶ αὐτος Ἀβραὰμ οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀλλὰ διὰ πίστεως ὅθεν καὶ εὕρημα αὐτὴν καλεῖ ἐπειδὴ μὴ ἐξ ἔργων αὐτὴν ἐκτήσατο ἀλλὰ διὰ πίστεως ἐν χάριτι Χριστοῦ
204ex167rRom.4.1
204Ph167rRom.4.1
205167rRom.4.1
206167rRom.4.2-Rom.4.3γ εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη ἔχει καύχημα ἂλλ οὐ πρὸς τὸν θεόν τι γὰρ ἡ γραφὴ λέγει ἐπίστευσεν δὲ Ἀβραὰμ τῶι θεῶι καὶ ἐλογίσθη αὐτῶι εἰς δικαιοσύνην εἰ γὰρ ἐξ ἰδίων φησι ἔργων Ἀβραὰμ ἐδικαιώθη εἶχεν καύχημα ἐφ' ἑαυτῷ ὡς κατωρτωκοτι ἂλλ οὐ πρὸς τὸν θεὸν ὁ δὲ ἐκ πίστεως σωθεὶς ἐπεὶ μὴ ἔχῃ εἰς ἑαυτὸν καυχήσασθαι οὐδὲν γὰρ ἔργον ἔπραξεν εἰς τὸν θεὸν καυχᾶται μεῖζον δὲ τὸ εἰς θεὸν καυχᾶσθαι εἴπερ εἰς ἑαυτόν
207167rRom.4.3
208167rRom.4.4δ τῶι δὲ ἐργαζομένωι ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα δείκνυσι μείζονα τὴν κατὰ χάριν δικαιοσύνην ἦν ἡ πίστις παρέχει τῆς ἐξ ἔργων τῶι μὲν γὰρ κατορθοῦντι φησιν κατὰ ὀφειλὴν ἡ ἀντιμισθία κεχρεωστατα τι δὲ δύναται καὶ ὁ πάνυ ἐνάρετος κατορθῶσαι ἱν ὀφειλέτην ἔχηι θεὸν ὁ δέ γε ἐκ πίστεως δικαιούμενος κατὰ χάριν δικαιοῦται ἔνθα δὲ Χριστὸς χαρίζεται πάντως μεγάλα χαρίζεται γὰρ υἱοθεσίαν ἀδελφοὺς ποιεῖ Χριστοῦ κληρονόμους θεοῦ συγκληρονόμους Χριστοῦ ἅτινά ποτε ἂν παρέσχεν ἡμῖν οἰκεῖα τὰ κατορθώματα
208ex167rRom.4.4
209167rRom.4.5 τῶι δὲ μὴ ἐργαζομένωι πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ λογίζεται ἡ πίστις αὐτοῦ
210167rRom.4.5 εἰς δικαιοσύνην
211167rRom.4.6 καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ὧι ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων
212167vRom.4.7-Rom.4.8α μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ αιμαρτιαι μακάριος ἀνὴρ ὧι οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν δοκεῖ μέν πως ἀλλόκοτος είναι ἡ μαρτυρία οὐ γὰρ ἔχει μακάριος ὧι ἡ πίστις εἰς δικαιοσύνην χωρὶς ἔργων λογίζεται πλὴν σφόδρα ἐστι κατάλληλος εἰ γὰρ μακάριος ὧι αἱ ἁμαρτία κατὰ χάριν ἀφέθησαν πολλῷ μᾶλλον ὃν ἐδικαίωσε κατὰ καριν ὁ θεός
212Ph167vRom.4.8
213167vRom.4.9-Rom.4.10β ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἡ καὶ ἐπὶ τὴν ἀκροβυστίαν λέγομεν γὰρ ὅτι ἐλογίσθη τῶι Ἁβρρὰμ ἡ πίστις εἰς δικαιοσύνην πως οὖν ἐλογίσθη ἐν περιτομῆι ὄντι ἡ ἐν ἀκροβυστίαι οὐκ ἐν περιτομῆι ἂλλ ἐν ἀκροβυστίαι δείκνυσι ὅτι ὁ τῶι Δαυὶδ εἰρημένος μακαρισμὸς ἐπὶ τὴν ἀκροβυστίαν μᾶλλον χώραν ἔχει ἡ ἐπὶ τὴν περιτομὴν τῶι τὸν Ἀβραὰμ ἐν ἀκροβυστία ὄντα σωθῆναι καὶ δικαιωθῆναι
214167vRom.4.10
215167vRom.4.10
216167vRom.4.10* ἵνα δὲ μή τις λογίσηται ὅτι τοσοῦτον δεῖ μεγάλη ἡ περιτομὴ καὶ ταύτης χωρὶς οὐκ ἑνὶ δικαιωθῆναι ὅτι καὶ αὐτος ὁ ἐν ἀκροβυστίαι κατὰ τὸν σὸν λόγον δικαιωθεὶς περιτομῆς ἐδεήθη φησιν διὰ τῶν ἑξῆς ὅτι οὐ δι' ἕτερόν τι περιετμήθη ἡ διὰ τὸ σημεῖον καὶ ἀπόδειξιν ἐπιφέρεσθαι τὴν περιτομὴν τῆς ἐν τῆι ἀκροβυστίαι ὑπαρξάσης αὐτῶι δικαιοσύνης
216Ph167vRom.4.10
216167vRom.4.11γ * καὶ σημεῖον ἔλαβε περιτομῆς σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῆ ἀκροβυστία σημείου φησι ἕνεκεν καὶ σφραγῖδος ἔλαβεν τὴν περιτομὴν Ἀβραὰμ καὶ οὐδὲν αὕτη πρὸς τὴν δικαιοσύνην συνετέλεσεν ἀλλὰ μόνον τὸ τοιῶσδε δεδικαιῶσθαι εσημαινεν τουτέστιν ἐν τῆι ἀκροβυστίαι ὧν ἠξιώθη τῆς δικαιοσύνης
215ex167vRom.4.11* διὰ τρεῖς αἰτίας ἡ περιτομὴ ἐδόθη εἰς τε τὸ είναι σημεῖον πίστεως καὶ τοῦ ἁβραμιαίου γένους δηλωτικὸν καὶ σύμβολον καὶ αἴνιγμα πολιτείας καθαρᾶς καὶ σώφρονος ώστε οὐχ ὡς δικαιοσύνης ποιητικὴ ἐδόθη ἀλλὰ σφραγὶς καὶ σημεῖον τῆς ἐκ πίστεως δικαιοσύνης τοῦ Ἀβραάμ
217167vRom.4.11
218167vRom.4.11δ εἰς τὸ είναι αὐτον πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίας εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην διὰ τοῦτό φησι περιετμήθη οὐ μόνον κατὰ τὸν προειρημένον τρόπον ἂλλ ἵνα καὶ κοινὸς γένηται πατὴρ τῶν τε ἐν περιτομῆι τῶν τε ἐν ἀκροβυστία
219167vRom.4.11* πιστευόντων εἰς τὸν Χριστόν
220167vRom.4.11
221167vRom.4.11
221Ph167vRom.4.11
222168rRom.4.12α καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς πίστεως τῆς ἐν ἀκροβυστίαι τοῦ πατρὸς ἡμῶν Ἀβραάμ ὥσπερ γάρ φησιν οἱ ἐν ἀκροβυστίαι οὐ διὰ τοῦτο μόνον σχοῖεν τὸν Ἀβραὰμ πατέρα διὰ τὸ ἐν ἀκροβυστία αὐτον πεπιστευκέναι εἰ μὴ καὶ τὴν πίστιν μιμησοιντο οὕτως οὐδε οἱ ἐν περιτομῆι σχήσουσι διὰ τὸ μόνον περιτμηθῆναι τὸν Ἀβραὰμ εὰν μὴ καὶ τὴν πίστιν αὐτοῦ μιμήσωνται
223168rRom.4.12
223Ph168rRom.4.12
224168rRom.4.12
225168rRom.4.12
226168rRom.4.13β οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῶι Ἀβραὰμ ἡ τῶι σπέρματι αὐτοῦ τὸ κληρονόμον αὐτον είναι τοῦ κόσμου ἀλλὰ διὰ δικαιοσύνης πίστεως τὸ κληρονόμον αὐτον είναι τοῦ κόσμου οὐ γὰρ ὁ νόμος φησι συνετέλεσεν τι εἰς τὰς ἐπαγγελίας τῶι Ἀβραὰμ ἀλλὰ μόνῃ ἡ πίστις ἀκροβύστω γὰρ ἔτι ὄντι καὶ πρὸ τοῦ νόμου ἐδόθησαν αἱ ἐπαγγελίαι πιστεύσαντι εἰ οὖν αὐτος ὁ νόμος οὐδὲν εἰς τὰς ἐπαγγελίας συνετέλεσεν σχολῇ γοῦν ἡ περιτομὴ πρὸς δικαιοσύνην ἐξαρκέσει
226ex168rRom.4.13
227168rRom.4.13
227Ph168rRom.4.13
228168rRom.4.14γ εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία εἰ γὰρ οἱ ἐκ νόμου φησι τουτέστιν οἱ ἐξ Ἰουδαίων πιστεύσαντες κληρονόμοι τῆς οὐρανῶν βασιλείας
229168rRom.4.14* κατήργηνται τουτέστιν ἄπρακτο γεγόνασιν αἱ ἐπαγγελίαι ὡς οὐ χρειωδεις οὖσαι εἰ γὰρ ἡ πίστις κατήργηνται δι' ἦν αἱ ἐπαγγελίαι δῆλον ὅτι συγκαταργοῦνται αἱ ἐπαγγελίαι εἰ δὲ αὗται καταργηθῶσιν οὔτε ὁ Ἀβραὰμ πατήρ τινος
228168rRom.4.14* ὁ γὰρ ἐχόμενος τοῦ νόμου ὡς σώζοντος ἀτιμάζει τὴν διὰ πίστεως σωτηρίαν
230168rRom.4.15δ ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται οὐ γὰρ οὐκ ἐστι νόμος οὐδε παράβασις ὁ γὰρ μόνον φησι οὐ διὰ τοῦ νόμου βεβαιοῦνται αἱ ἐπαγγελίαι ἀλλὰ τρόπον τινα καὶ ἐμποδίζονται ὅτι ὁ νόμος ὀργὴν καταργαζεται παραβαθεὶς δηλονότι οὐδεὶς γὰρ αὐτον ἴσχυσε πληρῶσαι ἔνθα δὲ ὀργή πως ἥξουσιν αἱ ἐπαγγελίαι
230168rRom.4.16ε * διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν εἰς τὸ είναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῶι σπέρματι ἡ δὲ πίστις φησι τὴν χάριν εἰσάγει τοῦ θεοῦ χάριτος δὲ οὔσης ἔρχονται καὶ πληροῦνται αἱ ἐπαγγελίαι
231168rRom.4.16* ἔνθα γὰρ χάρις θεοῦ οὐκέτι ἀμφίβολοι αἱ ἐπαγγελίαι ἀλλὰ βεβαιοῖ
232168rRom.4.16
233168rRom.4.16-Rom.4.17ϛ οὐ τῶι {ἐκ νόμου /ἐκ τοῦ νόμου }* ἀλλὰ καὶ τῶι ἐκ πίστεως Ἀβραὰμ ὃς ἐστι πατὴρ πάντων ἡμῶν καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε ἐκ τοῦ νόμου λέγει τοὺς ἐξ Ἰουδαίων εἰς τὴν πίστιν ἐλθόντας
234168rRom.4.17* ἐκ πίστεως δὲ τοὺς χωρὶς νόμου πιστοὺς γενομένους συνάπτει γὰρ τοὺς δύο λαοὺς καὶ πάντων ποιεῖ πατέρα τὸν Ἀβραάμ
235168rRom.4.17
235Ph168rRom.4.17
235exa168rRom.4.17
235exb168rRom.4.17
235exc168vRom.4.17α κατέναντι οὐ ἐπίστευσε θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα τὸ κατέναντι ἀντὶ τοῦ ἐνώπιον πρὸ προσώπου οὐ ἐπίστευσε θεοῦ
236168vRom.4.17* ἤτοι ὥσπερ ὁ θεὸς οὐκ ἐστι μεκρικος ἀλλὰ πάντων θεὸς οὕτως ὁ Ἀβραὰμ πάντων πατὴρ ἐπίστευσε γὰρ ὅτι καὶ τοὺς νεκροὺς ζωοποιεῖ καὶ τὰ οὐσιῶν πολλῷ μᾶλλον δυνήσται τῶ νεκρωμενω διὰ τὸ γῆρας σώματι δοῦναι σπέρμα
236Pha168vRom.4.17
236Phb168vRom.4.17
236ex168vRom.4.17
237168vRom.4.18-Rom.4.19β ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτον πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον οὕτως ἔσται τὸ σπέρμα σου καὶ μὴ ἀσθενήσας τῆι πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον ὃς παρ' ἐλπίδα φησιν τὴν ἀνθρωπίνην ἐπ' ελπίδι τοῦ θεοῦ ἐπίστευσεν
238168vRom.4.19
239168vRom.4.19
240168vRom.4.19
241168vRom.4.19γ ἑκατονταετής που ὑπάρχων καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας καλῶς τὸ ἑκατονταετής που ἐπάγει οὐ γὰρ ἦν ἑκατονταετὴς ἂλλ ἐνενήκοντα θ
243168vRom.4.20δ εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῆ ἀπιστία οὐκ εἶπεν οὐκ ἐπίστευσεν ἂλλ οὐ διεκρίθη τῆι ἀπιστίαι τουτέστιν οὐδε ἐνεδοίασεν οὐδε ἀμφέβαλεν
242168vRom.4.20* καίπερ οὐκ ἦν ἔργων ἡ ἀποδειξις ἀλλὰ ψιλὰ ῥήματα
244168vRom.4.20-Rom.4.22ε ἂλλ ἐνεδυναμώθη τῆ πίστει δοὺς δόξαν τῶ θεῶ καὶ πληροφορηθεὶς ὅτι ὁ ἐπήγγελται δυνατὸς ἐστι καὶ ποιῆσαι διὸ καὶ ἐλογίσθη αὐτῶι εἰς δικαιοσύνην εἰπὼν δὲ ἐνεδυναμώθη δείκνυσι πολλῶι καμάτωι καὶ δυνάμει ψυχῆς καὶ πόνων κατερθουμενην τὴν πίστιν
245168vRom.4.22* τὴν δὲ ἐνεδυναμώθη φησιν δοὺς δόξαν τῶι θεῶι τουτέστιν οὐ περιεργασάμενος πως ἐγχωρεῖ τοῦτο γενέσθαι ἂλλ εὐθὺς πιστεύσας καὶ εὐλογήσας ὡς εὐεργέτην τὸν θεὸν ὡς ἤδε δεδωκότα ἂν ἐπήγγελτο
246168vRom.4.22* οὐκ εἶπεν δὲ πιστεύσας ἂλλ ἐμφαντικώτερον καὶ πληροφορηθείς
247168vRom.4.22
248169rRom.4.23-Rom.4.24α οὐκ ἐγράφη δὲ δι' αὐτον μόνον ὅτι ἐλογίσθη αὐτῶι ἀλλὰ καὶ δι' ἡμᾶς οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν ἵνα μὴ λέγωσιν τινες καί τι πρὸς ἡμᾶς ἐκεῖνος γὰρ ἐδικαιώθη ἐπάγει ὅτι ταῦτα οὐ χάριν μόνου τοῦ πατριάρχου γέγραπται ἀλλὰ καὶ δι' ἡμᾶς ἵνα παράδειγμα τὸν Ἀβραὰμ ἔχοντες πιστοί τε ὁμοίως γινώμεθα καὶ ὁμοίως ἡ πίστις ἡμῖν εἰς δικαιοσύνην λογίζηται
249169rRom.4.25β ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν ὃς οὐ διὰ τὰς οἰκείας φησιν ἁμαρτίας ἀπέθανεν ἐπεὶ οὐδε ανασταθηναι ἀλλὰ διὰ τὰς ἡμῶν ἁμαρτίας ἵνα ἡμᾶς ἀπαλλάξη
250169rRom.4.25* αὐτῶν δικαιώσας ἡμᾶς οὐ γὰρ διὰ τοῦτο οἰκειωσάμενος τὰς ἁμαρτίας ἡμῶν δίκην θανάτου δέδωκεν ὑπὲρ ἡμῶν ἵνα ἡμᾶς ὑπεύθυνο ἔχῃ θανάτου ἂλλ ἵνα δικαιώσῃ ἡμᾶς
251169rRom.4.25
251Ph169rRom.4.25
252169rRom.4.25
253169rRom.5.1-Rom.5.2γ δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι' οὐ καὶ τὴν προσαγωγὴν ἐσκήκαμεν τῆι πίστει εἰς τὴν χάριν ταύτην ἐν ἦι ἑστήκαμεν καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ εἰ οὖν μακρὰν ὄντες ἐγγὺς γεγόναμεν τῶι θανάτωι αὐτοῦ πολλῷ μᾶλλον ἐγγὺς ὄντες εἰρηνεύσομεν πρὸς αὐτον χάριτι Χριστοῦ
254169rRom.5.2
254Ph169rRom.5.2
255169rRom.5.2* δι' οὖν καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τουτέστι τὸ προσαχθῆναι αὐτῶι εἰς τὴν χάριν ταύτην τουτέστι τὸ καταζιωθηναι τῆς τοῦ θεοῦ γνώσεως καὶ τὸ ἁμαρτιῶν ἀπαλλαγῆναι καὶ ὅσα τὸ βάπτισμα χαρίζεται τὸ δὲ ἐν ἦι ἑστήκαμεν προσθεὶς βεβειοτητα δηλοῖ
255Ph169rRom.5.2
256169rRom.5.3-Rom.5.6δ οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργεζεται ἡ δὲ ὑπομονὴ δοκιμὴν ἡ δὲ δοκιμὴ ἐλπίδα ἡ δὲ ἐλπὶς οὐ κατάισχυνει ὅτι ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν οὐ μόνον δέ φησιν ἐπὶ τοῖς δοθεῖσι καὶ τοῖς μέλλουσιν ἀγαθοῖς καυχώμεθα ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις είναι δοκοῦσιν οἷον ταῖς θλίψεσί τι δήποτε ὅτι πρὸς ὑπομονὴν ἡμᾶς αἱ θλίψεις ἀλείφουσιν τις δὲ τῆς ὑπομονῆς τὸ κέρδος δοκίμους φησι ποιεῖ τι δὲ τοῦ γενέσθαι δοκίμους τὸ ὄφελος ἐλπίδα ἡμῖν προξενεῖ τῶν μελλόντων ἀγαθῶν ὁ δέ γε ἐλπίζων ταῦτα οὐκ ἂν καταισχυνθείη ὁ μὲν γὰρ ἐπὶ ἀνθρώπῳ ἐλπίζων ἴσως καὶ ψευσθείη τῆς ἐλπίδος ὁ δὲ ἐπὶ θεῶι οὐκέτι πλὴν οὐ μόνον φησιν ἐν οἷς ἑστήκαμεν ἀγαθοῖς ἀλλὰ καὶ ἐν τοῖς προσδοκωμένοις ὡς ἤδη παροῦσι καυχώμεθα τοῦτο γὰρ πίστεως ἀκριβοῦς καλῶς δὲ δόξης εἶπεν εκβαινοντα γὰρ τὰ ἐπαγγελλόμενα δοξάζεσθαι τὸν ἐπαγγειλάμενον παρασκευάζει
256Pha169rRom.5.6
256Phb169rRom.5.6
257169rRom.5.6
258169rRom.5.6
258ex169rRom.5.6
259169rRom.5.6
259Ph169rRom.5.6
260169rRom.5.6
261169vRom.5.6-Rom.5.7α κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν τουτέστι κατὰ τὸν εὔκαιρον καὶ προσήκοντα καιρὸν καὶ χρόνον
262169vRom.5.7
266169vRom.5.8β συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε ἵνα μὴ ἐρυθριῶμεν καὶ ἀδημονῶμεν ὅτι τοσοῦτον γεγόναμεν δυσσεβεις ὡς χρείαν γενέσθαι καὶ τοῦ θανάτου τοῦ υἱοῦ πρὸς τὸ σωθῆναι ἡμᾶς ἐπάγει οὐ μόνον δὲ ἐσώθημεν φησιν ἀλλὰ καὶ καυχᾶσθαι ὀφείλομεν τοῦτο γὰρ διὰ τῶ ἑξῆς δηλοῖ ὅτι ὅλως ἀπέθανε Χριστὸς ὑπὲρ ἡμῶν ὄντων ἀσεβῶν τοῦτο γὰρ τὴν ἄγαν τοῦ πατρὸς ἀγάπην δηλοῖ ὅτι καὶ ὑπὲρ ἀσεβῶν τὸν υἱον δέδωκεν
263169vRom.5.9γ πολλῷ οὖν μᾶλλον δικαιωθέντες νυν ἐν τῶι αἵματι αὐτοῦ σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς εἰ γὰρ τότε φησι οὐ περιεῖδεν ὅτε καὶ ἁμαρτωλοὶ ἦμεν καὶ χρεία ἦν πρὸς τὸ σῶσαι καὶ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ πόσῳ μᾶλλον νυν οὐ περὶ ιδοι ἀλλὰ σώσει ὅτε οὔτε ἁμαρτωλοὶ ἐσμεν δικαιωθέντες τῶι αἵματι τοῦ Χριστοῦ οὔτε ἔτι χρεία θανατωθῆναι τὸν υἱον αὐτοῦ
264169vRom.5.9s * πολλῷ οὖν μᾶλλον δικαιωθέντες νυν ἐν τῶι αἵματι αὐτοῦ σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς τῆς μελλούσης κολάσεως δηλονότι
265170rRom.5.10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῶι θεῶι διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῆι ζωῆι αὐτοῦ
267170rRom.5.11 οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν τῶι θεῶι διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι' οὐ νυν τὴν καταλλαγὴν ἐλάβομεν
268170rRom.5.11
268Ph170rRom.5.11
269170rRom.5.11
270170rRom.5.12-Rom.5.13α διὰ τοῦτο ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν ἐφ' ὧι πάντες ἥμαρτον ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμωι ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου ἵνα μή τις ἀδικίαν ἐγκαλέσηι τῶι θεῶι ὅτι τοῦ Ἀδὰμ πταίσαντος ἡμεῖς ἀποθνήσκομεν ἐπάγει ἐφ' ὧι πάντες ἥμαρτον ὡσεὶ ἔλεγεν αὐτος μὲν τὴν ἀρχὴν παρέσχεν καὶ τὴν αἰτίαν ὅτι πάντες ἡμάρτομεν κατὰ ὁμοίωσιν αὐτοῦ
270Ph170rRom.5.13
271170rRom.5.14β ἂλλ ἐβασίλευεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῶι ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ ὃς ἐστι τύπος τοῦ μέλλοντος θέλει δεῖξαι ὅτι οὐ τοσοσυτον διὰ τὰς ἁμαρτίας ἡμῶν ἀποθνήσκομεν ὅσον διὰ τὸν Ἀδὰμ χώραν παρεσχηκοτα ἐκ τῆς παρακοῆς επεκρατεσε γάρ φησι οθαν αὐτος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως τουτέστι μέχρι τοῦ νόμου
271exa170rRom.5.14
271exb170rRom.5.14
271Ph170rRom.5.14
272170rRom.5.14
272Ph170rRom.5.14
273170rRom.5.14* τοῦ δοθέντος Μωϋσέως λέγει δὲ τὸν ἄχρι ἐπιδημίας τοῦ Χριστοῦ χρόνον
273ex170rRom.5.14
273Ph170rRom.5.14
274170rRom.5.14* ἔθος γὰρ τῆ γραφὴ τὸν νόμον Μωσέα κελειν τύπου δὲ τοῦ μέλλοντος ἔρχεσθαι Χριστοῦ Ἀδὰμ λέγει ὥσπερ γὰρ τῶι θανάτωι τοῦ Ἀδὰμ πάντες ἀπέθνησκον οὕτως τῶ θανάτῳ τοῦ Χριστοῦ πάντες ζησόμεθα ὁ οὖν τύπος ἐκ τοῦ ἐναντίου τύπος γὰρ γέγονεν ὁ Χριστὸς σταυρωθεὶς ὑπὲρ ἡμῶν καὶ ἀναστὰς ἐν ἡμεῖς πάντες ζωοποιηθωμεν
275170rRom.5.14
276170vRom.5.15-Rom.5.16α ἂλλ οὐχ ὡς τὸ παράπτωμα οὕτω καὶ τὸ χάρισμα εἰ γὰρ τῶ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῆι τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα βούλεται δεῖξαι μείζονα ἐνεργήσασαν τὴν τοῦ Χριστοῦ χάριν ἤπερ ενεργησε τὸ τοῦ Ἀδὰμ παράπτωμα ὅτι τὸ μὲν κρίμα τουτέστι τὸ κατάκριμα ἐκ τοῦ ἑνὸς τοῦ Ἀδὰμ εἰς πάντας ἦλθεν ἀνθρώπους τὸ δὲ χάρισμα
