A Transcription of Romans in 1919

UnitPageVersesAttributionsBiblicalComment
11rRom.None.None-Rom.1.1 Παῦλος Τὸ ἀποῦσι γράφειν αἴτιον τοῦ κεῖσθαι αὐτοῦ τὸ ὄνομα διὰ τοῦτο δὲ ἀπὸ Σαύλου εἰς Παῦλον μετετέθη ἵνα μὴ δὲ ἐν τοῦτω ἔλαττον τι ἔχοι τοῦ κορυφαίου Πέτρου
1ex1rRom.1.1* ζητητέον οὖν τινος ἕνεκεν αὐτοῦ τὸ ὄνομα ὁ θεὸς Σαῦλον λεγόμενον Παῦλον μετωνομασεν καὶ φαμὲν ὅτι τοῦτο καὶ ἐν τῆ μὲν παλαιὰ καὶ ἐν τῆ καινὴ διαθήκηι πολλαχῶς εὑρήσεις ἐν τῆ μὲν παλαιὰ τὸν μὲν Ἀβραὰμ ὁ λέγεται περατης μετωνομασεν Ἀβραὰμ ὁ ἑρμηνεύεται πατὴρ ὁμοίως καὶ τὴν Σαρραν στειραν οὖσαν ἡνίκα ἔμελλεν τικτειν μετωνομασεν Σαρραν ὁ ἑρμηνεύεται ματηρ ἀλλὰ καὶ τὸν Ἰακὼβ ἡνίκα ἐν τῶ Ἰακὼβ επαλαισεν τῶ αγγελλω μετωνομασεν αὐτον Ἱερουσαλὴμ ὁ ερμενευεται νοῦς ὁρῶν θεὸν καὶ μυρία ἕτερα ὀνόματα καὶ μάλιστα ὅσους ἐξ ἀπιστίας εἰς πσιτιν μετηγαγεν ὁ θεὸς καὶ τῆ μεταθεσει τῶν ὀνομάτων αὐτοὺς ετιμησεν ἐν δὲ τῆ καινὴ διαθήκη ὡς καὶ τῆς παλαιᾶς κύριος ὁ Χριστὸς καὶ τῆς νέας μεσίτης ἐκλεξάμενος τοὺς ἑαυτοῦ αυτοπτας καὶ ὑπηρέτας τὸν μὲν Σίμωνα μετωνομασεν Κηφᾶν ὁ ἑρμηνεύεται Πέτρος Ἰάκωβον δὲ καὶ Ἰωάννην τοὺς υἱοὺς Ζεβεδειου ἐκάλεσεν ὄνομα Βοανεργες τουτέστιν υἱοὺς βροντῆς ἵνα οὖν μὴ δὲ ἐν τοῦτω τῶν ἀποστόλων ἔλαττον ἔχῃ ἀπὸ τοῦ Σαύλου Παῦλον μετωνομασεν {ὅθεν πανταχοῦ /ὅθεν τῶ ον[οματι] τούτωι [εγκαλλωπιζο]μ[ενος] }* τοῦτω τῶ ὀνομασι προτασσει
21rRom.1.1
2ex1rRom.1.1 δοῦλος ἐνταῦθα δὲ εἰπὼν Παῦλος δοῦλος ἐσήμανεν Πολλοὺς τῆς δουλείας τρόπους ένα μὲν τὸν κατὰ τῆς δημιουργίας τρόπον κατὰ τὸ πάντα δουλουσα ἕτερον δοτι τὸ ἔργον τοῦ ποιήσαντος δοῦλὸν ἐστιν καὶ ἕτερον τὸν ἀπὸ τῆς πίστεως ὡς αὐτός που φησιν χάρις δὲ τῶ θεῶ ὅτι ἡ τε δοῦλοι τῆς ἁμαρτίας ὑπηκούσατε δὲ εκκαθαρας καρδίας τοῦ δουλεύειν θεῶ καὶ τῶ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῆ δικαιοσύνη ἕτερον τὸν ἀπὸ τῆς πολιτείας καθω φησι Μωϋσῆς ὁ θεράπων μου τε τελευτηκεν ἐπεὶ οὖν ἐν πᾶσι τοῖς τρόποις τῆς δουλείας δοῦλος ἦν ὁ Παῦλος ἀντὶ μέγιστο ἀξιώματος τοῦτο τίθησι λέγων Παῦλος δοῦλος
31vRom.1.1* τὸ Ἰησοῦ τὸ ἀνθρώπινον δηλοῖ τὴν δὲ τοῦ πνεύματος χρίσιν τὸ Χριστός
3exa1vRom.1.1 Iησου Χριστοῦ ταῦτα ὡς τὰ τῆς οἰκονομίας ὀνόματα προβάλλεται κατωθεν ἀναβαίνων ἄνω καὶ γὰρ τὸ Ιησυς ὄνομα φέρων ὁ ἄγγελος ἦλθεν ἐκ τῶν οὐρανῶν ὅτε ετικτετο ἐκ τῆς παρθένου καὶ Χριστὸς δὲ ἀπὸ τοῦ χρισθηναι λέγεται ὁ καὶ αὐτο τῆς σαρκὸς ἦν καὶ ποιῶ φησιν ἐλαίῳ εκρισθη ἐλαίῳ μὲν οὐκ εχρισθη πνεύματι δὲ οἶδεν δὲ καὶ τοὺς τοιούτους Χριστους καλεῖν τὸ γὰρ προηγουμενον ἐν τῆ κρίσει τὸ πνεῦμὰ ἐστιν δι' οὐ καὶ τὸ ἔλαιον παραλαμβάνεται καί που Χριστους καλεῖ ηγραφη τοὺς μὴ χρισθεντας ἐλαίῳ ὡς ἐν τῶ μὴ ἅπτεσθε φησι τῶν Χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρευεσθε καίτοι γε οὐδε ἡ κατασκευη τοῦ ἐλαίου τῆς χρισεως τὸ τηνικαυτὰ ἦν
41vRom.1.1 κλητὸς ἀπόστολος ευγνωμονως ὁμολογεῖ ὅτι οὐχ ἑκὼν προσῆλθεν ἀλλὰ κληθεὶς οὐκ εἰς πίστιν μόνον ἀλλὰ καὶ εἰς ἀποστολήν
51vRom.1.1 ἀφωρισμένος Άλλος μέν φησιν ἐν ἄλλῳ ἐγὼ δὲ εἰς εὐαγγέλιον ἀφώρισμαι
5Ph1vRom.1.1
61vRom.1.1 εἰς εὐαγγέλιον θεοῦ θεὸν γὰρ ὄντα τὸν Χριστὸν εὐηγγελίζετο τὸν γὰρ πατηρα προηιδεσαν ἐκ τῆς παλαιᾶς
61vRom.1.1* οὐδὲν δέ φησιν ἐρῶ σκυθρωπὸν ὡς οἱ προφῆται ἂλλ εὐαγγελίζομαι θεὸν ἐνηνθρωπηκότα
6ex1vRom.1.1* [ευα]γγελιον αὐτο οὐ [δι]α τὰ γενημενα [αγα]αθα μόνον καλεῖ [αλ]λα καὶ διὰ τὰ μέλλοντα
72rRom.1.1-Rom.1.3 ὁ προεπηγγείλατο διὰ τὴν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυίδ Μηδείς φησι καινοτομεῖν με νομίσῃ πάλαι τοῦτο ἐπήγγελται τὸ Εὐαγγέλιον ὑπό τε νόμου καὶ προφητῶν
7ex2rRom.1.3
7exb2rRom.1.3* ὁ προεπηγγείλατο Ἐπειδὴ καινοτομίαν ἐνεκάλουν τῷ δογματι δείκνυσιν αὐτὸ πρεσβύτερον Ἑλλήνων ὂν καὶ ἐν τοῖς προφήταις προδιαγραφομενον
7exc2rRom.1.3* s Οὐ γὰρ ἔλεγον οἱ προφῆται μόνον ἀλλὰ καὶ ἔγραφον ἅπερ ἔλεγον καὶ οὐκ ἔγραφον μόνον ἀλλὰ καὶ διὰ πραγμάτων ἐτύπουν ὡς Ἀβραὰμ τὸν Ἰσαὰκ ανἄγων καὶ ὁ Μωϋσῆς τὸν ὄφιν ὑψῶν καὶ τὰς χεῖρας ἐκτείνων ἐπὶ τοῦ Ἀμαλὴκ καὶ τὸν ἀμνὸν τοῦ πάσχα θύων
82rRom.1.3
92rRom.1.3
9Ph2rRom.1.3
102rRom.1.3-Rom.1.4 κατὰ σάρκα τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει τουτέστιν αποδεχθεντος κατὰ πνεῦμα ἐν δυνάμει ἁγιωσύνης οὐ χάριτι ὡς οἱ πολλοὶ ἀλλὰ δυνάμει οἰκεία ἦν ἐνήργει ἐν ταῖς θεοσημείαις
10ex2rRom.1.4 τοῦ Δειχθέντος ἀποφανθέντος ὁμολογηθέντος παρὰ τῆς ἁπάντων γνώμης καὶ ψήφου
112rRom.1.4 κατὰ πνεῦμα ἁγιωσύνης καὶ ἐκ τοῦ ἁγίου φησι πνεύματος ὁ παρέχει τοῖς εἰς αὐτον πιστεύουσιν
122rRom.1.4 ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν καὶ ἐκ τῆς ἀναστάσεώς φησιν ἧς αὐτος ἀνέστη καὶ τῆς τοῦ θανάτου καταλύσεως
12Ph2rRom.1.4
132rRom.1.4
142rRom.1.4-Rom.1.5 δι'oυ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως καίτοι τοῦ πνεύματος ἡ ἀποστολὴ αὐτοῦ ὡς ἐν ταῖς πράξεσιν κεῖται ἀλλὰ πάντα κοινὰ οἶδεν τὰ τῆς ἁγίας τριάδος
14Ph2rRom.1.5
152rRom.1.5* καὶ γὰρ οὐ δεῖ πολυπραγμονεῖν γέννησιν καὶ οὐσίαν θεοῦ ἀλλὰ μόνον ὑπακούειν
162rRom.1.5 ἐν πᾶσι τοῖς ἔθνησιν εἰ γὰρ καὶ μὴ αὐτος πάντα περιῆλθεν ἀλλὰ καὶ διὰ τῶν λοιπῶν ἀποστόλων πάντες εὐηγγελίσθησαν
16ex2rRom.1.5* ὅρα πως ἐπαίρει τὸ κήρυγμα εἴγε ὁ μὲν Μωϋσέως νόμος ἑνὶ ἐκήρυττεν ἔθνει τὸ ἡ εὐαγγέλιον εἰς τὰ πέρατα τῆς οἰκίας διὰ δέδοται
172rRom.1.5 ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ οὐχ ἵνα τὴν οὐσίαν αὐτοῦ περιεργαζωνται ἂλλ ἵνα τῶι ὀνόματι αὐτοῦ πιστεύσωσιν
182rRom.1.5-Rom.1.6 ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ τουτέστι μεθ' ὧν ἐθνῶν ὑμεῖς ἐκλήθητε καταστελλων αὐτῶν τὸ φρόνημα ὡσεὶ ἔλεγεν μὴ νομίσητε ὡς βασιλεύουσα πόλις πλέον τι τῶν ἄλλων ἔχειν ἀλλὰ μετὰ τῶν λοιπῶν ἐθνῶν ἐκλήθητε
18ex2rRom.1.6* δύο διὰ τούτου ἐργάζεται καὶ πρὸς αὐτον κολακείας ἐκ τοῦ καθιστησι καὶ τῶν εκειων καταστέλλει τυφον ἀκολουθο ταξας τῶν ἐθνῶν
192rRom.1.6
202rRom.1.6-Rom.1.7 πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ κλητοῖς ἁγίοις πρῶτον τὸ ἀγαπητοῖς τέθεικεν θεοῦ εἶτα τὸ κλητοῖς ἁγίοις δηλῶν ἐκ τῆς ἀγάπης θεοῦ είναι τὸν ἁγιασμον
20ex2rRom.1.7* s πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ κλητοῖς ἁγίοις ἁγίους τοὺς πιστοὺς καλεῖ πάντας
20exb2rRom.1.7* τὸ δὲ κλητοῖς οὐ περιττολογῶν ποιεῖ τρίτον ἡ δύο τεθειους ἀλλὰ βουλόμενος αὐτοὺς τῆς εὐεργεσίας ἀναμιμνησκειν
212rRom.1.7
21Pha2rRom.1.7
21Phb2rRom.1.7
222vRom.1.7 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ οὐδεὶς γάρ φησιν ἐξ ἔργων δύναται σωθῆναι
232vRom.1.7* ἡ δὲ ἀπὸ θεοῦ χάρις καὶ εἰρήνη τὸ βέβαιον ἔχει τὸ δὲ ἀπὸ πατρὸς τὴν υἱοθεσίαν ἐνδείκνυται
242vRom.1.7-Rom.1.8 πρῶτον μὲν εὐχαριστῶ τῶ θεῶ μου ἔδει γὰρ ἐξ εὐχαριστίας προοιμιάσασθαι εὐχαριστεῖν δὲ οὐ μόνον ὑπὲρ τῶν ἰδίων κατορθωμάτων ἀλλὰ καὶ ὑπὲρ τῶν τοῦ πλησίον τοῦτο γὰρ ἀγάπης
252vRom.1.8 διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων {ἡμῶν /ὑμῶν }* [/cap]ἀγάπης σημεῖον τὸν γὰρ ἁπάντων θεὸν ἰδιοποῖεται
262vRom.1.8* οὗτος γὰρ ἡμῖν αἴτιος τῆς εἰς τὸν πατέρα εὐχαριστίας ὁ προσλαβομενος ἡμᾶς καὶ τῶ ἰδίῳ καταλλάξας πρὸς αὐτον αἵματι
272vRom.1.8 ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῶ κόσμῳ οὐκ ἀπεικὸς γὰρ ἦν τὴν γὰρ τῶν Ῥωμαίων πίστιν λαλεῖσθαι παρὰ πάντων
282vRom.1.8-Rom.1.9 μάρτυς γὰρ μου ἐστιν ὁ θεός εἰκοτως τὸν θεὸν ἄγει μάρτυρα αγνωστους γὰρ ἀνθρώπους πείθειν βούλεται
28ex2vRom.1.9* [Ἐπειδὴ  περὶ] ἀδήλου πράγματος ἦν [αὐτῷ  ὁ  λόγος] τοῦτο δὲ ἦν ἡ ἀγάπη [ἡ  εἰς  αὐτοὺς] ἀνθρώπους μηδὲ εἰδοτας αὐ[τον  τούτου] χάριν τὸν Θεὸν ἐπὶ τοῦ [πράγματος  τούτου  μάρ]τυρα καλεῖ
292vRom.1.9Θεοδ(ωρητου) s ὦ λατρεύω οἷον δουλεύω πολλὰ γὰρ εἴδη λατρείας καὶ γὰρ καὶ ὁ προσευχόμενος καὶ ὁ νηστείᾳ χρώμενος καὶ ὁ τοῖς θείοις λογιοις προσέχων καὶ μέντοι καὶ ὁ τῆς τῶν ξένων θεραπείας επιμελουμενος θεῶ λατρεύει ὁ δέ γε θεῖος ἀπόστολος λατρεύειν ἔφησε θεῶ τὸ τοῦ υἱοῦ προσφέρων τοῖς ἔθνεσιν εὐαγγέλιον καὶ λατρεύειν ἐν τῶ πνεύματι τουτέστιν ἐν τῶ διδομένω χαρίσματι ἐκ τούτου δείκνυσι κατὰ τὸ ἀναγκαῖον μεριμνῶν ὑπὲρ αὐτῶν ὡς τὸν λόγον δεξαμένων καὶ δέχεσθαι μελλόντων
302vRom.1.9 ἐν τῶ πνεύματι μου ὅτι οὐ τῆ ἐμὴ σπουδὴ υπερξε μοι τὸ λατρεύειν θεῶ ἀλλὰ τῆ τοῦ πνεύματος χάριτι ἡ ὅτι οὐ σαρκική μου ἐστιν ἡ λατρεία ἀλλὰ πνευματική
312vRom.1.9 ἐν τῶ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ ὁρᾷς ὅτι ἄνω εἰπὼν εἰς εὐαγγέλιον θεοῦ τοῦ Χριστοῦ ἔλεγεν
323rRom.1.9-Rom.1.10 ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου ἀγάπης εἰλικρινοῦς τὸ καὶ μεμνῆσθαι καὶ ἀδιαλείπτως τοῦτο ποιεῖν καὶ μάλιστα ἐν προσευχαῖς
333rRom.1.10 δεόμενος εἰ πως ἤδη ποτε καὶ γὰρ ἐλθεῖν ἠπείγετο καὶ παρὰ τὸ θέλημα τοῦ θεοῦ τοῦτο πρᾶξαι οὐκ ἐβούλετο τὸ δὲ ἤδε ποτε τουτέστιν ὀψέ ποτε ὅπερ ἐστι σφόδρα επειγομένου
343rRom.1.10 εὐοδωθήσομαι ἐν τῶ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς εὐκολίαν φησι σχοίην καὶ ἐπὶ καλῷ τὴν πρὸς ὑμᾶς ὁδόν
353rRom.1.10-Rom.1.11 ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς οὐχ ἁπλῶς δέ φησι καὶ ανονητως ἰδεῖν ὑμᾶς σπουδάζω ἂλλ ώστε χάρισμα μεταδοῦναι λέγει δὲ τὴν διδαχὴν καὶ τὴν κατήχησιν τοῦτο γὰρ τὸ στηριχθῆναι εἰκὸς ἀκμὴν σαλευομένων αὐτῶν
363rRom.1.11 ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν τὸ ἵνα τι μετριάζοντος ἐστιν ὡσεὶ εἶπεν ἵνα μικροντι τὸ δὲ μεταδῶ δηλοῖ ὅτι οὐκ ἐμόν τι δώσω ἂλλ ὅπερ καὶ ἐγὼ ἔλαβον
373rRom.1.11 εἰς τὸ στηριχθῆναι ὑμᾶς οὐ γὰρ μικρὸν χάρισμα τὸ μὴ σαλεύεσθαι τῆ πίστει
37Ph3rRom.1.11
383rRom.1.11-Rom.1.12 τοῦτο δὲ ἐστι {συμπαρακληθῆναι ὑμῖν /συμπαρακληθῆναι ἐν ὑμῖν }* [/cap]ἐπειδὴ στηριγμοῦ ἐμνήσθη ἵνα μὴ λυπήση αὐτοὺς ὡς ὅτι σαλεύονται ἐπάγει τὸ συμπαρακληθῆναι τουτέστιν ἵνα καὶ ἐγὼ ὑμᾶς καὶ ὑμεῖς ἐμε παρακαλέσητε τῆς γὰρ ἀλλήλων φησι δεόμεθα παρακλήσεως διὰ τῆς ἐνούσης ἡμῖν πίστεως σφόδρα δὲ μετριάζει ἑνὶ δὲ καὶ οὕτως νοῆσαι τὴν παράκλησιν ἵνα φησιν ὑμεῖς μὲν εἰς τὴν πίστιν παρ' ἐμοῦ παρακληθῆτε ἐγὼ δὲ εἰς εὐφροσύνην ὁρῶν ὑμᾶς πεπιστευκότας
38ex3rRom.1.12 διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ πολλῶν γὰρ πιστῶν συνοδος μεγίστην ἐργάζεται παράκλησιν
38Ph3rRom.1.12
393vRom.1.12-Rom.1.13 oὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοὶ ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἐκωλύθην εἰ οὖν εὐχὴ ἐλθεῖν τι μὴ παραγίνῃ ἐκωλύθην φησιν
403vRom.1.13 ἄχρι τοῦ δεῦρο οὐκέτι δὲ περιεργάζεται τὴν αἰτίαν τῆς κωλύσεως οὐ γὰρ ἡμῶν ἀπαιτεῖν θεὸν εὐθύνας ὧν κελεύει ἀλλὰ μόνον ὑπακούειν
413vRom.1.13 ἵνα τινα σχῶ καρπὸν καὶ ἐν ὑμῖν πάντως εἴποι τις ἂν διὰ τοῦτο ἐκωλύθης ὅτι οὐ κατὰ θεὸν ἐλθεῖν ηβουλου οὐμενοῦν καρπὸν γὰρ ἔχειν καὶ ἐν ὑμῖν ἤθελον καρπὸν δὲ λέγει τὸ εἰς πίστιν αὐτοὺς έναγαγειν
41Ph3vRom.1.13
423vRom.1.13 [καὶ  ἐν  τοῖς] λοιποῖς ἔθνεσιν τῶ συνάπτειν αὐτοὺς τοῖς λοιποῖς καταστελλεει αὐτῶν τὸ φρόνημα
433vRom.1.13-Rom.1.14 Ἕλλησι τε καὶ βαρβάροις σοφοῖς τε καὶ ἀνοήτοις ὥσπερ φησιν Ἕλλησιν καὶ βαρβάροις οὕτω καὶ ὑμῖν ὀφειλέτης εἰμι
443vRom.1.14 ὀφειλέτης εἰμι οὐδὲν ἴδιον φησι δίδωμι ὀφειλέτης εἰμι πᾶσιν εὐαγγελίσασαι καὶ πληρῶσαι τὴν δοθεῖσάν μοι ἐντολήν
453vRom.1.14-Rom.1.15 οὕτως τὸ κατ' ἐμε πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι ὥσπερ γάρ φησιν Ἕλλησι καὶ βαρβάροις σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμι οὕτως καὶ ὅσον ἧκεν εἰς τὴν ἐμὴν προθυμίαν τε καὶ σπουδὴν καὶ ὑμῖν εὐαγγελίσασθαι χρεωστῶ τὸ γὰρ ὀφειλέτης εἰμι ἀπὸ κοινοῦ δεκτέον
463vRom.1.15-Rom.1.16 οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Xριστό ἐπεὶ δὲ τοῖς ἀπίστοις πολλὰ ἄδοξα δοκεῖ είναι ἐν τῶ Εὐαγγελίῳ οἷον ὁ σταυρὸς ὁ θάνατος ἡ τῶν Ἰουδαίων παροινία τέως αὐτοὺς τοῦτο διδάσκει μηδὲν ἐν αὐτῶι ἄδοξον ὑπονοεῖν καὶ διὰ τοῦτο αισχύνεσθαι εἶτα λοιπὸν προβαίνων καὶ ἐξαίρει τὸ Εὐαγγέλιον
46ex3vRom.1.16και αλλως * ἐπειδὴ πολλοῖς προτερήμασιν οἱ Ῥωμαῖοι μέγα ἐφρόνουν οἷον πλουτῷ δυναστεια σοφία ὑμεῖς μέν φησιν ἐπὶ τούτοις φρονεῖτε ἐγὼ δὲ θεὸν κηρύξων ἔρχομαι ἐν μέσῳ ὑμῶν καὶ οὐκ αἰσχύνομαι διατὶ δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν τῶν δεχομένων
46exb3vRom.1.16* Καίτοι ἀλλαχοῦ φησιν Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ Τίνος οὖν ἐν οἷς οὐ λέγει καυχῶμαι ἀλλ’ οὐκ επαἰσχύνομαι ἐπειδὴ σφόδρα ἐπτοημένοι ἦσαν εἰς τὰ τοῦ βίου πράγματα Ῥωμαῖοι τὴν τῆς οἰκουμένης εχοντης ἀρχὴν αὐτὸς δὲ ἐκήρυττεν Ἰησοῦν τὸν ἐσταυρωμένον διὰ τοῦτο φησὶν οὐκ επαἰσχύνομαι ἐκείνους διδάσκων τέως μὴ ἐπαισχύνεσθαι ᾜδει γὰρ ὅτι ἂν τοῦτο κατορθώσωσιν ταχέως προϊοντες καὶ ἐπὶ τὸ καυχᾶσθαι ἥξουσιν
474rRom.1.16 δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῶ πιστεύοντι καλῶς τὸ εἰς σωτηρίαν ἑνὶ γὰρ καὶ εἰς τιμωρίαν δύναμις θεοῦ εἰς σωτηρίαν δὲ οὐ παντὶ ἀλλὰ τῶ πιστεύοντι τοῖς γὰρ ἀπειθοῦσι κόλασιν ἀπειλεῖ τὸ Εὐαγγέλιον
47Ph4rRom.1.16
484rRom.1.16 Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι ῥήματος μόνον τιμὴ τὸ πρῶτον οὐ χάριτος πλεονασμός
48ex4rRom.1.16* Ἐνταῦθα τὸ πρῶτον οὐκ ἀξιώματος ὄνομα ἀλλὰ τάξεως σημασία ὥσπερ καὶ ἐπὶ τῶν δεχομένων τὴν τοῦ βαπτίσματος χάριν οὐχ ὁ πρῶτος πλεονεκτεῖ τοῦ δευτέρου ἢ τοῦ τρίτου ἢ τοῦ ἐσχάτου
494rRom.1.16-Rom.1.17 δικαιοσύνη γὰρ θεοῦ ἵνα γὰρ μὴ σωτηρίαν καὶ δικαιοσύνην ἀκούων ἐνταῦθα μόνον αὐτὴν συμβαίνειν νομίσῃς ἐπάγει τὸ ἀποκαλύπτεται ὅπερ καὶ τὴν ἐκεῖ δηλοῖ ὥς νυν αὐτῆς μὴ πάσης πεφανερωμένης
49Ph4rRom.1.17
504rRom.1.17 ἐν αὐτω ἀποκαλύπτεται τῶι Εὐαγγελίῳ δῆλον ὅτι
50Pha4rRom.1.17
50Phb4rRom.1.17
514rRom.1.17 ἐκ πίστεως εἰς πίστιν καθὼς γέγραπται ἀπὸ πίστεως ἄρχεται καὶ εἰς τὸν πιστεύσαντα λήγει ἡ ὅτι ἐκ πίστεως ἄρχεται καὶ εἰς πίστιν ὀφείλει λήξαι ὡς οὐκ ὀφειλοντων ἡμῶν ἅπαντα τὰ ἐν αὐτω περιεργάζεσθαι
51exa4rRom.1.17* s ἐκ πίστεως εἰς πίστιν καθὼς γέγραπται δεῖ γὰρ πιστεῦσαι τοῖς προφεταις καὶ δι' ἐκείνων εἰς τὴν τοῦ Εὐαγγελίου πίστιν ποδηγηθῆναι
51exb4rRom.1.17
524rRom.1.17 ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται ἵνα γὰρ μὴ δόξῃ ἀπίθανον είναι τὸ ῥῆμα ὅτι πίστις σωτηρίαν δωρεῖται καὶ διακιοσύνην παράγει τὸν Αμβακουν μαρτυρουντα
53ex4rRom.1.17* περὶ τῆς μελλούσης λέγων ζωῆς
534rRom.1.17-Rom.1.18 ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐν τῆι τῆς κρίσεως ἡμέρα
544rRom.1.18 ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων ἡ μὲν γὰρ δικαιοσύνη μονοειδὴς ποικίλη δὲ ἡ περὶ τὰ δόγματα ἀσεβεῖ καὶ ἡ περὶ τὴν πολιτείαν κακία
54exa4rRom.1.18* Ἀπὸ τῶν ἀγαθῶν προτρεψάμενος ἐλθεῖν ἐπὶ τὸ κήρυγμα καὶ ἀπὸ τῶν ἐναντίων πάλιν ἐργάζεται τὴν προτροπὴν ἢ γὰρ ὑπισχνούμενον ἀγα θὰ ἢ ἐκφοβοῦντα δεῖ τὴν προτροπὴν ἐργάζεσθαι Ἐγγὺς οὖν ὡς περίστησιν αὐτοὺς τοῦ θείου δικαστηρίου διὰ τῶν λόγων
54exb4rRom.1.18* ἐπὶ πᾶσαν δὲ ἀντὶ τοῦ ἐπὶ μικρὰν καὶ μεγάλην
554rRom.1.18 τῶν τὴν ἀλήθειαν ἐν ἀδικία κατεχόντων ἀλήθεια μὲν ἡ τοῦ θεοῦ γνῶσις ἀδικία δὲ ἡ τῶν εἰδώλων ἀπάτη ἐκεῖνοι οὖν τὴν ἀλήθειαν ἐν ἀδικία κατέχουσιν ὅσοι τὸ σέβας τοῦ θεοῦ περιάπτουσιν εἰδώλοις τὸ δὲ κατεχόντων οἷον φυλαττόντων
55Ph4rRom.1.18* ἐν ἀδικίᾳ κατεχόντων καλυπτοντων γνώμης πονηρίᾳ ἐπισκοτιζοντων ῥᾷον γὰρ εἴπερ ἐβούλοντο ἀπὸ τῶν ὁρωμένων καὶ ἑαυτοὺς καὶ ἑτέρους ὠφελῆσαι εἰς θεογνωσίαν οἱ δὲ μᾶλλον δι' αὐτῶν τούτων συνεκάλυψαν καὶ κατέσχον μὴ διαλάμψαι τὴν θεογνωσίαν αὐτὰ ταῦτα θεοποιήσαντες καὶ ἀδικήσαντες τὸ ὅσον ἐπ' αὐτοῖς τήν τε τῆς θεογνωσίας ἀλήθειαν καὶ ἑαυτοὺς καὶ αὐτά γε δὴ ἅπερ τιμᾶν ἔδοξαν δῆλον δὲ ὅτι τοὺς τῶν Ἑλλήνων σοφοὺς ἐπιπλήττει καὶ τοὺς ὁμοίους ἐκείνοις
564vRom.1.18-Rom.1.19 διότι τὸ γνωστὸν τοῦ θεοῦ ἡ γὰρ γνῶσις τοῦ θεοῦ φανερά φησιν ἐστι ἐν αὐτοῖς καὶ πᾶσιν διὰ γὰρ τῆς ὁρωμένης κτίσεως ὁ ἀόρατος θεὸς γινώσκεται τοιγαροῦν οἱ τοιοῦτοι ἑκοντες ἀποπλανῶνται
56Ph4vRom.1.19* διότι τὸ γνωστὸν τοῦ θεοῦ ὅπερ αὐτοῦ δυνατὸν γνωσθῆναι ὅτι ποιητὴς ὅτι προνοητὴς καὶ τὰ ὁμοία
574vRom.1.19 φανερὸν ἐστιν ἐν αὐτοῖς διὰ τοῦ κάλλους καὶ μεγέθους τῆς κτίσεως
584vRom.1.19 ὁ γὰρ θεὸς αὐτοῖς ἐφανέρωσεν τῶ τὴν κτίσιν προθεῖναι πᾶσι διδ[ασκαλον] τῆς οἰκείας μεγαλειότητος οἱ οὐρανοὶ γάρ φησι διηγοῦνται τὴν δόξαν τοῦ θεοῦ
51exc4vRom.1.19Ακακιου * s ὁ γὰρ θεὸς αὐτοῖς ἐφανέρωσεν τῶ μὲν Ἰουδαίῳ ἐκ τῆς τοῦ θέτου νόμου πίστεως εἰς τὴν διὰ Ἰησοῦ Χριστοῦ τῶ δὲ Ἕλληνι ἐκ τῆς τοῦ φυσικοῦ εἰς τὴν αὐτὴν Ἰησοῦ Χριστοῦ πίστιν
594vRom.1.19-Rom.1.20 τὰ γὰρ ἀορατα αὐτοῦ ἐπειδὴ εἶπεν ὅτι τὴν ἰδίαν γνῶσιν ὁ θεὸς ἐφανέρωσεν αὐτοῖς αὐτοὶ δὲ αὐτον ἑκοντες παρέδραμον νυν τοῦτο ἀποδείκνυσι καί φησιν ὅτι δι' ὧν ἐποίησεν ὁ θεὸς οἷον διά τε τῶν ἀόρατων διά τε τῶν ὁρατῶν ἔδειξεν ἑαυτοῦ τὸ μεγαλεῖον ἡ κτίσις γὰρ φωνὴν ἀφιεῖσα διὰ τῆς ὄψεως τὸν δημιουργὸν ἀνακήρυσσει ἀορατα δέ φησιν ἀγγέλους καὶ πᾶσαν τὴν ἐν οὐρανοῖς δύναμιν ποιήματα δὲ τὰ ὁρώμενα οἷον οὐρανὸν γῆν θάλασσαν ὅρα οὖν τι φησι καὶ τὰ ἀορατα αὐτοῦ διὰ τῶν ὁρατῶν αὐτοῦ ποιηματων γίνεται δῆλα πως ὁ γὰρ οὐρανόν φησιν ὁρῶν ἐν θυμηθησεται πάντως ὅτι καὶ ἐν τος αὐτοῦ ἐστιν τινα λειτουργικὰ πνεύματα ὥστε τὸ ἀφανὲς ἐκ τοῦ φανεροῦ σαφηνίζεται
59Ph4vRom.1.20* Τὰ γὰρ ἀορατα αὐτοῦ οἷον ἄγγελοι καὶ ἄλλοι ἀσώματοι οὐσίαι αὐτοῖς τοῦ κόσμου κτίσεως καταλαμβάνεται καὶ καθορᾶται πῶς καὶ αὐτὰ ἐν τοῖς ποιήμασι νοούμενα καὶ συναριθμούμενα καθ' ὑπερβατὸν οὖν ἡ σύνταξις ἢ τοῖς ποιήμασι νοούμενα ἀντὶ τοῦ ἐν αὐτοῖς τοῖς ποιήμασιν ἐνεῖναι καὶ τῇ τοῦ θεοῦ βουλήσει ὑπηρετεῖν καὶ πληροῦν τὰ κελευόμενα ἢ ἀορατα αὐτοῦ λέγει αὐτὸ τὸ ἀορατον αὐτου τῆς οὐσίας καὶ πῶς ἔνι φησὶ τὸ θεῖον ἀορατον ὂν κατιδεῖν καὶ κατανοῆσαι ναὶ ἐστι φησὶν ἀπὸ τῶν κτισμάτων αὐτοῦ κατιδεῖν αὐτοῦ τὴν θειότητα καὶ τὴν δύναμιν
60Ph4vRom.1.20* ἡ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης πῶς ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ θειότης τοῦ θεοῦ καὶ ἀΐδιος δύναμις γινώσκεται εἶδέν τις τὸν κόσμον καὶ ἐν αὐτῷ ἀστέρων κάλλη δρόμον σελήνης καὶ ἡλίου τάξιν καὶ εἱρμὸν ἀπαράβατον οὐχ ἡμέραν σελήνη ποιεῖ οὐδὲ τὴν νύκτα ὁ ἥλιος αἱ νύκτες εὐτάκτως ταῖς ἡμέραις ἐξίστανται καὶ αἱ ἡμέραι ταῖς νυξὶ παραχωροῦσι τὸ ἀνάλογον ὁ αἰθὴρ τὸν οἰκεῖον τόπον φυλάττει καὶ ὁ ἀὴρ ὑφίσταται καὶ οὔτε ἐκεῖνος τὴν ἀλλοτρίαν ὑπέρχεται χώραν οὔτε ὁ ἀὴρ εἰς τὰ ὑπὲρ αὐτὸν ἐπεκτείνεται ἕστηκεν ἡ γῆ οὐκ ἔχουσα τὸν ὑπερείδοντα βάρος ἄπειρον καὶ μηδὲ δυναμένη ἐπερείδεσθαι ἐκκέχυται αὐτῇ τὸ ὕδωρ καὶ περικέχυται προσθήκῃ θαύματος τοῦ τε γὰρ βάρους προσθήκην ποιεῖ καὶ εὐδιάλυτον καὶ πρὸς τὸ καταφέρεσθαι πολυπλάσιον τὸ αἴτιον ἀλλ' ὅμως ἀκίνητος ἕστηκεν φωνῆς ἁπάσης λαμπρότερον τὴν κατέχουσαν ἀνακηρύττουσα δύναμιν φέρει καρποὺς μυρίαις ειδέαις ἐξαλλάττοντας μυρίαις δυνάμεσι διαφέροντας χρώμασι μεγέθεσι μία οὖσα γῆ οὖσα τρέφει ζῴων γένη ἄπειρα ἥμερα ἄγρια ζῳοτοκα ᾠοτοκα ἄπειρον ἄλλην διαφορὰν καὶ ἀνομοιοτητα κατὰ γένεσιν ἔχοντα ἰοβολα ἀλεξιτήρια ἕρποντα ἱπτάμενα βαδίζοντα νηχόμενα τὶ ἄν τις ἐπιχειροίη λέγειν τὰς διαφορὰς ὧν εἰς πέρας οὐ στήσεται ἀλλὰ καιρῶν εὐτάκτους μεταβολὰς ἀλλ' ὑετοὺς ἐτησίους ἀλλὰ καὶ τὰ δοκοῦντα πάθη σεισμοὺς κεραυνοὺς ἀλλ' εἴ τι τούτων ἐπισκοπήσεις εἰς τὸν δημιουργὸν παραπέμπει τὸν προσέχοντα τὶ τὸ συνέχον τὶ τὸ συγκρατοῦν πῶς κυβερνᾶται πῶς διασώζεται ἔστιν ἄρα γνῶναι σαφῶς ἀπὸ τῆς κτίσεως ὅτι ἔστι δημιουργὸς ὅτι προνοητὴς ὅτι παντοδύναμος ὅτι ἀγαθος ἀγαθοῦ γὰρ καὶ ἡ δημιουργία καὶ ἡ πρόνοια ὅτι ἀΐδιος τῷ γὰρ παντοδυνάμῳ τὶς ἐπιβουλεύσει καὶ εἰ μὴ οὗτος ἀΐδιος ὑπ' ἄλλου πάντως ἀϊδίου καὶ συνέχεται καὶ προήχθη καὶ τοῦτο ἐπάπειρον ὥστε καὶ ἀΐδιος οὕτως οὖν ἡ θειότης αὐτοῦ καὶ ἀΐδιος δύναμις ἐν τοῖς ποιήμασι καθορᾶται οὕτως ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ τοῦ θεοῦ γνῶσις τοῖς ἀνθρώποις ἐγγίνεται οὕτως τὸ γνωστὸν αὐτοῦ ἐν πᾶσιν ἐφανέρωσεν τὸ γὰρ γνωστὸν τοῦ θεοῦ ταῦτα καὶ τὰ τοιαῦτὰ ἐστιν οὐσία δὲ καὶ φύσις παντελῶς πᾶσιν ἄληπτα ταῦτα καὶ Ἕλληνες ἔγνωσαν ἀλλὰ γνόντες οὐχ ὡς θεὸν ἐδοξασαν ἀλλ' ὦ πολλῆς ματαιότητος καὶ μωρίας ἅπερ ὡς περὶ θεοῦ θεοπρεπῶς ἐφαντάσθησαν ταῦτα εἰδώλοις καὶ δαίμοσι καὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ λίαν ἀθλίως καὶ δυσσεβῶς περιέθηκαν ἀλλάξαντες τὴν τοῦ θεοῦ δόξαν εἰδώλων δόξῃ καὶ ἀντὶ τοῦ σέβειν θεὸν ἐσεβάσθησαν εἰδώλοις καὶ φθαρτῶν εἰδώλοις ἐπίτασις πωρώσεως καὶ ἀνοίας καὶ ἔτι τὸ κακὸν ὑπερβολὴν οὐκ ἔχον ἑρπετῶν καὶ πετεινῶν καὶ τετραπόδων εἰδώλοις ἴδε μανίαν μᾶλλον δὲ ἴδε πρᾶξιν ἧς οὐκ ἔστιν οὐδ' ὄνομα εὐπορῆσαι πῶς δὲ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν ποίων γὰρ διαλογισμῶν προσκυνεῖν λίθοις καὶ ξύλοις καὶ διαλογισμῶν δημιουργοὺς θεοὺς καὶ ἀϊδίους καὶ κηδεμονας ταῦτα καλεῖν
604vRom.1.20 ἀπὸ κτίσεως κόσμου τοῖς ποημασι νοούμενα καθορᾶται ἵνα γὰρ μὴ συναιδους θεῶ νομίσῃς τοὺς ἀγγέλους ὑπο κτίσιν αὐτοὺς ἄγει τὰ ἀορατα γάρ φησι ποία ταῦτα τὰ αποκτισεως κόσμου εἰς γένεσιν παραχθέντα καλῶς δὲ τὸ καθορᾶται ἐκ γὰρ τῶν ὁρατῶν τὰ νοητὰ γινώσκεται
60ex5rRom.1.20Κυ(ριλλου) * s ἡ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης Πῶς γινώσκεται διὰ τῆς δημιουργίας ἡ ἀΐδιος αὐτοῦ δύναμις ὅτι φθαρτὴν {ἐχοντων φύσιν /ἐχοντων τὴν φύσιν }* τῶν παρηγμένων εἰς γένεσιν καὶ κεκλημένων ἐν χρόνῳ πρὸς ὕπαρξιν ἔσται που πάντως ὁ τούτων δημιουργὸς ἄφθαρτος καὶ ἀΐδιος
615rRom.1.20 ἡ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης αποκοινουνοουμεν ἡ καθορᾶται
625rRom.1.20 εἰς τὸ είναι αὐτοὺς ἀναπολογήτους τοσούτων γὰρ ὄντων τῶν δεικνύντων τὸ τοῦ θεοῦ μεγαλεῖον τι ἀπολογήσονται οἱ ἑκοντες ἀποτυφλωθέντες οὐκ αυτὴ δὲ σπουδὴ τῶ θεῶ γέγονεν ἄπαγε εἰ καὶ οὕτως ἐξέβη
62ex5rRom.1.20* οὐ διὰ τοῦτο ἐποίησεν αὐτὰ ὁ Θεὸς εἰ καὶ τοῦτο ἐξέβη οὐ γὰρ ἵνα αὐτοὺς ἀπολογίας ἀποστερήσῃ διδασκαλίαν τοσαύτην εἰς μέσον ἔθηκεν ἀλλ’ ἵνα αὐτὸν ἐπιγνῶσιν ἀγνοήσαντες δὲ ἑκοντες πάσης ἑαυτοὺς ἀπολογίας εστερησαν
635rRom.1.20-Rom.1.21 διότι γνόντες τὸν θεόν ἔγνωσαν γὰρ διὰ τῆς κτίσεως ἂλλ ἑκοντες παρέδραμον καὶ οὐχ ὡς θεὸν ἐδοξασαν
63Pha5rRom.1.21
63Phb5rRom.1.21
645rRom.1.21 οὐχ ὡς θεὸν ἐδοξασαν ἡ εὐχαρίστησαν ανθ ὧν γὰρ εδειδοξασαι καὶ εὐχαριστῆσαι ὅτι τὸν ὀρώμενον κόσμον δι' ἡμᾶς συνεστήσατο ἐκ τοῦ ἐναντίου καὶ ἠτίμασαν
65Ph5rRom.1.21
665rRom.1.21 ἂλλ εμεαταιωθησαν ἐπλανήθησαν φησι καὶ τοῦ παντὸς ἐξέπεσον
675rRom.1.21 ἐν τοῖς διαλογισμοῖς αὐτῶν εἰπὼν ὅτι ἑκοντες ἐτυφλώθησαν λέγει καὶ τὴν αἰτίαν ἤδε ἐστι τὸ πάντα λογισμοῖς ἐπιτρέψαι καὶ οὐχὶ πίστει βουλόμενοι γὰρ ἐν σχήματι τὸν ἀσχημάτιστον καὶ ἐν εἴκοσι σωματικαῖς τὸν άσώματον καταλαβεῖν ἐπλανήθησαν οὐ δυνηθέντων τῶν λογισμῶν πρὸς τὸ πέρας ἐξικέσθαι οἷον πόθεν δηλονότι οὐρανὸν ἡ γῆν ἐποίησέν τις δὲ πατὴρ θεοῦ ἡ τις αἰτία τῆς ὑποστάσεως ἡ αὕτη ἡ ὑπόστασις
685rRom.1.21 καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία νεφεσιν γὰρ ὁμοιωθέντες οἱ λογισμοὶ ἐσκότισαν αὐτῶν τὴν καρδίαν ἀσύνετον δέ φησι διὰ τὸ μὴ εθελησαι πίστει τὸ πᾶν παραλαβεῖν
695rRom.1.21-Rom.1.22 φάσκοντες είναι σοφοὶ εμαρανθησαν ἤδε αἰτία τοῦ τὸ πᾶν τοῖς λογισμοῖς ἐπιτρέψαι τὸ οἴεσθαι σοφοὺς είναι καὶ ἑαυτοῖς ἀρκεῖν πρὸς πᾶσαν κατάληψιν διὸ καὶ ἐμωράνθησαν τι γὰρ ἀνοητότερον τοῦ λίθοις προσκυνεῖν καὶ ξύλοις
705vRom.1.22-Rom.1.23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ εἶχον οὖν τὴν εἴδησιν τοῦ θεοῦ ἀλλὰ ταύτην δόντες ἀντέλαβον δόξαν καὶ σέβας εἰδώλων δόξαν δὲ θεοῦ τὸ δημιουργικὸν τὸ προνοητικὸν ταύτην τοιγαροῦν προσεκύρωσαν εἰδώλοις ἐν ὁμοιώμασιν ἀνθρώπων καὶ πετεινῶν καὶ τῶν λοιπῶν οὐκ αἰσχύνονται οἱ σοφοὶ τὰ θεοῦ ἴδια καὶ ἐξαίρετα ἑρπετοῖς συναψαντες
715vRom.1.23 ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν καὶ αὐτο τὸ είναι τὸν ἄνθρωπον φθαρτὸν ἦρκε αὐτῶν ἐλέγξαι τὴν ἄνοιαν τὸ δὲ καὶ ἐν τοῖς ὁμοιώμασι τοῦ φθαρτοῦ προσκυρῶσαι τὴν τοῦ θεοῦ δόξαν τῆς ἄγαν ἐστι παραπληξίας
71ex5vRom.1.23* Ὅρα τὰ κατηγορήματα πρῶτον ὅτι οὐκ ἔγνωσαν τὸν Θεὸν δεύτερον ὅτι ἔχοντες ἀφορμὰς εἰς τοῦτο μέγα τρίτον ὅτι σοφοὶ λὲ γοντες εἶναι τέταρτον ὅτι εἰς δαίμονας κατήγαγον καὶ λίθοις καὶ ξύλοις τὸ σέβας ἐκεῖνην
725vRom.1.23-Rom.1.24 διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς οὐκ αὐτος παραδοὺς ἄπαγε ἂλλ αὐτος μὲν αὐτῶν ἠμέλησεν ἀναξίων ὄντων κηδεμονίας λοιπὸν δὲ λαβὼν αὐτοὺς ὁ σατανᾶς πάρεδωκεν εἰς απαρεδωκεν τὴν οὖν τοῦ θεοῦ συγχώρησιν παράδοσιν λέγει
72Ph5vRom.1.24
72exa5vRom.1.24
72exb5vRom.1.24Οικου(μενιου) * ἡ τάχα ἑαυτοὺς παρέδωκαν ἐπειδὴ τοῦτο ἐπεθύμουν αὐτοὶ ἐν γὰρ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν φησι
735vRom.1.24-Rom.1.25 οἵτινες μετήλλαξαν ὁρᾷς πάλιν τὸ μετήλλαξαν σημαῖνον ὅτι κατὰ εἴδησιν μετήλλαξαν
745vRom.1.25 τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῶ ψεύδει τουτέστιν ἐπὶ θεοῦ λέγεσθαι καὶ νοεῖσθαι τὸ ἀληθὲς δυνάμενον περιέθηκαν τῶ ψεύδει τουτέστιν τοῖς εἰδώλοις
74exa5vRom.1.25Θεοδ(ωρετου) s * ἀλήθειαν θεοῦ καλεῖ τὸ θεὸς ὄνομα ψεῦδος δὲ τὸ χειροποίητον εἴδωλον δέον αὐτοὺς τὸν ἀληθῆ προσκυνῆσαι θεὸν τῆ κτίσει τὸ θεῖον σέβας προσήνκεγκαν
74exb5vRom.1.25Σευηρι(ανου) s * τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῶ ψεύδει ὅτι ὁ μὲν θεὸς ἀληθῶς ἐστι θεὸς τὰ δὲ εἴδωλα οἷς προσεκύνησαν ψευδως προσαγορευονται θεοί
756rRom.1.25 καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν σέβοντες καὶ λατρεύοντες διετέλεσαν
766rRom.1.25 τῆ κτίσει παρὰ τὸν κτίσαντα ἀεὶ τῆ συγκρίσει φοβερώτερον ποιεῖ τὸν λόγον τῆ κτίσει φησιν παρὰ τὸν κτίσαντα
776rRom.1.25 ὃς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν ἂλλ οὐ παρὰ τοῦτό φησι παρεβλάβη τι ὁ θεὸς εἰς τὴν οἰκείαν δόξαν ὁ μὲν γὰρ ἔμεινεν καὶ οὕτως εὐλογητὸς εἰς τοὺς αἰῶνας αὐτῶν δὲ αἱ προλεχθεῖσαι ἀμοιβαὶ καὶ αἱ προλεχθησόμεναι ἀτιμίαι τοῦ σώματος καὶ ἀντιδόσεις
786rRom.1.25-Rom.1.26 διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας διὰ τοῦτο ποῖον ἐπειδὴ ἐλάτρευσαν τῆ κτίσει παρὰ τὸν κτίσαντα
796rRom.1.26 αἱ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν ἔχοντες γὰρ ἐκ φύσεως μίξιν νόμιμον μετήλλαξαν αὐτήν
806rRom.1.26 εἰς τὴν {πᾶ φύσιν /παρὰ φύσιν }* [/cap]αἰσχρότατον τι λέγει ἐπικεκαλυμμένως
816rRom.1.26-Rom.1.27 ὁμοίως τε καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας δείκνυσιν ὅτι οὐ μόνον τοῖς θείοις νόμοις ἀλλὰ καὶ τοῖς τῆς φύσεως ἐπολέμουν
826rRom.1.27 ἐξεκαύθησαν ἐν τῆ ὀρέξει αὐτῶν εἰς ἀλλήλους πολλὴν μανίαν καὶ οἶστρον δηλοῖ τὸ ἐξεκαύθησαν
836rRom.1.27 ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι οὐκ εἶπεν τὴν ἐπιθυμίαν αὐτῶν κατεργαζόμενοι ἀλλὰ τὴν ἀσχημοσύνην δηλῶν ὅτι καὶ αὐτὴν τὴν φύσιν κατησχυναν τὴν φύσιν
846rRom.1.27* ὁρᾷς ὅτι οὐκ ἀγνοίας ἦν τὰ πάθη ἂλλ ὅτι σπουδὴν εἶχον ἐργάζεσθαι αυτὰ τὸ γὰρ κατὰ ἐπίτασιν καὶ φιλονεικίαν τινα δηλοῖ ὡς εἰ τις φιλονικοιη ὅπως μᾶλλον προσκρουοι θεῶ
856rRom.1.27 καὶ τὴν ἀντιμισθίαν ἦν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες ἦν προσῆκον ἦν ἥτις αὐτοῖς ὠφείλετο τοιούτοις οὖσι
866rRom.1.27* τὸν μισθόν φησι τὸν ὀφειλόμενον τῆ πλάνη αὐτῶν πλάνην δέ φησι τὸ προσκυνῆσαι τῆ κτίσει ἦν ἀπολαμβάνουσιν ἐν ἑαυτοῖς γυνὴ ἀπὸ γυναικὸς καὶ ἀνὴρ ἀπὸ ἀνδρὸς ἐν ασχημονουντες ἐπειδὴ γὰρ τοῖς περὶ γεέννης λόγοις οὐκ ἐπίστευον ταύτην αὐτοῖς ἀντιμισθίαν ὁ Παῦλος προφέρει ἦν καὶ ἠρυθρίων
876vRom.1.27-Rom.1.28 καὶ καθος οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει ὁρᾷς ὅτι οὐκ ἀγνοίας ἦν ἡ πλάνη ἂλλ εἰδήσεως μᾶλλον δὲ καί τινας αἰνίττεται τούτων εἰ καὶ ὡς ἐπὶ ἑτέροις ἐσχημάτισται ὁ λόγος
886vRom.1.28 παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα τῆ γὰρ ἀποστροφὴ τοῦ θεοῦ εἰσάγεται νοῦς ἀδόκιμος παρὰ τῶν δαιμόνων τοῦτο παράδοσιν ἔθος καλεῖν τῆ γραφή
896vRom.1.28-Rom.1.30 πεπληρωμένους πάσῃ {ἀδικία πονηρίᾳ πορνεία /ἀδικία πορνεία πονηρίᾳ }* πλεονεκξια κακία μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας ψιθυριστὰς καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους οὐδέν φησι συμμετρον ἀλλὰ πεπληρωμένους οἷον πλήρεις ὄντας ἐν ἀδικία πάσῃ ὅταν γὰρ ἀποστροφὴ γένηται θεοῦ εἰκοτως πάντα ἀντεισέρχεται τὰ κακὰ εἶτα γενικῶς εἰπὼν τὴν ἀδικίαν λοιπὸν καὶ τοῖς ιδικωτεροις αὐτῆς ἐπεξέρχεται
89ex6vRom.1.30
906vRom.1.30 ἀλαζόνας εἰ γὰρ ὁ κατορθῶν τῆι ἀλαζονείαι χρησάμενος ἐκένωσε τὰ κατορθωθέντα ποίας ἂν εἰ ἡ τιμωρίας ἄξιος ὁ ἐν ἁμαρτίαις αλαζομενουμενος
90ex6vRom.1.30* Ἵνα τῆς γνώμης αὐτῶν γένηται κατηγορημα λοιπὸν ἐφευρετὰς κακῶν αὐτοὺς προσηγόρευσεν
916vRom.1.30 εφευρεστας κακῶν γονεῦσιν ἀπειθεῖς ὅπερ μελετώντων καὶ σπουδαζόντων ἴδιον οὐ μὴν ἀγνοούντων
927rRom.1.30-Rom.1.31 ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀσπόνδους ἀνελεήμονας ἀποσχοινίζοντας ἀπὸ πάντων τουτέστι πάντας μισοῦντας καὶ ἀποστρεφομένους
89ex7rRom.1.31Γενναδιου * καὶ ἑνὶ τοῦτω τῶ τῆς ἀδικίας προσρήματι κοινῇ τὰ εἰς άλληλους πάντα αὐτῶν περιλαβὼν ἁμαρτήματα ἐν τοῖς ἑξῆς ἀπαριθμεῖται καθ' ἕκαστον καὶ πονηρίαν μὲν λέγει τὸν ἐκ κατασκευῆς εἰς τινα παρὰ τούτου πόνον γενόμενον πλεονεξίαν δὲ τὴν ὑπὲρ τῆς ἐπιθυμίας τοῦ πλείονος βλάβην κακίαν δὲ τὴν τοῦ κακῶσαὶ τὸν πέλας σπουδὴν φθόνον δὲ τὴν ἐπὶ τοῖς τοῦ πλησίον καλοῖς βασκανίαν φόνον δὲ τὴν μέχρις ἀναιρέσεως κίνησιν ἔριν δὲ τὴν ἐπίψογὸν φιλονεικίαν δόλον τὰς ἐπὶ λύμῃ τῶν ἀδελφῶν ἐπιβουλάς τε καὶ μηχανὰς κακοήθειαν δὲ τὴν κακοτροπίαν ψιθυσρισμον δὲ τὴν υπ ὀδόντα τῶν παρόντων κακολογίαν καταλαλίαν δὲ τὴν εἰς ἀπόντας ὑπό τινων βλασφημίαν θεοστυγεῖς δὲ οὐ τοὺς ὑπο θεοῦ στυγομενου οὐ γὰρ αὐτω τοῦτο δεῖξαι πρόκειται νυν ἀλλὰ τοὺς μισοῦντας θεὸν ὑβριστὰς δὲ τοὺς θρασεῖς καὶ λοιδόρους ὑπερηφάνους δὲ τοὺς κατὰ τῶν οὐκ ἐχόντων ἐφ' οἷς ἔχουσι φυσωμένους ἀλαζόνας δὲ τοὺς ἐφ' οἷς οὐκ ἔχουσιν αὐχοῦντας ὡς ἔχοντας ἐφευρετὰς δὲ κακῶν τοὺς ἐπὶ τοῖς παλαιοῖς κακοῖς ἕτερα καινοτομοῦντας κακὰ γονεῦσιν δὲ ἀπειθεῖς τοὺς καὶ μέχρι γονέων ἀγνώμονας ἀσυνέτους δὲ τοὺς ἀσυνειδήτους ὧν οὐδὲν ἀφρονέστερον ἀσυνθέτους δὲ τοὺς ταῖς συνθήκαις μὴ ἐμμένοντας ἃς ἂν πρός τινας συνθῶνται ἀστόργους δὲ τοὺς ἀπηνεῖς καὶ ἀφίλους ἀσπόνδους δὲ τοὺς ἀδιαλλάκτους καὶ μνησικάκους ἀνελεήμονας δὲ τοὺς ἀκαμπεῖς καὶ ἀνενδότους πρὸς ἔλεον
937vRom.1.31-Rom.1.32 οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες πάλιν δείκνυσιν ἐν γνώσει αὐτοὺς ἁμαρτάνοντας δικαίωμα δὲ τὰς ἐντολὰς λέγει
93Ph7vRom.1.32* Τοῦτο γὰρ ὁ νόμος ὁ Μωϋσαϊκὸς τρανῶς καὶ ἀποτομως διακελεύεται ἀξίους θανάτου κρίνων τοὺς τὰ τοιαῦτα πράττοντας
947vRom.1.32 ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσιν τι δὲ τὸ δικαίωμα τοῦ θεοῦ ὅτί φησιν οἱ τὰ τοιαυτὰ πράσσοντες ἄξιοι θανάτου εἰσι τοῦτο γὰρ τοῦ θεοῦ τὸ δικαίωμα
957vRom.1.32 οὐ μόνον αυτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι δύο τίθησιν ἐγκλήματα τὸ ποιεῖν τε καὶ συμπράττειν τοῖς ποιοῦσι καὶ εἰς τὸ κακὸν παρακαλεῖν τὸν πλησίον
95ex7vRom.1.32Ησιδωρ(ου) ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι τινες μὴ νοήσαντες τὸ εἰρημένον ἀλλὰ διαπορήσαντες καὶ παραπεποιῆσθαι τὰς ἀποστολικὰς λέξεις νομίσαντες οὕτως αὐτὰς ἡρμήνευσαν οὐ μόνον οἱ ποιοῦντες αὐτὰ ἀλλὰ καὶ οἱ συνευδοκοῦντες τοῖς πράσσουσιν οὕτως γὰρ εἶχεν ἔφασαν τὸ παλαιὸν ἀντίγραφον ἵνα μεῖζον ἡ τὸ ποιεῖν καὶ ἔλαττον τὸ συνευδοκεῖν ἐγὼ δὲ οὔτε ἡμαρτῆσθαι ἐν τοῦτω φήσας τὰ ἀποστολικὰ βιβλία οὔτε καταδραμὼν τῶν μὴ {νενοητων /νενοηκότων }* φράσας τοῖς ἐντευξομένοις ἐπιτρέψω τὴν ψῆφον φημι τοίνυν ὅτι ἐπειδὴ τοῦ πλημμελεῖν τὸ ἐπαινεῖν τοὺς πλημμελοῦντας πολλῷ ἀργαλεώτερον ἐστι καὶ μεῖζον εἰς κολάσεως λόγον εἰκοτως εἴρηται οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν ὁ μὲν γὰρ μετὰ τοῦ πλημμελεῖν καταγινώσκων τῆς ἁμαρτίας δυνήσεται χρόνῳ ποτε ἑαυτὸν ἀνακτήσασθαι μεγίστην βοήθειαν ἔχων εἰς τὸ μεταγνῶναι τὴν κατάγνωσιν τῆς ἁμαρτίας ὁ δὲ ἐπαίνων τὴν πονηρίαν τῆς ἐκ τοῦ μετανοῆσαι βοηθείας ἑαυτὸν ἀποστερεῖ ἐπεὶ τοινων δι' εφθαρμενης ἐστι γνώμης καὶ ψυχῆς ἀνίατα νοσούσης αὕτη ἡ ψῆφος εἰκοτως τοῦ πλημμελοῦντος ὁ τὴν ἁμαρτίαν ἐπαίνων πολλῷ παρανομώτερος κέκριται
95exb7vRom.1.32* Δύο θεὶς ἀντιθέσεις ἐνταῦθα ἀνεῖλεν ἀμφοτέρας Τὶ γὰρ ἂν εἴποις φησὶν ὅτι οὐκ οἶδας τὰ πρακτέα σὺ μὲν εἰ καὶ τοῦ μὴ εἰδέναι αἴτιος ἀφεὶς τὸν γνωριζοντά σοι Θεὸν νῦν δὲ καὶ διὰ πολλῶν σε δείκνυμεν εἰδοτα καὶ ἑκοντὶ πλημμελοῦντα Ἀλλ’ ὑπὸ πάθους ἕλκῃ Τὶ οὖν καὶ ἐπαινεῖς απραττης
968rRom.1.32-Rom.2.1 διὸ ἀναπολόγητος εἰ ὦ ἄνθρωπε πᾶς ὁ κρίνων ᾔδει τῆ πόλει ἐγχειρισθεῖσαν τοῦ κόσμου τὴν ἡγεμονίαν καὶ λοιπὸν πρὸς τοὺς ἄρχοντας ἀποτείνεται ὁ δὲ αὐτος καὶ πρὸς ἰδιώτας ἁρμοζει λόγος
99Ph8rRom.2.1* διὸ ἀναπολόγητος εἰ ὦ ἄνθρωπε πᾶς ὁ κρίνων ἐν ὧι γὰρ κρίνεις τὸν ἕτερον διὸ ἀναπολόγητος εἰ Ὑπερβολὴν παρανομίας λέγει καὶ ἔπραττον αὐτοὶ τὰ παράνομα καὶ συνέτρεχον τοῖς πράττουσιν καὶ ἐπειδ' ἄν τις ἁλοὺς ὑπο τινος ἐπὶ κρίσιν ἤγετο αὐτοὶ ἐκαθέζοντο καὶ κατέκρινον ἐκεῖνον οὗ τὰ ἴσα καὶ αὐτοὶ ἔπραττον καὶ ᾧ εἰς τὸ πράττειν συνέτρεχον
978rRom.2.1 ἐν ὦ γὰρ κρίνεις τὸν ἕτερον σεαυτὸν κατακρίνεις τὰ γὰρ αυτὰ πράσσεις ὁ κρίνων ὁ γὰρ τὰ κακὰ πράσσων κατακρίνων δὲ τοὺς τὰ ὁμοία πράσσοντας καθ' ἑαυτοῦ πρώτου τὴν κατάκρισιν ἐκφέρει
988rRom.2.1-Rom.2.2 οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας ὧδε μὲν γὰρ οὐ κατὰ ἀλήθειαν ἐστι τὸ κρίμα πολλοὶ γὰρ καὶ ἔνοχοι διαφευγουσιν καὶ ἀθῶοι κατακρίνονται ἐκεῖ δὲ κατὰ ἀλήθειαν ἐστι τὸ κρίμα καὶ ὧδε δὲ τὸ τοῦ θεοῦ κρίμα οὔτε ἄδικον ἀθῶοι οὔτε δίκαιον κατάκρινει ὅταν εἰς κρίσιν καὶ ἐνταῦθα καταστῇ
998rRom.2.2-Rom.2.3 λογίζῃ δὲ τοῦτο ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αυτὰ ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ πολλοὶ γὰρ ἡγοῦνται ὅτι εἰ καὶ ἐγώ φησι ἁμαρτάνω ἄλλους δὲ κωλύω ἁμαρτεῖν μισθὸν ἐκ τούτου ἔχω ἀλλὰ ἀκούσεται τὸ ἰατρὲ θεράπευσον σεαυτὸν τὴν γὰρ καταδίκην σὺ σαυτῷ ἐπήγαγε πρώτῳ
1008rRom.2.3-Rom.2.4 ἡ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς μακροθυμεῖ μὲν πλὴν εὰν μὴ ἐπιστραφῶμεν τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει
1018vRom.2.4 ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιαν σε ἄγει διὰ τοῦτο γὰρ μακροθυμεῖ οὐχ ἵνα τῆ μακροθυμία χρήσῃ εἰς ἀφορμὴν μείζονος καταφρονήσεως ἂλλ ἵνα διάστημα μετανοίας λάβῃς ἐπιμένων οὖν ἀπολήψῃ
1028vRom.2.4-Rom.2.5 κατὰ δὲ τὴν σκληρότητὰ σου καὶ ἀμετανόητον καρδίαν ὅταν γάρ τις μήτε χρηστότητι μαλασσεται μήτε ὀργὴν δειλιᾷ τι τούτου σκληρότερον
1038vRom.2.5 θησαυρίζεις σεαυτῷ ὀργήν τὸ πάντως φυλαχθησόμενον δηλοῖ καὶ ὅτι σὺ σαυτῷ αἴτιος σὺ γὰρ ἀποτιθεὶς καὶ θησαυρίζεις
1048vRom.2.5-Rom.2.6 ἐν ἡμέραι ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἵνα μὴ ὀργὴν θεοῦ ἀκούων πάθος νομίσῃς ἐπήγαγεν ἀποκαλύψεως δικαιοκρισίας ἔνθα γὰρ δικαιοκρισία οὐκέτι πάθος τότε γὰρ μάλιστα ἡ δικαιοκρισία ἀποκαλύπτεται ὅταν ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ
105ex8vRom.2.6Κυ(ριλλου) * s ἐν ἡμέραι ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ὡς πρὸς τὴν ἑρμηνείαν τὸ καὶ παρέλκεται
1068vRom.2.6-Rom.2.7 τοῖς μὲν καθ' ὑπομονὴν ἔργου οὐ γὰρ μόνον ἡ πίστις ἀρκεῖ ἀλλὰ καὶ ἔργων χρεία
1068vRom.2.7* ἀγαθοῦ ὑπομονὴν δὲ εἰπὼν γενναίως ἔχειν διδάσκει πρὸς τοὺς πειρασμούς
106Ph8vRom.2.7* τοῖς μὲν καθ' ὑπομονὴν ἔργου τοῖς μὲν καθ' ὑπομονὴν ἔργου Ἀπὸ κοινοῦ τὸ ἀποδώσει ὃς καὶ ἀποδώσει ἀποδώσει γὰρ τοῖς μὲν τὰ ἀγαθὰ τοῖς δὲ ἀποδοθήσεται θυμὸς καὶ ὀργὴ καὶ τὰ ὅμοια ἔστι δὲ διπλοῦν τὸ σχῆμα τοῦ λόγου καὶ ἀπὸ κοινοῦ γὰρ καὶ ζεῦγμα σκοπεῖ δὲ ὅτι τὰ μὲν ἀγαθὰ ἀποδώσει φησὶ τὴν δὲ κόλασιν οὐκ ἀποδώσει ἀλλ' ἀποδοθήσεται καὶ οὐδὲ τοῦτο κατὰ λέξιν εἶπεν ἀλλ' ἀφῆκεν συνεπινοηθῆναι οὕτως οἶδε τὸ μὲν δικαιοῦν καὶ σώζειν οἰκεῖον θεοῦ τὸ δὲ τιμωρεῖν αὐτὸν καὶ κολάζειν ἀπὸ τῆς τῶν ἁμαρτανοντων πωρώσεως καὶ τοῦ μὴ μετανοεῖν καὶ ἐπιστρέφειν
1078vRom.2.7* s ἀγαθοῦ τὸ ὑπερβατον ζητοῦσι ζωὴν αἰώνιον
1088vRom.2.7 δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον τὰς περὶ ἀναστάσεως ἀνοίγει θύρας
1098vRom.2.7-Rom.2.8 τοῖς δὲ ἐξ ἐριθείας πάλιν δείκνυσι φιλονεικίας είναι καὶ ῥαθυμίας τὰ ἁμαρτήματα
110exa8vRom.2.8Οικου(μενιου) * παρέλκεται ὁ καί
1108vRom.2.8-Rom.2.9 καὶ ἀπειθοῦσι μὲν τῆι ἀληθείαι πειθομένοις δὲ τῆι ἀδικίαι θυμὸς καὶ ὀργὴ θλῖψις καὶ στενοχωρία τις γὰρ πιστεύει ὅτι καλὸν ἡ ἀδικία καὶ κακὸν ἡ ἀλήθεια δῆλον οὖν ὡς ἐν γνώσει ἐστιν ἡ ἁμαρτία τοῦτο γὰρ μάλιστα τὸ πειθομένοις δηλοῖ ἑκὼν γὰρ πείθεται ὁ πειθόμενος
110exb8vRom.2.9* ἐξ ἐριθείας θέλων δείξαι πάλιν τῆς γνώμης τὸ κατηγορημα οὐκ εἶπεν ἐξ ἀγνοίας ἀλλ’ ἐξ ἐριθείας
1119rRom.2.9 ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργεζομενου τὸ κακόν οὐκ ἑνί φησι βασιλεὺς οὐκ ἑνὶ δυνάστης ὃς φεύξεται
1129rRom.2.9 Ἰουδαίου τε πρῶτον καὶ Eλληνος ὅσω γὰρ πλείονος διδασκαλίας ἠξίωται τοσούτῳ πλεῖον ἁμαρτάνων τιμωρηθησεται
113ex9rRom.2.9
1149rRom.2.9-Rom.2.10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῶ εργεζομενω τὸ ἀγαθον καλῶς τὸ εἰρήνη ἐκεῖ γὰρ οὐδεὶς διὰ φθόνον μαχήσεται τῶ τιμηθέντι ἡ δοξασθέντι
114ex9rRom.2.10* s δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῶ εργεζομενω τὸ ἀγαθον Πανταχοῦ τοῖς καλοῖς περιφράττει τὸν ἀκροατὴν προτρεπόμενος εἰς αὐτὸ ἐλθεῖν Πρῶτον γὰρ διεξέρχεται τὰς ἀμοιβὰς ἃς ἀπολήψονται οἱ ἅγιοι εἰς τὰς μέσας τὰς κολάσεις θεὶς πάλιν ἐπὶ τὰς τῶν καλῶν ἀμοιβὰς ἔρχεται Δόξαν καὶ τιμὴν λέγων ὑπάρξειν τῷ ἐργαζομένῳ τὸ καλὸν οὕτως γὰρ μᾶλλον ἐπισπάσαιτο τὸν ἀκροατήν
1159rRom.2.10 Ἰουδαίῳ τε πρῶτον ἵνα μὴ νομίσωσιν Ιουδαιοιοι τὸν ἀκροβυστον κἂν θεοσεβὴς ἡ ἔλαττον ἔχειν συνάπτει αὐτούς