276ex170vRom.5.16
277170vRom.5.16
278170vRom.5.16* καὶ ἡ δωρεὰ τοῦ θεοῦ τοσοῦτον ὑπερίσχυσεν ώστε καὶ αὐτὴν τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν ἐξαλεῖψαι καὶ οὐ μόνον δὲ τοῦτο ἀλλὰ καὶ εἰς δικαιοσύνην ἅπαντας ἤγαγεν πολλῷ δὲ τὸ μέσον ἀμνηστίας ἁμαρτιῶν καὶ δικαιοσύνης
279170vRom.5.16
280170vRom.5.17β εἰ γὰρ τῶι τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῆι βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ πάλιν τὸ αὐτο κατασευαζει καί φησιν εἰ γὰρ ἀπὸ τοῦ ἑνὸς χοϊκοῦ ὁ θάνατος ἴσχυσεν αναμφιβολως διὰ τοῦ ἑνὸς ἐπουρανίου
280Ph170vRom.5.17
281exa170vRom.5.17* ἡ ζωὴ βασιλεύσει περισσείαν δέ φησι τὴν δαψίλειαν τῆς χάριτος τοῦτο δὲ κατασκευαστικὸν ἐστι τοῦ πάντως ἐν τῆι ζωῆι βασιλεῦσαι ὅσω καὶ ἡ χάρις οὐ φειδωλῶς οὐδε μεμετρημένως ἐδόθη ἂλλ ἐκ περισσείας
274ex170vRom.5.17* ὥσπερ γὰρ ὁ Ἀδὰμ τοῖς ἐξ αὐτοῦ καίτοι μὴ φαγοῦσιν ἀπὸ τοῦ ξύλου γέγονεν αἴτιος θανάτου διὰ τὴν βρῶσιν εἰσαχθέντος οὕτως καὶ ὁ Χριστὸς τοῖς ἐξ αὐτοῦ καίτοι γε μὴ δικαιοπραγήσασι γέγονε πρόξενος δικαιοσύνης
281exb170vRom.5.17
282170vRom.5.17
283170vRom.5.17
284170vRom.5.17
284ex170vRom.5.17
285170vRom.5.17
286171rRom.5.18-Rom.5.20α ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα οὕτως καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοὶ νόμος δὲ περεισηλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα τὸ ἵνα οὐκ αἰτιολογικῶς κεῖται ἀλλὰ τὸ ὅπως ἐξέβη δηλοῖ οὐ γὰρ διὰ τοῦτο ἐδόθη ἵνα πλεονάσῃ τὴν ἁμαρτίαν ἂλλ ἐδόθη μὲν ἵνα ἡμᾶς σώσῃ μὴ φυλαχθεὶς δὲ ηὔξεσε τὴν ἁμαρτίαν οὐ παρὰ τὴν οἰκείαν δὲ φύσιν ἀλλὰ παρὰ τὴν τῶν μὴ φυλαξάντων αὐτον ραθυμιαν
286ex171rRom.5.20
286Ph171rRom.5.20
287171rRom.5.20
288171rRom.5.20-Rom.5.21β οὐ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῶι θανάτωι οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν ὅπου παραβαθεὶς ὁ νόμος ἐπλεόνασεν ἡ ἁμαρτίαν ὑπερεπερίσσευσεν
289171rRom.5.21
290171rRom.5.21* οὐ γὰρ μόνον τῶν ἁμαρτημάτων ἀπήλλαξεν ἂλλ καὶ μυρία ἔδωκεν ἀγαθὰ καὶ ταῦτα εἰς ζωὴν αἰώνιον
290ex171rRom.5.21
291171rRom.5.21
292171rRom.5.21
292Ph171rRom.5.21
293171rRom.5.21
294171rRom.5.21
295171vRom.6.1-Rom.6.2α τι οὖν ἐροῦμεν ἐπιμενοῦμεν τῆι ἁμαρτίαι ἵνα ἡ χάρις πλεονάσῃ μὴ γένοιτο οἵτινες ἀπεθάνομεν τῆι ἁμαρτίαι πως ἔτι ζήσομεν ἐν αὐτῆι ἐπειδὴ εἶπεν ἄνω οὐδε ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις ἵνα μὴ τοῖς ἀνοήτοις είναι δόξῃ τὰ εἰρημένα προτροπὴ ἁμαρτίας ἀναιρεῖ αυτὰ καί φησιν ἐπιμενοῦμεν τῆι ἁμαρτίαι ἵνα ἡ χάρις πλεονάσῃ μὴ γένοιτο
296171vRom.6.2* ὅπερ ἐπὶ τῶν προδηλως ομολογουμενων ὡς ατοθων εἰώθαμεν λέγειν
297171vRom.6.2
297ex171vRom.6.2
298171vRom.6.3-Rom.6.4β ἡ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν συνετάφημεν οὖν αὐτῶι διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον επιπληκτικω λόγῳ κέχρηται ἑρμενεύων πως ἀπεθάνομεν τῆι ἁμαρτίαι καί φησι ἀγνοεῖτε ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν εἰς τοῦτο ἐβαπτίσθημεν εἰς τὸ καὶ αὐτοὶ ἀποθανεῖν θάνατον γὰρ μιμεῖται τὸ βάπτισμα εἰ γὰρ καὶ μὴ σωματικὸς ἐστι θάνατος τὸ βάπτισμα ἁμαρτιῶν μέντοι
298Ph171vRom.6.4
299171vRom.6.4γ ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρὸς οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν πιθανὴν ποιεῖ τὴν ἀνάστασιν διὰ τῆς τοῦ ἐγείραντος δόξης τουτέστι τοῦ πατρός
299ex171vRom.6.4* ἡ δόξαν τοῦ πατρὸς τὴν θεότητα λέγει τοῦ Χριστοῦ
300171vRom.6.4* ἦν οὖν ἀκολουθον εἰπεῖν οὕτως καὶ ἡμεῖς ἀναστησομεθα ἂλλ εἰς πολιτείαν ἑτέραν ἦλθεν ἀνάστασιν ἀπ' αὐτῶν τὴν διὰ χρηστῆς πολιτείας
301171vRom.6.4* ἐν καινοτητα ζωῆς καλεῖ ἐν ἦι νεκροῦται μὲν ἡ ἁμαρτία ἀνίσταται δὲ ὁ ἐνάρετος βίος νεκροῦται πορνεία ὅτε ἀνίσταται σωφροσυνη
301Pha171vRom.6.4
301Phb171vRom.6.4
302171vRom.6.5-Rom.6.6δ εἰ γὰρ σύμφυτοι γεγόναμεν τῶι ὁμοιώματι τοῦ θανάτου αὐτοῦ ἀλλὰ καὶ τῆς {ἀναστάσεως τοῦτο /ἀναστάσεως ἐσόμεθα τοῦτο }* γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη ὁμοιοτητα δεῖξαι ἐπιχειρεῖ ἡμῶν τε καὶ τοῦ Χριστοῦ καί φησι εἰ σύμφυτοι οἷον συμμέτοχοι γεγόναμεν τοῦ θανάτου σύμφυτους δὲ λέγει διὰ τοῦτο συφυτους καλεῖ διὰ τοῦτο ὥσπερ γὰρ τὸ σῶμά φησιν τὸ δεσποτικὸν ταφὲν ἐν τῆι γῆι εφυτευσε σωτηρίαν τῶι κόσμωι οὕτω καὶ τὸ ἡμῶν ταφὲν ἐν τῶι βαστισματι ἐφύτευσεν δικαιοσύνην ἡμῖν αὐτοῖς
303ex171vRom.6.6* ὁμοίωμα δὲ θανάτου ἦν ὁ Χριστοῦ θάνατος διὰ τὸ μὴ ἀπομεμενηκέναι αὐτον τῶι θανάτωι ἀλλὰ ἀναστῆναι τριήμερον
303171vRom.6.6* ὁμοίωμα θανάτου ἔσχομεν καὶ ἡμεῖς ἐν τῶι βαπτίσματι οὐ σωματικὸν θάνατον αἱ γὰρ τρεῖς κατάδυσεις αἱ ἐν τῶι βαπτίσματι καὶ ἀναδύσεις θάνατον καὶ ἀνάστασιν τριήμερον σημαίνουσιν
303exb171vRom.6.6
304171vRom.6.6
304ex171vRom.6.6
305Ph171vRom.6.6
305ex172rRom.6.6α ἵνα καταργηθῆι τὸ σῶμα τῆς ἁμαρτίας τοῦ μηκέτι {δουλεύειν τῆι ἁμαρτίαι /δουλεύειν ἡμᾶς τῆι ἁμαρτίαι }* παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν καλεῖ ἀλλὰ τὴν πονηρὰν γνώμην ἦν ἔφη τῶι βαπτίσματι νεκρωθῆναι
305172rRom.6.6* ὁ γὰρ κατεγνωσμένος βίος συνεσταυρώθη τῶι Χριστῶι διὰ τοῦ βαπτίσματος ἐφ' ὦ τε φησι καταργηθῆναι τὸ σῶμα τῆς ἁμαρτίας τουτέστιν ἵνα νέκρωσιν αἱ κακαὶ πράξεις ὑπομείνωσιν ταύτας γάρ φησι σῶμα ἁμαρτίας
306172rRom.6.6
306ex172rRom.6.6
307172rRom.6.7-Rom.6.9β ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῶι πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῶι εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει θάνατος αὐτοῦ οὐκέτι κυριερύει φησι τὸ δὲ δεδικαίωται ἀντὶ τοῦ ἀπήλλακται καὶ ἠλευθέρωται ἀπὸ τῆς ἁμαρτίας φησι τινες δὲ τοῦτο περὶ τοῦ βαπτίσματος εἰρήκασιν ἐν ὧι συνετάφημεν τῶι Χριστῶι
307Ph172rRom.6.9
308172rRom.6.9
308Pha172rRom.6.9
308Phb172rRom.6.9
309172rRom.6.9
309ex172rRom.6.9
310172rRom.6.10-Rom.6.11γ ὁ γὰρ ἀπέθανε τῆι ἁμαρτίαι ἀπέθανεν ἐφάπαξ ὁ δὲ ζῆ ζῆ τῶι θεῶι οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν είναι τῆι ἁμαρτίαι ζῶντας δὲ τῶι θεῶι ἐν Χριστῶι Ἰησοῦ τῶι κυρίωι ἡμῶν ἐκεῖνο φησιν ὁ ἀπέθανεν οὐχ ὡς ὑπεύθυνος θανάτου κατὰ τοὺς λοιποὺς ἀνθρώπους ἀπέθανεν ἀλλὰ διὰ τὴν τοῦ κόσμου ἁμαρτίαν ἵνα ταύτην ἀνέλῃ καὶ θανατώσῃ
311172rRom.6.11* ὡς δὲ θεὸς ἀπαύστως καὶ ἀκαταλύτως ζῆ ὡς γὰρ νοεῖται τῆι ἁμαρτίαι τουτέστι διὰ τὴν ἁμαρτίαν οὕτως νοεῖται καὶ τῶι θεῶι τουτέστι διὰ τὸ είναι θεός
311ex172rRom.6.11
312172rRom.6.11
313172rRom.6.11
313ex172rRom.6.12δ μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῶι θνετωι ὑμῶν σώματι εἰς τὸ ὑπακούειν ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ βασιλεία τυραννίδος διαφέρει ἡ μὲν γὰρ τυραννὶς ἀκόντων γίνεται τῶν ὑπηκόων ἡ δὲ βασιλεία βουλομενων τῶν ἀρχομένων παραινεῖ τοίνυν μηκέτι τῆ δυναστεια τῆς ἁμαρτίας συντίθεσθαι κατέλυσε γὰρ αὐτῆς τὴν βασιλείαν ὁ δεσπότης ἐνανθρωπήσας καὶ ἅτε δὴ θνητοῖς ἔτι καὶ παθητὸν ἔχουσι σῶμα νομοθετῶν σύμμετρα τῆ ἀσθένεια νομοθετεῖ καὶ οὐ λέγει μὴ τυραννείτω ἡ ἁμαρτία ἀλλὰ μὴ βασιλευέτω τὸ μὲν γὰρ ἴδιον ἐκείνης τὸ δὲ τῆς ἡμετέρας γνώμης ἡ μὲν γὰρ παθημάτων κίνησις καὶ ὄχλησις κατὰ φύσιν ἡμῖν γίνεται τῶν δὲ ἀπειρημένων ἡ πρᾶξις τῆς γνώμης ἐξηρτήται
314172rRom.6.12
315172rRom.6.12
315Ph172rRom.6.12
316172rRom.6.12
317172vRom.6.13α μηδὲ περιστανετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῆι ἁμαρτίαι ἀλλὰ παραστήσατε ἑαυτοὺς τῶι θεῶι ὡς ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῶι θεῶι καλῶς φησι μὴ παρισταναι τὰ μέλη ὅπλα ἀδικίας τὸ γὰρ σῶμα ἄγεται καθὰ ἂν ἄγῃ τις δύναται γάρ τις τὴν χεῖρα καὶ ὅπλον ἐλεημοσύνης καὶ ἁρπαγῆς ποιῆσαι τὴν γλῶσσαν καὶ εὔφημον καὶ δύσφημον
318172vRom.6.13* καὶ τὰ ἀλλὰ μέλη ὁμοίως ἀδικίαν δὲ τὴν ἁμαρτίαν καλεῖ ἡ γὰρ ἑαυτόν τις ἀδικεῖ ἁμαρτάνων ἡ καὶ τὸν πλησίον
319172vRom.6.13
319Ph172vRom.6.13
321172vRom.6.13* ἀλλὰ παραστήσατε ἑαυτοὺς τῶι θεῶι οὐ γὰρ εἰς ὅπλα δικαιοσύνης τὰ μέλη παραστήσας τῶ θεῶι ἑαυτὸν παρίστησιν
320172vRom.6.13* οὕτως δὲ παραστήσατε ἑαυτοὺς τῶι θεῶι ὡς νενεκρωμένους ὑμᾶς ταῖς πάλαι ἁμαρτίαις εζωοποιησεν
321ex172vRom.6.14β ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει οὐ γὰρ ἐστε ὑπο νόμον ἂλλ ὑπο χάριν ποία ἁμαρτία ὑμῶν οὐ κυριεύσει ἡ πρὸ τοῦ βαπτίσματος ἦν ἀφίησιν ἡ χάρις τοῦ Χριστοῦ τοῦτο δὲ ὁ νόμος ποιεῖν οὐκ ἠδύνατο
321Ph172vRom.6.14
322172vRom.6.14* εὰν γὰρ μὴ ἑαυτοὺς ὑποκλίνωμεν τῆι ἁμαρτίαι οὐχ ἁλισκόμεθα ὅτι οὐκ ἐσμεν ὑπο τὸν νόμον ἔτι τὸν ἀπαγορεύοντα μὲν τὴν ἁμαρτίαν ῥύσασθαι δὲ μὴ δυνάμενον ἂλλ ὑπο τὴν τοῦ Χριστοῦ χάριν τὴν καὶ τὰς προγινομενας ἀφεῖσαν ἁμαρτίας καὶ εἰς τὸ μέλλον φρουροῦσαν
323172vRom.6.15-Rom.6.18γ τι οὖν ἁμαρτήσομεν ὅτι οὐκ ἐσμεν ὑπο νόμον ἂλλ ὑπο χάριν μὴ γένοιτο οὐκ οἴδατε ὅτι ὧι παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν δοῦλοὶ ἐστε ὧι ὑπακούετε ἤτοι ἁμαρτίας εἰς θάνατον ἡ ὑπακοῆς εἰς δικαιοσύνην χάρις δὲ τῶι θεῶι ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῆι δικαιοσύνηι ἵνα οὖν μὴ ραθυμος ὁ ἀκροατὴς γένηται ὡς μὴ κυριευθησόμενος ὑπο τῆς ἁμαρτίας διὰ τὴν χάριν τὴν φρουροῦσαν ἀσφαλίζεται αὐτον
323Ph172vRom.6.18
325172vRom.6.18
326172vRom.6.18* καί φησιν ὅτι ἐκείνου ἐστε τοῦ πράγματος δοῦλοι ὧι ὑπακούετε
324172vRom.6.18* τὸ γὰρ παριστάνετε τὸ ποιεῖτε δῆλον καὶ παρασκευάζετε
327172vRom.6.18
328172vRom.6.18
329172vRom.6.18
330172vRom.6.18
331172vRom.6.18* τύπον δὲ διδαχῆς ηγορυν ὅρον καὶ καινονα φησι τὸ ὀρθῶς ζῆν ἐθέλειν καὶ ὑγιαίνειν περὶ τὰ δόγματα
332172vRom.6.18
332Ph172vRom.6.18
333173rRom.6.19α ἀνθρώπινον λέγω διὰ τὴν ασθενενιαν τῆς σαρκὸς ὑμῶν τῆ φύσει μέτρῳ φησι τὴν προαίρεσιν συμμετρον τι λέγω καὶ μικρὸν οὐχ ὑπερβαῖνον τὸ τῆς φύσεως ἀσθενές
334173rRom.6.19* οἶδα γὰρ τὰ ἐν τῶι θνητῶι σῶμά τι κινούμενα πάθη οὐκ εἶπεν δὲ τῆς προαιρέσεως ὅπερ ἦν ἐκείνων ἀδίκημα ἀλλὰ τῆς σαρκὸς ὁ παραγνωμην αὐτῶν ἐγίνετο ἀνεπαχθῆ τὸν ποιῶν λόγον
334ex173rRom.6.19
335173rRom.6.19β ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῆι ἀκαθαρσίαι καὶ τῆι ἀνομίαι εἰς τὴν ἀνομίαν οὕτως νυν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῆι δικαιοσύνηι εἰς ἁγιασμον πολλῶι μὲν μείζονα ἔδει τῶι Χριστῶι τὴν δουλείαν παρασχεῖν καὶ τῆι δικαιοσύνηι παρ' ὅσον παρέχετε τῆι ἀκαθαρσίαι καὶ τῆι ἀνομίαι πλὴν διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς τὴν ἴσην ἀπαιτῶ δουλείαν
336173rRom.6.20γ ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐλεύθεροι ἦτε τῆι δικαιοσύνηι ὅτε γάρ φησιν ἐν ἁμαρτίαις ἐζῆτε τοσοῦτον ὑπηκούετε τῆι ἁμαρτίαι ὡς μηδ ὅτι οὖν πράττειν καλὸν τοῦτο γὰρ δηλοῖ τὸ ἐλεύθεροι ἦτε τῆι δικαιοσύνηι τουτέστιν οὐκ ἦτε ὑποτεταγμένοι αὐτῆι ἐν οὐδενὶ οὐκοῦν καί νυν ἐπειδὴ μετέστητε εἰς τὴν δικαιοσύνην ἐλεύθεροι γίνεσθε τῆι ἁμαρτίαι τοῦτο γάρ νυν ὑπακούειν ὁ σκοπὸς τοῦ ἀνώτερο κεφαλαίου ἀπαιτεῖ
337173rRom.6.20
338173rRom.6.21-Rom.6.23δ τινα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νυν ἐπαισχύνεσθε τὸ γὰρ τέλος ἐκείνων θάνατος νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῶι θεῶι ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμον τὸ δὲ τέλος ζωὴν αἰώνιον τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰῶνος ἐν Χριστῶι Ἰησοῦ τῶι κυρίωι ἡμῶν οὐ μόνον ἀπὸ τὰ αἰσχύνης ἀλλὰ καὶ ἀπὸ τῶν ἀποτελεσμάτων κατασκευάζει τὸ μοχθηρὸν τῆς ἁμαρτίας
339173rRom.6.23* ἐκείνων μὲν γάρ φησιν ὁ καρπὸς θάνατος καὶ αἰσχύνη τούτων δὲ ἁγιασμὸς καὶ ζωή
340173rRom.6.23
341173rRom.6.23
342173rRom.6.23* οὐκ εἶπεν δὲ ὁ μισθὸς τῶν κατορθωμάτων ἀλλὰ τὸ χάρισμα δεικνὺς ὅτι κατὰ χάριν ἀπηλλάγησαν τῶν ἁμαρτιῶν
343173rRom.6.23
344173vRom.7.1α ἡ ἀγνοεῖτε ἀδελφοὶ γινώσκουσι γὰρ νόμον λαλῶ ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῆ εἶπεν ανωτερεω ὅτι ἁμαρτία ὑμῶν οὐ κυριεύει ἀπεθάνομεν γὰρ τῆι ἁμαρτίαι νυν δεῖξαι θέλει ὅτι οὐ τε ὁ νόμος κυριεύει εἶτα προϊὼν δείκνυσιν ὅτι οὐ νόμον ἡμεῖς ἀπεθάνομεν τῶι κόσμωι ἀλλὰ καὶ ὁ νόμος ἡμῖν ἀπέθανεν τῆι ἐπιφανείαι τοῦ Χριστοῦ
345173vRom.7.1
345Pha173vRom.7.1
345Phb173vRom.7.1
346173vRom.7.2-Rom.7.3β ἡ γὰρ ὕπανδρος γυνὴ τῶι ζῶντι ἀνδρὶ δέδεται νόμωι εὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρὸς ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει εὰν γένηται ἀνδρὶ ἑτέρωι εὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ ἐλευθέρα ἐστιν ἀπὸ τοῦ νόμου τοῦ μὴ είναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρωι ἀνθρώπινον λέγει παράδειγμα καὶ ενταξει τοῦ ἀνδρὸς τέθεικε τὸν νόμον ενταξει δὲ γυναικὸς τοὺς πιστεύσαντας τῶι Χριστῶι
346Ph173vRom.7.3
347173vRom.7.3* ἐν τῶ παραδείγματι ὑποτίθεται τὸν νόμον ἀποθανόντα ἐν δὲ τῶι συμπεράσματι τοῦτο σιώπα ἵνα μὴ ἐπαχθῆ ποιήσῃ τὸν λόγον
348173vRom.7.3* Ἰουδαίοις γὰρ λαλεῖ ἀλλὰ τοὺς πιστεύσαντας εἰσάγει τῶι θανάτωι Χριστοῦ ἀποθανόντας ἀπὸ τοῦ νόμου διὸ καὶ ἐλευθερωθέντας φησιν
348ex173vRom.7.3
348174rRom.7.4α * ώστε ἀδελφοί μου καὶ ὑμεῖς ἐθανατώθητε τῶι νόμωι διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρωι τῶι ἐκ νεκρῶν ἐγερθέντι ἵνα καρποφορήσωμεν τῶι θεῶι εἰ οὖν τοῦ νόμου ἀποθανόντος οὐκ ἐστι παραβάτης ὁ καταλιμπάνων αὐτον καὶ πιστεύων τῶι Κυρίωι πολλῷ μᾶλλον ἂν καὶ αὐτός τις ἀποθάνηι λέλυται ἀπὸ τοῦ νόμου καὶ οὐκ ἐστι παραβάτης πιστεύων τῶι Χριστῶι
349174rRom.7.4
350174rRom.7.4
351174rRom.7.4
351ex174rRom.7.5-Rom.7.6β ὅτε γὰρ ἦμεν ἐν τῆι σαρκὶ τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορμῆσαι τῶι θανάτωι νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες ἐν ὧι κατειχόμεθα ώστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος ὅτε γάρ φησιν ἦμεν ἐν τῆι κατὰ νόμον πολιτεία σάρκα γὰρ τὰς τῆι σαρκὶ δεδομένας νομοθεσίας ὠνόμασε τὰς περὶ βρώσεως καὶ πόσεως
352174rRom.7.6* δηλονότι οὐκ εἶπεν δὲ ἐν τῶι νόμωι ἵνα μὴ ἀπαράδεκτος γένηται ἔτι γὰρ ἔσεβον τὸν νόμον
353174rRom.7.6
354174rRom.7.6
355174rRom.7.6
356174rRom.7.6
357174rRom.7.6
357Ph174rRom.7.6
359174rRom.7.7γ τι οὖν ἐροῦμεν ὁ νόμος ἁμαρτία μὴ γένοιτο τι οὖν μετετραπη φησιν ὁ νόμος τὴν φύσιν καὶ γέγονεν εἰς ἁμαρτίαν ὠθῶν οὐχί φησι
358174rRom.7.7* ἂλλ ὅτι πρόξενός μοι γέγονεν τοῦ γνῶναι τὴν ἁμαρτίαν
359ex174rRom.7.7* οὐκ εἶπεν γὰρ ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἐποίησα εἰ μὴ διὰ νόμου ἂλλ οὐκ ἔγνων ώστε οὐ τοῦ ποιεῖν ἀλλὰ τοῦ διαγνιωσκειν τὴν ἁμαρτίαν ὁ νόμος αἴτιος παιδευτικὸς ὧν καὶ μὴ συγχωρῶν διὰ τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλογων ἐκπίπτειν φύσιν
360174rRom.7.7-Rom.7.8δ ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου τήν τε γὰρ ἐπιθυμίαν οὐκ ἤιδειν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατεργασατο ἐν ἐμοι πᾶσαν ἐπιθυμίαν οὐχ ὁ νόμος φησιν αἴτιος τῆς ἁμαρτίας ἂλλ ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς τοῦ νόμου ἐξηπάτησέ με