1169rRom.2.10 καὶ Eλληνι Ἕλληνα οῦτον ειδωλατρην λέγει ἀλλὰ τὸν ἀκροβυστον μὲν θεοσεβῆ δὲ καὶ πιστόν
1179rRom.2.10-Rom.2.11 οὐ γὰρ ἐστιν προσωποληψία παρὰ τῶ θεῶ οὐ γὰρ προσώπων ἂλλ ἔργων ἐστι ζήτησις
117exa9rRom.2.11* οἷος ἦν ὁ Μελχισεδὲκ Νινευΐται ὁ Ἰὼβ ὁ Κορνήλιος
117exb9rRom.2.11* μᾶλλον δὲ τοῦτο δὲ ποιεῖ ὅπως ἂν εἰς τὸ δέξασθαι τὴν χάριν αὐτῶν ἐκκαλέσηται ἔλεγον γὰρ οἱ Ἰουδαῖοι μὴ χρῄζειν τῆς χάριτος δικαιούμενοι ἐν νομῳ Διὸ δείκνυσιν ὡς οὐδὲν αὐτοὺς ὠφελεῖ Ἀδύνατον γὰρ αὐτὸν κατορθωθῆναι ἀλλὰ καὶ ἐπικαταράτους ποιεῖ Ταῦτα δὲ πάντα ὡς εἶπον κατασκευάζει συγκλείων αὐτοὺς εἰς τὴν διὰ πίστεως χάριν
1189rRom.2.11-Rom.2.12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται ἔνθεν ἄχρι φυλῶν πλειόνων μάχην εἰσάγει ἐθνικῶν καὶ Ἰουδαίων καὶ συνηγορεῖ μὲν τοῖς ἐθνικοῖς φύσει δὲ τὰ δικαία πράττουσιν τοῦτο δὲ ποιεῖ θέλων τὸν μὲν νόμον ἐκβαλεῖν τὴν δὲ πίστιν ἀντεισαγαγεῖν
118exb9rRom.2.12Ιω(αννου) * ἐνταῦθα οὐ μόνον ἰσοτιμίαν δείκνυσιν Ἰουδαίου καὶ Ἕλληνος ἀλλὰ πολὺ τὸν Ἰουδαῖον βαρούμενον ἀπὸ τῆς τοῦ νόμου δόσεως ὁ μὲν γὰρ Ἕλλην ἀνόμως κρίνεται τὸ δὲ ἀνόμως ἐνταῦθα οὐ τὸ χαλεπώτερον ἀλλὰ τὸ ἡμερώτερον λέγει τουτέστιν οὐκ ἔχει κατηγοροῦντα τὸν νόμον τὸ γὰρ ἀνόμως τουτέστιν χωρὶς τῆς ἐκείνου κατάκρισεως φησιν ἀπὸ τῶν τῆς φύσεως λογισμῶν καταδικάζεται μόνον ὁ δὲ Ἰουδαῖος ἐννόμως τουτέστιν μετὰ τῆς φύσεως καὶ τοῦ νόμου κατηγοροῦντος ὅσω γὰρ πλειονως ἀπέλαυσεν ἐπιμελείας τοσούτῳ μείζονα δώσει δίκην
118exc9rRom.2.12
118exa9vRom.2.12-Rom.2.13 καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῶ θεῶ δεῖξαι θέλει ἐν δύο ἁμαρτήσασιν Ἰουδαίῳ τε καὶ ἀκροβύστω χεῖρον τὸν Ἰουδαῖον τιμωρεῖσθαι ὅσω καὶ νόμου ὁδηγοῦ εὐπορήσας ἥμαρτεν ἀνόμως δὲ αμαρτωντα εἰσάγει τὸν ἀκροβυστον ὅς φησιν ἀνόμως ἀπολεῖται τουτέστιν οὐ μετὰ ἀκριβείας νόμου ὁ δηλοῖ τὴν συμμετρον ἀπώλειαν ἐν νομως δὲ ἁμαρτόντα λέγει τὸν Ἰουδαῖον ὅς φησι διὰ τὸν νόμον ὃν καὶ παραβεβηκεν κριθήσεται τουτέστιν κατακριθήσεται δηλοῖ δὲ τοῦτο τὴν ἐπὶ τὸ χείρω ἀπώλειαν κρίσιν δὲ αὐτὴν καλεῖ καὶ οὐκ ἀπώλειαν διὰ τὸ ἡγεῖσθαι τὸ δικαστηριον εἰ χεῖρον οὖν ὁ Ἰουδαῖος τιμωρεῖται κατὰ τὴν παραγραφήν πως ἐπὶ μὲν τοῦ Ἕλληνος ἀπολοῦνται εἶπεν ἐπὶ δὲ τοῦ Ἰουδαίου κριθήσονται ὧν τὸ μὲν ἀναμφίβολον κακὸν είναι δοκεῖ τὸ δὲ ἀμφίβολον ἀλλὰ πρόσεχε κρίμα ἐνταῦθα {τὸ κατάκριμα λέγει τὸ κατάκριμα λέγει /τὸ κατάκριμα λέγει }* τουτέστιν τὴν ἀναμφίβολον ἀπώλειαν δηλοῖ ἀλλὰ ἑνὶ τιμωρία παρὰ τιμωρίαν καὶ τὰ δύο οὐκ ἀμφίβολον ἀπωλείας
1199vRom.2.13 ἂλλ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται ἴσως γὰρ ἀνθρώπους πλανῶσιν ἂλλ οὐ τοὺς ἀκροατὰς τοῦ νόμου δίκαιοι ὁ θεὸς ἀλλὰ τοὺς ποιητάς
1209vRom.2.13-Rom.2.14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τὸ τοῦ νόμου ποιῇ τοῖς τῆς φύσεως λογισμοῖς χρώμενος πρὸς δικαιοπραγίαν
120ex9vRom.2.14Ιω(αννου) * s ὅταν γὰρ ἔθνη τὰ μὴ νόμου ἔχοντα φύσει τὰ τὸ τοῦ νόμου ποιῇ φύσει ὅταν εἴπῃ τοῖς ἐκ φύσεως λέγει λογισμοῖς
1219vRom.2.14 οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος θαυμάσιο οὖν οὗτοι οἱ νόμου παιδαγωγὸ μὴ δεηθέντες οὗτοι νομοθέται τε εἰσιν ἑαυτῶν καὶ πληρωταὶ τῆς νομοθεσίας
12210rRom.2.14-Rom.2.15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν οὐ γὰρ δέονται τοῦ ἐν γράμμασι νόμου φησιν ἀλλὰ τούτων ἡ καρδία ἔγγραπτον ἔχει κατανοούμενον τὸν νόμον
12310rRom.2.15 συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως ἀρκεῖ γὰρ ἀντὶ νόμου τὴν οἰκείαν συνείδησιν ἔχειν μαρτυροῦσαν τοῖς καλοῖς ἔργοις
12410rRom.2.15 καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἡ καὶ ἀπολογουμένων ἐν ἐκείνῳ γὰρ τῶ κριτηρίῳ οὐ δεόμεθα τῶν ἔξωθην ἡ κατηγορούντων ἡ μαρτυρούντων ἡμῖν τὰ χρηστὰ ἂλλ οἱ ἑκάστου λογισμοὶ καὶ τὸ συνειδὸς ἡ κατηγορεῖ ἡ απολογειται
124Ph10rRom.2.15* καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν διὰ τὶ εἰπὼν κατηγορούντων οὐκ εἶπε καὶ δικαιούντων οὕτω γὰρ ἂν ἐδηλοῦντο οἱ κολαζομενοί τε διὰ τοῦ κατηγορούντων καὶ οἱ σωζόμενοι διὰ τοῦ δικαιούντων νῦν δὲ ὡς ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ προτρέπεται νοεῖν ἡ ἀκολουθία καὶ τὸ κατηγορούντων καὶ τὸ ἀπολογουμένων φαμὲν οὖν ὅτι οὐ δεῖ ἐπὶ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμφοτερα λαβεῖν ἀλλὰ κατηγορούντων μὲν τῶν λογισμῶν ἐφ' ἑτέρων ἤτοι τῶν κολασθησομένων ἀπολογουμένων δὲ ἐφ' ἑτέρων ἤτοι τῶν σωθησομένων διὰ τὶ οὐκ εἶπεν δικαιούντων καὶ κατακρινοντων ὅτι οὐ δικαιοῦσιν οὗτοι οὐδὲ τιμωροῦνται ἀλλὰ κατηγοροῦσι μὲν ἢ ἀπολογοῦνται τὴν δὲ κρίσιν ὁ κριτὴς ἐπάγει Πάλιν ἔστιν εἰπεῖν τὶ οὖν πῶς ἀπολογοῦνται μηδενὸς κατηγοροῦντος εἰ τὸ μὲν ἐπὶ τῶν σωζομένων τὸ δὲ ἐπὶ τῶν δὲ απολλυμενων τέτακταὶ κατηγοροῦσι καὶ ἐνταῦθα οὐ γὰρ οὐκ ἔστιν ἄνθρωπον ἄνευ ἁμαρτίας ἐκεῖθεν ὀφθῆναι ἀλλ' ἡ κατηγορία ἐπεὶ οὐκ ἔστι βάρος ἔχοντα καὶ ὄγκον τὰ ἁμαρτήματα οὐκ ἔστι σφοδρὰ οὐδὲ ἀπαράγραπτος ἀλλ' ἀπολογίαν προάγουσην πρὸς αὐτὴν οἱ λογισμοὶ τὸ εὐολισθον τῆς φύσεως τὸ ἀσθενὲς τὴν τοῦ θεοῦ φιλανθρωπίαν τὸν ἔλεον καὶ παύεται μὲν ἐκείνη νικᾷ δὲ ἡ ἀπολογία ἀπὸ τῆς ἀπολογίας οὖν εἰσιν ἄξιοι τοῦ σημαίνεσθαι κἂν ἡ κατηγορία προηγήσατο ἐπειδὴ δὲ ἐν τοῖς ἀπολλυμένοις ἄτοπα μὲν καὶ χαλεπὰ τὰ ἁμαρτήματα σφοδρὰ δὲ καὶ ἀπαραίτητος ἡ κατηγορία οὐδαμοῦ δὲ ἡ ἀπολογία τίθησι πάλιν μόνον ἐπ' αὐτῶν τὸ κατηγορούντων εἰσὶ δὲ συγγνωστὰ μὲν ἃ κατὰ λογισμοὺς ἡμάρτομεν ἀσύγγνωστα δὲ ἃ μέχρι πράξεων παρειλκύσαμεν καὶ πάλιν συγγνωστὰ μὲν ἃ διὰ μετανοίας εκαθηράμεθα ἀσύγγνωστα δὲ οἷς μηδὲ τὸ διὰ ταύτης ἰατήριον καὶ τὴν θεραπείαν προσενηνόχαμεν
124Ph10rRom.2.15* εἰς μεταξὺ ἀλλήλων τῶν λόγων ∆ύναται ὡς ἔχει τάξεως ἡ λέξις τοῦ ῥητοῦ ἡ διάνοια παραληφθῆναι οἷον οἱ μὲν τὸν νόμον λαβόντες καὶ τὸν νόμον καὶ τὴν συνείδησιν ἔχουσιν ἐφ' οἷς ἁμαρτάνουσι κατηγοροῦσαν οἱ δὲ μὴ παρειληφότες φησὶ τὸν νόμον πράττοντες δὲ ἀπὸ συνειδήσεως τὰ τοῦ νόμου οὗτοι τὴν συνείδησιν προβάλλονται μάρτυρα τῆς ἀγαθοεργίας ἵνα γὰρ μή τις εἴπῃ οὐκοῦν κατὰ τύχην πράττουσι τὸ ἀγαθον εἰ μὴ νόμῳ πράττουσιν οὐμενοῦν φησὶν ἀλλὰ μετὰ συνειδήσεως διδάσκαλον ταύτην καὶ μάρτυρα ἔχοντες τῆς ἀγαθοεργίας διὸ καὶ μείζονος ἄξιοι ἀποδοχῆς καὶ μείζονα τὸν ἔλεγχον κατὰ τῶν μετὰ νόμου ἁμαρτανοντων ἐπάγονται εἶτα ἐπειδὴ οὐ πάντες οἱ χωρὶς νόμου ἀγαθοεργοῦσιν ἀλλ' εἰσὶν οἳ καὶ πλημμελοῦσιν δείκνυσιν οὐδ' αὐτοὺς ἐσομένους ἀτιμωρήτους εἰ γὰρ καὶ μὴ νόμον ἔχουσι φησὶ τὸν κατηγοροῦντα ἀλλὰ καὶ οὗτοι δίκας ὑφέξουσι μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων τὸ δὲ ἢ καὶ ἀπολογουμένων πίστωσὶς ἐστιν ἐκ τοῦ ἐναντίου ἐπαγομένη ὡσανεὶ ἔλεγεν ὅτι ὥσπερ ἀπολογουμένων τῶν λογισμῶν ἀθῴωσις ἀκολουθεῖ τοῦ νόμου χωρὶς οὕτω κατηγορούντων πάλιν χωρὶς τοῦ νόμου ἡ κατάκρισις ἕπεται ποτε δὲ ταῦτα ἐν τῇ δευτέρᾳ παρουσίᾳ
12510rRom.2.15-Rom.2.16 ἐν ἡμέρα ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων οἱ μὲν γὰρ ἄνθρωποι τὰ φανερὰ ὁ δὲ θεὸς τῶν κρυπτων ἐστι ἐξετασής
12610rRom.2.16 κατὰ τὸ εὐαγγέλιον μου διὰ Ἰησοῦ Χριστοῦ ὁ γὰρ πατήρ φησιν κρίνει οὐδένα ἀλλὰ τὴν δὲ κρίσιν δέδωκεν τῶ υἱῷ
12710rRom.2.16-Rom.2.17 ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ εἰπὼν ὅτι οὐδὲν τῶ θεοσεβεῖ ἀκροβύστω δὲ λείπει πρὸς τὸ σωθῆναι εὰν ἡ μόνον τοῦ νόμου ποιητὴς τίθησι λοιπὸν καὶ ἐφ' οἷς μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι δεικνὺς ὅτι οὐδὲν τούτων ὠφελεῖ τὸν μὴ ὀρθῶς βιοῦντα καὶ πρῶτον αὐτο τὸ ὄνομα τέθεικεν ἴδε σύ φησιν Ἰουδαῖος ἐπονομάζῃ ἐδοκει γὰρ καὶ αὐτο τὸ ὄνομα μέγα τι είναι ὥς νυν τὸ τῶν χριστιανῶν
12810rRom.2.17* οὐ γὰρ εἰ κατὰ ἀλήθειαν εἰ εἰ μὴ {πληροῖ /πληροῖς }* τὸν νόμον
128ex10rRom.2.17Θεοδω(ρετου) * s καὶ ἐπαναπαύῃ τῶ νόμῳ οὐ γὰρ κάμνεις φησι ὡς ἔξω νόμου πολιτευόμενος τὸ πρακτέον ἐπιζητῶν ἂλλ ἔχεις τὸν νόμον σαφῶς ἅπαντα σε διδάσκοντα
12910rRom.2.17 καὶ ἐπαναπαύῃ τῶ νόμῳ μέγα φησιν ἐπὶ τῶ νόμῳ φρονεῖς καὶ ἐν τρυφας αὐτω ὡς ἡξιωμένος νομουθειου παρὰ τοὺς λοιποὺς τὸ δὲ ἐπαναπαύῃ δηλοῖ ὅτι οὐ καμάτῳ αὐτῶν ἡ κατορθώμασιν ἐδόθη ἀλλὰ θεία χάριτι
13010rRom.2.17 καὶ καυχᾶσαι ἐν θεῶ ὡς μόνος ἀγαπηθεὶς παρὰ τοὺς λοιποὺς ἀνθρώπους δοκεῖ δὲ αὐτοὺς καὶ εἰς ἀπόνοιαν σκώπτειν
13110vRom.2.17-Rom.2.18 καὶ γινώσκεις τὸ θέλημα καίτοι τὸ γινώσκειν μὲν μὴ ποιεῖν δὲ πλείονα παρεσκέυαζε τὴν κόλασιν ἂλλ ὅμως καὶ ἐπὶ τοῦτο μέγα ἐφρόνουν ὅθεν οὐ λέγει ποιεῖς ἀλλὰ γινώσκεις τὸ τοῦ θεοῦ θέλημα
13210vRom.2.18 καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου ἡ γὰρ τοῦ νόμου κατήχησις οἶδεν τῶν συμφερόντων ἀκριβῆ δοκιμασίαν ἐκδιδάξαι οὗτοι δὲ μὴ ποιοῦντες καὶ ἐπὶ τὸ εἰδέναι τὴν τῶν συμφερόντων δοκιμασίαν μέγα ἐφρόνουν μέγα
13310vRom.2.18-Rom.2.20 πέποιθας τε σεαυτὸν ὁδηγὸν είναι τυφλῶν φῶς τῶν ἐν σκότει παιδευτὴν ἀφρόνων διδάσκαλον νηπίων οὐκ εἰ φησιν ὁδηγος ἂλλ οὕτω περὶ σεαυτοῦ λογίζῃ τυφλοὺς δὲ λέγει καὶ ἐν σκότει καὶ ἄφρονας καὶ νηπίους τοὺς προσκολλωμενοις αὐτοῖς προσηλύτους οἱ οὔπω εἴδησιν εἶχον τοῦ νόμου τούτοις γὰρ τοῖς ὀνόμασιν ἀπὸ κενοδοξίας αὐτοὶ τοὺς προσηλύτους ἐκάλουν διὸ καὶ αὐτος ἠρέμα ἐπονειδίζων αὐτοῖς τοῖς τοιούτοις ὀνόμασιν ἐχρήσατο
13410vRom.2.20 ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῶ νόμῳ εὐφυῶς εἶπεν μόρφωσιν γνώσεως καὶ εὐσεβείας δηλῶν ὅτι οὐκ αὐτὴν ἔχουσιν τὴν ἀληθῆ γνῶσιν καὶ εὐσέβειαν ἂλλ ἐπίπλαστον εἰκονα τινα σχῆμα μὲν ἔχουσαν ἀληθείας οὐκ οὖσαν δὲ καλῶς δὲ κεῖται τὸ ἐν τῶ νόμῳ ἔδει γὰρ τὴν εἰκονα τὴν ἀληθῆ ἐν τῶ συνειδότι καὶ ἐν ταῖς πράξεσιν κεστῆσθαι σὺ δέ φησι μέγα φρονεῖς ὡς ὅτι ὁ νόμος ἔχει τὴν εἰκονα ταύτην ἂλλ οὐδὲν τοῦτο πρός σε ἐπεὶ μὴ ποιητὴς εἰ τοῦ νόμου
134Ph10vRom.2.20
13511rRom.2.20-Rom.2.22 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις εἶτα ἀκολουθον ἦν εἰπεῖν ὅτι οἱ τὰ τοιαῦτα παρὰ θεοῦ λαβόντες καὶ μὴ φυλάττοντες αυτὰ μείζονος ἔσονται τιμωρίας ἔνοχοι ὅσω καὶ ἐν γνώσει ἡ ἁμαρτία ἀλλὰ τέως οὐ σφόδρα αὐτῶν καθάπτεται ἀλλὰ κατ' ἐρώτησιν προάγων τὸν λόγον τοῦτο αὐτω ἐνδείκνυται
135ex11rRom.2.22Θεοδω(ρητου) * αποφατικως ἀνάγνωθι ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις
135exb11rRom.2.22του Χριστοστο(μου) * κατ’ ἐρώτησιν προάγει τὸν λόγον ἐντρέπων καὶ λέγων Ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ δι-δάσκεις
13611rRom.2.22 ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς ὁ μὲν νόμος καὶ τὰ ἐν τοῖς εἰδώλοις χρήματα βδελυκτὰ εἶχεν διὰ τὸ δαίμοσιν ἀνατεθῆναι ὑμεῖς δέ φησι τὰ μὲν εἴδωλα {βδελυσσεσθ[ε] /βδελύσσεσθαι }* φατὲ τὰ δὲ ἐπ' αὐτοῖς χρήματα ἀρπάζετε ἄρα οὖν οὐδε τὰ εἴδωλα κατὰ ἀλήθειαν βδελύσσεσθε
136Ph11rRom.2.22
13711rRom.2.22-Rom.2.23 ὃς ἐν νόμῳ καυχᾶσαι δα τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις καυχᾶσαι ὡς τιμηθεὶς παρὰ θεοῦ διὰ τὸν νόμον τι τοίνυν τῆ παραβάσει ἀτιμάζεις τὸν νόμον καὶ συνατιμάζεις τὸν θεόν
13811rRom.2.23* ἐπειδὴ βαρὺ εἶπεν ὅτί φησι τὸν θεὸν ἀτιμάζεις τὸν προφήτην παράγει μάρτυρα ὡς εἰ εἶπεν οὐκ ἐμὸς ὁ λόγος ἀλλὰ τοῦ Ἠσαΐου
13911rRom.2.23-Rom.2.24Θεοδω(ρητου) * τὸ γὰρ oνομα τοῦ θεοῦ δι' ὑμᾶς βλαφθημειται ἐν τοῖς ἔθνεσι καθὼς γέγραπται οἱ γὰρ ἐξ ἐθνῶν ὁρῶντες αὐτοὺς κακῶς πολιτευομένους εἰς βλασφημίας ἐξεφέροντο τούτους λέγοντες ἔδει αγαπησαι τὸν θεὸν ἡ δοῦναί τι αὐτοῖς οὐκ ᾔδει κακοὺς ὄντας καὶ ἐσομένους
14011rRom.2.24
14111rRom.2.24 τὸ γὰρ oνομα τοῦ θεοῦ δι' ὑμᾶς βλαφθημειται ἐν τοῖς ἔθνεσι καθὼς γέγραπται ἐπειδὴ μέγα τι ἐδοκει ἡ περιτομὴ τελευταῖον ἐπ' αὐτὴν ἦλθεν καί φησιν ἂλλ ἐρεῖτε μέγα καὶ ὠφέλιμον τι χρῆμα ἡ περιτομὴ εἰσκρίνει γὰρ τῶ λαῷ τοῦ θεοῦ ναί φησιν ὁμολογῶ ἀλλὰ τότε ὅταν νόμον πράσσῃς
14211rRom.2.24-Rom.2.25 περιτομὴ μὲν γὰρ ὠφελεῖ εὰν νόμον πράσσῃς βούλεται δεῖξαι ὅτι περιτομὴ ἐστιν νοητὴ ἧς τύπος ἡ αἰσθητὴ κεκαθάρθαι καὶ τὰ περιττὰ περιτετμῆσθαι {περὶ τό /περιττο }* δὲ πᾶν ὅσον οὐ φίλον θεῶ ἐκ δὴ τούτου ἐστι τις ἀκροβυστος μὲν τὸ σῶμα τὴν δὲ τοιαύτην ἔχων περιτομὴν καὶ πάλιν ἐμπερίτομος μὲν τὸ σῶμα ἀκροβυστος δὲ τὴν ψυχὴν ἀκροβυστίαν γὰρ καὶ περιτομὴν τὴν ἀληθῆ δηλονότι αγαθαι καὶ πονηρᾶι πράξεις χαρακτηρίζουσιν
142ex11rRom.2.25Θε(ω)δ(ορη)τ(ου) * s περιτομὴ μὲν γὰρ ὠφελεῖ εὰν νόμον πράσσῃς Τοῖς προφητικοῖς ὁ θεῖος Ἀποστολος ἠκολούθησε λόγοις Ὁ γὰρ τῶν ὅλων Θεὸς διὰ Ἱερεμίου τοῦ προφήτου φησὶν ὅτι «Πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκὶ ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίαις αὑτῶν » Καὶ πάλιν «Περιτμήθητε τῷ Θεῷ » Καὶ δεικνὺς ποίαν λέγει περιτομὴν ἀρέσκουσαν τῷ Θεῷ ἐπήγαγε «Καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν τὴν σκληρὰν » Ἐντεῦθεν ὁρμώμενος ὁ θεῖος Ἀποστολος περιττὴν ἔδειξε τὴν περιτομὴν τῆς κατὰ ψυχὴν οὐχ ὑπαρχούσης περιτομῆς Δι’ ἐκείνην γὰρ αὕτη δέδοται καὶ τάξιν ἐπέχει σφραγῖδος Ἔνθα δὲ χρυσὸν ἔχομεν ἢ ἄργυρον ἢ λίθους τιμίους ἢ ἐσθῆτα πολυτελῆ εἰώθαμεν ἐπιτιθέναι τὰ σήμαντρα Ὅταν δέ γε τούτων ἔνδον μηδὲν ἀποκειται περιττὴ τῶν σημάντρων ἡ θέσις
142Pha11rRom.2.25
142Phb11rRom.2.25
14311vRom.2.25 εὰν δὲ παραβάτης νόμου ἧς ἡ περιτομὴ σου ἀκροβυστία γέγονεν εἰς νοητὴν ἀκροβυστίαν φησιν μετὰ πεφοιτηκεν σου ἡ περιτομὴ διά σε τὸν κακῶς χρώμενον τέως γὰρ οὐ βούλεται φανερῶς ἀτιμάσαι τὴν περιτομήν
143ex11vRom.2.25Ιω(αννου) * Δύο γὰρ ἐνταῦθα ἀκροβυστίας καὶ δύο περιτομάς φησιν ὥσπερ καὶ δύο νόμους Ἔστι γὰρ νόμος ὁ φυσικὸς καὶ ἔστιν ὁ γραπτος καὶ μέσος τούτων ὁ διὰ τῶν ἔργων Καὶ σκοπεῖ πῶς τοὺς τρεῖς δείκνυσι τούτους καὶ εἰς μέσον ἄγει Ὅταν ἔθνη τὰ μὴ νόμον ἔχοντα φησὶ Ποῖον νόμον εἰπέ μοι Τὸν γραπτὸν Φύσει τὰ τοῦ νόμου ποιεῖ Ποίου Τοῦ διὰ τῶν ἔργων Οὗτοι νόμον μὴ ἔχοντες Ποῖον Τὸν γραπτὸν Ἑαυτοῖς εἰσι νόμος Πῶς Τῷ φυσικῷ κεχρημένοι Οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου Ποίου Τοῦ διὰ τῶν κνυνται τὸ ἔργον τοῦ νόμου Ποίου Τοῦ διὰ τῶν πράξεων Ἐκεῖνος μὲν γὰρ ἔξω κεῖται ὁ διὰ τῶν γραμμάτων οὗτος δὲ ἔνδον ὁ διὰ τῆς φύσεως ὁ δὲ ἐν ταῖς πράξεσι καὶ τὸν μὲν τὰ γράμματα ὑπαγορεύει τὸν δὲ ἡ φύσις τὸν δὲ αἱ πράξεις Τούτου δὴ τοῦ τρίτου χρεία δι’ ὃν καὶ ἐκεῖνοι οἱ δύο ὅ τε ἀπὸ φύσεως ὅ τε ἀπὸ τῶν γραμμάτων κἂν οὗτος μὴ παρῇ οὐδὲν ὄφελος ἐκείνων ἀλλὰ καὶ βλάβος μέγιστον Καὶ τοῦτο δείκνυς ἐπὶ τοῦ φυσικοῦ μὲν ἔλεγεν Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον σεαυτὸν κατακρίνεις ἐπὶ δὲ τοῦ γραπτοῦ Ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις Οὕτω καὶ ἀκροβυστίας δύο μία μὲν ἡ φυσικὴ δευτέρα δὲ ἡ ἀπὸ πράξεως καὶ περιτομὴ μία μὲν ἡ ἐν τῇ σαρκὶ δευτέρα δὲ ἡ ἀπὸ προαιρέσεως Οἷον τι λέγω Περιετμήθη τις ὀκταήμερος αὕτη σαρκικὴ περιτομὴ Ἔπραξέν τις τὰ νόμιμα ἅπαντα αὕτη διανοίας περιτομὴ ἣν μάλιστα ὁ Παῦλος ζητεῖ μᾶλλον δὲ καὶ ὁ νόμος
14411vRom.2.25-Rom.2.26 εὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ τουτέστιν οἱ τὴν ἀκροβυστίαν ἔχοντες ἐθνικοί
14511vRom.2.26 οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται οὐκ εἶπεν ὅτι νίκα τὴν περιτομὴν τέως γὰρ ἐπαχθὲς ἦν ἂλλ ὅτι εἰς περιτομὴν λογισθήσεται παρὰ θεῶ δηλονότι
14611vRom.2.26-Rom.2.27 καὶ κρίνει τουτέστιν κατάκρινει ὡς καὶ εἴρηται ἄνδρες Νηνευιται ἀναστήσονται καὶ κρινοῦσι τὴν γενεὰν ταύτην
146Ph11vRom.2.27
14711vRom.2.27 ἡ ἐκ φύσεως ἀκροβυστία ἐκ φύσεως ἀκροβυστίαν λέγει τὸν ἐν σαρκὶ ἀκροβυστον οὕτως τοιγαροῦν πληρῶν τὰ ἀπὸ τοῦ νόμου κατάκρινει σε τὸν περιτομὴν ἔχοντα καὶ ὅσον ἧκεν εἰς τὸ γράμμα τὸν νόμον ταῖς δὲ πράξεσι παραβαίνοντα αὐτον
147Ph11vRom.2.27
14811vRom.2.27 τὸν νόμον τελοῦσα σε τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου διὰ γὰρ νόμου γραπτοῦ καὶ περιτομῆς προαχθεὶς ἐγένου πάντων παραβάτης
148ex11vRom.2.27-Rom.2.28 οὐ γὰρ ὁ ἐν τῶ φανερῷ Ἰουδαῖος ἐστι οὐδε ἡ ἐν τῶ φανερῷ ἐν σαρκὶ περιτομή λοιπὸν ὁρίζει τις ὁ ὄντως Ἰουδαῖος καί τις ὁ ὄντως ἀκροβυστος καὶ δοκεῖ μὲν μὴ ἐκβάλλειν τὸν Ἰουδαῖον ἀλλὰ τὸν παραβάτην πολὺ δὲ καταβαλλει αὐτοὺς σημαίνων πάντα πρὸς ἐπίδειξιν αὐτοὺς ποιοῦντας
14912rRom.2.28* s οὐ γὰρ ὁ ἐν τῶ φανερῷ Ἰουδαῖος ἐστι οὐδε ἡ ἐν τῶ φανερῷ ἐν σαρκὶ περιτομή τοῦτο εἰπὼν ἐξέβαλεν τὰ σωματικα πάντα
15012rRom.2.28* οἷον ὁ νοητος
15112rRom.2.28-Rom.2.29 ἂλλ ὁ ἐν τῶ κρυπτῷ Ἰουδαῖος καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι οὐ γὰρ χρεία φησι τὴν σαρκικὴν περιτέμνειν ἀκροβυστίαν ἀλλὰ τὴν καρδίαν ἐκ τῶν κακῶν πράξεων εἰπὼν δὲ ἐν πνεύματι προδοποιεῖ τῆ πίστει οἱ γὰρ πιστοὶ διὰ πνεύματος ἁγίου τὴν περιτομὴν ἔχουσι τῶν ἁμαρτιῶν
15212rRom.2.29* ὁ τὴν καρδίαν φησι τετμημενος ἀπὸ πάσης ἀκαθαρσίας οὗτος γὰρ ἀληθῶς Ἰουδαῖος ὁ τὸν νόμον πληρῶν
15312rRom.2.29 οὐ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἂλλ ἐκ τοῦ θεοῦ τῆς γὰρ κρυπτης καὶ ἐν καρδία περιτομῆς οὐκ ἔσται ἐπαινέτης ἄνθρωπος ἂλλ ὁ ἐτάζων καρδίας καὶ νεφροὺς θεός
15412rRom.2.29-Rom.3.1 τι οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου ἡ τις ἡ ὠφέλεια τῆς περιτομῆς αντιτιθησιν ἑαυτῷ εἰ οὖν φησι κατὰ τὸν σὸν λόγον οὐδὲν ὠφελεῖ οὔτε τὸ είναι Ἰουδαῖον οὔτε τὸ περιτέμνεσθαι ἀλλὰ καὶ βλαπτει ὡς οἱ παραβαίνοτες μείζονος εἰσι τιμωρίας ἄξιοι τι δή ποτε ἡμᾶς καὶ ἐξελέξατο ὁ θεὸς διατὶ δὲ καὶ περιτέμνεσθαι προσέταξεν ἦν μὲν οὖν πρὸς τὴν ἀντίθεσιν εἰπεῖν ὅτι τύπος ἦν ἡ περιτομὴ ταύτης τῆς διὰ πίστεως ἐν πνεύματι περιτομῆς καὶ ὁ Ἰουδαῖος τοῦ νοητοῦ Ἰουδαίου τοῦ ἐξομολογουμένου θεῶ Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται ἀλλὰ ταύτην τέως ἀφεὶς τὴν λύσιν ἀπαράδεκτον ἔτι οὖσαν εἰς ἑτέραν ἦλθεν ὅτι ὠφελεῖ ὁ Ιουδαισμος κατὰ τοῦτό φησιν ἔμαθον ὁδὸν σωτηρίας ἔλαβον νόμον ὁδηγὸν τῶν πρακτέων εἰ δὲ μὴ ἐφύλαξαν ἑαυτοῖς μεμφέσθωσαν ἐμοι γὰρ τέως φησι πρὸς τοὺς μὴ παραβαίνοντας ὁ λόγος
154ex12rRom.3.1Θεοδ(ωρετου) * s τι οὖν τὸ περισσὸν τοῦ ἰουδαίου ἡ τις ἡ ὠφέλεια τῆς περιτομῆς τι δήποτε τῶν ἐθῶν εχωρησεν τὸν Ἰσραὴλ ὁ θεὸς καὶ τὴν περιτομὴν αὐτοῖς δέδωκεν τὸ γὰρ περισσὸν τοῦ Ἰουδαίου τὴν περιτομὴν λέγει εἶτα ἐπάγει πολὺ κατὰ πάντα τρόπον ἐξελέξατο γὰρ αὐτῶν τοὺς προγόνους τῆς Αἰγυπτίων ἠλευθέρωσεν δυναστείας πολυθρυλήτους διὰ τὰς παντοδαπὰς θαυματουργίας απεφηνεν νόμον εἰς βοήθειαν ἔδωκεν προφήτας ἐπεστήσεν τοῦτο γὰρ λέγει πολὺ κατὰ πάντα τρόπον ταῦτα μέντοι πάντα σιγήσας τοῦ νόμου τὴν θέσιν τίθησι μόνον Πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ
15512vRom.3.1-Rom.3.2 πολὺ κατὰ πάντα τρόπον συντιθεται είναι τὸ περισσὸν καὶ ὠφέλιμον
15612vRom.3.2 πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ ὅτι ὅλως φησιν ἐνεχείρισθησαν τὸν νόμον οὗτος γὰρ τὰ Λόγια τοῦ θεοῦ
15712vRom.3.2-Rom.3.4 τι γὰρ εἰ ἠπίστησαν τινες μὴ ἡ ἀπιστία αὐτῶν τὴν {πίστιν θου /πίστιν τοῦ θεοῦ }* καταργήσει μὴ γένοιτο εἶτα ἵνα μὴ λέγωσιν ναί φησιν ἐνεχείρισεν ἡμῖν ὁ θεὸς τὸν νόμον καί τις ὠφέλεια τοῦ νόμον ἐγχειρισθῆναι ὁπότε πολλοὶ οὐκ ἐπίστευσαν αὐτω καί τι φησι πρὸς τὸν θεὸν {ἡ /εἰ }* ὑμεῖς ἠπιστήσατε μὴ γὰρ ἀνάγκη σῶσαι ἡμᾶς εἶχεν ὁ θεὸς ἄκοντας μὴ γὰρ ἐπειδή φησι τινες ἠπίστησαν παρὰ τοῦτο τὴν πίστιν τοῦ θεοῦ τουτέστιν τὴν εὐεργεσίαν κατήργησαν καὶ ἐματαιοποίησαν οὐ μενοῦν εἰ γὰρ καὶ αὐτοὶ οὐκ ἐβουλήθησαν σωθῆναι ὁ μέντοι θεὸς τὸ αὐτοῦ πεποίηκεν
15812vRom.3.4 γινέσθω δὲ ὁ θεὸς ἀληθὴς πᾶς δὲ ἄνθρωπος ψεύστης οὐκ ἐπειδή φησιν ηπειθεσαν οἱ Ἰουδαῖοι διὰ τοῦτο παρεβλάβη τι ἡ δωρεὰ τοῦ θεοῦ ἡ ἠλαττώθη ἀλλὰ πάντα γέγονεν ἵνα δι' ἐλεγχθῇ καὶ εἴη τοῦ θεοῦ τὸ ἀληθὲς ἐφ' οἷς ἐπηγγείλατο τοῖς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τῶν ἀνθρώπων τὸ ψευδες ἐψεύσαντο γὰρ τῆ ἀπιστία τὸν θεόν
158ex12vRom.3.4* θεοῖς λατρεύοντες καὶ δαίμοσιν
158Pha12vRom.3.4
158Phb12vRom.3.4
15912vRom.3.4 καθὼς γέγραπται ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῶι κρίνεσθαι σε παράγει καὶ τὸν Δαυὶδ τὸ αὐτο λέγοντα ὅτι διὰ τοῦτό φησιν καὶ ἀναξίους εὐεργετεῖ ὁ θεὸς ἵνα τε δειχθῇ αὐτοῦ τὸ ἀγαθον καὶ ἵνα νικήσῃ εἰς κρίσιν τοῖς ἀνθρώποις καταστάς
16013rRom.3.4-Rom.3.5 αντιθεσις εἰ δὲ ἡ ἀδικία ἡμῶν ὁ θεός φησιν εὐεργέτησεν ἡμεῖς δὲ αὐτον ἐψευσάμεθα καὶ διὰ τὴν ἡμετέραν κακίαν ὤφθη μᾶλλον ἐλεήμων ὅσω καὶ ἀναξίους εὐεργετεῖ διὰ τοῦτο τοιγαροῦν καὶ νίκα ἐν τῆ κρίσει ἡμεῖς οὖν αὐτω ἀγνωμονήσαντες τὴν πρόφασιν τῆς νίκης παρέσχομεν διατὶ οὖν κολάζει ἡμᾶς δι' οὓς ὤφθη νικῶν
160ex13rRom.3.5 λυσις εἰ αἴτιος αὐτω σὺ τῆς νίκης κολάζει δέ σε ἀδικεῖ εἰ δὲ ἄδικος οὐκ ἐστιν κολάζει δὲ ἄρα οὐ σὺ αὐτω τῆς νίκης αἴτιος ἐν ἦν γὰρ αὐτω καὶ ἄλλως νικᾷν κἂν σὺ μὴ ὤφθης κακὸς οὐ γὰρ ὁ μὴ κακὸς ἤδη καὶ ἄξιος θεοῦ ἀγάπην ἐπισπάσασθαι
160Ph13rRom.3.5
16113rRom.3.5 θεοῦ δικαιοσύνην συνίστησιν τι ἐροῦμεν μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν εἰ δέ φησιν ἐκ τῆς ἡμῶν ἀδικίας μᾶλλον δείκνυται ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη τοῦ θεοῦ ὅτι δὴ οὔτε ἡ ἡμῶν ἀδικία ἐκώλυσεν αὐτον τὰ δικαία ποησαι τουτέστιν εἰς τέλος ἀγαγεῖν τὰ ὑποσχεθέντα τῶ Ἀβραὰμ καὶ οὐκ ἂν ἄλλως ὁ θεὸς ὤφθη δίκαιος καὶ ἀληθὴς εἰ μὴ ἡμεῖς γεγόναμεν ἄδικοι εἰ τοῦτὸ ἐστιν ἄρα ἀδίκως κολάζει τοὺς αἰτίους αὐτω ἀληθείας γενομένους εἰ δὲ μὴ ἀδίκως κολάζει ἄρα οὐχ ἡμεῖς αὐτω τῆς ἀληθείας αἴτιοι
16213rRom.3.5-Rom.3.6 κατὰ ἄνθρωπον λέγω μὴ γένοιτο ἐπειδὴ γὰρ ἀνρθωπίνοις λογισμοῖς ἐχρήσατο οὐκ ὄντα ἄδικον δεικνὺς τὸν θεὸν ἐπάγει κατὰ ἄνθρωπον λέγω τοὺς λογισμούς φησιν τούτους ἐπεὶ εἰσιν φησι καὶ ἄλλοι λογισμοὶ θειότεροι ὡς εἰ εἶπεν κατὰ ἀνθρώπινον λογισμὸν λαλήσωμεν ἄδικὸς ἐστιν ὁ θεὸς μὴ γένοιτό πως οὖν ὀργὴν ἐπάγει ἡ δῆλον ὅτι οὐχ ἡμεῖς αὐτω τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης αἴτιοι ἂλλ αὐτος ἑαυτῷ
16313vRom.3.6 ἐπεὶ πως κρίνει ὁ θεὸς τὸν κόσμον εἰ ἦν φησιν ἄδικος οὐκ ἂν ἔκρινε τὸν κόσμον αὐτο γὰρ τὸ κρίνειν δηλοῖ ὅτι δίκαιὸς ἐστιν φύσις γὰρ αυτὴ τοῦ κρίνειν τὸ τὸν δίκαιον κρίνειν τοὺς ἀδίκους
16413vRom.3.6-Rom.3.7 εἰ γὰρ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῶ ἐμῷ ψεύσματι ἐπερίσσευσεν τὸ αὐτο πάλιν λέγει εἰ γὰρ διὰ τοῦτό φησιν ἐπερίσσευσεν ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνην καὶ ἡ νίκη τοῦ θεοῦ ἐπειδὴ ἐγὼ ἠδίκησα καὶ ἐψευσάμην αὐτον ἀλόγως κρίνομαι ἔδει γάρ με καὶ ἀμοιβῶν ἀξιωθῆναι ὡς αἴτιον αὐτω νίκης καὶ ἀληθείας ἀλλά νυν οὐκ ἐγὼ αἴτιος τοιγαροῦν καὶ κρίνομαι
16513vRom.3.7 εἰς τὴν δόξαν αὐτοῦ τι ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι ἵνα δοξάζηται επινικη καὶ δικαιοσύνη καὶ ἀλήθεια
16613vRom.3.7-Rom.3.8 καὶ μὴ καθὼς βλασφημούμεθα * καὶ καθὼς φασὶ τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά τι κρινόμεθα φησι ὡς ἁμαρτωλοὶ οἱ αἴτιοι νίκης θεῶ γενόμενοι καὶ μὴ γίνεται καθώς τινες ἡμᾶς νομιζουσιν λέγειν τοιγαροῦν καὶ κωμωδουσι λέγειν ὅτι ποιήσωμεν τὸ κακὸν ἵνα ἐκ τούτου νικήσας ὁ θεὸς ἀμείψεται ἡμᾶς εὐεργεσίαις ὡς αἰτίους νίκης αὐτω γενομέμους ἐξ ὧν κακῶς ἐπράξαμεν
166ex13vRom.3.8* καὶ μὴ γένηται ἐκεῖνο φησιν ὅπερ λέγειν νομιζόμεθα ὅτι ἐκ τῆς ἀδικίας ἡμῶν εὐεργετεῖ ἡμᾶς ὁ θεὸς ὡς αἰτίους αὐτω νίκης μὴ γένηται δὲ ἐκεῖνο ποιεῖν τὸ ἐλθεῖν τὰ ἀγαθὰ καὶ τῶ εὐεργετεῖσθαι παρὰ θεῶ ὡς αἰτίους αὐτω νίκης νυν γάρ φησι τὸ ἐναντίον καὶ τιμωρούμεθα
16714rRom.3.8 ὧν τὸ κρίμα ἔνδικον ἐστι ἤκουσαν Ἕλληνες τῶν Χριστιανῶν λεγόντων ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις καὶ αὐτοὶ μὲν ταῦτα ἔλεγον ὅτι πλεονάσας ὁ κόσμος ἁμαρτημάτων αὐτον τὸν υἱον τοῦ θεοῦ ἐπεπάσατο εἰς σωτηρίαν καὶ ἐκ τούτου ἐπλεόνασεν εἰς ἡμᾶς ἡ χάρις αὐτοὶ δὲ διασύροντες τὸ εἰρημένον ἔφασκον τοὺς Χριστιανοὺς λέγειν δεῖν ἁμαρτάνειν ἵνα πλεονάσῃ ἡ χάρις ὧν φησι δηλονότι τῶν βλασφημούντων * ἡμᾶς τὸ κρίμα ἔνδικὸν ἐστιν ὅτι τὰ καλῶς εἰρημένα κακῶς μεθερμηνεύοντες διασύρουσιν
16814rRom.3.8-Rom.3.9 τι οὖν προεχομεθά διὰ τοῦ νόμου φησι καὶ τῆς περιτομῆς οὐδὲν προκατέχομεν πλέον ὧν ἔχομεν
168ex14rRom.3.9σχ(ολιον) Σευηριαν(ου) * τι οὖν προκατέχομεν περισσὸν προητιασαμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας καὶ τὰ ἑξῆς ἐλλειπῶς εἴρηται τὸ γάρ τι οὖν κατέχομεν περισσὸν ἀκολουθον ἦν ἐπαγαγεῖν τὴν ἐκ πίστεως δικαιοσύνην ὅπερ ἐν τοῖς ἑξῆς προϊὼν λέγει δικαιοσύνην θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ τι οὖν κατέχομεν φησι περισσὸν ἡμεῖς τὴν ἐκ πίστεως δικαιοσύνην προητιασαμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πως δὲ προητιασατο ἐν τῶ Ἕλληνας μὲν ἀπελέγξαι διαφθείραντας τὴν φυσικὴν γνῶσιν ἐν οἷς ἔφη ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν καὶ ὅτι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδοξασαν ἡ εὐχαρίστησαν Ἰουδαίους δὲ παραβεβηκότας τὸν νόμον δι' ὧν φησιν ὃς ἐν νόμῳ καυχᾶσαι καὶ δείξας ὅτι παρ' οἷς μὲν ἡ φύσις ἠσθένησεν παρ' οἷς δὲ καὶ ἡ φύσις καὶ νόμος ἀκολούθως τὴν τκ τοῦ Εὐαγγελίου χάριν εἰσάγει καί φησιν τι καὶ ἔχομεν ἡμεῖς ἐκ τῆς χάριτος περισσὸν καὶ ἐξαίρετον τὴν πίστιν τὴν διὰ Ἰησοῦ Χριστοῦ δικαιοσύνης οὖσαν ἀπεργαστικήν
168Phb14rRom.3.9Φωτ(ιου) * Τὶ οὖν προεχομεθὰ οὐ πάντως Μάχεσθαι δοκεῖ τὸ τὶ οὖν προεχομεθὰ καὶ ἑξῆς πρὸς τὸ προειρημένον ὅτι πολὺ κατὰ πάντα τρόπον τὸ περισσὸν τῶν Ἰουδαίων καὶ ἡ ὠφέλεια τῆς περιτομῆς λέγει γὰρ ἐκεῖ μὲν πολὺ προκεκρίσθαι καὶ πλέον τοὺς περιτετμημένους τῶν ἀκροβύστων ἔχειν ἐνταῦθα δὲ οὐδὲν προέχειν ἢ οὐκ ἔστι μαχόμενον ἐκεῖ μὲν γὰρ πλέον ἔχειν φησὶν ἀπὸ τῆς φιλανθρωπίας καὶ ἀληθείας τοῦ θεοῦ ὅτι τὰ λόγια κατεπίστευσεν ὅτι τὰς ὑποσχέσεις ἐπλήρωσεν μὴ κωλυθεὶς ὑπὸ τῶν ἀπιστησάντων ἐνταῦθα δὲ αὐτὰ καθ' ἑαυτὰ τὰ πρόσωπα συγκρίνει τῶν ἀκροβύστων καὶ τῶν περιτετμημένων καὶ λέγει αὐτοὺς μηδὲν ἑτέρους ἑτέρων προέχειν οἵ τε γὰρ κατορθοῦντες τὴν ἀρετὴν ὁποίας ἂν εἴησαν τάξεως ὁμοίως τῆς εὐεργεσίας ἀπολαύουσιν οἵ τε πάλιν παραβαίνοντες κἄν τε τῶν ἀκροβύστων εἶεν κἄν τε τῶν ἐμπεριτομων τὴν ὁμοίαν τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται ὥστε οὐ μάχεται τὸ οὐδὲν προεχομεθὰ καὶ τὸ πολὺ τὸ περισσὸν τοῦ Ἰουδαίου καὶ ἡ ὠφέλεια τῆς περιτομῆς κατ' ἄλλον γὰρ τρόπον ἐκεῖ εἴρηται καὶ κατ' ἄλλον νῦν ἡ σύγκρισις παρείληπται
168Pha14rRom.3.9αλλ(ως) το αυτό * Τὸ χωρίον τοῦτο διττῶς δύναται ἀναγνωσθῆναι καὶ δύο καὶ τὰς ἐννοίας ἔχειν μίαν μὲν ὡς ἀπὸ τῶν Ἰουδαίων προτεινόμενον ἑτέραν δὲ ὡς ἀπὸ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν προβαλλομενον εἰ μὲν γὰρ ἀναγνῶμεν τὶ οὖν προεχομεθὰ ἅμα συνείροντες τῷ ἐρωτηματικῷ μορίῳ τὸ προεχομεθὰ ὡς ἀπὸ τῶν Ἰουδαίων δηλοῦται προτεινόμενον καὶ ἔννοιαν ἔχοι ἂν τοιαύτην τὶ οὖν φησὶν προέχομεν καὶ τὶ ἐκερδήσαμεν προκριθέντες τῶν ἀκροβύστων πρὸς οὓς τὸ οὐ πάντως ἀποκρισις ἀποδίδοται τοῦτ' ἔστιν οὐκ ἐκ παντὸς τρόπο κέρδος ὑμῖν τοῦτο μὴ φυλάξασι γὰρ τὰ ἐμπιστευθέντα οὐδεμία διαφορὰ οὐδὲ κέρδος ἀλλὰ καὶ ἡ τιμωρία μείζων οὕτῳ μὲν εἰ ἐν συνεπείᾳ τὸ τὶ οὖν μετὰ τοῦ προεχομεθά τις ἀναγνῷ εἰ δὲ κατὰ διαστολὴν ἄμφω ποιῶν ἐρωτηματικὰ καὶ τὸ τὶ οὖν καὶ τὸ προεχομεθὰ ὡς ἀπὸ τῶν ἀκροβύστων πιστῶν εἴη ἂν διαπορούμενον ἐπειδὴ γὰρ προεῖπεν ὅτι πολὺ τὸ περισσὸν τοῦ Ἰουδαίου ἐπάγει ὁ ἀκροβυστος διαπορῶν καὶ λέγων τὶ οὖν προεκρίθησαν ἐκεῖνοι προέλαβον ἡμεῖς προελήφθημεν προεχομεθὰ ποῦ ἡ τοῦ θεοῦ δικαιοσύνη πρὸς οὓς ὁ θεῖος Παῦλος φησιν μὴ γένοιτο οὐ πάντως γὰρ φησὶ μὴ κατορθώσαντες μὲν ὑπαίτιοὶ εἰσιν ὥσπερ καὶ ὑμεῖς μὴ κατορθώσαντες κατορθωσάντων δὲ ἑκατέρων ἴση ἡ σωτηρία ὥστε οὐ προέχομεθα
168exb14rRom.3.9αλλ(ως) Ιω(αννου) * Ἀνθυποφορὰ Τὶ οὖν λέγεις ὦ Παῦλε πρωτερυομεν τῇ τιμωρίᾳ Ὁ δὲ μέσως φησὶν οὐ πάντως οὐ καθόλου ἀναιρῶν τὸ πρῶτον εἶναι ἐν τῇ τιμωρίᾳ τὸν Ἰουδαῖον καίτοι γε ἀνωτέρω τοῦτο ποιήσας ἀλλὰ φείδεται μὴ δοξῃ ὡς ἐχθρὸς κατατρέχειν τῶν Ἰουδαίων καὶ κατήγορον αὐτῶν παρίστησι τὸν Δαυὶδ τὰ ἁμαρτήματα αὐτῶν ἐκεῖνον ἐκκαλύπτειν ἐῶν
16914vRom.3.9 οὐ πάντως ἄνω εἰπών τι τὸ περισσὸν Ἰουδαίου καὶ διδάξας ἔχειν τι περισσὸν τὸν Ἰουδαῖον διὰ τὸ ὅλως πιστευθῆναι τὸν νόμον καὶ ἐγχειρισθῆναι νυν δείκνυσι μηδὲν αὐτοὺς ἔχειν περισσὸν ὡς μὴ φυλάξαντας αὐτον μὴ ὅτι καὶ ἔλαττον ὅσον τὸ ἐν γνώσει ἁμαρτάνειν χεῖρόν τι οὖν ἔχομεν φησιν ἡμεῖς οἱ Ἰουδαῖοι πλέον τι οὐδέν φησι τι δήποτε ὅτι πάντες ὑφ' ἁμαρτίαν ἐσμεν Ἰουδαῖοί τε καὶ Ἕλληνες
17014vRom.3.9-Rom.3.11 προητιασαμεθα γὰρ Ioυδαιους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν είναι καθὼς γέγραπται ὅτι οὐκ ἐστι δίκαιος οὐδε εἰς οὐκ ἐστιν ὁ συνιῶν οὐκ ἐστιν ὁ ἐκζητῶν τὸν θεόν οὐδὲν οὖν φησι πλέον τῶ Ἰουδαίῳ ἐκ τοῦ νόμου οὐκ ἐφύλαξε γὰρ οὐδε τῶ ἀκροβύστω ἥμαρτεν γὰρ οὐδεὶς οὖν ἔχει τοῦ άλλου πλέον καὶ γὰρ πάντας ἠτιασάμεθα τουτέστιν ἠλέγξαμεν ὄντας ὑφ' ἁμαρτίαν εἶτα ἵνα μὴ δόξῃ ἐπαχθὴς είναι τὸν Δαυὶδ καὶ τὸν Ἠσαΐαν φέρει μάρτυρας
17114vRom.3.11
17214vRom.3.11-Rom.3.12 πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν οὐκ ἐστι ποιῶν χρεστοτητα οὐκ ἐστι ἕως ἑνός ἅμα τῶ ἐκκλῖναι ἀπὸ θεοῦ ἀχρεῖοὶ καὶ ἀπεῤῥιμμένοι γεγένηνται
17314vRom.3.12-Rom.3.15 τάφος ανεωγμενος ὁ λάρυγξ αὐτῶν ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν ἰὸς ἀσπίδων ὑπο τὰ χείλη αὐτῶν ὧν τὸ στόμα ἄρας καὶ πικρίας γέμει ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα ταῦτα τοῖς καταλαλοῦσι πρέπει
17414vRom.3.15-Rom.3.16 σύντριμμα καὶ ταλαπωρια ἐν ταῖς ὁδοῖς αὐτῶν ὁδούς φησι τὴν πολιτείαν καὶ τὴν ζωὴν σύντριμμα δὲ καὶ ταλαιπωρίαν τὰς ἁμαρτίας λέγει οὐδὲν γὰρ οὕτως ἐπὶ τριβει καὶ ἐξίτηλον ποιεῖ ψυχὴ καὶ σῶμα ὡς ἁμαρτία
17515rRom.3.16-Rom.3.18 καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν οὐκ ἐστι φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν ὁδὸν εἰρήνης τὴν χρηστὴν λέγει πολιτείαν
17615rRom.3.18-Rom.3.19 οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῶ νόμῳ λαλεῖ ἵνα μὴ λέγωσιν Ἰουδαῖοι καί τι πρὸς ἡμᾶς ταῦτα πάντως γὰρ περὶ ἡμῶν εἴρηται ναί φησι πρὸς ὑμᾶς πάντες γὰρ τοῦτο ἴσμεν ὅτι ὅσα ὁ νόμος λέγει νόμον δὲ λέγει πᾶσαν τὴν παλαιὰν τοῖς ἐν τῶ νόμῳ λαλεῖ ποία γὰρ ἦν φησιν ἀνάγκη ἑτέρων κατηγορεῖν καὶ οὐχὶ τῶν οἰκείων τὸν Δαυὶδ καὶ ἄλλους ἐλέγχειν τῶν εἰς διόρθωσιν Ἰουδαίων ἀποσταλέντα Ἠσαΐαν
177exa15rRom.3.19* s οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῶ νόμῳ λαλεῖ σὺν πολλὴ καὶ τοῦτο τέθεικεν ἀκριβείᾳ
177exa15rRom.3.19* οὐ γὰρ εἶπεν περὶ τῶν ἐν νόμῳ ἀλλὰ τοῖς ἐν τῶ νόμῳ πολλὰ γὰρ καὶ περὶ Βαβυλωνιων λέγει Περσῶν τε καὶ Μήδων καὶ Αἰγυπτίων καὶ ἑτέρων πλείστων ἐθνῶν ἂλλ ὅμως Ἰουδαῖος καὶ τὰς περὶ τούτων προῤῥησεις προσέφερον
177exb15rRom.3.19* τουτέστι τοῖς ὑπο νόμον
177exc15rRom.3.19
17715rRom.3.19 ἵνα πᾶν στόμα φραγῇ καὶ ὑποδικος γένηται πᾶς ὁ κόσμος τῶ θεῶ δείκνυσι μεγαλορήμονας τοὺς Ἰουδαίους διὰ τοῦτο τοιγαροῦν ἠλέγχοντο ὑπο τῶν προφητῶν ἵνα τῶν μεγαλορημόνων ἀπορραφῇ τὰ στόματα
17915rRom.3.19* εἶτα ἵνα μὴ ἀναξιοπαθήσωσιν Ἰουδαῖοι συγκαταριθμούμενοι παντὶ τῶ κόσμῳ εἰς τὸ ὑπόδικοι είναι πάλιν τὰ κατ' αὐτοὺς ἐξετάζει
17815rRom.3.19* τοιοῦτόν τι αἰνίττεται διὰ τοῦτό φησιν οἱ προφῆται διήλεγξαν καὶ ἔδειξαν τοὺς Ἰουδαίους εἰκῆ μεγαλορήμονας μᾶλλον δὲ ὅλον τὸν κόσμον υπεθυνον ἁμαρτίαις ἵνα προοδοποιήσωσι τῆ πίστει καὶ γὰρ γινώσκοντες οἱ ἄνθρωποι ὅτι οὔτε ἀπὸ νόμου καὶ περιτομῆς οὔτε ἀπὸ ἀκροβυστίας ἑνὶ σωθῆναι εὐχερῶς τῶ Χριστῷ προσελθωσιν τὸν χάριτι σωζοντα τὸ γένος τῶν ἀνθρώπων
178exb15rRom.3.19* οὐ τοῦτο φησιν ὅτι διὰ τοῦτο ἥμαρτον ἵνα φραγῇ αὐτῶν τὸ στόμα ἀλλὰ διὰ τοῦτο ἠλέγχοντο ἵνα μὴ ἀγνοῶσιν ἁμαρτάνοντες τοῦτο αὐτο
178Ph15rRom.3.19* Καὶ ὑποδικος γένηται πᾶς ὁ κόσμος τῶ θεῶ ὑποχρεως εἰς τὸ πιστεῦσαι Χριστῷ τῷ θεῷ τῷ μόνῳ δυναμένῳ ῥύσασθαι καὶ Ἰουδαίους καὶ Ἕλληνας καὶ πάντα τὸν κόσμον διὰ τῆς οἰκείας χάριτος ἐκ τῶν ἁμαρτημάτων αὐτῶν καὶ τῆς μακρᾶς πλάνης καὶ ἀπωλείας αὐτῶν εἶτα πάλιν ὥσπερ ἀντιπίπτον λύει ἴνα γὰρ μή τις εἴπῃ τὶ οὖν ὁ νόμος οὐδὲν ὠφέλησεν ἐπάγει διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ὡσεὶ ἔλεγεν ὅτι ὠφέλει ἂν ὁ νόμος εἰ ἐφύλαξαν οἱ παρειληφότες τὰ προστάγματα αὐτοῦ ἐπειδὴ δὲ οὐκ ἐφύλαξαν ἐκ περιστάσεως καὶ ἔβλαψεν οὐ τῇ ἑαυτοῦ φύσει ἀλλὰ τῇ τῶν μὴ φυλαξάντων γνώμῃ
178exc15rRom.3.19Ιω(αννου) αλλως * Ὑποδικος λέγεται ὁ ἑαυτον μὲν μὴ δυνάμενος βοηθεῖν τῆς ἑτέρου δὲ χρῄζων ἐπικουρίας
178ex15rRom.3.19
18015rRom.3.19
18115rRom.3.19-Rom.3.20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ καί τι λέγω ὅτι οὐδὲν ὠφελεῖσθε Ἰουδαῖοι ἐκ τοῦ νόμου εἰς τὸ μὴ γενέσθαι ἅμα τῶ παντὶ κόσμῳ ὑπόδικοι μενοῦνγε ἐξετάζων τις εὑρήσει καὶ βλαβέντας ὑμᾶς ὑπο τοῦ νόμου οὐ παρὰ τὴν αὐτοῦ φύσιν ἀλλὰ παρὰ τὴν ὑμῶν κακίαν πως ὅτι τὸ γνῶναι τὴν ἁμαρτίαν διὰ τοῦ νόμου ἔχετε τὸ δὲ ἐν γνώσει ἁμαρτάνειν χαλεπώτερον τοῦ ἐν ἄγνοια
18215rRom.3.20* επιδειξεας αὐτοὺς οὐδὲν ὠφελουμένους ἐκ τοῦ νόμου καὶ εἰς ἐπιθυμίαν ἀγαγὼν Μεθόδου σῶσαι δυναμένης εὐκαίρως εἰς τὴν πίστιν εἰσβάλλει τοῦ Χριστοῦ
181ex15vRom.3.20Γενναδ(ιου) * s διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας εἰς τοῦτό φησι ὁ νόμος ἐλυσιτέλησεν ἐγνώρισεν ἡμῖν τὴν ἁμαρτίαν οὐ τὸ ἀπαγορεῦσαι μόνον τὴν πρᾶξιν τῶν ἀτοπων ἀλλὰ καὶ τῶι παρακούοντας αὐτοῦ τιμωρεῖσθαι μὴ ἐπιφερομένης γὰρ κολάσεως τοῖς ἁμαρτάνουσιν οὐκ ἂν ἐγνωρίσαμεν αὐτὴν διὰ τούτων τοίνυν πάντων ἀκριβῶς συστήσας ὑφ' ἁμαρτίαν πάντας ὄντας ἐπάγει λοιπὸν δεικνὺς τοῦ οἰκείου λόγου τὸ περιττόν
18315vRom.3.20 διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας εἰ μετὰ νόμου φησιν ἡμαρτήσαμεν πως ἂν σωθείημεν εἴποι τις καὶ μάλιστα χωρὶς νόμου διὰ τῆς ἐκ θεοῦ δικαιοσύνης ὅπου δὲ θεὸς δίδωσι μὴ ἀμφίβαλλε ἄνθρωπε
183ex15vRom.3.20* διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας Δικαιῶσαι μὲν οὐδένα φησὶν ὁ νόμος δύναται τοῦτο δὲ μᾶλλον ἴσχυεν τὸ διδάξαι τὴν ἁμαρτίαν οὐ τοῦτο δὲ λέγει ὡς τοῦ θείου νόμου διδασκάλου ὄντος τῶν κακῶν ἀλλ’ ὡς ἐλέγχοντος καὶ διδασκαοντα ἑκάστου ἣν ἁμαρτάνει ἁμαρτίαν τοῦτο δὲ γέγονεν ἐκ τῆς Ἰουδδαίων ῥᾳθυμίας Ὁ γὰρ νόμος ἵνα φυλάττηται τὸ κακὸν δέδοται ἐπειδὴ δὲ ἀναπεπτώκασιν ἔλεγχος τῆς ἁμαρτίας αὐτῶν ἐστι
18415vRom.3.20
18515vRom.3.20-Rom.3.21 νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπο τοῦ νόμου καὶ τῶν προφητῶν τὸ φανερούμενον δῆλον ὡς ἦν μὲν ἐκέκρυπτο δὲ τὴν οὖν καινοτομίαν φεύγων καὶ τῶ δοκεῖν πρόσφατον είναι τὸ κήρυγμα εἶπεν πεφανέρωται καὶ οὐχ ἁπλῶς ἀλλὰ καὶ προμαρτυρηθεῖσαν ὑπο Μωσέως οὗτος γὰρ ὁ νόμος καὶ τῶν προφητῶν
185exa15vRom.3.21αλλ(ως) εις τ(ο) αυτ(ο) * Ἑλλήνων φησὶν τὸν φυσικὸν καὶ παραβαινοντων νόμον Ἰουδαίων δὲ τὸν γραπτὸν καὶ αὐτοῦ δὲ ἀσθενοῦντος δικαιῶσαι τὶ ἔδει λοιπὸν φανερωθῆναι τὴν τοῦ Θεοῦ δικαιοσύνην Αὕτη δὲ ἐστιν ἡ διὰ πίστεως χάρις
185exb15vRom.3.21* μαρτυρουμένη ὑπο τοῦ νόμου Ἐπειδὴ χωρὶς νόμου εἶπεν τὴν δικαίωσυνην καὶ εἶδεν τὸν Ἰουδαῖον θορυβούμενον ἐπήγαγεν ὡς οὐ καινοτομία τὸ λεγόμενον Αὐτὸς γὰρ ὁ νόμος καὶ οἱ προφῆται φησὶν τὴν αὐτὴν δικαιοσύνην προανεκήρυττον
18615vRom.3.21-Rom.3.22 δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ ποία δικαιοσύνη εἴποι τις ἡ πως διδομένη ὑπο θεοῦ διὰ πίστεώς φησιν Ἰησοῦ Χριστοῦ εἶτα ἵνα μὴ δόξωσιν ξένον τι ἀκούειν εἰ ὅλως ἑνὶ σώζεσθαι καὶ μηδὲν αὐτοὺς συνεισενεγκόντας δείκνυσιν ὅτι καὶ τὸ πιστεῦσαι συνεισενέγκαι ἐστιν ἀνδρείας γὰρ δεῖται ψυχῆς τὸ πιστεῦσαι διὸ καί φησιν διὰ πίστεως δεικνὺς καὶ ἡμᾶς ἐκ τούτου συνεισφέροντας
186Ph15vRom.3.22* ∆ικαιοσύνη θεοῦ ἡ ἀπὸ θεοῦ δικαίωσις καὶ ἀθῴωσις καὶ ἀπαλλαγὴ τῶν ἁμαρτιῶν ὧν ὁ νόμος οὐκ ἴσχυσεν ἀπαλλάξαι
186ex16rRom.3.22Γενναδ(ιου) εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας εἰς πάντας μὲν τοὺς Ἰουδαίους φησιν ὡς οἴκοθεν καὶ ἐξ ἑαυτῶν ἐσχηκότας τῆς σωτηρίας τὸν αἴτιον ἐπὶ πάντας δὲ τοὺς ἐθνικοὺς λέγει ὡς ἀπὸ τῶν Ἰουδαίων καὶ ἐπὶ τούτοις ἐκταθείσης τῆς χάριτος ὅμως μέντοι κἀκείνων καὶ τούτων μετασχήσειν τῆς χάριτος ἔφησεν οὐχ ἁπλῶς ἀλλὰ τοὺς πιστεύοντας καὶ πάλιν ὅτι κοινῇ δικαίως ἡ χάρις κατὰ πάντων
18716rRom.3.22* πάλιν δείκνυσιν Ἰουδαίους μηδὲν ἔχοντας πλέον τῶν ἐξ ἐθνῶν
187ex16rRom.3.22Ιω(αννου) * ἐν τῷ δικαιοῦσθαι μία γὰρ χάρις τοῖς πᾶσιν ἡ πλοῦται παρὰ τοῦ Θεοῦ καὶ οὐκ ἔστι προσωποληψις παρὰ τῶ θεῶ Καὶ τοῦτο ἐστι διαστολή
18816rRom.3.22-Rom.3.23 οὐ γὰρ διαστολὴ πάντες γὰρ ἥμαρτον μὴ γάρ μοι φησιν εἴπῃς ἐγὼ μὲν Ἰουδαῖὸς εἰμι ἄνωθεν εἰδὼς θεὸν οὗτος δὲ ξένος καὶ βάρβαρος ὅλως εἰ πάντες ἥμαρτον ἔχουσι καὶ τὸ πάντες ὁμοτίμως σωθῆναι
188ex16rRom.3.23* Εἰ πάντες ὁμοίως ἥμαρτον καὶ οὐδὲν διαφέρει τοῦ Ἕλληνος ὁ Ἰουδαῖος κατὰ τὴν ἁμαρτίαν τὶ ὁ παραβάτης τὴν σωτηρίαν τὸ πλέον επιζητεῖ
18916rRom.3.23-Rom.3.24 καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ δικαιούμενοι δωρεὰν τῆι αὐτοῦ χάριτι μὴ γάρ μοι εἴπῃς φησιν ὅτι Ελληνεις πλέον ἥμαρτον μὴ σὺ κατόπιν οὐκ εἰ τῆς δόξης καὶ τῆς εὐεργεσίας τοῦ θεοῦ καὶ δωρεὰν τουτέστιν ἄνευ σῶν κατορθωμάτων σώζῃ καὶ πάλιν ὡς μηδὲν ἕτερον συνεισενέγκαι πλὴν πίστεως δικαιούμενος δὲ δωρεὰν δικαιοῦται καὶ κατόπιν ἔρχεται τῆς τοῦ θεοῦ δόξης καὶ εὐεργεσίας
189Pha16rRom.3.24* καὶ Ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ κατόπιν ἐγένοντο οὐκ ἔφθασαν τοῦ δοξάζειν τὸν θεὸν ἐκπεπτώκασιν ἅπαντες τοῦ τιμᾶν αὐτον οἱ μὲν Ἰουδαῖοι παραβάται γινόμενοι τῶν διὰ τοῦ νόμου ἐντολῶν οἱ δὲ ἐθνικοὶ εἰδώλοις λατρεύσαντες διὸ πάντες πιστεύοντες εἰς Χριστὸν δωρεὰν δικαιοῦνται τὸ πιστεύειν μόνον συνεισάγοντες πῶς δὲ δικαιούμεθα ἀπολυτρούμενοι τὰς ἁμαρτίας ἡμῶν διὰ τίνος δὲ ἀπολυτρούμεθα διὰ Ἰησοῦ Χριστοῦ πῶς λυτροῦντος ἐκείνου τῷ ἰδίῳ αἵματι
189Phb16rRom.3.24 Ἢ καὶ οὕτω ἧς αὐτοὺς δοξάζει πιστεύοντας υἱοθεσίας γὰρ ἀξιοῖ καὶ κληρονόμους τῆς αὐτοῦ βασιλείας ἀποφαίνεται ἧς δηλονότι ἐξ ὧν ἡμάρτομεν πάντες ὁμοίως ὑστερούμεθα διὸ δωρεὰν ἡμᾶς τούτων ἀξιοῖ