360ex174rRom.7.8* ἁμαρτίαν φασὶ λέγειν τὸν διάβολον ἐκ τῆς οἰκείας ἐνεργείας
361174rRom.7.8* καλῶς δὲ καὶ τὸ πᾶσαν ἦν γὰρ καὶ πρὸ τοῦ νόμου ἐπιθυμία ἀλλά νυν φησι καὶ ἃς οὐκ ἤιδειν ἐπιθυμίας ἔμαθον ἐκ τοῦ νόμου
361Ph174rRom.7.8
362174vRom.7.8-Rom.7.9α χωρὶς γὰρ νόμου ἁμαρτία νεκρὰ ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτε καθεύδειν φησι καὶ τεθαναναι ἐδόκουν αἱ πλείους ἁμαρτίαι οὐ γὰρ ᾔδειν τὰς πλείους καὶ ἐν ἄγνοια πράττων οὐχ οὕτως ἡμάρτανον
363174vRom.7.9* τὸ δὲ ἔζων ποτε χωρὶς νόμου φησι πρὸ τοῦ δοθῆναι τὴν ἐντολὴν τοῖς πρωτοπλάστοις τὴν ἐν τῶι παραδείσῳ ζωήν
364174vRom.7.9* τότε γὰρ εἶχον κατήγορον τὸν φυσικὸν νόμον νυνὶ δὲ καὶ τὸν γραπτὸν ἤτοι πρὸ Μωσέως ἔζων φησιν καὶ οὐκ ἤμην νεκρὸς τῶ πλήθει τῶν ἁμαρτιῶν ὧν ὁ νόμος διεγραψεν
365174vRom.7.9-Rom.7.11β ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν ἐγὼ δὲ ἀπέθανον καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αυτὴ εἰς θάνατον ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με καὶ δι' αὐτῆς ἀπέκτεινεν ἐντολήν φησι τὸν νόμον εἰπὼν δὲ ἡ ἁμαρτία ἀνέζησεν ἔδειξεν ὅτι ἦν μὲν ἡ ἁμαρτία ἂλλ ἡσύχαζεν ὁ δὲ νόμος ὡς εὐεργετῶν ἐφανέρωσεν αὐτὴν ἵνα φύγωμεν αὐτὴν ἡ οὖν εἰς ζωήν μοι δοθεῖσα εἰς θάνατόν μοι γέγονε οὐ διὰ τὴν αὐτῆς φύσιν ἀλλὰ διὰ τὴν ἡμῶν ραθυμιαν
366174vRom.7.11
366Ph174vRom.7.11
367174vRom.7.11
367Ph174vRom.7.11
367ex174vRom.7.12-Rom.7.13γ ώστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθὴ τὸ οὖν ἀγαθον ἐμοι γέγονε θάνατος μὴ γένοιτο ἂλλ ἡ ἁμαρτίαν ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς Νόμον τὸν Μωσαϊκὸν λέγει ἐντολὴν δὲ τὴν τῶ Ἀδὰμ δεδομένην ἁγιασμον ὡς τὸ δέον διδάξασαν δικαίαν δὲ ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐπενεγκοῦσαν ἀγαθὴν δὲ ὡς ζωὴν τοῖς φυλαττουσιν εὐτρεπίζουσαν
368174vRom.7.13δ Ἵνα οὖν φησι δειχθῇ πως μιαρὰ καὶ καθαρτος καὶ ἰσχυρὰ ἡ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ αὐτοῦ τουτέστιν τοῦ νόμου τὸν θάνατον κατειργάσατο
368Ph174vRom.7.13
369174vRom.7.13* ἵνα δειχθῇ αὐτῆς ὁ ἅπας Ἰὸς καὶ ἡ πᾶσα κακία τὸ δὲ καθ' ὑπερβολὴν ἐπιτάσεως ἐστιν οὐ μικρὸν οὖν ὤνησεν ὁ νόμος πᾶσαν αὐτῆς τὴν πικρίαν ἀποκαλύψας ἵνα διὰ γοῦν τοῦτο φύγωμεν αὐτήν
370174vRom.7.13
371ex175rRom.7.14α οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικὸς ἐστιν ἐγὼ δὲ σάρκινὸς εἰμι πεπραμένος ὑπο τὴν ἁμαρτίαν ὁ νόμος πνευματικὸς ἐστιν ὡς ὑπαγόρευσις καὶ δῶρον τοῦ ἁγίου πνεύματος
371175rRom.7.14* ἡ ὡς διδάσκαλος ἀρετῆς καὶ πολέμιος ἁμαρτιῶν
371Ph175rRom.7.14
372175rRom.7.14* καὶ πολέμιος ἁμαρτιῶν ὁ δὲ ἄνθρωπος σαρκικὸς οὐ καθὸ ἐστιν ἄνθρωπος ἀλλὰ καθὸ ειξεν ἑαυτὸν ὑπο τὴν ἐπιθυμίαν τῆς σαρκὸς ἐπιτελῶν τὰ ἀρέσκοντα τῶ σώματι
373175rRom.7.14* μετὰ γὰρ τοῦ θανάτου φησι καὶ ὁ τῶν παθῶν ὑπεισῆελθεν ἐσμὸς οἷον ὀργὴ λύπη ἐπιθυμία κακὴ καὶ τὰ ὁμοία
374175rRom.7.15-Rom.7.17β ὁ γὰρ κατεργάζομαι οὐ γινώσκω οὐ γὰρ ὁ θέλω τοῦτο ποιῶ ἂλλ ὁ μισῶ τοῦτο πράσσω εἰ δὲ οὐ θέλω τοῦτο ποιῶ σύμφημι τῶι νόμωι ὅτι καλὸς νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτο ἂλλ ἡ οἰκοῦσα ἐν ἐμοι ἁμαρτία οὐ γινώσκω φησι πως ἀπατῶμαι καὶ συναρπάζομαι εἰς τὴν ἁμαρτίαν
374Pha175rRom.7.17
374Phb175rRom.7.17
375175rRom.7.17* τοῦτο γὰρ ἐστι τὸ πεπραμένον είναι ἤτοι παρεδοσθαι τῆι ἁμαρτίαι οὐ τοῦτο δὲ λέγει ὅτι βιάζεται με καὶ ἄκοντα ἡ ἁμαρτία ἀλλὰ τὸ ἀπατηλὸν αὐτῆς δεῖξαι θέλει καί πως ἐκ τοῦ καταγλυκαίνειν τὴν αἴσθησιν συναρπάζει
376175rRom.7.17
377175rRom.7.17* τὸ γὰρ ἡδύ μοι φησι τοῦ πράγματος προβαλλομενη εξαπαταμε μὴ ἐμμένειν οἷς κέκρικα καὶ βεβούλευμαι ἂλλ οὐ καταγινώσκω καὶ μισῶ πράγματος
377ex175rRom.7.18-Rom.7.20γ οἶδα γὰρ ὅτι οὐκ οἰκεῖν ἐν ἐμοι τουτέστιν ἐν τῆι σαρκί μου ἀγαθον τὸ γὰρ θέλειν παράκειταί μοι τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω οὐ γὰρ ὁ θέλω ποιῶ ἀγαθον ἂλλ ὁ οὐ θέλω κακὸν τοῦτο πράσσω εἰ δὲ ὁ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτο οἶδά φησι ὅτι οὐκ ἀποκεκληρωμένον καὶ ἀνάγκηι τινι παραμένον μοι ἔχω τὸ πράττειν τὰ ἀγαθὰ ὥστε καὶ πρὸς κακίαν ἀφέλκειν με τῶν κακῶν τοῦτο γὰρ οἴκησις ἡ εἰς ἀεὶ διαμονὴ καὶ οἷον ἐγκάθισις
378175rRom.7.20
379175rRom.7.20* τὸ γὰρ θέλειν φησιν ἐστι μοι οὐ ποιῶ δὲ διὰ τὴν τῆς ἁμαρτίας συναρπαγὴν καὶ γάρ με συναρπάζει πρᾶξαι τὰ παρ' ἐμοῦ ἐπαινούμενα ἀλλὰ τὰ ψεγόμενα
380175rRom.7.20
381175rRom.7.20
382ex175vRom.7.20α ἂλλ ἡ οἰκοῦσα ἐν ἐμοι ἁμαρτία ἵνα δὲ ὅτι ἐπὶ μὲν τοῦ ἀγαθοῦ οὐκ εἶπεν οἴκησιν ἐπὶ δὲ τῆς ἁμαρτίας φησι ἂλλ ἡ οἰκοῦσα ἐμοι ἁμαρτία φύσει τὴν ἁμαρτίαν ἐν ἡμῖν είναι λέγων ἂλλ ἐκ τοῦ πολλὰ διαμαρτάνειν καὶ διὰ τοῦτο λοιπὸν εἰς ἕξιν τῆς ἁμαρτίας ἐλθεῖν
383175vRom.7.21β εὑρίσκω ἄρα τὸν νόμον τῶι θέλοντι ἐμοι ποιεῖν τὸ καλὸν ὅτι ἐμοι τὸ κακὸν παράκειται εὑρίσκω ἄρα φησιν τὸν νόμον ἐμοι τῶι τὸ καλὸν ποιεῖν προηρημένωι προτροπὴν καὶ συμβουλὴν παρέχοντα καὶ μετὰ τοῦτο τὸ κακὸν πράσσω παράκειται γάρ μοι τὸ κακὸν καὶ ἐπιμελῶς ἔγκειται ὥστε οὐδε βουλομένῳ μοι τὸ καλὸν πρᾶξαι ἱκανὸς ἐστι ὁ νόμος βοηθῆσαι
383Pha175vRom.7.21
383Phb175vRom.7.21
384175vRom.7.21
385175vRom.7.22-Rom.7.24γ συνήδομαι γὰρ τῶι νόμωι τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευομενον τῶι νόμωι τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τῶι νόμωι τῆς ἁμαρτίας τῶι ὄντι ἐν τοῖς μέλεσί μου ταλαίπωρος ἐγὼ ἄνθρωπος τέσσαρες εἰσιν ἐνταῦθα νόμο εἰς μὲν ὁ νόμος τοῦ θεοῦ δεύτερος ὁ ἀντιστρατευομενος τῶι νόμωι τρίτος ὁ τοῦ νοὸς τέταρτος ὁ τῆς ἁμαρτίας ὁ ἐν τοῖς μέλεσί μου τούτων ὁ πρῶτος τὸ εὐαγγελικὸν ἐστι προσταγμα ἔξωθην διὰ τοῦ κηρύγματος εισιων καὶ ὁ δεύτερος τῶν ἔξωθεν ἐστιν ἐπεισιόντων κατ' ἐνέργειαν τοῦ πονηροῦ ὁ τρίτος ὁ τῆι φύσει ἡμῶν ἐγκατασπαρεὶς παρὰ τοῦ δημιουργὸ ὁ τέταρτος ὁ φιλαμαρτήμων ὃς διὰ τῆς πρὸς τὸ κακὸν συνηθείας ἐν εσκιρωσεν ἐν ἡμῖν τὰς ἁμαρτίας ἔσω δὲ ἀνθρωπίνην τὸν οὖν ἡ τοιω ψυχήν φησι
385ex175vRom.7.24
385Ph175vRom.7.24
386175vRom.7.24
387ex175vRom.7.24
388175vRom.7.24
389175vRom.7.24
390175vRom.7.24δ τις με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου τις με ῥύσεταί φησιν ἐκ τῶν σωματικῶν μου πράξεων τῶν τὸν νοητὸν επαγον τῶν θάνατον ἥτις με ῥύσεται ἀπὸ τοῦ μὴ συναρπάζεσθαι ὑπο τῶν ἐν τῶ σώματι ἐπιθυμιῶν αἱ θάνατὸς εἰσιν ἡμῖν τις ἕτερος ἡ ὁ Χριστὸς τοῦτο γὰρ ἐμφαίνει οὔτε γὰρ ὁ νόμος ῥύεται οὔτε ἡ ἐμὴ προαίρεσις σπουδάζουσα
391175vRom.7.25ε εὐχαριστῶ τῶι θεῶι διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν εὐχαριστῶ τῶι θεῶι φησι ὅτι αὐτός με φησιν ἐρρύσατο διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν
392175vRom.7.25ϛ ἄρα οὖν αὐτος ἐγὼ τῶι μὲν νοῒ δουλεύω ἄρα οὖν αὐτος ἐγώ φησιν ὅσον ἧκεν εἰς τὴν ἐμὴν προαίρεσιν δουλεύω νόμον θεοῦ
393175vRom.7.25* νόμωι θεοῦ τῆι δὲ σαρκὶ νόμωι ἁμαρτίας διὰ δὲ τῆς σαρκὸς καὶ τῶν αὐτῆς ἐπιθυμιῶν τὰ ἑαυτῆς συνεργῷ τοῦτο γάρ φησι νόμον τῆς ἁμαρτίας
394175vRom.7.25
395176rRom.8.1α οὐδὲν ἄρα ἦν νυν κατάκριμα τοῖς ἐν Χριστῶι Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα οὐδε μία ἄρα φησιν κατάδικη δι' ἁμαρτίαν ἐκείνοις ὅσοι μὴ ἑκοντες σαρκικὴν ζῶσι ζωὴν ἂλλ ἐν Χριστῶι Ἰησοῦ ἐν Χριστῷ Ἰησοῦ ἑλομένοις πνευματικὴν ζωὴν οἷον τοῖς ουσοιν ἐν τῆι πίστει
396176rRom.8.2β ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου ὥσπερ νόμον ἁμαρτίας περιφραστικῶς φησι τὴν ἁμαρτίαν οὕτως καὶ νόμον πνεύματος τὸ πνεῦμα τὸ ἅγιον ὅπερ φησιν ἐστι ζωῆς χορηγὸν καὶ δοτικον τοῦτο τοιγαροῦν τὸ πνεῦμα διὰ Ἰησοῦ Χριστοῦ αὐτος γὰρ ὁ αἴτιος ἡμῖν αἴτιος τῆς δωρεᾶς τοῦ πνεύματος ἠλευθέρωσέ με {ἀπὸ τῆς /ἀπό τε τῆς }* ἁμαρτίας καὶ τοῦ ἐκ τῆς ἁμαρτίας θανάτου ὁδηγοῦν πρὸς τὰ βελτίω ἐπὶ δέ γε τοῦ νόμου οὐ δὲ βουλομενοις ζωὴν ὀρθῶς ἴσχυσε τι βοηθῆσαι μηδενὸς βοηθουμυος μηδὲ συνεπισχύοντος δῆλον ὅτι
396Ph176rRom.8.2
397176rRom.8.3γ τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ὧι ἠσθένει διὰ τῆς σαρκός ὅτι οὐ τοῦ νόμου καταψηφίζεται νυν οὐ γὰρ εἶπε τὸ πονηρὸν τοῦ νόμου ἐν ὧι ἐκακούργει ἀλλὰ τὸ ἀδύνατον ἐν ὧι ἠσθένει ἤθελεν γὰρ σῶσαι ἂλλ οὐκ ἴσχυεν ἐπειδὴ ἠσθένει διὰ τῆς σαρκὸς τουτέστι τοῦ σαρκινου φρονήματος οὐ γὰρ τὴν σάρκα {διαβαλει /διαβάλλει }* ὧδε
398176rRom.8.3δ ὁ θεὸς τὸν ἑαυτοῦ υἱον πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἄνω εἰπὼν τὸ πνεῦμα ἠλευθέρωσέ με νυν τὸν υἱον λέγει κοινῇ γὰρ εὐδοκία τῆς ἁγίας τριάδος σεσώσμεθα
399176rRom.8.3* τὸ δὲ ἐν ὁμοιώματι οὐ πρὸς τὸ σαρκὸς ὅρα ἀλλὰ πρὸς τὸ σαρκὸς ἁμαρτίας οὐ γὰρ ἄλλην παρὰ τὴν ἡμῶν ἥνωσεν ἑαυτῷ σάρκα ἂλλ οὐχ ἁμαρτωλὴν οὐ γὰρ εἶπεν ἁμαρτωλῆς σαρκός
399ex176rRom.8.3* ὥστε φαίνεται ὅτι ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεξατο τὰ δὲ ἀπὸ κακίας πάθη ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν καταῤῥυπαίνει απωσατοι
400176rRom.8.3ε καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῆι σαρκί οὐχ ἁπλῶς φησι οὐδε ἀνεξετάστως καθὸ δυνατὸς ἐστι κατέκρινε τὴν ἁμαρτίαν ἀλλὰ διελέγξας τὰ μεγιατα πταίουσαν
400Ph176rRom.8.3
401176rRom.8.3* διὰ τῆς ἑαυτοῦ σαρκὸς δηλονότι τοῦτο γὰρ τὸ θαυμαστὸν ὅτι διὰ τῆς σαρκὸς τῆς πάλαι ἔνοχο οὔσης τῆι ἁμαρτίαι κατέκρινεν αὐτήν πως τῶ φυλάξαι δηλάδη ἀναμάρτητον ταύτῃ γὰρ νικήσας αὐτὴν καὶ ἐκόλασεν κόλασις δὲ ἁμαρτίας ἡ ἀναίρεσις αὐτῆς
402176rRom.8.4ϛ ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα ταῦτά φησιν ἐποίησεν ὁ Χριστὸς ἵνα ὁ σκοπὸς τοῦ νόμου τοῦτο γὰρ τὸ δικαίωμα πληρωθῇ ἐν ἡμῖν τις δὲ ὁ σκοπὸς τοῦ νόμου τὸ μὴ γενέσθαι ἡμᾶς ὑπευθύνους τῆι ἆραι τοὺς σοὺς πληρωθῇ τοῖς μὴ ἐθέλουσι σαρκικῶς ζῆν ἀλλὰ πνευματικῶς
403176rRom.8.5ζ οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος οἱ ταῖς σαρκικαῖς φησι ἐπιθυμίαις ἑαυτοὺς ἐκδεδωκότες ταύτας δὴ καὶ ἐν σπουδὴ ἔχουσιν ὁμοίως καὶ οἱ τοῦ πνεύματος
404176rRom.8.5
405176vRom.8.6-Rom.8.7α τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴν καὶ εἰρήνη διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεὸν τῶι γὰρ νόμωι τοῦ θεοῦ οὐχ ὑποτάσσεται φρόνημα τῆς σαρκὸς καλεῖ φησι τὴν γεώδη τῆς διανοίας ὁρμὴν καὶ τὴν εἰς τὰς ἀτόπους πράξεις ῥοπὴν τοῦτο δὲ οὐ διαβολὴ τῆς σαρκὸς οὐ γὰρ εἶπεν ἡ φύσις ἀλλὰ τὸ φρόνημα φρόνημα δὲ τοῦ πνεύματος τὴν χάριν δεδομένην ἡμῖν καὶ τὴν εὐεργεσίαν τὴν ἦι προαιρέσει κρινομενην φησι
406176vRom.8.7
407176vRom.8.7* τὸ μὲν ζωὴ ὡς πρὸς τὸ εἰρημένον τὸ φρόνημα τῆς σαρκὸς θάνατος τὸ δὲ εἰρήνη ὡς πρὸς τὸ ἑξῆς διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν
408176vRom.8.7
409176vRom.8.7
409Ph176vRom.8.7
410176vRom.8.7-Rom.8.8β οὐδε γὰρ δύναται οἱ δὲ ἐν σαρκὶ ὄντες θεῶι ἀρέσαι οὐ δύνανται εἰπὼν οὐ δὲ γὰρ δύναται οὐ τοῦτο λέγει ὅτι ὁ σαρκικὸν φρόνημα ἔχων οὐδέποτε δύναται θεῶι ἀρέσαι ἂλλ ἐν ὧι ἐπιμἐνει ἐν αὐτῶι οὐκ ἂν ὑποταγείη θεῶι οὐ γὰρ εἶπεν ὁ ἔχων αὐτο ἄνθρωπος οὐ δύναται θεῶι ὑποταγῆναι ἂλλ αὐτο τὸ φρόνημα ὃ εἰσιν αἱ πονηρᾶι πράξεις
411176vRom.8.8* ὃ εἰσιν αἱ πονηρᾶι πράξεις διὸ ἐπάγει οἱ δὲ ἐν σαρκὶ ὄντες τουτέστιν οἱ τὸ φρόνημα τῆς σαρκὸς ἔχοντες θεῶ ἀρέσαι οὐ δύνανται ἐκ παραλλήλου γὰρ τὸ αὐτο εἶπεν
412176vRom.8.9γ ὑμεῖς δὲ οὐκ ἐστε ἐν σαρκὶ ἂλλ ἐν πνεύματι εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν ὑμεῖς δέ φησιν διὰ τὴν δοθεῖσάν φησι τοῦ θεοῦ χάριν οὐκ ἐστε ἐν σαρκὶ τουτέστιν ἐν σαρκικαῖς πράξεσιν ἂλλ ἐν πνευματικῶ φρονήματι
413176vRom.8.9* τοῦτο γὰρ τὸ ἐν πνεύματι τὸ δὲ εἴπερ ἐνταῦθα ἀμφιβάλλοντος ἀλλὰ πεπεισμένου ἀντὶ τοῦ ἐπειδήπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν
413Ph176vRom.8.9
414176vRom.8.9
414exa176vRom.8.9-Rom.8.10δ εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει οὗτος οὐκ ἐστιν αὐτοῦ εἰ δὲ Χριστὸς ἐν ὑμῖν τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην πνεῦμα Χριστοῦ φησι τὸ πνεῦμα
415ex176vRom.8.10* κοινὸν γὰρ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα
415exb176vRom.8.10
416176vRom.8.10
417176vRom.8.10* νεκρὸν δὲ λέγει τῶ σῶμα ὡς πρὸς τὴν τῆς ἁμαρτίας ἐνέργειαν τοῦτο γὰρ τὸ διὰ ἁμαρτίαν
418176vRom.8.10* εἶπε δὲ τὸ μὲν σῶμα νεκρὸν ἀκολουθον ἦν εἰπεῖν τὸ δὲ πνεῦμα ζῶν ἀλλὰ ζωή φησι δεικνὺς ὅτι οὐ μόνον ζῶν τὸ πνεῦμα ἀλλὰ καὶ ζωοποιόν
418ex176vRom.8.11ε εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει ἐγήγερται ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τοῦ πατρὸς ἐνεργουμένης περὶ τὴν σάρκα αὐτοῦ τῆς ζωῆς διὰ τοῦ ἁγίου πνεύματος ὃ ἐστιν αὐτοῦ οὐκοῦν καὶ εἰ ἐγηγέρθαι λέγοιτο παρὰ τοῦ πατρὸς ἀλλὰ καὶ αὐτος ἦν ὁ ἀναστὰς διὰ τοῦ ἁγίου πνεύματος πάντα γὰρ ἐνεργεῖται τὰ θεοπρεπῆ παρὰ τοῦ πατρὸς δι' υἱοῦ ἐν πνεύματι ὁ αὐτος τοίνυν ἐγείρει καὶ τὰ θνητὰ σώματα ἐκ νεκρῶν ὁ Χριστός
419176vRom.8.11* ἦν ὡς αυτως οὐκ εἶπεν δὲ ἀναστήσει ἀλλὰ ζωοποιήσει τουτέστιν εἰς ζωὴν καὶ δόξαν ἀναστήσει πάντες μὲν γὰρ ἀνίστανται ἂλλ οἱ μὲν εἰς ζωὴν οἱ δὲ εἰς τιμωρίαν
420176vRom.8.11
421177rRom.8.11-Rom.8.13 καὶ τὰ * θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν ἄρα οὖν ἀδελφοὶ ὀφειλέται ἐσμεν οὐ τῆι σαρκὶ τοῦ κατὰ σάρκα ζῆν εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε *
422177rRom.8.13 ἀποθνήσκειν εἰ δὲ πνεύματι
423177rRom.8.13 τὰς πράξεις τοῦ σώματος θανατοῦτε ζήσεσθε
424177rRom.8.14 ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται οὗτοὶ εἰσιν υἱοί
425177rRom.8.14 θεοῦ
426177rRom.8.15 οὐ γὰρ ἐλάβετε πνεῦμα
426Ph177rRom.8.15
426ex177rRom.8.15
427177rRom.8.15 δουλείας πάλιν εἰς φόβον ἂλλ ἐλάβετε πνεῦμα
428177rRom.8.15 υἱοθεσίας
429177rRom.8.15 ἐν ὧι κράζομεν Ἀββᾶ ὁ πατήρ
430177rRom.8.16 αὐτο τὸ πνεῦμα συμμαρτυρεῖ τῶι πνεύματι ἡμῶν ὅτὶ ἐσμεν τέκνα θεοῦ
431177rRom.8.17 εἰ δὲ τέκνα καὶ κληρονόμοι
432177rRom.8.17 κληρονόμοι μὲν θεοῦ
433177rRom.8.17 συγκληρονόμοι δὲ Χριστοῦ
434177rRom.8.17 εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν
435177vRom.8.18 λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νυν καιροῦ *
436177vRom.8.18 πρὸς τὴν μέλλουσαν δόξαν
437177vRom.8.18 ἀποκαλυφθῆναι εἰς ἡμᾶς
438177vRom.8.19 ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται
438ex177vRom.8.19
439177vRom.8.19
440177vRom.8.19
441177vRom.8.20 τῆι γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη
442177vRom.8.20 οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα
443177vRom.8.20-Rom.8.21 ἐπ' ἐλπίδι ὅτι καὶ αυτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς
444177vRom.8.21 εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ
444ex177vRom.8.21
445177vRom.8.22 οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις
446177vRom.8.22 συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νυν
447177vRom.8.23 οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς
448177vRom.8.23 συστεναζομεν
449177vRom.8.23 υἱοθεσίαν ἀπεκδεχομενοι υἱοθεσίαν
449ex177vRom.8.23
449Ph177vRom.8.23
450178rRom.8.23-Rom.8.25α υἱοθεσίαν ἀπεκδεχομενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν τῆι γὰρ ἐλπίδι ἐσώθημεν ἐλπὶς δὲ βλεπομένη οὐκ ἐστιν ἐλπὶς ὁ γὰρ βλέπει τις τι καὶ ἐλπίζει εἰ δὲ ὁ οὐ βλέπομεν ἐλπίζομεν δι' ὑπομονῆς απεκδοχημεθα μέγα μέρος πίστεως ἡ τῶν ἐκεῖθεν ἐλπὶς μὴ τοίνυν ζητεῖ πάντα σοι ἐνταῦθα παρεῖναι τὰ ἀγαθὰ ἀλλὰ τινα καὶ τῆ ἐλπίδι ταμίευσαι εἰ δὲ πάντα παρεῖναι θέλεις οὐκέτι ἐλπίζεις
451178rRom.8.25* εἰ δὲ τὰ μὴ ὁρώμενα ἐλπίζομεν ἐν ὑπομονῆι ἕξομεν τὴν τούτων προσδοκίαν
451ex178rRom.8.25
452178rRom.8.26β ωσαύτος δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν ἵνα γὰρ ἄκουσαν ὑπομονὴν μὴ νομίσῃς κάμνειν ἐπήγαγεν οὐκ εασεισε τὸ πνεῦμα κάμνειν ἂλλ ἀντιλήψεται σου πρὸς τοῦτο ἀσθενεῖς γὰρ ἐσμεν καὶ οὐδε ὑπομονὴν κατορθῶσαι ἰσχύομεν δίχα τῆς τοῦ πνεύματος βοηθείας
453178rRom.8.26
454178rRom.8.26
455178rRom.8.26γ τὸ γάρ τι προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν ἂλλ αὐτο τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις τὸ παλαιὸν ἔθος ἦν τὰ πνευματικὰ χάρισμα πνεύματα καλεῖν ἐπειδὴ δὲ ἀγνοοῦν τὸ πλῆθος τὸ συμφέρον ᾔτει πολλάκις ἀσύμφορα ἐλάμβανον τινες χάρισμα εὐχῆς καὶ ὑπὲρ τοῦ λαοῦ παντὸς ηὔχοντο ὅπερ καὶ αὐτο πνεῦμα ἐλέγετο τοῦτο οὖν λέγει ὅτι αὕτη ἡ χάρις τῆς εὐχῆς ὑπὲρ ἡμῶν ἐντυγχάνει μεγίστοις στεναγμοῖς
455ex178rRom.8.26
455Ph178rRom.8.26
456178rRom.8.26
457178rRom.8.26
458178rRom.8.27δ ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν τι τὸ φρόνημα τοῦ πνεύματος ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων οὐκ αγνουντα φησι διδάσκουσιν οἱ τὸ τῆς εὐχῆς λαβόντες πνεῦμα καὶ χάρισμα τὸν θεὸν ἂλλ οἶδεν ὁ παράκλητος ὅτι κατὰ θεὸν ἐντυγχάνει οὐ κατά τινα βλαβερὰν ἐπιθυμίαν τουτέστιν κατὰ τὴν βούλησιν τοῦ θεοῦ
459178rRom.8.27* ὑπὲρ ἁγίων δὲ τουτέστι τῶν διὰ τῆς εὐχῆς ἁγιαζομένων
459Ph178rRom.8.27
460178rRom.8.27
461178rRom.8.28ε οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθον τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν πάντα εἰς ἀγαθὰ περιστρέφει τὸ πνεῦμα τοῖς ἀγαπητοῖς καὶ γὰρ καὶ τὰ κακὰ περιστρέφει ὁ θεὸς εἰς ἀγαθὰ εἰς γὰρ εὐδοκίμησιν τῶν πασχόντων περιστρέφεται μεῖζον δὲ τὸ εἰς ἀγαθὰ περιστρέφεσθαι τοῦ μὴ παντελῶς ἐπελθεῖν
462178rRom.8.28* οὐ τοῖς τυχοῦσι δέ φησι τοῦτο συμβαίνει ἀλλὰ τοῖς ὑπο θεοῦ κληθεῖσιν ἵνα δὲ μὴ νομισθῇ μονομερῶς ὁ θεὸς ἐνίους καλέσας φησι τοῖς κατὰ πρόθεσιν δεικνὺς ὅτι πάντες μὲν ἐκλήθημεν ἐκεῖνοι δὲ ὑπήκουσαν διὸ καὶ βοηθοῦνται οἱ κατὰ πρόθεσιν οἰκείαν γενόμενοι κλητοί
462ex178rRom.8.28
463178vRom.8.29α ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ εἰς τὸ είναι αὐτον πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς οὓς γάρ φησι προέγνω κατ' ἰδίαν πρόθεσιν κλητοὺς ὄντας
464178vRom.8.29* τούτους καὶ προώρισε συμμόρφους είναι τοῦ υἱοῦ αὐτοῦ τουτέστι ὅπερ ἐστι ὁ υἱος τοῦ θεοῦ κατὰ φύσιν ἐν τῆ ἐνανθρωπήσει δῆλον δὲ ὡς ἅγιος καὶ ἀναμάρτητος τοῦτο καὶ αὐτοὶ γεγόνασι κατὰ χάριν εἰκονα γὰρ τοῦ υἱοῦ τὴν οἰκονομίαν καὶ τὸ αὐτοῦ σῶμά φησιν
464ex178vRom.8.29
465178vRom.8.29
466178vRom.8.30β οὓς δὲ προώρισε τούτους καὶ ἐκάλεσεν καὶ οὓς ἐκάλεσε τούτους καὶ ἐδικαίωσεν οὓς δὲ ἐδικαίωσε τούτους καὶ ἐδοξασε πανταχοῦ τὸ κατὰ πρόθεσιν κλητοὺς ὄντας συνυπακούειν δὲ αὐτῶν ποιεῖ τὸ κατόρθωμα καὶ προσωποληψίας ἀπαλλάττει τὸν θεόν
467178vRom.8.30* ἐδικαίωσεν οὖν τούτους διὰ λουτροῦ παλιγγενεσίας
468178vRom.8.30* ἐδοξασε δὲ διὰ τῶν χαρισμάτων καὶ τῆς υἱοθεσίας
468Ph178vRom.8.30
469178vRom.8.31γ τι οὖν ἐροῦμεν πρὸς ταῦτα εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν τις καθ' ἡμῶν ὡς εἰ ἔλεγεν τούτων οὕτως ὄντων τι ἑνὶ εἰπεῖν πρὸς τοσαύτην ἀγαθότητα τοῦ θεοῦ
469Ph178vRom.8.31
470178vRom.8.31* ἵνα δὲ μηδεὶς περὶ τῶν ὧδε πειρασμῶν καὶ κινδύνων λόγον ποιεῖ τῶ ἐπήγαγεν εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν τις καθ' ἡμῶν ἰσχύει γάρ φησι ὁ θεὸς τὰς καθ' ἡμῶν ἐπιβουλὰς ἀφορμὴν στεφάνων ποιῆσαι οὐδεὶς οὖν καθ' ἡμῶν
471178vRom.8.31
472178vRom.8.32δ ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο ἂλλ ὑπὲρ ἡμῶν πάντων παρεδοκεν αὐτόν πως οὐχὶ καὶ σὺν αὐτῶι τὰ πάντα ἡμῖν χαρίσεται εἰ γὰρ τὸν ἴδιον υἱον ὑπὲρ ἡμῶν ἔδωκεν καὶ τοῦτο ἁμαρτωλῶν ὄντων καὶ εἰς θάνατόν τι δεῖ περὶ τῶν λοιπῶν ἀγαθῶν ἀμφιβάλλειν ὁ γὰρ τὸ μέγα δοὺς καὶ τὸ ἔλαττον δώσει
473178vRom.8.32
474178vRom.8.32
475178vRom.8.32
476178vRom.8.33-Rom.8.36ε τις ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ θεὸς ὁ δικαίων τις ὁ κατάκρινων Χριστὸς ὁ ἀποθανὼν μᾶλλον δὲ καὶ ἐγερθεὶς ὃς ἐστιν ἐν δεξιὰ τοῦ θεοῦ ὃς καὶ ἐν τυγχάνει ὑπὲρ ἡμῶν τις ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ θλῖψις ἡ στενοχωρία ἡ διωγμὸς ἡ λιμὸς ἡ γυμνότης ἡ κίνδυνος ἡ μάχαιρα καθὼς γέγραπται ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς κατὰ ἐρώτησιν αυτὰ προάγει ὡς ἀναντιρρήτων ὄντων
477178vRom.8.36* καί φησι τις ὁ κατακρίνων τοῦ μὲν πατρὸς δικαιοῦντος τοῦ δὲ υἱοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος τοῦ δὲ πνεύματος συναντιλαμβανομενος ταῖς ἀσθενείαις ἡμῶν οὓς οὖν ἡ τριὰς εδικαιοωσε τις ὁ κατακρίνων
477ex178vRom.8.36
478178vRom.8.36* ἵνα δὲ μὴ ἐλάττωσιν τὴν ἐντυχίαν νομίσῃς θεὶς πρῶτον τὴν ἰσοτιμίαν τῶ είναι ἐν δεξιᾶι τοῦ θεοῦ οὕτως εἶπεν τὸ ἐντυγχάνει δεῖξαι θέλων τὴν διάπυρον αὐτοῦ ἀγάπην
478ex178vRom.8.36* τοῦτο δὲ ὡς πρὸς τὸ ἀνθρώπινον εἴρηται ὅ τι ἀρχιερεὺς ἦν οὐ γὰρ ὡς αὐτος ασθηνωσω δειτατι τοῦ πατρός
478Ph178vRom.8.36
479178vRom.8.36
479Ph178vRom.8.36
480178vRom.8.36
481178vRom.8.36
482178vRom.8.36
483178vRom.8.36
484178vRom.8.36
485179rRom.8.37α ἂλλ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς οὐκ εἶπεν νικῶμεν ἂλλ ὑπὲρ νικῶμεν τουτέστι δι' ὧν ἐπιβουλευόμεθα στεφανούμεθα οἱ γὰρ ἐπίβουλοι πρόξενο στεφάνων ἡμῖν γενονται ἂν εὐχαρίστως φέρωμεν
486179rRom.8.38-Rom.9.2β πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἕτερα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῶι Ἰησοῦ τῶι κυρίωι ἡμῶν ἀλήθειαν λέγω ἐν Χριστῶι οὐ ψεύδομαι συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίωι ὅτι λύπη μοι ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῆι καρδίαι μου εἰπὼν ἄνω τὰ παρόντα επιπονα νυν τὰ μέλλοντα λέγει καί φησιν οὔτε ὁ μέλλων θάνατος οὔτε ἡ μέλλουσα ζωὴ καὶ τὰ ἑξῆς χωρίσαι τῆς ἀγάπης τοῦ θεοῦ δύναται εἶτα ἐπειδὴ πᾶσαν εἶπε τὴν κτίσιν τήν τε ὁρατὴν καὶ τὴν νοητὴν προστίθησιν ὅτι οὔτε τις ἕτερα κτίσις τουτέστιν εἰ καὶ ἄλλη τις παρὰ ταύτας ὑποσταίη κτίσις ἐπειδὴ δὲ καὶ ἀγγέλων ἐμνήσθη μὴ νομίζει τούτου ἀποστῆναι τινας ἐθέλειν ἀπὸ Χριστοῦ ἀλλὰ τὸν περὶ θεὸν θερμὸν πόθον σημᾶναι ζητῶν εἰς τούτους ἦλθεν τοὺς λόγους
486exa179rRom.9.2* τινες δὲ βάθος τὴν γέενναν ωνομασαν ὕψος δὲ τὴν βασιλείαν ἄλλοι δὲ τὴν αἰώνιον ζωὴν καὶ τὸν αἰώνιον θάνατον
486exb179rRom.9.2* οἱ δὲ τὰ ἄγαν ἐπίδοξα οὔτε τὰ ἄγαν ἄδοξα
487179rRom.9.2* ἄνω δὲ εἰπὼν αγαπανθαι ἡμᾶς ὑπο τοῦ θεοῦ νυν δείκνυσι καὶ τὴν ἑαυτοῦ εἰς τὸν θεὸν ἀγάπησιν ὅσην είναι εἰκοτως ὁ γὰρ ἀγαπηθεὶς τοσοῦτον οὐ θαυμαστὸν εἰ ἀνταγαπᾷ
486179rRom.9.2* ὁμοίως εἰ καὶ μὴ κατὰ πάντες ἂλλ ὅση δύναμις εἰπὼν δὲ τὴν τοῦ θεοῦ ἀγάπην ὅση ἐστι δείκνυσι Χριστοῦ ταύτην ἡμῖν προσγεγονεναι προσθεὶς τὸ ἐν Χριστῶι Ἰησοῦ τῶι κυρίωι ἡμῶν πάντα γὰρ ἡμῖν διὰ Χριστοῦ προεξενισται τὰ ἀγαθὰ διὸ καὶ εἰκοτως πάντα μικρά φησιν πρὸ ἐκείνην τὴν ἀγάπην
488179rRom.9.2
489179rRom.9.2
489ex179vRom.9.3-Rom.9.5α ευχομεν γὰρ αὐτος ἐγὼ ἀνάθεμα είναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα οἵτινὲς εἰσιν Ἰσραηλῖται ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ ἐπαγγελίαι ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὧν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοῦ αἰῶνας ἀμήν δοκεῖ μὲν ἐθέλειν ὑπὲρ τῶν ἀδελφῶν καὶ τῶν συγγενῶν ἀλλοτριωθῆναι Χριστοῦ τοῦτο γὰρ ἡ τοῦ ἀναθέματος δύναμις ὅμως ἀκριβῶς θεωροῦντι φανήσεται ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ ταῦτα εἰρηκώς πως ἐπειδὴ γὰρ ἑώρα τὸν θεὸν βλασφημούμενον ὑπο τῶν Ἰουδαίων ὑπὲρ τοῦ μὴ είναι πρόφασιν βλασφημίας κατὰ τοῦ θεοῦ ηβούλετο ἐπιστρέψαι τούτους ὡς καὶ ἀνάθεμα ὑπὲρ τούτου θέλειν γενέσθαι ὅπερ δεικτικὸν ἐστι τῆς ἀγάπης τοῦ Χριστοῦ
489Pha179vRom.9.5
489Phb179vRom.9.5
490179vRom.9.5
491179vRom.9.5* ηβούλετο γὰρ αὐτον παρὰ πάντων δοξάζεσθαι
490179vRom.9.5* ὃν γὰρ οὐδεμία κτίσις χωρίσαι ἴσχυσεν πως ἂν ἐχώρισεν ἀγάπη συγγενῶν καὶ ἀδελφῶν
491179vRom.9.5* ἀλλὰ δέ φασιν ὅτι μὴ βουλόμενος δημοσιεῦσαι τὸ χάρισμα χάρισμα γὰρ ἦν τὸ οὕτως ἀγαπᾶν τὸν Χριστὸν τοὺς συγγενεῖς ἀγαπᾶν ὑποκρίνεται
491Ph179vRom.9.5
492179vRom.9.5
492Ph179vRom.9.5
493179vRom.9.5
494179vRom.9.5* ιστεον δὲ ὅτι ἀνάθεμα ἐστι τὸ εχωρισθαι πάντων καὶ ἀλλότριον είναι καθάπερ γὰρ τοῦ ἀναθέματος τοῦ ἂν αντιθεμενου τῶι θεῶι οὐδεὶς ἂν τολμησει ἐν ἁπλῶς ταῖς χερσὶν ἅψασθαι οὕτω καὶ τῶν χωριζομενων τῆς ἐκκλησίας πάντων αποτεμων πᾶσιν ἀπαγορεύει χωρίζεσθαι αὐτοῦ καὶ ἀποπηδᾷν πλὴν τῶ μὲν ἀναθέματι τιμῆς ἕνεκεν οὐδεὶς ἐγγίσαι τολμᾷ τοῦ δὲ ἀποτμηθέντος ἐξ ενανατιας ἐχωρίζοντο γνώμης ἅπαντες τοῦ μὲν γὰρ ἀπείχοντο ὡς ανακει μὲν οὐ θεῶ τοῦ δὲ ὡς ἠλλοτριωμένου θεοῦ ἀποῤῥαγέντος τῆς ἐκκλησίας
494Ph179vRom.9.5
495179vRom.9.6-Rom.9.9β οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ οὐδ ὅτι εἰσι σπέρμα Ἀβραὰμ πάντες τέκνα ἂλλ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα τουτέστιν ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῆι Σάρραι υἱος ταῦτα λέγω φησι εἰ γε ἦν χωρισθῆναι τοῦ περὶ τὸν Χριστὸν χῶρο καὶ ἀλλοτριωθῆναι οὐχὶ τῆς ἀγάπης αὐτοῦ ἀλλὰ τῆς απολαυσεως ἐκείνης καὶ τῆς δόξης κατεδεξαμην ἂν ὥστε μὴ τὸν θεὸν βεβλασφημεισθαι ἤκουε γάρ τινων λεγόντων ὅτι ἄλλους ὑπέσχετο καὶ ἄλλοις ἔδωκε τοῖς τῶν Ἰουδαίων προγόνοις ἐπηγγείλατο καὶ ἐκείνους ἀφεὶς τοὺς οὐ δέ ποτε αὐτον εγνωκοπτας εἰς τὰ ἐκείνων εἰς ἤγαγεν ἀγαθὰ ἵνα οὖν μὴ ταῦτα λεγηται περὶ τοῦ θεοῦ καὶ βασιλείας ἡ δεως ἐξέπιπτον καὶ τῆς δόξης ἐκείνης τῆς απορρητου ταῦτα δὲ λέγω φησι οὐχ οἷον ὅτι πέπτωκεν ὁ λόγος τοῦ θεοῦ τουτέστι οὐκ ἐπειδὴ ὁ λόγος καὶ ἡ ἐπαγγελία τοῦ θεοῦ νυν ἐξέπεσεν ἐψεύσατο ἂλλ ἵνα τὴν πρὸς αὐτοὺς ἀγάπην ενειξαμαι καὶ λοιπὸν δείκνυσι πως ὁ λόγος ἡ ἐπαγγελία τοῦ θεοῦ εηβεβηκεν φησι γὰρ οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ ἀκολουθον ἦν εἰπεῖν ταῦτα τέκνα τοῦ Ἀβραάμ
495Ph179vRom.9.9
496179vRom.9.9* ἂλλ οὕτως φησι ἵνα δείξῃ ὅτι οἱ τὴν υἱοθεσίαν ἔχοντες αὐτοὶ εἰσι κατ' ἐπαγγελίαν τέκνα τοῦ Ἀβραάμ
497179vRom.9.9
498179vRom.9.9* ὅσοι φησι γὰρ κατὰ τὸν Ἰσαὰκ γεννηθῶσιν οὗτοι εἰσι καὶ σπέρμα Ἀβραὰμ καὶ υἱοὶ θεοῦ ὁ γὰρ Ἰσαὰκ οὐ κατὰ νόμον ἐγεννήθη φύσεως ἀλλὰ κατὰ δύναμιν ἐπαγγελίας οὐκοῦν οἱ γεννώμενο οὕτως υἱοὶ Ἀβραὰμ εἰσιν οὕτως δὲ ἡμεῖς γενώμεθα διὰ τῆς κολυμβήθρας ῥήμασι γὰρ ἡμεῖς καὶ ἐπαγγελίας γεννώμεθα ῥήμασι μὲν διὰ τὸ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος γίνεσθαι τὰς ἐν τῆι κολυμβήθραι κατάδυσεις ἐπαγγελία δὲ καθὸ οἱ προφῆται βάπτισμα προηγορευον ἐν οὐρανοῖς καὶ Ἠσαΐας φασκε λούσασθε καθαροὶ γένεσθε
499180rRom.9.10-Rom.9.13γ οὐ μόνον δὲ ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθον ἡ κακὸν ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ οὐκ ἐξ ἔργων ἂλλ ἐκ τοῦ καλοῦντος ἐρρήθη αὐτῆι ὅτι ὁ μείζων δουλεύσει τῶι ἐλάσσονι καθὼς γέγραπται τὸν Ἰακὼβ ἠγάπησα τὸν δὲ Ἠσαῦ ἐμίσησα καί τι φησι θαυμαστὸν ὅτι τῶν Ἰουδαίων οἱ μὲν πιστεύσαντες εἰς σπέρμα Ἀβραὰμ λογίζονται οἱ δὲ ἄπιστοι οὐκέτι ὅπου καὶ ἡ Ῥεβέκκα ἐξ ἑνὸς τοῦ Ἰσαὰκ σπέρμα ἔχουσα καὶ δύο γεννήσασα οὐκ ἔσχε τοὺς δύο ἀρέσαντας τῶι θεῶι οὐ δὲ λογιζομένους εἰς σπέρμα Ἀβραὰμ οὕτω γάρ φησι καὶ Ἰουδαῖοι σπέρμα ὄντες τοῦ Ἀβραὰμ ἑνὸς ὄντος οἱ μὲν πιστοὶ σώζονται ὡς τῆς αὐτῆς αὐτῶι πίστεως ὄντες καὶ τέκνα τῆς ἐπαγγελίας οἱ δὲ ἄπιστοι οὐκέτι
500180rRom.9.13
501180rRom.9.13
502180rRom.9.13
502Ph180rRom.9.13
503180rRom.9.13
504180rRom.9.13
505180vRom.9.14-Rom.9.15α τι οὖν ἐροῦμεν μὴ ἀδικία παρὰ τῶι θεῶι μὴ γένοιτο τῶι γὰρ Μωϋσεῖ λέγει ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω τι οὖν ἐροῦμεν φησι πρὸς ταῦτα μὴ ἀδικία παρὰ τῶι θεῶι οὐκοῦν δὲ ἐφ' ἡμῶν καὶ τῶν Ἰουδαίων εἰ γὰρ ἀδικία οὐκ ἐστι παρὰ τῶι θεῶι καὶ τῶν Ἰουδαίων πάντων μοσχοποιησάντων τῶ Μωσεῖ φησι τουτέστι ουσον ἐστι εἰδέναι ὦ Μωσῇ τινες ἄξιοι φιλανθρωπίαν ἂλλ ἐμοι οὐ γὰρ ὥσπερ οἱ ἄνθρωποι οὕτως καὶ ὁ θεὸς ἐμβατεύει εἰς τὰς τῶν ἀνθρώπων καρδίας εἰ οὖν Μωσῆς ηγνοιετας αἰτίας τῶν γινομένων σχολῇ οὖν ἡμεῖς γνοίημεν οὐκ οὖν οὐδε ἐπὶ τῶν νυν Ἰουδαίων ἀδικεῖ ὁ θεὸς ἀλλὰ καὶ νυν ὅσοι μὲν ἄξιοι σώζονται πιστεύουσι γὰρ ὅσοι δὲ ἀνάξιοὶ ἀπόλλυνται οὐ πιστεύουσι γάρ
506180vRom.9.15
507180vRom.9.16β ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδε τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ οῦτο θέλοντος Ἰσαὰκ ἤθελεν γὰρ ευλογησαι τὸν πρῶτον τοκον υἱον Ἠσαῦ οὐ δὲ τοῦ τρέχοντος Ἠσαῦ εἰς τὸ πεδιον θηρεῦσαὶ ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ τὸν Ἰακὼβ ὡς ἄξιον τὰ ελει δεῖ μὲν οὖν θέλειν καὶ τρέχειν καὶ τὴν ἑαυτοῦ ἕκαστον δύναμιν πληροῦν πλὴν ὅτι δίχα βουλῆς θεοῦ οὔτε ὁ θέλων οὔτε ὁ τρέχων ἀνύει τι πλέον
507Ph180vRom.9.16
508180vRom.9.16
509180vRom.9.16
509ex180vRom.9.17γ λέγει γὰρ ἡ γραφὴ τῶι φαραὼ ὅτι εἰς αὐτο τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοι τὴν δύναμίν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσηι τῆι γῆι τουτέστι εἰς τὸ σε συγκεχώρηκα βασιλεῦσαι ὅπως δειχθῇ πως εἰμι μακρόθυμος δύναμις θεοῦ ἡ μακροθυμία καὶ δύναμις μεγίστῃ
510180vRom.9.18-Rom.9.19δ ἄρα οὖν ὃν θέλει ἐλέει ὃν δὲ θέλει σκληρύνει ἐρεῖς οὖν μοι τι ἔτι μέμφεται τῶι γὰρ βουλήματι αὐτοῦ τις ἀνθέστηκε τὸν ἄξιον τοῦ ἐλεεῖσθαι ἐλέει τὸν δὲ σκληρὸν καὶ ἀπειθῇ σκληρὸν καὶ ἀπειθῇ είναι συγχωρεῖ οὐ γὰρ κρίσεως o παρὼν καιρὸς ἀλλὰ πολιτείας καὶ αὐτεξουσιότητος τὸ γὰρ σκληρύνει ἀντὶ τοῦ σκληρὸν είναι συγχωρεῖ νοῆσαι δεῖ
510exa180vRom.9.19
510exb180vRom.9.19
511180vRom.9.20ε μενοῦνγε ὦ ἄνθρωπε σύ τις εἰ ὁ ἀνταποκρινομενος τῶι θεῶι ἐπιστομίζει τοὺς θέλοντας μαθεῖν αποιει ὁ θεὸς καὶ τοὺς λόγους αὐτῶν εἰδέναι καλῶς δὲ τὸ σὺ τις εἰ ὁ αντιλεγων ἡ εἰ εναντιουμενος κοινωνὸς φησιν εἰ τῆς ἀρχῆς αὐτω ἀλλὰ κριτὴς τις εἰ γίνωσκε δὲ ὅτι κατάλογον πάντα προβαίνει κἂν σὺ τοὺς λόγους ἀγνοῇς
511ex180vRom.9.20