19016rRom.3.24 διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Xριστωι Ἰησοῦ πως δὲ δικαιοῦται διὰ τῆς ἀφέσεως τῶν παραπτομάτων ἧς τυγχάνομεν ἐν Χριστῷ Ἰησοῦ ἀντὶ διὰ Ἰησοῦ Χριστοῦ
19116rRom.3.24-Rom.3.25 ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ τῆς πίστεως εὐδοκία γὰρ τοῦ πατρὸς ἐξ ιλασμα γεγένηται τῶν ἡμετέρων ἁμαρτημάτων τὸ δὲ προέθετο δηλοῖ παλαιὰν τὴν περὶ τούτου βουλήν
191ex16rRom.3.25* ἱλαστήριον πάλιν ἀναμιμνήσκει τῶν ἐν τῇ Παλαιᾷ οὗτος ἐστι φησὶν ὁ τύπος ἦν ἐκεῖνο τὸ ἱλαστήριον καὶ τοῦ αἵματος αὐτοῦ σύμβουλον ἐκεῖνο τὸ αἷμα τὸ ἁγιάζον τὸν λαόν
19216rRom.3.25 ἐν τῶ αὐτοῦ αἵματι ὁ μὲν γὰρ πατὴρ προέθετο ὁ δὲ υἱος τὸ αἷμα ἐξέχεεν ὑπὲρ ἡμῶν κοινῇ οὖν ἡ χάρις τῆς ἁγίας τριάδος συνήργησεν γὰρ καὶ τὸ πανάγιον πνεῦμα
192ex16rRom.3.25* οὐκ εἶπε Λυτρώσεως ἀλλ’ Ἀπολυτρώσεως ὡς μηκέτι ἡμᾶς ἐπανελθεῖν πάλιν ἐπὶ τὴν αὐτὴν δουλείαν
192exb16rRom.3.25Θεοδωρ(ητου) * Τὸ ἱλαστήριον πέταλον ἦν χρυσοῦν ἐπέκειτο δὲ τῇ κιβωτῷ ἑκατέρωθεν δὲ εἶχε τὰ τῶν Χερουβὶμ ἐκτυπώματα Ἐκεῖθεν τῷ ἀρχιερεῖ λειτουργοῦντι ἐγίνετο δήλη τοῦ Θεοῦ ἡ εὐμένεια Διδάσκει τοίνυν ὁ θεῖος Ἀποστολος ὡς τὸ ἀληθινὸν ἱλαστήριον ὁ Δεσπότης ἐστὶ Χριστὸς Ἐκεῖνο γὰρ τὸ παλαιὸν τούτου τὸν τύπον ἐπλήρου Ἁρμοττει δὲ αὐτῷ ὡς ἀνθρώπῳ τὸ ὄνομα οὐχ ὡς Θεῷ Ὡς γὰρ Θεὸς αὐτὸς διὰ τοῦ ἱλαστηρίου χρηματίζει ὡς δὲ ἄνθρωπος καὶ ταύτην δέχεται τὴν προσηγορίαν καθάπερ καὶ τὰς ἄλλας οἷον πρόβατον καὶ ἀμνὸς καὶ ἁμαρτία καὶ κατάρα καὶ ὅσα τοιαῦτα Καὶ τὸ μὲν παλαιὸν ἱλαστήριον ἄναιμον ἦν ἐπείπερ καὶ ἄψυχον τοῦ δὲ τῶν ἱερείων αἵματος τὰς ῥανίδας ἐδέχετο Ὁ δὲ Δεσπότης Χριστὸς καὶ Θεὸς ἐστι καὶ ἱλαστήριον καὶ ἀρχιερεὺς καὶ ἀμνὸς καὶ ἐν τῷ οἰκείῳ αἵματι τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν πίστιν μόνην παρ’ ἡμῶν ἀπαιτήσας
19316vRom.3.25 εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ὥσπερ ἔνδειξις τουτέστιν ἀποδειξις πλουσίου τὸ καὶ ἑτέρους πλουτίζειν οὕτως καὶ ὁ Χριστὸς ἐνδείξασθαι βουλόμενος τὴν δικαιοσύνην αὐτοῦ καὶ τοὺς ἀνθρώπους ἐδικαίωσεν
193ex16vRom.3.25* Ἔνδειξιν δικαιοσύνης τὸ μὴ μόνον δειχθῆναι τὸν Θεὸν δίκαιον ἀλλὰ καὶ δικαιοῦντα τοὺς πιστεύοντας εἰς Χριστὸν Ὥσπερ ἔνδειξις πλούτου τὸ καὶ ἑτέρους δύνασθαι πλουτίζειν μένοντα πλούσιον
19416vRom.3.25-Rom.3.26 διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμρτημάτων ἐν τῆ ἀνοχὴ τοῦ θεοῦ ἀποδειξις δὲ τῆς δικαιοσύνης αὐτοῦ μάλιστα γέγονεν ὅτι παρειμένους τουτέστιν νενεκρωμένους ταῖς ἁμαρτίαις ἐδικαίωσεν εἶτα ἐπιτείνει τῶν ἀνθρώπων τὸ ἔγκλημα τὸ τὰς ἁμαρτίας γενέσθαι ἐν τῆ ἀνοχὴ τοῦ θεοῦ ὅτε γάρ φησιν ἔδει μετανοῆσαι δοθείσης ἀνοχῆς τότε ἡμάρτομεν τοὺς οὖν ἀσύγγνωστα πταίσαντας νυν δὲ διὰ πίστεως σώζει
194ex16vRom.3.26* s διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμρτημάτων ἐν τῆ ἀνοχὴ τοῦ θεοῦ τὸ μὴ μόνον ἑαυτὸν εἶναι δίκαιον ἀλλὰ καὶ ἑτέρους ἐν ἁμαρτία {καταπεντας /κατασαπεντας }* ἐξαίφνης δικαίους ποιεῖν
194Ph16vRom.3.26 διὰ τὴν πάρεσιν Παρείθημεν ταῖς ἁμαρτίαις καὶ παρελελύμεθα εἶτα δέον τῆς παρέσεως ἀπαιτηθῆναι δίκας ἀνοχῆς καὶ φιλανθρωπίας ἐτύχομεν ἀλλὰ καὶ τῆς ἀνοχῆς τυχόντες δέον μετανοεῖν καὶ τὰ φθάσαντα ἐξιλεοῦσθαι ἔτι τοῖς αὐτοῖς ἐγκαλινδούμεθα τὶ οὖν ἔδει τότε καὶ τὸν λίαν φιλάνθρωπον κριτὴν πρᾶξαι πάντως κολάσαι καὶ τιμωρήσασθαι ὑπὲρ ὧν τε ἐξ ἀρχῆς ἡμάρτομεν καὶ ὑπὲρ ὧν ἀνοχῆς τυχόντες οὐ μετεμελήθημεν καὶ ὑπὲρ ὧν οὐ μόνον οὐ μετεμελήθημεν ἀλλὰ καὶ τὴν κακίαν ἐπετείνομεν ὁ δὲ τὶ ποιεῖ τότε λύτρον ἑαυτὸν δίδωσιν ὑπὲρ ἡμῶν καὶ οὐ μόνον ἐξαρπάζει τῆς τιμωρίας ἀλλὰ καὶ δικαιοῖ καὶ σώζει καὶ κληρονόμους αὐτοῦ ποιεῖται τῆς βασιλείας ὄντως χάρις μέτρον οὐκ ἔχουσα
19516vRom.3.26 πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῶ νυν καιρῷ ἐν τῆ ἀνοχὴ τοῦ θεοῦ τὸ γὰρ νεκρωθέντα ταῖς ἁμαρτίαις νυν σώζεσθαι ὅτε καιρὸς τιμωρίας ὑπάρχει τοῦτο ἀποδειξις τῆς δικαιοσύνης αὐτοῦ
195ex16vRom.3.26* ἔδει γὰρ τὰς πρὸς τὸν Ἀβραὰμ πληρωθῆναι ὑποσχέσεις τὸ καὶ ἐν εὐλογηθήσονται ἐν τῶ σπέρματί σου πάντα τὰ ἔθνη τοῦτο οὖν δικαιοσύνη τὸ ἀληθεῦσαι καὶ ἐπὶ τοῖς ἀναξίοις τοῦ σώζεσθαι
195Ph16vRom.3.26* Πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ εἰπὼν ἐπήγαγεν ἐν τῷ νῦν καιρῷ ἡ γὰρ ἐν τῷ νῦν καιρῷ δικαιοσύνη τοῦ θεοῦ τοῦτ' ἔστιν ἐν ᾧ τὴν ἀπολύτρωσιν ἡμῶν εἰργάσατο πλήρης ἦν φιλανθρωπίας πλήρης δωρεᾶς πλήρης χάριτος διὸ καὶ ἔλεγεν οὐ γὰρ ἦλθον κρῖναι τὸν κόσμον ἀλλ' ἵνα σωθῇ ὁ κόσμος ἡ δὲ μέλλουσα δικαιοσύνη οὐκέτι ὁμοίως ἀλλ' ἀνταποδοσὶς ἐστιν ἑκάστῳ τῶν βεβιωμένων ὡς καὶ αὐτὸς πάλιν φησὶν ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ καὶ ἑξῆς Ἢ καὶ οὕτως ἐκληπτέον ἔνδειξις γέγονεν ἐν τῷ νῦν καιρῷ ἡ ἀνοχὴ αὐτοῦ καὶ ἡ δωρεὰ καὶ ἡ χάρις τῆς μελλούσης δικαιοσύνης πῶς καὶ τίνα τρόπον εἰ γὰρ τοσοῦτον μακροθυμήσας τοσοῦτον χαρισάμενος τοσαύτης δωρεᾶς ἀξιώσας οὐκ ἐπέστρεψεν οὐδ' ἔσχεν βελτιωθέντας μετὰ πολλῆς ἄρα δικαιοσύνης ἐκεῖθεν ἐπάγει τὰς τιμωρίας
19616vRom.3.26 εἰς τὸ είναι αὐτον δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ ἰδοὺ ἡ ἔνδειξις τῆς δικαιοσύνης τὸ μὴ μόνον είναι δίκαιον τὸν θεὸν ἀλλὰ καὶ τὸ δικαιοῦν τὸν διὰ πίστεως τοῦ Ἰησοῦ οἰκεῖον θεοῦ καὶ λαὸν γινόμενον
19716vRom.3.26-Rom.3.27 που οὖν ἡ καύχησις ἐξεκλείσθη τούτων τοίνυν οὕτως γεγενοτων καὶ τοῦ πατρὸς σώζοντος τὸν ἐκ πίστεως Ἰησοῦ οἰκειωθέντα που λοιπὸν τῶν Ἰουδαίων ἡ καύχησις δείκνυσιν αὐτοὺς εἰκῆ καυχωμένους ἐξεκλείσθη οὐκ εἶπεν ἠφανίσθη ἂλλ ἐξεκλείσθη δεικνὺς ὅτι καὶ χώραν εἶχέν ποτε νυν μέντοι ἡ πίστις ἀπέκλεισεν αὐτήν
19817rRom.3.27 διὰ ποίου νόμου τῶν ἔργων οὐχὶ ἀλλὰ διὰ νόμου πίστεως νόμου ἔργων τῶν ἔργων περιφραστικῶς καὶ νόμου πίστεως περιφραστικῶς τῆς πίστεώς φησιν οὖν ουδι ἔργων ὧν ἐπράξαμεν Ἰουδαίων ἐξεκλείσθη ἡ καύχησις ἀλλὰ διὰ τῆς πίστεως ὡς εἰ εἶπεν πᾶσα ἐκείνη ἡ καύχησις καὶ τὰ δοκοῦντα προτερήματα διὰ πίστεως ἀπεκλείσθη οὐδὲν θεντων ἡμῶν ἔργων
198ex17rRom.3.27* s διὰ ποίου νόμου τῶν ἔργων οὐχὶ ἀλλὰ διὰ νόμου πίστεως Οὐχ ἁπλῶς τὴν πίστιν προσηγορευσε νόμον ἀλλὰ τῆς Ἱερεμίου προφητείας ἀναμιμνήσκων «Ἐν ταῖς ἡμέραις γὰρ φησὶν ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν » Εἰ δὲ ὁ Μωσαϊκὸς νόμος Διαθήκη κέκληται καὶ ἡ Καινὴ πάλιν ὁμοίως Διαθήκη ὠνομασται αὕτη δὲ πιστεύειν νομοθετεῖ τῷ Χριστῷ προφητικῶς ὁ θεῖος Ἀποστολος τὴν τοῦ νόμου προσηγορίαν τῇ πίστει συνέζευξεν
198exb17rRom.3.27* Ἐπειδὴ τῷ ὀνοματι τοῦ νόμου ἔβλεπεν μάλιστα τὸν Ἰουδαῖον προσκείμενον τούτου ἕνεκα καὶ τὴν διὰ πίστεως χάριν ὀνομάζει πίστεως νόμον
19917rRom.3.27-Rom.3.28 λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου τοιγαροῦν φησιν λέγομεν ἐκ πίστεως δικαιοῦσθαι ἄνθρωπον χωρὶς τῆς ἐκ τοῦ νόμου παρατηρήσεως
199ex17rRom.3.28* Νόμον ἐνταῦθα τὸν Μωσαϊκὸν λέγει οὐκ εἶπε Ιουδαῖον ἀλλ’ Ἄνθρωπον τὸ κοινὸν τῆς φύσεως ὄνομα
20017rRom.3.28-Rom.3.29 ἡ Ἰουδαίων ὁ θεὸς μόνον οὐχὶ δὲ καὶ ἐθνῶν ναὶ καὶ ἐθνῶν εἰ γὰρ μόνους τοὺς ἐκ τοῦ νόμου ὁρμωμένους ἡ τῶι νόμωι στοιχοῦντας ἐδικαίου καὶ οὐ πάντα τὸν πιστεύοντα μονομερὴς ἂν ἦν
20117rRom.3.29-Rom.3.30 ἐπείπερ εἰς ὁ θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως καὶ οἱ ἀπὸ τοῦ νόμου καὶ οἱ ἐκτὸς νόμου πίστεως δέονται πρὸς τὸ σωθῆναι
201ex17rRom.3.30* Πάλιν κοινὴν πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν προθεὶς γενναίως ἀγωνίζεται φάσκων Ἐπειδὴ πάντων ἀνθρώπων ποιητὴς ἐστιν ὁ Θεὸς τούτου χάριν τοὺς πάντας σώζει Οὐ γὰρ ἔχει τις εἰπεῖν ὅτι Ἰουδαίων μὲν ἐστι Θεὸς τῶν δὲ ἐθνῶν οὒ εἷς δὲ πάντων κτίστης πάντων ἐστὶ καὶ Σωτὴρ δηλονότι
201exb17rRom.3.30* ιστεον ὅτι περιτομὴν τοὺς Ἰουδαίους λέγει ἀκροβυστίαν δὲ τὰ εθνικα
201exc17rRom.3.30* ἄνωθέν φησι καὶ ὁ νόμος καὶ οἱ προφῆται περὶ τῆς πίστεως προεθεσισαν δεχόμενος τοίνυν τὸν ὅρον τῶν πιστῶν
20217rRom.3.30-Rom.3.31 νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως μὴ γένοιτο εθορυβουντο Ἰουδαῖοι ὡς ἐκβαλλομένου τοῦ νόμου διὰ τῆς πίστεως λέγει οὖν ὅτι οὐ μόνον οὐ καταργεῖ ἡ πίστις τὸν νόμον ἀλλὰ καὶ ἵστησιν πως ὅτι ὁ νόμος σῶσαι βουλόμενος οὐκ ἰσχύει ἡ δὲ πίστις σώζει τὸν οὖν σκοπὸν τοῦ νόμου πληροῦσα ἡ πίστις ἵστησιν αὐτον
20317vRom.3.31 ἀλλὰ νόμον ἱστῶμεν εἰπὼν ἱστῶμεν ἔδειξεν σαλευόμενον
203exa17vRom.3.31Ιω(αννου) s ἀλλὰ νόμον ἱστῶμεν ἔργον ἦν τοῦ νόμου ώστε δίκαιον ποιῆσαι τὸν ἄνθρωπον ἂλλ οὐκ ἴσχυσε τοῦτο ποιῆσαι πάντες γάρ φησιν ἥμαρτον ἡ πίστις δὲ ἐλθοῦσα τοῦτο κατώρθωσεν ὁμοῦ γάρ τις ἐπίστευσεν καὶ ἐδικαιώθη οὐκοῦν ἔστησε τοῦ νόμου τὸ θέλημα
203exb17vRom.3.31-Rom.4.1Θεοδω(ρητου) * s τι οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν ἄνωθεν ὁ νόμος καὶ οἱ προφῆται τὰ περὶ τῆς πίστεως προεθέσπισαν δεχομενοι τοίνυν τὴν πίστιν βεβεαιοῦμεν τὸν νόμον
203exc17vRom.4.1Θε(ωδορητου) * s τι οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν ποίαν φησι πρὸ τοῦ πιστεῦσαι θεῶ τὸν Ἀβραὰμ δικαιοσύνην αὐτοῦ δι' ἔργων γεγενημένην ἠκούσαμεν κατὰ σάρκα γὰρ τὴν ἐν ἔργοις λέγει ἐπειδὴ διὰ τῆς σαρκὸς ἐκτελοῦμεν τὰ ἔργα
20417vRom.4.1 τι οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν μέγα ἐφρόνουν ἐπὶ τῶ Ἁμβραὰμ οἱ Ἰουδαῖοι καὶ ἀεὶ προέφερον ὅτι Ἁβρρὰμ περιετμήθη σκοπὸς οὖν αὐτω δεῖξαι ὅτι καὶ αὐτος Ἀβραὰμ οὐκ ἐξ ἔργων ἀλλὰ διὰ πίστεως ἐδικαιώθη καί φησιν λέγομεν Ἀβραὰμ τὸν κατὰ σάρκα ἡμῶν πατέρα εὑρηκέναι καί τινος αὐτον ἐπιτευχηκέναι δικαιοσύνης τῆς δι' ἔργων ἡ διὰ πίστεως καὶ δείκνυσιν ὅτι τῆς διὰ πίστεως ὅθεν καὶ εὕρημα αὐτὴν καλεῖ ἐπεὶ μὴ ἐξ ἔργων αὐτὴν ἐκτήσατο ἂλλ ἀπὸ πίστεως ἥτις χάριτι Χριστοῦ παρέχεται
204Ph17vRom.4.1
20517vRom.4.1 εὑρηκέναι κατὰ σάρκα καλῶς πρὸς Ἰουδαίους τὸ κατὰ σάρκα κατὰ πίστιν γὰρ καὶ ἐπαγγελίαν ἡμεῖς οἱ πιστοὶ τέκνα ἐσμεν τοῦ Ἀβραὰμ καθὼς ἡ γραφή φησιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα τῶ Ἀβραάμ
204ex17vRom.4.1* μεθ' υπερβατος ἐστιν ἡ ῥῆσις οὑτωσί πως κειμένη τι οὖν ἐροῦμεν Ἀβραὰμ τὸν κατὰ σάρκα πατέρα ἡμῶν εὑρηκέναι ἀνέλθωμεν φησι ἐπὶ τὸν ἀρχηγὸν τοῦ κατὰ σάρκα γένους ἡμῶν ὃν ἐκ πάντων ἐθνῶν ἐκλεξάμενος ὁ θεὸς εὐλόγησεν τε καὶ εἰς τοὺς ἐξ αὐτοῦ δι' αὐτοῦ τὰ τῆς εὐλογίας ὑπέσχετο παραπέμψειν δῆλον γὰρ ὅτι ὅπως ἂν ἔχοι τὰ κατ' αὐτον οὕτως σχήσει καὶ τὰ ἡμέτερα
20618rRom.4.1-Rom.4.2 εἰ γὰρ Aβρααμ ἐξ ἔργων ἐδικαιώθη ἔχει καύχημα ἂλλ οὐ πρὸς τὸν θεόν δύο δείκνυσιν ὅτί τε ἐκ πίστεως Ἀβραὰμ ἐδικαιώθη καὶ ὅτι μείζων ἡ διὰ πίστεως δικαιοσύνη καί φησιν εἰ ἐξ ἔργων καὶ κατορθωμάτων Ἀβραὰμ ἐδικαιώθη ἔχει μὲν καύχημα ἂλλ οὐ πρὸς τὸν θεὸν ἂλλ ἐφ' ἑαυτῷ ὡς κατωρθωκότι ὁ δὲ ἐκ πίστεως σωθεὶς ἐπεὶ μὴ ἔχῃ εἰς ἑαυτὸν καυχήσασθαι οὐδὲν γὰρ ἔργον ἔπραξεν εἰς τὸν θεὸν καυχᾶται μείζων δὲ τὸ εἰς θεὸν καυχᾶσθαι ἤπερ εἰς ἑαυτὸν τὰ μὲν γὰρ κατορθώματα πολλάκις καὶ ἀφανίζεται ἑτέραις πλημμελείαις ἡ δὲ εἰς θεὸν καύχησις ἄτρεπτος μένει
206ex18rRom.4.2Θεοδωρητου * Ἡ τῶν ἀγαθῶν ἔργων ἐκπλήρωσις αὐτοὺς στεφανοῖ τοὺς ἐργαζομένους τὴν δὲ τοῦ Θεοῦ φιλανθρωπίαν οὐ δείκνυσιν ἡ δὲ πίστις ἀμφοτερα ποιεῖ δῆλα καὶ τοῦ πεπιστευκοτος τὴν περὶ τὸν Θεὸν διάθεσιν καὶ τοῦ Θεοῦ τὸ φιλάνθρωπον ὅτι τὴν πίστιν δεχόμενος ἀνακηρύττει τὸν κεκτημένον Καὶ τοῦτο διὰ τῆς Γραφικῆς βεβαιοῖ μαρτυρίας
20718rRom.4.2-Rom.4.3 τι γὰρ ἡ γραφὴ λέγει ἐπίστευσεν δὲ Ἀβραὰμ τῶ θεῶ καὶ ἐλογίσθη αὐτω εἰς δικαιοσύνην φέρει τὴν γένεσιν μαρτυροῦσαν ὅτι Ἀβραὰμ ἐκ πίστεως ἐδικαιώθη
207ex18rRom.4.3του αυτου * Οὐ γὰρ κατὰ νόμον πολιτευσάμενος ὁ μακάριος Ἀβραὰμ τῆς θείας μαρτυρίας τετύχηκεν ἀλλὰ τῷ κεκληκότι πιστεύσας τῆς δικαιοσύνης τὸν πλοῦτον ἐτρύγησε
20818rRom.4.3-Rom.4.4 τῶ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα δείκνυσι μείζονα τὴν κατὰ χάριν δικαιοσύνην ἦν ἡ πίστις παρέχει οὕτως τῶ μὲν γάρ φησιν κατορθοῦντι κατὰ ὀφειλὴν ἡ ἀντιμισθία κεχρεώστηται τι δὲ δύναται καὶ ὁ πάνυ ἐνάρετος κατορθῶσαι καὶ ὀφειλέτην ἔχειν θεὸν ὁ δέ γε ἐκ πίστεως δικαιούμενος κατὰ χάριν δικαιοῦται ἔνθα δὲ θεὸς χαρίζεται πάντως μεγάλα χαρίζεται τι γὰρ χαρίζεται υἱοθεσίαν παρέχει ἀδελφοὺς ποιεῖ Χριστοῦ κληρονόμους θεοῦ συγκληρονόμους Χριστοῦ ἅτινά ποτε ἂν παρέσχεν ἡμῖν οἰκεῖα κατορθώματα
208ex18rRom.4.4
20918rRom.4.4-Rom.4.5 τῶι δὲ μὴ ἐργαζομένωι πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ λογίζεται ἡ πίστις αὐτοῦ μὴ δὲ τὴν πίστιν νομίσῃς εὐχερῶς παραγίνεσθαί τινι ἀνδρείας γὰρ δεῖται καὶ διεσφιγμενης ψυχῆς
21018rRom.4.5 εἰς δικαιοσύνην ὁρᾷς ὅτι τῶ μὲν ἐργαζομένῳ μισθὸς κατὰ τὰ ἔργα λογίζεται τῶ δὲ πιστῷ δικαιοσύνη μυρίων δὲ μισθῶν ἐστι περιεκτικὴ ἡ δικαιοσύνην
21118vRom.4.5-Rom.4.6 καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ὦ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων καὶ ὁ Δαυὶδ τῆ ἐκ πίστεως δικαιοσύνη ψηφίζεται τὸν ἁγιασμον χωρὶς ἔργων
21218vRom.4.6-Rom.4.8 μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι μακάριος ἀνὴρ ὧι οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν μακαρισμὸς ἐστιν ἡ κορυφὴ τῶν ἀγαθῶν δοκεῖ μέν πως ἀλλόκοτος είναι ἡ μαρτυρία οὐ γὰρ ἔχει μακάριος ὦ ἡ πίστις εἰς δικαιοσύνην χωρὶς ἔργων λογίζεται πλὴν σφόδρα ἐστι κατάλληλος εἰ γὰρ μακάριος ὦ αἱ ἁμαρτίαι κατὰ χάριν ἀφέθησαν τρισμακάριστος δηλονότι ὃν ἐδικαίωσεν κατὰ καριν ὁ θεός
212Ph18vRom.4.8Φωτ(ιου) * s μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι μακάριος ἀνὴρ ὧι οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν Κατάλληλος λίαν καὶ ἁρμοζουσα ἡ ψαλμικὴ χρῆσις καὶ γὰρ πᾶσα δικαίωσις ἀπὸ θεοῦ ἢ ἐκ τοῦ ἀφεθῆναι γίνεται τὰς ἀνομίας καὶ ἁμαρτίας ἢ ἐκ τοῦ ἐπικαλυφθῆναι οἷον διά τινων κατορθωμάτων ἐκνικηθῆναι καὶ καταποθῆναι ἢ ἐκ τοῦ μὴ λογίσασθαι τὸν θεὸν τὸ πραχθὲν εἰς ἁμαρτίαν καὶ διὰ τῶν τριῶν τούτων φιλανθρώπων τρόπων λογίζεται ὁ θεὸς τῷ ἀνθρώπῳ τὴν δικαιοσύνην ὡς συμπαθῶν ὡς οἰκονομῶν ὡς φιλοτιμούμενος ἡ μὲν γὰρ ἄφεσις συμπαθείας ἡ δὲ ἐπικάλυψις οἰκονομίας τὸ δὲ μὴ λογίσασθαι εἰς ἁμαρτίαν φιλοτιμίας τίνες οὖν ἀξιοῦνται τούτων οἱ πιστοὶ καὶ διὰ τῆς πίστεως διὸ καὶ μακαρίζει αὐτοὺς καὶ ὁ προφήτης ∆αυὶδ τοῖς δὲ ἐν νόμῳ καὶ ἐξ ἔργων ζητοῦσι δικαιωθῆναι οὐδεμία τῶν τριῶν δικαίωσις ἕπεται τοῖς δὲ ἐκ πίστεως διὰ τῶν τριῶν τούτων τρόπων ἡ δικαιοσύνη λογίζεται
21318vRom.4.8-Rom.4.9 ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἡ καὶ ἐπὶ τὴν ἀκροβυστίαν εἶτά φησιν οὗτος ὁ τῶ Δαυὶδ εἰρημένος μακαρισμὸς ἐπὶ τὴν περιτομὴν ἦλθεν ἡ καὶ ἐπὶ τὴν ἀκροβυστίαν καὶ μᾶλλον δείκνυσιν ἐπὶ τὴν ἀκροβυστίαν αὐτον ἐληλυθότα καὶ χώραν ἔχοντα τὸ τὸν Ἀβραὰμ ἀκροβυστον ὄντα σωθῆναι καὶ δικαιωθῆναι
21418vRom.4.9-Rom.4.10 λέγομεν γὰρ ὅτι ἐλογίσθη τῶ Ἁβρρὰμ ἡ πίστις εἰς δικαιοσύνην πως οὖν ἐλογίσθη ἐν περιτομὴ ὄντι ἡ ἐν ἀκροβυστία εἶτα κατασκευάζει τὸ ἐπὶ τὴν ἀκροβυστίαν μᾶλλον ἔχειν χώραν καί φησιν τῶ Ἀβραὰμ ἐλογίσθη δικαιοσύνη διὰ πίστεως ἴδωμεν τοιγαροῦν ἐν περιτομω ὄντι τὸ Ἀβραὰμ τῆ ἐλογίσθη δικαιοσύνη ἡ ἀκροβύστω καὶ δῆλόν φησι ὡς ἀκροβύστω ὁρᾷς οὖν ὅτι μᾶλλον ἡ ἀκροβυστία χώραν ἔχει
21519rRom.4.10 οὐκ ἐν περιτομὴ ἂλλ ἐν ἀκροβυστία εἰ οὖν ἐν ἀκροβυστίαι ὧν ἐδικαιώθη ἄρα μᾶλλον ὁ τῶ Δαυὶδ εἰρημένος μακαρισμὸς ἐπὶ τὴν ἀκροβυστίαν ἔχει χώραν ἡ ἐπὶ τὴν περιτομήν
215ex19rRom.4.10-Rom.4.11* s καὶ σημεῖον ἔλαβε περιτομῆς σφαγιδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῆ ἀκροβυστία δοκοῦσαν ἀντίθεσιν λύει ἡ περιτομὴ ἐδόθη διὰ τρεῖς αἰτίας ταύτας ώστε σημεῖον είναι πίστεως καὶ τοῦ ἁβραμιαίου γένους δηλωτικὴν καὶ σύμβολον καὶ αἴνιγμα πολιτείας καθαρᾶς καὶ σώφρονος ώστε οὐχ ὡς δικαιοσύνης ποιητικὴ ἐδόθη ἀλλὰ σφραγὶς καὶ σημεῖον τῆς ἐκ πίστεως δικαιοσύνης
21619rRom.4.11 καὶ σημεῖον ἔλαβε περιτομῆς σφραγῖδα τῆς δικαιοσύνης τοσοῦτόν φησι μεγάλη ἡ περιτομὴ καὶ ταύτης χωρὶς οὐκ ἑνὶ δικαιωθῆναι ὅτι καὶ αὐτος ὁ ἐν ἀκροβυστία κατὰ τὸν σὸν λόγον δικαιωθεὶς περιτομῆς ἐδεήθη καί φησιν οὐ διά τι ἕτερον περιετμήθη ἡ διὰ τὸ σημεῖον καὶ ἀπόδειξιν ἐπιφέρεσθαι τὴν περιτομὴν τῆς ἐν τῆ ἀκροβυστία ὑπαρξάσης αὐτω δικαιοσύνης εἰ δὲ σημείου ἕνεκεν καὶ σφραγῖδος ἔλαβεν αὐτὴν οὐδὲν αὕτη πρὸς δικαιοσύνην συνετέλεσεν ἀλλὰ μόνον τὸ τοιῶσδε δεδικαιῶσθαι εσημαινεν τουτέστιν ὅτι ἐν τῆ ἀκροβυστία ὧν ἠξιώθη τῆς δικαιοσύνης
216Ph19rRom.4.11
21719rRom.4.11 τῆς ἐκ πίστεως ὑπαρξάσης
21819rRom.4.11 εἰς τὸ είναι αὐτον πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίας διά τι δὲ ὅλως φησιν ἐδεήθη περιτομῆς εἰ μηδὲν συνετέλει ἡ περιτομὴ ἐν τῆ δικαιοσύνη διά τι ἐδεήθη πρῶτον μὲν καθὸ ἄνω λέγει εἰς τὸ είναι αὐτὴν σημεῖον ἔπειτα ἵνα κοινὸς γένηται πατὴρ τῶν τε ἐν περιτομὴ τῶν τε ἐν ἀκροβυστία
21919rRom.4.11* οὐχ ἁπλῶς τῶν οιων δήποτε πατέρα ἀλλὰ τῶν πιστευόντων εἰς τὸν Χριστόν
22019rRom.4.11* τῶν ἐν ἀκροβυστία ὄντων καὶ πιστευόντων
22119vRom.4.11 εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην διὰ πίστεως δηλονότι χωρὶς ἔργων
221Ph19vRom.4.11
22219vRom.4.11-Rom.4.12 καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ὥσπερ γὰρ οἱ ἐν ἀκροβυστία οὐ διὰ τοῦτο μόνον σχοῖεν τὸν Ἀβραὰμ πατέρα διὰ τὸ ἐν ἀκροβυστία αὐτον πεπιστευκέναι εἰ μὴ καὶ τὴν πίστιν μιμησοιντο οὕτως οὐδε οἱ ἐν περιτομὴ σχησωσιν διὰ τὸ μόνον περιτμηθῆναι τὸν Ἀβραὰμ εὰν μὴ καὶ τὴν πίστιν αὐτοῦ μιμήσωνται δῆλον ὡς καὶ ἐκπεσοῦνται τῆς πρὸς Ἀβραὰμ συγγενείας οἱ Ἰουδαῖοι ἐὰν μὴ πιστεύσωσιν
222ex19vRom.4.12Ιω(αννου) * Εἰς τὸ γενέσθαι αὐτὸν πατέρα περιτομῆς τούτοις τοῖς καὶ τὴν νοητὴν προσλαμβάνουσιν ὡς ἐὰν ταύτην μόνον ἔχῃς οὐδέν σοι γενήσεται πλέον Σημεῖον γὰρ τότε τοῦτο ἐστιν ὅταν τὸ πρᾶγμα οὗ τοῦτο ἐστι σημεῖον φαίνηται παρὰ σοὶ τουτέστιν ἡ πίστις ὡς ἂν μὴ ταύτην ἔχῃς οὐδὲ τὸ σημεῖον λοιπὸν εἶναι σημεῖον δύναται Τίνος γὰρ ἔσται σημεῖον καὶ σφραγὶς οὐκ ὄντος τοῦ σφραγιζομένου ὡς ἂν εἰ καὶ βαλάντιον ἐπιδεικνύεις ἡμῖν σφραγῖδα ἔχον μηδενὸς ἔνδον ἀποκειμένου ὥστε καταγέλαστος ἡ περιτομὴ τῆς πίστεως ἔνδον οὐκ οὔσης
22319vRom.4.12 ἀλλὰ καὶ τοῖς στοιχοῦσι πειθομένοις ἐμμένουσι
223Ph19vRom.4.12
22419vRom.4.12 τοῖς ἴχνεσι τῆ μιμήσει τῆ ὁμοιώσει
224ex19vRom.4.12Ιω(αννου) * Καὶ καλῶς εἶπε Τοῖς ἴχνεσιν ἵνα ὁμοίως ἐκείνῳ πιστεύσῃς εἰς νεκρῶν ἀνάστασιν σωμάτων Καὶ γὰρ καὶ ἐκεῖνος περὶ τοῦτο τὴν πίστιν ἐπεδείξατο μὴ κατὰ νοησεν τὸ ἑαυτοῦ σῶμα ἤδε νενεκρωμένον καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας ὥστε εἰ τὴν ἀκροβυστίαν ἐκβάλλεις φησι οὐδέν σοι οὐδὲ τῆς περιτομῆς ὄφελος Ἂν γὰρ μὴ τοῖς ἴχνεσιν ἀκολουθήσῃς τῆς πίστεως κἂν μυριάκις ᾖς ἐμπερίτομος οὐκ ἔσῃ τοῦ Ἀβραὰμ ἔκγονος
22519vRom.4.12 τῆς πίστεως τῆς ἐν τῆ ακρoβυστια τοῦ πατρὸς ἡμῶν Ἀβραάμ πάλιν ὑπομιμνήσκει ὅτι ἐν ἀκροβυστία ἐπίστευσεν καὶ ὕστερον περιετμήθη
22619vRom.4.12-Rom.4.13 οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῶι Ἀβραὰμ ἡ τῶ σπέρματι αὐτοῦ τὸ κληρονόμον αὐτον είναι τοῦ κόσμου θαυμάσιον λέγει οὕτως φησιν ἡ περιτομὴ χωρὶς πίστεως οὐκ ἰσχύει δικαιῶσαι οὐδε προπάτορα σοι ὦ ἰουδαῖε ποιεῖ τὸν Ἀβραὰμ ὅτι οὐδε ὁ νόμος ἐφ' ὦ μεγαφρονεις συνετέλεσεν τι εἰς τὰς ἐπαγγελίας τῶ Ἀβραὰμ ἀλλὰ μόνῃ ἡ πίστις ἀκροβύστω γὰρ ἔτι ὄντι καὶ πρὸ τοῦ νόμου ἐδόθησαν αἱ ἐπαγγελίαι πιστεύσαντι εἰ οὖν αὐτος ὁ νόμος οὐδὲν εἰς τὰς ἐπαγγελίας συνετέλεσεν σχολῇ γοῦν {εἰ /ἡ }* περιτομὴ πρὸς δικαιοσύνην ἐξαρκέσει
22720rRom.4.13 ἀλλὰ διὰ δικαιοσύνης πίστεως τῆς πίστεώς φησι
227Ph20rRom.4.13αλλ εις τ(ου) αυτ(ου) Φωτ(ιου) * Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι εἰπὼν πρότερον ὅτι διὰ τοῦτο ἀκροβυστος ὢν ὁ Ἀβραὰμ ἐπίστευσε καὶ ἐδικαιώθη ἵνα πατὴρ λογισθῇ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν καὶ διὰ τοῦτο πάλιν περιετμήθη ἵνα καὶ τῶν ἐν περιτομῇ πιστῶν πατὴρ λογισθῇ καὶ ἐπαγαγὼν καὶ ἀποδείξας ὅτι μᾶλλον λογίζεται πατὴρ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν ὅσῳ καὶ πρὸ τῆς περιτομῆς καὶ πρὸ αὐτοῦ τοῦ νόμου τοῦ καὶ τὴν περιτομὴν περιέχοντος καὶ ἐπίστευσεν καὶ ἡ πίστις αὐτοῦ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην ταῦτα εἰπὼν καὶ παραστήσας νῦν καὶ ἑτέρῳ τρόπῳ τὸ αὐτὸ δείκνυσι καί φησιν ὑποκείσθω μὴ οὕτως ἔχειν ὡς ἔφημεν ἀλλὰ τοὺς ἐκ νόμου μόνους εἶναι κληρονόμους τῶν Ἀβραὰμ ἐπαγγελιῶν οὔκουν εἰς μάτων γέγονεν ἡ πίστις τῷ Ἀβραὰμ αὐτὸς γὰρ πρὸ τοῦ νόμου καὶ χωρὶς τοῦ νόμου ἐπίστευσεν κεκένωται ἄρα ἡ πίστις οὐδὲν ἐστιν αὐτῆς τὸ ὅλον ἠφάνισται ἀλλὰ καὶ αἱ ἐπαγγελίαι κατηργήθησαν οἷον ἄχρηστοι καὶ ἀτέλεστοι γεγένηνται εἰ γὰρ ἡ πίστις δι' ἣν ἡ ἐπαγγελία ἐκενώθη καὶ αἱ ἐπαγγελίαι δηλονότι αἱ ἐπὶ τῇ πίστει ἑδραζομεναι συναπερρύησαν καὶ γεγόνασι φροῦδοι τὶ οὖν οἱ διὰ νόμου κληρονομήσουσιν τῆς μὲν πίστεως κενωθείσης συνεκρυείσης δὲ τῇ πίστει τῆς ἐπαγγελίας ὁρᾷς ὡς δι' ὧν λέγουσι διὰ νόμου κληρονομεῖν διὰ τούτων δείκνυνται μηδ' ὅλως κληρονομεῖν οὕτω τοίνυν διχῶς τὰς ἀποδείξεις ἐποιήσατο ὅτι ὁ μακαρισμὸς ἐπὶ τὴν διὰ πίστεως ἀκροβυστίαν μᾶλλον ἁρμοζει ἢ ἐπὶ τὴν περιτομὴν τὴν μὲν πρώτην ἐπ' εὐθείας προαγαγὼν καὶ ἐξ αὐτῶν τῶν κατὰ τὸν Ἀβραὰμ πραχθέντων τὴν δευτέραν δὲ συνδραμὼν ἐκείνοις καὶ ὑποθεὶς τὸ παρὰ τὼν ἐναντίων λεγόμενον καὶ δείξας οἷον ἄτοπον ἕπεται τῇ ὑποθέσει αὐτῶν τίθησι δὲ καὶ τρίτην ἀποδειξιν ἐξ αὐτοῦ λαμβανομένην τοῦ νόμου καί φησιν ὁ νόμος ἐφ' ᾧ ἐπερείδεσθε παραβαθεὶς ὀργὴν κατεργάζεται τοῦτο εἰπὼν τὸ ἀκολουθον ὡς δῆλον ὑπάρχον κατέλιπεν οἷον ὑμεῖς δὲ παραβεβήκατε δῆλον γὰρ τοῦτο καὶ συνεπινοούμενον εἰ οὖν ὁ νόμος ὀργὴν κατεργάζεται παραβαθεὶς ὑμεῖς δὲ παραβεβήκατε οὐ μόνον ἐπαγγελιῶν οὒκ ἐστε ἄξιοι ἀλλὰ καὶ τιμωρηθήσεσθε τοῦτο γὰρ ὑμῖν οὗτος ὁ νόμος παραβεβηκόσιν ἐπανατείνεται
22820rRom.4.13-Rom.4.14 εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι κεκένωται ἡ πίστις ὁ γὰρ ἐχόμενος τοῦ νόμου ὡς σώζοντος ἀτιμάζει τὴν διὰ πίστεως σωτηρίαν κληρονόμοι δὲ οἷον τῆς τῶν οὐρανῶν βασιλείας
226ex20rRom.4.14* κληρονόμους τοῦ κόσμου τοὺς δικαίους ἔσεσθαι φησιν ὅτι τῶν ἀσεβῶν ἐκ μέσου γενομένων καὶ παραδοθέντων κολάσει ἐν τῆ τῆς κρίσεως ἡμέρα τὸν συμπάντα λοιπὸν κόσμον ἕξουσιν οἱ δίκαιοι ἀνακαινισθέντα καὶ αὐτῶν ἔσται τὰ οὐράνια ἀγαθὰ καὶ τὰ ἐπίγεια
229ex20rRom.4.14Ιω(αννου) τ(ου) Χρ(ισοστομου) * εἰ γὰρ οἱ ἐκ νόμος Ἔδειξεν ὅτι ἀναγκαία ἡ πίστις ὅτι πρεσβυτέρα περιτομῆς ὅτι νόμου ἰσχυροτέρα ὅτι συνίστησι νόμον Εἰ γὰρ πάντες ἥμαρτον ἀναγκαία εἰ ἀκροβυστος ὢν ἐδικαιώθη πρεσβυτέρα εἰ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας χωρὶς δὲ νόμου πεφανέρωται ἰσχυροτέρα εἰ μαρτυρεῖται ὑπὸ τοῦ νόμου καὶ τὸν νόμον συνίστησιν οὐκ ἐναντία ἀλλὰ φίλη καὶ σύμμαχος
22920rRom.4.14 καὶ κατήργηται ἡ ἐπαγγελία ὡς οὐ χρειωδεις οὖσαι κατήργηνται αἱ ἐπαγγελίαι τουτέστιν ἄπρακτο γεγόνασιν πως εἰ γὰρ ἡ πίστις καταργεῖται δι' ἦν αἱ ἐπαγγελίαι δῆλον ὅτι συγκαταργοῦνται αἱ ἐπαγγελίαι εἰ δὲ αὗται καταργηθῶσιν οὔτε ὁ Ἀβραὰμ πατήρ τινος
23020rRom.4.14-Rom.4.15 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται οὐ γὰρ οὐκ ἐστι νόμος οὐδε παράβασις καὶ οὕτως φησιν οὐ διὰ τοῦ νόμου βεβαιοῦνται αἱ ἐπαγγελίαι ὅτι τρόπον τινα καὶ ἐμποδίζονται πως ὅτι ὁ νόμος ὀργὴν καταργαζεται παραβαθεὶς δηλονότι οὐδεὶς γὰρ αὐτον ἴσχυσεν πληρῶσαι ἔνθα δὲ ὀργή πως ἥξουσιν αἱ ἐπαγγελίαι ἡ δὲ πίστις φησιν τὴν χάριν εἰσάγει τοῦ θεοῦ χάριτος δὲ οὔσης ἔρχονται καὶ πληροῦνται αἱ ἐπαγγελίαι
23120rRom.4.15-Rom.4.16 διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν εἰς τὸ είναι βεβαίαν τὴν ἐπαγγελίαν ἔνθα γὰρ χάρις θεοῦ οὐκ ἔτι ἀμφίβολοι αἱ ἐπαγγελίαι ἀλλὰ βεβαιοῖ θεὸς γάρ φησιν ὁ δικαίων χάριτί τις ὁ κατακρίνων
23220rRom.4.16 παντὶ τῶι σπέρματι τὸ ὑπερβατον παντὶ τῶ σπέρματι Ἀβραάμ
232ex20rRom.4.16Ιω(αννου) * παντὶ τῷ σπέρματι Δύο τίθησιν τὰ ἀγαθὰ ὅτι καὶ βέβαια τὰ διδόμενα καὶ παντὶ τῷ σπέρματι τοὺς ἐξ ἐθνῶν συνεισάγων καὶ δεικνὺς Ἰουδαίους ἐκτὸς ὄντας ἂν πρὸς τὴν πίστιν φιλονεικήσωσι ποίῳ δὲ σπέρματι Τῷ ἐκ τῆς πίστεως φησὶ συνάπτων τὴν πρὸς τὰ ἔθνη συγγένειαν Ἰδοὺ καὶ τρίτον ἄλλο ἡ πίστις εἰργάσατο τὴν γὰρ συγγένειαν πρὸς τὸν δίκαιον ἀκριβεστέραν ἐποίησε καὶ πλειόνων ἐκγονων ἀπέφηνε προγονον διὸ οὐδὲ ἁπλῶς εἶπεν Ἀβραὰμ ἀλλὰ Τοῦ πατρὸς ἡμῶν τῶν πιστῶν Εἶτα καὶ τῇ μαρτυρίᾳ ἐπισφραγίζει τὸ εἰρημένον Καθὼς γέγραπται φησὶν ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε Εἶδες ἄνωθεν ταῦτα οἰκονομούμενα Τὶ οὖν φησὶν εἰ τῶν Ἰσμαηλιτῶν ἢ τῶν Ἀμαληκιτῶν ἢ τῶν Ἀγαρηνῶν ἕνεκεν ταῦτα λέγει ἂλλ ὅτι μὲν οὐ περὶ ἐκείνων δείξει προϊὼν σαφέστερον Ποῦ γὰρ θαυμαστὸν τῶν ἐξ αὐτοῦ πατέρα εἶναι τοῦτο γὰρ ἕκαστος κέκτηται τῶν ἀνθρώπων Τὸ δὲ παράδοξον ἐκεῖνο ἐστιν ὅτι οὓς οὐκ εἶχεν ἐκ φύσεως τούτους ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς ἔλαβεν Ὥστε εἰ βούλει πιστεῦσαι ὅτι ἐτιμήθη ὁ Ἀβραὰμ πίστευσον ὅτι πάντων ἐστὶ πατήρ
23320vRom.4.16 οὐ τῶ ἐκ τοῦ νόμου μόνον ἐκ τοῦ νόμου λέγει τουτέστιν τοὺς ἐξ Ἰουδαίων εἰς τὴν πίστιν ἐλθόντας
23420vRom.4.16-Rom.4.17 ἀλλὰ καὶ τῶ ἐκ πίστεως Ἀβραὰμ ὃς ἐστι πατὴρ πάντων ἡμῶν καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικα σε τοὺς χωρὶς νόμου πιστοὺς γενομένους ὅρα δέ πως λοιπὸν συνάπτει τοὺς δύο λαοὺς καὶ πάντων ποιεῖ πατέρα τὸν Ἀβραάμ
23520vRom.4.17Ιω(αννου) * κατέναντι οὐ ἐπίστευσεν θεοῦ κατέναντι τουτέστιν ὥσπερ ὁ θεὸς οὐκ ἐστι {μερικός /μερικὸς θεός }* ἀλλὰ πάντων {θεός /πατήρ }* οὕτως καὶ ὁ Ἀβραὰμ πάντων πατὴρ καὶ ὥσπερ ὁ θεὸς πάντων πατὴρ οὕτως καὶ ὁ Ἀβραὰμ πάντων πατήρ
235Ph20vRom.4.17Φωτ(ιου) * εἰς τὸ Κατέναντι οὐ ἐπίστευσεν ἐναντίον ἐνώπιον εἰς πρόσωπον θεοῦ εἰς πρόσωπον γὰρ εἴρηται θεοῦ οἷον ὡς ἐκ προσώπου τοῦ θεοῦ τὸ πατέρα πολλῶν ἐθνῶν τέθεικά σε ἐπειδὴ γὰρ εἶπεν καθὼς γέγραπται μὴ προσθεὶς ποῦ γέγραπται ἢ πῶς ἐπήγαγεν τὸ κατέναντι θεοῦ τὸ ἀξιοπιστον καὶ βέβαιον τοῦ γέγραπται παριστῶν καθὼς γέγραπται κατενώπιον θεοῦ τοῦτ' ἔστιν εἰς πρόσωπον θεοῦ καὶ ἐκ προσώπου τοῦ θεοῦ ἀξιοπιστος ἐστι φησὶν ἡ γραφὴ ἀμετάπτωτος βεβαία θεὸς ἐστιν ἐν αὐτῇ εἰπὼν πατέρα πολλῶν ἐθνῶν τέθεικά σε τὸ δὲ ἑξῆς καθὼς γέγραπται κατέναντι οὗ ἐπίστευσε θεοῦ ὅτι πατέρα πολλῶν ἐθνῶν καὶ ἑξῆς
235exa20vRom.4.17
235exb20vRom.4.17
235exc20vRom.4.17 s κατέναντι οὐ ἐπίστευσεν θεοῦ ἀντὶ τοῦ ἐνώπιον πρὸ προσώπου οὐ ἐπίστευσεν
235exd20vRom.4.17* Καὶ πάλιν Ὥσπερ ὁ Θεὸς πατὴρ ἐστιν οὐ κατὰ τὴν φυσικὴν συγγένειαν ἀλλὰ κατ’ οἰκείωσιν πίστεως οὕτω καὶ αὐτος ἡ γὰρ ὑπακοὴ ποιεῖ πατέρα πάντων ἡμῶν Ἐπειδὴ γὰρ οὐδὲν ἐνομιζον εἶναι ταύτην τὴν συγγένειαν τὴν παχυτέραν ἐκείνην κατασχοντες δείκνυσι ταύτην κυριωτέραν ἐπὶ τὸν Θεὸν τὸν λόγον ἀναγαγὼν Καὶ μετὰ τούτων κἀκεῖνο ἐμφαίνει ὅτι καὶ ἀμοιβὴν τῆς πίστεως ταύτην ἔλαβεν ὥστε ἂν μὴ τοῦτο ᾖ κἂν πάντων ᾖ πατὴρ τῶν τὴν γῆν οἰκούντων τὸ Κατέναντι οὐκ ἔχει χώραν ἀλλ’ ἠκρωτηρίασται ἡ τοῦ Θεοῦ δωρεὰ τὸ γὰρ κατέναντι ὁμοίως ἐστι
23620vRom.4.17 τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα τὸν μὲν τῆς ἀναστάσεως καταβάλλεται λόγον πλὴν προφορως καὶ εἰς τὸ προκείμενον ἐπίστευσεν φησιν ὁ Ἀβραὰμ τῶ θεῶ ὅτι καὶ τοὺς νεκροὺς ζωοποιεῖ διὰ τοῦτο καὶ τὸ δοῦναι αὐτον σπέρμα τῶ γεγηρακότι ὁ γὰρ τοὺς νεκροὺς ζωοποιῶν καὶ τὰ μὴ ὄντα οὐσιῶν πολλῷ μᾶλλον δυνήσται τῶ νεκρωμενω διὰ τὸ γῆρας σώματι δοῦναι σπέρμα
236Pha20vRom.4.17
236Phb20vRom.4.17Φωτ(ιου) * ἀντὶ τοῦ ἐπαγγελίαις ἐπίστευσε πολὺ τὸ ἀνέλπιστον ἐχούσαις κατὰ ἀνθρώπινον λογισμὸν μόνῃ ἑδρασθεὶς τῇ ἐπὶ θεὸν ἐλπίδι
236ex20vRom.4.17-Rom.4.18Σευηριανου s ὃς παρ' ἐλπίδα παρ' ἐλπίδα τῆς οἰκείας φύσεως ἐπ' ἐλπίδι τῆς τοῦ ἐπαγγειλαμένου δυνάμεως
23720vRom.4.18 ὃς παρ' ἐλπίδα τὴν ἀνθρωπίνην
23820vRom.4.18 ἐπ' ἐλπίδι τῆι τοῦ θεοῦ
23920vRom.4.18 ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτον πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον οὕτως ἔσται τὸ σπέρμα σου τῶν κατὰ πίστιν καὶ ἐπαγγελίαν τις δὲ αὐτοῦ υἱος διὰ πίστεως καὶ ἐπαγγελίας δοθεὶς δηλονότι ὁ Ἰσαὰκ ὁ γὰρ Ἰσμαὴλ κατὰ σάρκα ἦν αὐτοῦ
239ex20vRom.4.18* ἐκ τοῦ Παρ’ ἐλπίδα τὴν ἀνθρωπίνην ἐπ’ ἐλπίδι τῇ τοῦ Θεοῦ Δείκνυσι γὰρ καὶ τὸ μεγαλεῖον τοῦ πράγματος καὶ οὐ περὶ τῶν ἐκ τοῦ Ἰσμαὴλ καὶ τῶν λοιπῶν ἦν ὁ λόγος ἐκεῖνοι γὰρ οὐ κατὰ πίστιν ἀλλὰ κατὰ φύσιν ἐτέχθησαν Ἀλλὰ καὶ τὸν Ἰσαὰκ εἰς μέσον ἄγει οὐ γὰρ ὑπὲρ ἐκείνων ἐπίστευσε ἀλλὰ τοῦ ἀπὸ τῆς στείρας γυναικὸς ἐσομένου Εἰ τοίνυν μισθὸς ἐστι τὸ πατέρα πολλῶν ἐθνῶν γενέσθαι ἐκείνων τῶν ἐθνῶν ὑπὲρ ὧν ἐπίστευσε δῆλον ὅτι καὶ τοῦτο δὴ αὐτῶν ἑξῆς καὶ μὴ ἀσθενήσας τῆ πίστει οὐ κατενόησεν τὸ ἑαυτοῦ σῶμα
239exb20vRom.4.18* Παρ’ ἐλπίδα γὰρ τὴν κατὰ φύσιν λέγει ἐπ’ ἐλπίδι δὲ τῆς Θεοῦ ὑποσχέσεως
24020vRom.4.18-Rom.4.19 καὶ μὴ ἀσθενήσας τῆ πίστει οὐ κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον πολλὰ μὲν ἦν τὰ ἀσθενῆ καὶ ἀδύναμον αὐτοῦ τὴν πίστιν γενέσθαι παρασκευάζοντα ἂλλ οὐδε πρὸς ἐν ἠσθένησεν ἡ γενναία ψυχὴ πρῶτον ὅτι πρὸς οὐδε ἐν τοιοῦτον παράδειγμα ἰδεῖν ἠδύνατο ἀλλὰ πρώτῳ ἡ τῆς παρ' ἐλπίδα παιδοποιίας δέδοται ἐπαγγελία δεύτερον τὸ νενεκρῶσθαι αὐτοῦ τῶ γερα τὸ σῶμα τρίτον τὸ {συννεκρωσθαι /συννενεκρωσθαι }* τὴν μήτραν Σάρρας καὶ ἀδυνάτως ἔχειν πρὸς παιδοποιΐαν
24121rRom.4.19 ἑκατονταετὴς που ὑπάρχων καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας καλῶς τὸ ἑκατονταετής που οὐ γὰρ ἦν ἑκατονταετὴς ἂλλ ἐνενήκοντα ἐννέα
24221rRom.4.19-Rom.4.20 εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ γὰρ ἦν ἔργων ἡ ἀποδειξις ἀλλὰ ψιλὰ ῥήματα
24321rRom.4.20 οὐ διεκρίθη τῆ ἀπιστία οὐκ εἶπεν οὐκ ἐπίστευσεν ἂλλ οὐ διεκρίθη τῆ ἀπιστία τουτέστιν οὐδε ἐνεδοίασεν οὐδε ἀμφέβαλεν
24421rRom.4.20 ἂλλ ἐνεδυναμώθη τῆ πίστει εἰπὼν ἐνεδυναμώθη δείκνυσι πολλῷ καμάτῳ καὶ δυνάμει ψυχῆς καὶ πονω κατορθουμένην τὴν πίστιν
24521rRom.4.20 δοὺς δόξαν τῶ θεῶ πως ἐνεδυναμώθη δοὺς δόξαν φησι τῶ θεῶ τουτέστιν οὐ περιεργασάμενος πως ἐγχωρεῖ τοῦτο γενέσθαι ἂλλ εὐθὺς πιστεύσας καὶ εὐλογήσας ὡς εὐεργέτην τὸν θεὸν ὡς ἤδε δεδωκότα τὸ επαγγειλατο
24621rRom.4.20-Rom.4.21 καὶ πληροφορηθεὶς ὅτι ὁ ἐπήγγελται δυνατὸς ἐστι καὶ ποιῆσαι οὐκ εἶπεν πιστεύσας ἂλλ ἐμφαντικώτερον πληροφορηθείς
246ex21rRom.4.21Ιω(αννου) * ἄρα τὸ μὴ περιεργάζεσθαι δοξάζειν ἐστιν τὸν θεὸν ὥσπερ οὖν τὸ περιεργάζεσθαι πλημμελεῖν
24721rRom.4.21-Rom.4.22 διὸ καὶ ἐλογίσθη αὐτω εἰς δικαιοσύνην ὁρᾷς ὅτι ἀπὸ πίστεως ἐδικαιώθη
24821rRom.4.22-Rom.4.24 οὐκ ἐγράφη δὲ δι' αὐτον μόνον ὅτι ἐλογίσθη αὐτω ἀλλὰ καὶ δι' ἡμᾶς οἷς μέλλει λογίζεσθαι εἶτα ἵνα μὴ λέγωσιν οἱ ἀκροαταὶ καί τι πρὸς ἡμᾶς ἐκεῖνος γὰρ ἐδικαιώθη ἐπάγει ὅτι ταῦτα οὐ χάριν μόνου τοῦ πατριάρχου γέγραπται ἀλλὰ καὶ δι' ἡμᾶς ἵνα παράδειγμα τὸν Ἀβραὰμ ἔχοντες πιστοί τε ὁμοίως γινώμεθα καὶ ὁμοίως ἡμῖν ἡ πίστις εἰς δικαιοσύνην λογίζηται
24921vRom.4.24-Rom.4.25 τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Iησουν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν εὐφυῶς εἰσέβαλεν εἰς τὸν περὶ τοῦ κυρίου λόγον καί φησιν οὐ διὰ τὰς οἰκείας ἁμαρτίας ἀπέθανεν ἐπεὶ οὔτε ἀναστῆναι αὐτον ἔδει ὥσπερ οὐδε πρὸ τούτου τις ἀλλὰ διὰ τὰς ἡμῶν ἁμαρτίας ἵνα ἡμᾶς ἀπαλλάξη αὐτῶν
25021vRom.4.25 καὶ ἐγερθῇ διὰ τὴν δικαίωσιν ἡμῶν ἵνα φησι δικαιώσῃ ἡμᾶς καὶ ἀπαλλάξη ἁμαρτιῶν οὐ γὰρ διὰ τοῦτο οἰκειωσάμενος τὰς ἁμαρτίας ἡμῶν δίκην θανάτου δέδωκεν ὑπὲρ ἡμῶν ἵνα ἡμᾶς ὑπευθύνους καὶ χρεωστας {ἔχει /ἔχῃ }* θανάτου ἂλλ ἵνα δικαιώσῃ ἡμᾶς καὶ τέλεον ἀνευθύνους ἀφῇ
25121vRom.4.25-Rom.5.1 δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν θεόν πως δὲ ἄν τις εἰρηνέυοι πρὸς τὸν θεὸν ἀκολουθῶν ταῖς ἐντολαῖς αὐτοῦ ὡς ὅ γε ἁμαρτάνων πολεμεῖ θεῶ
251Ph21vRom.5.1
25221vRom.5.1 διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰ γὰρ δι' αὐτοῦ τῶν προγενομένων ἐλυτρώθημεν ἁμαρτιῶν δι' αὐτον πάλιν καὶ τῆς εἰς αὐτον πίστεως μενοῦμεν μὴ ἁμαρτάνοντες καὶ γὰρ εὐχερὲς μᾶλλον φυλάξαι ἡ κτήσασθαι τὰ ἀγαθὰ τῆ αὐτοῦ συνεργίᾳ
25322rRom.5.1-Rom.5.2 δι' οὐ καὶ τὴν προσαγωγὴν ἐσκήκαμεν δι' αὐτοῦ γὰρ προσήχθημεν τῶ πατρὶ εἰ οὖν μακρὰν ὄντες ἐγγὺς εγεγονειμεν τῶ θανάτῳ αὐτοῦ πολλῷ μᾶλλον ἐγγὺς ὄντες ειρηνευσοιμεν πρὸς αὐτον χάριτι Χριστοῦ
25422rRom.5.2 τῆ πίστει εἰς τὴν χάριν ταύτην θεὶς τὰ τοῦ Χριστοῦ καὶ τὰ ἡμῶν τίθησιν πρὸς γὰρ τὰς ἀφάτους δωρεᾶς τοῦ Χριστοῦ ἡμεῖς οὐδὲν πλὴν πίστεως εἰσηνέγκαμεν
254Ph22rRom.5.2
25522rRom.5.2 ἐν ἡ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ τουτέστιν τὸ καταζιωθηναι τῆς τοῦ θεοῦ γνώσεως τὸ προσαχθῆναι αὐτω τὸ ἁμαρτιῶν ἀπαλλαγῆναι καὶ ὅσα τὸ βάπτισμα χαρίζεται τὸ δὲ ἑστήκαμεν βεβειοτητα δηλοῖ
255Ph22rRom.5.2
25622rRom.5.2-Rom.5.4 οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργεζεται ἡ δὲ ὑπομονὴ δοκιμήν οὐ μόνον δέ φησιν ἐπὶ τοῖς δοθεισιν καὶ τοῖς μέλλουσιν ἀγαθοῖς καυχώμεθα ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις είναι δοκοῦσιν οἷον ταῖς θλίψεσί τι δήποτε ὅτι πρὸς ὑπομονὴν ἡμᾶς ἀλείφουσιν τι δὲ τῆς ὑπομονῆς τὸ κέρδος δοκίμους φησι ποιεῖ τι δὲ τοῦ γενέσθαι δοκίμους τὸ ὄφελος ἐλπίδα ἡμῖν προξενεῖ τῶν μελλόντων ἀγαθῶν ὁ δέ γε ἐλπίζων ταῦτα οὐκ ἂν καταισχυνθείη ὁ μὲν γὰρ ἐπὶ ἄνθρωπον ἐλπίζων ἴσως καὶ ψευσθείη τῆς ἐλπίδος ὁ δὲ ἐπὶ θεῶ οὐκέτι πλὴν οὐ μόνον φησιν ἐν οἷς ἑστήκαμεν ἀγαθοῖς ἀλλὰ καὶ ἐν τοῖς προσδοκωμένοις ὡς ἤδη παροῦσι καυχώμεθα τοῦτο γὰρ πίστεως ἀκριβοῦς καλῶς δὲ δόξης εἶπεν εκβαινοντα γὰρ τὰ ἐπαγγελλόμενα δοξάζεσθαι τὸν ἐπαγγειλάμενον παρασκευάζει
256Pha22rRom.5.4
256Phb22rRom.5.4
25722vRom.5.4-Rom.5.5 ἡ δὲ δοκιμὴ ἐλπίδα ἡ δὲ ἐλπὶς οὐ κατάισχυνει ἄρα γε οἱ κακῷ συνειδότι πληττόμενοι οὐδε ἐλπίζουσιν ἀντίδοσιν ἀγαθοῦ καὶ κακοῦ ὁ γὰρ βούλεται ἕκαστος τοῦτο καὶ νομίζει
25822vRom.5.5 ὅτι ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν καὶ πόθεν φησι δῆλον ὅτι ἐκεῖ δώσει ἡμῖν ἀγαθὰ ὁ θεὸς πόθεν ἐξ ὧν ἐνταῦθα δέδωκέν τι δὲ ἔδωκεν τὸ πνεῦμά φησιν ὅπερ ἐκ μόνης ἀγάπης θεοῦ ἧς ἠγάπησεν ἡμᾶς ἐπεφοίτησεν ἡμῖν οὐ γὰρ ἡμεῖς οἰκείοις κατορθώμασιν ἐπεσπασάμεθα τὴν χάριν τοῦ πνεύματος
258ex22vRom.5.5Οικου(μενιου) καλῶς δὲ τὴν ἀγάπην τοῦ θεοῦ ἡ ἐστιν ἡ δόσις τοῦ πνεύματος εἶπεν ἐκκεχύσθαι οἷον δαψιλῶς δεδόσθαι ἐν ταῖς καρδίαις ἡμῶν νοητὴ γὰρ ἡ ἐνοίκησις τοῦ προσκυνητοῦ καὶ τρισαγίου πνεύματος καινῷ μόνῳ καὶ καρδία καταλεπτη
25922vRom.5.5-Rom.5.7 ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν εἰπὼν τοῦ ἁγίου πνεύματος τὴν δόσιν μεταβαίνει εἰς τὸν θεόν
259Ph22vRom.5.7
26022vRom.5.7* τὰ μέλλοντα πιστωσάμενος ἐκ τῆς τοῦ ἁγίου πνεύματος δωρεᾶς νυν καὶ ἐκ τοῦ θανάτου τοῦ Χριστοῦ πιστοῦται εἰ γάρ φησιν ὑπὲρ ἀνδρὸς ἐναρέτου οὐκ ἄν τις ἕλοιτο ἀποθανεῖν σκοπεῖ μοι τοῦ δεσπότου τὴν ἀγαθότητα ὅτι τὸν υἱον ὑπὲρ ἀσεβῶν ἔδωκεν τῆ ἁμαρτία
26122vRom.5.7Οικου(μενιου) * τουτέστι κατὰ τὸν εὔκαιρον καὶ προσήκοντα καιρὸν καὶ χρόνον
26223rRom.5.7-Rom.5.8 συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν συνίστησιν βεβαιοῖ δείκνυσι
26323rRom.5.8-Rom.5.9 πολλῷ οὖν μᾶλλον δικαιωθέντες νυν ἐν τῶ αἵματι αὐτοῦ σωθησόμεθα δι' αὐτοῦ εἰ γὰρ τότε φησι οὐ περιεῖδεν ὅτε καὶ ἁμαρτωλοὶ ἦμεν καὶ χρεία ἦν πρὸς τὸ σῶσαι καὶ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ πόσῳ μᾶλλον νυν οὐ περὶ ιδοι ἀλλὰ σώσει ὅτε οὔτε ἁμαρτωλοὶ ἐσμεν δικαιωθέντες τῶ αἵματι Χριστοῦ οὔτε ἔτι χρεία θανατωθῆναι τὸν υἱον αὐτοῦ
26423rRom.5.9 ἀπὸ τῆς ὀργῆς τῆς μελλούσης κολάσεως
26523rRom.5.9-Rom.5.10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῶ θεῶ διὰ τοῦ θανάτου τοῦ {υἱοῦ /υἱον }* αὐτοῦ πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῆι ζωὴ αὐτοῦ οὐκέτι γάρ φησιν χρεία ὡς τὸ πρότερον δοῦναι τὸν υἱον εἰς θάνατον ἀλλὰ ζῶντος ἔσται ἡ σωτηρία οὐδὲν οὖν φησι δυσχερές
26623rRom.5.10-Rom.5.11 οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν τῶ θεῶ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα μὴ ἐρυθριῶμεν καὶ ἀδημονῶμεν ὅτι τοσοῦτον γεγόναμεν ἀσεβεῖς ὡς χρεία γενέσθαι καὶ τοῦ θανάτου τοῦ {υἱοῦ /υἱον }* πρὸς τὸ σωθῆναι ἡμᾶς ἐπάγει οὐ μόνον δὲ ἐσώθημεν φησιν ἀλλὰ καὶ καυχᾶσθαι ὀφείλομεν τοιγαροῦν καὶ καυχώμεθα ὅτι ὅλως ἀπέθανεν Χριστὸς ὑπὲρ ἡμῶν ὄντων ἀσεβῶν τοῦτο γὰρ τὴν ἄγαν τοῦ πατρὸς ἀγάπην δηλοῖ ὅτι καὶ ὑπὲρ ἀσεβῶν τὸν υἱον ἔδωκεν τοὺς δὲ ἀγαπωμένους ὑπο θεοῦ οὐκ ἐγκαλύπτεσθαι οὐδε ἀδημονεῖν ἀλλὰ ἀγάλλεσθαι καὶ καυχᾶσθαι προσήκει
26723rRom.5.11 δι' οὐ νυν τὴν καταλλαγὴν ἐλάβομεν τὴν οἷον οἰκείωσιν καὶ τὸ διαλλαγῆναι ἡμῖν ὀργιζόμενον τὸν θεόν
26823vRom.5.11-Rom.5.12 διὰ τοῦτο ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος κατασκευάσας ἄνω πολλαχῶς τὸ δεδικαιῶσθαι ἡμᾶς τῆ τε μετουσίᾳ τοῦ πνεύματος καὶ τῶ θανάτῳ τοῦ υἱοῦ νυν καὶ ἐκ τοῦ εὔλογο αὐτο κατασκευάζει ὅτί φησι καὶ εὔλογον ἦν τοὺς δι' ένα ανθρωοπον ἁμαρτωλοὺς καὶ θνητους γενομένους ἐπεὶ ἐζηλώσαμεν αὐτοῦ τὴν παρακοὴν διὰ τὸν ἕνα ἄνθρωπον τὸν κύριον δηλάδη σωθῆναι δικαιωθέντας καὶ ἀπαθανατισθέντας
268Ph23vRom.5.12
26923vRom.5.12 καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν ἐφ' ὦ πάντες ἥμαρτον ἐφ' ὦ Ἀδὰμ δι' ὃν Ἀδὰμ ἡ ὅτι ἐπ' αὐτω καὶ οἱ ἄλλοι
27023vRom.5.12* ἵνα μή τις ἀδικίαν ἐγκαλέσῃ τῶ θεῶ ὅτι τοῦ Ἀδὰμ πταίσαντος ἡμεῖς ἀποθνήσκομεν ἐπάγει ἐφ' ὦ πάντες ἥμαρτον ὡσεὶ ἔλεγεν αὐτος μὲν τὴν ἀρχὴν παρέσχεν καὶ τὴν αἰτίαν ὅτι πάντες ἡμάρτομεν κατὰ ὁμοίωσιν αὐτοῦ
270Ph23vRom.5.12
27123vRom.5.12-Rom.5.13 ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου θέλει δεῖξαι ὅτι οὐ τοσοσυτον διὰ τὰς ἁμαρτίας ἡμῶν ἀποθνήσκομεν ὅσον διὰ τὸν Ἀδὰμ χώραν τῶ θανάτῳ παρεχηκοτα ἐκ τῆς παρακοῆς καί φησιν ἦν μὲν ἐν τοῖς ἀνθρώποις καὶ πρὸ τοῦ νόμου ἁμαρτία πλὴν οὐκ ἐλογίζετο αὐτοῖς διὰ τὸ μὴ είναι νόμον τὸν ἀπαγορεύοντα τὴν ἁμαρτίαν μὴ λογιζομενης οὖν τῆς ἁμαρτίας ἀπέθνησκον οἱ ἄνθρωποί τι δήποτε ἄρα οὐ πρόδηλον ὅτι διὰ τὴν τοῦ Ἀδὰμ κατάκρισιν