512181rRom.9.20α μὴ ἐρεῖ τὸ πλάσμα τῶι πλάσαντι τι με ἐποίησας οὕτως οὐ τὸ αὐτεξούσιον ἀναιρεῖ λέγει ταῦτα ἀλλὰ δείκνυσιν ὡς πᾶσι τρόποις χρὴ πείθεσθαι τῶι θεῶι κἂν αγνωμεν τοὺς λόγους τῶν γινομένων τὸ γὰρ ἀπαιτεῖν τῶν γινομένων εὐθύνας τὸν θεὸν πεπεῖσθαι προσήκει μηδὲν πηλοῦ διαφέρειν
514181rRom.9.21β ἡ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὁ μὲν εἰς τιμὴν σκεῦος ὁ δὲ εἰς ἀτιμίαν ὡς πρὸς τὴν ἐξουσίαν ἦν ἔχει ὁ θεὸς ποιεῖν αβουλεται τοῦτο αὐτῶι εἴρηται παντω δὲ καλῶς καὶ πρεπόντως ποιεῖ κἂν ἡμεῖς τοὺς λόγους ἀγνοῶμεν καί φησι ὥσπερ ὁ κεραμεὺς ὁ θέλει ποιεῖ καὶ οὐδὲν ἀντιλέγει ἡ περιεργάζεται ὁ πηλὸς οὕτως μὴ δὲ σύ φησι περιεργάζου ἡ ἀγνοῶν δυσχεραινε ἃ ἂν ὁ θεός σε ἀγνοεῖν βούλεται
513181rRom.9.21* άλλος δὲ ἔχει φησιν ἐξουσίαν ὁ ἐγεῖρων τοὺς νεκροὺς τοὺς μὲν εἰς δόξαν τοὺς δὲ εἰς αἰσχύνην ἔγειραι κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστῳ βεβιωμένων
515181rRom.9.22γ εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῆι μακροθυμίαι σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν ἤθελεν φησιν ὁ θεὸς μακροθυμίαν ἐνδείξασθαι ἂλλ ἐπειδὴ εἰς ἀπόνοιαν τῆι μακροθυμίαι τοῦ θεοῦ ἐχρήσατο λοιπὸν ὀργὴν ἐνεδείξατο
515ex181rRom.9.22
515Ph181rRom.9.22
516181rRom.9.22* ἤνεγκε τοίνυν ἐν πολλὴ μαρκοθυμια τουτέστι πάνυ ἐμακροθύμησεν εἰς μετάνοιαν ἄγων ὡς δὲ οὐκ ἦλθε πρὸς σωφρονισμὸν ἐτιμωρήσατο αὐτον
516Ph181rRom.9.22
517181rRom.9.22* σκεῦος δὲ ὀργῆς ἦν ὁ φαραὼ τουτέστιν ἄνθρωπος τὴν τοῦ θεοῦ ἀνάπτων ὀργὴν οἰκείας σκληροτητος οὐ μόνον δὲ τοῦτο ἀλλὰ καὶ κατηρτισμένος εἰς ἀπώλειαν τουτέστιν τέλειος πρὸς τὸ δεῖν ἀπολέσθαι τοῦτο δὲ οὐ παρὰ τὸν θεὸν ἀλλὰ παρὰ τὴν οἰκείαν κακίαν
518181rRom.9.22
518Pha181rRom.9.22
518Phb181rRom.9.22
519181rRom.9.23-Rom.9.25δ καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους ἃ προητοίμασεν εἰς δόξαν οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν ὡς καὶ ἐν τῶι Ὡσηὲ λέγει ὥσπερ φησι εἰς τὰ σκεύη τῆς ὀργῆς τουτέστι τὸν φαραὼ ἤνεγκεν ὀργὴν πολλὰ πρότερον μακροθυμήσας οὕτως καὶ εἰς σκεύη ἐλέους τουτέστιν εἰς τοὺς ἀξίους τοῦ ἐλεεῖσθαι ἡμᾶς ἤνεγκεν φιλανθρωπίαν τοῦτο γὰρ συνυπακουστέον
519Ph181rRom.9.25
520181rRom.9.25* προητοίμασεν δὲ ἐπεὶ ἔγνω ἀξίους ἐλέους διὰ τὴν πίστιν ὅπερ καὶ εἰς δόξαν αὐτοῦ συντείνει
521181rRom.9.25
522181rRom.9.25-Rom.9.26ε καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην καὶ ἔσται ἐν τῶι τόπωι οὐ ἐρρήθη αὐτοῖς οὐ λαός μου ὑμεῖς ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος οὐ λαὸν καὶ ἠγαπημένην πρότερον τὴν ἐξ ἐθνῶν ἐκκλησίαν φησι νυν δὲ καὶ λαὸν καὶ ἠγαπημένην καὶ υἱοὺς καλεῖ διὰ τὴν αὐτῶν εὐγνωμοσύνην καὶ πίστιν
523181rRom.9.26
524181rRom.9.26
525181rRom.9.26
525ex181vRom.9.27α Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ εὰν ἦι ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης τὸ κατάλειμμα σωθήσεται οὐ δυσωπει με φησι τὸ γένος οὐδε αιδουμαι τὸ πλῆθος εκχουμενον ἂλλ ἐκείνους σωζω μόνους τοὺς ἀξίους ἑαυτοὺς παρεχοντας καὶ οὐχ ἁπλῶς ἄμμο θαλάσσης ἐμνημόνευσεν ἂλλ ἀναμιμνήσκει αὐτοὺς τῆς ἐπαγγελίας ἃς ἀναξίους ἑαυτοὺς κατέστησαν τοὺς τοίνυν θορυβεῖσθε ὡς τῆς ὑποσχέσεως διαπεσουσης τῶν προφητῶν δηλοῦν τῶν οὐ πάντας είναι τοὺς σωζομένους
526181vRom.9.27
526Ph181vRom.9.27
527181vRom.9.28β λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνη ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐπὶ τῆς γῆς τὸ συντελῶν δηλοῖ ὅτι πέρας ἔχουσι πάντες λόγοι πίστεως καὶ γνώσεως θεοῦ καὶ οὐκ ἔσται ἕτερος μετὰ τοῦτον τόν νυν κηρυσσόμεον ἂλλ ἐπὶ συντελείαι πάσης πίστεως καὶ παντὸς λόγου δέδοται ὅ νυν τῆς πίστεως λόγος
527Ph181vRom.9.28
528181vRom.9.28
529181vRom.9.28* τοῦτον γὰρ συντετελεσμένος καὶ συντετμημένος φησιν ὁ προφήτης εὰν γάρ φησιν εἴπῃς ἐν τῶι στόματι σου κύριον Ιησον καὶ πιστεύσῃς ἐν τῆι καρδίαι σου ὅτι ὁ θεὸς αὐτον ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ
530181vRom.9.28
531ex181vRom.9.29γ καὶ καθὼς προείρηκεν Ἠσαΐας εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν τοῦτο καὶ περὶ τοῦ Χριστοῦ νοῆσαι δύνηι
531181vRom.9.29* καὶ τὴν αὐτοῦ χάριν καὶ διὰ τὴν τῶν καταλειφθέντων εὐγνωμοσύνην
531Ph181vRom.9.29
532182rRom.9.30 τι οὖν ἐροῦμεν ὅτι ἔθνη
533182rRom.9.30-Rom.9.31 τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβε δικαιοσύνην δικαιοσύνην δὲ τὴν ἐκ πίστεως Ἰσραὴλ δὲ διώκον
533Ph182rRom.9.31
534182rRom.9.31 νόμον δικαιοσύνης
535182rRom.9.31 εἰς νόμον δικαιοσύνης
536182rRom.9.31 οὐκ ἔφθασεν
537182rRom.9.32 διά τι ὅτι οὐκ ἐκ πίστεως ἂλλ ὡς ἐξ ἔργων νόμου
538182rRom.9.32 προσέκοψαν γὰρ τῶι λίθωι τοῦ προσκόμματος
539182rRom.9.33 καθὼς γέγραπται ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου
539ex182rRom.9.33
540182rRom.9.33 καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτῶι οὐ καταισχυνηθεσεται
541182rRom.10.1 ἀδελφοὶ ἡ μὲν εὐδοκία
541Ph182rRom.10.1
542182rRom.10.1 τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν θεὸν ὑπὲρ τοῦ Ἰσραὴλ ἐστιν εἰς σωτηρίαν
542Ph182rRom.10.1
543182rRom.10.2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν
544182rRom.10.2 ἂλλ οὐ κατ' ἐπίγνωσιν
545182rRom.10.3 ἀγνοοῦντες γάρ
546182rRom.10.3 τὴν τοῦ θεοῦ δικαιοσύνην
547182rRom.10.3 καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι
547Ph182rRom.10.3
548182rRom.10.3 τῆι δικαιοσύνηι τοῦ θεοῦ
549182rRom.10.3 οὐχ υπετεγησαν
550182vRom.10.4-Rom.10.5α τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῶι πιστεύοντι Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὅτι ὁ ποιήσας αυτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς τέλος γὰρ νόμου τουτέστι ἀναίρεσις τοῦ νόμου καὶ πλήρωσις ὁ Χριστός
550Ph182vRom.10.5
551182vRom.10.5* τὸ γὰρ τέλειον ὁ νόμος ἐν τῆι εἰς Χριστὸν ἔχει πίστει ὁ οὖν πιστεύων Χριστῶι πληροῖ τὸν νόμον
552182vRom.10.5
553182vRom.10.5
554182vRom.10.5
555182vRom.10.6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει
556182vRom.10.6-Rom.10.7β μὴ εἴπῃς ἐν τῆι καρδίαι σου τις ἀναβήσεται εἰς τὸν οὐρανὸν τουτέστι Χριστὸν καταγαγεῖν ἡ τις καταβήσεται εἰς τὴν ἄβυσσον τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν ἵνα μὴ νομισθῇ ἡ πίστις εὐκατόρθωτος καὶ εὐκαταφρόνητος διὰ τοῦτο δείκνυσι καὶ αὐτὴν πόνου δεομένην καὶ πρὸς τοὺς ἀφανεῖς λογισμοὺς ἔχουσαν τὴν πάλην μὴ εἴπῃς γάρ φησι μηδὲ ἐν καρδία τουτέστι μηδὲ ἐνθυμηθῆις ἀλλὰ πάντα λογισμὸν ἔκβαλε ἔξω τουτέστι στερεᾶς καινουν εχους δεῖται ψυχῆς
557182vRom.10.8 ἀλλά τι λέγει ἐγγύς σου τὸ ῥῆμὰ ἐστιν ἐν τῶι στόματι σου καὶ ἐν τῆι καρδίαι σου τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὁ κηρύσσομεν
558182vRom.10.9 ὅτι εὰν ὁμολογήσῃς ἐν τῶι στόματι σου κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῆι καρδίαι σου
559182vRom.10.9 ὅτι ὁ θεὸς αὐτον ἤγειρεν ἐκ νεκρῶν
560183rRom.10.9-Rom.10.10 σωθήσηι καρδία γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν
560ex183rRom.10.10
561183rRom.10.11 λέγει γὰρ ἡ γραφὴ πᾶς ὁ πιστεύων ἐπ' αὐτῶι οὐ καταισχυνθήσεται
562183rRom.10.12 οὐ γὰρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος
563183rRom.10.12 ὁ γὰρ αὐτος κύριος πάντων
564183rRom.10.12 πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτον
565183rRom.10.13 πᾶς γὰρ ὃς ανεπικαλεσηται τὸ ὄνομα κυρίου σωθήσεται
566183rRom.10.14 πως οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν
566Ph183rRom.10.14
567183rRom.10.14 πως δὲ πιστεύσουσιν οὐ οὐκ ἤκουσαν
568183rRom.10.14 πως δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος
569183rRom.10.15 πως δὲ κηρύξουσιν εὰν μὴ ἀποσταλῶσι
570183rRom.10.15 καθὼς γέγραπται
571183rRom.10.15 ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην
572183rRom.10.15 τῶν εὐαγγελιζομένων τὰ ἀγαθά
573183rRom.10.15
574183vRom.10.16-Rom.10.17α ἂλλ οὐ πάντες ὑπήκουσαν τῶι εὐαλγγελίωι Ἠσαΐας γὰρ λέγει κύριέ τις ἐπίστευσε τῆι ἀκοῆι ἡμῶν ἄρα οὖν ἡ πίστις ἐξ ἀκοῆς ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ εἰ τοῦτο σε φησι σκανδαλίζει τὸ μὴ πάντας ὑπακοῦσαι αὐτο σε τοῦτο πιστεῦσαι πεισάτω ἐπειδὴ προελέχθη ὡς οὐ πάντες πιστεύσουσι
575183vRom.10.17* ἐπειδὴ δὴ Ἰουδαῖοι σημεῖα ἐπεζήτουν πρόφασιν λαβὼν τὸ προφητικὸν ἐντρέπει αὐτοὺς ὡς οὐ χρὴ σημεῖα ἐπιζητεῖν ἡ γὰρ πίστις ὡς ὁρᾶτε ἐξ ἀκοῆς οὐκ ἐκ σημείων γίνεται
576183vRom.10.17* ἀκοὴν δὲ ακπυσαν μή φησιν εὐτελές τι νομίσῃς τὴν ἀκοὴν οὐκ ἐστιν ανθρωπινα ῥήματα λαλούμενα ἀλλὰ θεοῦ
577183vRom.10.17
578183vRom.10.18-Rom.10.20β ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν ἀλλὰ λέγω μὴ οὐκ ἔγνω Ἰσραὴλ πρῶτος Μωσῆς λέγει ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει ἐπὶ ἔθνει ἀσυνέτωι παροργιῶ ὑμᾶς Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει εἰ δὲ λεγοιεν μὴ ἐγνωκέναι τοῦ κηρύγματος τὴν δύναμιν καί πως τὰ ἔθνη φησιν οἷς οὐδὲν προείρητο ἔγνωσαν ὁ δὲ Ἰσραὴλ οὐκ ἔγνω καίτοι προακούσας διὰ βρώσεως ὡς οὖν τοὺς ἐξ ἐθνῶν ἑωρᾶτε προσερχομένους τῆ πίστει ὑμᾶς δὲ απορριπτεμενους ἔδει ὑμᾶς τὴν αἰτίαν ἔδει τότε τὴν αἰτίαν εἰδέναι
579183vRom.10.20
580183vRom.10.20
581183vRom.10.20
582183vRom.10.20
583183vRom.10.20-Rom.10.21γ εὑρέθην τοῖς ἐμε μὴ ζητοῦσιν ἐμφανὴς ἐγενόμην τοῖς ἐμε μὴ ἐπερωτῶσιν πρὸς δὲ τὸν Ἰσραὴλ λέγει μὴ ζητοῦντες μήτε ἐπερωτῶντες οὗτοὶ εἰσιν οἱ ἐξ ἐθνῶν εἰπὼν δὲ εὑρέθην
584183vRom.10.21* ἔδειξεν τὸ πᾶν χάριτος είναι ὅμως ἐστι τι καὶ αὐτῶν τὸ γὰρ τὸν εὑρεθέντα καὶ φανέντα μηκέτι ἐάσαι τῆς ἑαυτῶν γνώμης ἦν
585183vRom.10.21-Rom.11.1δ ὅλη τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα λέγω οὖν μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ μὴ γένοιτο καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμι ἐκ σπέρματος Ἀβραὰμ φυλῆς Βενιαμίν ὅλην τὴν ἡμέραν οἷον τὸν τῆς ένανθρωπησεως λέγει καιρὸν ἡ μᾶλλον τὸν ἔμπροσθεν ἐξ ἧς ἐξῆλθεν ἐξ Αἰγύπτου
585Ph183vRom.11.1
586183vRom.11.1
587183vRom.11.1
588183vRom.11.1
589184rRom.11.2α οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω εἰ ἀπώσατο φησι ὁ θεὸς τὸν λαὸν αὐτοῦ οὐκ ἂν ἐξελέξατο τοὺς προέγνω λέγει δὲ τοὺς ἀποστόλους καὶ ἑαυτόν
590184rRom.11.2-Rom.11.4β ἡ οὐκ οἴδατε ἐν Ἠλίᾳ τι λέγει ἡ γραφὴ ὡς ἐντυγχάνει τῶι θεῶι κατὰ τοῦ Ἰσραὴλ λέγων κύριε τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσι τὴν ψυχήν μου ἀλλά τι λέγει αὐτῶι ὁ χρηματισμὸς κατέλιπον ἐμαυτῶι ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῆι Βάαλ ἵνα δὲ μὴ λέγωσιν οἱ Ἰουδαῖοι εἶτα σὺ εἰ ὁ ἅπας λαὸς τοῦ Ἰσραὴλ καὶ εἰς σε μέλλουσιν αἱ πρὸς Ἀβραὰμ ἐπαγγελίαι πέρας λαβεῖν φησι πρὸς τοῦτο πολλοὶ εἰσι σεσωσμένοι ἂλλ ὑμεῖς ἀγνοεῖτε καὶ γὰρ ὁ Ἠλίας μόνος ᾤετο ὑπολελεῖφθαι ἂλλ ἤκουσεν είναι καὶ ἄλλους
591184rRom.11.4
592184rRom.11.4
593184rRom.11.4
594184rRom.11.4
595184vRom.11.5α οὕτως οὖν καὶ ἐν τῶι νυν καιρῶι λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν ὥσπερ φησιν ἐν Ἠλίαι οὕτως καί νυν ὑπόλειμμα ἐστιν εὐαρέστων κατὰ χάριν επιλεχθεντων τὴν δοκιμὴν οὐ γὰρ ἂν ἀδόκιμοι επελεχθησαν
596184vRom.11.5
596Ph184vRom.11.5
597184vRom.11.6β εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις εἰ δὲ ἐξ ἔργων οὐκέτι ἐστι χάρις ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστιν ἔργον εἰ γὰρ ἡ χάρις ἔργον ἀπαιτεῖται ἄρα τὸ ἔργον οὐκ ἐστι τῆς χάριτος ἔτι ἔργον προλαβούσης καὶ γενομένης ἔργον καὶ οἷον ἐξωθησάσης τὸ ἔργον ἐκ τοῦ είναι ἔργον
598184vRom.11.7γ τι οὖν ὁ ἐπιζητεῖ Ἰσραὴλ τοῦτο οὐκ ἐπέτυχεν τοῦτο οὐκ ἐρωτῶντος ἐστιν ἂλλ ἐγκαλοῦντος ἑαυτῷ φησι μάχεται ὁ Ἰουδαῖος ζητῶν δικαιοσύνην οὐ βούλεται λαβεῖν τοῦτο γάρ φησιν ἐπιζητεῖ οὐ οὐ βούλεται τυχεῖν τὸ γὰρ τοῦτο οὐκ ἐπέτυχεν κατὰ οἰκείαν νοήσεις βούλησιν
599184vRom.11.7-Rom.11.8δ ἡ δὲ ἐκλογὴ ἐπέτυχεν οἱ δὲ λοιποὶ ἐπωρώθησαν καθὼς γέγραπται ἐκλογήν φησιν τοὺς ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν πιστοὺς δὲ εἰπὼν δείκνυσι καὶ τὴν ἐκείνων δοκιμὴν καὶ τὴν τοῦ θεοῦ χάριν τὸ δὲ ἐπέτυχεν δηλοῖ τῶν ἀγαθῶν τὸ μέγεθος δηλοῖ
600184vRom.11.8
601184vRom.11.8-Rom.11.9ε ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν ἕως τῆς σήμερον ἡμέρας καὶ Δαυὶδ λέγει τὸ ἔδωκεν μὴ ἐνέργειαν ἀλλὰ συγχώρησιν νόει τουτέστι λαβεῖν συνεχώρησεν
602184vRom.11.9* πνεῦμα δὲ κατανύξεως λέγει τὴν περὶ τὸ χεῖρον νυξιν καὶ προσοχὴν τῆς ψυχῆς κατανυγηναι γὰρ ἐστι τὸ ἐμπαγῆναί που καὶ προσηλωθῆναι ἑνὶ δὲ καὶ ἐν καλῶι καὶ ἐν κακῶι προσηλωθῆναι ὡς μανια ἀληθὴς καὶ μανια ψευδής
603184vRom.11.9
604184vRom.11.9
605184vRom.11.9ϛ γενηθετω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς τουτέστι τὰ ἀγαθὰ αὐτῶν καὶ ἡ τρυφῇ εἰς τὸ ἐναντίον περισταιη
606184vRom.11.9* καὶ εὐάλωτοί φησι τοῖς ἐπηρεάζουσι γένοιντο
607184vRom.11.9
608184vRom.11.10ζ σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον τὸ αὐθαιρέτως μέλλον παρ' αὐτῶν γίνεσθαι ὡς ἐν κατάρας λέγει μέρει ἐπειδὴ γάρ φησιν οὐκ ηβουληθσαν φησι τὸν ἥλιον τῆς δικαιοσύνης εἰδέναι μηδὲ ἴδοιεν
608ex184vRom.11.10
609185rRom.11.11α λέγω οὖν μὴ ἔπταισαν ἵνα πέσωσι μὴ γένοιτο ἄρα φησιν μὴ τοιαῦτα ἔπταισαν ἵνα πεσόντες μὴ δὲ ἀναστῶσιν λοιπὸν ἔτι κἂν βοθυληθῶσι Μὴ γένοιτό φησι οἷα γὰρ ἂν ἔπταισαν δεκτὸ εἰσι θεῶι βουληθέντες μόνον
609Ph185rRom.11.11
610185rRom.11.11β ἀλλὰ τῶι αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς διὰ τοῦτό φησιν ἐσώθη τὰ ἔθνη ὅτι αὐτοὶ σωθῆναι οὐκ ἠνέσχοντο ὡς εἴγε ἤθελον ἄξιον ἦν τούτους πρώτους σωθῆναι εἶτα τὰ ἔθνη ἐπεὶ οὖν οὗτοί φησιν οὐκ ἠθέλησαν πρωτότυποι γεγόνατε
611185rRom.11.11* ἵνα ἐπειδὴ ἀφ' ἑαυτῶν πιστεῦσαι οὐκ ἠβουλήθησαν κἂν κατὰ ζῆλον πιστεύσωσιν
612185rRom.11.12γ εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν ἵνα δὲ μὴ λέγωσιν ὅτι οὕτως ἔμελλε γίνεσθαι καὶ πείσηι μὴ ἀπογνῶναι προτρέπει φησιν εἰ γὰρ τὸ παράπτωμα αὐτῶν καὶ τὸ ἥττημα ἀφορμὴ γέγονεν ἀγαθῶν τοσούτοις πόσῳ ἄρα φησι γένωνται πρόφασις σωτηρίας πάντες σωζόμενοι
613185rRom.11.12 τουτέστι γέγονεν
613Ph185rRom.11.12
614185rRom.11.13-Rom.11.14δ {ὑμῖν λέγω /ὑμῖν γὰρ λέγω }* τοῖς ἔθνεσιν ἐφ' ὅσον μὲν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος τὴν διακονίαν μου δοξάζω εἰ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινας ἐξ αὐτῶν ὑμᾶς φησι τὰ ἔθνη διὰ δύο αἰτίας ἐπαινῶ καὶ δοξάζω πρῶτον μὲν ὅτι τὴν διακονίαν ὑμῶν τουτέστι τὸ κήρυγμα ἐγκεχείρισμαι καὶ ἀνάγκην ἔχω ἐπαινεῖν καὶ δοξάζειν ὑμᾶς ὡς ἐμοῦ μαθητὰς ἔπειτα ἵνα καὶ τῶν Ἰουδαίων τινας οὓς καὶ σῶμα ἴδιον καλεῖ παρακνισθέντας ἐκ τῶν περὶ ὑμῶν ἐπαίνων σώσω λαμπρύνει δὲ κατὰ τοῦτο τὰ ἔθνη ὡς αἰτία γενόμενα σωτηρίας Ἰουδαίοις οἱ μὲν γὰρ ἐξ ἀπωλείας ὑμῖν εἰσί φησιν ἀφορμὴ σωτηρίας τὰ μέντοι ἔθνη εκενοις ἐκ πίστεως
615185rRom.11.14
616185rRom.11.14
617185rRom.11.14
618185rRom.11.15-Rom.11.16ε εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν κατάλλαγη κόσμου τις ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν εἰ δὲ ἡ ἀπαρχὴ ἁγία καὶ τὸ φύραμα καὶ εἰ ἡ ῥίζα ἁγία καὶ οἱ κλάδοι πάλιν τὰ αυτὰ τοῖς ἄνω λέγει εἰ γάρ φησιν ἡ πρόσκρουσις αὐτῶν πρόφασις γέγονε σωτηρίας τῶι κόσμωι τι ἂν εἴποι τις ὅτὶ ἐστι εὰν προσληφθῶσι παρὰ θεοῦ τι ἕτερόν φησι εἰ μὴ ἀνάστασις νεκρῶν ἂλλ ὥσπερ ἡ ἀνάστασις οὐ διὰ τὴν πρόσληψιν αὐτῶν ἔσται οὕτως οὐδε ἡ σωτηρία τῶν ἐθνῶν γέγονε δι' αὐτοὺς ἀλλὰ λόγους αὐτοῖς χαρίζεται εἰς τὸ προτρέψασθαι
618Pha185rRom.11.16
618Phb185rRom.11.16
619ex185rRom.11.16
619Ph185rRom.11.16
620185rRom.11.16* ἀπαρχὴν δὲ καὶ καὶ ῥίζαν καλεῖ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ φύραμα δὲ καὶ κλάδους τοὺς ἐκ τοῦ γένους αὐτοῦ πιστεύσαντας ἀνάγκη οὖν σὺν τῆι ἀπαρχὴ καὶ τῆι ῥίζηι τότε φύραμα τοὺς κλάδους ἁγίους είναι
621185rRom.11.16
621ex185rRom.11.16
622185rRom.11.16
623185rRom.11.16
624185rRom.11.16
625185rRom.11.16
626185vRom.11.17-Rom.11.18α εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν σὺ δὲ ἀγριέλαιος ὧν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου μὴ κατάκαυχω τῶν κλάδων εἰ δὲ κατάκαυχασαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἂλλ ἡ ῥίζα σε ταῦτα λέγει καταστελλων τὸ φρόνημα τῶν ἐθνῶν καὶ οὐκ εἶπεν καυχῶ ἀλλὰ κατάκαυχω ὅπερ ἐπὶ τῶν χαμαὶ κειμένων γίνεται δεικνὺς τὴν ἄγαν εὐτέλειαν τῶν Ἰουδαίων εἶτα καὶ παραδεικνυει αὐτοὺς δεικνὺς καυχήσεως ἄξια συμβεβηκέναι τοῖς ἔθνεσιν ἐκ τῆς πίστεως εἰ καὶ μὴ προσήκει καυχᾶσθαι
627185vRom.11.18* ὅλως εἰ δὲ κατάκαυχασαι καί τι φησι τοῦτο πρὸς τοὺς ἐκκλασθέντας κλάδους οὐδὲν εἰ μὲν γὰρ τῆς ῥίζης κατεκαυχώμην εἶχον λόγον τοῦτο εἰ δὲ τὴν ῥίζαν ὡς ἁγίαν προσκυνῶ τι πρὸς τοὺς ἐκπεσόντας κλάδους εἰ βασταζομαι ὑπο τῆς ῥίζης
628185vRom.11.19-Rom.11.21β ἐρεῖς οὖν ἐξεκλάσθησαν οἱ κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ καλῶς τῆι ἀπιστίαι ἐξεκλάσθησαν σὺ δὲ τῆι πίστει ἕστηκας μὴ ὑψηλοφρόνει ἀλλὰ φοβοῦ εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο μήπως οὐδέ σου φείσεται ἐσχημάτισται ὁ λόγος ὡς τῶν ἐθνῶν λεγόντων καὶ διά τι μὴ καυχήσομαι τοιούτων μοι ὑπαρξάντων χρηστῶν κληρονόμος γέγονα τῆς τῶν πατρων αὐτῶν δόξης ὁ ξένος ἐγὼ καὶ κατ' οὐδὲν προσήκων ἐκ δὲ τοῦ εἰπεῖν καλῶς συναινεῖ τοῖς ἔθνεσιν ὡς ἀληθῆ εἰρηκόσιν
629185vRom.11.21
630185vRom.11.21
631185vRom.11.21
632185vRom.11.21
633185vRom.11.22 ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν ἐπὶ δέ σε χρηστότητα
634186rRom.11.22 εὰν ἐπιμείνῃς τῆι χρεστότητι
635186rRom.11.22-Rom.11.23 ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ καὶ ἐκεῖνοι δὲ εὰν μὴ ἐπιμείνωσι τῆι ἀπιστίαι
636186rRom.11.23 ἐγκεντρισθήσονται
637186rRom.11.23 δυνατὸς γὰρ ἐστιν ὁ θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς
638186rRom.11.24 εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν
639186rRom.11.24 ἐγκεντρισθήσονται τῆι ἰδίαι ἐλαίαι
640186rRom.11.25 οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν ἀδελφοὶ τὸ μυστήριον τοῦτο
641186rRom.11.25 ἵνα μὴ ἦτε παρ' ἑαυτοῖς φρόνιμοι
641ex186rRom.11.25
642186rRom.11.25 ὅτι πώρωσις ἀπὸ μέρους τῶι Ἰσραὴλ γέγονεν
643186rRom.11.25-Rom.11.26α ἄχρις οὐ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ καὶ οὕτως πᾶς Ἰσραὴλ σωθησηται καθὼς γέγραπται πλήρωμα ἐθνῶν φησι πάντας τοὺς ἐξ ἐθνῶν πιστεύειν μέλλοντας ὅταν τοιγαροῦν πάντες εἰσέλθωσιν εἰς τὴν πίστιν τότε καὶ ὁ Ἰσραὴλ πιστεύσας σωθήσεται Ἰσραὴλ δέ φησι τοὺς ἐν τῶι Ἰουδαϊσμῶι ἀπομεμενηκότας
643ex186rRom.11.26
645186vRom.11.26-Rom.11.27α ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ καὶ αυτὴ αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν ἵνα μή τις εἰς τοὺς ἤδη πεπιστεκουτας ἐξ Ἰουδαίων νομίσῃ τὴν γραφὴν ἁρμόζειν λέγει σημεῖον δι' οὐ δείκνυται ὅτι μέλλει ἡ προφητεία ὅταν γάρ φησιν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν εἰ οὖν μήπω ἀφείλετο ἄρα μέλλει ἡ γραφὴ ὅθεν ἐπάγει ἀμεταμέλητα γὰρ τὰ χαρίσματα
644186vRom.11.27* καὶ ἡ κλῆσις τοῦ θεοῦ τὸ δὲ ἀσεβείας φησι τουτέστιν ἀποστρέψει μὲν ἐξ ἁμαρτιῶν ἐπιστρέψει δὲ πρὸς αὐτον αυτὴ γὰρ ἐστι φησιν ἡ παρ' ἐμοῦ διαθήκη τουτέστιν ἡ πρὸς αὐτοὺς ἐπαγγελία
646186vRom.11.27
647186vRom.11.28-Rom.11.29β κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑμᾶς κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ τουτέστιν ὑμῶν τὴν πίστιν εὐαγγελισθέντων οὗτοι φιλονεικότεροι γενόμενοι ἀπεσκίρτησαν τῆς πίστεως
647Ph186vRom.11.29
648186vRom.11.29* κατὰ δὲ τὸ εκλελεχθηναι πατρόθεν ὑπο θεοῦ ἀγαπητοὶ εἰσιν
648ex186vRom.11.29* εἰ γὰρ καὶ αὐτοὶ διὰ τὴν ἀπιστίαν οὐκ ἀγαπητοὶ διὰ μέντοι τοὺς πατέρας ἀγαπῶνται ὅθεν καὶ σωτηρίαν ἐκδέχονται ἀμεταμέλητα γάρ φησι τὰ χαρίσματα καὶ ἡ κλῆσις
649ex186vRom.11.29* ἡ γενομένη περὶ τὸ ἔθνος τοῦ θεοῦ
650186vRom.11.30-Rom.11.31γ ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῶι θεῶι νυν δὲ ἠλεήθητε τῆι τούτων ἀπειθείαι οὕτως καὶ οὗτοί νυν ἠπείθησαν τῶι ὑμετέρωι ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι δείκνυσιν ἐνταῦθα πρότερον τοὺς ἐξ ἐθνῶν κεκλημένους εἶτα ἐπειδὴ οὐχ ὑπήκουσαν τοὺς Ἰουδαίους ἐκλεχθέντας καὶ τὸ αὐτο πάλιν συμβὰν μετὰ ταῦτα ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν οἱ Ἰουδαῖοι πιστεῦσαι πάλιν εκληθην ἂν τὰ ἔθνη καὶ κληθέντα τὸ δεύτερον ἐπίστεσυσαν ἂλλ οὐκ εἰς τὴν ἐκβολὴν τῶν Ἰουδαίων τελευτᾷ ἂλλ εἰς τὸ αὐτοὺς ἐλεηθῆναι πάλιν
650Ph186vRom.11.31
651186vRom.11.32δ συνέκλεισε γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ συνέκλεισε γάρ φησι τουτέστιν ἤλεγξεν ἀπειθοῦντας
652186vRom.11.32* ἵνα τοὺς ἑτέρους διὰ τῆς τῶν ἑτέρων σώσῃ φιλονεικίας τούτους δι' ἐκείνων κἀκείνους διὰ τούτων
652Ph186vRom.11.32
653186vRom.11.32
654187rRom.11.33-Rom.11.36α ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ τις γὰρ ἔγνω νοῦν κυρίου ἡ τις σύμβουλος αὐτοῦ ἐγένετο ἡ τις προέδωκεν αὐτω καὶ ἀνταποδοθήσεται αὐτῶι ὅτι ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτον τὰ πάντα αὐτῶι ἡ δόξα εἰς τοὺς αιωανς ἀμήν ἐννοήσας οὖν τὴν ἐξ ἀρχῆς σοφὴν τοῦ θεοῦ οἰκονομίαν καί τι πρὸς αὐτον εἰπεῖν ἀπορήσας ἐθαύμασε μόνον
655187rRom.11.36
656187rRom.11.36* φησιν ὡς ἀνεξερεύνητα τὰ ῥήματα αὐτοῦ τουτέστιν οὐ γὰρ μόνον καταληφθῆναι οὐ δύναται ἂλλ οὐδε ζητηθῆναι εἰ οὖν μόνον ζητηθῆναι ἂλλ οὐ δὲ ἐρευνηθῆναι
657187rRom.11.36* αἱ δὲ ὁδοὶ αὐτοῦ τοτεστιν αἱ οἰκονομία τις γάρ φησι προέδωκεν αὐτω καὶ ἀνταποδοθήσεται αὐτω
658187rRom.11.36
659187rRom.11.36* οὐδενὶ ἀμοιβὴν χρεωστῶν εὐεργετεῖ ἂλλ αὐτος ἀεὶ κατάρχεται τῶν δορεῶν
660187rRom.11.36* ὅτι ἐξ αὐτῶν τουτέστιν αὐτος εὗρε τὰ ἀγαθά
661187rRom.11.36* καὶ δι' αὐτοῦ καὶ αὐτος ἐποίησε {τὰ πάντα /τὰ πάντα καὶ εἰς αὐτον τὰ πάντα }*
662187rRom.11.36* τουτέστι αὐτος συγκρατεῖ τὰ γενόμενα
663187rRom.11.36* ἐπειδὴ δὲ μεγάλα εἶπεν καὶ ἄγνωστα εἰς δοξολογίαν ἐτελεύτησεν
663Ph187rRom.11.36
664187rRom.12.1β παρακαλῶ οὖν ὑμᾶς ἀδελφοὶ διὰ τῶν οἰκτίρμων τοῦ θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῶι θεῶι τὴν λογικὴν λατεριαν ὑμῶν αὐτοί φησιν οἱ οἰκτιρμοὶ τοῦ θεοῦ δι' ὧν σεσω μεθα παρακαλοῦσιν ὑμᾶς ὅπως ἀξίαν αὐτῶν μετέλθητε πολιτείαν
665187rRom.12.1* ἐπειδὴ εἶπε θυσίαν ἵνα μή τις νομίσῃ ὅτι κατασφάξαι ἑαυτοὺς κελευόμεθα ἐπήγαγε ζῶσαν πως δὲ ἔσται θυσία τὸ σῶμα οἱ ὀφθαλμοὶ ὀρθὰ ὁράτωσαν ὀρθὰ καὶ ἡ γλῶσσα καὶ ἡ χεὶρ ἡ μὲν εἰς υμνωδιαν θεοῦ ἡ δὲ εἰς ἐντολὰς ασχολειτω ἄλλων
666187rRom.12.1* ἵνα δὲ ταύτην διαστειλη τῆς Ἰουδαϊκῆς φησιν ἁγίαν εὐάρεστον {τῶ θεῶ λογικήν /τῶ θεῶ ἡ γὰρ Ἰουδαϊκὴ σωματικὴ οὖσα οὐ σφόδρα ἦν ἁγία ἡ ευραρεστος τῶ θεῶ }*
666Ph187rRom.12.1
667187rRom.12.1* δέ φησι τὴν πνευματικὴν τουτέστι διὰ λογικὴς λατρείας ἤγουν τῆς ἀναιμάκτου κατὰ Χριστὸν πολιτείας ἀπὸ κοινοῦ τὸ προσενέγκατε
668ex187rRom.12.2δ καὶ μὴ συσχηματίζεσθε τῶι αἰῶνι τούτωι ἡ ὅτι μὴ συμμεταβάλλεσθε τοῖς καιροῖς
669187rRom.12.2* τουτέστι μὴ τυποῦτε ἑαυτοὺς κατὰ τὸ σχῆμα τοῦ κόσμου τούτου οὐδὲν γὰρ μόνιμον ἐμαυτῷ διὸ καὶ σχῆμα καλεῖ τὸ εἰπὼν δὲ τοῦτω δηλοῖ τὸ επικαιρον αὐτοῦ
669Ph187rRom.12.2
670187rRom.12.2ε ἀλλὰ μεταμορφοῦσθε τῆι ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τι τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθον καὶ εὐάρεστον καὶ τέλειον ἐπὶ μὲν τὸ κόσμου σχῆμα φησι ἐπὶ δὲ τῆς ἀρετῆς μορφὴν δεικνὺς τὸ φυσικὸν αὐτῆς κάλλος
671187rRom.12.2* ἐπειδὴ δὲ ἄνθρωπον ὄντα οὐκ ἐστι μὴ ἁμαρτεῖν φησιν ἀνακαίνου σαυτὸν διὰ μετανοίας
672187rRom.12.2* ἵνα μάθῃς τι τε τὸ συμφέρον καί τι τὸ θέλημα τοῦ θεοῦ
673187rRom.12.2* εἰπὼν δὲ τὸ εὐάρεστον καὶ τέλειον ἔδειξεν ὅτι ὁ νόμος κἂν θέλημα ἦν θεοῦ ἂλλ οὐκ εὐάρεστον καὶ τέλειον
674187rRom.12.2
674Ph187rRom.12.2
675187vRom.12.3α λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῶι ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ' ὁ δεῖ φρονεῖν ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν ἑκάστωι ὡς ὁ θεὸς ἐμέρισε μέτρον πίστεως εἰπὼν διὰ τῆς χάριτος τῶν εὐεργεσιῶν ὑπομιμνήσκει τοῦ θεοῦ μὴ παρὰ τὰ μέτρα φησιν ἡμῶν φρονῶμεν τοῦτο γὰρ ἀπονοίας ἐστιν
676187vRom.12.3* ἂλλ εἰς σωφροσύνην τουτέστιν εἰς τὸ ὑγιαίνειν τὴν διάνοιαν οὐ γὰρ ἀντιδιαστελλομένην
677187vRom.12.3* τῆι ἀσελγείαι φησι σωφροσύνην ἀλλὰ τὴν ὑγιῆ φρόνησιν ἦσαν γάρ τινες παρ' αὐτοῖς χαρισμάτων ἠξιωμένοι καὶ οἱ μὲν ἐφρόνουν μέγα ἐπ' αὐτοῖς καὶ ἀπενοοῦντο κατὰ τῶν ἄλλων οἱ δὲ ἐζήλουν καί φησι τι ἀπονοῇ ἡ καὶ σύ τι παραζηλοῖς εἰ ὁ θεὸς ἐμέρισε πάντως καλῶς καὶ συμφερόντως ἐμέρισε στοιχείτω τοιγαροῦν ἕκαστος ὡς ἔχει καὶ μήτε ὑπεραιρέσθω θεοῦ γὰρ δόσις ἐστιν ουσον κατόρθωμα μήτε ζηλούτω ὁ γὰρ θεὸς ἐμέρισε καὶ οἶδεν τὸ εκαστως πρέπον
678187vRom.12.3
678Ph187vRom.12.3
679187vRom.12.3
680187vRom.12.4-Rom.12.6β καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν οὕτως οἱ πολλοὶ ἐν σῶμὰ ἐσμεν ἐν Χριστῶι ὁ δὲ καθ' εἰς ἀλλήλων μέλη ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διαφορὰ εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως πρὸς τοῦτο αὐτο ὅρα ἡ παραβολὴ ὥσπερ φησι τὰ μέλη διάφορον ἐγκεχείρισται πρᾶξιν οὕτως διαφορὰ ἐδόθη παρὰ τοῦ πνεύματος χαρίσματα
681187vRom.12.6
682187vRom.12.6* καλῶς δέ φησι τὸ διαφορὰ ἵνα δείξῃ οὐ τὸ μὲν μέγα τὸ δὲ μικρὸν μεγάλα γὰρ ἅπαντα ἀλλὰ ποικίλα καὶ ἁρμόδια
682Ph187vRom.12.6
683187vRom.12.6* τῶν οὖν δοκούντων μειζόνων χαρισμάτων οἱ λαμβάνοντες εἰσιν αἴτιοι πρὸς τὸ λαβεῖν εἰ γὰρ καὶ χάρις ἐστι τοσοῦτον μέντοι ἐπιῤῥει ὅσον ἂν εὕρῃ σκεῦος ἐπιτήδειον ἑαυτῶι καταστῆσαν διὰ τῆς πίστεως
683ex187vRom.12.6
684188rRom.12.7-Rom.12.9α εἴτε διακονίαν ἐν τῆι διακονίαι εἴτε ὁ διδάσκων ἐν τῆι διδασκαλία εἴτε ὁ παρακαλῶν ἐν τῆ παρακλήσει ὁ μεταδιδοὺς ἐν ἁπλότητι ὁ προϊστάμενος ἐν σπουδῆι ὁ ἐλεῶν ἐν ἱλαρότητι ἡ ἀγάπη ἀνυπόκριτος ἀποστυγοῦντες τὸ πονηρὸν κολλώμενοι τῶι ἀγαθῶι ἡ διακονία γενικόν τι ἐστι πάντα γὰρ εἰς διακονίαν δίδοται τὰ χαρίσματα εἶτα καὶ τοῖς ἰδικοῖς λοιπὸν ἐπεξέρχεται φημι δὴ τότε τῆς διδασκαλίας καὶ πης περικλησεως εἶτα τὸ τῆς μεταδοσεως προσθεὶς δὲ τὸ ἐν ἁπλότητι δείκνυσιν
684exa188rRom.12.9
684exb188rRom.12.9
684exc188rRom.12.9
684exd188rRom.12.9
685188rRom.12.9* ὅτι οἱ κακῶς τοῖς χαρίσμασι χρώμενοι ἀνόνητα αυτὰ ποιοῦσιν
685Ph188rRom.12.9
686188rRom.12.9* εἶτά φησιν ἡ προϊστάμενος ἐν σπουδὴ οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι μόνον
687188rRom.12.9* ὁ ἐλεῶν ἐν ἱλαρότητι μὴ ὡς ζημιούμενος ἂλλ ὡς αὐτος μᾶλλον κερδαίνων
688188rRom.12.9* ἡ ἀγάπη ἂν υποκριτος τουτέστι μὴ πλάσμα ἀγάπης ἔστω ἀποστυγοῦντες τὸ τὸν νόμον
688ex188rRom.12.9
689188rRom.12.9* τουτέστι μὴ μόνον ἀπεχόμενοι ἀλλὰ καὶ λίαν μισοῦντες εἶτα μὴ μόνον φησι μισήσητε τὸ πονηρὸν ἀλλὰ καὶ ἔχεσθε τοῦ ἀγαθοῦ τὸ γὰρ κολλώμενοι τὴν πρὸς αὐτο διάθεσιν ἐμφαίνει
690188rRom.12.9* ἑνὶ γὰρ είναι ἀγάπην καὶ ἐπὶ αἰσχροῖς
690Ph188rRom.12.9
691188rRom.12.10-Rom.12.13β τῆ φιλαδελφία εἰς ἀλλήλους φιλόστοργοι τῆι τιμῆι ἀλλήλους προηγούμενοι τῆι σπουδῆι μὴ ὀκνηροὶ τῶι πνεύματι ζέοντες τῶι κυρίωι δουλεύοντες τῆι ἐλπίδι χαίροντες τῆι θλίψει ὑπομένοντες τῆι προσευχῆι προσκαρτεροῦντες ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες τὴν φιλοξενίαν διώκοντες εἰ γὰρ σχοίητέ φησι φιλαδελφίαν φιλήσετε πάντως ἀλλήλους πως δαν ἡ φιλαδελφία κατορθωθείη φησιν εἰ ἕκαστος φησι ἡγεῖται τῆς πρὸς τὸν ἀδελφον τιμῆς
692188rRom.12.13* καὶ οὐ μόνον τιμῶμεν ἀλλὰ καὶ υπερσπουδαζομεν
693188rRom.12.13* τῶι πνευαμτι ζέοντες τουτέστι ζεον ἐν ἑαυτοῖς ἔχοντες τὸ ἅγιον πνεῦμα
694188rRom.12.13* καὶ διὰ τούτων εγγενησεται ἡμῖν δουλεύειν τῶι κυρίωι
695188rRom.12.13* πως δ' ἂν γενησεατι ὑμῖν ζέειν τῶι πνεύματι εἰ τῆι ἐλπίδι διά φησι χαίρητὲ οὐδὲν γὰρ οὕτως πρὸς πάντα ποιεῖ πρόθυμον ὡς ἐλπὶς ἀγαθοῦ καὶ εὰν πρὸς τοῦτο καὶ ὑπομονὴν ἔχητε
696188rRom.12.13
697188rRom.12.13
698188rRom.12.13* καὶ ἀδιάλειπτον εὐχὴν καὶ εἰ ταῖς χρείαις τῶν ἁγίων κοινονητε
699188rRom.12.13
700188rRom.12.13* τουτέστιν ἐν τοῖς πιστοῖς διακονειτε ἐν οἷς ἂ χρεζωσι καὶ φιλοξενειητε εἶτα διδάξας πως δέοι διακεῖσθαι πρὸς τοὺς ἀδελφοὺς διδάσκει πως δεῖ πρὸς τοὺς πολεμίους οὐκ εἶπεν μὴ ἀμύνου μηδὲ καταρῶ ἂλλ ὁ μεῖζον καὶ εὐλόγει καὶ ὑπερεύχου φησιν
701188vRom.12.14-Rom.12.15 εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς εὐλογεῖτε καὶ μὴ καταρᾶσθε χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων
702188vRom.12.16 τὸ αὐτο εἰς ἀλλήλους φρονοῦντες μὴ τὰ ὑψηλὰ φρονουτες ἀλλὰ τοῖς ταπεινοῖς {συναγομενοι /συναπαγόμενοι }*
702Pha188vRom.12.16
702Phb188vRom.12.16
703188vRom.12.16 μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς
704188vRom.12.17 μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες
705188vRom.12.17α προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων τοῦτό φησιν ἀντὶ τοῦ πρόνοιαν ποιεῖσθε τοῦ καλοὶ φαίνεσθαι ἐν τῶι μηδενὶ διδόναι ψόγου πρόφασιν λοιδορίας χάριν
706188vRom.12.18β εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες ἐστι γὰρ ὅτε οὐ δυνατὸν ἔνθα περὶ εὐσεβείας ὁ λόγος τὸ δὲ ἐξ ὑμῶν τουτέστι σὺ τὸ σὸν ποίησον καὶ μὴ παράσχῃς ἔχθρας ἀφορμὴν μὴ Ἕλληνι μὴ Ἰουδαίῳ
707188vRom.12.19-Rom.12.20γ μὴ ἑαυτοὺς ἐκδικοῦντες ἀγαπητοὶ ἀλλὰ δότε τόπον τῆι ὀργῆι γέγραπται γὰρ ἐμοι εδικησις ἐγὼ αντανποδωσω λέγει κύριος εὰν οὖν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε αὐτον εὰν διψᾷ πότιζε αὐτον ἐπειδὴ τοῦτο ἀκολουθον τὸν ἠδικημένον ἐκδικίας τυχεῖν τοῦτο αὐτο ἐπαγγέλλεται καί φησι μὴ ἐκδικήσηις σαυτὸν καὶ ὁ θεός σε ἐκδικεῖ ἂν γὰρ σὺ μὴ ἀμύνῃ ἥξει ἡ ὀργὴ ἐν θεοῦ