271exa23vRom.5.13Οικου(μενιου) * ὅρα δὲ τὴν ἀσφάλειαν τοῦ ἀπόστολο ἵνα μὴ δόξωμεν λοιπὸν ἀδικεῖσθαι δι' ἄλλον ἀποθνήσκοντες εἶπεν ἁμαρτία ἦν ἐν κόσμῳ εἰ καὶ μὴ ἐλογίζετο τοιγαροῦν οὐ μόνον διὰ τὸν Ἀδὰμ ἀλλὰ καὶ διὰ τὴν ἁμαρτίαν ἀπεθνήσκομεν
271exb23vRom.5.13* ἐγὼ νομίζω ἁμαρτίαν λέγειν αὐτον ἐνταῦθα τὴν ἐκ τῆς παραβάσεως τοῦ Μωϋσέως νόμου καὶ τῶν ἐκεῖσε ἐπιταγμάτων συνισταμένην οἷον τοῦ δεῖν περιτέμνεσθαι τοῦ σαββατίζειν καὶ τάδε μὲν ἐσθίειν τῶν δὲ ἀπέχεσθαι ἐπεὶ ἡ καθόλου ἁμαρτία ἦν καὶ αυτὴ τῆ τῶν ἀνθρώπων φύσει γινωσκομένη καὶ ἦν καὶ ενελλογειτο οἷον ἀνδροφονία κλοπὴ παιδοφθορία καὶ τὰ ὁμοία καὶ μάρτυρες τούτων Κάϊν Λάμεχ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ οἱ Σοδομῖται ἐπὶ γὰρ τούτων τῶν ἁμαρτιῶν καὶ ὁ φυσικὸς ἔκειτο νόμος ὁ γὰρ δημιουργὸς παράγων εἰς γένεσιν τὸν ἄνθρωπον τῶν τε πρακτέων τῶν τε οὐ πρακτέων φυσικήν τινα γνῶσιν εντεθεικεν φασὶ δέ τινες τῶν πατέρων ὧν καὶ Γρηγόριος ὑπάρχει ἐν τῶ τοῦ ἀνθρώπου πονηματι καὶ τὴν ἐντολὴν τὴν δοθεῖσαν τῶ Ἀδὰμ μὴ φαγεῖν ἐκ τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν ξύλου νόμον είναι ἁμαρτιῶν τούτων δὴ τῶν καθόλου ἀπείργοντα τὸ γὰρ ξύλον τὸ ποιητικὸν τὴν γνῶσιν τοῦ καλοῦ καὶ πονηροῦ ἁμαρτίαν είναι ἐδέξαντο
271Ph23vRom.5.13* Ἄχρι γὰρ νόμου εἰπὼν ἐφ' ᾧ πάντες ἥμαρτον ἵνα μή τις εἴπῃ καὶ πῶς ἦν ἁμαρτεῖν νόμου μὴ ὄντος αὐτὸς γὰρ σὺ ἀνωτέρω ἔφης ὅτι οὗ οὐκ ἔστι νόμος οὐδὲ παράβασις παραβάσεως δὲ μὴ οὔσης οὐδὲ ἁμαρτία δηλονότι πῶς οὖν διῆλθεν ὁ θάνατος εἰς ἀντὶ τῆς ἐφ' ᾧ πάντες ἥμαρτον ἵνα οὖν μὴ ᾖ τις λέγων τοῦτο προλαβὼν λύει τὴν ἀπορίαν καί φησιν ὅτι ἦν καὶ πρὸ τοῦ νόμου ἐπράττετο γὰρ καὶ τὸ πραττόμενον οὐκ ἔστι μὴ γενέσθαι ἦν οὖν ἡ ἁμαρτία ἀλλ' οὐχ οὕτω πᾶσιν ἐλογίζετο οὐδ' εἰς ὅσον χωρεῖ τιμωρίας τῶν ἁμαρτανομένων ἕκαστον ἐγνωρίζετο τοῦ δὲ νόμου τάξαντος καὶ ὁρίσαντος τὰς τιμωρίας καὶ διὰ τῆς ποινηλασίας ἐκδηλοτερον αὐτὰς καταστήσαντος καὶ τὰ μεγέθη τῶν ἁμαρτημάτων ἐμφανίσαντος μᾶλλον καὶ πᾶσιν ἐγένοντο γνώριμοι καὶ συνετῷ καὶ ἀσυνέτῳ καὶ νέῳ καὶ πρεσβύτῃ καὶ γυναικὶ καὶ ἀνδρὶ διὰ τοῦτο οὖν πρὸ τοῦ νόμου οὐχ ὁμοίως ἐλογίζετο ἡ ἁμαρτία ὅτι τε οὐχ ὥριστο ἡ τιμωρία καὶ ὅτι οὐδὲ τὸ μέγεθος αὐτῶν ἐγινώσκετο ἀκριβῶς καὶ ὅτι οὐδὲ κατὰ πόδας ἠκολούθει τοῖς πλημμελοῦσιν ἡ τιμωρία ἐπεὶ ὅτι ἦν ἁμαρτία καὶ ὅτι εἰ καὶ μετὰ πολλῆς ἀνοχῆς καὶ μακροθυμίας ὅμως ἐπιμενοντων αὐτῶν καὶ ἀνιάτως ἐχοντων αἱ τῶν δικῶν εἰσπράξεις ἐγένοντο μαρτυρεῖ σαφῶς τά τε Σοδομητῶν πάθη καὶ πρό γε τούτων τὸ κοινὸν ναυάγιον ὁ κατακλυσμὸς καὶ τοιαῦτα ἕτερα ἦν οὖν ἁμαρτία πρὸ τοῦ νόμου καὶ ἐλογίζετο ἀλλ' οὐχ οὕτως ὡς μετὰ τὸν νόμον ὥστε ἄμφω καλῶς ἔχει καὶ τὸ διῆλθεν εἰς πάντας ἀνθρώπους ὁ θάνατος ἐφ' ᾧ πάντες ἥμαρτον καὶ τὸ οὗ γὰρ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις λέλυται γὰρ τὸ δοκοῦν ἀντιπίπτειν διὰ τοῦ εἰπεῖν τὸν θεσπέσιον Παῦλον ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ καὶ ἑξῆς
27224rRom.5.13-Rom.5.14 ἂλλ ἐβασίλευεν ὁ θάνατος ἀπὸ Aδαμ εἱρμόν φησιν λαβὼν τὴν Ἀδὰμ παράβασιν
272Ph24rRom.5.14Φωτ(ιου) * Ἀλλ' ἐβασίλευσεν ὁ θάνατον τοῦτ' ἔστιν εἰς ἔννομον ἐξουσίαν ἐλογίσθη αὐτῷ ἡ τυραννὶς τῷ τε χρόνῳ σεμνυνομένη καὶ τοῖς ἡμῶν ἁμαρτήμασι κρατυνομένη ἀπὸ Ἀδὰμ φησὶ τοῦ κατὰ παράβασιν ἐντολῆς νενομοθετημένης ἁμαρτήσαντος ἀπὸ Ἀδὰμ οὖν ὁ θάνατος ἐβασίλευσε τοῦτ' ἔστι κατ' ἐξουσίαν πολλὴν ἐκράτησε καὶ ἐπὶ τοὺς μὴ ἐπὶ τῷ ὁμοιώματι τοῦ Ἀδὰμ ἁμαρτήσαντας μέχρι τίνος μέχρι τοῦ Μωσέως οἱ γὰρ μεταξὺ Ἀδὰμ καὶ Μωσέως ἥμαρτον μὲν ἀλλ' οὐχὶ ἐπὶ τῶ ὁμοιώματι τῆς τοῦ Ἀδὰμ παραβάσεως ὁ μὲν γὰρ ὡρισμένην καὶ νομοθετηθεῖσαν ἐντολὴν θεοῦ παρέβη καὶ ἥμαρτεν οἱ δὲ ἡμάρτανον τὸν αὐτοδίδακτον τῆς φύσεως ἐνυβρίζοντες οὐ μήν γε νόμον εἰσαχθέντα ῥητῶς παραβαίνοντες καὶ οἱ μὲν μέχρι Μωσέως οὕτως ἡμάρτανον ἀπὸ δὲ Μω̈σέως μέχρι τῆς παρουσίας Χριστοῦ κατὰ ὁμοιοτητα τῆς τοῦ Ἀδὰμ παραβάσεως ἡμάρτανον νόμους γὰρ ῥητοὺς καὶ νόμους ἐκ θεοῦ διὰ Μωσέως δοθέντας παραβαίνοντες ἡμάρτανον ἐβασίλευσε δὲ ὁ θάνατος εἰπὼν ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ ἁμαρτήσαντας οὐκ ἐξάγει τοὺς ἐξ ἐκείνου μέχρι Χριστοῦ ἡμαρτηκοτας πῶς γὰρ ἂν ἐξῆγε τοὺς μᾶλλον ἐοικοτας ταῖς παραβάσεσι τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ οὐκ ἐξάγει τοίνυν τούτους τῆς τοῦ θανάτου βασιλείας καὶ ἐπικρατείας ἀλλὰ διὰ τοῦ εἰπεῖν καὶ ἐπὶ τοὺς μὴ κατὰ ὁμοιοτητα τοῦ Ἀδὰμ ἁμαρτήσαντας τῇ προσρήσει τοῦ καὶ ἐκείνους μάλιστα παρεδήλωσεν οἷον οὐ μόνον ἐπὶ τῶν κατὰ ὁμοιοτητα τοῦ Ἀδὰμ ἁμαρτησάντων ἐβασίλευσεν ὁ θάνατος ἀλλὰ καὶ τῶν μὴ ἐπὶ τῷ ὁμοιώματι αὐτοῦ ἁμαρτησάντων ἢ οὖν οὕτω ῥητέον ἢ ἐν ὑπερβατῷ νοήσαντας τὸ ἐπὶ τῷ ὁμοιώματι καὶ συμφράσαντας τὸ ἐπὶ τῶι τὸ ὁμοιώματι τὸ ῥητὸν τὸν τρόπον τοῦτον ἀλλ' ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας οὕτω οὖν συντάξαντας δεῖ τὸν νοῦν ἀναπτύξαι
273Ph24rRom.5.14* Ἀλλ' ἐβασίλευσεν ὁ θάνατον τρία ἐστὶν ἐν τούτοις τοῖς παραβολικῶς ἀλλήλοις παρατεθεῖσιν ὁμοιοτης τις ἐναντιοτης ὑπερβολὴ κατὰ τὴν ὁμοιοτητα ἐναντιοτης μὲν ἁμαρτία ἀναμάρτητον ἔχθρα πρὸς θεὸν καταλλαγὴ πρὸς θεὸν κατάκριμα δικαίωμα ἀπώλεια καὶ πτῶμα καὶ θάνατος σωτηρία ζωὴ καὶ ἀνάστασις ἡ μὲν οὖν ἐναντιοτης ἐν τούτοις ἡ δὲ ὁμοιοτης ὥσπερ δι' ἑνὸς τοῖς πᾶσι τὰ χείρω συνέπεσεν οὕτω δι' ἑνὸς τὰ ἀμείνω τοῖς πᾶσιν ἐπιγέγονεν ἡ δὲ ὑπερβολὴ ὅτι ἐπὶ μὲν τῶν χειρόνων συνέπραξαν τῷ ἑνὶ οἱ πολλοὶ ἐπὶ τὸ μετασχεῖν αὐτοῖς τῶν κακῶν ἐπὶ δὲ τῶν ἀμεινονων οὐδεὶς συνέπραξεν ἀλλὰ μόνου τοῦ ἑνὸς Χριστοῦ τὸ χάρισμα γέγονεν ὥστε οὐχ ὁμοίως καὶ ἐπ' ἴσης ἀλλὰ καθ' ὑπερβολὴν καὶ ἐκ περισσείας ἡ ὁμοιοτης πάλιν διὰ τοῦ Ἀδὰμ τῶν χειρόνων εἰσαχθέντων οὐκ ἀνῃρέθη μόνον ταῦτα ἅπερ ὡς ἐν ἐναντίοις ὅμοιον καὶ ἀνάλογον ἀλλὰ καὶ ἐπεδοθη παρὰ Χριστοῦ τὰ ἀμείνω ὅπερ τὴν ὑπερβολὴν καὶ τὴν περισσείαν παρίστησι
27324rRom.5.14 μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῶι ομοιοωματι τῆς παραβάσεως Ἀδάμ μωσέα φησι πᾶσαν τὴν παλαιὰν ὡς ἐκεῖ εἰ Μωσέως οὐκ ακουσι τὸν οὖν ἄχρι τῆς ἐπιδημίας τοῦ Χριστοῦ χρόνον Μωσέα λέγει φησιν οὖν ὅτι ἄχρι τῆς παλαιᾶς διαθήκης ἐπεκράτει ὁ θάνατός νυν γὰρ ἐν τῆ νέα χάριτι Χριστοῦ λέλυται τῶ αἵματι τοῦ θεοῦ ἡμῶν μὴ ἁμαρτήσαντας δέ φησιν τοὺς πρὸ τοῦ νόμου
273ex24rRom.5.14Οικουμενιου * οὐκ ἐπειδὴ οἱ πρὸ τοῦ νόμου οὐχ ἡμάρτανον μᾶλλον γὰρ ἐκεῖνοι τῶν μετὰ τὸν νόμον ἀλλὰ διὰ τὴν αἰτίαν ἦν αὐτος εἶπεν ὅτι ἁμαρτία μὲν ἦν καὶ ἐνηργεῖτο παρὰ τῶν ἀνθρώπων οὐκ ἐλογίζετο δὲ αὐτοῖς διὰ τὸ μὴ είναι νόμον τὸν τὴν ἁμαρτίαν ἀπαγορεύοντα ὅσον οὖν πρὸς τὸ μὴ λογίζεσθαι πρὸ τοῦ νόμου τὴν ἁμαρτίαν ἁμαρτία γάρ φησιν οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου ἀναμάρτητο ἦσαν τὸ τηνικάδε οἱ ἄνθρωποι καίτοι ἁμαρτάνοντες
27424vRom.5.14 ὃς ἐστι τύπος τοῦ μέλλοντος ὅς φησιν Ἀδὰμ τύπος ἦν τοῦ μέλλοντος ἔρχεσθαι τουτέστιν τοῦ Χριστοῦ πως ὥσπερ φησι τῶ θανάτῳ τοῦ Ἀδὰμ πάντες ἀπέθνησκον οὕτως τῶ θανάτῳ τοῦ Χριστοῦ πάντες ζησόμεθα καὶ ἀναστησομεθα ὁ οὖν τύπος ἐκ τοῦ ἐναντίου συμβέβηκεν
274ex24vRom.5.14Ιω(αννου) * s ὃς ἐστι τύπος τοῦ μέλλοντος ὥσπερ ἐκεῖνος τοῖς ἐξ αὐτοῦ καίτοι γε μὴ φαγοῦσιν ἀπὸ τοῦ ξύλου γέγονεν αἴτιος θανάτου διὰ τὴν βρῶσιν εἰσαχθέντος οὕτως καὶ ὁ Χριστὸς τοῖς ἐξ αὐτοῦ καιτοι γε μὴ δικαιοπραγησασιν γέγονεν πρόξενος δικαιοσύνης
27524vRom.5.14-Rom.5.15 ἂλλ οὐχ ὡς τὸ παράπτωμα οὕτω καὶ τὸ χάρισμα εἰ γὰρ τῶ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον ὅρα τι λέγει οὐχ οὕτως φησιν ἰσχύει τὸ παράπτωμα {τοῦ Ἀδὰμ καίτοι /τοῦ Ἀδὰμ ὅσον τὸ χάρισμα τοῦ θεοῦ εἰ οὖν τοσοῦτον ἴσχυσεν τὸ παράπτωμα τοῦ Ἀδὰμ καίτοι }* ἀσθενὲς ὃν καὶ κατὰ πολὺ ἡττώμενον τῶ χαρίσματι τοῦ θεοῦ ώστε καὶ τοὺς μὴ ἁμαρτήσαντας θανατῶσαι πόσῳ μᾶλλον υπερισχυσεις τὸ χάρισμα τοῦ θεοῦ καὶ τοὺς μὴ κατορθώσαντας ζωοποιῆσαι τῆ ἀναστάσει
27624vRom.5.15Οικου(μενιου) * βούλεται δεῖξαι μείζονα ἐνεργήσασαν τὴν τοῦ Χριστοῦ χάριν ηνπερ ἐνήργησεν τὸ τοῦ Ἀδὰμ παράπτωμα καί πως τοῦτο καὶ γὰρ ὁρῶμεν τὰ ἴσα ἐνεργήσαντα εἰ καὶ ἐναντία τὰ ἐνεργηθέντα ὥσπερ γὰρ ἡ ὑπακοὴ τοῦ Χριστοῦ εἰς πάντας ἀνθρώπους παρεπεμψεν τὴν ζωὴν καὶ τὴν ἀνάστασιν τὸν ἴσον τρόπον καὶ ἡ παρακοὴ τοῦ Ἀδὰμ εἰς πάντας ἀνθρώπους παρεπεμψεν τὸν θάνατόν πως οὖν φησι οὐχ ὡς τὸ παράπτωμα οὕτως καὶ τὸ χάρισμα
276ex24vRom.5.15Οικου(μενιου) * καὶ οὕτως ἔχοντος τοῦ πράγματος καθὼς εἶπας μεῖζον ἐνήργησεν ἡ χάρις τοῦ θεοῦ καὶ οὐ κατὰ τοῦτο λέγω μεῖζον ὡς ἄν τις οἰηθείη καθ' ὁ μεῖζον καὶ διαφορωτέρα ἡ ζωὴ τοῦ θανάτου ἂλλ ὅτι καὶ αὐτω τῶ ἔργῳ καὶ τῆ ἐνέργεια μεῖζον εἰργάσατο ἡ Χριστοῦ ὑπακοὴ τῆς Ἀδὰμ παραβάσεως πως ὅτι ὁ μὲν θάνατος ὁ τὴν ἀρχὴν ἐκ τοῦ Ἀδὰμ λαβὼν συνεργίαν ἔσχεν καὶ τὴν ἡμῶν ἁπάντων ἁμαρτίαν ἵνα κατὰ πάντων ἰσχύσῃ οὐ πάντως ἰσχύειν μέλλων εἰ καθαροὶ παντὸς ῥύπου ἔμειναν οἱ ἄνθρωποι ἡ δέ γε Χριστοῦ χάρις καὶ ἄνευ τῆς ἡμῶν συνερεργιας εἰς πάντας ἀφίκετο καὶ τοῦτο δηλοῖ τὸ τὴν χάριν τῆς ἀναστάσεως μὴ μόνον εἰς τοὺς πιστοὺς ἐνεργεῖσθαι τοὺς οἷον δόξαντας τὴν πίστιν συνεισφέρειν ἀλλὰ καὶ εἰς τοὺς ἀπίστους οἷον Ιουδαδιους καὶ Ἕλληνας μεῖζον οὖν τὸ μὴ προσδεηθὲν τῆς ἀφ' ἡμῶν συμμαχίας τοῦ δεηθέντος καὶ τῆς ἡμῶν αὐτῶν εἰς τὸ ἴσχυσα συνεργιας
27725rRom.5.15 πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῆ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν οὐ μόνον φησι ἡ χάρις τοῦ πατρὸς ἀλλὰ δὴ καὶ τοῦ υἱοῦ τοῦτο δὲ κατασκευαστικὸν ἐστι τοῦ δυνατὸ ὅτί φησι χάρις πατρὸς καὶ υἱοῦ ὅπου δὲ πατὴρ καὶ υἱος εὔδηλον ὅτι καὶ τὸ πνεῦμα πάντας δύναται σῶσαι
27825rRom.5.15-Rom.5.16 καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα καὶ οὐχ ὥσπερ φησιν ἡ ἁμαρτία τοῦ Ἀδὰμ οὕτως καὶ ἡ δωρεὰ τοῦ θεοῦ ἂλλ ἡ δωρεὰ μεῖζόν πως τὸ μὲν γὰρ κρίμα τουτέστιν τὸ κατάκριμα ἐκ τοῦ ἑνὸς τοῦ Ἀδὰμ εἰς πάντας ἦλθεν ἀνθρώπους τὸ δὲ χάρισμα καὶ ἡ δωρεὰ τοῦ θεοῦ τοσοῦτον ὑπερίσχυσεν ώστε καὶ αὐτὴν τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν ἐξαλεῖψαι καὶ οὐ μόνον ἐκείνην ἀλλὰ καὶ τὰ λοιπὰ ἁμαρτήματα τῶν ἀνθρώπων ἅπερ μετὰ τὴν ἁμαρτίαν ἐκείνην ἥμαρτον καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ εἰς δικαίωμα τουτέστιν εἰς δικαιοσύνην ἅπαντας ἤγαγεν πολὺ δὲ τὸ μέσον ἀμνηστίας ἁμαρτιῶν καὶ δικαιοσύνης
27925rRom.5.16* καὶ οὐχ οὕτως φησι τὸ δώρημα ὡς ἡ διὰ τοῦ ἑνὸς ἁμαρτήσαντος παράβασις καὶ ἁμαρτία ἂλλ ἡ δωρεά φησι πολλῷ μᾶλλον
28025vRom.5.16-Rom.5.17 εἰ γὰρ τῶ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός πάλιν τοῦτο κατασευαζει καί φησιν εἰ γὰρ τῶ παραπτώματι τοῦ Ἀδὰμ διὰ τὸν ὲν αὐτον ὁ θάνατος ἐβασίλευσεν πολλῷ μᾶλλον ἡμεῖς οἱ τὴν χάριν λαβόντες καὶ τὴν δωρεὰν καὶ τὴν δικαιοσύνην οὐχ υπαχθησωμεθα θανάτῳ ἀλλὰ ζήσωμεν
280Ph25vRom.5.17
281exa25vRom.5.17Οικου(μενιου) πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωὴ βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ περισσείαν φησι τὴν δαψίλειαν τοῦτο δὲ κατασκευαστικὸν ἐστι τοῦ πάντως ἐν ζωὴ βασιλεῦσαι ὅσω καὶ ἡ χάρις οὐ φειδωλῶς οὐδε μεμετρημένως ἐδόθη ἂλλ ἐκ περισσείας
281exb25vRom.5.17* οὐ {μόνον ζήσωμεν /μόνον ἵνα ζήσωμεν }* ἐδόθη ἡ χάρις τοῦ θεοῦ καὶ ἵνα ἡ ἁμαρτία ἀναιρεθῇ καὶ ἡ κόλασις συναναιρέθη ἂλλ ἵνα καὶ υἱοὶ θεοῦ γενώμεθα καὶ συγκληρονόμοι Χριστοῦ καὶ κληρονόμοι πατρὸς καὶ σύσσωμοι τοῦ υἱοῦ καὶ ἀλλὰ μυρία ἀγαθὰ διὰ τοῦτό φησιν οἱ τὴν περισσείαν τῆς χάριτος λαμβάνοντες
28226rRom.5.17-Rom.5.18 ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα οὕτω δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς πάλιν τῶ αὐτω ἐπαγωνίζεται λόγῳ ἐπειδὴ γὰρ παράδοξον ἐδοκει τῆ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ ζωὴ καὶ δωρεὰ καὶ κατορθώματι ἅπαν σώζεσθαι τὸ γένος τῶν ἀνθρώπων πολλαχῶς αὐτο κατασκευάζει
28326rRom.5.18-Rom.5.19 ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου τὸ αὐτο πάλιν λέγει ἐπὶ χειρημα
28426rRom.5.19 ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί τουτέστιν θανάτῳ καὶ κολάσει
284ex26rRom.5.19* ἡ διὰ τὸ τάξει καὶ εἰρμῷ εἰς πάντας τοὺς τοῦ γένους διαβῆναι τὴν τοῦ προπάτορος ἁμαρτίαν πάντων κατά τινα μίμησιν καὶ διδαχὴν ἐπιτελούντων αὐτήν
28526rRom.5.19 οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί ὑπήκοος γὰρ γέγονε τῶ πατρὶ μέχρι θανάτου θανάτου δὲ σταυροῦ
28626rRom.5.19-Rom.5.20 νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα καθαίρει τοῦ νόμου τὴν δόξαν πρὸς Ἰουδαίους γὰρ ἦν ὁ ἄγων αὐτω καί φησιν οὐ μόνον οὐδὲν ἡμᾶς ὤνησεν ὁ νόμος ἀλλὰ καὶ ηὔξησεν τὰς ἁμαρτίας ἐκ τοῦ παραβαίνεσθαι τὸ δὲ ἵνα οὐκ αἰτιολογικῶς κεῖται ἀλλὰ τὸ ὅπως ἐξέβη δηλοῖ οὐ γὰρ διὰ τοῦτο ἐδόθη ἵνα πλεονάσῃ τὴν ἁμαρτίαν ἄπαγε ἂλλ εδοθημεν ἵνα σώσῃ καὶ παιδεύσῃ μὴ φυλαχθεὶς δὲ ηὔξησεν τὴν ἁμαρτίαν οὐ παρὰ τὴν οἰκείαν φύσιν ἡ αυξησις ἀλλὰ παρὰ τὴν τῶν μὴ φυλαξάντων αὐτον ραθυμιαν καὶ παράβασιν
286ex26rRom.5.20Γενναδ(ιου) * s νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα ἔοικεν τοῦτο τῆ πρὸς Γαλάτας ὁ νόμος τῶν παραβάσεων χάριν προσετέθη τὸ γὰρ ἵνα κἀνταῦθα κατὰ τὸ ἰδίωμα τέθεικεν σηναίνει δὲ τὸ ἀκολουθον τοῖς γὰρ μετὰ τὸ Ἀδάμ φησι ἅπασι μᾶλλον δὲ καὶ αὐτω τῶ Ἀδὰμ νόμου δοθέντος ἐπλεόνασεν τὸ παράπτωμα ὅσω γὰρ τὰ παραγγέλματα πλείω τοσούτῳ παραβαινομένων αὐτῶν καὶ τὰ παραπτώματα
286Ph26rRom.5.20
28726rRom.5.20* s παρεισῆλθεν τὸ πρὸς καιρὸν αὐτοῦ δείκνυσιν
28826rRom.5.20* s ἵνα πλεονάσῃ τὸ παράπτωμα πολλὰς γὰρ δοὺς ἐντολὰς παραβαθεὶς ἐπλεόνασεν
28926vRom.5.20 οὐ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία μὴ φοβηθείς φησι ὅτι ἐπλεονάσθη ἡ ἁμαρτία καὶ γὰρ τῆ τῶν ἀνθρώπων παραβάσει εἰς δέον καὶ συμφέρον ἐχρήσατο ἄπορον τοῖς ἀπόροις μηχανώμενος ὁ θεὸς ἐκ γὰρ τούτου ἡ χάρις διὰ Χριστοῦ μείζων καὶ πολυποθητεα γεγένηται ἧς οὕτως γενομένης ἡ πίστις μᾶλλον ἐπέδωκεν οὐκοῦν ἐκ τοῦ {πλεονασμοῦ τῆς /πλεονασμοῦ οὐ τῆς }* τῆς ἁμαρτίας οὐχ ἡ κόλασις ἐπλεονάσθη ἂλλ ἡ σωτηρία ἐρασμιωτέρα γέγονεν
29026vRom.5.20 ὑπερεπερίσσευσεν ἡ χάρις οὐ γὰρ μόνον τῶν ἁμαρτημάτων ἀπήλλαξεν ἂλλ καὶ μυρία ἔδωκεν ἀγαθά
290ex26vRom.5.20
29126vRom.5.20-Rom.5.21 ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῶ θανάτῳ ἡ γὰρ ἁμαρτία ενταξει βασιλέως ὁ δὲ θάνατος ενταξει στρατιώτου καὶ ὑπουργοῦ γεγένηται ἐν τῶ θανάτῳ διὰ τοῦ θανάτου
29226vRom.5.21 οὕτως καὶ ἡ χάρις βασιλεύσει χάρις μὲν γὰρ καὶ χάρις θεοῦ καὶ δικαιοσύνη μεῖζον κατορθοῖ ἁμαρτίας καὶ θανάτου ὅμως αὐτος ἐκ περιουσίας εἶπεν οὕτως
292Ph26vRom.5.21
29326vRom.5.21 διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν διὰ τῆς τοῦ Χριστοῦ δηλονότι δικαιοσύνης
29426vRom.5.21-Rom.6.1 τι οὖν ἐροῦμεν τι οὖν φησι διὰ τῆς τῶν εἰρημένων ἀκολουθίαν ελθομεν εἰς τοιάδε ῥήματα καὶ λέγει ποία
29526vRom.6.1 ἐπιμενοῦμεν τῆ ἁμαρτία ἵνα ἡ χάρις πλεονάσῃ ἐπειδὴ εἶπεν ἄνω οὐδε ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις ἵνα μὴ τοῖς ἀνοήτοις είναι δόξῃ τὰ εἰρημένα προτροπὴ ἁμαρτίας ἀναιρεῖ αυτά
29626vRom.6.1-Rom.6.2 μὴ γένοιτο ὅπερ ἐπὶ τῶν ὡμολογημένων ὡς ἀτοπων εἰώθαμεν λέγειν
29726vRom.6.2 οἵτινες ἀπεθάνομεν τῆ ἁμαρτία πως ἔτι ζήσωμεν ἐν αυτή ἡ ὅτι τὸ αὐτῆς φησιν μέρος ἐνεκρώθημεν πως οὖν ἔνεστιν ἐκ τῆς αὐτῆς καὶ νεκροῦσθαι καὶ ζῆν ἡ ὅτι νεκροί φησι γεγόναμεν τῆ ἁμαρτία πιστεύσαντες τῶ Χριστῷ καὶ βαπτισθέντες οὐδει οὖν φησιν τοὺς τὴν σωτεριον νέκρωσιν ὑπομείναντας ζῆσαι τὴν κακὴν ζωὴν τῆς ἁμαρτίας ἐνεκρώθημεν δὲ τῆι ἁμαρτία πως εἰς τὸ μὴ ὑπακούειν αὕτη
297ex26vRom.6.2Σευηρι(ανου) * s οἵτινες ἀπεθάνομεν τῆ ἁμαρτία πως ἔτι ζήσωμεν ἐν αυτή ἐπειδὴ βαπτιζόμενοι ὁμολογοῦμεν ἀποτεθνηκέναι τῶ κόσμῳ καὶ ἀποτάττεσθαι τῆ ἁμαρτία καὶ τῶ διαβόλῳ
29827rRom.6.2-Rom.6.4 ἡ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Iησουν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν συνετάφημεν οὖν αὐτω διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν επιπληκτικω λόγῳ κέχρηται ἑρμενεύων πως ἀπεθάνομεν τῆ ἁμαρτία καί φησιν ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν εἰς τοῦτο ἐβαπτίσθημεν εἰς τὸ καὶ αὐτοὶ ἀποθανεῖν θάνατον γὰρ μιμεῖται τὸ βάπτισμα τοῦτο γὰρ δηλοῖ τὸ εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν εἰ γὰρ καὶ μὴ σωματικὸς ἐστι θάνατος τὸ βάπτισμα ἁμαρτιῶν μέντοι
298Ph27rRom.6.4
29927rRom.6.4 διὰ τῆς δόξης τοῦ πατρός πιθανὴν ποιεῖ τὴν ἀνάστασιν διὰ τῆς τοῦ ἐγείραντος δόξης καλῶς δὲ τὸν πατέρα φησι ἐγηγερκέναι νηπίοις γὰρ ἔτι διαλέγεται
299ex27rRom.6.4Θεοδω(ρετου) * s διὰ τῆς δόξης τοῦ πατρός δόξαν τοῦ πατρὸς τὴν θεότητα καλεῖ τοῦ Χριστοῦ καὶ γὰρ ἐν ἑτέρῳ φησιν ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ πατὴρ τῆς δόξης
30027rRom.6.4 οὕτως καὶ ἡμεῖς ἀκολουθον ἦν εἰπεῖν οὕτως καὶ ἡμεῖς ἀναστησομεθα ἂλλ εἰς πολιτείαν ἦλθεν ἑτέραν ἡμᾶς ἀπαιτῶν ἀνάστασιν τὴν διὰ χρηστῆς πολιτείας ἐν ἡ νεκροῦται μὲν ἡ ἁμαρτία ἀνίσταται δὲ βίος ἐνάρετος
30127rRom.6.4 ἐν καινότητι ζωῆς περιπατήσωμεν ὁ πόρνος ἐν ὦ μηκέτι πορνεύη καὶ ἅρπαξ μὴ ἀρπάζη τοῦτο καινότης ζωῆς
301Pha27rRom.6.4
301Phb27rRom.6.4
30227rRom.6.4-Rom.6.5 εἰ γὰρ σύμφυτοι γεγόναμεν τῶ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ ὁμοιοτητα δεῖξαι ἐπιχειρεῖ ἡμῶν τε καὶ τοῦ Χριστοῦ καί φησιν εἰ σύμφυτοι οἷον συμμέτοχοι γεγόναμεν τοῦ θανάτου σύμφυτους δὲ λέγει διὰ τοῦτο ὥσπερ τὸ σῶμά φησι τὸ δεσποτικὸν ταφὲν ἐν τῆ γῆ ἔφυσεν σωτηρίαν τῶ κόσμῳ οὕτω καὶ τὸ ἡμῶν ταφὲν ἐν τῶ βαστισματι δικαιοσύνην ἔφυσεν ἡμῖν αὐτοῖς
30327rRom.6.5* ὁμοίωμα γὰρ θανάτου ἔχομεν ἐν τῶ βαπτίσματι οὐ σωματικὸν θάνατον αἱ γὰρ τρεῖς κατάδυσεις αἱ ἐν τῶ βαπτίσματι καὶ ἀναδύσεις θάνατον καὶ ἀνάστασιν σημαίνουσιν
303ex27rRom.6.5* Κύριλλος γὰρ ἐν τῶ δώδεκα τῶ βιβλίῳ τὸ κατὰ Ἰουλιανοῦ φησιν ὁμοίωμα ἦν θανάτου ὁ Χριστοῦ θάνατος διὰ {τὸ ἀπομεμενηκέναι /τὸ μὴ ἀπομεμενηκέναι }* αὐτον τῶ θανάτῳ ἀλλὰ ἀναβιῶναι τριήμερον
303exb27rRom.6.5* καὶ πάλιν ὁμοίωμα θανάτου τὸ πάθος ἦν ἐν τῶ Χριστῷ καὶ μάλα εἰκοτως ἀνεβίω γὰρ καὶ οὐ μεμενηκεν νεκρός
30427vRom.6.5 ἀλλὰ καὶ τῆς ἀναστάσεως εσωμεθα τῆς ὅταν ἀναστῶμεν
304ex27vRom.6.5Οικου(μενιου) * καὶ ὅρα ἀγαθότητα θεοῦ τὸν μὲν θάνατον τοῦ κυρίου ὡς ἐν εἰκόνι ἀπεθάνομεν τῆς δὲ ἀναστάσεως ἀληθῶς κοινωνησωμεν
30527vRom.6.5-Rom.6.6 τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη εἶτα λέγει πως ἡμῖν ἔσται ἐπίδοξος ἡ ἀνάστασις καί φησι τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος τουτέστιν ὁ κατεγνωσμένος βίος συνεσταυρώθη τῶ Χριστῷ διὰ τοῦ βαπτίσματος ἐφ' ὦ τε φησι καταργηθῆναι τὸ σῶμα τῆς ἁμαρτίας τουτέστιν ἵνα νέκρωσιν αἱ κακαὶ πράξεις ὑπομείνωσιν ταύτας γάρ φησιν σῶμα αμρτιας
305Ph27vRom.6.6
305ex27vRom.6.6Θεοδω(ρητου) * s τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ἐκάλεσεν ἀλλὰ τὴν πονηρὰν γνώμην ταύτην δὲ ἔφη τῶ βαπτίσματι νεκρωθῆναι
30627vRom.6.6 ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας μηκέτι δουλεύειν ἡμᾶς τῆ ἁμαρτία εἰς τοῦτό φησι ἵνα καταργηθῇ καὶ νεκρωθῇ εἰς τὸ μηκέτι ὑποπεσεῖν ἁμαρτία νέκρωσιν δέ φησι τὸ ὅσον εἰς τὸ ἁμαρτάνειν ἵνα εἴη νεκρὸν ὁ γὰρ νεκρὸς οὐχ ἁμαρτάνει
306ex27vRom.6.6
30728rRom.6.6-Rom.6.7 ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας ὁρᾷς ὅτι ὅσον εἰς τὸ ἁμαρτάνειν δεῖ ἡμᾶς είναι νεκροὺς ὁ γάρ φησιν ἀποθανὼν δεδικαίωται τουτέστιν ἀπήλλακται καὶ ἠλευθέρωται ἀπὸ τῆς ἁμαρτίας τινες δὲ τοῦτο περὶ τοῦ βαπτίσματος ἐδέξαντο ἐν ὦ συνετάφημεν τῶ Χριστῷ
307Ph28rRom.6.7
30828rRom.6.7-Rom.6.8 εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ πιστεύομεν ὅτι καὶ συζησωμεν αὐτω εἶτα λοιπὸν καθαρῶς τὴν ἀνάστασιν εὐαγγελίζεται καί φησιν εἰ ἀπεθάνομεν σὺν Χριστῷ ὥσπερ καὶ ἀπεθάνομεν διὰ τοῦ βαπτίσματος πιστεύομεν ὅτι καὶ συζησωμεν αὐτω τὴν μακαρίαν ἐκείνην δηλονότι καὶ ἀγήρω ζωὴν τὴν μετὰ τὴν ἀνάστασιν
308Pha28rRom.6.8
308Phb28rRom.6.8
30928rRom.6.8-Rom.6.9 εἰδότες ὅτι Xριστος ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει καὶ πόθεν φησι δηλονότι συζησωμεν τῶ Χριστῷ καὶ γὰρ αὐτο τοῦτο ἄδηλον μήπως καὶ αὐτος ὁ Χριστὸς ἐγερθεὶς πάλιν ἀποθάνῃ ἄπαγε φησιν τοῦτο γὰρ χρὴ πεπληροφορῆσθαι ὅτι ὁ Χριστὸς οὐκέτι ἀποθανεῖται διὰ τοῦτο γὰρ καὶ ἀπέθανεν ἵνα καταργήσει τὸν θάνατον
309ex28rRom.6.9 θάνατος αὐτοῦ οὐκέτι κυριερύει οὐκέτι αποθνεσκει θάνατος αὐτοῦ οὐκέτι {κυριευσει /κυριεύει }* [/cap]πως γὰρ δι' ὃν καὶ οἱ λοιποὶ ζησόμεθα συναναπεμπομένου τοῦ ὅλου τῆ ἀπαρχὴ ἡμῶν
31028rRom.6.9-Rom.6.10 ὁ γὰρ ἀπέθανεν τῆ ἁμαρτία ἀπέθανεν ἐφάπαξ καὶ τοσοῦτόν φησιν οὐκέτι ἀποθανεῖται ὅτι ἐκεῖνο τὸ ἅπαξ ὁ ἀπέθανεν οὐχ ὡς ὑπεύθυνος θανάτου κατὰ τοὺς λοιποὺς ἀνθρώπους ἀπέθανεν ἀλλὰ διὰ τὴν τοῦ κόσμου ἁμαρτίαν ἵνα ταύτην ἀνέλῃ καὶ θανατώσῃ
31128rRom.6.10 ὁ δὲ ζῆ ζῆ τῶ θεῶ τοῦτο ὡς θεὸς ἀπαύστως καὶ ἀκαταλύτως ὡς γὰρ νοεῖται τῆ ἁμαρτία τουτέστι διὰ τὴν ἁμαρτίαν οὕτως νοεῖται τῶ θεῶ τουτέστιν διὰ τὸ είναι θεός
311ex28rRom.6.10Οικου(μενιου) * καὶ οὕτως νοήσεις ὥσπερ λέγομεν ἐπὶ τοῦ καθ' ἡμᾶς ἀνθρώπου ἀπέθανεν τῆ σαρκὶ ζῆ δὲ τῆ ψυχὴ κατὰ δοτικὴν ἀποδιδόντες τὸν λόγον οὕτω μοι νόει τῶ θεῶ ζῆ τουτέστι τὸ είναι θεὸς οὐκ ἐπειδὴ καὶ τὸ είναι ψυχὴ οὐκ ἔζη ἀλλὰ τὸ ἀμαχώτερον ἔθηκεν τὸ είναι αὐτον θεόν
31228vRom.6.10-Rom.6.11 οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν είναι τῆ ἁμαρτία εἶτα ἵνα μὴ λέγωσιν καί τι φησι πρὸς ἡμᾶς εἰ ἅπαξ ἀποθανὼν ὁ Χριστὸς οὐκέτι ἀποθνήσκει φησιν οὕτως καὶ ὑμεῖς ἑαυτοὺς λογίζεσθε οὕτως πως ὅτι ἀποθανεῖσθε μὲν διὰ τὴν ἁμαρτίαν ἅπαξ ζήσετε δὲ τῶ θεῶ καὶ γὰρ ἐν αὐτω ζῶμεν καὶ κινούμεθα καὶ ἐσμεν καθὼς ἀλλαχοῦ φησιν
31228vRom.6.11Οικου(μενιου) * ἡ οὕτως ὥσπερ ὁ Χριστός φησιν ἀπέθανεν καὶ ζῆ οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς χρεὼν είναι νεκροὺς μὲν ὅσον * πρὸς τὸ μὴ ἁμαρτάνειν ζῶντας δὲ εἰς τὰ κατὰ θεόν
31228vRom.6.11* ζῶντας δὲ τῶ θεῶ εἰς τὰ κατὰ θεόν
31228vRom.6.11* ἐν Χριστῷ Ἰησοῦ * τῶ κυρίῳ ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τουτέστι συμμαχοῦντος Χριστοῦ
31328vRom.6.11
313ex28vRom.6.11-Rom.6.12 μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία βασιλεία τυραννίδος ταύτῃ διαφέρει τὸ τὴν μὲν τυραννίδα ἀκόντων γίνεσθαι τῶν ὑπηκόων τὴν δὲ βασιλείαν βουλομενων τῶν ἀρχομένων παραινεῖ τοίνυν * μηκέτι τῆ δυναστεια τῆς ἁμαρτίας συντίθεσθαι κατέλυσε γὰρ αὐτῆς τὴν βασιλείαν ὁ δεσπότης ἐνανθρωπήσας καὶ {ἅτε θνητοῖς /ἅτε δὴ θνητοῖς }* ἔτι καὶ παθητὸν ἔχουσι σῶμα νομοθετῶν σύμμετρα τῆ ἀσθένεια νομοθετεῖ καὶ οὐ λέγει μὴ τυραννείτω ἀλλὰ μὴ βασιλευέτω τὸ μὲν γὰρ ἴδιον ἐκείνης τὸ δὲ τῆς ἡμετέρας γνώμης ἡ μὲν γὰρ παθημάτων κίνησις καὶ ὄχλησις κατὰ φύσιν ἡμῖν γίνεται τῶν δὲ ἀπειρημένων ἡ πρᾶξις * τῆς γνώμης ἐξηρτήται
31428vRom.6.12* s μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία /cap ἐπεὶ οὖν νενκρους ὑμᾶς φησιν είναι χρὴ ὅσον εἰς τὴν ἁμαρτίαν μὴ κρατείτω ὑμῶν ἡ ἁμαρτία καλῶς δὲ ἐν τῶ θνητῷ ὑμῶν σώματι διὰ γὰρ τοῦ σώματος ἡ ἁμαρτία ὡς ἐπὶ τὸ πολὺ μὴ βασιλευτω εἰς τὸ ὑπακούειν αὕτη τοῦτο γὰρ βασιλευσθαι
31529rRom.6.12 ἐν τῶ θνετω ὑμῶν σώματι εἰς τὸ ὑπακούειν αὕτη παραμυθεῖται αὐτοὺς ἐν τῶ εἰπεῖν θνητὸν τὸ σῶμα δεικνὺς ὅτι πρόσκαιρὸς ἡ πρὸς τὴν ἁμαρτίαν πάλη πρόσκαιρον γὰρ καὶ τὸ σῶμα
315Ph29rRom.6.12
31629rRom.6.12
31729rRom.6.12-Rom.6.13 μηδὲ περιστανετε τὰ μέλη ὑμῶν τὸ γὰρ σῶμα ἄγεται καθὸ ἂν ἄγῃ τις δύναταί τις τὴν χεῖρα καὶ ὅπλον ἐλεημοσύνης καὶ ἁρπαγῆς ποιῆσαι τὴν γλῶσσαν καὶ εὔφημον καὶ δύσφημον καὶ οὕτως πάντα τὰ μέλη
31829rRom.6.13 ὅπλα ἀδικίας τῆ ἁμαρτία καλῶς τὴν ἁμαρτίαν ἀδικίαν ἐκάλεσεν ἡ γὰρ ἑαυτόν τις ἀδικεῖ δι' αὐτῆς ἡ τὸν πλησίον
31929rRom.6.13 ἀλλὰ παραστήσατε ἑαυτοὺς τῶ θεῶ τέως ἐκ τῶν ὀνομάτων τὸ διάφορον οἷον γὰρ ἐστι μὴ παραστῆσαι ἑαυτὸν τῆ ἁμαρτία ἀλλὰ τῶ θεῶ
319Ph29rRom.6.13
32029rRom.6.13 ὡς ἐκ νεκρῶν ζῶντας οὕτως ἑαυτούς φησι παραστήσατε τῶ θεῶ ὡς ἄξιον ὅτι νενεκρωμένους ὑμᾶς ταῖς πολλαῖς ἁμαρτίαις ἤγουν τῶ ὑπο θανάτου βασιλεύεσθαι εζωοποιησεν
32129rRom.6.13-Rom.6.14 καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῶ θεῶ ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει ὁ γὰρ εἰς ὅπλα δικαιοσύνης τὰ μέλη παραστήσας τῶ θεῶ ἑαυτὸν παρίστησιν
321ex29rRom.6.14Θεοδ(ωρετου) * s καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῶ θεῶ ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει ποία ἁμαρτία οὐ κυριεύσει ἡ πρὸ τοῦ βαπτίσματος δηλονότι ἦν ἀφίησιν ἡ χάρις τοῦ Χριστοῦ τοῦτο δὲ ποιεῖν ὁ νόμος οὐκ ἠδύνατο οὐκ ἐστε οὖν φησιν ὑπο νόμον τὸν μὴ δυνάμεον ῥύσασθαι ἀλλὰ μᾶλλον τιμωρούμενον
321Ph29rRom.6.14
32229rRom.6.14 οὐ γὰρ ἐστε ὑπο νόμον ἂλλ ὑπο χάριν εὰν μή φησιν μὴ ἑαυτοὺς ὑποκλίνωμεν τῆ ἁμαρτία οὐκ ἁλισκόμεθα πως ὅτι οὐκ ἐσμεν ὑπο τὸν νόμον τὸν ἀπαγορεύοντα μὲν τὴν ἁμαρτίαν ῥύσασθαι δὲ μὴ δυνάμενον ἂλλ ὑπο τὴν Χριστοῦ χάριν τὴν καὶ τὰς προγενομένας ἀφεῖσαν ἁμαρτίας καὶ εἰς τὸ μέλλον φρουροῦσαν ἐὰν μὴ ἡμεῖς ραθυμησωμεν
32329vRom.6.14-Rom.6.15 τι οὖν ἁμαρτήσωμεν ὅτι οὐκ ἐσμεν ὑπο νόμον ἂλλ ὑπο χάριν μὴ γένοιτο ἵνα μὴ ραθυμος ὁ ἀκροατὴς γένηται ὡς μὴ κυριευθησόμενος ὑπο τῆς ἁμαρτίας διὰ τὸ είναι ὑπο χάριν τὴν φρουροῦσαν ἀσφαλίζεται αὐτον
323Ph29vRom.6.15
32429vRom.6.15-Rom.6.16 οὐκ οἴδατε ὅτι ὦ παριστάνετε ἑαυτούς ποιεῖτε ἀποδείκνυτε παρασκευάζετε
32529vRom.6.16 δούλους εἰς ὑπακοήν οὐ λέγω φησι τὴν γέενναν οὐδε τὰ ἐκεῖ δικαιωτήρια αυτὴ ἡ αἰσχύνη οὐχ ἱκανὴ ἀναχαιτίσαι ὑμᾶς ὅτι καταδουλοῦτε ἑαυτοὺς τῆ ἁμαρτία ὑπο Χριστοῦ ἐλευθερωθέντες
32629vRom.6.16 δοῦλοι ἐστε ὦ ὑπακούετε ἐκείνου φησιν ἐστε τοῦ πράγματος δοῦλοι ὦ ὑπακούετε
32729vRom.6.16 ἤτοι ἁμαρτίας εἰς θάνατον ἤτοι φησι τῆς εἰς θάνατον ἀγούσης ἁμαρτίας φησιν ἡ τῆς ὑπακοῆς τοῦ θεοῦ τῆς εἰς δικαιοσύνην ἀγούσης
32829vRom.6.16 ἡ ὑπακοῆς εἰς δικαιοσύνην ἀπὸ κοινοῦ δοῦλοὶ ἐστε
32929vRom.6.16-Rom.6.17 χάρις δὲ τῶ θεῶ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας φοβήσας αὐτοὺς τῆ δουλεία τῆς ἁμαρτίας καὶ τῶ ἐκ ταύτης θανάτῳ τῶν εὐεργεσιῶν ὑπομιμνήσκει τοῦ θεοῦ παραμυθούμενος τε αὐτοὺς καὶ δεινκὺς εὐκολώτερον τὸ μέλλον πρὸς σωτηρίαν
33029vRom.6.17 ὑπηκούσατε δὲ ἐκ καρδίας μηδενός φησι βιασαμένου μήτε ἀναγκάσαντος τοῦτο δὲ καὶ ἐγκώμιον ἐστιν αὐτῶν
33129vRom.6.17 εἰς ὃν παρεδόθητε τύπον διδαχῆς εἶτα ἐπειδὴ εἶπεν αὐθαίρετον αὐτῶν είναι τὴν προθυμίαν λοιπὸν λέγει καὶ τὴν τοῦ θεοῦ βοήθειαν ὑμεῖς μὲν γάρ φησιν ἑκοντες ὑπηκούσατε ὁ δὲ θεὸς ὑμᾶς εἰς τὸν τύπον τοῦτον τῆς διδαχῆς παρέδωκεν ποῖον τὸ ὀρθῶς ζῆν ἐθέλειν καὶ ὑγιαίνειν περὶ τὰ δόγματα τύπον δέ φησι διδαχῆς οἷον ὅρον καὶ κανόνα
33230rRom.6.17-Rom.6.18 ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῆ δικαιοσύνη οὐ μόνον γάρ φησιν ὁ θεὸς ἠλευθέρωσεν ἡμᾶς τῆς ἁμαρτίας ἀλλὰ καὶ ἐδούλωσε τῆ δικαιοσύνη
332Ph30rRom.6.18
33330rRom.6.18-Rom.6.19Ιω(αννου) ἀνθρώπινον λέγω συμμετρον τι φησι λέγω καὶ μικρὸν οὐχ ὑπερβαῖνον τὸ τῆς φύσεως ἀσθενές
33430rRom.6.19 διὰ τὴν ασθενενιαν τῆς σαρκὸς ὑμῶν οὐκ εἶπεν τῆς προαιρέσεως ἡ τῆς προθυμίας ὅπερ ἦν ἐκείνων ἀδίκημα ἀλλὰ τῆς σαρκός φησιν ὁ παραγνωμην αὐτῶν ἐγίνετο τοῦτο δέ φησιν ἀνεπαχθῆ τὸν λόγον ποιῶν
334ex30rRom.6.19
33530rRom.6.19 ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῆ ἀκαθαρσία καὶ τῆ ἀνομία εἰς τὴν ἀνομίαν οὕτως νυν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῆ δικαιοσύνη εἰς ἁγιασμον πολλῷ μὲν μείζονα ἔδει τῶ Χριστῷ τὴν δουλείαν παρασχεῖν καὶ τῆ δικαιοσύνη ἤπερ ὅσην παρέσχετε τῆ ἀκαθαρσία καὶ τῆ ἀνομία πλὴν διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς τὴν ἴσην ἀπαιτῶ
33630rRom.6.19-Rom.6.20 ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐλεύθεροι ἦτε τῆ δικαιοσύνη ὅτε φησι ἐν ἁμαρτίαις ἐζῆτε τοσοῦτον ὑπηκούετε τῆ ἁμαρτία ὡς μηδ ὅτι οὖν πράττειν καλὸν τοῦτο γὰρ δηλοῖ τὸ ἐλεύθεροι ἦτε τῆ δικαιοσύνη τουτέστιν οὐκ ἦτε ὑποτεταγμένοι αὕτη ἐν οὐδενὶ οὐκοῦν καί νυν ἐπειδὴ μετέστητε εἰς τὴν δικαιοσύνην ἐλεύθεροι γένεσθε τῆ ἁμαρτία τοῦτο γὰρ συνυπακούειν ὁ σκοπὸς τοῦ ἀνώτερο κεφαλαίου ἀπαιτεῖ
33730vRom.6.20-Rom.6.21 τινα οὖν καρπὸν {εἴχετε ἐφ' οἷς /εἴχετε τότε ἐφ' οἷς }* νυν ἐπαισχύνεσθε τι οὖν ωφελος ὑμῖν φησιν τῆς πάλαι πονηρίας οὐδὲν δηλονότι τὸ ἐπαισχύνεσθαι ὑμᾶς νυν οὕτως γὰρ κακὸν ἡ ἁμαρτία ὅτι μετὰ ἀπαλλαγὴν αἰσχυνεταί τις ἐπ' αυτή
33830vRom.6.21 τὸ γὰρ τέλος ἐκείνων θάνατος οὐ μόνον ἀπὸ τὰ αἰσχύνης ἀλλὰ καὶ ἀπὸ τῶν ἀποτελεσμάτων κατασκευάζει τὸ μοχθηρὸν τῆς ἁμαρτίας τὸ τέλος ἐκείνων φησι θάνατον ἔχει τοῦτον δὴ τὸν νοητόν
33930vRom.6.21-Rom.6.22 νυνὶ δὲ {ελευθερωτες /ἐλευθερωθέντες }* ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῶ θεῶ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμον ἐκείνων μέν φησιν ὁ καρπὸς θάνατος καὶ αἰσχύνη τούτων δὲ ὁ καρπὸς ἁγιασμὸς καὶ ζωὴ ἂλλ ὅμως καὶ τούτων οὕτως ὄντων φησιν καὶ οὕτως τῶ θεῶ δουλεύσατε ὥσπερ καὶ τῆ ἀκαρθασίᾳ καὶ τῆ ἀνομία
34030vRom.6.22 τὸ δὲ τέλος ζωὴν αἰώνιον ἐκ τῶν δεδομένων τὰ προσδοκώμενα πιστοῦται τουτέστιν ἀπὸ τοῦ ἁγιασμο τὴν αἰώνιον ζωήν
34130vRom.6.22-Rom.6.23 τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος τὰ ὀψώνια οἷον ὁ καρπὸς ὅρα δὲ ἐξ ὧν ἐπεξέρχεται τῶ λόγῳ ἀσφαλεστέρους τε αὐτοὺς πρὸς τὸ μέλλον ποιεῖ καὶ ευχαριστουσιν ὧν ἐῤῥύσθησαν
34230vRom.6.23 τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰῶνος ἐν Χριστῷ Ἰησοῦ τῶ κυρίῳ ἡμῶν οὐκ εἶπεν ὁ μισθὸς τῶν κατορθωμάτων ἀλλὰ χάρισμα δεικνὺς ὅτι οὐκ ἐκ καμάτων ἀλλὰ κατὰ χάριν ἀπηλλάγησαν τῶν ἁμαρτιῶν
34330vRom.6.23-Rom.7.1 ἡ ἀγνοεῖτε ἀδελφοὶ γινώσκουσι γὰρ νόμον λαλῶ μετ' ἐγκωμίου
34430vRom.7.1 ὅτι ὁ νόμος κυριεύει εἶπεν ἄνω ὅτι ἀπεθάνομεν τῆ ἁμαρτία τοιγαροῦν οὐ κυριεύσει ἡμῶν τῶν ὅσον ἐπ' αὕτη νεκρῶν ἡμῶν ὄντων νυν δὲ θέλει δεῖξαι ὅτι οὔτε ὁ νόμος ἡμῶν κυριεύει ἀνθρώπινον δὲ λέγει παράδειγμα εἶτα προϊὼν δείκνυσιν ὅτι οὐ μόνον ἡμεῖς ἀπεθάνομεν τῶ νόμῳ ἀλλὰ καὶ ὁ νόμος ἀπέθανεν τῆ ἐπιφανείᾳ τοῦ Χριστοῦ
34531rRom.7.1-Rom.7.2 τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῆ * ἡ γὰρ ὕπανδρος γυνὴ τῶ ζῶντι ἀνδρὶ δέδεται νόμῳ οὐκ εἶπεν ἀνδρὸς ἡ γυναικὸς ἀλλὰ ἀνθρώπου ἵνα ἀμφοτέρους δηλώσῃ
345Pha31rRom.7.2
345Phb31rRom.7.2
34631rRom.7.2-Rom.7.3 εὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ κατήργηται ἀπὸ {τοῦ νόμου ἀνδρός /τοῦ νόμου τοῦ ἀνδρός }* ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρματίσει εὰν γένηται ἀνδρὶ ἑτέρῳ ενταξει τοῦ ἀνδρὸς τέθεικεν τὸν νόμον ενταξει δὲ γυναικὸς τοὺς {πιατευαντας /πιστεύσαντας }* τῶ Χριστῷ
346Ph31rRom.7.3
34731rRom.7.3 εὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ ἐλευθέρα ἐστιν ἀπὸ τοῦ νόμου τοῦ μὴ είναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ ἐν τῶ παραδείγματι τὸν νόμον ὑποτίθεται ἀποθανόντα οὐκ ἐν τῶ συμπεράσματι ἵνα μὴ ἐπαχθῆ ποιήσῃ τὸν λόγον
34831rRom.7.3-Rom.7.4 ώστε ἀδελφοὶ μου καὶ ὑμεῖς ἐθανατώθητε τῶ νόμῳ ἐν τῶ συμπεράσματι οὐκ εἰσάγει ἀποθανόντα τὸν νόμον διὰ τὸ μὴ δόξα είναι ἐπαχθὴς Ἰουδαίοις γὰρ λαλεῖ ἀλλὰ τοὺς πιστεύσαντας εἰσάγει τῶ θανάτῳ Χριστοῦ ἀποθανόντας ἀπὸ τοῦ νόμου διὸ καὶ ἐλευθερωθέντας εἰ οὖν τοῦ νόμου ἀποθανόντος οὐκ ἐστι παραβάτης ὁ καταλιμπάνων αὐτον καὶ πιστεύων τῶ κυρίῳ πολλῷ μᾶλλον καὶ αὐτός τις ἀποθάνῃ ὥσπερ φησι καὶ ἡμεῖς ἀποθάνουμεν λέλυται ἀπὸ τοῦ νόμου καὶ οὐκ ἐστι παραβάτης ὁ πιστεύων τῶ Χριστῷ
348ex31rRom.7.4
34931rRom.7.4 διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς τοῦ θανατωθέντος ὑπὲρ ἡμῶν συναπεθάνομεν γὰρ αὐτω ἐν τῶ βαπτίσματι καὶ οὐκ ἐσμεν ἑαυτῶν ἠγοράσθημεν γὰρ τιμῆς
35031rRom.7.4 ἑτέρῳ τῶ ἐκ νεκρῶν ἐγερθέντι ὡς τοῦ νόμου ἀποθανόντος διὸ οὔτε παραβάται εὑρεθησόμεθα
35131vRom.7.4 ἵνα καρποφορήσωμεν τῶ θεῶ εἶτα προτρέπει ἐλπίσι κρείττοσιν τότε γάρ φησι τῶ θανάτῳ ἐκαρποφοροῦμεν τὸ πᾶν ἐκεῖνο πράττοντες νυν δὲ τῶ θεῶ
351ex31vRom.7.4-Rom.7.5Θεοδ(ωρητου) * s ὅτε γὰρ ἦμεν ἐν τῆ σαρκὶ τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου τουτέστιν ἐν τῆ κατὰ νόμον πολιτείᾳ σάρκα γὰρ τὰς τῆ σαρκὶ δεδομένας νομοθεσίας ὠνόμασεν τὰς περὶ βρώσεως καὶ πόσεως καὶ λέπρας καὶ τῶν τοιούτων
35231vRom.7.5 ὅτε γὰρ ἦμεν ἐν τῆ σαρκὶ τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου τουτέστιν τῶ σαρκικῷ βίῳ οὐκ εἶπεν δὲ ἐν τῶ νόμῳ ἵνα μὴ ἀπαράδεκτος γένηται ἔτι γὰρ ἔσεβον τὸν νόμον
35331vRom.7.5 ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν οὐ γὰρ ᾔδειν φησιν τὴν ἐπιθυμίαν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις τὰ οὖν διὰ τοῦ νόμου γνωριζόμενα καὶ πάλιν οὐκ εἶπεν ἐνεργεῖ τὰ μέλη ἵνα μὴ κατηγορήσῃ τῆς σαρκὸς ἂλλ ἐνηργεῖτο τὰ οὖν διὰ τοῦ νόμου γνωριζόμενα πάθη αἰνίττεται
35431vRom.7.5 εἰς τὸ καρποφορμῆσαι τῶ θανάτῳ δεικνὺς ἔξωθεν παραγενόμενα ἐνέργεια τοῦ σατανᾶ εἰς τὸ συνεισενεγκεῖν τῶ θανάτῳ διὰ γὰρ τῶν ἁμαρτιῶν τῶ θανάτῳ ἐκαρποφοροῦμεν
35531vRom.7.5-Rom.7.6 νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες πάλιν τὸ ἐπαχθὲς φεύγων οὐκ εἶπε κατήργηται ὁ νόμος ἂλλ ἡμεῖς ἀπὸ τοῦ νόμου τουτέστιν ἀπολελύμεθα καὶ ηυλυτωμεθα διά τι ἐπειδὴ ἀπεθάνομεν διὰ τῆς ἁμαρτίας αυτὴ γὰρ ἡ κατέχουσα καὶ ἠγέρθημεν οὐ διὰ τοῦ νόμου ἀλλὰ διὰ τοῦ Χριστοῦ δῆλον οὖν ὅτι ἀπὸ μὲν τοῦ νόμου ἀπολελύμεθα ὡς ἀποθανόντος ὑπετάγημεν δὲ τῶ ρυσαμένῳ ἡμᾶς Χριστῶι
35631vRom.7.6 ἐν ὦ κατειχόμεθα ώστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος εἶτα ἵνα μὴ νομίσωσιν ὅτι ἀπολυθέντες τοῦ νόμου λοιπὸν ἃ βούλονται ἀκινδύνως πράττουσιν ἐπάγει άλλην δουλείαν ἀκριβεστέραν τὴν τοῦ πνεύματος καλῶς δὲ τὸ καινότητι ἐπειδὴ οὐ τὰ αυτὰ ἐν τῆ νέα ἐπιτετάγμεθα ἅπερ οἱ πάλαι ἐν τῶ νόμῳ ἀλλὰ καινὰ καὶ νέα παραγγέλματα καὶ φιλοσοφώτερα ὡσεὶ εἶπεν ἵνα δουλεύωμεν τοῖς νέοις τοῖς ἐκ τοῦ πνεύματος επιταγεισιν καὶ γὰρ τοῖς μὲν ἀρχαίοις τὸ μὴ φονεύειν ἡμῖν δὲ τὸ μὴ δὲ ὀργίζεσθαι ἐκείνοις μὴ μοιχεύειν ἡμῖν δὲ τὸ μηδὲ περιέργως ὁρᾷν ἐπιτέτακται
35731vRom.7.6* οὐκέτι γὰρ ὁ νόμος ἐπιτάσσει ἀλλὰ τὸ πνεῦμα εἰπὼν δὲ παλαιότητι ἔδειξεν τὸ σαθρὸν τοῦ νόμου καὶ ἀχρεῖον πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον φησι ἐγγὺς ἀφανισμοῦ
357Ph31vRom.7.6
35832rRom.7.6-Rom.7.7 τι οὖν ἐροῦμεν ὁ νόμος ἁμαρτία μὴ γένοιτο ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου τὴν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις ἐπειδὴ εἶπεν ἵνα δουλεύωμεν ἐν καινότητι πνεύματος ὡς τοῦ μὲν πνεύματος σώζοντος τοῦ δὲ νόμου μὴ σώζοντος φησιν τι οὖν εἴποι τις ὅτι ὁ νόμος ἁμαρτωλὸς ἐστιν ἡ ἁμαρτίας πρόξενος οὐ τοῦτό φησι λέγω ἂλλ ὅτι πρόξενός μοι τοῦ γνῶναι τὴν ἁμαρτίαν οὐκοῦν καὶ τοῦ χειρόνως τιμωρηθῆναι ὅτι ἐν γνώσει λοιπὸν ἁμαρτάνω ὅμως κατὰ μικρὸν δείκνυσι τὸν νόμον καὶ κατασκευαστικὸν τῆς ἁμαρτίας οὐ μὴν παρὰ τὴν οἰκείαν φύσιν ἀλλὰ παρὰ τὴν ἑαυτῶν κακίαν
35932rRom.7.7* μετετραπη φησιν ὁ νόμος τὴν φύσιν καὶ γέγονεν εἰς ἁμαρτίαν ὠθῶν οὐχί φησιν
359ex32rRom.7.7Σευηρι(ανου) * s οὐκ ἔγνων εἰ μὴ διὰ νόμου τὴν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις οὐκ εἶπεν ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἐποίησα εἰ μὴ διὰ νόμου ἂλλ οὐκ ἔγνων ώστε οὐ τοῦ ποιεῖν ἀλλὰ τοῦ διαγνιωσκειν τὴν ἁμαρτίαν ὁ νόμος αἴτιος παιδευτικὸς ὧν καὶ μὴ συγχωρῶν διὰ τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλογων ἐκπίπτειν φύσιν
36032rRom.7.7-Rom.7.8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς οὐκοῦν οὐχ ὁ νόμος φησι αἴτιος τῆς ἁμαρτίας ἂλλ ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἡ ἐστιν ὁ νόμος ἐξηπάτησέν με ὅρα πως ἠρέμα δείκνυσιν πρόφασιν τῆς ἁμαρτίας είναι τὸν νόμον φανερῶς δὲ οὐ λέγει ἵνα μὴ προστῇ αὐτοῖς
360ex32rRom.7.8Σευηρι(ανου) * s ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἁμαρτίαν ἔοικεν λέγειν τὸν διάβολον ὥσπερ οὖν τὴν σωτηρία ζωὴν ἡ γραφὴ καλεῖ καὶ δικαιοοσυνην τῶ ζωῆς καὶ δικαιοσύνης αἴτιον είναι οὕτως καὶ τὴν ἐναντίαν δύναμιν ἐκ τῆς οἰκείας ἐνεργείας ποτε μὲν λέγει ἁμαρτίαν ποτε δὲ ψεῦδος καὶ θάνατον καλεῖ οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς εἰπὼν ἡ ἁμαρτία ἀνέζησεν τὸν διάβολον δηλοῖ λοιπὸν οὖν διὰ τῆς ἐντολῆς ἀφορμὴν ὁ διάβολος ἔλαβεν ὅτι τὰ παραγγέλματα τοῦ νόμου ὡς ὕλην τινα τῆς ἑαυτοῦ τέχνης ποιησάμενος εἰς τὸ ἐναντίον ταῖς ἐντολαῖς περιέτρεπε τὸν ἄνθρωπον δῆλον δὲ ὅτι δι' ἑαυτοῦ ὁ ἀπόστολος τὸν κοινὸν ἄνθρωπον δηλοῖ
36132vRom.7.8 κατειργάσατο ἐν ἐμοι πᾶσαν ἐπιθυμίαν καλῶς τὸ πᾶσαν ἦν γὰρ καὶ πρὸ τοῦ νόμου ἐπιθυμία ἐπεὶ διά τι ὁ κατακλυσμὸς γέγονε καὶ τὰ σόδομα ἀπώλετο ἀλλά νυν φησι καὶ ἃς οὐκ ᾔδειν ἐπιθυμίας ἔμαθον ἐκ τοῦ νόμου καὶ μαθὼν ετελεσα
361Ph32vRom.7.8
36232vRom.7.8 χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά ἀνενέργητος ὡς εἰ εἶπεν εἰ καὶ ἐνήργει καὶ πρὸ τοῦ νόμου ἡ ἁμαρτία ἂλλ οὐ τοσοῦτον καθεύδειν φησιν ἐδόκουν αἱ πλείους ἁμαρτίαι καὶ τεθαναναι οὐ γὰρ ᾔδειν τὰς πλείους καὶ ἐν ἄγνοια πράττων οὐχ οὕτως ἡμάρτανον
36332vRom.7.8-Rom.7.9 ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτε ποτε ἔζων χωρὶς νόμου πρὸ τοῦ δοθῆναι τὴν ἐντολὴν τοῖς πρωτοπλάστοις τὴν ἐν τῶ παραδείσῳ ζωήν
36432vRom.7.9* πρὸ Μωσέως δηλονότι ἔζων φησιν οὐκ ἤμην νεκρὸς τῶ πλήθει τῶν ἁμαρτιῶν τότε γὰρ μόνον κατήγορον εἶχον τὸν φυσικὸν νόμον νυν δὲ καὶ τὸν γραπτὸν ὁρᾷς πως ἐκ περιστάσεως ἔβλαψεν ὁ νόμος