707ex188vRom.12.20
708189rRom.12.20α τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ παραμυθούμενος πλέον τὸν ἠδικημένον ἐπήγαγε τὴν μαρτυρίαν
709189rRom.12.20
710189rRom.12.21* μὴ νικῶ ὑπο τοῦ κακοῦ ἀλλὰ νίκα ἐν τῶι ἀγαθῶι τὸ κακόν εἴτε ἐπειδὴ βαρὺ ἦν τὸ ἐπίταγμα ἐπάγει ὅτι πῦρ αὐτῶι σωρεύσεις τοῦτο ποιῶν τοῦτο δέ φησι καὶ τοῦτον παραμυθούμενος καὶ τὸν ἠδικηκότα φοβῶν
710Ph189rRom.12.21
711189rRom.12.21* ἵνα δὲ μὴ τοιαύτη διαθέσει κακοποιῷ τρεφη ἵνα πῦρ αὐτῶι σωρευση φησι μὴ νικῶ ὑπο τοῦ κακοῦ εἰ γὰρ τοιαύτη διαθέσει τρέφεις οὐκ ἐνίκησας τὸ κακὸν ἂλλ ἡττήθης αὐτῶι
711Ph189rRom.12.21
712189rRom.13.1 πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω
713189rRom.13.1 οὐ γὰρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ θεοῦ
714189rRom.13.1 αἱ δὲ οὖσαι ἐξουσίαι ὑπο οὖσαι ὑπο τοῦ θεοῦ τεταγμέναι εἰσιν
715189rRom.13.2 ώστε ὁ ἀντιτασσόμενος τῆι ἐξουσίαι τῆι τοῦ θεοῦ διαταγῆι ἀνθέστηκεν
715Ph189rRom.13.2
716189rRom.13.2 οἱ δὲ ανθετηκοτες ἑαυτοῖς κρίμα λήψονται
717189rRom.13.3 οἱ γὰρ ἄρχοντες οὐκ εἰσι φόβος
718189rRom.13.3 τῶν ἀγαθῶν ἔργων
719189rRom.13.3 ἀλλὰ τῶν κακῶν
720189rRom.13.3 θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν τὸ ἀγαθον ποιεῖ καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς
721189rRom.13.4 θεοῦ γὰρ διάκονὸς ἐστι σοι εἰς τὸ ἀγαθον
721Ph189rRom.13.4
722189rRom.13.4 εὰν δὲ τὸ κακὸν ποιῇς φοβοῦ οὐ γὰρ εἰκῆ
723189vRom.13.4 τὴν μάχαιραν φορεῖ
724189vRom.13.4 θεοῦ γὰρ διάκονὸς ἐστιν ἔκδικος εἰς ὀργὴν τῶι τὸ κακὸν πράσσοντι
725189vRom.13.5α διὸ ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν ἀνάγκη φησι τοῖς ἄρχουσιν ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν τοῦ θεοῦ τὴν κατὰ τῶν μὴ ὑποτασσομένων τῆ ἀρχὴ γινομένην ἀλλὰ καὶ διὰ τὴν συνείδησιν τουτέστιν ἵνα μὴ δόξης ἀσυνείδητὸς τις είναι καὶ ἀγνώμων τῶι εὐεργέτῃ καὶ τῶ διακονῷ τοῦ θεοῦ μὴ ὑποτασσομενος
725Pha189vRom.13.5
725Phb189vRom.13.5
726189vRom.13.6β διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε διὰ τοῦτο γάρ φησι καὶ φόρους τελεῖτε μισθὸν ὥσπερ τῆς κηδεμονίας καὶ τῆς προνοίας παρέχοντες
727189vRom.13.6 λειτουργοὶ γὰρ θεοῦ εἰσιν
728189vRom.13.6 εἰς αὐτο τοῦτο προσκαρτεροῦντες
729189vRom.13.7 ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλὰς τῶ τὸν φόρον τὸν φόρον
730189vRom.13.7 τῶι τὸ τέλος τὸ τέλος τῶι τὸν φόβον τὸν φόβον
731189vRom.13.7 τῶ τὴν τιμὴν τὴν τιμήν
732189vRom.13.8 μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους
733189vRom.13.8 ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκε
733Ph189vRom.13.8
734190rRom.13.9-Rom.13.11α τὸ γὰρ οὐ μοιχεύσεις οὐ φονεύσεις οὐ κλέψεις οὐ ψευδομαρτυρήσεις οὐκ ἐπιθυμήσεις καὶ εἰ τις ἕτερα ἐντολὴ ἐν τούτωι τῶι λόγωι ανακελφαλαιουται ἐν τῶι ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἡ ἀγάπη τῶ πλησίον κακὸν οὐκ ἐργάζεται πλήρωμα οὖν νόμου ἡ ἀγάπη καὶ τοῦτο εἰδότες τὸν καιρὸν ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι τὸ ἀνακεφαλαιοῦνται φησιν ἀντὶ τοῦ συντόμως καὶ ἐν βραχεῖ λόγῳ τὸ πᾶν γίνεται καὶ ὅλον πληροῦται τῶν ἐντολῶν τὸ ἔργον διὰ βραχέων
735190rRom.13.11
736190rRom.13.11
736Ph190rRom.13.11
737190rRom.13.11
738190rRom.13.11
739190rRom.13.11
740190rRom.13.11β νυν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἡ ὅτε ἐπιστεύσαμεν τοῦ γὰρ παρόντος βίου ὑποσυρόμενο κατὰ μικρὸν ἐγγύτερος ὁ τῆς ἀναστάσεως γίνεται καιρός
736ex190rRom.13.11* ἡ καὶ οὕτως ὅτε ἔγνωμεν τῶν ἔργων τὰ ὠφελιμώτερα κοῦφον γέγονε τὸ σωθῆναι ἤπερ ὅτε κατηχούμεθα ἔτι τὸν τῆς πίστεως λόγον οὐ γὰρ ἅμα τῶ πιστεῦσαι εἰς Χριστὸν καὶ τὴν ἀκριβῆ τῶν πρακτέων κατάληψιν ἔχομεν
741190rRom.13.11
742190rRom.13.11
743190rRom.13.12γ ἡ νὺξ προέκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν νύκτα τὸν παρόντα καλεῖ βίον οὐδὲν γὰρ ὀνειράτων διαφέρει ἡμέραν δὲ τὸν μέλλοντα χρόνον διὰ τὸ τὰ κρυπτὰ ἐν αὐτῶι φανεροῦσθαι
744190rRom.13.12-Rom.13.13δ ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτὸς ὡς ἐν ἡμέραι εὐσχημονως περιπατήσωμεν μὴ κώμοις καὶ μέθαις μὴ κοίταις καὶ ἀσελγείαις ἔργα τοῦ σκότους τὰς πονηρᾶς πράξεις φησιν ὅπλα δὲ φωτὸς τὴν ἀρετὴν ὡς μὲν γὰρ ὅπλον ἀσφαλίζεται ὡς δὲ φωτὸς λαμπρύνει
745190rRom.13.13
745Ph190rRom.13.13
746190rRom.13.13
747190rRom.13.13
748190rRom.13.13ε μὴ ἔριδι καὶ ζήλωι εριδα ἐνταῦθα τὸν θυμὸν λέγει ζῆλον δὲ τὴν περιβασκανιαν
749190rRom.13.14ϛ ἂλλ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν τότε τιε ενδυεται τὸν Χριστὸν εἰ οὐδέποτε αὐτοῦ απολειφηειη ἂλλ ἐν δοθεντε καὶ ἔξωθεν κεκόσμηται αὐτοῦ ταῖς ἐντολαῖς
750190rRom.13.14-Rom.14.1ζ καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας τὸν δὲ ασεθενουντα τῆι πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν εἰπὼν μηδεῖν τῆς σαρκὸς ποιεισαθαι πρόνοιαν ἵνα μὴ νομίσῃ τις ὅτι μὴ δὲ ἐν τοῖς ἀναγκαίοις δεῖ ἡμᾶς προνοεῖσθαι τῆς σαρκὸς οἷον ἐν βρώσει ἡ ἐνδύμασιν ἐπάγει εἰς ἐπιθυμίας τουτέστι τὸ μὴ ὑπερβαίνειν τὴν χρείαν οὐκοῦν πρὸς υγειαν προνοητέον οὐ πρὸς ἀσέλγειαν
751190vRom.14.2α ὃς μὲν πιστεύει φάγηι πάντα ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει Ἦσαν τινες ἐξ Ἰουδαίων πιστεύσαντες ἔτι τοῦ νόμου ἐχόμενὸ πολλὰ τῶν βρωμάτων ἐβδελύσσοντο διὰ τὸ μὴ γίνεσθαι δηλοῖ λάχανα ἤσθιον μόνα ἵνα δόξῃ ἐγκρατείας ἂλλ οὐ βδελυγμοῦ είναι ἡ παρατήρησις ἦσαν δὲ καὶ ἄλλοι ἀπὸ Ἰουδαίων πιστοὶ οἱ ἑδραίως πεπιστευκότες οὐ παρετηροῦντο τὰ βρώματα πρὸς τούτους τοιγαροῦν πρὸς τοὺς εἰλικρινεῖς πιστοὺς ἀποτείνων τὸν λόγον τῶν τὰ βρώματα βδελυσσομενων καθάπτεται ἀσθενοῦντας καλῶν τῆι πίστει
751Ph190vRom.14.2
752190vRom.14.2
753190vRom.14.2
754190vRom.14.2
755190vRom.14.2
756190vRom.14.2
756ex190vRom.14.2
757190vRom.14.2
758190vRom.14.2
759190vRom.14.2
760190vRom.14.3-Rom.14.5β ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω καὶ ὁ μὴ ὁ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω ὁ θεὸς γὰρ αὐτον προσελάβετο σύ τις εἰ ὁ κρίνων ἀλλότριον οἰκέτην τῶι ἰδίωι κυρίωι στήκει ἡ πίπτει σταθήσεται δὲ δυνατὸς γὰρ ἐστιν ὁ θεὸς στῆσαι αὐτον ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν ὃς δὲ κρίνει πᾶσαν ἡμέραν εἰκὸς ἦν τινας τῶν συνεχῶς νηστευόντων κατακρίνειν τοὺς μὴ συνεχῶς νηστεύοντας οἷς τὸ κατακρίνειν ἀπαγορεύει ἦσαν γάρ τινες νεωστι πεπιστευκότες καὶ ἐδεδοίκει μὴ ἡ πολλὴ ἔγκλησις τέλεον αὐτοὺς ἀποσχίσῃ τῆς πίστεως ὀργισθέντας ταῖς ἐγκλήσεσι
760Ph190vRom.14.5
761190vRom.14.5γ ἕκαστος ἐν τῶι ἰδίῳ νοῒ πληροφορείσθω οὐ περὶ πάντων φησι τὸ ἕκαστος τῶι ἰδίωι νοῒ πληροφορείσθω ἂλλ ἐπὶ νηστείας μόνον ἕκαστος γὰρ κατὰ τὸν ἴδιον νοῦν πληροφορείσθω ἡ ὅτι καλῶς ποιεῖ νηστεύων {ἀεὶ εἰ /ἀεὶ ἡ ὅτι καλῶς ποιεῖν οὐ νηστευεων ἀεὶ εἰ }* εἰ γὰρ περὶ πίστεως δέξῃ τὸ εἰρημένον τοῦ παντὸς ἐξέπεσες
762190vRom.14.5
762exa190vRom.14.5
763190vRom.14.6δ ὁ φρονῶν τὴν ἡμέραν {κυρίωι φρονεῖ καὶ ὁ ἐσθίων /κυρίωι φρονεῖ καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίωι οὐ φρονεῖ καὶ ὁ ἐσθίων }* κυρίωι ἐσθίει εὐχαριστεῖ γὰρ τῶι θεῶι καὶ ὁ μὴ ἐσθίων κυρίωι οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῶι θεῶι ὁ φρονῶν φησιν ώστε καθ' ἡμέραν νηστεύειν διὰ τὸν κύριον οὕτω φρονεῖ καὶ ὁ φρονῶν ώστε καθ' ἡμέραν μὴ νεστευειν διὰ τὸν κύριον οὕτω φρονεῖ
762exb190vRom.14.6* πᾶν δὲ ὁ διὰ κύριον γίνεται καλὸν ἐστιν ἂλλ ὥστε εἶχον τινες ἡμερῶν παρατηρήσεις καὶ οἱ μὲν αὐτῶν τῶν πιστῶν παρεφυλαττοντο οἱ δὲ οὐ παρεφυλαττοντο ἀμφότεροι ἑνὶ χωρομενοι σκοπῶι τιμῆι τῆι πρὸς τὸν θεὸν ὅ τε γὰρ παραφυλαττόμενος τὴν ἡμέραν οἴεται θεοῦ νόμον πληροῦν ὅτε ἀδιαφορῶν περὶ τοῦτο πᾶσαν ὡς ὑπο θεοῦ γινομένην ἡμέραν δι' ὁμοίας ἔχει τιμῆς
763Ph190vRom.14.6
764190vRom.14.6
765191rRom.14.7-Rom.14.9α οὐδεὶς γὰρ ἡμῶν ἑαυτῶι ζῆ καὶ οὐδεὶς ἑαυτῶι ἀποθνήσκει εάν τε γὰρ ζῶμεν τῶι κυρίωι ζῶμεν εάν τε ἀποθνήσκωμεν τῶι κυρίωι ἀποθνήσκομεν εάν τε οὖν ζῶμεν εάν τε ἀποθνήσκωμεν τοῦ κυρίου ἐσμεν εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ οὐδείς φησιν ἡμῶν ἑαυτῶι ζῆ ἔχομεν γὰρ κύριον ὧι καὶ ζῶμεν εὰν ζῶμεν ὧι καὶ ἀποθνήσκομεν εὰν ἀποθνήσκωμεν εἰ οὖν τῶι κυρίωι διαφέρει ἡμῶν ἡ ζωὴ καὶ ὁ θάνατος αὐτος οἰκονομήσει τὰ καθ' ἡμᾶς καὶ οὐ χρεία κρίνειν τὸν πλησίον ἡ ἐξουθενεῖν
766191rRom.14.9* ζωῆς γὰρ αὐτος καὶ θανάτου μόνος ἔχει τὴν ἐξουσίαν
767191rRom.14.9
768191rRom.14.9
769191rRom.14.9
770191rRom.14.10-Rom.14.13β σὺ δέ τι κρίνεις τὸν ἀδελφόν σου ἡ καὶ σύ τι ἐξουθενεῖς τὸν ἀδελφόν σου πάντες γὰρ παραστησόμεθα τῶι βήματι τοῦ Χριστοῦ γέγραπται γὰρ ζῶ ἐγὼ λέγει κύριος ὅτι ἐμοι κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῶι θεῶι ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῶι θεῶι μηκέτι οὖν ἀλλήλους κρίνωμεν τοὺς δύο διορθοῦται τόν τε ὀλιγόπιστον φησι καὶ τὸν ἐδραῖον τῆι πιστι καὶ πρὸς μὲν τὸν ολογοπιστον φησι τι κρίνεις τὸν ἀδελφόν σου ἐπὶ τῆι αδιαφοριαι τῶν βρωμάτων
771191rRom.14.13* πρὸς δὲ τὸν ἐδραῖον τῆι πίστει
772191rRom.14.13
773191rRom.14.13* τὸ σύ τι ἐξουθενεῖς τὸν ἀδελφόν σου ἐπὶ τῆ τῶν βρωμάτων παρατηρήσει εἰ γὰρ τῶι Χριστῶι πάντες παραστησόμεθα καὶ αὐτος ἡμᾶς καὶ οὐχ ὁ νόμος τὰς εὐθύνας ἀπαιτεῖ αὐτω μᾶλλον πιστεον οὐχὶ τῶι νόμωι
774191rRom.14.13
775191rRom.14.13
776ex191rRom.14.13
777191rRom.14.13
778191vRom.14.13α ἀλλὰ τοῦτο κρίνατε μᾶλλον τὸ μὴ τιθέναι πρόσκομμα τῶι ἀδελφῶι ἡ σκάνδαλον πάλιν ασυμβουληι τοὺς δύο διορθοῦται ἀπέχεσθαι τούτων ἃ σκανδάλου πρόφασις τῶ πλησίον γίνεται καὶ γὰρ καὶ ὁ τέλειος ἐσκανδαλίζετο τῆι τῶν βρωμάτων παρατηρήσει τοῦ πλησίον καὶ ὁ τὰ βρώματα παραιτούμενος τῆι σφοδρᾶι ἐπιπλήξει τοῦ εἰλικρινῶς πιστοῦ
779191vRom.14.13
779Ph191vRom.14.13
779exa191vRom.14.14β οἶδα καὶ πέπεισμαι ἐν κυρίωι Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ εἰ μὴ τῶι λογιζομένωι τι κοινὸν είναι ἐκείνωι κοινόν ἵνα μὴ λέγηι τις σύ τις ὧν ἀντινομοθετεῖς Μωσῇ τὸν Μωσέως δεσπότην εἰς μέσον παρηγαγε διό φησιν ἐν Χριστῶι Ἰησοῦ
779exb191vRom.14.14* οὐδὲν κοινὸν δι' ἑαυτοῦ τῆι φύσει τουτέστιν ἀκάθαρτον
779exc191vRom.14.14* ἡ δι' αὐτοῦ τουτέστι τοῦ θεοῦ οὐδὲν κοινόν
780191vRom.14.14* ἤτοι διὰ τήν νυν δοθεῖσάν φησιν χάριν παρ' αὐτοῦ οὐδὲν φύσει κοινὸν ἀλλὰ ποτης προαιρέσεως τοῦ μετιόντος γίνεται κοινὸν ὅθεν καὶ ἐκείνῳ μόνον γίνεται κοινὸν οὐχὶ δὲ καὶ πᾶσιν τοῦτο δέ φησιν λυων τὰς νομικὰς παρατηρήσεις
781191vRom.14.14
782191vRom.14.14
783ex191vRom.14.15-Rom.14.16γ εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται οὐκέτι κατὰ ἀγάπην περιπατεῖς μὴ τῶι βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὐ Χριστὸς ἀπέθανεν μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθον ὦ δὲ συμβουλεύει καὶ τοὺς πιστοὺς ἀπέχεσθαι βροματων διὰ τὴν τῶν ὀλιγοπίστων συγκατάβασιν
783191vRom.14.16* μὴ γὰρ ἐπειδὴ πάντα σὺ ἐσθίεις πιστὸς ὧν ἐγκαλῶν σφοδρῶς ἐκείνωι ἐκβάλῃς αὐτον τέλεον τῆς πίστεως καὶ γὰρ καὶ ὑπὲρ αὐτοῦ Χριστὸς ἀπέθανεν ὅθεν ὀφείλεις οἰκονομικῶς συγκαταβαίνειν αὐτω
784191vRom.14.16* ἐγκαλῶν γὰρ καὶ ἀεὶ φιλονεικῶν πρὸς αὐτον διὰ τὴν τήρησιν τῶν βρωμάτων οὐ μόνον αὐτον φιλονεικότερον ποιεῖς ἀλλὰ καὶ πρόφασιν δίδως τοῖς ἔξωθεν βλασφημεῖν ἡμῶν τὴν πίστιν διὰ τὰς τοιαύτας μάχας ἀγαθον γὰρ τὴν πίστιν φησιν
785191vRom.14.16
785ex191vRom.14.16
785Ph191vRom.14.16
786191vRom.14.17-Rom.14.18δ οὐ γὰρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίωι ὁ γὰρ ἐν τούτοις δουλεύων τῶι Χριστῶι εὐάρετος τῶι θεῶι καὶ δόκιμος τοῖς ἀνθρώποις παῦσαι βούλεται ἐκείνους τῶν ἐγκλήσεων οὕτω φησιν οὐ διὰ βρώσεως ἡ πόσεως ἔχομεν εἰσελθεῖν εἰς τὴν τοῦ θεοῦ βασιλείαν
786Ph191vRom.14.18
787191vRom.14.18* ἀλλὰ διὰ δικαιοσύνης καὶ εἰρήνης καὶ χαρᾶς ἤτοι δι' ἐναρέτου πολιτείας καὶ διὰ τῆς πρὸς ἀδελφοὺς εἰρήνης καὶ ἀγάπης καὶ διὰ τῆς ὁμονοίας τῆς πρὸς ἀλλήλους χαρὰ ἐπειδὴ δὲ ἑνὶ εἰρήνη καὶ χαρὰ καὶ ἐπὶ αἰσχροῖς προστίθησι ἐν πνεύματι ἁγίωι
787Ph191vRom.14.18
788191vRom.14.18* καὶ ἐπειδὴ ἑνὶ διὰ κενοδοξίας ἐγκαλεῖν καὶ οὐ διὰ φόβον ἡ δι' ἀγάπην θεοῦ δουλυειν τῶι Χριστῶι επεγαγεν ὁ γὰρ ἐν τούτοις δουλεύων τῶι Χριστῶι εὐάρεστος τῶι θεῶι καὶ δοκινος τοῖς ἀνθρώποις
789191vRom.14.18* καὶ γὰρ οἱ ἄνθρωποι θαυμάσουσιν ὁρῶντες εἰρήνην ἔχοντα καὶ χαρὰν εἴπερ φιλονεικίαν διὰ τὰ βρώματα
790191vRom.14.18
791192rRom.14.19-Rom.14.20α ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ ἐπεὶ οὖν οὐκ οἰκοδομεῖς φησι ἐγκαλῶν ἀεὶ ἀλλὰ καὶ καταλύεις καὶ ἦν ἔχει πίστιν διὰ τὰ βρώματα καλὸν ειρητνην κατο συγκαταβαίνειν εἰς τοῖς ἀσθενέσι διὰ ταύτης γὰρ ἐστι καὶ εἰς ἀλλήλους οἰκοδομὴ μὴ τοινθν ἕνεκεν βρώματος ἀποστῆναι τέλεον τῆς πίστεως παροξυνης
792ex192rRom.14.20* ἦν ὁ θεὸς διὰ τοῦ σταυροῦ ᾠκοδόμησε καὶ ἔσῃ ὡς καταλύων σὺ δὲ τὴν οἰκοδομὴν τοῦ θεοῦ
793192rRom.14.20
794192rRom.14.20β πάντα μὲν καθαρὰ ἀλλὰ κακὸν τῶι ἀνθρώπωι τῶι διὰ προσκόμματος ἐσθίοντι πάντα μέν φησι καθαρὰ ἂλλ οὐδὲν ὠφέλησας τῶι μετὰ κακοῦ συνειδότος ἐσθίοντι οὐ γὰρ τὸ φαγεῖν ποιεισε καθαρὸν ἂλλ ἡ γνώμη μετὰ γὰρ καθατον συνειδότος ἐσθίεις
795192rRom.14.21γ καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ὧι ὁ ἀδελφός σου προσκόπτει ἡ σκανδαλίζεται ἡ ἀσθενεῖ ἐνταῦθα δικασκει μὴ καθάπτεσθαι τοῦ ἀσθενοῦντος ἀλλὰ καὶ συγκαταβῆναι αὐτῶι καὶ μήτε κρέα φαγεῖν μήτε πιεῖν οἶνον κἂν ὰλλ ὅτι δέοι διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ σου μεγίστην γὰρ ἔχει συγκαταβάσεως ἀφορμὴν ἡ αὐτοῦ ἀσθένεια
796192rRom.14.21
797192rRom.14.22δ σὺ πίστιν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ πίστιν ἐνταῦθα τὴν περὶ τῶν βρωμάτων λέγει καὶ γὰρ περὶ δογμάτων ὁμολογεῖσθαι πᾶσιν οφελει
798192rRom.14.22ε μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ὧι δοκιμάζει ἐπειδὴ εἶπεν κατὰ σεαυτὸν ἔχε τὴν περὶ τῶν βρωμάτων τὴν πίστιν φησιν ὅτι κἂν πάντες σε μέμφωνται οἰκονομικῶς τι ποιοῦντα ἡ διὰ σωτηρίαν ἀδελφοῦ τὸ δὲ σὸν συνειδὸς οὐ κατακρινεισε μακάριος εἰ τοῦτο δὲ οὐ περὶ πάντων δεῖ ἐκλαβεῖν ἂλλ ἐπὶ τῆς ὧι ἂν δοκιμάσῃ οἷον τοῦ φαγεῖν τόδε ἡ μὴ φαγεῖν ειςι γὰρ πολλοὶ κε κατακρίνοντες ἑαυτοὺς καὶ σφόδρα πλημμελουντες οὗτοι δὲ πάντων εἰσιν αθλιωτεροι
798Ph192rRom.14.22
799192rRom.14.23ϛ ὁ δὲ διακρινόμενος εὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως πᾶν δὲ ὁ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστιν ὁ διακρινόμενος φησι κατακέκριται ἐὰν φάγῃ οὐκ ἐπειδὴ ἀκάθαρτον ἂλλ ἐπειδὴ οὐκ ἐκ πίστεως οὐ γὰρ ἐπίστευσεν ὅτι καθαρὸν ἐστιν ἂλλ ὡς καθαρτου ἥψατο ἐξ ανακης ἡ αἰδοῦς καὶ λοιπὸν αὐτω πρόφασις γέγονε κατακρίσεως εἶτα κατὰ ἀποφασιν λέγει ὅτι πᾶν ὁ ἐάν τις ποιῇ οὐκ ἐκ πίστεως ἁμαρτάνει δεικνὺς διὰ τούτου καὶ βλάβην ὅσην ἐργάζονται αναγκαζοντες καὶ μὴ πειθοντες απτεσυαι τῶν τέως δοκούντων αὐτοῖς ἀκαθάρτων ἵνα κἂν διὰ τούτου αποσχωνται τουτέστι πληττειν
800192vRom.16.24-Rom.16.26α τῶι δὲ δυναμένωι ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου φανερωθέντος δέ νυν διά τε γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αιωνου θεοῦ εἰς υποακοην πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος μόνωι σοφῶι θεῶι διὰ Ἰησοῦ Χριστοῦ ὧι ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν τὸ ὑπερβατον τῶι δεδυναμενωι ὑμᾶς στηρίξαι μόνῳ σοφῶι θεῶι στηρίξαι δέ πως διὰ Ἰησοῦ Χριστοῦ αὐτῶι ἡ δόξα εἰς τοὺς αἰῶνας
807192vRom.16.26* μόνωι δέ φησι θεῶι πρὸς ἀντιδιατολην τῶν ψευδων ὑμῶν θεῶν οὐ τοῦ Χριστοῦ ἡ τοῦ πνεύματος κατὰ τὸ εὐαγγέλιόν μου δὲ εἰπὼν ἐπήγαγε καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ
801192vRom.16.26
801ex192vRom.16.26
802192vRom.16.26* τὸ ἀξιοπιστον δεικνὺς τοῦ κηρύγματος ἀπ' αὐτοῦ τοῦ κερυξαντος ὁ Χριστὸς γὰρ αὐτο ἐκήρυξέ φησιν
803192vRom.16.26
803ex192vRom.16.26
803Pha192vRom.16.26
803Phb192vRom.16.26
804192vRom.16.26
805192vRom.16.26
806192vRom.16.26
808192vRom.16.26
808exa192vRom.16.26
808exb192vRom.16.26
809192vRom.16.26
810192vRom.16.26
811192vRom.15.1-Rom.15.2β ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν ἕκαστος ἡμῶν τῶ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθον πρὸς οἰκοδομήν δυνατὸς εἰ καὶ πιστὸς λαβέτω σου πεῖραν ὁ ἀσθενὴς διὰ συγκαταβάσεως δεῖ γὰρ ἕκαστον ἡμῶν τῶι πλησίον ἀρέσκειν ἂλλ ἐπειδὴ ἀρέσκειν ἑνὶ καὶ ἐπὶ κακοῖς προσέθηκεν εἰς τὸ ἀγαθον πρὸς οἰκοδομὴν τοῦτο γὰρ εἶπον ποιῶν οικοδομησας αὐτον καὶ ἀνωρθώθη
812192vRom.15.3γ καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῶι ἤρεσεν εἰ γὰρ ὁ Χριστός φησιν ἠθέλησεν τὸ ἑαυτοῦ σκοπεῖν οὐκ ἂν ἔπαθεν εξην γὰρ αὐτον μὴ ὑβρισθῆναι
812ex192vRom.15.3* εξην μὴ ὀνειδισθῆναι μὴ παθεῖν ἅπερ ἔπαθεν ἂλλ οὐκ αὐτῶι ἤρεσεν οὐδε τοῦ ιδιοου ἐφρόντισεν ἀλλὰ τὸ ἡμέτερον σκοπήσας τὸ ἑαυτοῦ παρειδεν καὶ ὑβρίσθη καὶ πονηρὰν παρὰ πολλοῖς ἔλαβε δόξαν ἀσθενὴς είναι νομισθεις ὅπερ οὐκ ἂν ἐγένετο ειτο ἑαυτοῦ ἐζήτησέν
813192vRom.15.3δ ἀλλὰ καθὼς γέγραπται οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμε δείκνυσιν οὐ μόνον τὸν Χριστὸν ονειδισθεντα ἀλλὰ καὶ τὸν πατέρα ὁ δὲ λέγει τοιοῦτὸν ἐστιν οὐδὲν συνεκβαινον οἱ γὰρ ἐν τῆι παλαιᾶι ὀνειδίσαντες σε θεὲ πάτερ οὗτοι κατ' ἐμοῦ τοῦ σου παιδὸς εμανησαν
814192vRom.15.4 ὅσα γὰρ προεγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη
815192vRom.15.4 ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γαρφῶν τὴν ἐλπίδα ἔχωμεν
816192vRom.15.5 ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δώιη ὑμῖν τὸ αὐτο φρονεῖν ἐν ἀλλήλοις
817192vRom.15.5 κατὰ Χριστὸν Ἰησοῦν
818192vRom.15.6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
819192vRom.15.7 διὸ προσλαμβάνεσθε ἀλλήλους
820192vRom.15.7 καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν θεοῦ
821193rRom.15.8α λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ αληθεαις θεοῦ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων τοῖς δὲ Ἰουδαΐζουσιν ἐγκαλεὶ καί φησιν ὁ Χριστὸς ἐλθὼν συνέπραξε τῶι πατρὶ εἰς τὸ τὰς παρ' αὐτοῦ δοθείσας τοῖς ἀμφὶ τὸν Ἀβραὰμ ἐπαγγελίας εἰς πέρας ἐλθεῖν συνέπραξε δὲ τὸν νόμον πάντα πληρώσας καὶ περιτμηθεὶς τοῦτο γὰρ ἐστιν ὁ λέγει διάκονον περιτομῆς γεγενῆσθαι τουτέστι καὶ αὐτος περιτμηθεὶς ἵνα καὶ ταύτῃ βεβαιώσῃ καὶ πληρώσῃ τὸν νόμον
821Ph193rRom.15.8
821ex193rRom.15.8
822193rRom.15.8* ὑπὲρ τοῦ ἀληθεῦσαι τὸν ἐπαγγειλάμενον πρὸς Αμρααμ πατέρα ἐν τῶ σπέρμα τι σου ἐν εὐλογηθήσονται πάντα τὰ ἔθνη
822Ph193rRom.15.8
823193rRom.15.8
824193rRom.15.9-Rom.15.12β τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεὸν καθὼς γέγραπται διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι καὶ τῶι ὀνόματι σου ψαλῶ καὶ πάλιν λέγει εὐγφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ πάλιν αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη καὶ ἐπαινέσατε αὐτον πάντες οἱ λαοὶ καὶ πάλιν Ἠσαΐας λέγει ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί τοῖς ἐξ ἐθνῶν πιστοῖς διαλέγεται οἱ μάλιστα ἐπέκειντο τοῖς παρατηρουμένοις τὰ βρώματα Ἰουδαίοις
824ex193rRom.15.12
825193rRom.15.12* διὸ καὶ τὴν μαρτυρίαν φέρει δεικνὺς ὅτι συνῆφθαι δεῖ τοὺς ἐξ Ἰουδαίων τοὺς ἐξ ἐθνῶν
826193vRom.15.12α καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ' αὐτῶι ἔθνη ἐλπιοῦσιν ιστεον ὅτι τὸ Καὶ παρέλκεται λέγει γὰρ οὕτως εστα ἡ ῥίζα τοῦ Ἰεσσαὶ τοιαύτη ὁ ἀνιστάμενος φησιν ἄρχειν ἐθνῶν ἐπ' αὐτῶι ἔθνη ἐλπιοῦσιν
827193vRom.15.12
828193vRom.15.13β ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρῶσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῶι πιστεύειν εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῆι ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου ἐπεύχεται αὐτοῖς μεθ' ὑπερβολὴ ἔχειν τὴν ἐλπίδα τῆς πίστεως εἰς τὸ περισσεύειν γάρ φησιν ἐν τῆι ἐλπίδι
829193vRom.15.14 πέπεισμαι δὲ ἀδελφοί μου καὶ αὐτος ἐγὼ περὶ ὑμῶν
829Ph193vRom.15.14
830193vRom.15.14 ὅτι καὶ αὐτοὶ μεστοὶ ἐστε ἀγαθωσύνης
831193vRom.15.14 πεπληρωμένοι πάσης γνώσεως
832193vRom.15.14 δυνάμενοι καὶ ἄλλους νουθετεῖν
833194rRom.15.15 τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀδελφοὶ ἀπὸ μέρους ὡς ἐπαναμιμνήσκων ὑμᾶς
833ex194rRom.15.15
833Pha194rRom.15.15
833Phb194rRom.15.15
834194rRom.15.15-Rom.15.16 διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπο τοῦ θεοῦ εἰς τὸ είναι με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη
835194rRom.15.16 ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν
836194rRom.15.16 εὐπρόσδεκτος
837194rRom.15.16 ηγιαμενη ἐν πνεύματι ἁγίωι
838194rRom.15.17-Rom.15.19α ἔχω οὖν καύχησιν ἐν Χριστῶι Ἰησοῦ τὰ πρὸς τὸν θεὸν οὐ γὰρ τολμήσω λαλεῖ τι ὧν οὐ {κειργασατο /κατειργάσατο }* Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγωι καὶ ἔργωι ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει πνεύματος θεοῦ καυχῶμαι τοιγαροῦν οὐκ ἐν ἐμαυτῶι φησιν οὐδε ἐν σπουδῆι ἐμῆι ἂλλ ἐν Χριστῶι ἐν τοῖς πράγμασι τοῖς ἀνήκουσι καὶ διαφέρουσι τῶι θεῶι καὶ πατρί
838Ph194rRom.15.19
839194rRom.15.19
840194rRom.15.19
841194rRom.15.19
842194rRom.15.19β ώστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ διὰ τοῦτο εἰπὼν ἀπὸ Ἱερουσαλὴμ επγγαγε καὶ κύκλωι ἵνα δείξῃ ὅτι μὴ τὴν κατ' εὐθείαν ὁδὸν επευρετο ἀλλὰ κύκλῳ περηει τὰ πέριξ τῶν ἐθνῶν οὐκ εἶπεν δὲ κηρύξαι ἂλλ ὁ μεῖζον ἦν πεπληρωκέναι
843194rRom.15.20γ οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός φιλοτιμία δέ μοι ἦν φησιν ἐκεῖ εὐαγγελίζεσθαι ἔνθα οὔπω ἦν ὀνομασθεὶς ὁ Χριστός
843ex194rRom.15.20* οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός οὐχ ὡς ἀπευχόμενος τῶν λοιπῶν ἀποστόλων τὴν κοινωνίαν ἂλλ ὡς ἄδικον κρίνων τὴν τῶν ἀλλοτρίων ἔργων ὑφαρπάζειν δόξαν
844194vRom.15.20-Rom.15.21 ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ ἀλλὰ καθὼς γέγραπται
845194vRom.15.21 οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἱ οὐκ ἀκηκόασι συνήσουσι
846194vRom.15.22 διὸ καὶ ἐνεκοπτομην
847194vRom.15.22 τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς
848194vRom.15.23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις
849194vRom.15.23 ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν
850194vRom.15.24 ὡς εὰν πορεύωμαι εἰς τὴν Σπανίαν ἐλεύσομαι πρὸς ὑμᾶς ἐλπίζω γὰρ διαπορευόμενος θεάσαθαι ὑμᾶς
851194vRom.15.24 καὶ ἀφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ εὰν ὑμῶν πρῶτον
852194vRom.15.24 ἀπὸ μέρους ἐμπλησθῶ
853194vRom.15.25-Rom.15.27α νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινα ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλὴμ εὐδόκησαν γὰρ καὶ ὀφειλέται αὐτῶν εἰσιν εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς ἐπειδὴ εἶπεν μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις ἔρχομαι πρὸς ὑμᾶς ἤμελλε δὲ ἔτι βραδύνειν λέγει τὴν αἰτίαν τῆς ἔτι μελλήσεως
854194vRom.15.27
855194vRom.15.27* λέγει τὴν αἰτίαν τῆς ἔτι μελλήσεως πορεύομαι γάρ φησιν ἐν Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις θέλοντες αὐτοὺς τοῦτο προτρέψασθαι ἵνα ὁμοίως τοῖς ἄλλοις πέμψαι καὶ αὐτοὶ τὴν διακονίαν τοῖς ἐν Ἱερουσαλὴμ καὶ τοὺς πέμποντας
856194vRom.15.27* φησι κοινωνίαν δὲ καλεῖ τὴν ἐλεημοσύνην καθὸ αὐτοὶ μὲν χρήματα οἱ δὲ ἅγιοι τὴν πρὸς θεὸν παρρησίαν εισφερουσιν
857194vRom.15.27
858194vRom.15.27
859194vRom.15.27* εἶπεν δὲ κοινωνίαν ἐν τοῖς πνευματικοῖς λειτουργίαν φησι τοῖς σαρκικοῖς ενταξει διακονῶν αὐτοὺς τιθεὶς τῶν ἁγίων φόρους τελούντων ὡς βασιλεῦσιν διὸ καὶ ὀφειλέτης αὐτοὺς εκαλσεν
860195rRom.15.28 τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς
861195rRom.15.28 τὸν καρπὸν τοῦτον ἀπελεύσομαι δι' ὑμῶν
862195rRom.15.28 εἰς τὴν Ισπασιαν
863195rRom.15.29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι
863ex195rRom.15.29
864195rRom.15.30α παρακαλῶ δὲ ὑμᾶς ἀδελφοὶ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος νυν υἱοῦ καὶ πνεύματος ἐμνήσθη οὐκέτι δὲ καὶ πατρὸς ἵνα ὅτε πατρὸς καὶ υἱοῦ μέμνηται μὴ θορυβηθῇς διά τι μὴ καὶ τοῦ πνεύματος ἐμνήσθη ἀδιαφόρως γὰρ οὕτως τὴν ἁγίαν τίθησι τριάδα
865195rRom.15.30 συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν
866195vRom.15.31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῆι Ἰουδαίαι
867195vRom.15.31 καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλήμ
868195vRom.15.31 εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις
869195vRom.15.32 ἵνα ἐν χαρὰ ἔλθω πρὸς ὑμᾶς
870195vRom.15.32 διὰ θελήματος θεοῦ
871195vRom.15.32 καὶ συναναπαύσωμαι ὑμῖν
871Ph195vRom.15.32
872195vRom.15.33 ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν ἀμήν
873195vRom.15.33
874195vRom.16.1-Rom.16.2α συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεχρεαις ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίωι ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῆι ἐν ὧι ἂν ὑμῶν χρηζη πράγματι καὶ γὰρ αυτὴ προστάτις πολλῶν ἐγενήθη καὶ αὐτοῦ ἐμοῦ διπλὴν δέδωκεν αὐτῆι θεραπείας ἀφορμὴν καὶ τὸ διὰ τὸν κύριον αὐτὴν δεχθηναι καὶ τὸ είναι ἁγίαν τὸ γὰρ ἐν κυρίωι ἡ διὰ τὸν κύριον δηλοῖ ἡ κατὰ κύριον τὸ δὲ ἀξίως τῶν ἁγίων ὃν τρόπον φησιν πρέπει ἁγίους δέχεσθαι
875195vRom.16.2* οὐκ εἶπεν δὲ ὅτι ἀπαλλάξατε αὐτὴν ἐκ τῶν ἐπικειμένων ἀλλὰ παραστῆτε τουτέστι τὰ παρ' ὑμῶν εἰσενέγκατε καὶ χεῖρα ὀρέξατε
876195vRom.16.2
877195vRom.16.3 ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῶι Ἰησοῦ
878196rRom.16.4 οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ
879196rRom.16.4 ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν
880196rRom.16.5 καὶ τὴν κατ' οἶκον αὐτῶν ἐκκλησίαν
881196rRom.16.5 ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου ὃς ἐστι ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν
882196rRom.16.6 ἀσπάσασθε Μαριάμ
883196rRom.16.6 ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς
884196rRom.16.7 ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου
885196rRom.16.7 οἵτινὲς εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις
886196rRom.16.7 οἱ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῶι
887196rRom.16.8 ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν κυρίωι
888196rRom.16.9 ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῶι καὶ Στάχυν τὸν ἀγαπητόν μου
889196rRom.16.10 ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῶι
890196vRom.16.10 ἀσπάσασθε τοὺς ἐκ τῶν Αριστοβολυ
891196vRom.16.11 ἀσπάσασθε Ηρωδιωνα τὸν συνγγενη μου ἀσπάσασθε τοὺς ἐκ τῶν Νακρίσσου τοὺς ὄντας ἐν κυρίωι
891Ph196vRom.16.11
892196vRom.16.12 ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίωι
893196vRom.16.12 ἀσπάσασθε Περσίδα τὴν ἀγαπητὴν ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίωι
894196vRom.16.13-Rom.16.14 ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίωι καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ ἀσπάσασθε Ἀσύγκριτον Φλέγοντα Ἑρμᾶν Πατρόβαν Ἑρμῆν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς
895196vRom.16.15 ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ
895Ph196vRom.16.15
896196vRom.16.15 καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους
897196vRom.16.16α ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίωι ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ νυν πάντας ἀναμὶξ τίθησιν ἵνα μή τις λύπη γένηται τοῖς μὴ ὀνομαστὶ μνημονευθεῖσιν
898196vRom.16.16* ἐν φιλήματι δὲ ἁγίωι
899196vRom.16.16* φησι ἑνὶ γὰρ καὶ μὴ ἅγιον εἰς τοῦτο ὑμᾶς εἰπὼν ἐκοινοποίησεν ἅπαντας
900197rRom.16.17 παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί
901197rRom.16.17 σκοπεῖν τούς
902197rRom.16.17 τὰς διχοστασίας
903197rRom.16.17 καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἦν ὑμεῖς ἐμάθετε ποιοῦντας καὶ ἐκκλίνατε ἀπ' αὐτῶν
904197rRom.16.18α οἱ γὰρ τοιοῦτοι τῶι κυρίωι Ἰησοῦ Χριστῶι οὐ δουλεύουσιν ἀλλὰ τῆι ἑαυτῶν κοιλίαι αἱ αἱρέσεις πᾶσαι καὶ τὰ σκάνδαλα φησιν ἀπὸ τοῦ δουλεύειν πάθεσι καὶ γαστρὶ γίνονται διό φησιν ὅτι οὐ δουλεύουσι Χριστῶι ἀλλὰ κοιλίαι δοκεῖ δὲ τοὺς ἐξ Ἰουδαίων αἰνίττεσθαι καὶ γὰρ Ἰουδαίων πάντες ὡς γαστριμάργων κατηγοροῦσιν
905197rRom.16.18
906197rRom.16.18 καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων
907197rRom.16.19 ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο
908197rRom.16.19 χαίρω οὖν τὸ ἐφ' ὑμῖν
909197rRom.16.19
909ex197rRom.16.19β θέλω δὲ ὑμᾶς σοφοὺς μὲν είναι εἰς τὸ ἀγαθον ἀκεραίους δὲ εἰς τὸ κακόν τουτέστιν φρονήσει μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ' ἑτέρων ἀδικεῖσθαι ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπιβουλεύειν
910197rRom.16.20 ὁ δὲ θεὸς τῆς εἰρήνης
911197rRom.16.20 συντρίψει
912197rRom.16.20 τὸν σατανᾶν ὑπο τοὺς πόδας ὑμῶν ἐν τάχει
913197rRom.16.20 ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν
914197vRom.16.21 ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος
915197vRom.16.21 οἱ συγγενεῖς μου
916197vRom.16.22 ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίωι
917197vRom.16.23α ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς ἐκκλησίας ὅλης τουτέστιν ὁ ξενοδοχοσμου ὃς καὶ πᾶσιν ἐξενοδόχει τὴν ἐκκλησίαν διὸ καὶ πολὺς ὁ ἔπαινος
918197vRom.16.23 ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφος
919197vRom.16.24 ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
920197vRom.16.24 μετὰ πάντων ὑμῶν ἀμήν