36532vRom.7.9-Rom.7.10 ἐλθούσης τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν ἐγὼ δὲ ἀπέθανον καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αυτὴ εἰς θάνατον ἐντολήν φησι τὸν νόμον εἰπὼν δὲ ἀνέζησεν ἔδειξεν ὅτι ἦν μὲν ἡ ἁμαρτία ἂλλ ἡσύχαζεν ὁ δὲ νόμος ὡς εὐεργετῶν ἐφανέρωσεν αὐτὴν ἵνα φύγωμεν αὐτὴν ἂλλ ἡ περίστασις τοὺς μὴ φυγόντας κατεβλαψεν εἰ οὖν εἰς ζωήν μοι δοθεῖσα ἐντολὴ οὕτως γὰρ εἶχεν φύσεως εἰς θάνατόν μοι γέγονεν διὰ τὴν ἐμῶν ραθυμιαν οὐ διὰ τὴν αὐτῆς φύσιν
36633rRom.7.10-Rom.7.11 ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησὲ με καὶ δι' αὐτῆς ἀπέκτεινεν πάλιν τε αὐτὰ ποικίλως κατασκευάζει καὶ εἰκοτως μεγάλην γὰρ εἶχεν δόξαν ὁ νόμος δείκνυσιν οὖν αὐτον μηδὲν ὠφελοῦντα ἂλλ ἐκ περιστάσεως καὶ βλάψαντα ποιεῖ δὲ τοῦτο ἵνα εὐπαράδεκτος γένηται κηρύσσων τοῦ ἀφεῖναι μὲν τὸν νόμον προσδραμεῖν δὲ τῆ πίστει Χριστοῦ
366Ph33rRom.7.11
36733rRom.7.11-Rom.7.13 ώστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθὴ τὸ οὖν ἀγαθον ἐμοι γέγονε θάνατος μὴ γένοιτο Οὐ γὰρ τῆς τοῦ νόμου φύσεως ἦν τὸ βεβλάφθαι με ἀλλὰ τῆς ἡμῶν φησι κακίας καὶ ῥαθυμίας ανθ ὧν οὐκ ἐφυλάξαμεν τὰ ἐπιταχθέντα
367Ph33rRom.7.13* ώστε ὁ μὲν ὁ νόμος Ἅγιος ὁ νόμος ὅτι ἐφύλαττεν ἀπὸ ἀκαθαρσίας τοὺς φυλάττοντας αὐτον δίκαιος ὅτι τοῖς μὲν κατορθοῦσιν ἠμείβετο δωρεαῖς τοῖς δὲ παραβαίνουσιν ἐπετίθει τὰς τιμωρίας ἀγαθος ὅτι οὐχ ἡδομενος ταῖς τιμωρίαις ἢ ὀργῇ χρώμενος ἐκολαζεν ἀλλὰ τῆς αὐτῶν ἕνεκα σωτηρίας καὶ ὠφελείας καὶ βελτιώσεως καὶ ἔτι ὅτι μικρὰ κατορθοῦσι μεγάλα ἐχαρίζετο καὶ ἁμαρτάνοντας περιεῖπε καὶ οὐ κατ' ἀξίαν τῶν πλημμελημάτων ἐκολαζεν αὐτὸς δὲ τέως ταῦτα παραδραμὼν ἐκ τούτων συμπεραίνει ἅγιον καὶ δίκαιον καὶ ἀγαθὸν εἶναι τὸν νόμον ἤτοι τὴν ἐντολὴν ἐξ ἑνὸς μὲν ὅτι ἐδίδαξέ με γνωρίσαι τὴν ἁμαρτίαν καὶ ἐπέταξε φυγεῖν αὐτὴν ἐξ ἑτέρου δὲ ὅτι κηδόμενος καὶ φροντίζων τοῦτο ἐποίησεν εἰς γὰρ ζωὴν ἐμοὶ καὶ σωτηρίαν ταῦτα ἐποίησεν ἅγιος οὖν ὅτι ἐδίδαξε καὶ φυγεῖν ἀπὸ τῆς ἀκαθαρσίας αὐτῆς ἐπέταξεν δίκαιος ὅτι διδάξας οὕτω τὴν τιμωρίαν τοὺς μὴ φυλάξαντας ἀπαιτεῖ ἀγαθὸς δὲ πάλιν ὅτι ζωήν μοι προνοούμενος ταῦτα ἐπετέλει
367ex33rRom.7.13Θεοδωρ(ητου) * s ώστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθὴ τὸ οὖν ἀγαθον ἐμοι γέγονε θάνατος μὴ γένοιτο Νόμον τὸν Μωσαϊκὸν λέγει ἐντολὴν δὲ τὴν τῶ Ἀδὰμ δεδομένην ἁγίαν μὲν ὡς τὸ δέον διδάξασαν δικαίαν δὲ ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐπενεγκοῦσαν ἀγαθὴν δὲ ὡς ζωὴν τοῖς φυλαττουσιν εὐτρεπίζουσαν
36833rRom.7.13 ἂλλ ἡ ἁμαρτίαν ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον ἵνα φησι δειχθῇ πως μιαρὰ καὶ ἰταμὴ καὶ ἰσχυρὰ ἡ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ αὐτοῦ τουτέστιν τοῦ νόμου αὐτοῦ τὸν θάνατον κατειργάσατο μεγίστην δὲ δηλοῖ τῆς ἁμαρτίας τὴν ἰσχὺν δεῖξαι θέλων τοῦ Χριστοῦ τὴν δωρεὰν ὅτι ταύτης ἡμᾶς τῆς ἰσχυρᾶς καὶ ἀφύκτου ἀπήλλαξεν
368Ph33rRom.7.13* ἂλλ ἡ ἁμαρτία ἵνα φανῇ ἁμαρτία Ἐπειδὴ τῆς ἁμαρτίας ἠθέλησεν τὸ μέγεθος δεῖξαι μεῖζον δὲ ταύτης εἰς κακίαν οὐκ ἦν εὑρεῖν δι' αὐτῆς ταύτης τὸ μέγεθος αὐτῆς ἐνδεικνύμενος φησιν ἀλλ' ἡ ἁμαρτία ἵνα φανῇ ἁμαρτία τοῦτ' ἔστιν ἐκκαλυφθῇ αὐτῆς ὁ πᾶς τῆς κακίας πλοῦτος καὶ ἡ ἰσχὺς αὐτῆς ἡ ἐν αὐτῇ ἵνα ὅπερ ἐστὶν ὅλη ὡς ὅλη γένηται ἐμφανὴς ἐπειδη ταύτης οὐκ ἦν χεῖρον εὑρεῖν αὐτὴν ἐφ' ἑαυτῆς κατηγόρησε πικρῶς ἅμα καὶ δριμέως τὸν ὄγκον αὐτῆς καὶ τὸ τυραννικὸν καὶ ἀνυπέρβλητον ἐνδεικνύμενος
36933rRom.7.13 ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς * ἵνα φασιν δειχθῇ αὐτῆς ὁ ἅπας Ἰὸς καὶ ἡ πᾶσα κακία τὸ γὰρ καθ' ὑπερβολὴν ἐπιτάσεως ἐστιν οὐ μικρὸν οὖν ὤνησεν ὁ νόμος πᾶσαν αὐτῆς τὴν πικρίαν ἀποκαλύψας ἵνα διὰ γοῦν τοῦτο φύγωμεν αὐτήν
37033rRom.7.13-Rom.7.14 οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικὸς ἐστιν ἐπειδὴ εἶπε τὸν νόμον αἴτιον τῆς ἁμαρτίας εἰ καὶ μὴ παρὰ τὴν αὐτοῦ φύσιν ἵνα μὴ νομίσωσιν αὐτον κατὰ τοῦ νόμου λέγειν οὐ μόνον αὐτον κατηγορίας ἀπαλλάττει ἀλλὰ καὶ ἐγκωμιάζει αὐτον κατηγορεῖ δὲ τῶν μὴ φυλαξάντων
37133rRom.7.14* διδάσκαλος φησι ἀρετῆς πολέμιος ἁμαρτιῶν
371Ph33rRom.7.14
371ex33rRom.7.14
37233vRom.7.14 ἐγὼ δὲ σαρκικὸς εἰμι αὐτος ὁ ἄνθρωπος οὐ καθὸ ἐστιν ἄνθρωπος ἀλλὰ καθὸ οὕτως ἑαυτοὺς ἤξαμεν ὑπο τὴν ἐπιθυμίαν φησι κείμενος τῆς σαρκὸς καὶ ἐπιτελῶν τὰ ἀρέσκοντα τῶ σώματι
37333vRom.7.14 πεπραμένος ὑπο τὴν ἁμαρτίαν μετὰ γὰρ τοῦ θανάτου φησιν καὶ ὁ τῶν παθῶν {υπεισηλθεν ἐσμὸς οἷον /υπεισηλθεν οἷον }* ὀργὴ λύπη ἐπιθυμία κακὴ τούτοις φησι παραδεδομένος ἤμην τοῦτο γὰρ τὸ πεπραμένος παρεδεδόμην δὲ τῶν παθῶν ἀρχὴν λαβόντων τὴν ἐν Ἀδὰμ παράβασιν
37433vRom.7.14-Rom.7.15 ὁ γὰρ κατεργάζομαι οὐ γινώσκω {εἶτά πως /εἶτα λέγει πως }* πεπράμεθα ὑπο τὴν ἁμαρτίαν οὐ γινώσκω φησι πως ἀπατῶμαι καὶ συναρπάζομαι εἰς τὴν ἁμαρτίαν κλέπτομαι φησιν ὡς μικροῦ μήτε εἰδέναι τι πάσχω
374Pha33vRom.7.15
374Phb33vRom.7.15
37533vRom.7.15 οὐ γὰρ ὁ θέλω τοῦτο ποιῶ ἂλλ ὁ μισῶ τοῦτο ποιῶ οὐ τοῦτο λέγει ὅτι βιάζεται με καὶ ἄκοντα ἡ ἁμαρτία ἀλλὰ τὸ ἀπατηλὸν αὐτῆς δεῖξαι θέλει καὶ ὅπως ἐκ τοῦ καταγλυκαίνειν τὴν αἴσθησιν συναρπάζει ὅτι πολλάκις οὐ καταγινώσκω πράγματος καὶ ὁ μισῶ εἰς αὐτο συναρπάζομαι
37633vRom.7.15-Rom.7.17 εἰ δὲ οὐ θέλω τοῦτο ποιῶ σύμφημι τῶ νόμῳ ὅτι καλὸς νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτο οὐ μικρὸν ἐγκώμιον τοῦ νόμου λέγει αὐτο γὰρ τὸ μὴ θέλειν τὴν ἁμαρτίαν παρὰ τῆς διδαχῆς ἔχω τοῦ νόμου πως οὖν αἴτιος ὁ διδάξας τὸ κακὸν αἴτιος δὲ ὁ οὕτω χαῦνος ὃς διὰ τὸ πρὸς καιρὸν ἡδὺ τῆς ἁμαρτίας ἐκεῖνα πράττει ὧν καὶ αὐτος ὑπάρχει κατήγορος καὶ πρὶν πράξει καὶ μετὰ τὸ πρᾶξαι
37734rRom.7.17 ἂλλ ἡ οἰκοῦσα ἐν ἐμοι ἁμαρτία καί πως ἁμαρτία κατεργάζεται αὐτο τὸ ἡδύ μοι φησι τοῦ πραγαματος προβάλλεται καὶ οὕτως εξαπαταμε μὴ ἐμμένειν οἷς κέκρικα καὶ βεβούλευμαι
377ex34rRom.7.17-Rom.7.18 οἶδα γὰρ ὅτι οὐκ οἰκεῖν ἐν ἐμοι τουτέστιν ἐν τῆι σαρκὶ μου ἀγαθον τὸ αὐτεξούσιον θέλει δεῖξαι καὶ ὅτι ὁ ἄνθρωπος κύριος τῆς ἐπ' ἄμφω τοῦ τε ἀγαθοῦ καὶ κακοῦ ῥοπῆς φησιν οὖν οὐκ οἰκεῖ ἐν ἐμοι τὸ ἀγαθον τουτέστιν οὐκ ἀποκεκληρωμένον καὶ ἀνάγκη τινι παραμενων μοι ἔχω τὸ πράττειν τὰ ἀγαθὰ ὥστε καὶ πρὸς βίαν ἀφέλκειν με τῶν κακῶν τοῦτο γὰρ οἴκησις ἡ εἰς ἀεὶ διαμονὴ καὶ ἐγκάθισις
37834rRom.7.18Οικου(μενιου) * s οἶδα γὰρ ὅτι οὐκ οἰκεῖν ἐν ἐμοι τουτέστιν ἐν τῆι σαρκὶ μου ἀγαθον τὴν ἀπὸ τῆς πραβασεως εἰσοικισθεῖσαν λέγει οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῶ περὶ τῆς ἀναστάσεως λόγῳ
37934rRom.7.18 τὸ γὰρ θέλειν παράκειται μοι τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω τὸ θέλειν φησιν ἐστι μοι οὐ ποιῶ δὲ διὰ τὴν τῆς ἁμαρτίας συναρπαγὴν καὶ γάρ με συναρπάζει ἐφ' ὦ μὴ πρᾶξαι τὰ παρ' ἐμοῦ ἐπαινούμενα ἀλλὰ τὰ ψεγόμενα
38034rRom.7.18-Rom.7.19 οὐ γὰρ ὁ θέλω ποιῶ ἀγαθον ἂλλ o οὐ θέλω κακὸν τοῦτο πράσσω δείκνυσι τοσαύτην τὴν ἀπάτην τῆς ἁμαρτίας καὶ τὴν πείθω ὅτί φησι σπουδή μοι πρᾶξαι τι ἀγαθον καὶ σπουδή μοι μὴ πρᾶξαι τι κακὸν καὶ ὅμως ἔπεισιν ἡ ἐπιθυμία αἰχμαλωτίζουσά με καὶ πείθουσα τῶν δεδογμένων ὑπεριδεῖν καὶ ἐσπουδασμένων καὶ τὰ αὐτῆς πρᾶξαι
38134rRom.7.19-Rom.7.20 εἰ δὲ ὁ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτο σχεδὸν γὰρ καὶ ἀβουλήτως πρὸς τὸ κακὸν συναρπάζομαι ὡς είναι τὸ πᾶν τῶν τὴν ἁμαρτίαν ὑποτιθεμένων δαιμόνων μικρᾶς γὰρ χώρας ἐπιλαβόμενοι ἐκ τῆς ἡμῶν ῥαθυμίας τὸ ὅλον ἀνατρέπουσιν
382ex34vRom.7.20 ἂλλ ἡ οἰκοῦσα ἐν ἐμοι ἁμαρτία ἐπὶ μὲν τοῦ ἀγαθοῦ οὐκ εἶπεν οἴκησιν ἐπὶ δὲ τῆς ἁμαρτίας εἶπεν λοιπὸν γὰρ ἐκ τοῦ ἀεὶ ἁμαρτάνειν εἰς ἕξιν τινα τῆς ἁμαρτίας ἤλθομεν {τὸ γὰρ ἔθος /τὸ γὰρ ἄγαν ἔθος }* ἔθος ἴσα φύσεως
38334vRom.7.20-Rom.7.21 εὑρίσκω ἄρα τὸν νόμον τῶ θέλοντι ἐμοι ποιεῖν τὸ καλὸν ὅτι ἐμοι τὸ κακὸν παράκειται ἀσαφὲς τὸ εἰρημένον ἐστι δὲ ἐπαινῶ φησι τὸν νόμον κατὰ τὸ συνειδιὸς καὶ αὐτον δὲ εὑρίσκω τὸν νόμον ἐμοι τὸ καλὸν ποιεῖν προαιρουμενω προτροπὴν παρέχοντα τι οὖν μετὰ τοῦτο τὸ κακὸν πράσσω φησιν ὅτι ἐμοι τὸ κακὸν παράκειται τουτέστιν ἐπιμελῶς ἔγκειται ὥστε οὐδε βουλομένῳ μοι τὸ καλὸν πρᾶξαι ἱκανὸς ἐστιν ὁ νόμος βοηθῆσαι πλὴν γὰρ τοῦ προτρέψασθαι οὐδὲν ἰσχύει τοιγαροῦν ἀφετέον τὸν νόμον τοῦτο γὰρ τὸ κατασκευαζόμενον αὐτω καὶ προσελευστέον τῶ Χριστῷ ὃς οὐ προτρέπεται μόνον ἀλλὰ καὶ ἀναιρεῖ τὴν προγενομένην ἁμαρτίαν διὰ τοῦ βαπτίσματος καὶ μετὰ τοῦτο σώζει καὶ βοήθει
383Pha34vRom.7.21
383Phb34vRom.7.21
38434vRom.7.21* εὑρίσκω ἄρα τὸν νόμον τῶ θέλοντι ἐμοι ποιεῖν τὸ καλὸν ὅτι ἐμοι τὸ κακὸν παράκειται οἷον προτροπὴν καὶ συβουλὴν παρέχοντα
38534v-35rRom.7.21-Rom.7.23 συνήδομαι γὰρ τῶ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσὶ μου ἀντιστρατευομενον τῶ νόμῳ τοῦ νοὸς μου τέσσαρες εἰσιν ἐνταῦθα νόμο περὶ ὧν διαλαμβάνει εἰς μὲν ὁ νόμος τοῦ θεοῦ περὶ οὐ φησι συνήδομαι γὰρ τῶ νόμῳ τοῦ θεοῦ δεύτερος δὲ ὁ ἀντιστρατευομενος τρίτος περὶ οὐ φησι τῶ νόμῳ τοῦ νοός μου τέταρτος περὶ οὐ λέγει * τῶ νόμῳ τῆς ἁμαρτίας τῶ ὄντι ἐν τοῖς μέλεσί μου τούτων ὁ πρῶτος τὸ εὐαγγελικὸν ἐστι παίδευμα ἔξωθην διὰ * τοῦ κηρύγματος εισιων * καὶ ῥυθμίζον τὴν ψυχν ὁ δεύτερος ὁ ἀντιστρατευομενος καὶ {οὕτως /οὗτος }* τῶν ἔξωθεν ἐστιν επεισιων κατ' ἐνέργειαν τοῦ πονηροῦ καὶ τὴν ψυχὴν αἰχμαλωτίζων ὁ τρίτος ὅν φησιν νόμον νοὸς οὗτὸς ἐστιν ὁ τῆ φύσει ἡμῶν ἐγκατασπαρεὶς παρὰ τοῦ δημιουργὸ ἐπὶ τὰ θεῶ φίλα παροτρύνων ὁ τέταρτος ὁ τῆς ἁμαρτίας νόμος οὗτὸς ἐστιν ὁ φιλαμαρτήμων ὃς διὰ τῆς πρὸς τὸ κακὸν συνηθείας ενεσκηρωσεν ἐν ἡμῖν τὰς ἁμαρτίας ὅρα οὖν πως ἐκ διαμέτρου ἐναντίοις περιεστοιχίσμεθα νόμοις οἱ μὲν γὰρ δύο {αὐτω /αὐτῶν }* ἔξωθεν ἐπεισρέουσιν ἡμῖν ὁ μὲν πρὸς ἀγαθοεργίαν προκαλούμενος τουτέστιν ὁ εὐαγγελικὸς ὁ δὲ πρὸς κακίαν παρακαλῶν ὁ ἀντιστρατευομενος τοῦ πονεροῦ νόμος οἱ δὲ λοιποὶ δύο ἔνδον εἰσιν καὶ τὴν ψυχὴν συνέχουσὶν ὁ μὲν τοῦ νοὸς παρὰ τοῦ δημιουργὸ ἡμῖν ἐγκατεσπαρμένος καὶ ὁδηγῶν πρὸς τὰ κρεῖττονα ὁ δέ γε τέταρτος ὁ νόμος τῆς ἁμαρτίας διὰ τὴν πρὸς τὸ κακὸν ἕξιν ἐνσκιρωθεὶς ἐν ἡμῖν διὸ πρόσσχες πως ἀκριβῶς εἶπεν βλέπω δέ φησιν ἕτερον νόμον ἀντιστρατευομενον τῶ νόμῳ τοῦ νοός μου τοῦτω δὴ τῶ ἐμφύτῳ πρὸ τὰ καλὰ καὶ αἰχμαλωτίζοντὰ μὲν ἐν τῶ νόμῳ τῆς ἁμαρτίας τῶ ὄντι ἐν τοῖς μέλεσίν μου ὡς εἰ ἔλεγεν ἔξωθεν εἰσπνέων {συγκινεῖ /σoυκινει }* καὶ ἐρεθίζει πάντα τὸν ἐν ἐμοι ἀποκείμενον κονιορτὸν καὶ βόρβορον ὃν ἡ πρὸς τὴν ἁμαρτίαν μοι ἕξις ενεπιλωσεν καὶ ἐνέκαυσεν
385ex34v-35rRom.7.23* οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῶ περὶ ἀναστάσεως λόγῳ καὶ γὰρ καὶ ὁ νόμος τοῦ θεοῦ ὁ εὐαγγελικὸς κινεῖ καὶ ἐρεθίζει τὰ ἐν ἡμῖν ἔμφυτα καὶ ἐγκατεσπαρμένα παρὰ τοῦ δημιουργὸ πρὸς ἀγαθοεργίαν σπέρματα ἕκαστος γὰρ τῶν {ἐπεισιόντων /επισιοντων }* ἔξωθεν τὸν οἰκεῖον καὶ κατάλληλον τῶν ἔνδον καὶ ἐν ἡμῖν ὄντων νόμων κινῶν καὶ διερεθίζων ἡ εὐσεβεῖν ἡ ἀσεβεῖν ἡμᾶς προτρέπεται
385Ph34v-35rRom.7.23
385exb34v-35rRom.7.23* ὅρα περὶ τῶν τεσσάρων τούτων νόμων ὧν οἱ μὲν καὶ ἔξωθεν οἱ δὲ καὶ ἔσωθεν
38634v-35rRom.7.23
387ex35vRom.7.23 καὶ αἰχμαλωτίζοντὰ με καλῶς εἶπεν αἰχμαλωτίζοντά με μάχης γὰρ κινουμένης μεταξὺ τῆς ἁμαρτίας καὶ τῶν τοῦ νόμου ἐπιταγμάτων ἤγουν τοῦ ἀντιλέγοντος λογισμοῦ τῆ ἁμαρτία ἄπεισι νικήσασα ἡ αμρτια αἰχμάλωτον λαβοῦσα τὸν ταλαίπωρον ἄνθρωπον
38835vRom.7.23 τῶ νόμῳ τῆς ἁμαρτίας νόμον ἁμαρτίας περιφραστικῶς τὴν ἁμαρτίαν καλεῖ
38935vRom.7.23 τῶ ὄντι ἐν τοῖς μέλεσὶ μου τῶ διὰ τῶν μελῶν μου φησι πολεμοῦντί μοι τοῦτο δὲ οὐ κατάγνωσις τοῦ σώματος οὐ γὰρ εἰ βασιλέως οἰκίαν τύραννος καταλαβοι ἤδη τῆς οἰκίας ἡ αἰτία
39035vRom.7.23-Rom.7.24 ταλαίπωρος ἐγὼ ἄνθρωπος τις με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου τις με ῥύσεταί φησιν ἐκ τῶν σωματικῶν μου πράξεων τῶν τὸν νοητὸν επαγον τῶν θάνατον ἥτις με ῥύσεται ἀπὸ τοῦ μὴ συναρπάζεσθαι ὑπο τῶν ἐν τῶ σώματι ἐπιθυμιῶν αἱ θάνατὸς εἰσιν ἡμῖν τις μὲν οὖν ἕτερος ἡ ὁ Χριστὸς τοῦτο γὰρ ἠρέμα ἐμφαίνει οὔτε γὰρ ὁ νόμος ῥύεται οὔτε ἡ ἐμὴ προαίρεσις σπουδάζουσα
39435vRom.7.24* ὁ μὲν νόμος οὕτως φησιν ὁ δέ γε Χριστὸς οὐ μόνον τῶν προγενομένων ἀπήλλαξεν ἁμαρτιῶν ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀχειρώτους ἐποίησεν τοῦτο γὰρ δηλοῖ τὸ οὐδὲν ἄρα κατάκριμα νυν οἷον οὐδεμία δι' ἁμαρτίαν κατάδικη
39135vRom.7.24-Rom.7.25 εὐχαριστῶ τῶ θεῶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν ὅτι αὐτός με φησιν ἐρρύσατο διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ
391ex35vRom.7.25Θεοδωρη(του) * Θανάτου σῶμα φησι καλεῖ ὡς ὑπὸ τὸν θάνατον γεγενημένον τουτέστι θνητὸν ἡ ψυχὴ γὰρ ἀθάνατος
39236rRom.7.25 ἄρα οὖν αὐτος ἐγὼ τῶ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ ὅσον φησιν ἧκεν εἰς τὴν προαίρεσιν τὴν ἐμὴν ὁ ἔλεγεν ἄνω συνήδομαι γὰρ κατὰ τὸν ἔσω ἄνθρωπον τῶ νόμῳ τοῦ θεοῦ
39336rRom.7.25 τῆ δὲ σαρκὶ νόμῳ ἁμαρτίας ἡ γὰρ ἁμαρτία διὰ τῆς σαρκὸς καὶ τῶν αὐτῆς ἐπιθυμιῶν τὰ ἑαυτῆς ἐνήργει
39536rRom.7.25-Rom.8.1 οὐδὲν ἄρα νυν κατακριμσ τοῖς ἐν Xριστω Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα τι οὖν οὐδε μία κατάδικη οὐ δὲ ἁμαρτία νυν ἀσφαλίζεται αὐτο οὐχί φησιν ἂλλ ἐκείνοις ὅσοι μὴ ἑκοντες σαρκικὴν ζῶσιν ζωὴν εἰ γὰρ μόνον προέλοιντο πνευματικῶς ζῆν οὐχ ἁμαρτήσονται ἐπὶ δέ γε τοῦ νόμου οὐδε ὁ βουλόμενος ζῆν ὀρθῶς ἴσχυεν μηδενὸς βοηθοῦντος μηδὲ συνεπισχουντος ἐν δὲ Χριστῷ Ἰησοῦ οἷον τοῖς οὖσιν ἐν τῆ Χριστοῦ πίστει καὶ ἑλομένοις πνευματικὴν ζωήν
39636rRom.8.1-Rom.8.2 ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσεν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου ὥσπερ νόμον ἁμαρτίας τὴν ἁμαρτίαν φησιν οὕτως καὶ νόμον πνεύματος τὸ πνεῦμα ὅπερ φησιν ἐστι ζωῆς χορηγὸν καὶ δοτικον τοῦτο τοιγαροῦν τὸ πνεῦμα διὰ Ἰησοῦ Χριστοῦ αὐτος γὰρ ὁ αἴτιος ἡμῖν τῆς δωρεᾶς τοῦ πνεύματος ὁ λύσας τὴν ἁμαρτίαν καὶ ἐπισπασάμενος καθὸ ἐστιν ἄνθρωπος τὸ πνεῦμα καὶ ἡμῖν μεταδους τοῦτο τοιγαροῦν τὸ πνεῦμα ἠλευθέρωσέν με ἀπό τε τῆς ἁμαρτίας καὶ τοῦ ἔνθεν θανάτου ὁδηγοῦν πρὸς τὰ βελτίω
396Ph36rRom.8.2
39736rRom.8.2-Rom.8.3 τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ὦ ἠσθένει διὰ τῆς σαρκός ὁρᾷς ὅτι οὐ τοῦ νόμου καταψηφίζεται οὐ γὰρ εἶπεν τὸ πονηρὸν τοῦ νόμου ἐν ὦ ἐκακούργει ἀλλὰ τὸ ἀδύνατον καὶ ἐν ὦ ἠσθένει ὡς εἰ εἶπεν ἤθελεν σῶσαι ἂλλ οὐκ ἴσχυεν ἐν ὦ φησιν ἠσθένει ἐπειδὴ ἠσθένει διὰ τῆς σαρκὸς τουτέστιν τοῦ σαρκινου φρονήματος οὐ γὰρ τὴν σάρκα διαβάλλει
39836vRom.8.3 ὁ θεὸς τὸν ἑαυτοῦ υἱον πέμψας ἄνω εἰπὼν τὸ πνεῦμα ἠλευθερωκέναι νυν τὸν υἱον λέγει κοινῇ γὰρ εὐδοκία τῆς ἁγίας τριάδος σεσώσμεθα
39936vRom.8.3 ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας τὸ ἐν ὁμοιώματι οὐ πρὸς τὸ σαρκὸς ὅρα ἀλλὰ πρὸς τὸ σαρκὸς ἁμαρτίας οὐ γὰρ ἄλλην παρὰ τὴν ἡμῶν ἥνωσεν ἑαυτῷ ἄπαγε ἂλλ οὐχ ἁμαρτωλὸν ὡς εἰ εἶπεν ἐν ὁμοιώματι ἁμαρτωλὸ σαρκὸς ἀναμάρτητον δὲ Κύριλλος ἐν βιβλίῳ ἱ τῆς κατὰ Ἰουλιανοῦ τὸ σῶμά φησι Χριστοῦ οὐκ ἦν ἁμαρτίας σῶμα ἂλλ ὁμοίωμα σαρκὸς ἁμαρτίας
399ex36vRom.8.3Βασι(λιου) εκ τ(ης) προς Σωζοπο(λιτανους) επιστολ(ης) ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας φαίνεται ὁ Κύριος τὰ φυσικὰ πάθη μὲν παραδεξάμενος πρὸς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ένανθρωπησεως τὰ δὲ ἀπὸ κακίας πάθη ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν καταρυπαινει ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι αὐτον σαρκὸς ἁμαρτίας ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἔλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν ἁμαρτίαν δὲ οὐκ ἐποίησεν
40036vRom.8.3 καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν οὐχ ἁπλῶς φησιν οὐδε ἀνεξετάστως καθὸ δυνατὸς ἐστι κατέκρινε τὴν ἁμαρτίαν ἀλλὰ πρῶτον διελέγξας τὰ μεγιατα πταίουσαν καὶ ἁμαρτάνουσαν
400Ph36vRom.8.3
40136vRom.8.3 ἐν τῆ σαρκί διὰ τῆς σαρκὸς αὐτοῦ φησι τοῦτο γὰρ τὸ θαυμαστὸν ὅτι διὰ τῆς σαρκὸς τῆς πάλαι ἔνοχο οὔσης τῆ ἁμαρτία κατέκρινε ταύτην πως τῶ φυλάξαι δηλάδη ἀναμάρτητον ταύτῃ γὰρ νικήσας αὐτὴν καὶ ἐκόλασεν κόλασις δὲ ἁμαρτίας ἡ ἀναίρεσις αὐτῆς καὶ οὕτω παραδοῦναι εἰς τὸν θεὸν ἐπὶ ἀναιρέσει τῆς ἁμαρτίας
40236vRom.8.3-Rom.8.4 ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα ἵνα μή τις λέγη καί τι πρὸς ἡμᾶς τοῦτό φησι ταῦτα ἐποίησεν ὁ Χριστὸς ἵνα ὁ σκοπὸς τοῦ νόμου τοῦτο γὰρ τὸ δικαίωμα πληρωθῇ ἐν ἡμῖν τις δὲ ὁ σκοπὸς τοῦ νόμου τὸ μὴ γενέσθαι ἡμᾶς ὑπευθύνους τῆ ἄρα πληρωθῇ δὲ ἐν ἡμῖν τισιν τοῖς μή φησιν εθελουσιν σαρκικῶς ζῆν ἀλλὰ πνευματικῶς ἵνα γὰρ μὴ εἴπῃς ἐνίκησεν ὁ Χριστὸς καὶ οὐκέτι χρεία ζῆν ἀσφαλῶς προσέθηκεν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ὡς εἰ εἶπεν κατώρθωται μὲν ἡμῖν ὁ σκοπὸς τοῦ νόμου διὰ Χριστοῦ πλὴν ἀλλὰ καὶ ἡμῶν χρεία ἐκεῖνος μὲν γὰρ ἔδωκεν τὴν νίκην καὶ τὸν στέφανον ἡμῶν δὲ τὸ δυνηθῆναι κατασχεῖν τὰ δοθέντα διὰ πολιτείας χρηστῆς καὶ πίστεως
40337rRom.8.4-Rom.8.5 οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν οἱ ταῖς σαρκικαῖς φησι ἐπιθυμίαις ἑαυτοὺς ἐκδεδωκότες ταύτας δὴ καὶ ἐν σπουδὴ ἔχουσιν
40437rRom.8.5 οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος ἀπὸ κοινοῦ τὸ φρονυσιν
40537rRom.8.5-Rom.8.6 τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος φρόνημα σαρκὸς καλεῖ τὴν γεώδη τῆς διανοίας ὁρμὴν καὶ τὴν εἰς τὰς ἀτόπους πράξεις ῥοπὴν τοῦτο δὲ οὐ διαβολὴ τῆς σαρκὸς οὐ γὰρ εἶπεν ἡ φύσις ἀλλὰ τὸ φρόνημα τὸ δυνάμενον καὶ διορθωθηναι
40637rRom.8.6 τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴν καὶ εἰρήνη τῆ ἐν πνευματικινουμενη ἐν ἡμῖν διάνοια
40737rRom.8.6* τὸ μὲν ζωὴ ὡς πρὸς τὸ εἰρημένον ὅτι τὸ φρόνημα τῆς σαρκὸς θάνατος τὸ δὲ εἰρήνη ὡς πρὸς τὸ ἑξῆς διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν
40837rRom.8.6-Rom.8.7 διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν φρόνημα σαρκὸς οὐχὶ σὰρξ ἀλλὰ τὸ πρὸς ἀκρασίαν αὐτῆς ὅρμημα οὕτως γὰρ Μεθόδιος ἐν τῶ περὶ ἀναστάσεως λόγῳ
40937vRom.8.7 τῶ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται οὐδε γὰρ δύναται εἶπεν τὴν αἰτίαν τῆς ἔχθρας διὰ τὸ μὴ εἴκειν τῶ θείῳ νόμῳ
409Ph37vRom.8.7
41037vRom.8.7* μὴ θορυβηθῇς ἀκούων τοῦτο οὐ {τοῦτο λέγει /τοῦτο γὰρ λέγει }* ὅτι ὁ σαρκικὸν φρόνημα ἔχων οὐδέποτε δύναται θεῶ ἀρέσαι ἂλλ ἐν ὦ ἐπιμἐνει ἐν αὐτω οὐκ ἂν ὑποταγείη θεῶ ἐπεί πως πολλοὶ μετανοήσαντες ἐσώθησαν οὐ γὰρ εἶπεν ὅτι ὁ ἔχων αὐτω ἄνθρωπος οὐ δύναται θεῶ ὑποταγῆναι ἂλλ αὐτο τὸ φρόνημα ὃ εἰσιν αἱ πονηρᾶι πράξεις ἃς καὶ εγκαταλιπειν ἔξεστιν
41137vRom.8.7-Rom.8.8 οἱ δὲ ἐν σαρκὶ ὄντες θεῶ ἀρέσαι οὐ δύνανται τινες δὲ εἰσιν ἐν σαρκὶ οὗτοι δηλάδη οἱ τὸ φρόνημα τῆς σαρκὸς ἔχοντες ἐκ παραλλήλου γὰρ τὸ αὐτο εἶπεν
41237vRom.8.8-Rom.8.9 ὑμεῖς δὲ οὐκ ἐστε ἐν σαρκὶ ἂλλ ἐν πνεύματι διὰ τὴν δοθεῖσάν φησιν τοῦ θεοῦ χάριν οὐκ ἐστε ἐν σαρκὶ τουτέστιν ἐν σαρκικαῖς καὶ αμαρτωλαις πράξεσιν ἂλλ ἐν πνευματικῶ φρονήματι
41337vRom.8.9 εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν οὐκ ἐστιν τὸ εἴπερ ἐνταῦθα ἀμφιβάλλοντος ἀλλὰ πεπεισμένου ἀντὶ τοῦ ἐπειδήπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν ὡς καὶ ἐκεῖ εἴπερ δίκαιον παρὰ θεῶ ἀποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν καὶ γὰρ καὶ ἐκεῖ τὸ εἴπερ ἐπειδήπερ κεῖται
413Ph37vRom.8.9
41437vRom.8.9 εἰ δὲ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει οὗτος οὐκ ἐστιν αὐτοῦ ἵνα μὴ λυπήση οὐκ εἶπεν εἰ δὲ οὐκ ἔχετε ἀλλὰ εἰ δέ τις ὡς ἐπὶ ἄλλων
415ex37vRom.8.9Οικου(μενιου) * s εἰ δὲ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει οὗτος οὐκ ἐστιν αὐτοῦ κοινὸν γὰρ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα
414exa37vRom.8.9Σευηρι(ανου) * s εἰ δὲ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει οὗτος οὐκ ἐστιν αὐτοῦ πνεῦμα Χριστοῦ εἶπεν τὰ χαρίσματα τῆς καινῆς διαθήκης
415exb37vRom.8.9-Rom.8.10Ιωανν(ου) * s εἰ δὲ Χριστὸς ἐν ὑμῖν ἔδειξεν ὡς οὐ τῆς σαρκὸς κατηγορεῖ ἀλλὰ τῆς ἁμαρτίας τῆ γὰρ ἁμαρτία προσέταξεν τοιτο γενέσθαι νεκρὸν ἀντὶ τοῦ τῆς ἁμαρτίας μὴ ἐνεργεῖν πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν προσηγόρευσεν ὡς πνευματικὴν ἤδη γεγενημένην ταύτην επιεναι τὴν δικαιοσύνην κελεύει ἧς καρπὸς ἀξιέραστος ἡ ζωή
41637vRom.8.10 εἰ δὲ Χριστὸς ἐν ὑμῖν τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν τὸ λυπηρον ἐπὶ ἄλλο θεὶς καὶ ἑνὸς εἰ δέ τις φησι πνεῦμα Χριστοῦ οὐκ ἔχει τὸ ποθητυον ἐπὶ αὐτῶν καὶ πληθυντικῶς εἶπεν εἰ δὲ Χριστὸς ἐν ὑμῖν
41737vRom.8.10* τὸ σῶμά φησιν ἔσται νεκρὸν ὡς πρὸς τὴν τῆς ἁμαρτίας * ἐνέργειαν τοῦτο γὰρ τὸ διὰ ἁμαρτίαν
41838rRom.8.10-Rom.8.11 τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν μὴ φοβησθῇς φησιn ἀκούων νεκρὸν ἔχεις γὰρ καὶ ζωὴν τὸ πνεῦμα εἰς δικαιοσύνης ἐνέργειαν ὥσπερ δὲ εἶπεν τὸ μὲν σῶμα νεκρὸν οὕτως ἦν ἀκολουθον εἰπεῖν τὸ δὲ πνεῦμα ζῶν ἂλλ εἶπεν ζωὴ δεικνὺς οὐ μόνον ζῶν τὸ πνεῦμα ἀλλὰ καὶ ζωοποιόν
418ex38rRom.8.11Κυριλλ(ου) * s ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν ἐγήγερται ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τοῦ πατρὸς ἐνεργουμένης περὶ τὴν σάρκα αὐτοῦ τῆς ζωῆς διὰ τοῦ ἁγίου πνεύματος ὃ ἐστιν αὐτοῦ οὐκοῦν καὶ εἰ ἐγηγέρθαι λέγοιτο παρὰ τοῦ πατρὸς ἀλλὰ καὶ αὐτος ἦν ὁ ανιστας διὰ τοῦ ἁγίου πνεύματος πάντα γὰρ ἐνεργεῖται τὰ θεοπρεπῆ παρὰ τοῦ πατρὸς δι' υἱοῦ ἐν πνεύματι ἐγερεῖ τοίνυν καὶ τὰ ἡμῶν σώματα ἐκ νεκρῶν ὁ Χριστός
41938rRom.8.11 ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν εἰς τὸν περὶ ἀναστάσεως ἦλθεν λόγον ἐπεὶ οὖν ἐν ταύτῃ μὲν πάντες μὲν ἀνίστανται ἂλλ οἱ μὲν εἰς ζωὴν οἱ δὲ εἰς τιμωρίαν οὐκ εἶπεν ἀναστήσει ἀλλὰ ζωοποιήσει τουτέστιν εἰς ζωὴν καὶ δόξαν ἀναστήσει
42038rRom.8.11 διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν τὴν αἰτίαν εἶπεν τῆς ζωοποιήσεως ἐνοικοῦν δὲ εἶπεν τὴν δι' ὅλου μόνην δηλῶν
42138rRom.8.11-Rom.8.12 ἄρα οὖν ἀδελφοὶ ὀφειλέται ἐσμεν οὐ τῆ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν μετὰ γὰρ τὴν τοσαύτην χάριν χρεωστοῦμεν κατὰ τὸ θέλημα τοῦ θεοῦ ζῆν καὶ οὐκέτι κατὰ σάρκα εἶτα ἵνα μὴ νομισθῇ τὰς ἀναγκαίας ἀναιρεῖν τοῦ σώματος ὑπηρεσίας οἷον τροφὴν ἔνδυμα ἐπάγει τοῦ κατὰ σάρκα ζῆν τουτέστιν ἐν ἁμαρτίαις καὶ εἰς τὸ ἐπιτρέπειν ταῖς σαρκικαῖς ἐπιθυμίαις
42238rRom.8.12-Rom.8.13 εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε ἀποθνήσκειν τὸν ἀθάνατον θάνατον ἐν τῆ γεέννῃ
42338rRom.8.13 εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε ζήσεσθε εἶδε διὰ πνεύματος ἁγίου τὰς πράξεις τοῦ σώματος τουτέστιν τὰς πονηρᾶς πράξεις ἀναιρεῖτε ζήσεσθε τὴν μακαρίαν ἐκείνην ζωήν
42438rRom.8.13-Rom.8.14 ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται οὗτοι εἰσιν υἱοὶ θεοῦ οὐκ εἶπεν ὅσοι πνεῦμα θεοῦ λάβωσιν ἂλλ ὅσοι πνεύματι θεοῦ ἄγονται τουτέστιν παντὸς τοῦ βίου ἡνίοχον καὶ ἡγεμόνα προστήσονται πάντες μὲν γὰρ οἱ βαπτιζόμενοι πνεῦμα ἅγιον λαμβάνουσιν ἂλλ οὐ πάντες αὐτω τὴν ἡγεμονίαν ἐνδιδόασιν
42538rRom.8.14* ἰδοὺ καὶ τὴν υἱοθεσίαν εὐαγγελίζεται
42638vRom.8.14-Rom.8.15 οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον ἐπειδὴ υἱοθεσίας ἐμνήσθη ἦσαν δὲ καὶ Ἰουδαῖοι τούτου ἠξιωμένοι τοῦ ὀνόματος ὡς τὸ υἱος πρωτότοκος μου Ἰσραὴλ καὶ ἐγὼ εἶπα θεοὶ ἐστε καὶ υἱοὶ ὑψίστου πάντες θέλει δεῖξαι πολλὴν τὴν τῶν υἱοθεσιῶν διαφορὰν οὐ γὰρ ἐλάβομεν φησιν πνεῦμα δουλείας πάλιν εἰς φόβον οὐχ ὥσπερ φησιν οἱ Ἰουδαῖοι πνευματικὸν ἔλαβον νόμον ὡς δοῦλοι εἰς φόβον τοῦτο γὰρ δηλοῖ τὸ πνεῦμα δουλείας αὐτοὶ γὰρ διὰ τοῦ ἐν χερσὶ παρακειμένου φοβοῦ ὡς δοῦλοι ἠναγκάζοντο τὰ δέοντα ποιεῖν ἡμεῖς δέ φησιν ὡς υἱοὶ διὰ τὴν ἐν οὐρανοῖς ἐλπίδα τὰ δέοντα ποιοῦμεν οὐκοῦν ἐκείνοις μὲν τοῖς ενταξει δούλων ἐν φόβῳ ζῶσιν ἄχρις ὀνόματος καὶ {τιμῆς υιοθησια /τιμῆς ἡ υιοθησια }* ἡμῖν δὲ κατὰ ἀλήθειαν
426Ph38vRom.8.15
426ex38vRom.8.15Οικου(μενιου) * οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον ὥσπερ πάντα τὰ παρ' αὐτοῖς τύπος ἦν τῶν ἡμετέρων οὕτως ἡγοῦμαι κα τὴν υἱοθεσίαν
42738vRom.8.15 ἂλλ ἐλάβετε πνεῦμα υἱοθεσίας ἐν ὧι κράζομεν ἀββᾶ ὁ πατήρ τὸν πμευματικον φησι νόμον οὐ γὰρ ἔλαβον καθολικῶς πνεῦμα Ἰουδαῖοι
42838vRom.8.15* καί τοι ἀκολουθον ἦν εἰπεῖν ἐλευθερίας ἂλλ ὅμως τὸ μεῖζον λέγει
42938vRom.8.15 λέγομεν γὰρ πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέθεικεν δὲ καὶ τὴν εβραιαν λέξιν ἵνα τὸ γνήσιον δείξῃ διὰ πάντων
43038vRom.8.15-Rom.8.16 αὐτο τὸ πνεῦμα συμμαρτυρεῖ τῶ πνεύματι ἡμῶν ὅτι ἐσμεν τέκνα θεοῦ ἐπειδὴ καὶ Ἰουδαῖοι πατέρα ἐκάλουν τὸν θεὸν θέλει δεῖξαι ὅτι αὐτοῖς μὲν οὐκ ἐπετέτραπτο τοῦτο ἡμῖν δὲ ναὶ δῆλον ἐκ τοῦ μαρτυροῦντος πνεύματος καί φησι αὐτο τὸ πνεῦμα τουτέστιν αὐτος ὁ παράκλητος συμμαρτυρεῖ τῶ πνεύματι ἡμῶν τουτέστιν τῶ δοθέντι ἡμῖν παρ' αὐτοῦ χαρίσματι οὐ γὰρ μόνον τοῦ χαρίσματος ἡ τοιαύτη φωνὴ ἀλλὰ καὶ τοῦ δωρησαμένου ἔνθα οὖν τὸ πνεῦμα μαρτυρεῖ ποία ἐστι ἀμφισβήτησις
43139rRom.8.16-Rom.8.17 εἰ δὲ τέκνα καὶ κληρονόμοι λοιπὸν αὔξει τὴν ἀξίαν ἑνὶ γὰρ τέκνα μὴ κληρονομοῦντα
43239rRom.8.17 κληρονόμοι μὲν θεοῦ ὁρᾷς ὅτι άλλη ἐστιν ἡμῶν ἡ υἱοθεσία ἡμῶν παρὰ τὴν τῶν Ἰουδαίων ἡμεῖς γὰρ καὶ κληρονόμοι οἱ δὲ οὐχί φησι γὰρ περὶ αὐτῶν ὅτι κακοὺς κακῶς ἀπολέσει καὶ τὸν ἀμπελῶνα ἐκδώσει ἄλλοις γεωργοῖς καὶ πάλιν ὅτι πολλοί φησιν ἥξουσιν καὶ ανακληθησονται μετὰ Ἀβραὰμ οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται
43339rRom.8.17 {κληρονόμοι /συγκληρονόμοι }* δὲ Χριστοῦ πάλιν αὔξει τὸ ἀξίωμα καὶ φιλονεικεῖ ἐγγὺς ἡμᾶς στῆσαι τοῦ δεσπότου
43439rRom.8.17 εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν ἵνα μὴ ραθυμωτεροι γενώμεθα τὸ πᾶν είναι χάριτος λογιζόμενοι ἀπαιτεῖ καὶ τὰ παρ' ἡμῶν εἰ γάρ φησιν ἐν τοῖς λυπηροῖς κοινωνήσομεν καὶ ἐν τοῖς χρηστοῖς
43539rRom.8.17-Rom.8.18 λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νυν καιροῦ τὸ πρόσκαιρον τῶν παθημάτων δηλοῖ διὰ τοῦ νυν καιροῦ
43639rRom.8.18 πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς εἶτα δείκνυσι τὸ ὅλον σχεδὸν τῆς χάριτος ὃν διὰ τὸ νικᾷν ταῖς αντιδοσεσιν τὸν θεὸν καὶ ὅτι οὐκ ἰσχύομεν ἄξιόν τι τῆς ἐκεῖ ἀντιδόσεως παθεῖν ἡ συνεισενέγκαι
43739rRom.8.18* καλῶς τὸ ἀποκαλυφθῆναι ἐστι γὰρ καί νυν ἀλλὰ κέκρυπται
43839rRom.8.18-Rom.8.19 ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως ὁ λέγει τοιοῦτὸν ἐστι καὶ αὕτη φησιν ἡ κτίσις σφόδρα προσδοκᾷ τὴν μέλλουσαν ἡμῶν δόξαν διά τι ἄφθαρτος φησι πλασθεῖσα διὰ τὰς τῶν ἀνθρώπων ἁμαρτίας φθαρτὴ γέγονεν ἐπεὶ καὶ ἡμεῖς εξαφθαρτων φθαρτὸ γεγόναμεν βούλεται οὖν ἡ κτίσις φησι τοὺς ἀνθρώπους τὴν ἀφθαρσίαν ἀπολαβεῖν ἔσται δὲ τοῦτο ἐν τῆ ἀναστάσει ἵνα καὶ αὕτη τὴν οἰκείαν ἀφθαρσίαν ἀπολάβῃ τοῦ γὰρ ἀνθρώπου δι' ὃν γέγονε φθαρτὴ τὴν ἀφθαρσίαν ἀπολαμβάνοντος καὶ αὕτη τὴν οἰκείαν ἀφθαρσίαν συναπολειψεται προσωποποιία δὲ ἐστι τὸ πᾶν ἵνα τὴν τῶν ἀγαθῶν τὴν ὑπερβολὴν δηλώσῃ καὶ ἵνα δείξῃ ὅτι ἡμεῖς μᾶλλον ὀφείλομεν σπουδάζειν τῆς τοιαύτης δόξης καὶ ἀφθαρσίας ἐπιτυχεῖν ἤπερ ἡ κτίσις ἐπεὶ μὴ νόμιζε τὴν ἄψυχον καὶ ἀναίσθητον κτίσιν τὰ τοιαῦτα προσδοκᾶν
438ex39rRom.8.19* s ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως σφόδρα προσδοκία
43939rRom.8.19* s ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως οἷον ἐπιτεταμένη προσδοκία
44039vRom.8.19 τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται τὸ τέλος ὅταν μελλωσιν δείκνυσθαι τινες υἱοὶ θεοῦ καί τινες υἱοὶ διαβόλου
44139vRom.8.19-Rom.8.20 τῆ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οἷον τῆ φθορὰ τοῦτο γὰρ κατεκρίθη διὰ τὰς ἡμῶν ἁμαρτίας
44239vRom.8.20 οὐχ ἑκοῦσα τῆς τοῦ Χριστοῦ δυνάμεως φησι τοῦτο τὸ ἔργον τὸ καὶ ἄκουσαν ὑποτάξαι
44339vRom.8.20-Rom.8.21 ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι ὅτι καὶ αυτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς καὶ γάρ φησι καὶ αὕτη τὴν ἀπαλλαγὴν ἐλπίζει ἐπ' ἐλπίδι οὖν ἀπαλλαγῆς ὑπετάγη λοιπὸν ἑαυτὸν ἐφερμηνεύει πως ἐπ' ἐλπίδι ὅτι καὶ αυτὴ ἡ κτίσις ἐλευθερωθήσεται
44439vRom.8.21 εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ εἰς τὴν ἐλευθερίαν οἷον διὰ τὴν ἐλευθερίαν τῆς δόξης τουτέστι δι' ἡμᾶς ἔσται καὶ ἡ κτίσις ἄφθαρτος ὥσπερ καὶ δι' ἡμᾶς γέγονε φθαρτὴ οὕτω πάλιν καὶ δι' ἡμᾶς ἔσται ἄφθαρτος
444ex39vRom.8.21Οικου(μενιου) * εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ ἡ τὸ εἰς τὴν ἐλευθερίαν δηλοῖ τουτέστιν εἰς τὴν αὐτὴν εἰς ἦν καὶ ἡμεῖς ἐλευθερίαν τῆς φθορᾶς ἐλεύσεται οἷον ἐκ φθαρτῆς ἄφθαρτος γενομένη
44540rRom.8.21-Rom.8.22 οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νυν στενάζει φησιν ἡ κτίσις βουλουμένη ἀποθέσθαι τὴν φθορὰν λοιπὸν δὲ εἰ ἡ κτίσις πολλῷ μᾶλλον ἡμεῖς τοῦτο ἐθέλειν ὀφείλομεν καὶ μὴ τοῖς ὧδε κεχηνέναι οἱ καὶ λόγῳ τετιμημένοι καὶ υἱοθεσίαν προσδοκῶντες
44640rRom.8.22* ἐπειδὴ καὶ οἱ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες καὶ ἡμεῖς αὐτοὶ στενάζομεν διὰ τοῦτο συνωδίνει
44740rRom.8.22-Rom.8.23 οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν οὐ μόνον φησιν ἡ κτίσις στενάζει ἀλλὰ καὶ οἱ ἀπαρχήν τινα μικρὰν καὶ γεῦσιν τοῦ πνεύματος λαβόντες σπεύδουσι πρὸς τὰ ἐκεῖ μεταβῆναι εἰ γὰρ ἡ ἀπαρχὴ τοῦ πνεύματος τοιαύτη ώστε ποιεῖν θαυματουργίας ἐκ τῆς σκιᾶς τι τὸ τέλειον
44840rRom.8.23 υἱοθεσίαν ἀπεκδεχομενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν ἵνα μή τις λέγη σὺ εἶπας θεοὶ ἐσμεν ποίαν ἄλλην προσδοκῶμεν υιοθησιαν φησι τὴν ἀπολύτρωσιν τοῦ σώματος τουτέστιν τὴν ἀφθαρσίαν τότε βεβαία γὰρ υἱοθεσία καὶ τότε ἥξει τὰ αὐτῆς ἀποτελέσματα νυν γὰρ οὔτε ἡ δόξα δήλη ἀλλὰ καὶ προσδοκία ἐκ πτωσεως διὰ βίου κατεγνωσμένου
44940rRom.8.23* εἶτα ἵνα μὴ νομισθῇ τὰ παρόντα διαβάλλειν καὶ δῷ λαβὴν τοῖς αἱρετικοῖς φησιν οὐ τὰ παρόντα κακὰ ἀλλὰ τὰ προσδοκώμενα βελτίω ἃ ἐστιν υἱοθεσία
449ex40rRom.8.23Οικου(μενιου) * s υἱοθεσίαν ἀπεκδεχομενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν τότε γὰρ τὰ τῆς υἱοθεσίας ἀποτελέσματα
449Ph40rRom.8.23
45040rRom.8.23-Rom.8.24 τῆ γὰρ ἐλπίδι ἐσώθημεν ἐλπὶς δὲ βλεπομένη οὐκ ἐστιν ἐλπὶς ὁ γὰρ βλέπει τις τι καὶ ἐλπίζει ὡς εἰ ἔλεγεν πάντα λαβόντες παρὰ θεοῦ ἡμεῖς πίστιν αὐτω προσηγάγομεν ἧς μέγα μέρος ἡ τῶν ἐκεῖσε ἐλπὶς μὴ τοιγαροῦν ζητεῖ πάντα σοι ἐνταῦθα παρεῖναι τὰ ἀγαθὰ {ἀλλά τινα ἀλλά τινα /ἀλλά τινα }* καὶ τῆ ἐλπίδι ταμίευσαι εἰ δὲ πάντα παρεῖναι θέλεις οὐκέτι ἐλπίζεις ἐλπὶς γὰρ βλεπωμενη οὐκ ἐστιν ἐλπίς
45140vRom.8.24-Rom.8.25 εἰ δὲ ὁ οὐ βλέπομεν ἐλπίζομεν δι' ὑπομονῆς απεκδοχημεθα εἰ δέ φησιν τὰ μὴ ὁρώμενα ἐλπίζομεν ἐν ὑπομονὴ ἕξομεν τὴν τούτων προσδοκίαν ἡ δὲ ὑπομονὴ ὅτι μέρος μέγιστον ἀρετῆς παντί που δῆλον ώστε ἡ ἐλπὶς καὶ πίστεὼς ἐστι καὶ ὑπομονῆς ποιητική
451ex40vRom.8.25-Rom.8.26Οικου(μενιου) * s ωσαύτος δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν ὡσαύτως δὲ καὶ τὸ πνεῦμα φροντίσει σου εἰ δὲ ἀμελεῖς ἀμεληθήσῃ
45240vRom.8.26 ωσαύτος δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν καὶ μὴ νόμιζέ φησι κάμνειν ὑπομένων οὐ γὰρ εασεισε τὸ πευμα κάμνειν ἂλλ ἀντιλήψεται σου πρὸς τοῦτο ἀσθενεῖς γὰρ ἐσμεν καὶ οὐδε ὑπομονὴν κατορθῶσαι ἰσχύομεν δίχα τῆς τοῦ πνεύματος βοηθείας
45340vRom.8.26 τὸ γὰρ τι προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν καί τι λέγω φησιν ὅτι πρὸς κατόρθωσιν ὑπομονῆς δεόμεθα ἀντιλήψεως παρὰ τοῦ πνεύματος καὶ ἐν τοῖς δοκοῦσιν φησιν εὐχερέσιν οἷον ἐν τῆ εὐχὴ ἐστι γὰρ ὅτε ἀσύμφορα αἰτοῦμεν
45440vRom.8.26* καὶ ἑαυτὸν ἔμιξεν ἵνα μὴ εὑρέθη ἐπαχθής
45640vRom.8.26 ἂλλ αὐτο τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις αὐτος ὁ παράκλητος ὁ τὰς καρδίας τῶν πνευματικῶν ἀνθρώπων ἐρευνῶν τῶν τὴν χάριν δηλάδη καὶ τὸ πνεῦμα τοῦ εὔχεσθαι λαβόντων
45540vRom.8.26Οικου(μενιου) * τὸ παλαιὸν χαρίσματα πολλοὶ ἐλάμβανον διαφορὰ προφητειῶν ἑρμηνειῶν γλωσσῶν ἅπερ πάντα πνεύματα ἐκάλουν καὶ χάρισμα δι' εὐχῆς ἐλάμβανον τινες ἐπειδὴ γὰρ ἀγνοοῦν τὸ πλῆθος τὸ συμφέρον ᾔτει πολλάκις ἀσύμφορα ἐλάμβανον οὖν τινες χάρισμα εὐχῆς καὶ ὑπὲρ τοῦ λαοῦ ηὔχοντο ὅπερ καὶ αὐτο πνεῦμα ἐλέγετο τοῦτο οὖν λέγει ὅτι αὕτη ἡ χάρις τῆς εὐχῆς ὑπὲρ ἡμῶν τῶ θεῶ ἐντυγχάνει μεγίστοις στεναγμοῖς τοῦτο δὲ εἶπεν συστῆσαι βουλόμενος ὅτι ἀγνοοῦμεν καθὸ {δή /δεῖ }* προσεύξασθαι εἰ γὰρ μὴ τοῦτό φησιν ἦν τις ἦν χρεία λαβεῖν τινας χάρισμα εἰς τὸ εὔχεσθαι ὑπὲρ τοῦ λαοῦ
455ex40vRom.8.26Οικου(μενιου) * s ἂλλ αὐτο τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις τοῦτό νυν ὁ διάκονος πληροῖ λιτανεύων
455Ph40vRom.8.26
45741rRom.8.26-Rom.8.27 ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν τι τὸ φρόνημα τοῦ πνεύματος τῶν πνευματικῶν ἀνθρώπων τῶν τὸ εἰρημένον τῆς εὐχῆς λαβόντων πνεῦμα καὶ χάρισμα
45841rRom.8.27 ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων οὐκ αγνοουντα φησι διδάσκουσιν οἱ πνευματικοὶ τὸν θεὸν ἂλλ οἶδεν ὁ παράκλητος ὅτι κατὰ θεὸν ἐντυγχάνει οὐ κατά τινα βλαβερὰν ἐπιθυμίαν ἀλλὰ κατὰ θεὸν ὃ ἐστιν κατὰ τὴν βούλησιν τοῦ θεοῦ
45941rRom.8.27* s ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων τῶν διὰ τῆς εὐχῆς ἁγιαζομένων
459Ph41rRom.8.27
46041rRom.8.27-Rom.8.28* s οἴδαμεν δὲ ὅτι τοῖς αγαπτωσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθον οὕτω φησι διὰ τὴν ἐν τῶι εὔξασθαι ἄγνοιαν βοηθούμεθα ὑπο τοῦ πνεύματος ὅτι καὶ τὰ κακὰ εἰς ἀγαθὰ ἡμῖν περιτρέπει
46141rRom.8.28Οικου(μενιου) οἴδαμεν δὲ ὅτι τοῖς αγαπτωσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθον πάντα φησι καὶ τὰ κακὰ καὶ ταῦτα περιστρέφει ὁ θεὸς εἰς ἀγαθον εἰς γὰρ εὐδοκίμησιν τῶν πασχόντων περιστρέφεται μεῖζον δὲ τὸ εἰς ἀγαθὰ περιστρέφεσθαι τοῦ μὴ παντελῶς ἐπελθεῖν
46241rRom.8.28 τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν ἐπειδὴ ἀπίθανον είναι ἐδοκει τὸ περιστρέφεσθαι τὰ κακὰ εἰς ἀγαθὰ προσθεὶς τὴν τοῦ θεοῦ κλῆσιν ἐπιστώσατο τὸ εἰρημένεον οὐ γὰρ τοῖς τυχοῦσι φησι τοῦτο συμβαίνει ἀλλὰ τοῖς ὑπο θεοῦ κληθεῖσιν εἶτα μὴ νομισθῇ μονομερῶς ὁ θεὸς ἐνίους καλέσας φησιν τοῖς κατὰ πρόθεσιν δεικνὺς ὅτι πάντες μὲν ἐκλήθημεν ἐκεῖνοι δὲ υπηκουυσαν διὸ καὶ βοηθοῦνται οἱ κατὰ πρόθεσιν οἰκείαν γενόμενοι κλητοί
462ex41rRom.8.28
46341rRom.8.28-Rom.8.29 ὅτι οὓς προέγνω καὶ προώρισεν ἀπὸ κοινοῦ κατὰ πρόθεσιν κλητοὺς ὄντας
46441rRom.8.29 συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ ὅπερ ἐστι φησιν ὁ υἱος τοῦ θεοῦ κατὰ φύσιν ἐν τῆ ἐνανθρωπήσει δῆλον δὲ ὡς ἅγιος καὶ ἀναμάρτητος τοῦτο καὶ αὐτοὶ γεγόνασι κατὰ χάριν συμμόρφους γὰρ τοὺς ἰσομόρφους εἰκονα δὲ τοῦ υἱοῦ τὴν οἰκονομίαν καλεῖ καὶ τὸ ἐντεῦθεν αὐτοῦ σῶμα κατὰ μὲν τὴν οἰκονομίαν σύμμορφοι καὶ ἀδελφοὶ αὐτοῦ οἱ ἄνθρωποι κατὰ δὲ τὴν θεότητα μονογενὴς ὑπάρχει
464ex41rRom.8.29Κυ(ριλλου) * s καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ εἰ κάϊν τοῦ θεοῦ τις ἂν νοοῖτο σαφηνιεῖ λέγων αὐτὸς Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκονα τοῦ χοϊκοῦ φορέσομεν καὶ τὴν εἰκονα τοῦ " ἐπουρανίου τουτέστι τὴν ἐν ἁγιασμῷ ζωὴν τὴν πρὸς πᾶν οτιουν ἀμώμητον πολιτείαν ὥσπερ γὰρ εἰκονα τοῦ χοικοῦ τουτέστιν Ἀδὰμ τὴν ἐν παρακοῇ τε καὶ ἁμαρτίαις ζωὴν εἶναὶ φαμὲν οὕτω καὶ εἰκονα τοῦ ἐπουρανίου τουτέστι Χριστοῦ τὸν ἁγιασμὸν καὶ τὴν δικαίοσυνην τὴν ὑπακοήν
46541vRom.8.29 εἰς τὸ είναι αὐτον πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς διὰ πάντων τὴν συγγένειαν ἡμῶν τὴν πρὸς τὸν Χριστὸν σημᾶναι θέλει συγγένειαν δὲ τὴν ἐν τῆ οἰκονομία τῆς σαρκὸς αὐτοῦ
46641vRom.8.29-Rom.8.30 οὓς δὲ προώρισεν τούτους καὶ ἐκάλεσεν πανταχοῦ τὸ κατὰ πρόθεσιν κλητοὺς ὄντας συνυπάκουε ἐπεὶ ἄτοπον ἅπαντα εἰ ὁ θεός τινας μὲν ευεποιησεν τινας δὲ οὐ τὸ δὲ κατὰ πρόθεσιν συνυπακούομενον αὐτῶν ποιεῖ τὸ κατόρθωμα καὶ προσωποληψίας ἀπαλλάττει τὸν θεόν
46741vRom.8.30 καὶ οὓς ἐκάλεσεν τούτους καὶ ἐδικαίωσεν διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας
46841vRom.8.30 οὓς δὲ ἐδικαίωσεν τούτους καὶ εδοξασεν διὰ τῶν χαρισμάτων διὰ τῆς υἱοθεσίας
468Ph41vRom.8.30
46941vRom.8.30-Rom.8.31 τι οὖν ἐροῦμεν πρὸς ταῦτα ὡς εἰ ἔλεγεν τούτων οὕτως ἐχόντων μηδεὶς λοιπὸν περὶ τῶν ὧδε πειρασμῶν ἡ κινδύνων λόγον ποιεσθω τι γὰρ ἑνὶ εἰπεῖν πρὸς τὴν τοσαύτην {ἀγαθότητα θεοῦ /ἀγαθότητα τοῦ θεοῦ }*
469Ph41vRom.8.31
47041vRom.8.31 εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν τις καθ' ἡμῶν ἵνα γὰρ μὴ λέγωσιν ὅτι βασιλεῖς καθ' ἡμῶν καὶ δῆμο καὶ ἡγεμόνες πάντες γὰρ ἐπεβούλευον τοῖς πιστοῖς φησιν ὅτι ἰσχύει ὁ θεὸς τὰς καθ' ἡμῶν ἐπιβουλὰς ἀφορμὴν στεφάνων ποιήσασθαι οὐδεὶς οὖν καθ' ἡμῶν
47141vRom.8.31-Rom.8.32 ὃς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο ἂλλ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτον πως οὖν φησιν ἡμᾶς προήσεται ὁ θεὸς οὓς οὐ μόνον συμμόρφους τοῦ υἱοῦ αὐτοῦ ἐποίησεν ἀλλὰ καὶ ἐδικαίωσε καὶ εδοξασεν καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ τὸν υἱον ἔδωκεν ὑπὲρ ἡμῶν πάντων φησι καὶ ἁμαρτωλῶν καὶ τελωνῶν καὶ πορνῶν
47242rRom.8.32 πως οὐχὶ καὶ σὺν αὐτω τὰ πάντα ἡμῖν χαρίσεται εἰ τὸν υἱόν φησιν ἔδωκεν εἰς θάνατόν τι δεῖ φησι περὶ τῶν ἄλλων ἀμφιβάλλειν ὁ γὰρ τὸ μέγα δοὺς καὶ τὸ ἔλαττον δώσει
47342rRom.8.32-Rom.8.33 τις ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ πολλοὶ ἀσεβεῖς ἐμέμφοντο τοὺς πιστεύσαντας φησιν οὖν τις ἱκανὸς ἐγκαλέσαι ημεμψασθαι τοῖς ὑπο θεοῦ εκλεχθεισιν καὶ ὅρα οὐκ εἶπεν {δούλοις ἡ πίστις /δούλοις θεοῦ ἡ πίστις }* ἀλλὰ ἐκλεκτοῖς ἐπαίρων τὸ ἀξίωμα
47442rRom.8.33-Rom.8.34 θεὸς ὁ δικαίων τις ὁ κατάκρινων οὐκ εἶπεν ὁ ἀφεὶς ἁμαρτίας ἂλλ ὁ μεῖζον ἦν ὁ δικαίων φησιν
47542rRom.8.34* ὅταν γὰρ ὁ θεὸς ψήφῳ οἰκεῖα δικαιώσῃ τινα τις ἐστιν ὁ κατακρίνων τις δὲ καὶ κατακρίνων ὠφελεῖ τὸ δὲ κατακρίνων ὡς ἐπὶ αμαρτημασιν
47642rRom.8.34 Χριστὸς ὁ ἀποθανὼν μᾶλλον δὲ καὶ ἐγερθείς οὐ κατὰ ἐρώτησιν αυτὰ προάγει ὡς ἀναντιρρήτων ὄντων
47742rRom.8.34* τις φησιν ὁ κατακρίνων τοῦ μὲν πνεύματος συναντιλαμβανομένου ταῖς ἀσθενείαις ἡμῶν τοῦ δὲ πατρὸς δικαιοῦντος τοῦ δὲ υἱοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος οὓς γὰρ ἡ τριὰς δικαιοωσει τις ὁ κατακρίνων
477ex42rRom.8.34Οικου(μενιου) * καὶ οὕτως δύνῃ νοῆσαι ὡς πρὸς τὸ κατὰ πόδα τοῦ ῥητοῦ εἰ τὸ πνεῦμά φησιν ἀντιλαμβάνεται εἰ ὁ πατὴρ ἐδικαίωσεν τις ἔχει κατακρῖναι ὑπολείπεται φησιν ὁ υἱός πως οὖν φησιν ἔχει κατακρῖναι καί τοι τοσοῦτον ἀγαπᾷ ὡς καὶ θάνατον αἱρήσασθαι ὑπὲρ ἡμῶν καὶ ὧν ἐν δεξιὰ τοῦ πατρὸς καὶ εἰς τὴν ἰδίαν ἐπανελθὼν δόξαν οὐκ ἐπαύσατο τῆς πρὸς ἡμᾶς ἀγάπης ἀλλὰ καὶ παρακελεῖ τὸν πατέρα ὑπὲρ ἡμῶν τοῦτο γὰρ δηλοῖ τὸ ἐντυγχάνει τὴν δὲ παράκλησιν οὕτως νόει αὐτω τῶ ἐνηνθρωπηκέναι παρακάλει τὸ πατέρα ὑπὲρ ἡμῶν
47842vRom.8.34 ὃς καὶ ἐστιν ἐν δεξιὰ τοῦ θεοῦ ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν ἵνα γὰρ μὴ ἐλάττωσιν τὴν ἐντυχίαν νομίσῃς θεὶς πρῶτον τὴν ἰσοτιμίαν τὸ είναι ἐν δεξιὰ τοῦ θεοῦ οὕτως εἶπεν τὸ ἐντυγχάνει δεῖξαι θέλων τὴν διάπυρον αὐτοῦ ἀγάπην οὐ γὰρ ὡς αὐτος ἀσθενῶν σώζει διὰ τοῦ πατρὸς ἄπαγε
478ex42vRom.8.34* ὃς καὶ ἐστιν ἐν δεξιᾶι τοῦ θεοῦ ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν ἂλλ ὡς πρὸς τὸ ἀνθρώπινον εἴρηται ὅ τι ἀρχιερεὺς ἦν
478Ph42vRom.8.34
47942vRom.8.34-Rom.8.35 τις ἡμᾶς χωρησει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ τις οὐδείς φησι τοὺς τοσαύτης ἀγάπης καὶ προνοίας ηξηιωμενους παρὰ θεῶ
479Ph42vRom.8.35
48042vRom.8.35 θλῖψις ἡ στενοχωρία ἡ διωγμὸς ἡ λιμὸς ἡ γυμνότης ἡ κίνδυνος ἡ μάχαιρα οὐκ εἶπεν χρήματα δόξαν καὶ ὅσα παρὰ τοῖς ἀνθρώποις δοκεῖ καλὰ ἂλλ ἐκεῖνα ἅτινα καὶ βιάζεσθαι πέφυκεν τὴν ἀνθρωπίνην φύσιν τῶ δὲ τῆς θλίψεως ὀνόματι πολλὰ δηλοῦται φυλακαὶ ἁλύσεις ἐξορίαι καὶ ὅσα τοιαῦτα
48142vRom.8.35-Rom.8.36 καθὼς γέγραπται ἐντρέψαι αὐτοὺς βουλόμενος ἤγαγεν τὴν μαρτυρίαν εἰ γὰρ οἱ ἐν τῆ παλαιά φησιν ζωῆς κατεφρόνουν οἷς τὰ ἔπαθλα γῆ ἵνα καὶ τὰ ἐν γῆ ἀγαθὰ πόσῳ μᾶλλον ἡμεῖς ὀφείλομεν οἱ τὴν βασιλείαν τῶν οὐρανῶν ἔχοντες τῶν πόνων ἀμοιβήν
48243rRom.8.36 ὅτι ἕνεκα σου θανατούμεθα ὅλην τὴν ἡμέραν ματυρίᾳ τοῦ λόγον πιστοῦται
48343rRom.8.36* ἐστι γὰρ προαιρέσει πολλάκις τῆς ἡμέρας ἀποθανεῖν
48443rRom.8.36 ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς πᾶσι φησιν εἰς τὸ ἀδικεῖν προκείμεθα καὶ ὥσπερ τὰ πρόβατα σφαζόμενα οὐκ ἀντιλέγει οὕτως οὐδε ἡμεῖς οἱ ἀπόστολοι
48543rRom.8.36-Rom.8.37 ἂλλ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς ἐπαίρει τὸν ἀκροατὴν ἵνα μὴ καταπέσῃ θλῖψιν ἀκούσας καὶ διωγμὸν καὶ ὅσα εἶπεν καί φησι πάντων κρατοῦμεν χάριτι Χριστοῦ καὶ οὐκ εἶπεν νικῶμεν ἂλλ ἐν τούτοις ὑπὲρ νικῶμεν τουτέστι δι' ὧν ἐπιβουλευόμεθα στεφανούμεθα οἱ γὰρ ἐπίβουλοι πρόξενο στεφάνων ἡμῖν ἂν εὐχαρίστως φέρωμεν
48643rRom.8.37-Rom.8.39 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος ἐπειδὴ ἄνω τὰ παρόντα εἶπέν νυν τὰ μέλλοντα λέγει καί φησι οὔτε ὁ μέλλων θάνατος οὔτε ἡ μέλλουσα ζωὴ οὔτε ἄγγελοι οὔτε δυνάμεις δύνανταί με χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς διὰ Χριστοῦ μοι φησι προξενηθεισης πάντα μέν φησι μικρὰ πρὸς ἐκείνην τὴν ἀγάπην εἶτα ἐπειδὴ πᾶσαν εἶπεν τὴν κτίσιν τὴν ὁρατὴν καὶ νοητὴν προστίθησιν οὔτε τις ἕτερα κτίσις τουτέστιν εἰ καὶ ἄλλη τις παρὰ τὴν οὖσαν ὑποσταίη οὐδε αὕτη μοι είναι τι δοκεῖ πρὸς τὴν ἀγάπην τοῦ θεοῦ ἐπειδὴ δὲ καὶ ἀγγέλων καὶ δυνάμεων ἐμνήσθη μὴ νομίζει τοὺς ἀγγέλους ἡ τὰς δυνάμεις ἀποστῆσαί τινας ἐθέλειν ἀπὸ Χριστοῦ ἄπαγε ἀλλὰ τὸν περὶ θεὸν θερμὸν πόθον σημᾶναι ζητῶν εἰς τούτους υπερηλθεν τοὺς λόγους
486exa43rRom.8.39Θεοδω(ρητου) * s οὔτε βάθος βάθος ὡς οἶμαι τὴν γέενναν ὀνομάζει ὕψος δὲ τὴν βασιλείαν καὶ πρὸς τούτοις τὴν αἰώνιον ζωὴν καὶ τὸν αἰώνιον θάνατον
486exb43rRom.8.39* ἄλλως τουτέστιν οὔτε τὰ ἄγαν ἐπίδοξα οὔτε τὰ ἄγαν ἄδοξα
48743vRom.8.39 οὔτε τις κτίσις ἕτερα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῶ κυρίῳ ἡμῶν ἄνω πρῶτον εἶπεν τὴν ἀγάπην τοῦ θεοῦ ἵνα μὴ ψεύδεσθαι δόξῃ περὶ τῆς ἰδίας λέγων ἀγάπης ὁ γὰρ ἀγαπηθεὶς οὐ θαυμαστὸν εἰ ἀνταγαπᾷ
48843vRom.8.39-Rom.9.2 ἀλήθειαν λέγω ἐν Χριστῶι οὐ ψεύδομαι συμμαρτυρούσης μοι τῆς συνειδήσεως μου ἐν πνεύματι ἁγίῳ ὅτι λύπη μοι ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῆ καρδία μου μέγα θέλει εἰπεῖν διὸ προοδοποιεῖ τῶ πιστευθεναι ὅρα δὲ ἀλήθειαν φησι λέγω ἐν Χριστῷ καὶ οὐ ψεύδομαι καὶ ἡ συνείδησις μοι εἰς τοῦτο μάρτυς σὺν τῶ ἁγίῳ πνεύματι
48943vRom.9.2-Rom.9.3 ηὐχόμεν γὰρ αὐτος ἐγώ ὅρα τὴν ἐπίτασιν οὐκ εἶπεν ἠβουλόμην ἂλλ ευχομην
489ex43vRom.9.3 ἀνάθεμα είναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου τῶν κατὰ σάρκα δοκεῖ μὲν ἐθέλειν ὑπὲρ τῶν ἀδελφῶν τῶν συγγενῶν ἀλλοτριωθῆναι Χριστοῦ τοῦτο γὰρ ἡ τοῦ ἀναθέματος δύναμις ὅμως τῶ ἀκριβῶς θεωροῦντι φανήσεται ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ ταῦτα εἰρηκώς πως ἐπειδὴ ἑώρα τὸν θεὸν βλασφημούμενον ὑπο τῶν Ἰουδαίων ὅτί φησιν ἡμεῖς οἱ τὸν νόμον καὶ τὰς ἐπαγγελίας δεξάμενοι καὶ προπάτορες αὐτοῦ τοῦ Χριστοῦ εἰς οὓς ἦν ἡ υἱοθεσία ἐκβεβλήμεθα ἀντεισῆλθον δὲ ἄνθρωποι ἄρτι τῶν βωμῶν καὶ τῆς κνίσης ἐξελθόντες ἐπεὶ οὖν ταῦτα λέγοντας ᾔδει ὑπὲρ τοῦ μὴ είναι πρόφασιν βλασφημίας κατὰ τοῦ θεοῦ ηβούλετο ἐπιστρέψαι καὶ τοὺς Ἰουδαίους ὡς καὶ ἀνάθεμα ὑπὲρ τούτου ἐθέλειν γενέσθαι ὅπερ δεικτικὸν ἐστι τῆς ἀγάπης τοῦ Χριστοῦ ὃν γὰρ οὐδεμία κτίσις χωρῆσαι ἴσχυεν πως ἂν ἐχώρισεν ἀγάπη συγγενῶν καὶ ἀδελφῶν
489Pha43vRom.9.3
489Phb43vRom.9.3
49043vRom.9.3* ὁ διδάσκαλος φησι πάντων ὁ μυρίους προσδοκῶν στεφάνους ὁ πάντων αὐτοῦ τὴν ἀγάπην προτιμῶν
49143vRom.9.3* διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ τοῦτο εἶπεν ηβούλετο γὰρ αὐτον παρὰ πάντων δοξάζεσθαι ἀλλὰ μὴ βουλόμενος δημοσιεῦσαι τὸ χάρισμα χάρισμα ἦν τὸ οὕτως ἀγαπᾶν τὸν Χριστὸν τοὺς συγγενεῖς ἀγαπᾶν ὑποκρίνεται
491Ph43vRom.9.3
49244rRom.9.3-Rom.9.5 οἵτινες εἰσιν Ἰσραηλῖται ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ ἐπαγγελίαι ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα δεῖξαι θέλει ὅτι ὁ θεὸς οὐδὲν παρῆκεν εἰς τὴν τῶν Ἰουδαίων εὐεργεσίαν αὐτοὶ δὲ οἰκεῖα ἀγνωμοσύνῃ πάντων ἐξέπεσον διὸ καταλέγει τὰς δωρεᾶς τοῦ θεοῦ
492Ph44rRom.9.5
49344rRom.9.5 ὁ ὧν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοῦ αἰῶνας ἀμήν αὐτος τὴν ὑπὲρ πάντων ἀνήγαγεν εὐχαριστίαν εἰ γάρ φησι καὶ Ἰουδαῖοί φησι βλασφημοῦσιν εἰς αὐτον ἂλλ ἐγώ φησιν οτα ἀπόῤῥητα εἰδὼς καὶ τὴν πρόνοιαν αὐτοῦ ἐπιστάμενος οἶδα ὅτι δοξολογεῖσθαι ὑπάρχει ἄξιος οἷα θεός
49444rRom.9.5-Rom.9.6 οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ ἰδού φησιν καὶ ἀνάθεμα ζητῶ γενέσθαι ὑπὲρ τοῦ πιστεῦσαι Ἰουδαίους καὶ ἵνα μὴ δόξῃ ἐψεῦσθαι ὁ θεὸς ἐφ' οἷς ἐπήγγελται καὶ ὅμως εὰν ἴδωμεν ἀκριβῶς οὔτε νυν ἐξέπεσεν ὁ λόγος καὶ ἡ ἐπαγγελία τοῦ θεοῦ ἡ ἐψεύσατο ταῦτα γάρ φησιν εἶπον οὐχ οἷον ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ τουτέστιν οὐκ ἐπειδὴ ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ ἂλλ ἵνα τὴν πρὸς αὐτοὺς ἀγάπην ἐνδείξωμαι καὶ λοιπὸν δείκνυσιν πως ὁ λόγος καὶ ἡ ἐπαγγελία τοῦ θεοῦ ἡ πρὸς Ἀβραὰμ οὐκ ἐκπέπτωκεν ποία δὴ τὰ ἡ τὸ κατ' ἐπαγγελίαν αὐτοῦ σπέρμα λέγουσα ἰσάριθμον ἔσεσθαι τοῖς ἄστροις κατ' ἐπαγγελίαν δὲ αὐτοῦ σπέρμα τὸ τῶν πιστῶν καὶ οὐκ ἐκ πεπτωκότων τῆς θείας προνοίας
494Ph44rRom.9.6
49544vRom.9.6-Rom.9.7 οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ οὐδ ὅτι εἰσι σπέρμα Ἀβραὰμ πάντες τέκνα ἂλλ ἐν Ἰσαὰκ κληθήσεται σοι σπέρμα καί πως φησιν οὐκ ἐξέπεσεν ὁ λόγος τοῦ θεοῦ πως ὅτι οὐ πάντες οἱ ἐξ Ἰσραὴλ Ἰσραηλῖταὶ εἰσιν τουτέστιν σπέρμα Ἀβραὰμ εἶτα σαφηνίζει αὐτο οὐ γὰρ ἐπειδή τινες φησι τέκνα σαρκικὰ τοῦ Ἀβραὰμ ἤδε καὶ τέκνα εἰσι κατ' ἐπαγγελίαν καὶ οἷς ἡ ἐπαγγελία ἐδόθη ἀλλὰ ποία εἰσι τέκνα Ἀβραὰμ ἄκουε φησι τῆς γραφῆς ὅρα δὲ οὐκ εἶπεν ἐξ Ἰακὼβ ἂλλ ἐξ Ἰσραὴλ τὸ τῆς ἀρετῆς γνώρισμα τεθεικὼς τῶ Ἰσραὴλ καὶ δεικνὺς τὴν ἄνωθεν δωρεάν
495Ph44vRom.9.7
49644vRom.9.7-Rom.9.8 τουτέστιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ εἶτα ἑρμηνεύει τὴν ἀναγνωσθεῖσαν γραφήν τι ἐστι τὸ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα ὅτί φησιν οἱ ἐκ τῆς ἐπαγγελίας εἰσι τέκνα οὐκ εἶπεν δὲ τοῦ Ἀβραὰμ ἀλλὰ τοῦ θεοῦ δεικνὺς οὔτε τὸν Ἰσαὰκ ἁπλῶς είναι τοῦ Ἀβραὰμ ἵνα δείξῃ ὅτι οἱ τὴν υἱοθεσίαν ἔχοντες αὐτοὶ εἰσι κατ' ἐπαγγελίαν τέκνα τοῦ Ἀβραάμ
49744vRom.9.8 ἐπεὶ τοῦτω τῶ λόγῳ καὶ Ιδουμαιοι ἐπειδὴ ἀπόγονοι ἦσαν Ἀβραὰμ ὅσον τὸ κατὰ σάρκα ὤφειλον είναι τέκνα τοῦ θεοῦ ἂλλ οὐκ εἰσι κατὰ σάρκα γὰρ αὐτοὶ σπέρμα Ἀβραὰμ ἂλλ ἡμεῖς ἐσμεν καὶ τέκνα τοῦ Ἀβραὰμ οἱ τῆς αὐτῆς πίστεως καὶ τέκνα τοῦ θεοῦ διὰ τῆς κολυμβήθρας
49844vRom.9.8-Rom.9.9 ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῆ Σάρρα υἱος ὅσοι φησι κατὰ τὸν Ἰσαὰκ γεννηθῶσιν οὗτοι εἰσι καὶ σπέρμα Ἀβραὰμ καὶ υἱοὶ θεοῦ ὁ δὲ Ἰσαὰκ {οὐ τά /οὐ κατά }* νόμον ἐγεννήθη φύσεως ἀλλὰ κατὰ δύναμιν ἐπαγγελίας οὐκοῦν οἱ γεννώμενο οὕτως υἱοὶ Ἀβραὰμ εἰσιν οὕτως δὲ ἡμεῖς γενώμεθα διὰ τῆς κολυμβήθρας ῥήμασι γὰρ καὶ ἡμεῖς ἐπαγγελίας γεννώμεθα ῥήμασι μὲν διὰ τὸ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος γίνεσθαι τὰς ἐν τῆ κολυμβήθρα κατάδυσεις ἐπαγγελία δὲ καθὸ οἱ προφῆται πρὸ πολλῶν χρόνων τὸ βάπτισμα εὐηγγελίσαντο ὡς τὸ λούσασθε καθαροὶ γένεσθε
49945rRom.9.9-Rom.9.10 οὐ μόνον δὲ ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν καί τι φησι θαυμαστὸν ὅτι τῶν Ἰουδαίων οἱ μὲν πιστεύσαντες εἰς σπέρμα Ἀβραὰμ λογίζονται οἱ δὲ ἄπιστοι οὐκέτι τοῦτο γὰρ καὶ ἐπὶ τῶν παλαιων εὑρήσεις καὶ γὰρ ὁ Ἰσαὰκ λογίζεται μόνος εἰς σπέρμα καίτοι ὄντων καὶ τῶν ἀπὸ Χεττούρας οὐ μόνον δὲ τοῦτό φησιν ἀλλὰ καὶ ἡ Ῥεβέκκα ἐξ ἑνὸς τοῦ Ἰσαὰκ σπέρμα ἔχουσα καὶ δύο γεννήσασα οὐκ ἔσχεν τοὺς δύο ἀρέσαντας τῶ θεῶ οὐ δὲ λογιζομένους εἰς σπέρμα Ἀβραὰμ οὕτως φησιν καὶ Ἰουδαῖοι οἱ μὲν πιστοὶ καὶ σπέρμα Ἀβραὰμ εἰσι καὶ σώζονται οἱ δὲ ἄπιστοι οὐκέτι
50045rRom.9.10* ἐξ ὧν οὐκ ἔσχεν φησι τοὺς δύο θεῶ ἀρέσαντας
50145rRom.9.10-Rom.9.11 μήπω γὰρ γεννηθέντων τοῦ Ἠσαῦ καὶ τοῦ Ἰακώβ
50245rRom.9.11 μηδὲ πραξάντων τι ἀγαθον ἡ κακὸν ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ ἡ κατὰ πρόγνωσιν ἐκλογή
502Ph45rRom.9.11
50345rRom.9.11* μήπω γάρ τι πράξαντα τὸν Ἰακὼβ ἐκάλεσεν ἀγαπητὸν τὸν γὰρ Ἰακώβ φησιν ἠγάπησα τὸν δὲ Ἠσαῦ ἐμίσησα
50445rRom.9.11-Rom.9.13 οὐκ ἐξ ἔργων ἂλλ ἐκ τοῦ καλοῦντος ἐρρήθη αὕτη ὅτι ὁ μείζων δουλεύσει τῶ ἐλάσσονι καθὼς γέγραπται τὸν Ἰακὼβ ἠγάπησα τὸν δὲ Ἠσαῦ ἐμίσησα οἱ μὲν γὰρ ἄνθρωποι ἴσως μετὰ τὸ γενέσθαι ὁ δὲ θεὸς πρὸ γενέσεως ἐπίσταται τὰ ἐν τῶ ἀνθρώπῳ
50545vRom.9.13-Rom.9.14 τι οὖν ἐροῦμεν μὴ ἀδικία παρὰ τῶ θεῶ μὴ γένοιτο ὁ μὲν Ἠσαῦ φησιν ὡς κακὸς ἐμισήθη τι δὲ ἐροῦμεν περὶ τῶν ἐν τῆ ἐρήμῳ Ιουδαδιων οὐ πάντες ἐμοσχοποίησαν πως οὖν εἴρηται ἐλεήσω ὃν ἂν ελεσω εἰ γὰρ ἀδικία οὐκ ἐστιν παρὰ τῶ θεῶ καὶ ὅμως πάντων μοσχοποιησάντων εἶπεν ἐλεήσω ὃν ἂν ἐλεῶ ἄρα κρυφίοις ὀφθαλμοῖς ὁ θεὸς ἐμβατεύει εἰς τὰς τῶν ἀνθρώπων καρδίας καὶ οὐχ ὥσπερ οἱ ἄνθρωποι οὐκ οὖν οὐδε ἐπὶ τῶν νυν Ἰουδαίων ἀδικεῖ ὁ θεὸς ἀλλὰ καί νυν ὅσοι μὲν ἄξιοι σώζονται πιστεύουσι γὰρ ὅσοι δὲ ἀνάξιοὶ ἀπόλλυνται οὐ πιστεύουσι γάρ
50645vRom.9.14-Rom.9.15 τῶ γὰρ Μωσῇ λέγει ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω ὡσεὶ εἶπεν ἐγὼ οἶδά τινες ἄξιοι σωτηρίας καὶ ὅσοι οὐ εἰ οὖν φησι Μωϋσῆς ἠγνόει σχολῇ γοῦν ἡμεῖς γνοίημεν τὰς αἰτίας τῶν γινομένων
50745vRom.9.15-Rom.9.16 ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδε τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ {δεῖ οὖν /δεῖ μὲν οὖν }* θέλειν καὶ τρέχειν καὶ τὴν ἑαυτοῦ ἕκαστον δύναμιν πληροῦν πλὴν ὅτι δίχα βουλῆς θεοῦ οὔτε ὁ θέλων οὔτε ὁ τρέχων ἀνύει τι πλέον
507Ph45vRom.9.16
50845vRom.9.16* ἐδοκει αὐτω ἀντικεῖσθαι τι δήποτε ἐκβέβληται οἱ Ιουδαισμος παρὰ τῶ θεῶ ἀντεισήχθη δὲ ἡ πίστις θέλων οὖν ἡμᾶς παιδεῦσαι μὴ ἀπαιτεῖν εὐθύνας τὸν θεὸν ὧν πράττει ἀλλὰ πάντα ἡγεῖσθαι καλὰ κἂν ἡμεῖς ἀγνοῶμεν πολλὰ θεματοφορεῖ τὸ δυστέκμαρτον τῶν τοῦ θεοῦ κριμάτων παριστῶν
50945vRom.9.16-Rom.9.17 λέγει γὰρ ἡ γραφὴ τῶ φαραὼ ὁ τούτου τὴν λύσιν κάτω λέγει ὅτί φησιν ὁ φαραὼ διὰ τὴν οἰκείαν κακίαν ἔπαθεν ἅπερ ἔπαθεν ὡς ὅγε θεὸς σῶσαι αὐτον ἤθελεν τοιγαροῦν καὶ ἐμακροθύμει χώραν αὐτω μετανοίας διδούς
509ex46rRom.9.17Οικου(μενιου) s ὅτι εἰς αὐτο τοῦτο ἐξήγειρὰ σε ὅπως ἐνδείξωμαι ἐν σοι τὴν δύναμιν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομα μου ἐν πάσῃ τῆ γῆ δύναμις θεοῦ ἡ μακροθυμία καὶ δύναμις μεγίστῃ τις γὰρ οὐ κἂν ἐκπλαγείη τοσοῦτον μακροθυμήσαντος τοῦ θεοῦ φησιν οὖν ὅτι εἰς τοῦτό σε συγκεχώρηκα βασιλεῦσαι ὅπως δειχθῇ πως εἰμι μακρόθυμος
51046rRom.9.17-Rom.9.18 ἄρα οὖν ὃν θέλει ἐλέει ὃν δὲ θέλει σκληρύνει τὸν ἄξιον τοῦ ἐλεεῖσθαι ἐλέει τὸν δὲ σκληρὸν καὶ ἀπειθῇ σκληρὸν καὶ ἀπειθῇ είναι συγχωρεῖ οὐ γὰρ κρίσεως ὁ παρὼν καιρὸς ἀλλὰ πολιτείας καὶ αὐτεξουσιότητος τὸ γὰρ σκληρύνει σκληρὸν είναι συγχωρεῖ νοήσεις
510exa46rRom.9.18Γρεγοριου Νυ(σης) * s ἄρα οὖν ὃν θέλει ἐλέει ὃν δὲ θέλει σκληρύνει τὸ ἐσκληρῦνθαι παρὰ θεοῦ τὸν Αἰγύπτιον τύραννον οὐχ ὡς τὴν ἀντιτυπίαν ἐν τῆ ψυχὴ αὐτοῦ τῆς θείας βουλήσεως ἐντιθείσης νοητέον ἀλλὰ τῆς προαιρέσεως διὰ τῆς πρὸς τὴν κακίαν {προσκλίσεως μαλασσοντα /προσκλίσεως τὸν ἐκμαλάσσοντα }τὴν ἀντιτυπίαν λόγον οὐ δεχομένης
510exb46rRom.9.18του αγιου Βασι(λιου) * ἐσκλήρυνεν ὁ θεὸς τὸν φαραὼ τῆ μακροθυμία καὶ τῆ τῆς τιμωρίας ἀναβολῇ ἐπιτείνων αὐτοῦ τὴν κακίαν ἵνα εἰς τὸν ἔσχατον ὅρον αὐξηθείσης αὐτοῦ τῆς πονηρίας τὸ δίκαιον ἐπ' αὐτω τῆς θείας κρίσεως διαφανῇ
51146rRom.9.18-Rom.9.20 ἐρεῖς οὖν μοι τι ἔτι μέμφεται τῶ γὰρ βουλήματι αὐτοῦ τις ἀνθέστηκεν μενοῦνγε ὦ ἄνθρωπε σὺ τις εἰ ὁ ἀνταποκρινομενος τῶ θεῶ ὡς ἐξ ἀκολουθίας ἴσως ἐρεῖς τι οὖν λοιπὸν παρ' ἡμᾶς εἶτα ἐπιστομίζει τοὺς πάντα εθελοντας μαθεῖν αποιει ὁ θεὸς καὶ τοὺς λόγους αὐτῶν εἰδέναι ὑπὲρ γὰρ ὧν μανθάνεις φησιν χάριν ἔχε ὑπὲρ δὲ ὧν ἀγνοεῖς μὴ δυσχεραινε γινώσκων ὅτι κατάλογον πάντα προβαίνει κἂν σὺ τοὺς λόγους ἀγνοῇς καλὸν δὲ τὸ σύ τις εἰ κοινωνός φησιν εἰ τῆς ἀρχῆς αὐτω ἀλλὰ κριτής τις εἰ
511ex46rRom.9.20
51246rRom.9.20 μὴ ἐρεῖ τὸ πλάσμα τῶ πλάσαντι τι με πεποιηκας οὕτως οὐ τὸ αὐτεξούσιον ἀναιρῶν λέγει ταῦτα ἄπαγε ἀλλὰ δεικνὺς ὡς πᾶσι τρόποις χρὴ πείθεσθαι τῶ θεῶ κἂν αγνωμεν τοὺς λόγους τῶν γινομένων ὡς ἐν τῶ γε ἀπαιτεῖν τῶν γινομένων εὐθύνας τὸν θεὸν ἡ μὴ ἀπαιτεῖν πεπεῖσθαι προσήκει μηδὲν πηλοῦ διαφέρειν
51346vRom.9.20-Rom.9.21 ἡ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι o μὲν εἰς τιμὴν σκεῦος ἔχει φησιν ὁ θεὸς ἐξουσίαν ἐγεῖρων τοὺς νεκροὺς τοὺς μὲν εἰς δόξαν τοὺς δὲ εἰς αἰσχύνην ἔγειραι κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστῳ βεβιωμένων οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος
51446vRom.9.21* οὐκ ἐπειδὴ τοὺς μὲν ἀγαθοὺς τοὺς δὲ οὐ τοιούτους ποιεῖ ὁ θεὸς ἄπαγε ἀλλὰ πάντα μὲν τὰ τοῦ θεοῦ χρηστὰ πρὸς πάντας κοινὰ καὶ τό γε ἧκον εἰς αὐτον ηβούλετο πάντας εὐδοκιμεῖν ἂλλ ὡς πρὸς τὴν ἐξουσίαν ἦν ἔχει ὁ θεὸς ποιεῖν αβουλεται τοῦτο αὐτω εἴρηται πάντως δὲ καλῶς καὶ πρεπόντως ποιεῖ κἂν ἡμεῖς τοὺς λόγους ἀγνοῶμεν καί φησιν ὥσπερ ὁ κεραμεὺς ὁ θέλει ποιεῖ καὶ ὁ πηλὸς οὐδὲν ἀντιλέγει ἡ περιεργάζεται οὕτως μὴ δὲ σύ φησιν περιεργάζου ἡ ἀγνοῶν δυσχεραινε ἃ ἂν ὁ θεός σε ἀγνοεῖν βούληται καὶ γὰρ καὶ ἄγνοια σοι πάντως συμφέρει ἡ γὰρ ἂν ἐδιδάχθης
51546vRom.9.21-Rom.9.22 εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ μακροθυμίαν ἠθέλησεν ἐνδείξασθαι ἂλλ ἐπειδὴ εἰς ἀπόνοιαν τῆ μακροθυμία τοῦ θεοῦ ἐχρήσατο λοιπὸν ὀργὴν ἐνεδείξατο
515ex46vRom.9.22Οικου(μενιου) * s εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ οὐκ ἄρα ὀργῆς πάθει ἥλω θεὸς ἄπαγε ἂλλ ἐπειδὴ ταῦτα ἐποίησεν ἃ ἡμεῖς ὀργιζόμενοι ποιοῦμεν ὀργὴν τὸ πρᾶγμα ἐκάλεσεν ἐκ τοῦ ἡμῖν γνωρίμου
515Ph46vRom.9.22
51646vRom.9.22 ἤνεγκεν ἐν πολλὴ μακροθυμία τουτέστιν πάνυ ἐμακροθύμησεν εἰς μετάνοιαν ἄγων ὡς δὲ οὐκ ἦλθεν πρὸς σωφρονισμὸν ἐτιμωρήσατο αὐτον
516Ph46vRom.9.22
51746vRom.9.22 σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν σκεῦος ἦν ὀργῆς ὁ φαραὼ τουτέστιν ἄνθρωπος τὴν τοῦ θεοῦ ἀνάπτων ὀργὴν ἡ τὴν τοῦ θεοῦ ὀργὴν ἐπισπώμενος καὶ οὐ μόνον τοῦτο ἀλλὰ καὶ κατηρτισμένος εἰς ἀπώλειαν τουτέστιν ἀπηρτισμένος τέλειος πρὸς τὸ δεῖν ἀπολέσθαι τοῦτο δὲ οὐ παρὰ τοῦ θεοῦ ἀλλὰ παρὰ τὴν οἰκείαν κακίαν
51846vRom.9.22* τι φησιν ἀλογίαν καταγινώσκεις τοῦ θεοῦ κατὰ ὑποστιγμὴν ἀναγνωστέον
518Pha46vRom.9.22
518Phb46vRom.9.22
51947rRom.9.22-Rom.9.24 καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους ἃ προητοίμασεν εἰς δόξαν οὓς καὶ ἐκάλεσεν ἡμᾶς ὥσπερ φησιν εἰς τὰ σκεύη τῆς ὀργῆς τουτέστιν {τῶν φαραώ /τὸν φαραώ }* τὸν φαραὼ ἤνεγκεν ὀργὴν πολλὰ πρότερον μακροθυμήσας οὕτως καὶ εἰς σκεύη ἐλέους τουτέστιν εἰς ἀξίους τοῦ ἐλεεῖσθαι ἡμᾶς ἤνεγκε φιλανθρωπίαν τοῦτο γὰρ συνυπακουστέον
519Ph47rRom.9.24
52047rRom.9.24* προητοίμασεν δὲ ἐπεὶ ἔγνω ἀξίους ἐλέου διὰ τὴν πίστιν τοῦτο δὲ εἰς δόξαν αὐτοῦ συντείνει
52147rRom.9.24-Rom.9.25 οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν ὡς καὶ ἐν τῶ Ὡσηὲ λέγει ὁρᾷς ὅτι οὐ μονομερὴς ὁ θεὸς ἀλλὰ καὶ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν σώζει διὰ τῆς πίστεως τοὺς ἀξίους σωτηρίας
52247rRom.9.25 καλέσω τὸν οὐ λαὸν μου λαὸν μου ὅτι δέ φησιν οὐχ ἁπλῶς οὐδε ὡς ἂν εἴποι τις μονομερῶς ἔσωσεν ὁ θεὸς τοὺς ἐξ ἐθνῶν πιστοὺς ἂλλ ἐπειδὴ ἄξιοι ἦσαν σωτηρίας παράγει τὸν προφήτην πρὸ τοσούτων χρόνων προαναφωνοῦντα ἰδοὺ γὰρ ὁ θεὸς καὶ λαὸν καὶ ἠγαπημένην ἐκκλησίαν καὶ υἱοὺς καλεῖ τοὺς ἐξ ἐθνῶν τι δήποτε πάντως διὰ τὴν αὐτῶν εὐγνωμοσύνην καὶ πίστιν
52347rRom.9.25 καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἥτις οὐκ ηγαπη τὸ πρότερον οὐ γὰρ ἐγίνωσκεν θεόν
52447vRom.9.25-Rom.9.26 καὶ ἔσται ἐν τῶ τόπῳ οὐ ἐρρήθη αὐτοῖς οὐ λαὸς μου ὑμεῖς ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος τὰ γὰρ ἔθνη {απερνητω /απερνειτο }* ὁ θεὸς πάλαι διὰ τὴν δεισιδαιμονίαν
52547vRom.9.26-Rom.9.27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ οὐδέν φησιν υποστελλεομενος βοᾷ
52647vRom.9.27 εὰν ἦι ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης τὸ κατάλειμμα σωθήσεται οὐ πάντες φησιν ἀλλὰ μέρος ἐξ αὐτῶν τοῦτο γὰρ τὸ κατάλειμμα
526Ph47vRom.9.27
52747vRom.9.27-Rom.9.28Οικου(μενιου) λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνη τὸ συντελῶν δηλοῖ ὅτι πέρας ἔχουσι πάντες λόγοι πίστεως καὶ γνώσεως θεοῦ καὶ οὐκ ἔσται ἕτερος μετὰ τοῦτον τόν νυν κηρυσσόμεον οὐχ ὥσπερ ἦν τὰ Ἰουδαίων καὶ μετεπέσεν εἰς τά νυν ἂλλ ἐπὶ συντέλεια πάσης πίστεως καὶ παντὸς λόγου δέδοται ὅ νυν τῆς πίστεως λόγος
527Ph47vRom.9.28
52847vRom.9.28 ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐπὶ τῆς γῆς ὁ δὲ λέγει τοιοῦτὸν ἐστιν ὅτι λόγος ὁ δὲ συντετμημένος καὶ συντετελεσμένος ὁ τῆς πίστεὼς ἐστιν
52947vRom.9.28* τὴν πίστιν λέγων εὰν γάρ φησιν εἴπῃς ἐν τῶ στόματι σου κύριον Ιησον καὶ πιστεύσῃς ἐν τῆ καρδία σου ὅτι ὁ θεὸς αὐτον ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ ὁρᾷς τὴν συντομίαν
53047vRom.9.29 καὶ καθὼς προείρηκεν Ἠσαΐας εἰ μὴ κύριος σαβαὼθ * ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν * δυνάμεων στρατιῶν
53147vRom.9.29* διά τε τὴν αὐτοῦ χάριν καὶ διὰ τὴν τῶν καταλειφθέντων εὐγνωμοσύνην
531ex47vRom.9.29Οικου(μενιου) * δύνῃ δὲ καὶ περὶ Χριστοῦ νοῆσαι τοῦτο ὥς φησιν ὁ ἐν ἁγίοις Κύριλλος
531Ph47vRom.9.29
53247vRom.9.29-Rom.9.30 τι οὖν ἐροῦμεν ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην ἰδοὺ ἡ πᾶσα λύσις τινος ἕνεκεν οἱ πιστοὶ ἐσώθησαν οἱ δὲ ἐναπομείναντες τῶ Ἰουδαϊσμῷ οὐκέτι
53347vRom.9.30* τὸ γὰρ ξένον ὅτι μὴ διώκοντα κατέλαβεν οἱ δὲ Ἰουδαῖοι διώκοντες οὐ κατέλαβον
533Ph47vRom.9.30
53448rRom.9.30-Rom.9.31 δικαιοσύνην δὲ τὴν ἐκ πίστεως Ἰσραὴλ δὲ διώκον νόμον δικαιοσύνης εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν αὕτη γὰρ ἡ ἀληθῶς δικαιοσύνη ὡς ἥγε τοῦ νόμου ψευδής
53548rRom.9.31* τουτέστι τὴν ἐκ νόμου δικαιοσύνην
53648rRom.9.31* οὔτε γὰρ τὰ ἐν τῶ νόμῳ ἐφύλαξεν
53748rRom.9.31-Rom.9.32 διὰ τι ὅτι οὐκ ἐκ πίστεως ἂλλ ὡς ἐξ ἔργων νόμου ἠθέλησε φησι δικαιωθῆναί τι οὖν αἴτιον τοῦ μὴ φθάσαι τὴν δικαιοσύνην ὅτι ἐξ ἔργων ἐζήτησὲν δικαιωθῆναί τις δὲ ἐξ ἔργων δικαιοῦται ἄνθρωπος ὧν
53848rRom.9.32 προσέκοψαν γὰρ τῶ λίθῳ τοῦ προσκόμματος προσέκοψαν ἠπίστησάν πως δέ τις προσκόπτει ἐὰν ἔξω προσέχῃ καὶ οὗτοι τοίνυν τῶ νόμῳ προσέχοντες προσέκοψαν
53948rRom.9.32-Rom.9.33 καθὼς γέγραπται ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτω οὐ καταισχυνηθεσεται προσκόμματος λίθον καὶ πέτραν σκανδάλου τὸν κύριον καλεῖ ἐκ τῶν εἰς αὐτον προσκοψαν τῶν καὶ σκανδαλισθέντων τὸ ὄνομα ἐπιθείς
54048rRom.9.33* ὁρᾷς ὅτι οὐ μονομερὴς ὁ θεὸς ἀλλὰ πᾶς ὁ πιστεύων εἰς αὐτον σωθήσεται τοῖς μὲν γὰρ ἀπίστοις ἐναντίως ἤπερ ἔχει φύσεως γίνεται τοῖς δὲ πιστοῖς κατὰ φύσιν
539ex48rRom.9.33Θεοδ(ωρητου) * s καθὼς γέγραπται ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτω οὐ καταισχυνηθεσεται προσπταίειν εἰώθασιν οἱ ἑτέρωσε τὴν διάνοιαν ἔχοντες καὶ τὴν ὁδὸν προσκοπεῖν οὐκ ἐθέλοντες τοῦτο πεπόνθασιν Ἰουδαῖοι περὶ γὰρ δὴ τὰ περιττὰ τοῦ νόμου κεχηνότες τὸν ὑπο τῶν προφητῶν προαγορευθέντα λίθον ἰδεῖν οὐκ ἠθέλησαν
54148rRom.9.33-Rom.10.1 ἀδελφοὶ ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν θεὸν ὑπὲρ τοῦ Ἰσραὴλ ἐστιν εἰς σωτηρίαν τὴν σφοδραν ἐπιθυμίαν
541Ph48rRom.10.1
54248rRom.10.1* μέλλων τῶν Ἰουδαίων καθάπτεσθαι προεισφέρει εὔνοιαν τοῦ λόγου ἵνα μὴ δόξῃ μισοῦντος είναι ἀλλὰ κηδομένου τὰ ῥήματα τῆς ἐπιτιμήσεως φησι δὲ ὅτι καὶ σφόδρα ἐπιθυμῶ καὶ δέομαι αὐτοὺς σωθῆναι
542Ph48rRom.10.1
54348rRom.10.1* δοκεῖ χαρίζεσθαὶ αὐτοῖς μαρτυρῶ φησιν αὐτοῖς ὅτι οὐ δι' ἄνθρωπὸν εἰσιν ἀπεσχισμένοι Χριστοῦ ἀλλὰ διὰ ζῆλον δῆθεν θεοῦ τοῦτο δὲ κατὰ ἄγνοιαν πράττουσιν νομίζοντες γὰρ τὸν νόμον είναι καλὸν ἀπιστοῦσι τῶ σώζειν δυναμένῳ Χριστῷ
54448vRom.10.1-Rom.10.2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν ἂλλ οὐ κατ' ἐπίγνωσιν ζῆλον φησιν ἔχουσιν ἂλλ οὐχ ἵνα ἐπιγνῶσι τὸ ὄντως καλὸν ὃ ἐστι Χριστὸς εἰ γὰρ τοιοῦτον ἔσχον ζῆλον ἐπέγνωσαν ἄν
54548vRom.10.2-Rom.10.3 ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην ῥῆμα συγγνώμης
54948vRom.10.3* οἷον πειθήνιον οὐχ ὑπέθηκαν αὐχένα
54648vRom.10.3 καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι θεοῦ δικαιοσύνην καλεῖ τὴν εἰς Χριστὸν πίστιν διὰ τὸ χάριτος δεῖσθαι θεοῦ
54748vRom.10.3* ἰδίαν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου καλεῖ ἡ διὰ τὸ μηκέτι ἰσχύειν ἡ διὰ τὸ δεῖσθαι πόνων καὶ ἱδρώτων
547Ph48vRom.10.3
54848vRom.10.3 τῆ δικαιοσύνη τοῦ θεοῦ οὐχ ὑπετάγησαν δηλονότι οὐδε τὴν ἐν νόμῳ ἐπλήρωσαν ζητοῦντες γὰρ στῆσαι οὐκοῦν οὐκ ἔστησαν
55048vRom.10.3-Rom.10.4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῶ πιστεύοντι τέλος γὰρ νόμου Χριστὸς ἐν τῶ θ βιβλίῳ κατὰ Ἰουλιανοῦ οὕτως κεῖται ὅτι τὸ τέλος καὶ οἷον ἀναίρεσις τοῦ νόμου καὶ πλήρωσις ὁ Χριστός
550Ph48vRom.10.4
55148vRom.10.4* ἐπειδὴ ὅλως καὶ τὴν ἐκ νόμου δικαιοσύνην ἐκάλεσεν ἵνα μὴ νομίσωσιν ὅτι δύναται δικαιῶσαι ὁ νόμος φησιν τέλος είναι καὶ πλήρωμα τοῦ νόμου τὸν Χριστὸν τὸ γὰρ τέλειον ὁ νόμος ἐν τῆ εἰς Χριστὸν ἔχει πίστει ὁ οὖν πιστεύων Χριστῷ πληροῖ τὸν νόμον
55248vRom.10.4* εἰς τὸ δικαιοῦν τὸν ὄντως τελειωτὴν τοῦ νόμου τουτέστιν τὸν πιστόν
55349rRom.10.4-Rom.10.5 Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὄρος τῆς ἐν νόμῳ δικαιοσύνης
55449rRom.10.5 ὅτι ὁ ποιήσας αυτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς οὐκοῦν οὐκ ἑνὶ σωθῆναι τὸν μὴ πληροῦνται τὰ ἐν αὐτω ἐπεὶ οὖν οὐδεὶς ἀνθρώπων ἐπλήρωσεν ἐξέπεσεν ἡ διὰ νόμου δικαιοσύνη καὶ ἀπρακτεῖ
55549rRom.10.5-Rom.10.6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει εἰρηκὼς τὴν ἐκ νόμου δικαιοσύνην λέγει καὶ τὴν ἐκ πίστεως καὶ δείκνυσιν οὐχ οὕτως οὖσαν ἐπίπονον τοιγαροῦν ταύτην μέν τινες ἔφθασαν ἐκείνην δὲ οὐδείς
55649rRom.10.6-Rom.10.7 μὴ εἴπῃς ἐν τῆ καρδία σου τις ἀναβήσεται εἰς τὸν οὐρανὸν τουτέστιν Χριστὸν καταγαγεῖν ἡ τις καταβήσεται εἰς τὴν ἄβυσσον τουτέστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν ἵνα μὴ νομισθῇ ἡ πίστις εὐκατόρθωτος καὶ εὐκαταφρόνητος διὰ τοῦτο δείκνυσι καὶ αὐτὴν πόνου δεομένην καὶ πρὸς τοὺς ἀφανεῖς λογισμοὺς ἔχουσαν τὴν πάλην μὴ εἴπῃς γὰρ μηδὲ ἐν καρδία τουτέστι μηδὲ ἐνθυμηθῇς ἀλλὰ πάντα λογισμὸν ἔκβαλε ἔξω
55749rRom.10.7-Rom.10.8 ἀλλὰ τι λέγει ἐγγὺς σου τὸ ῥῆμα ἐστιν ἐν τῶ στόματι σου καὶ ἐν τῆ καρδία σου τουτέστιν τὸ ῥῆμα τῆς πίστεως ὁ κηρύσσομεν σύντομος μὲν ἡ σωτηρία καὶ οὐ δεομένη τῶν ἔξωθεν κόπων ἐν γὰρ τῆ διάνοια καὶ τῆ γλωττη κεῖται πλὴν στεῤῥᾶς δεῖται καὶ νουνεχοῦς ψυχῆς
55849rRom.10.8-Rom.10.9 ὅτι εὰν ὁμολογήσῃς ἐν τῶι στόματι σου κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῆ καρδία σου ἔδειξέν πως ἐν καρδία οἷον ἐν λογισμῷ καὶ γλώσσῃ κεῖται ἡ σωτηρία
55949rRom.10.9 ὅτι ὁ θεὸς αὐτον ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ τρόπον λέγει δι' ουτις εναχθει πρὸς τὴν πίστιν ἐν νοησον φησι τὸ δυνατὸν τοῦ ἐγείραντος καὶ οὐ δυσχερανεῖς πρὸς τὴν πίστιν
56049rRom.10.9-Rom.10.10 καρδία γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν καρδίαι μὲν γάρ φησιν πιστευόμενος ὁ Χριστὸς δίκαιοι στόματι δὲ ὁμολογούμενος σώζει
560ex49vRom.10.10
56149vRom.10.10-Rom.10.11 λέγει γὰρ ἡ γραφὴ πᾶς ὁ πιστεύων ἐπ' αὐτῶι οὐ καταισχυνθήσεται τὴν μαρτυρίαν ἤγαγεν ἵνα δείξῃ μὴ οὖσαν ἐν τῆ πίστει διαφορὰν Ἰουδαίου καὶ ἐθνικοῦ πᾶς γάρ φησιν ὁ πιστεύων
56249vRom.10.11-Rom.10.12 οὐ γὰρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος τὸ πᾶσι κοινὸν τῆς χάριτος ἀνακηρύττει καὶ ὅπερ ἐποίησεν ἄνω πολλοῖς λόγοις θέλων καταγαγεῖν τὸ φύσημα τῶν Ἰουδαίων νυν διὰ βραχέων ποιεῖ ὅτι οὐκ ἑνὶ μέσον Ἰουδαίου καὶ ἐθνικοῦ
56349vRom.10.12 ὁ γὰρ αὐτος κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτον ἄνω περὶ τοῦ πατρὸς ἔλεγεν ἡ Ἰουδαίων ὁ θεὸς μόνον οὐχὶ δὲ καὶ ἐθνῶν νυν δὲ τὸ αὐτο περὶ τοῦ υἱοῦ λέγει οὕτως ὅτι οὐκ οἶδεν διαφορὰν τῆς ἁγίας τριάδος
56449vRom.10.12* δείκνυσι τὸν Χριστὸν σφόδρα ἐφιέμενον τῆς ἡμετέρας σωτηρίας ὅπουγε πλοῦτον ἴδιον ἡγεῖται τὸ πολλοὺς πιστεῦσαι καὶ σωθῆναι τοῦτο δὲ ποιεῖ παιδεύων αὐτοὺς μὴ ἀπογνῶναι ἑαυτῶν ὁ γάρ φησι πλοῦτον οἰκεῖον ἡγούμενος τὸ σώζειν οὐκ ἄν ποτε ὀκνήσῃ ἡ ἀναβάληται σῶσαι
56549vRom.10.12-Rom.10.14 πᾶς γὰρ ὃς ανεπικαλεσηται τὸ ὄνομα κυρίου σωθήσεται πως οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν εἰπὼν οὐδὲν πλέον ἔχουσιν Ἰουδαῖοι τῶν ἐθνικῶν μάρτυς δὲ ὁ Ἰωήλ
56649vRom.10.14* εἶπεν πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται πως τοιγαροῦν ἔσται αὐτοῖς ἐπιτυχεῖν τῶν τοῦ προφήτου ῥημάτων ἀνθρώποις πιστεῦσαι μὴ εθελησασιν ἑαυτοὺς τοιγαροῦν μεμφέσθωσαν ἀποκλείουσι τὴν σωτηρίαν ἀφ' ἑαυτῶν
566Ph49vRom.10.14
56750rRom.10.14 πως δὲ πιστεύσουσι οὐ οὐκ ἤκουσαν κατὰ τὸ ἀκολουθον γὰρ καὶ τοῦτο συμβαίνει ἐπειδὴ γὰρ τῶν αὐτοῦ λόγων ἀκοῦσαι οὐκ ἠβουλήθησαν εἰκοτως οὐδε ἐπίστευσαν
56850rRom.10.14 πως δὲ ἀκούσωσι χωρὶς κηρύσσοντος τοιγαροῦν ἰδού φησι κηρύσσω καὶ προσῆκον ὑμᾶς ἀνασχέσθαι τῶν λόγων καὶ τῶν ἐλέγχων
56950rRom.10.14-Rom.10.15 πως δὲ κηρύξουσιν εὰν μὴ ἀποσταλῶσιν δείκνυσιν ὅτι οὐκ ἐξ οἰκείας αὐθεντίας ἦλθεν εἰς τὸ κηρύξαι αὐτοῖς ἂλλ ἀποσταλεὶς παρὰ Χριστοῦ τοῦτο ἑαυτὸν αξοπιστον ποιῶν
57050rRom.10.15 καθὼς γέγραπται ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην οὐ μόνον φησιν ὅτι ἀπέσταλμαι ἀλλὰ καὶ πάλαι τὸ δεῖν ἀποστολὴν γενέσθαι προείρητο ἀξιοπιστος οὖν κατ' ἄμφω ἐκ τε τῆς ἀποστολῆς ἐκ τε τοῦ προωρίσθαι τὴν ἀποστολήν
57150rRom.10.15* οἱ πόδες αὐτῶν ενεγκωμιασθωσαν διὰ τὸν τοῦ κηρύγματος τρόπον
57250rRom.10.15 τῶν εὐαγγελιζομένων τὰ ἀγαθά εἰ τοίνυν ἄλλως οὐκ ἦν πιστεῦσαι δίχα τοῦ ἀκοῦσαι καὶ δίχα τοῦ κηρύξαι κεκήρυκται δὲ καὶ ἤκουσαν εὔδηλον ὡς ὁ θεὸς μὲν οὐδὲν ἐλλέλοιπεν οἱ δὲ μὴ πιστεύοντες ἑαυτοῖς μεμφέσθωσαν
57350rRom.10.15-Rom.10.16 ἂλλ οὐ πάντες ὑπήκουσαν τῶι εὐαλγγελίωι Ἠσαΐας γὰρ λέγει κύριε ἐπειδὴ τοῦτο αὐτω ἀντέκειτο ὅτι εἰ ἀπὸ θεοῦ ἀπεστάλητε διά τι μὴ πάντες ὑπήκουσαν τῶ εὐαγγελίῳ καί φησιν ὅτι καὶ τοῦτο πρὸ πολλοῦ ἐλεγχθῇ διὰ γὰρ τὸ είναι ἡμᾶς αὐτεξιουσίους οὐδένα πρὸς βίαν ἄγει ὁ θεός
57450rRom.10.16 τις ἐπίστευσε τῆι ἀκοῆι ἡμῶν εἰ τοῦτό σε φησι σκανδαλίζει τὸ μὴ πάντας ὑπακοῦσαι αυτοσε τοῦτο πιστεῦσαι πεισάτω ἐπειδὴ προελεγχθη ὡς οὐ πάντες πιστεύσωσιν
57550vRom.10.16-Rom.10.17 ἄρα οὖν ἡ πίστις ἐξ ἀκοῆς ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ ἐπειδὴ ἀεὶ Ἰουδαῖοι σημεῖα ἐπεζήτουν πρόφασιν λαβὼν τὸ προφητικὸν ἐντρέπει αὐτοὺς ὡς οὐ χρὴ σημεῖα ἐπιζητεῖν ἡ γὰρ πίστις ὡς ὁρᾶτε ἐξ ἀκοῆς οὐκ ἐκ σημείων γίνεται
57650vRom.10.17* καὶ ἐπειδὴ ἀκοὴν εἶπεν ἐπάγει διὰ ῥήματος θεοῦ μή φησιν εὐτελές τι νομίσῃς τὴν ἀκοὴν οὐκ ἐστιν ανθρωπινα ῥήματα τὰ λαλούμενα ἀλλὰ τοῦ θεοῦ
57750vRom.10.17-Rom.10.18 ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν ἐπειδὴ εἶπεν ἡ πίστις ἐξ ἀκοῆς ἂλλ ἐρεῖ φησι τις μὴ οὐκ ἤκουσαν οἱ Ἰουδαῖοι καί φησιν ὅλη ἡγῇ ἤκουσεν ὡς μαρτυρεῖ καὶ ὁ προφήτης καὶ οἱ Ἰουδαῖοι παρ' οἷς μάλιστα κεκήρυκται οὐκ εἶχον ἀκοῦσαι
57850vRom.10.18-Rom.10.19 ἀλλὰ λέγω μὴ οὐκ ἔγνω Ἰσραήλ ναί φησιν ἐκήρυξαν μὲν πολλοὶ εἰκὸς δὲ τοὺς ἐξ Ἰσραὴλ μὴ γνῶναι τοῦ κηρύγματος τὴν δύναμιν καί πως ἑνὶ τοῦτό φησιν ὅτι τὰ μὲν ἔθνη οἷς οὐδὲν προείρητο ἔγνωσαν ὁ δὲ Ἰσραὴλ οὐκ ἔγνω καίτοι προακούσας ἰδοὺ γὰρ αὐτος ὁ νομοθέτης φησιν ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει ὡς οὖν τοὺς ἐξ ἐθνῶν ἑωρᾶτε προσερχομένους τῆ πίστει καὶ ἔτι μὴν ἐρχομένους ἑαυτοὺς ἀποῤῥιπτομένους ἔδει ὑμᾶς τὴν αἰτίαν εἰδέναι μᾶλλον δὲ ἑκοντες ἐπελάθεσθε τῶν οὕτως σαφῶν προῤῤήσεων
57950vRom.10.19 πρῶτος Μωσῆς λέγει ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς δεύτερος γὰρ εἶπεν Ἠσαΐας
58050vRom.10.19* οἷον παρακνησω μεγίστῃ δὲ ἡ τοῦ πράγματος ἰσχὺς πολλάκις γὰρ ὁ παρακλήσει μὴ πεισθεὶς ἐπείσθη τῶ παρακνισμῷ
58150vRom.10.19* τι γὰρ εὐτελέστερον ἡ ἀσυνετώτερον εἰδωλολατρῶν
58251rRom.10.19-Rom.10.20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει ᾑρήσατο φησι καὶ κινδυνεῦσαι μᾶλλον ἡ συνεσκιασμεην εἰπεῖν τὴν οἰκονομίαν
58351rRom.10.20 εὑρέθην τοῖς ἐμε μὴ ζητοῦσιν ἐμφανὴς ἐγενόμην τοῖς ἐμε μὴ ἐπερωτῶσιν τινες δὲ οἱ μὴ ζητοῦντες μήτε ἐπερωτῶντες οἱ ἐξ ἐθνῶν δηλάδη ὁρᾷς πόσας εἶχον τοῦ γνῶναι ἀφορμὰς ὁρῶντες γὰρ διὰ τῆς πίστεως εὐδοκιμοῦντα τὰ ἔθνη ὤφειλον ἀνανῆψαι ἂλλ ἑκοντες απετυφλωθησαν
58451rRom.10.20* τῶν ἐθνῶν καθαίρει τὸ φρόνημα ὅτί φησιν τὸ πᾶν χάριτος ἦν ὅμως ἐστι καὶ τῶν ἐθνῶν τὸ γὰρ τὸν εὑρεθέντα καὶ φανέντα μηκέτι ἐάσαι τῆς αὐτῶν ἦν ἀρετῆς
58551rRom.10.20-Rom.10.21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖρας μου ὦ κατηγορίας Ἰουδαίων ἵνα γὰρ μὴ λέγωσιν διατὶ ἡμῖν μὴ γέγονεν ἐμφανὴς τὸ πλέον ἐπ' αὐτῶν γενόμενον ἔδειξεν ὅτι καὶ παρεκάλει καὶ οὐκ ἠκούσθη ὁ κύριος ὅλην δέ φησιν τὴν ἡμέραν οἷον τὸν τῆς ένανθρωπησεως καιρὸν ἡ μᾶλλον πάντα τὸν ἔμπροσθεν ἐξ ἧς ἐξῆλθον ἐξ Αἰγύπτου
585Ph51rRom.10.21
58651rRom.10.21 πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα ὁ μὲν θεὸς ἐκάλει καὶ οἷον ἐναγκαλίσασθαι ηβούλετο τι δὲ αὐτοὶ * ἠπείθουν καὶ ἀντέλεγον
58751rRom.11.1 λέγω οὖν μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ μὴ γένοιτο καὶ γὰρ ἐγὼ Iσραηλιτης εἰμι ἐκ σπέρματος Ἀβραὰμ φυλῆς Βενιαμὶν * ἄρα οὖν ἐπειδὴ ἠπείθησαν καὶ ἀντεῖπον μὴ ἐν ἀποβολὴ γεγένηνται ὡς μὴ δὲ ἐπιστρέψαι δύνασθαι καὶ διὰ τοῦτο κατηργεῖσθαι τὰς πρὸς Ἀβραὰμ ἐπαγγελίας οὐμενοῦν καὶ γὰρ καὶ λαὸς ἐστιν αὐτοῦ φησι καὶ προέγνω αὐτον τουτέστιν πρὸ τῶν ἐθνῶν καὶ ἐγγὺς ὁ ἔλεγχος αὐτος ἐγὼ * φησιν ὁ κῆρυξ καὶ διδάσκαλος τῶν ἐθνῶν Ἰσραηλίτης εἰμι οὐκοῦν οὐκ ἀπώσθητε ἂλλ ἑαυτοὺς ἀπωθεῖσθε
58851rRom.11.1* κατὰ ἐρώτησιν καὶ αναγορευσιν προάγει τὸν λόγον
58951vRom.11.2 οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω εἰ γὰρ ἀπώσατο οὐκ ἂν ἐξ Ἰουδαίων ἀποστόλους καὶ κήρυκας ἐξελέξατο
59051vRom.11.2-Rom.11.3 ἡ οὐκ οἴδατε ἐν Ἠλίᾳ τι λέγει ἡ γραφὴ ὡς ἐντυγχάνει τῶ θεῶ κατὰ τοῦ Ἰσραὴλ λέγων κύριε τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριὰ σου κατέσκαψαν ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι εἶτα σὺ εἰ φησιν ὁ ἅπας λαὸς τοῦ Ἰσραὴλ καὶ εἰς σε μέλλουσιν αἱ πρὸς Ἀβραὰμ ἐπαγγελίαι πέρας λαμβάνειν φησι πρὸς τοῦτο ὅτι πολλοὶ εἰσι σεσωσμένοι ἂλλ ὑμεῖς ἀγνοεῖτε καὶ γὰρ καὶ ὁ Ἠλίας μόνος ᾤετο ὑπολελεῖφθαι ἂλλ ἤκουσεν είναι καὶ ἄλλους οὕτως φησι καί νυν πολλοὶ εἰσιν οἱ ἐξ Ἰουδαίων πιστοὶ ἂλλ ὑμεῖς ἀγνοοῦντες ἐμε μόνον οἴεσθε
59151vRom.11.3 κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσι τὴν ψυχὴν μου εἰ δὲ ὁ Ἠλίας ἠγνόει ὅτι μόνος οὐκ ἦν σχολῇ γαν ὑμεῖς εἰδείητε
59251vRom.11.4 ἀλλὰ τι λέγει αὐτῶι ὁ χρηματισμός τουτέστιν ὁ λόγος τοῦ θεοῦ
59351vRom.11.4 κατελειπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῆ Βάαλ δηλοῖ τὸ κατελειπον ὅτι τῆς τοῦ θεοῦ χάριτος ἦν τὸ πολὺ μέρος
59451vRom.11.4* ὥσπερ οὖν τότε φησιν ἐκ παντὸς τοῦ λαοῦ ἑπτακισχίλιοι εὐηρέστουν οὕτως καί νυν ὀλίγοι ευαρεστουσιν καὶ αὐτοὶ λογίζονται εἰς σπέρμα τῶ Ἀβραὰμ καὶ οὐκ ἐξέπεσεν ἡ ἐπαγγελία τοῦ θεοῦ
59551vRom.11.5 οὕτω οὖν καὶ ἐν τῶ νυν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν οὐκοῦν καὶ ἐπὶ Ἠλίᾳ χάριτι ἐσώθησαν τοῦτο γὰρ ὁ Κάϊν δηλοῖ σύνδεσμος καὶ πάλιν ὥσπερ ἐν Ἠλίᾳ φησιν ὑπόλειμμα ἐστιν εὐάρεστον κατὰ χάριν ἐπιλεγέντων τὸ δὲ εἰπεῖν ἐκλογὴν ἔδειξεν καὶ τῶν ἐπιλεγέντων τὴν δοκιμὴν οὐ γὰρ ἂν ἀδόκιμοι ἐπελέγησαν τὸ δὲ εἰπεῖν χάριτι ἔδειξεν τὴν τοῦ θεοῦ δωρεάν
59652rRom.11.6 εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις εἰ δὲ ἐξ ἔργων οὐκέτι ἐστι χάρις ἵνα μὴ λέγωσιν ὅτι εἰ καὶ προφῆται φησι προέτρεπον καὶ ὁ θεὸς παρεκάλει καὶ ἡ παραζήλωσις ἱκανὴ ἦν ἡμᾶς πεῖσαι απητουμεθα δὲ φορτικά τινα καὶ διὰ τοῦτο οὐχ ὑπηκούσαμεν φησι χάρις ἐστι τὸ πᾶν καὶ οὐ χρεία ἔργων εἰς τὸ πιστεῦσαι οὐδε γὰρ οἱ προσελθόντες δι' ἔργα προγενόμενα ἀξιόχρεοι πρὸς τὴν κλῆσιν ἔδοξαν ἀλλὰ χάρις ἐστι θεοῦ τὸ πᾶν
596Ph52rRom.11.6
59752rRom.11.6 ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστιν ἔργον εἰ γὰρ ἡ χάρις ἔργον ἀπαιτεῖται ἄρα τὸ ἔργον οὐκέτι ἐστιν ἔργον τῆς χάριτος προλαβούσης καὶ γενομένης ἔργον καὶ οἷον ἐξωθησάσης τὸ ἔργον ἐκ τοῦ είναι ἔργον
59852rRom.11.7 τι οὖν ὁ ἐπιζητεῖ Ἰσραὴλ τοῦτο οὐκ ἐπέτυχεν τοῦτο οὐκ ἐρωτῶντος ἐστιν ἂλλ ἐγκαλοῦντος ἑαυτῷ γάρ φησιν μάχεται ὁ Ἰοῦ [δαιος ζη]τῶν δικαιοσύνην ἦν οὐ βούλεται λαβεῖν τοῦτο γάρ φησιν ἐπιζητεῖ οὐ βούλεται τυχεῖν τὸ γὰρ οὐκ ἐπέτυχεν κατὰ οἰκείαν νοήσεις βούλησιν
59952rRom.11.7 ἡ δὲ ἐκλογὴ ἐπέτυχεν οἷον ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν πιστοὶ ἐκλογὴν δὲ εἰπὼν δείκνυσιν καὶ τὴν ἐκείνων δοκιμὴν καὶ τὴν τοῦ θεοῦ χάριν τὸ δὲ ἐπέτυχεν δηλοῖ τῶν ἀγαθῶν τὸ μέγεθος
60052rRom.11.7 οἱ δὲ λοιποὶ ἐπωρώθησαν ὅσοι ἐναπέμειναν τῶ Ἰουδαϊσμῷ λοιπὸν μετὰ τὸν ελκεγχον θαῤῥεῖ πώρωσιν αὐτοῖς ἐγκαλεῖν
60152rRom.11.8 καθὼς γέγραπται ἔδωκεν αὐτοῖς ὁ θεός τὸ ἔδωκεν μὴ ἐνέργειαν ἀλλὰ συγχώρησιν νόει οἷον λαβεῖν συνεχωρεσεν
60252vRom.11.8 πνεῦμα κατανύξεως τὴν περὶ τὸ χεῖρόν νυν ἕξιν καὶ προσοχὴν τῆς ψυχῆς κατάνυξιν καλεῖ κατανυγηναι γὰρ ἐστι τὸ ἐμπαγῆναί που καὶ προσηλωθῆναι ἑνὶ δὲ καὶ ἐν καλῷ καὶ ἐν κακῷ προσηλωθῆναι νυν μέντοι τὸ ἀμετάθετον αὐτῶν πρὸς τὸ κακὸν κατάνυξιν ἐκάλεσεν
60352vRom.11.8 ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν ἕως τῆς σήμερον ἡμέρας εἰπὼν ἐπωρώθησαν φέρει τοῦ Ἠσαΐου τὴν μαρτυρίαν ἵνα μὴ δόξῃ ἐπαχθὴς είναι αἰτίαν δὲ τῆς {ποροσεως /πορωσεως }* λέγει τὴν αὐτῶν γεγενῆσθαι φιλονεικίαν ὀφθαλμοὺς γὰρ ἔχοντες εἰς τὸ ἰδεῖν τὰ θαύματα τοῦ Χριστοῦ καὶ ὦτα εἰς τὸ * in τῶ ἀκοῦσαι τὴν διδασκαλίαν οὐδενὶ τούτων εἰς δέον ἐχρήσαντο ἀλλὰ τοὺς μὲν ἐκάμμυσαν τὰ δὲ ἀπέφραξαν ὡς τοῦτο σπουδάζοντες τὸ μὴ σωθῆναι
60452vRom.11.9 καὶ Δαυὶδ λέγει λοιπὸν τὴν ὑπὲρ τῆς ἀπιστίας ταύτης τιμωρίαν τὸν Δαυὶδ φέρει λέγοντα ἥτις τέλος ἔλαβεν καὶ ἐξῆλθεν
60552vRom.11.9 γενηθετω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν τὰ ἀγαθὰ αὐτῶν καὶ ἡ τρυφῇ εἰς τὸ ἐναντίον περιεσται
60652vRom.11.9 καὶ εἰς σκάνδαλον εὐάλωτοί φησιν τοῖς ἐπηρεάζουσι γένωνται
60752vRom.11.9 καὶ εἰς ἀνταπόδομα αὐτοῖς ἀνταπόδομα εἶπεν δηλονότι ταῦτα πάσχοντες ἁμαρτιῶν τίνουσι δίκας
60852vRom.11.10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν τὸ αὐθαιρέτως μέλλον παρ' αὐτῶν γίνεσθαι ὡς ἐν κατάρας λέγει μέρει ἐπειδὴ γάρ φησιν οὐκ ηβουληθσαν τὸν ἥλιον τῆς δικαιοσύνης ιδεναι μηδὲ ἴδοιεν
608ex52vRom.11.10 καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον τὸ μέλλειν αὐτοὺς ὑπο Ῥωμαίους γίνεσθαι δηλοῖ τὸ δὲ διὰ παντὸς ὡς οὐδέπω ελέυθερωθειεν ποτε σημαίνει
60953rRom.11.11 λέγω οὖν μὴ ἔπταισαν ἵνα πέσωσι * μὴ γένοιτο {καψαμενος /καθαψαμενος }* αὐτῶν σφοδρῶς νυν {πειρασται /πειρᾶται }* τινα παραμυθίαν αὐτοῖς εὗρε τὰ μὲν γὰρ ἁμαρτήματα μέγιστα ἄρα δὲ μὴ τοιαῦτα ἔπταισαν ἵνα πεσόντες μὴ δὲ ἀναστῶσιν ἔτι κἂν βοθυληθῶσι μὴ γένοιτό φησιν οἷα γὰρ ἔπταισαν ἂν δεκτὸ εἰσιν θεῶι βουληθέντες μόνον πλὴν ὅρα ὅτι καὶ ἐν αὕτη τῆ παραμυθίᾳ ὑπευθύνους αὐτοὺς ποιεῖ μεγίστων ἁμαρτημάτων
609Ph53rRom.11.11
61053rRom.11.11 ἀλλὰ τῶ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν ὅλον τὸ χωρίον τοῦτο εἴρηται ὅπως καὶ αὐτοὺς παραμυθήσηται καὶ πείσῃ μὴ ἀπογνῶναι καὶ ἵνα τῶν ἐθνῶν κατενέγκῃ τὸ φύσημα καὶ πείσῃ μὴ ἀπονοεῖσθαι διὰ τοῦτό φησιν ἐσώθη τὰ ἔθνη ὅτι αὐτοὶ σωθῆναι οὐκ ἠνέσχοντο ὡς εἴγε ἄξιον ἦν τούτους ἔδει πρώτους σωθῆναι εἶτα τὰ ἔθνη ἐπεὶ οὖν οὗτοί φησιν οὐκ ἠθέλησαν πρωτότυποι γεγόνατε ὑμεῖς ὅθεν καὶ αὐτος ὁ ἀπόστολος φησιν Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι καὶ πάλιν ὁ κύριος πορεύεσθε μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ καὶ πάλιν ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον ὁρᾷς ὅτι ἡ ἀπείθεια τῶν Ἰουδαίων χώραν δέδωκεν τοῖς ἔθνεσιν εἰς τὸ γενέσθαι πρωτοτύπους εἰς τὴν πίστιν
61153rRom.11.11 εἰς τὸ παραζηλῶσαι αὐτούς ἵνα ἐπειδὴ ἀφ' ἑαυτῶν πιστεῦσαι οὐκ ἠβουλήθησαν κἂν κατὰ ζῆλον πιστεύσωσιν
61253rRom.11.12 εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν πρὸς παραμυθίαν αὐτοῖς λαλεῖ καὶ προτροπὴν εἰ γάρ φησιν τὸ παράπτωμα αὐτῶν καὶ τὸ ἥττημα ἀφορμὴ γέγονεν ἀγαθῶν τοσούτοις πόσῳ μᾶλλων ὰν πάντες σωθῶσιν τοῦτο γὰρ δηλοῖ τὸ πλήρωμα πωσοις ἄρα φησιν γένωνται πρόφασις σωτηρίας πάντες σωζόμενοι ἐν ταυτῷ δὲ καὶ τὸ μὴ ἀπογνῶναι αὐτοὺς παιδεύει
61353rRom.11.12
613Ph53rRom.11.12
61453vRom.11.13 ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν ἐφ' ὅσον μὲν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος τὴν διακονίαν μου δοξάζω ὑπὲρ Ἰουδαίων λέγει τότε μὴ δόξα διὰ μῖσος ἐκεῖνα ἃ εἶπεν εἰρηκέναι καὶ ἵνα καταστείλῃ {τῶ /τῶν }* ἐθνῶν τὸ φρόνημα ὑμᾶς φησι τὰ ἔθνη διὰ δύο αἰτίας ἐπαινῶ καὶ δοξάζω πρῶτον μὲν ὅτι τὴν διακονίαν ὑμῶν τουτέστι τὸ κήρυγμα ἐγκεχείρισμαι καὶ ἀνάγκην ἔχω ἐπαινεῖν καὶ δοξάζειν ὑμᾶς ὡς ἐμοὺς μαθητὰς ἔπειτα ἵνα καὶ τῶν Ἰουδαίων τινας οὓς καὶ σῶμα ἴδιον καλεῖ παρακνισθέντας ἐκ τῶν περὶ ὑμῶν ἐπαίνων σώσω λαμπρύνει δὲ κατὰ τοῦτο τὰ ἔθνη ὡς αἰτία γενόμενα σωτηρίας Ἰουδαίοις οἱ μὲν γὰρ ἐξ ἀπωλείας ὑμῖν εἰσιν ἀφορμὴ σωτηρίας τὰ μέντοι ἔθνη εκενοις ἐκ πίστεως
614ex53vRom.11.13* ὅπερ Ἰουδαίων καὶ Ἑλλήνων
61553vRom.11.13-Rom.11.14 εἰ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινας ἐξ αὐτῶν ὦ φιλονεικίας Ἰουδαϊκῆς οὐκ εἶπεν πείσω ἀλλὰ παραζηλώσω ὡς οὐκ ἄλλως πεισθησομένων εἰ μὴ ἐξ ἐπιτάσεώς τινος
61653vRom.11.14* ἄνω μὲν συγγενεῖς αὐτοὺς καὶ ἀδελφοὺς καλεῖ νυν δὲ σάρκα πλέον αὐτοὺς οἰκειούμενος
61753vRom.11.14* οὐδε οὕτως πάντας ἀλλά τινας οὕτως αὐτῶν ᾔδει τὸ μονότονον
61853vRom.11.14-Rom.11.15 εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν κατάλλαγη κόσμου τις ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν ἐπειδὴ πάλιν αὐτῶν καθήψατο πάλιν αὐτοὺς ἐπαινεῖ τὰ αυτὰ τοῖς ἄνω λέγων εἰ γάρ φησιν ἡ πρόσκρουσις αὐτῶν πρόφασις γέγονε σωτηρίας τῶ κόσμῳ τι ἂν εἴποι τις ὅτι ἔσται εὰν προσληφθωσιν παρὰ θεοῦ τι μὲν οὖν ἕτερόν φησιν εἰ μὴ ἀνάστασις νεκρῶν ἂλλ ὥσπερ ἡ ἀνάστασις οὐ διὰ τὴν πρόσληψιν αὐτῶν ἔσται οὕτως οὐδε ἡ σωτηρία τῶν ἐθνῶν γέγονε δι' αὐτοὺς ἀλλὰ λόγους αὐτοῖς χαρίζεται εἰς τὸ προτρέψασθαι
618Pha53vRom.11.15
618Phb53vRom.11.15
619ex53vRom.11.15Οικου(μενιου) * s εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν κατάλλαγη κόσμου τις ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν ἡ τοῦτό φησι τις ἔσται ἡ πρόσληψις αὐτῶν εἰ μὴ ἵνα εἴπωμεν ὅτι ἀποθανόντας αὐτοὺς ταῖς ἁμαρτίαις ζωοποιεῖ ὁ προσλαμβάνων θεός
619Ph53vRom.11.15
62054rRom.11.15-Rom.11.16 εἰ δὲ ἡ ἀπαρχὴ ἁγία καὶ τὸ φύραμα καὶ εἰ ἡ ῥίζα ἁγία καὶ οἱ κλάδοι ἀπαρχὴν καὶ ῥίζαν καλεῖ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ φύραμα δὲ καὶ κλάδους τοὺς ἐκ τοῦ γένους αὐτοῦ πιστεύσαντας
62154rRom.11.16* εἰ οὖν σὺν τῆ ἀπαρχὴ καὶ τῆ ῥίζῃ ἀνάγκη είναι ἅγιον τότε φύραμα καὶ τοὺς κλάδους οἱ δὲ Ἰουδαῖοι οὐχ ἅγιοι ἄρα καὶ τῆς συγγενείας ἐξέπεσον τοῦ Ἀβραάμ
621ex54rRom.11.16Οικου(μενιου) * s εἰ δὲ ἡ ἀπαρχὴ ἁγία καὶ τὸ φύραμα καὶ εἰ ἡ ῥίζα ἁγία καὶ οἱ κλάδοι ἡ ὅτι αὐτοὺς ἁγίους καλεῖ προτρέπων εἰς τὴν πίστιν ὡσεὶ εἶπεν ἐπιτήδειοὶ ἐστε καὶ πρέποντες τὸ θέλειν ὑμῖν λειπομενον
62254rRom.11.16-Rom.11.17 εἰ δὲ τινες τῶν κλάδων ὀλιγότητος σημαντικὴν τέθεικε λέξιν παραμυθούμενος αὐτοὺς ἐπεὶ ἄνω δηλοῖ ὅτι ὀλίγοι ἐσώθησαν ὡς ὅταν λέγη τὸ κατάλειμμα σωθήσεται
62354rRom.11.17 ἐξεκλάσθησαν τῆ ἀπιστία
62454rRom.11.17 σὺ δὲ ἀγριέλαιος ὧν ἐνεκεντρίσθης ἐν αὐτοῖς ὅσω δείκνυσιν εὐτελεῖς τοὺς ἐξ ἐθνῶν τοσοῦτον πλέον παρακνίζει αὐτοὺς εἰπὼν ἐνεκεντρίσθης δείκνυσι ἐν τῆ διαφερούσῃ αὐτοῖς ῥίζῃ εφεστηκοτα τὸν ἐξ ἐθνῶν ἄρα οὖν παρακνίζοντος ῥήματα
62554rRom.11.17 καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου τοῦτο ταλαιπωρία Ἰουδαίων τὸ τοὺς κατὰ μηδὲν διαφέροντας κοινωνοὺς τῆς διαφερούσης αὐτοῖς γενέσθαι ῥίζης αὐτοὺς δὲ ἐξωσθῆναι
62654rRom.11.17-Rom.11.18 μὴ κατάκαυχω τῶν κλάδων δείκνυσι τὴν ἄγαν εὐτέλειαν τῶν Ἰουδαίων οὐ γὰρ εἶπεν καυχῶ ἀλλὰ κατάκαυχω ὅπερ ἐπὶ τῶν χαμαὶ κειμένων γίνεται εἶτα καὶ παραδάκνει αὐτοὺς δεικνὺς καυχήσεως ἄξια συμβεβηκέναι τοῖς ἔθνεσιν ἐκ τῆς πίστεως εἰ καὶ μὴ προσήκει καυχᾶσθαι φησιν
62754vRom.11.18 εἰ δὲ κατάκαυχασαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἂλλ ἡ ῥίζα σε καί τι τοῦτο πρὸς τοὺς ἐκκλασθέντας κλάδους οὐδὲν εἰ μὲν γὰρ τῆς ῥίζης κατεκαυχώμην εἶχεν λόγον τοῦτο εἰ δὲ τὴν ῥίζαν ὡς ἁγίαν προσκυνῶ τι πρὸς τοὺς ἐκπεσόντας κλάδους εἰ βασταζομαι ὑπο τῆς ῥίζης ἀλλὰ βούλεται σκιὰν αὐτοῖς ἐξευρεῖν παραμυθίας ἵνα μὴ τῆ περισσοτέρᾳ λύπη καταποθῶσιν ἀλλὰ ἀνανήψωσιν ὡς ὑπολελειμμένης σωτηρίας
62854vRom.11.18-Rom.11.20 ἐρεῖς οὖν ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ καλῶς τῆ ἀπιστία ἐξεκλάσθησαν σὺ δὲ τῆ πιστὲ ἕστηκας μὴ ὑψηλοφρόνει ἀλλὰ φοβοῦ ἐσχημάτισται ὁ λόγος ὡς τῶν ἐθνῶν λεγόντων καὶ διά τι μὴ καυχήσωμαι τοιούτων μοι φησιν ὑπαρξάντων χρηστῶν οὗτοι ἐξεκλάσθησαν καὶ ἐγὼ ἐνεκεντρίσθην καὶ κληρονόμος γέγονα τῆς τῶν πατρων αὐτῶν δόξης καὶ τῶν ἐκείνοις δοθεισῶν ἐπαγγελιῶν ὁ ξένος ἐγὼ καὶ κατ' οὐδὲν προσήκων ἀπολαύω ἐκ δὲ τοῦ εἰπεῖν καλῶς συναινεῖ τοῖς ἔθνεσιν ὡς ἀληθῆ εἰρηκόσιν
62954vRom.11.20* ὅρα τὸ σοφὸν τοῦ ἀπόστολο ἐν τῶ δοκεῖν τὸν ὑπὲρ Ιοδαιων ποιεῖσθαι λόγον πλεῖον αὐτοὺς ἐπιτρίβει καὶ κατακόπτει
63054vRom.11.20* τὴν αἰτίαν τῆς τε ἐκείνων ἀποβολῆς τῆς ἡμῶν προσλεψεως τῆς εἰς Χριστὸν λέγει πίστιν
63154vRom.11.20-Rom.11.21 εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο θέλων αὐτῶν εκτραγωδησαι τὴν συμφορὰν ενταξει ἐπιτιμήσεως τῶν ἐθνῶν
63254vRom.11.21 μήπως οὐδε σου φείσεται περιαιρεῖ τοῦ λόγου τὸ φορτικὸν τῆι ἀμφιβολίᾳ
63355rRom.11.21-Rom.11.22 ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν ἐπὶ δὲ σε χρηστότητα ἐπὶ τὸν θεὸν ἄγει τὸ πρᾶγμα καὶ τὴν αὐτοῦ χάριν οὐδε γὰρ λέγει ἴδε πόσον ἔσχες πόνον καὶ κατορθώματα
63455rRom.11.22 εὰν ἐπιμείνῃς τῆ χρεστότητι εὰν ἄξια πράττῃς τῆς τοῦ θεοῦ φιλανθρωπίας οὐ γὰρ πίστεώς σοι δεῖ μόνης φησιν
63555rRom.11.22 ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ οὔτε γάρ σοι τὰ ἀγαθὰ οὔτε ἐκείνοις τὰ κακὰ ἀμετάβλητα
63655rRom.11.22-Rom.11.23 καὶ ἐκεῖνοι δὲ εὰν μὴ επιμεινωσιν τῆ ἀπιστία ἐγκεντρισθήσονται οὐ γὰρ ὁ θεὸς αὐτοῖς ἐξέκοψεν ἂλλ αὐτοὶ ἑαυτούς
63755rRom.11.23 δυνατὸς γὰρ ὁ θεὸς ἐστι πάλιν ἐγκεντρίσαι αὐτούς τὸ πιθανὸν τῶ λόγῳ ἐκ τῆς τοῦ θεοῦ δυνάμεως περιποιεῖ
63855rRom.11.23-Rom.11.24 εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον πόσοι μᾶλλον οὗτοι οἱ κατὰ φύσιν καὶ λογισμὸν ἀποδίδωσιν τοῦ δύνασθαι αὐτοὺς θελήσαντὰς ἐγκεντρισθῆναι εἰ γάρ φησι τὰ παραφυσιν ἡ πίστις ἐποίησεν πόσῳ μᾶλλον τὰ κατὰ φύσιν
63955rRom.11.24 ἐγκεντρισθήσονται τῆ ἴδια ἐλαίᾳ ἵνα μή τις πλέον τι τὸν Ἰουδαῖον ἔχειν νομίσῃ ἐν τῶ ἀκούειν περὶ τῶν ἐθνικῶν παρὰ φύσιν καὶ ἐνεκεντρίσθης τίθησι καὶ περὶ τῶν Ἰουδαίων τὸ ἐγκεντρισθῶσιν ἵνα ἰσοτιμίαν δείξῃ καὶ ὅτι οὐδὲν αὐτοῖς πλέον ἐκ τοῦ είναι ἐκ τῆς καλλιέλαιο ἅπαξ δεομένοις καὶ αὐτοῖς τοῦ ἐγκεντρισθῆναι
64055rRom.11.24-Rom.11.25 οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν ἀδελφοὶ τὸ μυστήριον τοῦτο τὸ παρ' ὑμῶν φησιν ἀγνοούμενον
64155rRom.11.25 ἵνα μὴ ἦτε παρ' ἑαυτοῖς φρόνιμοι τὸ γὰρ ἀγνοεῖν τὴν ἰδίαν ἐκύρουν βουλήν
641ex55rRom.11.25
64255vRom.11.25 ὅτι πώρωσις ἀπὸ μέρους τῶ Ἰσραὴλ γέγονεν οὐκ ἐξ ὁλόκληρο φησι καὶ γὰρ ἦσαν καὶ ἐξ Ἰουδαίων ἀμύθητοι πιστεύσαντες καὶ πιστεύειν μέλλοντες
64355vRom.11.25-Rom.11.26 ἄχρις οὐ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ καὶ οὕτως πᾶς Ἰσραὴλ σωθησηται καθὼς γέγραπται ὅτι ἥξει ἐκ Σιὼν o ῥυόμενος πλήρωμα ἐθνῶν φησι πάντας τοὺς ἐξ ἐθνῶν πιστεύειν μέλλοντας ὅταν τοιγαροῦν πάντες εἰσέλθωσιν εἰς τὴν πίστιν τότε καὶ ὁ Ἰσραὴλ πιστεύσας σωθήσεται Ἰσραὴλ δέ φησι τοὺς ἐν τῶ Ἰουδαϊσμῷ ἀπομεμενηκότας ὅτι θήσεις γὰρ αὐτοῖς φησι νῶτον καὶ ἐν τοῖς περιλοίποις τουτέστιν καταλοίποις ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν
643ex55vRom.11.26Διονυσιου * s καὶ οὕτως πᾶς Ιηλ σωθησηται καθὼς γέγραπται ἀντὶ τοῦ οἱ πλείονες
64455vRom.11.26 καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ τουτέστιν ἀποστρέψει μὲν ἐξ ἁμαρτιῶν ἐπιστρέψει δὲ πρὸς ἑαυτόν
64555vRom.11.26* ἵνα μή τις εἰς τοὺς ἤδη πεπιστεκουτας ἐξ Ἰουδαίων νομίσῃ τὴν γραφὴν ἁρμόζειν λέγει σημεῖον δι' οὐ δείκνυται ὅτι μέλλει ἡ προφητεία ποῖον τοῦτο ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν εἰ οὖν μήπω ἀφείλετο ἄρα μέλλει ἡ γραφὴ ὅθεν ἐπάγει ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ
64655vRom.11.26-Rom.11.27 καὶ αυτὴ αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν τότε φησιν ἐκβήσεται ἡ ἐπαγγελία τοῦ θεοῦ
64755vRom.11.27-Rom.11.28 κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑμᾶς ὅσον μέν φησι ἧκεν εἰς τὸ εὐαγγέλιον δι' ὑμᾶς τοὺς ἐξ ἐθνῶν ἐχθροὶ εἰσιν οἱ Ἰουδαῖοί πως ὑμῶν γὰρ τὴν πίστιν εὐαγγελισθέντων φιλονεικότεροι γενόμενοι ἀπεσκίρτησαν τῆς πίστεως
647Ph55vRom.11.28
64855vRom.11.28-Rom.11.29 κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας ἀμεταμέλητα γὰρ τὰ χαρίσματα κατὰ δὲ τὸ ἐκλελέχθαι πατρόθεν ὑπο θεοῦ ἀγαπητοὶ εἰσιν
648ex55vRom.11.29* εἶτα ἐπειδὴ έναπομεμενηκασιν τῆ ἀπιστία καὶ διὰ τοῦτο οὐκ εἰσιν ἀγαπητοὶ ἀσφαλῶς λαλῶν φησι διὰ τοὺς πατέρας ὡσεὶ εἶπεν εἰ καὶ αὐτοὶ διὰ τὴν ἀπιστίαν οὐκ ἀγαπητοὶ διὰ μέντοι τοὺς πατέρας ἔτι ἀγαπῶνται ὅθεν καὶ σωτηρίαν ἐκδέχονται
649ex56rRom.11.29 καὶ ἡ κλῆσις τοῦ θεοῦ ἡ γενομένη φησι περὶ τὸ ἔθνος
65056rRom.11.29-Rom.11.31 ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῶ θεῶ νυν δὲ ἠλεήθητε τῆ τούτων ἀπείθεια οὕτως καὶ οὗτοι νυν ἠπείθησαν τῶ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσιν δείκνυσιν ἐνταῦθα τοὺς ἐξ ἐθνῶν πρότερον κεκλημένους εἶτα ἐπειδὴ οὐχ ὑπήκουσαν τοὺς Ἰουδαίους ἐκλεχθέντας καὶ τὸ αὐτο πάλιν συμβὰν μετὰ ταῦτα ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν οἱ Ἰουδαῖοι πιστεῦσαι πάλιν ἐκλήθη τὰ ἔθνη καὶ κληθέντα τὸ δεύτερον ἐπίστεσυσαν ἂλλ οὐκ εἰς τὴν ἐκβολὴν τῶν Ἰουδαίων τελευτᾷ ἂλλ εἰς τὸ καὶ αὐτοὺς ἐλεηθῆναι πάλιν
650Ph56rRom.11.31
65156rRom.11.31-Rom.11.32 συνέκλεισε γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν συνέκλεισεν τουτέστιν ἤλεγξεν ἀπειθοῦντας
65256rRom.11.32 ἵνα τοὺς πάντας ἐλεήσῃ ἵνα φησι τοὺς ἑτέρους διὰ τῆς τῶν εταιρων σώσῃ φιλονεικίας τούτους δι' ἐκείνων κἀκείνους διὰ τούτων
652Ph56rRom.11.32
65356rRom.11.32-Rom.11.33 ὦ βαθoς {πλούτου καὶ γνώσεως /πλούτου σοφίας καὶ γνώσεως }* θεοῦ ὅτι μὲν βάθος εἶδε πόσον δὲ οὐκέτι
65456rRom.11.33* ἐννοήσας τὴν ἐξ ἀρχῆς σοφὴν τοῦ θεοῦ οἰκονομίαν καί τι πρὸς αὐτὴν εἰπεῖν ἀπορήσας ἐθαύμασεν μόνον
65556rRom.11.33 ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ οὐ γὰρ μόνον γνωσθῆναι οὐ δύναται ἂλλ οὐδε ζητηθῆναι
65656rRom.11.33 καὶ ἀνεξιχνίαστοι οὐ γὰρ μόνον καταληφθῆναι οὐ δύναται ἂλλ οὐδε {ερευθηναι /ἐρευνηθῆναι }*
65756rRom.11.33 αἱ ὁδοὶ αὐτοῦ αἱ οἰκονομία φησιν
65856rRom.11.33-Rom.11.34 τις γὰρ ἔγνω νοῦν κυρίου ἡ τις σύμβουλος αὐτοῦ ἐγένετο αὐτός φησι τὰ ἑαυτοῦ οἶδεν μόνος
65956vRom.11.34-Rom.11.35 ἡ τις προέδωκεν αὐτω καὶ ἀνταποδοθήσεται αὐτω οὐδενί φησιν ἀμοιβὴν χρεωστῶν εὐεργετεῖ ἂλλ αὐτος ἀεὶ κατάρχεται τῶν δορεῶν
66056vRom.11.35-Rom.11.36 ὅτι ἐξ αὐτοῦ αὐτος εὗρε τὰ ἀγαθά φησιν
66156vRom.11.36 καὶ δι' αὐτοῦ αὐτός φησι καὶ ἐποίησεν τὰ πάντα
66256vRom.11.36 καὶ εἰς αὐτον τὰ πάντα αὐτός φησι συγκρατεῖ τὰ γινόμενα
66356vRom.11.36 αὐτω ἡ δόξα εἰς τοὺς αιωανς ἐπειδὴ μεγάλα εἶπεν καὶ ἄγνωστα εἰς δοξολογίαν ἐτελεύτησεν
663Ph56vRom.11.36
66456vRom.11.36-Rom.12.1 παρακαλῶ οὖν ὑμᾶς ἀδελφοὶ διὰ τῶν οἰκτίρμων τοῦ θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν αὐτοί φησιν οἱ οἰκτιρμοὶ τοῦ θεοῦ δι' ὧν ἐσώθητε παρακαλοῦσιν ὑμᾶς αὐτοὺς γὰρ εἰσφέρει τὴν ἱκετηρίαν ποιουμένους ὅπως ἀξίαν αὐτῶν μετέλθητε πολιτείαν
66556vRom.12.1 θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῶ θεῶ {εἶπεν θυσίαν /ἐπειδὴ εἶπεν θυσίαν }* ἵνα μή τις νομίσῃ ὅτι κατασφάξαι ἑαυτοὺς κελευόμεθα επηγαγεn ζῶσαν πως δὲ ἔσται θυσία τὸ σῶμα ὁράτωσαν ὀρθὰ οἱ ὀφθαλμοὶ ἡ γλῶσσα καὶ ἡ χεὶρ ἡ μὲν εἰς υμνωδιαν θεοῦ ἡ δὲ εἰς ἐντολὰς ἀσχολείσθω καὶ γέγονεν θυσία ζῶσα τὸ σῶμα
66656vRom.12.1* s θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῶ θεῶ διαιρῶν ταύτην τὴν θυσίαν ἀπὸ τῆς Ἰουδαϊκῆς φησιν ἁγίαν εὐάρεστον καὶ λογικὴν ἡ γὰρ Ἰουδαϊκὴ σωματικὴ οὖσα οὐ σφόδρα ἦν ἁγία ἡ ευραρεστος
666Ph56vRom.12.1
66756vRom.12.1 τὴν λογικὴν λατεριαν ὑμῶν τὴν πνευματικήν φησι διακονίαν τὴν κατὰ Χριστὸν πολιτείαν ὡς εἰ εἶπεν παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν διὰ λογικὴς λατρείας τουτέστιν τῆς ἀναιμάκτου ἡ ὅτι προσενέγκατε θυσίαν ζῶσαν καὶ τὴν λογικὴν λατρείαν ἀπὸ κοινοῦ τὸ προσενέγκατε
668ex56vRom.12.1-Rom.12.2 καὶ μὴ συσχηματίζεσθε τῶ αἰῶνι τοῦτω ἡ ὅτι μὴ {συμμεταβαλεσθε /συμμεταβάλλεσθε }* τοῖς καιροῖς
66956vRom.12.2 καί πως ἄν τις ἑαυτὸν {προσενεγκει /προσενέγκῃ }* θυσίαν ζῶσαν πως μὴ συσχηματίζεσθε τουτέστιν μὴ τυποῦτε ἑαυτοὺς κατὰ τὸ σχῆμα τοῦ κόσμου τούτου οὐδὲν γὰρ ὑγιὲς ἔχει ἡ μόνιμον διὸ καὶ σχῆμα αὐτω καλεῖ δηλῶν τὸ μὴ μένον εἰπὼν δὲ τοῦτο δηλοῖ τὸ ἐπίκηρον
669Ph56vRom.12.2
67057rRom.12.2 ἀλλὰ μεταμορφοῦσθε τὸ τοῦ κόσμου σχῆμα καλῶν τὴν τῆς ἀρετῆς μορφὴν καλεῖ δεικνὺς τὸ φυσικὸν αὐτῆς κάλλος
67157rRom.12.2 τῆ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν ἐπειδὴ ἄνθρωπον ὄντα οὐκ ἐστι μὴ ἁμαρτεῖν φησιν ἀνακαίνου σαυτὸν διὰ μετανοίας ἀεὶ οὐδὲν γὰρ οὕτως παλαιὸ ψυχὴν καὶ σῶμα ὡς ἁμαρτία
67257rRom.12.2 εἰς τὸ δοκιμάζειν ὑμᾶς τι τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθον ἡ τοῦτό φησι ἀνακαινώθητι ἵνα μάθῃς τι τε τὸ συμφέρον καί τι τὸ θέλημα τοῦ θεοῦ ἡ ὅτι οὕτω δυνήσῃ ἀνακαινωθῆναι εὰν μάθῃς τι τὸ συμφέρον καί τι τὸ θέλημα τοῦ θεοῦ
67357rRom.12.2 καὶ εὐάρεστον καὶ τέλειον πρὸς Ιουδαους ἀποτείνεται οἵτινες εἴχοντο τοῦ νόμου λέγων ὅτι καὶ ὁ νόμος μὲν θέλημα ἦν θεοῦ ἂλλ οὐκ εὐάρεστον οὔτε τέλειον ἀλλὰ διὰ τὴν ἀσθένειαν φησιν ὑμῶν συγχωρήθεν τέλειον δὲ καὶ εὐάρεστον ἡ νέα διαθήκη
67457rRom.12.2-Rom.12.3 λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῶ ὄντι ἐν ὑμῖν ἄνω διὰ τῶν οἰκτίρμων εἰρηκώς νυν διὰ τῆς χάριτος φησιν οὐδαμοῦ ἀξιοπιστον ἑαυτὸν νομίζων πρὸς τὸ πεῖσαι διὰ τοῦτό ποτε μὲν τοὺς οἰκτιρμούς ποτε δὲ τὴν χάριν προβάλλεται εἰπὼν δὲ διὰ τῆς χάριτος τῶν εὐεργεσιῶν ὑπομιμνήσκει τοῦ θεοῦ
674Ph57rRom.12.3
67557rRom.12.3 μὴ ὑπερφρονεῖν παρ' ὁ δεῖ φρονεῖν μὴ παρὰ τὰ μέτρα φησιν ἡμῶν φρονῶμεν τοῦτο γὰρ ἀνοίας ἡ ἀπονοίας ἐστιν
67657rRom.12.3 ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν φρόνησιν γάρ φησιν ἐλάβομεν οὐχ ἵνα εἰς ἀπόνοιαν αυτὴ χρησώμεθα καὶ μωράνωμεν αὕτη ἂλλ ἵνα εἰς σωφροσύνην τουτέστιν εἰς τὸ ὑγιαίνειν τὴν διάνοιαν ταύτην γάρ νυν σωφροσύνην καλεῖ οὐχὶ τὴν πρὸς τὴν ἀσέλγειαν ἀντιδιαστελλομένην
67757rRom.12.3 ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως ἦσαν τινες παρ' αὐτοῖς χαρισμάτων ἠξιωμένοι καὶ οἱ μὲν ἐφρόνουν μέγα ἐπ' αὐτοῖς καὶ ἀπενοοῦντο κατὰ τῶν ἄλλων οἱ δὲ ἐζήλουν καί φησι τι ἀπονοῇ ἡ τι παραζηλοῖς εἰ ὁ θεὸς ἐμέρισεν πάντως καλῶς καὶ συμφερόντως ἐμέρισεν στοιχείτω τοιγαροῦν ἕκαστος ὧι ἔχει καὶ μήτε ὑπεραιρέσθω θεοῦ γὰρ δόσις ἐστιν ουσον κατόρθωμα μήτε ζηλούτω ὁ θεὸς γὰρ ἐμέρισεν καὶ οἶδεν τὸ ἑκάστῳ πρέπον καὶ ἁρμόδιον
67857rRom.12.3* ἐξ ὧν εἰς αὐτό φησι ἐμμενέτω καὶ μήτε ζηλούτω μήτε υπεραιυρεσθω πίστεως δέ φησι χαρίσματος
678Ph57rRom.12.3
68057vRom.12.3-Rom.12.4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν πρὸς τοῦτο αὐτο ὅρα ἡ παραβολὴ ὥσπερ φησι τὰ μέλη διάφορον ἐγκεχείρισται πρᾶξιν οὕτως διαφορὰ ἐδόθη παρὰ τοῦ πνεύματος χαρίσματα
67957vRom.12.4-Rom.12.5 αυτὴν ἔχει πρᾶξιν οὕτως οἱ πολλοὶ ἐν σῶμα ἐσμεν ἐν Χριστῶι ὁ δὲ καθ' εἰς ἀλλήλων μέλη τι γὰρ σύ φησιν μέγα φρονεῖς τι δὲ σὺ ζηλοῖς οὐ πάντες ἐσμεν σῶμα ἐν μέλη δὲ ἀλλήλων καὶ οὐκ εἶπεν ὁ εὐτελὲς δοκῶν ἔχειν χάρισμα μέλος ἐστι τοῦ τὸ μεῖζον ἔχοντος ἂλλ ὅτι καὶ ὁ τὸ μεῖζον ἔχων τοῦτο εὐτελὲς τῆ ἀνακρίσει θέλων κἀκείνους καταστεῖλαι κἀκείνους παραμυθήσασθαι
68157vRom.12.5-Rom.12.6 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν εἰ ὁ θεὸς ἐχαρίσατο σύ τι μέγα φρονεῖς μὴ γὰρ σὸν κατόρθωμα τὰ χαρίσματα θεοῦ φησιν ἡ δόσις
68257vRom.12.6 διαφορά καλῶς τὸ διαφορὰ ἵνα δείξῃ οὐ τὸ μὲν μέγα τὸ δὲ μικρὸν μεγάλα γὰρ ἅπαντα ἀλλὰ ποικίλα καὶ ἁρμόδια
682Ph57vRom.12.6
68357vRom.12.6 εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως νυν δείκνυσιν ὅτι τῶν δοκούντων μειζόνων χαρισμάτων οἱ λαμβάνοντες εἰσιν αἴτιοι πρὸς τὸ λαβεῖν εἰ γὰρ καὶ χάρις ἐστι τοσοῦτον μέντοι ἐπιῤῥει ὅσον ἂν εὕρῃ σκεῦος ἐπιτήδειον {αὐτο /εαυτο }* καταστῆσαν διὰ τῆς πίστεως
683ex58rRom.12.6-Rom.12.7 εἴτε διακονίαν ἔχομεν φησιν
68458rRom.12.7 ἐν τῆ διακονία ἡ διακονία γενικόν τι ἐστι πάντα γὰρ εἰς διακονίαν δίδοται τὰ χαρίσματα λοιπὸν δὲ καὶ τοῖς ἰδικοῖς ἐπεξέρχεται
684exa58rRom.12.7 εἴτε ὁ διδάσκων ἐν τῆ διδασκαλία ἔλαβεν τις φησιν
684exb58rRom.12.7* ἐν τοῦτω μενέτω
684exc58rRom.12.7* ἔλαβεν φησι χάρισμα διδασκαλίας ἀπὸ κοινοῦ τὸ μενέτω
684exd58rRom.12.7-Rom.12.8 εἴτε παρακαλῶν ἐν τῆ παρακλήσει χάρισμα φησιν ἔλαβεν παρακλήσεως ἐν τῆ παρακλήσει μενέτω
68558rRom.12.8 ὁ μεταδιδοὺς ἐν ἁπλότητι λοιπὸν δείκνυσιν ὅτι οἱ κακῶς τοῖς χαρίσμασι χρώμενοι ἀνόνητα αυτὰ ποιοῦσιν
685Ph58rRom.12.8
68658rRom.12.8 ὁ προϊστάμενος ἐν σπουδή οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι μόνον
68758rRom.12.8 ὁ ἐλεῶν ἐν ἱλαρότητι μὴ ὡς ζημιούμενος ἂλλ ὡς αὐτος μᾶλλον κερδαίνων ἔνθεν γὰρ συμβήσεται τὸ ἱλαρόν
68858rRom.12.8-Rom.12.9 ἡ ἀγάπη ἀνυπόκριτος μὴ πλάσμα ἀγάπης ἔστω ἀλλὰ ἀγάπη ἧς οὔσης κατορθοῦται τὰ εἰρημένα
688ex58rRom.12.9
68958rRom.12.9 ἀποστυγοῦντες τὸ πονηρὸν κολλώμενοι τῶ ἀγαθῷ μὴ μόνον ἀπεχόμενοι ἀλλὰ καὶ λίαν μισοῦντες τοῦτο γὰρ δηλοῖ τὸ ἀπὸ εἶτά φησιν μὴ μόνον μισειτε τὸ πονηρὸν ἀλλὰ καὶ ἔχεσθε τοῦ ἀγαθοῦ τὸ δὲ κολλώμενοι τὴν πρὸς αὐτο διάθεσιν ἐμφαίνει
69058rRom.12.9* ἑνὶ γὰρ είναι ἀγάπην καὶ ἐπὶ αἰσχροῖς
690Ph58rRom.12.9
69158rRom.12.9-Rom.12.10 τῆ φιλαδελφία εἰς ἀλλήλους {φιστοργοι /φιλόστοργοι }* τῆ τιμὴ ἀλλήλους προηγούμενοι εἰ γὰρ σχοίητέ φησι φιλαδελφίαν φιλήσετε πάντως ἀλλήλους ἀδελφοὶ γὰρ ἐστε εἶτα λέγει πως ἂν ἡ φιλαδελφία κατορθωθείη εἰ ἕκαστος ἡγεῖται τῆς πρὸς τὸν ἀδελφον τιμῆς
69258rRom.12.10-Rom.12.11 τῆ σπουδὴ μὴ ὀκνηροί καὶ γὰρ τοῦτο ἀγάπην τίκτει ὅταν μὴ τιμῶμεν μόνον ἀλλὰ καὶ ὑπερσπουδάζωμεν
69358vRom.12.11 τῶ πνεύματι ζέοντες ζεον ἐν ἑαυτοῖς ἔχετε καὶ διαθερμαινομενον τὸ ἅγιον πνεῦμα ἔσται δὲ τοῦτο εὰν ζῶμεν ἐν καλοῖς ἔργοις
69458vRom.12.11 τῶ κυρίῳ δουλεύοντες διὰ γὰρ τῶν εἰρημένων γὰρ εγγενησεται ἡμῖν δουλεύειν τῶ κυρίῳ
69558vRom.12.11-Rom.12.12 τῆ ἐλπίδι χαίροντες πως δ' ἂν γένοιτο ζέειν τῶ πνεύματι εὰν τῆ ἐλπίδι χαίρητέ φησι οὐδὲν γὰρ οὕτως πρὸς πάντα ποιεῖ πρόθυμον ὡς ἐλπὶς καλὴ καὶ εάν φησιν υπομενητε καὶ εὰν ἀδιάλειπτον εὐχὴν ἔχητε
69658vRom.12.12 τῆ θλίψει ὑπομένοντες ἡ γὰρ ὑπομονὴ τίκτει δοκιμήν
69758vRom.12.12 τῆ προσευχὴ προσκαρτεροῦντες ταύτης γὰρ βοηθούσης ἔσται ῥάιδια πάντα
69858vRom.12.12-Rom.12.13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες ἐν οἷς ἂν χρεία γένωνται
69958vRom.12.13 τὴν φιλοξενίαν διώκοντες μὴ μείνῃς φησιν ἐκεῖνον ἐλθεῖν πρός σε ἐρυθριᾷ γὰρ ἀλλὰ σὺ δίωξον αὐτον
70058vRom.12.13-Rom.12.14 εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς εὐλογεῖτε καὶ μὴ καταρᾶσθε διδάξας πως δέοι διακεῖσθαι πρὸς τοὺς ἀδελφοὺς διδάσκει πως καὶ πρὸς τοὺς πολεμίους ὅρα δὲ οὐκ εἶπεν μὴ ἀμύνου μηδὲ καταρῶ ἂλλ ὁ μεῖζον εὐλόγει φησι καὶ ὑπερεύχου
70158vRom.12.14-Rom.12.15 χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων μὴ μόνον φησι ῥήμασιν εὐλογεῖτε ἀλλὰ καὶ ἔργοις χαίρουσι μὲν συγχαίροντες ἀλγοῦσι δὲ συναλγοῦντες μεῖζον δὲ τὸ συγχαίρειν χαίρουσιν ὅσω ἡ εὐημερία τῶν {πλησιων /πλησίον }* καὶ φθόνου πρόφασις τοῖς ασεβουσι γίνεται
70258vRom.12.15-Rom.12.16 τὸ αὐτο εἰς ἀλλήλους φρονοῦντες μὴ τὰ ὑψηλὰ φρονουτες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι οἷον μέγαν σεαυτὸν νομίζεις τοιοῦτον νόμιζε καὶ τὸν ἀδελφον κἂν πένης ἡ ἐπεὶ μὴ ἐστι πλούτου καὶ πενίας διάκρισις παρὰ θεῶ πως δ' ἂν γένοιτό σοι τοῦτο εὰν μὴ φρονῇς περὶ σεαυτοῦ ὑψηλὰ ἀλλὰ συμφέρῃ καὶ συναπάγῃ τοῖς ταπεινοῖς καὶ εἰς τὴν ἐκείνων συγκαταβαίνης εὐτέλειαν ἐκ δὴ τούτων τὴν κενοδοξίαν καταστέλλει εἰκὸς γὰρ ἦν αὐτοὺς διὰ τὴν πόλιν τοῦτω κατεσχῆσθαι τῶ πάθει
702Pha58vRom.12.16
702Phb58vRom.12.16
70359rRom.12.16 μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς τουτέστιν μὴ ἡγεῖσθε είναι σοφοὶ καὶ μηδενὸς νοήματος ἐνδεεῖς φησι γὰρ ἡ γραφὴ οὐ αἱ οἱ συνετὸ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες
70459rRom.12.16-Rom.12.17 μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες εἰ γὰρ ψεκτὸς καὶ ἄθλιος ὁ ποιῶν κακὰ ἵνα τι μὴ φευγεις τὴν μίμησιν τῶν κακῶν ἀλλὰ τὸ ἀμύνασθαι ἔνοχον σαυτὸν καθιστὰς καὶ κοινωνὸν τῆ ἀσεβεῖ
70559rRom.12.17 προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων τοῦτό φησιν ὅτι πρόνοιαν ποιεῖσθε τοῦ καλοὶ φαίνεσθαι ἐν τῶ μηδενὶ διδόναι ψόγου πρόφασιν ἡ ἐπειδὴ ἄνω εἶπεν μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες προσέθηκεν καὶ τὸ προνοούμενοι καλὰ ὡς εἰ εἶπεν οὐκ ἀρκεῖ μόνον τὸ μὴ ἀποδιδοναι κακὰ ἀλλὰ δεῖ καὶ προνοεῖν τοῦ ποιήσαντος ἡμᾶς κακῶς καὶ γὰρ καὶ ἄνω οὐκ ἠρκέσθη τῶ μὴ καταρᾶσθαι τοὺς διώκοντας ἀλλὰ καὶ εὐλογεῖν προσέταξεν
70659rRom.12.17-Rom.12.18 εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες ἐστι γὰρ ὅτε οὐ δυνατὸν ἔνθα περὶ εὐσεβείας ὁ λόγος τὸ δὲ ἐξ ὑμῶν τουτέστιν σὺ τὸ σὸν ποίησον καὶ μὴ παράσχῃς ἔχθρας ἀφορμὴν μὴ Ἕλληνι μὴ Ἰουδαίῳ τοῦτο γὰρ τὸ μετὰ πάντων
70759rRom.12.18-Rom.12.19 μὴ ἑαυτοὺς ἐκδικοῦντες ἀγαπητοὶ ἀλλὰ δότε τόπον τῆ ὀργή ἐπειδὴ τοῦτο ἀκολουθον τὸν ἠδικημένον ἐκδικίας τυχεῖν τοῦτο αὐτο ἐπαγγέλλεται σύ φησι μὴ ἐκδικήσῃς σαυτὸν καὶ ὁ θεός σε ἐκδικεῖ δότε γάρ φησι τόπον καὶ χώραν τῆ ὀργὴ τοῦ θεοῦ ἐλθεῖν ἂν γὰρ σὺ μὴ ἀμύνῃ ἥξει ἡ ὀργή
707ex59rRom.12.19
70859vRom.12.19 γέγραπται γάρ παραμυθούμενος πλέον τὸν ἠδικημένον ἤγαγεν τὴν μαρτυρίαν
70959vRom.12.19 ἐμοι εδικησις ἐγὼ αντανποδωσω λέγει κύριος ἐμοι τουτέστιν παρ' ἐμοι
71059vRom.12.19-Rom.12.20 εὰν οὖν πεινᾷ ὁ ἐχθρὸς σου ψώμιζε αὐτον εὰν διψᾷ πότιζε αὐτον τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ μὴ μόνον φησιν εἰρηνεύετε καὶ μὴ ἀμύνεσθε ἀλλὰ καὶ εὐεργετεῖτε τρέφοντες ποτίζοντες εἶτα ἐπειδὴ βαρὺ ἦν ἐπάγει ὅτι πῦρ αὐτω σωρεύσεις τοῦτο ποιῶν τοῦτο δὲ εἶπεν καὶ τοῦτον παραμυθούμενος καὶ τὸν ἠδικηκότα φοβῶν
710Ph59vRom.12.20
71159vRom.12.20-Rom.12.21 μὴ νικῶ ὑπο τοῦ κακοῦ ἀλλὰ νίκα ἐν τῶ ἀγαθῷ τὸ κακόν {μαλαξας /μαλλαξας }* πρότερον τὸν ηδικηθεντα καὶ πείσας αὐτον εὐεργετεῖν διὰ τοῦ εἰπεῖν ἄνθρακας σωρεύσεις νυν ὑψηλοτερον αὐτω παραινεῖ εἰ γάρ φησι τοιαύτη διαθέσει τρέφεις ἵνα πῦρ αὐτω σωρεύσεις οὐκ ἐνίκησας τὸ κακὸν ἂλλ ἡττήθης αὐτω ἐγὼ δέ σε φησι νικᾷν τὸ κακὸν βούλομαι τοιγαροῦν μὴ διαθέσει κακοποιῷ εὐεργετεῖ ὑπὲρ γὰρ παραμυθίας σου φησι τὰ εἰρημένα εἴρηται οὐχ ἵνα οὕτω ποιεῖς
711Ph59vRom.12.21
71259vRom.12.21-Rom.13.1 πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω πολλὴν τοῦ κεφαλαίου τούτου πανταχοῦ ποιεῖται πρόνοιαν δεικνὺς οὐκ ἐπὶ καταστροφῇ τῆς κοινῆς εὐταξίας τοὺς τοῦ Χριστοῦ νόμους είναι καὶ ὅτι ἀρκοῦσιν καὶ οἱ διὰ τὴν ἀλήθειαν πολεμοῦντες φησιν ἡμῖν καί τι δεῖ καὶ ἡμᾶς περιττοὺς ἐπινοεῖν ἡμῖν αὐτοῖς πολεμίους
71359vRom.13.1 οὐ γὰρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ θεοῦ οὐ περὶ τοῦ καθεκαστον ἄρχοντος ταῦτα λέγει ἀλλὰ περὶ αὐτῆς τῆς ἀρχῆς ἐπειδὴ γὰρ τὸ ὁμότιμον στασιῶδες ἦν εἰσήγαγεν ὁ θεὸς τὰς ἐξουσίας
71460rRom.13.1 αἱ δὲ οὖσαι ἐξουσίαι ὑπο θεοῦ τεταγμέναι εἰσιν κατὰ τοῦ αὐτοῦ εἶπεν εἰπὼν γὰρ οὐκ ἐστιν ἐξουσία εἰ μὴ ὑπο τοῦ θεοῦ πάλιν τὸ αὐτο λέγει αἱ δὲ οὖσαι φησιν ἐξουσίαι ὑπο τοῦ θεοῦ τεταγμέναι εἰσιν οἷον γεγονυῖαι ὁ θεός φησιν ἔταξεν καὶ διωκησεν αὐτάς
71560rRom.13.1-Rom.13.2 ώστε ὁ ἀντιτασσόμενος τῆ ἐξουσία τῆ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν ἵνα μὴ εὐτελίζεσθαι νομίζωσιν οἱ τοῦ Χριστοῦ δοῦλοι ὑποτασσόμενοι ἄρχουσιν δείκνυσιν ὅτι χρὴ πείθεσθαι καὶ μὴ ἀντιτάσσεσθαι μηδὲ ἀπειθεῖν τοῖς ἄρχουσιν ὡς ὅ γε τοῦτο ποιῶν φησι τῶ θεῶ ἀντιλέγει τῶ πεποιηκότι τὰς ἀρχάς
715Ph60rRom.13.2
71660rRom.13.2 οἱ δὲ ανθετηκοτες ἑαυτοῖς κρίμα λήψονται κατάκρισιν φησι τὴν παρὰ θεοῦ ἑαυτοῖς ἐπισπῶνται
71760rRom.13.2-Rom.13.3 οἱ γὰρ ἄρχοντες οὐκ εἰσι φόβος τῶν ἀγαθῶν ἔργων τι ἀλγεῖς φησιν ὑποταγεὶς τῆ ἐξουσία τι δὲ φοβῇ αὐτὴν καὶ τρέμεις μὴ γὰρ ἐπιτιμᾷ τοῖς καλῶς ζῶσιν δὲ μὴ γὰρ ἐστιν φοβερὸς τῶ ἀρετῆς επιμελουμενω
71860rRom.13.3* τουτέστιν τοῖς τὰ ἀγαθὰ πράττουσιν
71960rRom.13.3 ἀλλὰ τῶν κακῶν τουτέστιν τῶν κακὰ πραττόντων
72060rRom.13.3 θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν τὸ ἀγαθον ποιεῖ καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς εἰ δὲ θέλεις φησι μὴ μόνον είναι σοι τὸν ἄρχοντα ἤπιον ἀλλὰ δεῖ καὶ ἐπαινοῦντα τὸ ἀγαθον ποιεῖ
72160rRom.13.3-Rom.13.4 θεοῦ γὰρ διάκονος ἐστι σοι εἰς τὸ ἀγαθον τοσοῦτον γάρ φησιν ἐπαινέσει σε τὸ ἀγαθον πράττοντα ὅτι δὴ καὶ συμπραττει σοι πρὸς τοῦτο ὁ γὰρ φόβος πρόφασις σοι γίνεται καλῶς βιοῦν διὰ τοῦτο δὲ εἶπεν θεοῦ αὐτον είναι διάκονον εἰς τὸ ἀγαθον ὅτι διακονεῖ τῆ βουλὴ τοῦ θεοῦ τοὺς ἀγαθοὺς ἐπαίνων καὶ τοὺς κακοὺς κολάζων ἐκ δὲ τούτου εἰς ἀγαθόν σε συνωθεῖ
721Ph60rRom.13.4
72260vRom.13.4 εὰν δὲ τὸ κακὸν ποιεῖς φοβοῦ οὐκ ἄρα ὁ ἄρχων αἴτιος σοι τοῦ φοβοῦ ἀλλὰ τὸ πράττειν κακῶς
72360vRom.13.4 οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ ὁρᾷς πως ἐφόβησε μὲν τὸν ὑπήκοον καθώπλισε δὲ τὸν ἄρχοντα
72460vRom.13.4 θεοῦ γὰρ διάκονος ἐστιν εἰς ὀργὴν ἔκδικος τῶ τὸ κακὸν πράσσοντι ὁ γὰρ τοὺς κακῶς βιοῦντας τιμωρούμενος τῶ θεῶ διακονεῖ εἰς ὀργήν
72560vRom.13.4-Rom.13.5 διὸ ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν ἀνάγκη οὖν φησιν τοῖς ἄρχουσιν ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν τοῦ θεοῦ τὴν κατὰ τῶν μὴ ὑποτασσομένων τῆ ἀρχὴ γινομένην ἀλλὰ καὶ διὰ τὴν συνείδησιν τουτέστιν ἵνα μὴ δόξης ἀσυνείδητός τις είναι καὶ ἀγνώμων τῶι εὐεργέτῃ καὶ τῶ διακονῷ τοῦ θεοῦ μὴ ὑποτασσομενος
725Pha60vRom.13.5
725Phb60vRom.13.5
72660vRom.13.5-Rom.13.6 διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε καὶ τοσοῦτόν φησιν εὐεργετοῦσιν αἱ ἐξουσίαι ὅτι καὶ φόρους φησι τελεῖτε μισθὸν ὥσπερ τῆς κηδεμονίας καὶ τῆς προνοίας παρέχοντες
72760vRom.13.6 λειτουργοὶ γὰρ θεοῦ εἰσιν τουτέστι λειτουργοὶ θεοῦ καὶ λειτουργοῦντες θεῶ τοῦτο τὸ ἡμῶν κηδεσθε *
72860vRom.13.6 εἰς αὐτο τοῦτο προσκαρτεροῦντες τῶν οἰκείων φησι ἀμελοῦντες εἰς τὰς ὑπὲρ ἡμῶν φροντίδας ἀπησχόληνται
72960vRom.13.6-Rom.13.7 ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλάς ἔδειξεν χρέος είναι τὸ πρᾶγμα διὰ τοῦτο γὰρ ὀφειλὰς εἶπεν
73060vRom.13.7 τῶ τὸν φόρον τὸν φόρον τῶ τὸ τέλος τὸ τέλος τῶ τὸν φόβον τὸν φόβον τῶ τὴν τιμὴν τὴν τιμήν φόβον καλεῖ τὴν ἐπιτεταμένην τιμὴν οῦτον ἐκ τοῦ πονηροῦ συνειδότος φόβον
73160vRom.13.7-Rom.13.8 μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους o γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν οὐ μόνον χρήματα φησι χρεωστεῖτε ἀλλὰ καὶ τιμήν
73260vRom.13.8* ἐπὶ τὴν μητηρα τῶν ἀγαθῶν ἦλθεν τὴν ἀγάπην δεικνὺς καὶ αὐτὴν χρέος οὖσαν καὶ ὄφλημα
73361rRom.13.8-Rom.13.9 τὸ γὰρ οὐ μοιχεύσεις οὐ φονεύσεις οὐ κλέψεις οὐ ψευδομαρτυρήσεις οὐκ ἐπιθυμήσεις καὶ εἰ τις ἕτερα ἐντολὴ ἐν τοῦτω τῶ λόγῳ ανακελφαλαιουται εἶτα δείκνυσιν τι τὸ κέρδος τῆς ἀγάπης ὅτί φησιν ὁ ταύτην πληρῶν νόμον ὅλον πληροῖ καὶ λέγει πως
733Ph61rRom.13.9
73461rRom.13.9 ἐν τῶ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν εἰπὼν ὅτι ὁ ἀγαπῶν τὸν νόμον ὅλον πληροῖ δείκνυσι πως ὅτί φησι πᾶσαι αἱ ἐντολαὶ διὰ τῆς ἀγάπης πληροῦνται ἂλλ οὐκ εἶπεν πληροῦνται ἁπλῶς ἂλλ ἀνακεφαλαιοῦνται τουτέστιν συντόμως καὶ ἐν βραχεῖ λόγῳ τὸ πᾶν γίνεται καὶ ὅλον πληροῦται τῶν ἐντολῶν τὸ ἔργον διὰ βραχέων
73561rRom.13.9* τὸ ὡς ἑαυτὸν τὴν ἐπιτεταμένην ἀγάπην δηλοῖ
73661rRom.13.9-Rom.13.10 ἡ ἀγάπη τῶ πλησίον κακὸν οὐκ ἐργάζεται πλήρωμα οὖν νόμου ἡ ἀγάπη εἶδές πως τὰς ἀρετὰς ἑκατέρας ἔχει ἡ ἀγάπη τὴν τῶν κακῶν ἀποχὴν λέγω καὶ τὴν ποίησιν τῶν ἀγαθῶν ἰδοὺ ἡ ἀποχὴ τῶν κακῶν τῶ πλησίον φησιν κακὸν οὐ {τεργαζεται /κατεργάζεται }* ἰδοὺ ἡ ποίησις τῶν ἀγαθῶν πλήρωμα φησι νόμου ἡ ἀγάπη τὸν γὰρ πλησίον ευποιει ἅπασα δὲ ἡ σπουδὴ τοῦ νόμου τοῦτο βούλεται
736ex61rRom.13.10Σευηρι(ανου) * s ἡ ἀγάπη τῶ πλησίον κακὸν οὐκ ἐργάζεται πλήρωμα οὖν νόμου ἡ ἀγάπη πληροῦτε φησιν τὸ τῆς ἀγάπης ἔργον εἰδότες τὸν καιρὸν κατεπείγοντα καὶ ἀρετὴν ἀπαιτοῦντα νυν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἡ ὅτε ἐπιστεύσαμεν τουτέστιν νυν ὅτε ἔγνωμεν τῶν ἔργων τὰ ὠφελιμώτερα κοῦφον ὅμως γέγονεν τὸ σωθῆναι ἤπερ ὅτε κατηχούμεθα τὸν τῆς πίστεως λόγον οὐ γὰρ ἅμα τῶ πιστεῦσαι εἰς Χριστὸν καὶ τὴν ἀκριβῆ τῶν πρακτέων κατάληψιν εἴχομεν
736Ph61rRom.13.10
73761rRom.13.10-Rom.13.11 καὶ τοῦτο εἰδότες τὸν καιρόν εἰδότες φησι ποῖον τοῦτον τὸν καιρόν φησιν
73861rRom.13.11 ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι ἐγγύς φησι τὸ τέλος καὶ δεῖ ἡμᾶς ἐπείγεσθαι εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐργασίαν
73961rRom.13.11* ἐκ τῆς ῥαθυμίας ἡμῶν ἀναστῆναι φησιν
74061rRom.13.11 νυν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἡ ὅτε ἐπιστεύσαμεν τοῦ γὰρ παρόντος βίου ὑποσυρόμενο κατὰ μικρὸν ἐγγύτερος ὁ τῆς ἀναστάσεως γίνεται καιρός
74161rRom.13.11 εὰν μὲν ὦμεν ὡς δεῖ παρεσκευασμένοι σωτήριος ἡμῖν ἔσται ἡ τῆς κρίσεως ἡμέρα εἶδε μὴ ὀλέθριος πλὴν αὐτος ἐκ τῶν χρηστοτέρων δηλοῖ τὴν ἡμέραν ἐκείνην
74261rRom.13.11 εἰκὸς ἦν τούτους ἐν ἀρχὴ μὲν ὡς νεαροὺς ζέειν νυν δὲ ἀπομεμαράνθαι τοῦτο οὖν αἰνίττεται ὅτι ὅσω φησιν ἐγγύτερον ἡμῶν ἡ σωτηρία σπουδάζειν μᾶλλον προσήκει ἡ γὰρ ραθυμειν
74361vRom.13.11-Rom.13.12 ἡ νὺξ προέκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν νύκτα τὸν παρόντα καλεῖ βίον οὐδὲν γὰρ ὀνειράτων διαφέρει τὰ ἐν αὐτω ἡμέραν δὲ τὸν μέλλοντα χρόνον διὰ τὸ τὰ κρυπτὰ ἐν αὐτω {φερουσθαι /φανεροῦσθαι }*
74461vRom.13.12 ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός ἔργα σκότους φησι τὰς πονηρᾶς πράξεις ὅπλα δὲ φωτὸς τὴν ἀρετὴν ὡς μὲν οὖν ὅπλα ἀσφαλίζεται ὡς δὲ φωτὸς λαμπρύνει
74561vRom.13.12-Rom.13.13 ὡς ἐν ἡμέρα εὐσχημονως περιπατήσωμεν ἄνω εἰρηκὼς μέλλειν τὴν τῆς κρίσεως ἡμέραν νυν αὐτὴν εφιστησιν πτοῶν τὸν ἀκροατὴν τὸ δὲ περιπατήσωμεν ἀνεπαχθῆ ποιεῖ τὸν λόγον καὶ γὰρ καὶ ἑαυτὸν ἔμιξεν
745Ph61vRom.13.13
74661vRom.13.13 μὴ κώμοις καὶ μέθαις οὐ τὸ πίνειν ἀλλὰ τὸ ἀμέτρως κωλύει
74761vRom.13.13 μὴ κοίταις καὶ ἀσελγείαις οὐ τὴν μίξιν ἀναιρεῖ ἀλλὰ τὴν πορνείαν
74861vRom.13.13 μὴ ἔριδι καὶ ζηλῶ ἔριδι περὶ θυμοῦ λέγει ζῆλος περιβασκανιας
74961vRom.13.13-Rom.13.14 ἂλλ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν ὁ γὰρ αὐτον ἐνδεδυμένος ἔχει καθόλου τὴν ἀρετήν πως δὲ αὐτον ἐνδυτέον εἰ πάντα ἡμῖν αὐτος εἴη ἔσωθεν καὶ ἔξωθεν ἐν ἡμῖν φαινόμενος τὸ δὲ μηδέ ποτε αὐτοῦ ἀπολείπεσθαι ἔνδυμα καλεῖ
75062rRom.13.14 καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας εἰπὼν μηδεῖν προνοεῖν τῆς σαρκὸς ἐπάγει εἰς ἐπιθυμίας ἵνα μὴ νομίσῃς ὅτι οὐδε ἐν τοῖς ἀναγκαίοις δεῖ ἡμᾶς προνοεῖσθαι τῆς σαρκὸς οἷον ἐν βρώσει ἡ ἐν ἐνδύματι προνοητέον τοιγαροῦν αὐτῆς πρὸς διαμονὴν οὐ πρὸς ἀσέλγειαν
75162rRom.13.14-Rom.14.1 τὸν δὲ ασεθενουντα τῆ πίστει προσλαμβάνεσθε Ἦσαν τινες ἐξ Ἰουδαίων πιστεύσαντες οἵτινες ἔτι τοῦ νόμου ἐχόμενὸ πολλὰ τῶν βρωμάτων ἐβδελύσσοντο καὶ διὰ τὸ μὴ γίνεσθαι δηλοῖ λάχανα ἤσθιον μόνα ἵνα δόξῃ ἐγκρατείας ἂλλ οὐ βδελυγμοῦ είναι ἡ παρατήρησις ἦσαν δὲ καὶ ἄλλοι ἀπὸ Ἰουδαίων πιστοὶ οἱ ἑδραίως πεπιστευκότες οὐ παρετηροῦντο τὰ βρώματα πρὸς τούτους τοιγαροῦν τοὺς εἰλικρινεῖς πιστοὺς ἀποτείνων τὸν λόγον τῶν τὰ βρώματα βδελυσσομενων καθάπτεται ἀσθενοῦντας καλῶν τῆ πίστει
751Ph62rRom.14.1
75262rRom.14.1 μὴ εἰς διακρίσεις διαλογισμῶν μία μὲν κατ' αὐτοῦ πληγὴ τὸ εἰπεῖν ἀσθενοῦντα τῆ πίστει δευτέρα δὲ τὸ προσλαμβάνεσθε δείκνυσι γὰρ αὐτοῖς πολλῆς δεομένων ἐπιμελείας τρίτη τὸ μὴ εἰς διακρίσεις διαλογισμῶν δηλοῖ γὰρ τοσοῦτον αὐτοὺς πταίοντας ὅτι τοὺς κοινωνοῦντας αὐτοὶ τῆς φιλίας διακρίνεσθαι
75362rRom.14.1-Rom.14.2 ὃς μὲν πιστεύει φαγεῖν πάντα ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει ὁ μέν φησιν εἰλικρινῶς πιστεύων καὶ μηδεμίαν ἔχων Ιουδαικην παρατήρησιν πάντα ἀβδελύκτως ἐσθίει ἀνακηρύττει δὲ αὐτον ἀπὸ τῆς πίστεως ὁ δέ γε φησι περὶ τὴν πίστιν ἀσθενῶν λάχανα ἐσθίει ἐν ταυτῷ καὶ διελέγχει αὐτον ὅτι οὐ δι' ἐπαινουμένην ἐγκράτειαν ἐσθίει τὰ λάχανα κἂν τοῦτο ὑποκρίνεται ἀλλὰ κατὰ ασθενιαν πίστεως
75462vRom.14.2-Rom.14.3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω οὐκ εἶπεν διορθούσθω ἀλλὰ μὴ ἐξουθενείτω δεικνὺς ὅτι καταγέλαστα πράττει δεῖ γὰρ αὐτον ἀδελφικῶς διορθοῦσθαι οὐ μὴν ὡς βδελυκτὸν ἐξουθενεῖν
75562vRom.14.3 καὶ ὁ μὴ ὁ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω ὥσπερ γὰρ οἱ διὰ πίστιν {αδικριτως /ἀδιάκριτος }* πάντα ἐσθίοντες ἐξουθένουν τοὺς παρατηρουμένους οὕτως ἐκεῖνοι τούτους ὡς γαστριμάργους ἔκρινον ὅρα δὲ ἐπὶ τῶν ἐσθιόντων εἰπὼν ὁ θεὸς γὰρ αὐτον προσελάβετο ἐπὶ τῶν παρατηρουμένων οὐδὲν εἶπεν τοιοῦτον
75662vRom.14.3 ὁ θεὸς γὰρ αὐτον προσελάβετο ὁ Χριστὸς αὐτόν φησι πρὸς ἑαυτὸν ἐφειλκύσατο καὶ ἀπήλλαξεν πάσης Ἰουδαϊκῆς παρατηρήσεως
756ex62vRom.14.3-Rom.14.4Σευηρι(ανου) * s σὺ τις εἰ ὁ κρίνων ἀλλότριον οἰκέτην ὁ οἰκέτης Χριστοῦ ὃν προσελάβετο ὁ Χριστὸς ἀλλοτριος ἐστι τοῦ νόμου τις οὖν εἰ ὁ κρίνων ἀπὸ τοῦ νόμου τὸν τοῦ νόμου ἀλλότριον
75762vRom.14.4 σὺ τις εἰ ὁ κρίνων ἀλλότριον οἰκέτην πρὸς τὸν εἰλικρινῆ πιστὸν ὁ λόγος αὐτω ἐκ δὲ τούτου δῆλον ὅτι οὐ μόνον ἐξουθένουν ἀλλὰ καὶ ἔκρινον τοὺς τὰ λάχανα ἐσθίοντας
75862vRom.14.4 τῶ ἰδίῳ κυρίῳ στήκει ἡ πίπτει τοῦ θεοῦ φησιν ἐστιν καὶ τῶ θεῶ διαφέρει καὶ ἡ πτῶσις αὐτοῦ καὶ ἡ ἔγερσις οὐκ ἐπειδὴ οὖν φησιν οὐκ ἄξια ποιεῖ κατακρίσεως μὴ κρῖναι αὐτον ἂλλ ὅτι ἀλλοτριος ἐστιν οἰκέτης
75962vRom.14.4 σταθήσεται δὲ δυνατὸς γὰρ ἐστιν ὁ θεὸς στῆσαι αὐτον πάλιν πλήττει τοὺς ἀσθενεῖς καὶ παρατηρουμένους τὰ βρώματα εἰπὼν γὰρ σταθήσεται δηλοῖ ὅτι σαλεύονται καὶ τοσοῦτον ὡς θεοῦ δεῖσθαι στεῤῥοποιοῦντος
76062vRom.14.4-Rom.14.5 ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν ὃς δὲ κρίνει πᾶσαν ἡμέραν εἰκὸς ἦν τινας τῶν συνεχῶς νηστευόντων κατακρίνειν τοὺς μὴ συνεχῶς νηστεύοντας οἷς τὸ κρίνειν καὶ τὸ σφόδρα ἐγκαλεῖν ἀπαγορεύει ἦσαν γὰρ νεήλυδες ἐν τῆ πίστει καὶ ἐδεδοίκει μὴ ἡ πολλὴ ἔγκλησις τέλεον αὐτοὺς ἀποσχίσῃ τῆς πίστεως ὀργισθέντας ταῖς {εγκλισεσιν /εγκλησεσειν }*
762exb62vRom.14.5* s ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν ὃς δὲ κρίνει πᾶσαν ἡμέραν ἀμφότεροι γὰρ οὗτός τε κἀκεῖνος ἑνὶ χρῶνται σκοπῷ τιμὴ τῆ περὶ τὸν θεὸν ὅ τε γὰρ παραφυλαττόμενος τὴν ἡμέραν οἴεται θεοῦ νόμον πληροῦν ὅτε ἀδιαφορῶν περὶ τοῦτο πᾶσαν ὡς ὑπο θεοῦ γινομένην ἡμέραν δι' ὁμοίας ἔχει τιμῆς
760Ph62vRom.14.5
76163rRom.14.5 ἕκαστος ἐν τῶ ἰδίῳ νοῒ πληροφορείσθω μὴ περὶ πάντων δέξῃ τὸ ἕκαστος τῶ ἰδίῳ νοῒ πληροφορείσθω ἂλλ ἐπὶ νηστείας μόνον καὶ τοῦτο ἐπειδὴ ἀρτιπαγεῖς ἦσαν ἐν τῆ πίστει οἱ Ῥωμαῖοι καὶ συγκατεβαίνεν αὐτοῖς ὡς εἰ γε καὶ περὶ πίστεως δέξῃ τὸ εἰρημένον τοῦ παντὸς ἐξέπεσες
76263rRom.14.5* κατὰ τὸν ἴδιον νοῦν ἕκαστος πληροφορείσθω ἡ ὅτι καλῶς ποιεῖ νηστεύων ἀεὶ ἡ ὅτι καλῶς ποιεῖ οὐ νηστεύων ἀεί
762ex63rRom.14.5Οικου(μενιου) * οὐ δεκτέον τὸ ῥητον ἐπὶ δόγματος ἡ πίστεως ὅμως καὶ αὐτος αὐτο λέγει
76363rRom.14.5-Rom.14.6 ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ * φρονεῖ καὶ o ἐσθίων κυρίῳ ἐσθίει οὕτω φησι φρονῶν ώστε καθ' ἡμέραν νηστεύειν διὰ τὸν κύριον οὕτως φρονεῖ καὶ ὁ φρονῶν ώστε καθ' ἡμέραν μὴ νηστεύειν διὰ τὸν κύριον οὕτω φρονεῖ πᾶν δὲ ὁ διὰ τὸν κύριον γίνεται καλὸν ἐστι φησιν
763Ph63rRom.14.6* τοῦτο φανερὸν ἐκ τῶν προειρημένων ὅτι τοῦτο λέγει ὁ κρίνων καὶ λογιζόμενος καλὸν εἶναι καθ' ἡμέραν φαγεῖν τῷ κυρίῳ φρονεῖ τοῦτ' ἔστιν ἐν κυρίῳ τοῦτο λογίζεται ἡ τοι διὰ τὸν κύριον αὐτὸ ποιεῖ καὶ ὁ μὴ κρίνων τοῦτο μηδὲ λογιζόμενος ὅτι καλὸν ἐστι καθ' ἡμέραν φαγεῖν διὰ τὸν κύριον τοῦτο κρίνει καλὸν εἶναι καὶ λογίζεται αἰτία γὰρ ἐστιν αὐτῷ ταῦτα εἰρημένα τοῦ ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω πῶς λέγεις τοῦτο Παῦλε καλῶς εἶπον φησὶν ἐπειδὴ καὶ ὁ νηστεύων ὑπὲρ ἡμέραν καὶ ὁ ἐσθίων καθ' ἡμέραν εἰς ἀρέσκειαν κυρίου τοῦτο ποιοῦσι καὶ οὐ δεῖ κρίνειν ὅλως ἀλλήλους ἐπὶ τούτο εἶτα ἐπιτείνει τὴν αἰτίαν καί φησιν καὶ γὰρ ὁ ἐσθίων εὐχαριστεῖ τῷ θεῷ ἐν τῷ ἐσθίειν ὅτι ἔδωκεν ἀνθρώποις πόρον καὶ συνέχειαν ζωῆς καὶ ὁ νηστεύων εὐχαριστεῖ ὅτι ἔδωκεν ἀνθρώποις καρτερίαν καὶ ὑπομονὴν καὶ μεθόδους δι' ὧν τις δύναται περιγενέσθαι τῶν τῆς σαρκὸς παθῶν ὁ δὲ ἄλλως πως νηστεύων ἢ ἐσθίων κατάκριτος
76463rRom.14.6 εὐχαριστεῖ γὰρ τῶ θεῶ καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῶ θεῶ εἰ οὖν φησι τὸ καίριον γίνεται τὸ διὰ πάντων εὐχαριστεῖσθαι τὸν θεόν τι διαφέρεσθε περὶ τῆς νηστείας οὕτω σφοδρῶς ὀλίγον γὰρ τὸ μέσον συγκαταβατικῶς μὲν οὕτως λέγει πλήν πως δύναται Χριστῷ εὐχαριστεῖν ὁ μὴ ἐσθίων ὃς τοῦ νόμου ἐχόμενος οὐκ ἐσθίει
76563rRom.14.6-Rom.14.7 οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῆ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει ἔχομεν φησι κύριον ὦ καὶ ζῶμεν εὰν ζῶμεν ὦ καὶ ἀποθνήσκομεν εὰν ἀποθνήσκωμεν εἰ οὖν τῶ κυρίῳ διαφέρει ἡμῶν ἡ ζωὴ καὶ ὁ θάνατος αὐτος οἰκονομήσει τὰ καθ' ἡμᾶς καὶ οὐ χρεία κρίνειν τὸν πλησίον ἡ ἐξουθενεῖν
76663rRom.14.7-Rom.14.8 εὰν τε γὰρ ζῶμεν τῶ κυρίῳ ζῶμεν εὰν τε ἀποθνήσκωμεν τῶ κυρίῳ ἀποθνήσκομεν εὰν τε οὖν ζῶμεν εὰν τε ἀποθνήσκωμεν τοῦ κυρίου ἐσμεν ζωῆς γὰρ αὐτος καὶ θανάτου μόνος ἔχει τὴν ἐξουσίαν
76763vRom.14.8-Rom.14.9 εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανεν καὶ ἀνέστη καὶ ἔζησεν τὸν λογισμὸν ἐπήγαγεν τοῦ καὶ ζῶντας ἡμᾶς καὶ ἀποθανόντας είναι τοῦ Χριστοῦ πρὸς τούτοις δὲ κἀκεῖνο δείκνυσιν ὅτί φησιν εἰ τοσαύτη περὶ ἡμᾶς ἐχρήσατο πρόνοια ὡς καὶ σταυρωθῆναι οὐκ ἂν ἡμῶν καταφρονηση εἰ γὰρ καὶ ἀποθανόντων ἡμῶν προνοεῖ πολλῷ μᾶλλον ζώντων τοῦτο δὲ πρὸς τοὺς κατακρίνοντας λέγει ὅτι φροντισθωσιν παρὰ θεοῦ οἱ ἀσθενεῖς τῆ πίστει διὰ τὴν τοσαύτην αὐτοῦ περὶ πάντας πρόνοιαν καὶ τὸν ὀλιγόπιστον δι' ἐντρέπει τῶν εὐεργεσιῶν ὑπομιμνήσκων τοῦ θεοῦ
76863vRom.14.9 ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ δικαιώματά φησι ἑαυτῷ προαπέθετο τῆς ἡμετέρας δεσποτείας
76963vRom.14.9* τουτέστι ψυχῶν καὶ σωμάτων αἱ μὲν γὰρ εἰσιν ἀθάνατοι θνητὰ δὲ τὰ σώματα οὕτως καὶ ὁ ἅγιος Μεθόδιος ἐν τῶ περὶ ἀναστάσεως λόγῳ
77163vRom.14.9-Rom.14.10 σὺ δὲ τις εἰ ὁ κρίνων τὸν ἀδελφον σου πρὸς τὸν ἐδραῖον τῆι πίστει ὁ λόγος οὗτος
77063vRom.14.10 ἡ καὶ σὺ τι ἐξουθενεῖς τὸν ἀδελφον σου πρὸς τὸν ολογοπιστον πάλιν αὐτω ὁ λόγος
77263vRom.14.10* τῶι ὀνόματι τοῦ ἀδελφοῦ λύει αὐτοῖς τὴν εριδα
77363vRom.14.10-Rom.14.11 γέγραπται γὰρ ζῶ ἐγὼ λέγει κύριος δοκεῖ μὲν διὰ τῆς παραγωγῆς τῆς προφητείας καταστέλλειν τὸν πιστὸν εἰς τὸ μὴ ἐξουθενεῖν τὸν Ἰουδαΐζοντα πλὴν ὅλον τὸ χωρίον εἶπεν κατάσειων τὴν ψυχὴν τοῦ Ἰουδαΐζοντος ἔτι ὧδε μὲν τῆ μνήμῃ τῆς χρισεως ἄνω δὲ ταῖς εὐεργεσίαις αὐτοῦ τοῦ Χριστοῦ ἐντρέπων εἰ γὰρ τῶ Χριστῷ φησιν πάντες παραστησόμεθα καὶ αὐτος ἡμᾶς καὶ οὐχ ὁ νόμος τὰς εὐθύνας ἀπαιτεῖ τι σὺ ἔτι ἔχῃ τοῦ νόμου καὶ οὐ καθάπαξ ἐπιλαμβάνῃ τοῦ Χριστοῦ
77464rRom.14.11 oτι ἐμοι κάμψει πᾶν γόνυ τὴν ἁπάντων αὐτω δεσποτείαν μαρτυρεῖ
77564rRom.14.11 τὰς οἰκείας ἁμαρτίας ἐξ αὐτοῦ τοῦ συνειδότος ἅτε κριτῇ
776ex64rRom.14.11Οικου(μενιου) * s καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῶ θεῶ εἴρηται περὶ τοῦ θεοῦ καὶ πατρὸς ὅτι αὐτος κρίνει οὐδένα τὴν δὲ κρίσιν δέδωκεν τῶ υἱῷ δῆλον οὖν ὡς περὶ τοῦ κριτοῦ εἴρηται τῶ Παύλῳ τὸ ἐξομολογήσεται τῶ θεῶ καὶ τὸν λόγον δώσει τῶ θεῶ ἄρα θεὸς ὁ Χριστὸς κἂν οἱ ἀσεβεῖς μὴ βούλωνται
77764rRom.14.11-Rom.14.13 ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῶ θεῶ μηκέτι οὖν ἀλλήλους κρίνωμεν πάλιν τοῦ πρώτου ἔχεται λόγου ἵνα μὴ δόξῃ διὰ φόβον τῆς κρίσεως μνησθῆναι ἀλλὰ διά τινα λόγου ἀκολουθίαν
77864rRom.14.13 ἀλλὰ τοῦτο κρίνατε μᾶλλον τὸ μὴ τιθέναι πρόσκομμα τῶ ἀδελφῷ ἡ σκάνδαλον τοῦτο καὶ πρὸς τὸν εἰλικρινῆ πιστὸν καὶ τὸν ἔτι ἰουδαΐζοντα ἁρμόδιον καὶ γὰρ καὶ ὁ τέλειος ἐσκανδαλίζετο τῆ τῶν βρωμάτων παρατηρήσει τοῦ πλησίον καὶ ὁ τὰ βρώματα παραιτούμενος τῆ σφόδρα ἐπιπλήξει τοῦ εἰλικρινοῦς πιστοῦ ώστε μία συμβουλὴ τοὺς δύο διορθοῦται ἀπέχεσθαι τούτων ἃ σκανδάλου πρόφασις τῶ πλησίον γίνονται
77964rRom.14.13-Rom.14.14 οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ἔτι περὶ τῆς τῶν βρωμάτων παρατηρεσεως ὁ λόγος αὐτω ἐπεὶ οὖν εἶπεν οἶδα καὶ πέπεισμαι ὅτι οὐδὲν κοινὸν ἵνα μὴ εἴπῃ ὁ ἔτι ἰουδαΐζων καί τι εἰ σὺ πεπεισμένος εἰ τοῦ νόμου τὸ ἐναντίον εἰσηγουμένου προστίθησιν τῶ ἐν κυρίῳ Ἰησοῦ δεικνὺς ὅτι παρ' αὐτοῦ ταῦτα μεμαθηκεν καὶ πεπληροφόρηται καὶ οὐκ ἀφ' ἑαυτοῦ λέγει
779Ph64rRom.14.14
779exb64rRom.14.14* s ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ κοινὸν οὐδὲν δι' ἑαυτοῦ τῆ φύσει τουτέστιν οὐδὲν ἀκάθαρτον
779exc64rRom.14.14Σευηρι(ανου) * s ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ δι' αὐτοῦ τουτέστιν τοῦ θεοῦ
779ex64rRom.14.14Θεοδω(ρητου) * s ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ οὐδέν φησι κοινὸν δι' αὐτοῦ ἵνα γὰρ μὴ λέγωσι σύ τις ὧν ἀντινομοθετεῖς Μωσῇ τὸν Μωσέως δεσπότην εἰς μέσον παράγει διδάσκων ὡς αὐτος τὰς νομικὰς παρατηρήσεις ἔπαυσεν καὶ οὐδὲν εἴασεν νομίζειν ἀκάθαρτον ἔδεσμα τὸ γὰρ δι' αὐτοῦ τουτέστιν διὰ τὴν εὐαγγελικὴν αὐτοῦ νομοθεσίαν
78064rRom.14.14 ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ διὰ τήν νυν φησι δοθεῖσαν χάριν παρ' αὐτοῦ οὐδὲν φύσει κοινὸν ἀλλὰ ποτης προαιρέσεως τοῦ μετιόντος γίνεται κοινὸν οὐχὶ δὲ καὶ πᾶσιν ἐκείνῳ γάρ φησιν κοινόν
78164rRom.14.14-Rom.14.15 εἰ μὴ τῶ λογιζομένῳ τι κοινὸν είναι ἐκείνῳ κοινὸν εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφος σου λυπεῖται ὠνείδιζον γὰρ αὐτοὺς οἱ πιστοὶ ὡς ἰουδαΐζοντας ἔτι καὶ διὰ τοῦτο παρατηρουμένους τὰ βρώματα οὐ βούλεται οὖν αὐτοὺς ἐν τοῖς μὴ πάνυ μεγάλοις σφοδρῶς επιπληττεσθαι φοβούμενος μή πως ολιγοθυμήσαντες τέλεον ἀποστῶσι πίστεως εἰ οὖν καὶ μηδὲν ἐν βρώμασι κοινὸν πλὴν ἀπόσχου τῆς σφοδρᾶς τοῦ ἀδελφοῦ σου ἐγκλήσεως {οικομικως /οἰκονομικῶς }* διὰ τὴν εἰρημένην αἰτίαν
78264vRom.14.15 οὐκέτι κατὰ ἀγάπην περιπατεῖς βούλεται γὰρ είναι ἀγάπην εἰδὼς πάντα δι' αὐτῆς κατὰ μέρος κατορθοῦσθαι
78364vRom.14.15 μὴ τῶ βρώματὶ σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὐ Χριστὸς ἀπέθανε μὴ ἐπειδὴ πάντα σὺ ἐσθίεις πιστὸς ὧν ἐγκαλῶν σφοδρῶς ἐκείνῳ εκβαλεις αὐτον τέλεον τῆς πίστεως καὶ γὰρ καὶ ὑπὲρ αὐτοῦ Χριστὸς ἀπέθανεν ὅθεν ὀφείλεις οἰκονομικῶς συγκαταβαίνειν αὐτω
783ex64vRom.14.15Οικου(μενιου) * s μὴ τῶ βρώματὶ σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὐ Χριστὸς ἀπέθανε ὦ δὲ συμβουλεύει καὶ τοὺς πιστοὺς ἀπέχεσθαι βροματων διὰ τὴν τῶν ὀλιγοπίστων συγκατάβασιν * ὅπερ καὶ παριὼν λέγει
78464vRom.14.15-Rom.14.16 μὴ βλασφημείσθω οὖν ὑμῶν ἐγκαλῶν γὰρ καὶ ἀεὶ διαφιλονεικων πρὸς αὐτον διὰ τὴν παρατήρησιν τῶν βρωμάτων οὐ μόνον αὐτον φιλονεικότερον ποιεῖς ἀλλὰ καὶ πρόφασιν δίδως τοῖς ἔξωθεν βλασφημεῖν ἡμῶν τὴν πίστιν διὰ τὰς τοιαύτας μάχας
78564vRom.14.16 τὸ ἀγαθον οἷον ἡ πίστις
785ex64vRom.14.16* καλῶς μέν φησι διδάσκεις ἂλλ ἡ μάχη βλασφημίας αἰτία γίνεται
785Ph64vRom.14.16
78664vRom.14.16-Rom.14.17 οὐ γὰρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις παῦσαι βούλεται ἐκείνους τῶν εγκληματων οὐ γάρ φησι διὰ βρώσεως ἡ πόσεως {ἔχομεν ἐλθεῖν /ἔχομεν εἰσελθεῖν }* εἰς τὴν τοῦ θεοῦ βασιλείαν
786Ph64vRom.14.17
78764vRom.14.17 ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ ποία οὖν εἰσι τὰ εἰσάγοντα εἰς τὴν βασιλείαν ποία δικαιοσύνη εἰρήνη χαρὰ τουτέστιν ὁ ἐνάρετος βίος ἡ πρὸς τὸν ἀδελφον εἰρήνη ἡ ἐκ τῆς ὁμονοίας χαρὰ ἐπειδὴ δὲ ἑνὶ εἰρήνη καὶ χαρὰ καὶ ἐπὶ αἰσχροῖς πράγμασιν προστίθησι ἐν πνεύματι ἁγίῳ ὡς εἰ εἶπεν ταύτην λέγω τὴν εἰρήνην καὶ χαρὰν τὴν ἁγίῳ πνεύματι γινομένην τουτέστιν τὴν διὰ τοῦ ἁγίου πνεύματος εἰσηγουμένην
787Ph64vRom.14.17
78865rRom.14.17-Rom.14.18 ὁ γὰρ ἐν τούτοις δουλεύων τῶ κυρίῳ εὐάρετος τῶ θεῶ ἑνὶ καὶ ἀπὸ κενοδοξίας ἐγκαλεῖν καὶ οὐ διὰ φόβον ἡ ἀγάπην θεοῦ διὸ καὶ ἐπάγει ὁ γὰρ ἐν τούτοις δουλεύων τῶ Χριστῷ ἐν δικαιοσύνη φησι ἐν χαρὰ ἐν εἰρήνη πνευματική
78965rRom.14.18 καὶ δόκιμος τοῖς ἀνθρώποις καὶ γὰρ καὶ οἱ ἄνθρωποί σε θαυμάσουσιν ὁρῶντες εἰρήνην ἔχοντα καὶ χαρὰν καὶ δικαιοσύνην ἤπερ διὰ τὰ βρώματα
79065rRom.14.18-Rom.14.19 ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους ἐπεὶ οὖν ταῦτα ἀνωμολόγηταί φησι καὶ ὅτι καλὸν ἡ ειρημην δέδεικται αὐτήν φησι μετερχώμεθα διὰ ταύτης γὰρ ἔσται καὶ ἡ πάντων οἰκοδομή
79165rRom.14.19-Rom.14.20 μὴ ἕνεκεν βρώματος οὐ μόνον φησιν οὐκ οἰκοδομεῖς ἐγκαλῶν ἀεὶ διὰ τὰ βρώματα ἀλλὰ καὶ ἦν ἔχει πίστιν καταλύεις φιλονεικοτέρους αὐτοὺς ποιῶν καὶ ἀποστῆναι τέλεον τῆς πίστεως παροξύνων
792ex65rRom.14.20 κατάλυε τὸ ἔργον τοῦ θεοῦ ὁ θεὸς διὰ τοῦ σταυροῦ ᾠκοδόμησεν σὺ τοίνυν καταλύεις τὴν οἰκοδομὴν αὐτοῦ
79365rRom.14.20 πάντα μὲν καθαρά ἵνα μὴ τῆ πολλὴ τῶν ὑγιαινόντων ἐπιπλήξει βεβαιώσῃ τῶ ἀσθενεῖ τῶ παρατηρεῖσθαι τὰ βρώματα καὶ εἰς αὐτον χωρεῖ λοιπόν
79465rRom.14.20 ἀλλὰ κακὸν τῶ ἀνθρώπῳ τῶ διὰ προσκόμματος ἐσθίοντι τῶ φησι μετὰ κακοῦ συνειδότος ἐσθίοντι κἂν γάρ φησιν ἀναγκασθεὶς φάγῃς οὐδὲν ὠφέλησας μετὰ γὰρ διακρίσεως βέβρωκας οὐ γὰρ τὸ φαγεῖν ποιεισε καθαρὸν ἂλλ ἡ γνώμη μεθ' ἧς ἐσθίεις
79565rRom.14.20-Rom.14.21 καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον ἐνταῦθα οὐ μόνον τῶ πιστῷ παραινεῖ μὴ σφόρδα καθάπτεσθαι τοῦ ἀσθενοῦς ἀλλὰ καὶ συγκαταβῆναι αὐτω καὶ μὴ φαγεῖν κρέα καὶ μὴ πιεῖν οἶνον κἂν ὰλλ ὅτι δέοι παραιτῆσαι διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ σου μεγίστην γὰρ ἔχει συγκαταβάσεως ἀφορμὴν ἡ ἀσθένεια
79665vRom.14.21 μηδὲ ἐν ὦ ὁ ἀδελφος σου προσκόπτει ἡ σκανδαλίζεται ἡ ἀσθενεῖ ὅρα πως ἐν τῶ πρὸς τὸν πιστὸν λόγῳ τῶν ὀλιγοπίστων καθάπτεται προσκόπτει γὰρ ὅπερ τυφλωττόντων ἴδιον ἐστι τὸ σκανδαλιζεσθαι
79765vRom.14.21-Rom.14.22 σὺ πίστιν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ πίστιν ἐνταῦθα τὴν περὶ τῶν προκειμένων λέγει οἷον βρωμάτων ὡς ἥγε περὶ δογμάτων ὁμολογεῖσθαι πᾶσιν οφελει ἐνταῦθα δὲ καὶ κενοδοξίαν αἰνίττεται τῶ τελεῖ τέλειος εἰ φησι καὶ ἀπηρτισμένος τι πομπεύεις τὴν ἀρετὴν ἴστω ὁ θεὸς τὸ πρᾶγμα
79865vRom.14.22 μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ὦ δοκιμάζει μακάριὸς ἐστι φησιν ὁ μὴ κατακρίνων ἑαυτὸν ἐν ὦ δοκιμάζει τουτέστιν ἐν ὦ ἂν δοκιμάσῃ πράγματι τοιῶσδε ἡ τοιῶσδε οἷον φαγει τόδε ἡ μὴ φαγεῖν πως δὲ ἔσται τοῦτο ἀπὸ καθαρὸ συνειδότος ἐπειδὴ γὰρ εἶπεν κατὰ σεαυτὸν ἔχε πίστιν φησιν ὅτι κἂν πάντες σε μέμφωνται οἰκονομικῶς τι ποιοῦντα ἡ διὰ σωτηρίαν τοῦ ἀδελφοῦ τὸ δὲ σὸν συνειδὸς οὐ κατακρινεισε μακάριος εἰ ἐκ δὴ τούτων τὸν ἀσθενῆ πλήττει εἰ γὰρ ἐκ τοῦ συνειδότος ὁ στέφανος καὶ ὁ μακαρισμὸς τῶ πιστῷ δηλονότι καὶ ἡ κατάκρισις μὴ οὖν κατὰ διάκρισιν ἔσθιε διὰ τὴν ἀνάγκην φησιν
798Ph65vRom.14.22
79965vRom.14.22-Rom.14.23 ὁ δὲ διακρινόμενος εὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως πᾶν δὲ ὁ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστιν τοῦτο πάλιν πρὸς τὸν ὑγιαίνοντα τῆ γὰρ αὐτον {ἐκβιάζῃ αὐτον φαγεῖν /ἐκβιάζῃ φαγεῖν }* ουπως ἐστηριγμένον οὐκ οἶδας ὅτι ὁ διακρινόμενος εὰν φάγῃ κατακέκριται ὅτι μὴ ἐκ πίστεως ἐσθίει ἂλλ ἐξ ἀνάγκης ἡ αἰδοῦς οὔτε γὰρ ἐπίστευσεν καθαρὸν αὐτο είναι καὶ οὕτως ἔφαγεν τι οὖν πρόφασις αὐτω γέγονας κατακρίσεως εἶτα λοιπὸν κατὰ ἀποφασιν λέγει ὅτι πᾶν ὁ ἐάν τις ποιῇ οὐκ ἐκ πίστεως ἁμαρτάνει
80066rRom.14.23-Rom.16.24 τῶ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιον μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ τὸ ὑπερβατον τῶ δεδυναμενω ὑμᾶς στηρίξαι δόξα εἰς τοὺς αἰῶνας ἀμήν
80166rRom.16.24* λοιπὸν επευχαται τοῖς ἀσθενέσιν εὐχῆς γὰρ χρείαν εἶχον μᾶλλον ἡ συμβουλῆς εἰπὼν δὲ στηρίξαι δηλοῖ ὅτι σαλεύονται εἶτα ἐπάγει καὶ τὸν τρόπον τοῦ στηριγμοῦ κατὰ τὸ εὐαγγέλιόν μου φησιν
801ex66rRom.16.24Οικου(μενιου) * s τῶ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιον μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ ἵνα οὕτως ζῶσιν φησιν ὡς τὸ εὐαγγέλιον διαγορεύει
80266rRom.16.24* ὁ Χριστὸς αυτὰ ἐκήρυξεν φησιν οὐκοῦν οὐκ ἀνθρώπων οἱ νόμο οἱ ἐν τῶ εὐαγγελίῳ ἀλλὰ τοῦ Χριστοῦ αὐτοῦ τὸ ἀξιοπιστον δὲ αὐτῶν δείκνυσιν ἀπό τε τοῦ κηρύξαντος καὶ ἀπὸ τοῦ ὀνόματος εὐαγγέλιον γὰρ λέγεται ποῖον δὲ τὸ κήρυγμα τοῦ Χριστοῦ αὐτος ὁ Χριστός
80366rRom.16.24 κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αιωνιoις σεσιγημένου τοῦ φησι κατὰ ἀποκάλυψιν μυστηρίου δοθέντος ποίου μυστηρίου τοῦ σεσιγημένου μὲν ἐν τοῖς προλαβουσιν αἰωνίοις χρόνοις τουτέστιν πολλοῖς φανερωθέντος δέ νυν
803ex66rRom.16.24* σημαίνει τὸ είναι αὐτο πολλῆς τιμῆς δῶρον οὐ μόνον ἐκ τοῦ κηρύξαντος Χριστοῦ καὶ ἐκ τοῦ λέγεσθαι εὐαγγέλιον ἀλλὰ καὶ ἐκ τοῦ νυν ἡμῖν κατὰ δωρεὰν φανερωθῆναι εἰ καὶ ἦν προαιώνιον ἐξ ἀρχῆς γὰρ ἦν ὁ υἱος ἀλλά νυν ἐγνώσθη ἀγνοούμενος τὸ πρίν
803Pha66rRom.16.24
803Phb66rRom.16.24
80466rRom.16.24-Rom.16.25 φανερωθέντος δὲ νυν διὰ τε γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αιωνου θεοῦ πως δέ νυν φησιν ἐφανερώθη διὰ γραφῶν προφητικῶν οὕτως τοῦ πατρὸς ἐπιτάξαντος γενέσθαι ταύτῃ δὲ τὸν ἄπιστον εἰς πίστιν προτρέπεται τι γὰρ φοβῇ εἰλικρινῶς αὐτω πιστεῦσαι οἱ προφῆται εἶπον ὁ θεὸς ἐνετείλατο
80566rRom.16.25 εἰς υποακοην πίστεως ὑπακοῆς γὰρ χρείαν ἔχει ἡ πίστις ἵνα πιστεύων μὴ περιεργάζῃ διά τι νυν ἐφανερώθη καὶ διά τι πάλαι ἐσιγᾶτο
80666rRom.16.25 εἰς πάντα τὰ ἔθνη μὴ φοβοῦ φησιν οὐ σὺ μόνος πιστεύεις ἀλλὰ πᾶσα ἡ οἰκουμένη
80766vRom.16.25-Rom.16.26 γνωρισθέντος μόνῳ σοφῷ θεῶ πρὸς ἀντιδιατολην τῶν ψευδων ὑμῶν θεῶν οὐ τοῦ Χριστοῦ ἡ τοῦ πνεύματος μὴ γένοιτο
80866vRom.16.26 διὰ Ἰησοῦ Χριστοῦ ὧι ἡ δόξα εἰς τοὺς αἰῶνας {ἡμῖν /αμιν }* [/cap]γνωρισθέντος ἐν τοῖς ἔθνεσιν διὰ Ἰησοῦ Χριστοῦ ὡς καὶ κηρύξαντος λοιπὸν διὰ μέσου τὸ μόνῳ σοφῷ ἡ δόξα
808ex66vRom.16.26Οικου(μενιου) * ἡ οὕτως τῶ δυναμένῳ ὑμᾶς στηρίξαι μόνῳ σοφῷ θεῶ στηρίξαι δέ πως διὰ Ἰησοῦ Χριστοῦ δόξα φησιν εἰς τοὺς αἰῶνας
808exb66vRom.16.26
80966vRom.16.26-Rom.15.1 ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν πρὸς τοὺς ὑγιαίνοντας τρέπει τὸν λόγον διδάσκων δεῖν συγκαταβαίνειν τοῖς ἀσθενέσι χρεωστοῦμεν γὰρ τοῦτο ὅρα δέ πως εὐτελίζει τοὺς ἀσθενεῖς περὶ μὲν γὰρ τῶν ἄλλων φησιν οἱ δυνατοὶ περὶ δὲ τούτων δὲ τὰ ἀσθενήματα καὶ τῶν ἀδυνάτων βαστάζειν
81066vRom.15.1* ἀλλὰ τῶ πλησίον διὰ τῆς συγκαταβάσεως
81166vRom.15.1-Rom.15.2 ἕκαστος ἡμῶν τῶ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθον πρὸς οἰκοδομήν δυνατὸς εἰ καὶ πιστὸς λαβέτω σου πεῖραν ὁ ἀσθενὴς διὰ συγκαταβάσεως δεῖ γὰρ ἕκαστον ἡμῶν τῶ πλησιων ἀρέσκειν ἂλλ ἐπειδὴ ἀρέσκειν ἑνὶ καὶ ἐπὶ κακῷ προσέθηκεν εἰς τὸ ἀγαθον πρὸς οἰκοδομὴν τοῦτο γὰρ ὁ εἶπον ποιῶν ωκοδομησας αὐτον καὶ διορθωσω
81266vRom.15.2-Rom.15.3 καὶ γὰρ ὁ Χριστὸς ὁ οὐχ ἑαυτῷ ἤρεσεν εἰ ἠθέλησεν φησιν ὁ Χριστὸς τὸ ἑαυτοῦ σκοπεῖν οὐκ ἂν ἔπαθεν εξην γὰρ αὐτω μὴ ὑβρισθῆναι ὰλλ οὐχ ἑαυτῷ ἤρεσεν οὐ δὲ τοῦ ἰδίου ἐφρόντισεν ἀλλὰ τοῦ ἡμέτερο συμφέροντος
812ex66vRom.15.3
81366vRom.15.3 ἀλλὰ καθὼς γέγραπται οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμε οὐδέν φησι ξένον γέγονεν ἂλλ οἱ ἐν τῆ παλαιὰ ὀνειδίσαντες καὶ ὑβρίσαντές σε θεὲ πάτερ οὗτοι καὶ κατὰ τοῦ υἱοῦ σου ἐμοῦ ἦλθον
81466vRom.15.3-Rom.15.4 ὅσα γὰρ προεγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη ταῦτά φησι πρὸς ἡμετέραν διδασκαλίαν γέγραπται ἵνα μὴ μιμώμεθα
81567rRom.15.4 ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γαρφῶν τὴν ἐλπίδα ἔχωμεν ἵνα φησι παρακαλούμενοι ὑπο τῶν γραφῶν καὶ διὰ τῆς ἐκεῖ γεγραμμένης ὑπομονῆς νευρούμενοι μένωμεν εἰς τὴν ἐλπίδα τοῦ θεοῦ ἡ γὰρ ὑπομονὴ τῆς ἐλπίδος ἐστι κατάσκευαστικη καὶ ἡ ἐλπὶς πάλιν τῆς ὑπομονῆς
81667rRom.15.4-Rom.15.5 ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δείκνυσιν ὅτι μετὰ τῶν γραφῶν καὶ τῆς ἐκεῖθεν διδασκαλίας καὶ παρακλήσεως καὶ εὐχῶν χρεία πρὸς τὸ ἐπισπάσασθαι τὴν τοῦ θεοῦ βοήθειαν
81767rRom.15.5 δώιη ὑμῖν τὸ αὐτο φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν ἀγάπην αὐτοῖς ἐπεύχεται ἂλλ ἐπειδὴ ἑνὶ καὶ ἐπὶ κακῷ ἀγάπη διαιρῶν ἐκείνης ταύτην ἐπάγει κατὰ Χριστὸν Ἰησοῦν
81867rRom.15.5-Rom.15.6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τι δὲ ωφελος τοῦ ἀγάπην ἔχειν καὶ τὸ αὐτο φρονεῖν μετ' ἀλλήλων τι αἴτιον φησι γίνεται τοῦ πάντας ὁμοθυμαδὸν μία ψυχὴ δοξάζειν τὸν θεόν
81967rRom.15.6-Rom.15.7 διὸ προσλαμβάνεσθε ἀλλήλους καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν θεοῦ ἐπειδὴ ταῦτα οὕτως ἔχει φησι προσλαμβάνεσθε ἀλλήλους τουτέστιν καταλλάσσεσθε ἑαυτοῖς καὶ πάλιν ἐν ὑποδείγματι τὸν Χριστὸν φέρειν τοῦτο δὲ ποιοῦντες τὸν θεὸν δοξάσετε καὶ πάλιν τὸν θεὸν δοξάζεσθαι παρασκευάσει ἡ ὑμῶν ἀγάπη
82067rRom.15.7* τὸ ὑπερβατον προσλαμβάνεσθε ἀλλήλους εἰς δόξαν θεοῦ
82167rRom.15.7-Rom.15.8 λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς τοῖς ἰουδαΐζουσιν ἐγκαλεὶ καί φησιν ὁ Χριστὸς ἐλθὼν συνέπραξε τῶ πατρὶ εἰς τὸ τὰς παρ' αὐτοῦ δοθείσας τῆς ἀμφὶ τὸν Ἀβραὰμ ἐπαγγελίας εἰς πέρας ἐλθεῖν συνέπραξε δὲ τὸν νόμον ἅπαντα πληρώσας καὶ περιτμηθεὶς ἵνα καὶ ταύτῃ βεβαίως πληρώσῃ τὸν νόμον
821Ph67rRom.15.8
821ex67rRom.15.8Οικου(μενιου) * s λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ἑνὶ δὲ καὶ οὕτως νοῆσαι διάκονός φησι γέγονεν ὁ Χριστὸς τῶν Ἰουδαίων τουτέστιν διάκονος γέγονεν ὑπὲρ τούτους Ἰουδαίους ἐν τος γενέσθαι τῶν ἐπαγγελιῶν ἵνα καὶ ὁ ταύτας ἐπαγγειλάμενος πατὴρ ἀληθεύσῃ
82267vRom.15.8 ὑπὲρ αληθεαις θεοῦ ὑπὲρ τοῦ ἀληθεῦσαί φησιν τὸν ἐπαγγειλάμενον πατέρα
822Ph67vRom.15.8
82367vRom.15.8 εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων ὁ δὲ γενόμενος οὐκ ἴσχυσεν αὐτὰς βεβαιῶσαι πως οὖν φησιν οὐκ ἄτοπον τὸν βεβαιώσαντα ἡμῶν τὰς ἐπαγγελίας ἃς οἱ πατέρες ἔλαβον Χριστὸν παρορᾶν καὶ τοῦ νόμου ἔχεσθαι δὲ τοῦ μὴ ἰσχύσαντος τὰς ἐπαγγελίας ἡμῖν φυλάξαι
82467vRom.15.8-Rom.15.9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεὸν καθὼς γέγραπται οἱ μὲν Ἰουδαῖοι οὖν κἂν ἐπαγγελίας ἦσαν δεξάμενοι εἰ καὶ μηδὲν ἐξ αὐτῶν ὠφελήθησαν εἰ μὴ Χριστὸς αὐτὰς ἐβεβαίωσεν ὑμεῖς δέ φησι τὰ ἔθνη ὑπὲρ μόνης φιλανθρωπίας ὀφείλετε τὸν θεὸν δοξάζειν ἐπειδὴ μήτε ἐπαγγελίας εἴχετε ἂλλ ἠλεήθητε τῆς χάριτος τὸ πᾶν ποιησάσης ὅσω οὖν φησιν ἠλεήθητε χάριτι Χριστοῦ τοσοῦτον ὀφειλέται ἐστε τοῦ θεοῦ εἰς τὸ βαστάζειν τοὺς ὀλιγοπίστους τοὺς ἐξ Ἰουδαίων τοῦτο γὰρ δόξα θεοῦ ἡ ὁμόνοια ὑμῶν καὶ ἡ εἰρήνη διαλέγεται γὰρ τοῖς ἐξ ἐθνῶν πιστοῖς οἱ μάλιστα ἐπέκειντο τοῖς παρατηρουμένοις τὰ βρώματα
824ex67vRom.15.9
82567vRom.15.9-Rom.15.11 διὰ τοῦτο ἐξομολογήσομαι σοι ἐν ἔθνεσιν κύριε καὶ τῶ ὀνόματι σου ψαλῶ καὶ πάλιν λέγει εὐγφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ πάλιν λέγει αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη καὶ ἐπαινέσατε αὐτον πάντες οἱ λαοί τὴν μαρτυρίαν φέρει δεικνὺς ὅτι συνῆφθαι δεῖ τοὺς ἐξ Ἰουδαίων τοῖς ἐξ ἐθνῶν
82667vRom.15.11* καὶ πάλιν Ἠσαΐας λέγει τὸ Καὶ παρέλκεται ἵνα ἡ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ' αὐτω ἔθνη ἐλπιοῦσιν
82768rRom.15.11-Rom.15.13 ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρῶσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης πάλιν εἰς εὐχὴν ἦλθεν λέγει δὲ ὁ θεός φησιν ἀπαλλάξει ὑμᾶς τῆς πρὸς ἀλλήλους μάχης καὶ τῆς ἔνθεν ἀθυμίας
82868rRom.15.13 ἐν τῶ πιστεύειν εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῆ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου τοῦτο γὰρ παρ' ἡμῶν εἰσενεκτέον τὴν πίστιν ἐκ δὴ τούτου ἔσται ἡμῖν τὸ πάντων αἴτιον τῶν ἀγαθῶν ἡ εἰς θεὸν ἐλπὶς ἦν μεθ' ὑπερβολῆς ἐπεύχεται εἰς τὸ περισσεύειν γάρ φησιν ὅπερ οὐκ ἄλλως ἔσται εἰ μὴ τῆ δυνάμει τοῦ πνεύματος ὁ τοίνυν τὸ πνεῦμα ἔχων πάντα ἔχει
82968rRom.15.13-Rom.15.14 πέπεισμαι δὲ ἀδελφοὶ μου καὶ αὐτος ἐγὼ περὶ ὑμῶν οὐ δέομαί φησι παρ' ἑτέρων μαθεῖν
829Ph68rRom.15.14
83068rRom.15.14 ὅτι καὶ αὐτοὶ μεστοὶ ἐστε ἀγαθωσύνης ἀγαθωσύνην καλεῖ τὴν ἀπηρτισμένην ἀρετὴν τὸ δὲ μεστοὶ ἐπιτάσεως ἐστι ῥῆμα
83168rRom.15.14 πεπληρωμένοι πάσης γνώσεως τι γὰρ ὅτι φιλάδελφὸς μὲν ἐστι τις οὐ δυνάμενος δὲ εἰς δέον τῆ ἀγάπη χρήσασθαι διὰ τοῦτό φησι πάσης γνώσεως
83268rRom.15.14 δυνάμενοι καὶ ἄλλους νουθετεῖν οὐ μόνον ουδεισθε παραινέσεως ἀλλὰ καὶ ἄλλους διδάσκετε
83368rRom.15.14-Rom.15.15 τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀδελφοὶ ἀπὸ μέρους ἔδει γὰρ αὐτοὺς κατασκωφθέντας ἱκανῶς καὶ λεᾶναι
833Pha68rRom.15.15
833Phb68rRom.15.15
83468rRom.15.15* οὐκ ἐμὸς ὁ πόνος φησιν ἀλλὰ χάρις ἐστι θεοῦ δείκνυσι δὲ ὅτι οὔτε ἀναμνῆσαι ἂν ἐτόλμησεν εἰ μή φησι τὰ ἔθνη επεπιστευμην πολὺ οὖν μετριάζει
833ex68rRom.15.15 ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσαν μοι ὑπο τοῦ θεοῦ ἠρέμα πως φησιν ὡς ἂν εἰ ἀναμνήσας τουτέστι μικρὸν ἀναμνήσας ἡ δὲ τοιαύτη σημασία τῶν λεξεων κολάζει τὸ μὴ καθόλου αὐτοὺς ἀναμεμνῆσθαι ὅθεν οὐδε λέγει διδάσκων ἂλλ ἀναμιμνήσκων
83568vRom.15.15 οὐκοῦν καὶ παρ' ἡμῶν δικαίως ἂν ἀκουσθείην
83668vRom.15.15-Rom.15.16 εἰς τὸ είναι με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν τοιγαροῦν ἐμπιστευθεὶς ταύτην τὴν λειτουργίαν καὶ ἱερουργίαν σπουδὴν ἔχω εἰς ἔργον ἀγαγεῖν τὴν βουλὴν τοῦ θεοῦ ἡ δὲ ἐστιν εὐπρόσδεκτον ὑμῶν γενέσθαι τὴν προσφοράν
83768vRom.15.16 εὐπρόσδεκτος ηγιαμενη ἐν πνεύματι ἁγίῳ πως δ'αν ἔσεσθε εὐπρόσδεκτοι καὶ ἡγιασμένοι εἰ ἔχετέ φησι τὸ πνεῦμά πως δὲ τοῦτο παραγίνεται διὰ βίου ἀλήπτου ὡς οἴγε μὴ βιοῦντες ὀρθῶς διωκουσι τὸ ἅγιον πνεῦμα ἀπ' αὐτῶν
83868vRom.15.16-Rom.15.17 ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν καυχῶμαι τοιγαροῦν οὐκ ἐν ἐμαυτῷ οὐδε ἐν σπουδὴ ἐμὴ ἂλλ ἐν Χριστῷ ἐν τοῖς πράγμασι τοῖς ἀνήκουσι καὶ διαφέρουσι τῶ πατρὶ ἄρα ἡ εἰς Χριστὸν πίστις τῶ πατρὶ διαφέρει
838Ph68vRom.15.17
83968vRom.15.18 οὐ γὰρ τολμήσω λαλεῖν τι ἐπειδὴ εἶπεν ἔχω καύχημα προστίθησιν ὅτι οὐ κόμπος φησι ῥημάτων τὰ εἰρημένα οὐδὲν γὰρ εἰπεῖν τολμῶ τῶν μὴ παρὰ Χριστοῦ μοι παρασχεθέντων εἰς τὴν τῶν ἐθνῶν ἱερουργίαν καὶ ἵνα μοι τὰ ἔθνη υπακουση ἀλλὰ καὶ σημείων ποιήσεις καὶ τεράτων ἐπιδείξεις μοι παρεσχέθησαν ἀνάγει γὰρ λοιπὸν ἑαυτὸν ἐπειδὴ σφόδρα ἐν τοῖς ἄνω ἐταπείνωσεν ἑαυτὸν εἰπὼν τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἵνα μὴ ὡς εὐτελοῦς ἀπόβλητος ὁ λόγος αὐτοῦ γένηται
84068vRom.15.18-Rom.15.19 ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ ἐν δυνάμει σημείων καὶ τεράτων δείκνυσιν ὅτι οὐδὲν ἦν αὐτοῦ ἀλλὰ τὸ πᾶν τοῦ Χριστοῦ
84169rRom.15.19 ἐν δυνάμει πνεύματος θεοῦ τὸ ἀξίωμα λέγει τοῦ ἁγίου πνεύματος ὅτι ταῦτα πεποίηκα φησι τῆι δυνάμει αὐτοῦ
84269rRom.15.19 ώστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Iλλυρικου πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ λοιπὸν ἡ ἀποδειξις τῶν εἰρημένων τῶν μαθητῶν τὸ πλῆθος διὰ τοῦτο δὲ εἶπεν καὶ κύκλῳ ἵνα μὴ τὴν κατ' εὐθείαν ὁδὸν ἐνθυμηθῇς ἀλλὰ πάντα τὰ πέριξ οὐκ εἶπεν κηρύξαι ἂλλ ὁ μεῖζον ἦν πεπληρωκέναι
84369rRom.15.19-Rom.15.20 οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός φιλοτιμία δέ μοι ἦν φησιν ἐκεῖ εὐαγγελίζεσθαι ἔνθα ὅπου ἦν {ονομασθης /ὀνομασθείς }* ὁ Χριστός τι δήποτε ἵνα μή φησιν ἐπ' ἀλλότριον θεμελίῳ οἰκοδομῶ
843ex69rRom.15.20Σευηριανου * s οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός οὐχ ὡς ἀπευχόμενος τῶν λοιπῶν ἀποστόλων τὴν κοινωνίαν ἂλλ ὡς πλεονεκτικὸν καὶ ἄδικον κρίνων τὴν τῶν ἀλλοτρίων ἔργων δόξαν ὑφαρπάζειν
84469rRom.15.20 ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ ἀλλότριον θεμέλιον φησι τὴν τῶν ἄλλων κηρύκων διδαχὴν ἀλλότριον δὲ ουδια τὸ ἂλλ οἷον τοῦ κηρύγματος ἀλλὰ κατὰ τὸν τοῦ μισθοῦ λόγον καὶ τοῦ καμάτου
84569rRom.15.20-Rom.15.21 ἀλλὰ καθὼς γέγραπται οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἱ οὐκ ἀκηκόασι συνήσουσι δείκνυσιν ὅτι τοῦτο ποιῶν καὶ προφητείαν ἐπλήρου
84669rRom.15.21-Rom.15.22 διὸ καὶ ἐνεκοπτομην τοῦ ἐν ἀρχὴ αὐτω εἰρημένου ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς νυν τὴν αἰτίαν ἀποδίδωσιν ὅτί φησιν ἡ πρὸς τὰ ἔθνη διδασκαλία ἐκώλυσεν με
84769rRom.15.22 τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς οἷον πολλάκις
84869rRom.15.22-Rom.15.23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλημασι τούτοις ὁρᾷς ὅτι οὐ τῆς αὐτῶν δόξης ἐφιέμενος ἔγραψεν οὐ δὲ ὡς ἂν εἴποι τις κολακεύων αὐτοὺς ὡς δυνάστας καὶ γὰρ μονονουχὶ τοῦτο γράφει ἐπειδὴ τὸ ἔργον πεπλήρωκα καὶ οὐδὲν ἔχω ποιῆσαι θέλω ἐλθεῖν πρὸς ὑμᾶς
84969vRom.15.23 ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν ἵνα μὴ δόξῃ ἐξευτελίζειν αὐτοὺς γραφῶν ὅτι μηδὲν ἔχων ποιῆσαι ἔρχομαι πρὸς ὑμᾶς τὸν τῆς ἀγάπης ἀναπτύσσει λόγον
85069vRom.15.23-Rom.15.24 ὡς εὰν πορεύωμαι εἰς τὴν Σπανίαν ἐλεύσομαι πρὸς ὑμᾶς ἵνα μὴ πάλιν νομισθῇ κατὰ κολακείαν εἰρηκέναι τὸ ἐπιποθίαν ἔχω ἀπὸ πολλῶν ἐτῶν κολάζει τὸ εἰρημένον λέγων ὅτι διὰ τοῦτο μάλιστα ἐλθεῖν θέλω ἵνα εἰς τὴν Σπανίαν ἀπέλθω
85169vRom.15.24 ἐλπίζω γὰρ διαπορευόμενος θεάσαθαι ὑμᾶς καὶ ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ {εἶτα μή /εἶτα ἵνα μή }* λέγωσιν ὁδοῦ πάρεργον ἡμᾶς ποιεῖ ἐπάγει τὸ ἀφ' ὑμῶν προπεμφθῆναι ἵνα πάλιν τὴν ἀγάπην ἐνδείξηται ἂλλ ἐπειδὴ οὐκ ἦν ἀξιόχρεων τοῦτο προστίθησι τὸ ἐμπλησθῶ ὅπερ πατρὸς ἦν μᾶλλον ἡ διδασκάλου
85269vRom.15.24 εὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ οἷον ἐν μέρει οὐδεὶς γάρ φησιν χρόνος τελείως με ἐμπλῆσαὶ δύναται τῆς ὑμῶν ἀγάπης
85369vRom.15.24-Rom.15.25 νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλήμ ἐπειδὴ εἶπεν μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις ἔρχομαι πρὸς ὑμᾶς ἤμελλεν δὲ ἔτι βραδύνειν ἵνα μὴ κεχλευάσθαι νομίσωσι λέγει τὴν αἰτίαν τῆς μελλήσεως
85469vRom.15.25 διακονῶν τοῖς ἁγίοις εἰ Παῦλος διακονεῖ ἐννόησον τὸ μέγα τοῦ πράγματος
85569vRom.15.25-Rom.15.26 εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα οὐ μόνον τὴν αιτιαιν εἰπεῖν θέλει τῆς ἔτι μελλήσεως ἀλλὰ καὶ προτρέψασθαι αὐτοὺς ὁμοίως τοῖς ἄλλοις πέμψαι τοῖς ἐν Ἱερουσαλὴμ τοῦτο γὰρ βούλεται αὐτω τὸ εἰπεῖν καὶ τοὺς πέμποντας
85670rRom.15.26 κοινωνίαν τινα ποιήσασθαι κοινωνίαν καλεῖ τὴν ἐλεημοσύνην καθὸ αὐτοὶ μὲν χρήματα οἱ δὲ ἅγιοι τὴν πρὸς θεὸν παρρησίαν συνεισφέρουσιν
85770rRom.15.26 εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ διπλὴ ἡ τῆς ἐπιδόσεως ἀνάγκη διά τε τὴν πενίαν καὶ τὴν ἀρετήν
85870rRom.15.26-Rom.15.27 εὐδόκησαν γὰρ καὶ ὀφειλέται αὐτῶν εἰσιν διά τι δὲ τοῦτο ποιεῖν εβουλευεσαντο ἴσασι φησι χρεωστοῦντες τοῦτο οὐκ ἄρα κατὰ ἐλεημοσύνην ἀλλὰ κατὰ χρέος πέμπουσιν
85970rRom.15.27 εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς λοιπὸν λέγει πως ὀφειλέται αὐτῶν εἰσιν δι' αὐτούς φησι μάλιστα ἦλθεν ὁ Χριστὸς περὶ γὰρ τῶν ἐκ περιτομῆς πιστῶν ὁ λόγος αὐτω καὶ {αὐτω /αὐτῶν }* ἦν τὰ ἀγαθὰ καὶ αἱ ἐπαγγελίαι ὥσπερ οὖν τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησεν τὰ ἔθνη οὕτως χρὴ αὐτοὺς καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς οὐκέτι δὲ λέγει κοινωνῆσαι ἀλλὰ λειτουργῆσαι ενταξει διακονῶν αὐτοὺς τιθεὶς τῶν ἁγίων φόρους τελούντων ὡς βασιλεῦσιν
86070rRom.15.27-Rom.15.28 τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον ὡς ἐν ἀσύλῳ τόπῳ καὶ ἀσφαλεῖ μέλλων ἀποτίθεσθαι καὶ γὰρ ἐν οὐρανοῖς ἤμελλεν ἀποτίθεσθαι φησι καὶ σφραγισάμενος
86170rRom.15.28* καρπὸν δὲ καλεῖ τὴν ἐλεημοσύνην δεικνὺς κερδαίνοντα τὸν παρέχοντα
86270rRom.15.28 ἀπελεύσομαι δι' ὑμῶν εἰς τὴν Σπασιαν πάλιν τῆς Σπανιας μέμνηται δεικνὺς τὸ πρὸς τοὺς Σπανίους φίλτρον
86370rRom.15.28-Rom.15.29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι τουτέστιν οἶδα ὅτι ἐρχόμενος πρὸς ὑμᾶς κομῶντας ὑμᾶς τοῖς ἀγαθοῖς εὑρεῖν ἔχω τὸ γὰρ ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τὸ πάντων ἐντὸς είναι τῶν ἀγαθῶν σημαίνει
863ex70rRom.15.29Οικου(μενιου) * s οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι ἡ οὕτως οἶδα ὅτι ἐρχόμενος πρὸς τὸ πληρῶσαι ὑμᾶς τῆς ἐκ τοῦ εὐαγγελίου εὐλογίας ἐλεύσομαι τουτέστιν πρὸς ἀρετὴν ὑμᾶς καὶ πίστιν ἀλείψω
86470vRom.15.29-Rom.15.30 παρακαλῶ δὲ ὑμᾶς ἀδελφοὶ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος ὡς μὴ αὐτος ὧν ἀξιόχρεως πρὸς τὸ πεῖσαι διὰ τοῦ Χριστοῦ φησιν ὑμᾶς καὶ τοῦ ἁγίου πνεύματος παρακαλῶ ὅρα ὅτι υἱοῦ καὶ πνεύματος ἐμνήσθη οὐκέτι δὲ καὶ πατρὸς τοῦτο δὲ εἴρηται ἵνα ὅτε πατρὸς καὶ υἱοῦ μόνου μέμνηται μὴ θορυβηθῇς διά τι μὴ καὶ τοῦ πνεύματος ἐμνήσθη ἀδιαφόρως γὰρ τὴν ἁγίαν τίθησι τριάδα
86570vRom.15.30 συναγωνίσασθαὶ μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν μεγίστῃ ταπεινωοφροσύνη ὅτι λέγει τῆς τούτων δεῖσθαι εὐχῆς
86670vRom.15.30-Rom.15.31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῆ Ἰουδαία οὐκ εἶπεν ἵνα συμπλακῶ καὶ νικήσω αὐτοὺς ἀλλὰ ῥυσθῶ θεῖον νόμον πλρων ὅς φησιν εὔχεσθε μὴ ἐμπεσεῖν εἰς πειρασμόν
86770vRom.15.31* σημαίνει πονηρούς τινας καὶ λύκους μᾶλλον ἡ ἀνθρώπους ἐπιθησομένους αὐτω
86870vRom.15.31 καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις καὶ ἵνα φησιν ἡ θυσία μου εὐπρόσδεκτος γένηται παρὰ θεῶ καὶ ἵνα καὶ αὐτοὶ μετὰ προθυμίας καὶ εὐχαριστίας δέξωνται τὰ υπ ἐμοῦ
86970vRom.15.31-Rom.15.32 ἵνα ἐν χαρὰ ἔλθω πρὸς ὑμᾶς εἰ γάρ φησι ῥυσθῶ ἐκ τῶν ἀπειθούντων καὶ εὐπρόσδεκτος μου γένηται ἡ διακονία ἐν χαρὰ καὶ οὐκ ἐν ἀθυμίαι ἐλεύσομαι πρὸς ὑμᾶς
87070vRom.15.32 διὰ θελήματος θεοῦ ὁ ἐξ ἀρχῆς εἶπεν καί νυν λέγει εἴπως ἤδε ποτε εὐοδωθήσομαι ἐν τῶ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς
87170vRom.15.32 καὶ συναναπαύσωμαι ὑμῖν ὁρᾷς αὐτοῦ τὸ ἄτυφον οπυ γὰρ εἶπε διδάξω ὑμᾶς ἡ κατεχήσω ἀλλὰ συναναπαύσομαι τουτέστιν ὑμεῖς ἐμοι διὰ τὴν διδασκαλίαν κἀγὼ ὑμῖν διὰ τὴν τῆς πίστεως ἐπίδοσιν ὑμῶν
871Ph70vRom.15.32
87271rRom.15.32-Rom.15.33 ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν ἀμήν τοῦτο πανταχοῦ ἔθος αὐτο εὐχὴν τιθέναι μετὰ τὴν παραίνεσιν
87371rRom.15.33-Rom.16.1 συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν {οὖσαν διάκονον /οὖσαν καὶ διάκονον }* τῆς ἐκκλησίας τῆς ἐν Kεχρεαις ὅρα διὰ πόσων αὐτὴν σεμνύνει τῶ πρώτης μνησθῆναι τὸ ἀδελφὴν καλέσαι τι δὲ ἴσον τοῦ είναι Παύλου ἀδελφὴν καὶ ἐκ τῆς διακονίας
87471rRom.16.1-Rom.16.2 ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων ἡ διὰ τὸν κύριον ἡ κατὰ κύριον καὶ ἀξίως τῶν ἁγίων ὃν τρόπον φησιν πρέπει ἁγίους δέχεσθαι διπλὴν δέδωκεν αὕτη θεραπείας ἀφορμὴν καὶ τὸ διὰ τὸν κύριον αὐτὴν δεχθηναι καὶ τὸ είναι ἁγίαν
87571rRom.16.2 καὶ παραστῆτε αὐτῆι ἐν ὧι ἂν ὑμῶν χρηζη πράγματι ὁρᾷς τὸ ἀνεπαχθὲς οὐκ εἶπεν ὅτι ἀπαλλάξατε αὐτὴν ἐκ τῶν ἐπικειμένων ἀλλὰ παραστῆτε τουτέστι τὰ παρ' ὑμῶν εἰσενέγκατε καὶ χεῖρα ὀρέξατε
87671rRom.16.2 καὶ γὰρ αυτὴ προστάτις πολλῶν ἐγενήθη μέγας ὁ ἔπαινος καὶ ἱκανὸς αὐτοὺς προτρέψασθαι
87771rRom.16.2 καὶ αὐτοῦ ἐμοῦ τὸ μέγιστον ἐγκώμιον τελευταῖον τέθεικεν μακαρία γὰρ ὄντως ηδυνηθεισα προστῆναι καὶ ἀναπαῦσαι τὴν ἁγίαν ψυχὴν τοῦ Παύλου αὐτοῦ ἐμοῦ τουτέστι τοῦ ἀπόστολο τοῦ κήρυκος τοῦ διδασκάλου τῆς οἰκονουμένης
87871rRom.16.2-Rom.16.4 ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργοὺς μου ἐν Χριστῷ Ἰησοῦ οἵτινες ὑπὲρ τῆς {ψχης /ψυχῆς }* μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν συνεργησαν φησιν ἐν διδαχὴ ἐν πειρασμοῖς ἐν κινδύνοις μέγας δὲ ὁ ἔπαινος
87971rRom.16.4 οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν ἡ διὰ τὴν διδασκαλίαν ἡ ὅτι καὶ διὰ τὴν ἐκ τῶν χρημάτων εἰς αὐτοὺς συνεισφοράν
88071rRom.16.4-Rom.16.5 καὶ τὴν κατ' οἶκον αὐτῶν ἐκκλησίαν οὕτως δὲ ἦσαν οὗτοι εὐδόκιμοι ὅτι καὶ τὸν οἶκον αὐτῶν ἐκκλησίαν ἐποίησαν ἡ ὅτι πανοικὶ ἦσαν πιστοὶ ὡς τὸν οἶκον λοιπὸν ἐκκλησίαν είναι
88171vRom.16.5 ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητὸν μου ὃς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν μέγα τὸ είναι Παύλου ἀγαπητὸν τοῦ κρίσει καὶ οὐ πρὸς χάριν φιλεῖν εἰδότος ἀπαρχὴν δὲ αὐτον λέγει ἡ ὅτι πρῶτος ἐπίστευσεν ἡ ὅτι πλεῖον ἁπάντων εὐλάβειαν ἐπεδείκνυτο ἵνα δὲ μὴ νομίσῃς ὅτι ἐν κοσμικοῖς ἦν πράγμασιν ἀπαρχὴ προστίθησιν εἰς Χριστόν
88271vRom.16.5-Rom.16.6 ἀσπάσασθε Μαριάμ δείκνυσιν ὅτι μετὰ τῆς διδασκαλίας καὶ ἕτερα κέκμηκεν εἰς αὐτούς
88371vRom.16.6 ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς οὐ μόνον φησιν εἰς ἑαυτὴν ἐκοπίασεν ἵνα σωθῇ ἀλλὰ καὶ εἰς ὑμᾶς ἀπόστολο τάξιν πληροῦσα καὶ εὐαγγελιστοῦ πως οὖν εἴρηται γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω τῆς ἐν τῶ μέσῳ καὶ κοινοπροεδριας αὐτὴν κωλύων καὶ τῆς ἐν βήματι καθέδρας οὐ τῆς τοῦ λόγου διδασκαλίας
88471vRom.16.6-Rom.16.7 ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου μεῖζον τὸ ἐγκώμιον τὸ συναιχμαλώτους μου χαλεπώτερα γὰρ αἰχμαλώτων ἔπασχον διωκόμενοι ὑβριζόμενοι ἀδικούμενοι
88571vRom.16.7 οἵτινες εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις μέγα μὲν καὶ τὸ είναι ἀποστόλους τὸ δὲ καὶ ἐπισήμους ἐν αὐτοῖς μέγιστον
88671vRom.16.7 oἱ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ ὅρα τὴν ἁγίαν ψυχὴν οὐκ ἐπαισχύνεται λέγων ὅτι πρὸ ἐμοῦ ἐπίστευσαν οὗτοι τῶ Χριστῷ
88771vRom.16.7-Rom.16.8 ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητὸν μου ἐν κυρίῳ μέγας ὁ ἔπαινος
88871vRom.16.8-Rom.16.9 ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Xριστω καὶ Στάχυν τὸν ἀγαπητὸν μου τοῦτο μεῖζον ὅτι καὶ συνήργει ἐν τῆ διδασκαλία
88971vRom.16.9-Rom.16.10 ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ οἷον ἀνεπίληπτον
89072rRom.16.10 ἀσπάσασθε τοὺς ἐκ τῶν Αριστοβολυ ἴσως οὐκ ἦσαν ὡς οἱ πρῶτοι διὸ οὐδε ὀνομαστὶ αὐτῶν ἐμνήσθη
89172rRom.16.10-Rom.16.11 ἀσπάσασθε Ηρωδιωνα τὸν συνγγενη μου ἀσπάσασθε τοὺς ἐκ τῶν Νακρίσσου τοὺς ὄντας ἐν κυρίῳ ἴσος πᾶσιν ὁ ἔπαινος ὅτι ἐν κυρίῳ ἦσαν τουτέστιν πιστοί
891Ph72rRom.16.11
89272rRom.16.11-Rom.16.12 ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ περὶ τῆς Μαρίας ἄνω ἔλεγεν ἥτις πολλὰ ἐκοπίασεν ταύτας δὲ ἔτι κοπιώσας λέγει διὸ μεῖζον ὁ ἔπαινος
89372rRom.16.12 ἀσπάσασθε Περσίδα τὴν ἀγαπητὴν ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ αὕτη μείζων Τρυφαίνης καὶ Τρυφώσης ὅτί τε ἀγαπητῇ καὶ ὅτι πολλὰ ἐκοπίασεν
89472rRom.16.12-Rom.16.13 ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ διπλοῦν ἀγαθον τὸ καὶ τὸν υἱον είναι ἀνεπίληπτον καὶ τὴν ματηρα ἐνάρετον τοῦτο γὰρ δηλοῖ τὸ καὶ ἐμοῦ
89572rRom.16.13-Rom.16.15 ἀσπάσασθε Ἀσύγκριτον Φλέγοντα Ἑρμᾶν Πατρόβαν Ἑρμῆν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφοὺς ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ Ὀλυμπᾶν μέγα καὶ τούτοις τὸ είναι Παύλου ἀδελφούς
895Ph72rRom.16.15
89672rRom.16.15 καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους εἰ δὲ ἅγιοι οὐ μικρὸν αὐτοῖς τὸ ἐγκώμιον
89772rRom.16.15-Rom.16.16 ἀσπάσασθε ἀλλήλους νυν πάντας ἀναμὶξ τίθησιν ἵνα μή τις λύπη γένηται τοῖς μὴ ὀνομαστὶ μνημονευθεῖσιν
89872rRom.16.16 ἐν φιλήματι ἁγίῳ ἑνὶ γὰρ καὶ μὴ ἁγίῳ
89972rRom.16.16 ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ θεοῦ οὐκέτι τὸν δεῖνα καὶ τὸν δεῖνα ἂλλ ἐκοινοποίησεν αὐτοὺς τὸ ὑμᾶς εἰπών
90072rRom.16.16-Rom.16.17 παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί ξένον εἶδος συμβουλῆς ἱκέτου γὰρ ὑπέδυ πρόσωπον καὶ ἀδελφοὺς καλεῖ μετὰ πολλῆς τιμῆς
90172rRom.16.17 σκοπεῖν τοὺς τὰς διχοστασίας ἐρευναν φησιν καὶ καταμανθάνειν δείκνυσι δὲ τὸ δολερὸν αὐτῶν καὶ ὅτι οὐ γίνονται κατάδηλὸ πονηροὶ ὄντες αυτὴ γὰρ μάλιστα ἐκκλησίας ἀνατροπὴ τὸ διηρεισθαι ἀπ' ἀλλήλων
90272rRom.16.17 καὶ τὰ σκάνδαλα μετὰ γὰρ τὴν διχοστασίαν εἴσοδον εὑρίσκει τὰ σκάνδαλα
90372vRom.16.17 παρὰ τὴν διδαχὴν ἦν ὑμεῖς ἐμάθετε ποιοῦντας καὶ ἐκκλίνατε ἀπ' αὐτῶν τι δὲ ἐστι τὰ σκάνδαλα ἑρμηνεύει αἱρέσεις φησι παρὰ τὴν διδαχὴν ἡμῶν ἐπεισιοῦσα
90472vRom.16.17-Rom.16.18 οἱ γὰρ τοιοῦτοι τῶ κυρίῳ ἡμῶν οὐ δουλεύουσιν ἀλλὰ τῆ ἑαυτῶν κοιλία αἱ γὰρ αἱρέσεις πᾶσαι καὶ τὰ σκάνδαλα ἀπὸ τοῦ δουλεύειν πάθεσιν καὶ γαστρὶ διό φησιν ὅτι οὐ δουλεύουσι Χριστῷ ἀλλὰ κοιλία δοκεῖ δὲ τοὺς ἐξ Ἰουδαίων αἰνίττεσθαι καὶ γὰρ Ἰουδαίων πάντες ὡς γαστριμάργων κατηγοροῦσιν
90572vRom.16.18 καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἄχρι φησι ῥημάτων ἡ θεραπεία ἡ δὲ διάνοια δολερὰ πρὸς ὑμᾶς καινὸν δὲ λέγει τρόπον ἀπάτης τὸ πρῶτον αὐτοὺς κολακεύειν
90672vRom.16.18 ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων οὐκ εἶπεν ὑμῶν ἀλλὰ τῶν ἀπλουστέρων
90772vRom.16.18-Rom.16.19 ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο καὶ ὅτι οὐχ ὑμᾶς ἀλλὰ τοὺς ἀκάκους ἐξαπατῶσιν δῆλον ἔνθεν ὅτι ἡ ὑμῶν ὑπακοὴ καὶ ηπειθω εἰς πάντας ἦλθεν πολλοὺς δὲ αὐτοῖς ἐφίστησι μάρτυρας ἵνα μὴ ἀναισχυντήσωσι πρὸς τὴν κακὴν διδακήν
90872vRom.16.19 χαίρω οὖν τὸ ἐφ' ὑμῖν τοῖς μὴ ἐξαπατωμένοις φησι
90972vRom.16.19 θέλω δὲ ὑμᾶς σοφοὺς μὲν είναι εἰς τὸ ἀγαθον ἀκεραίους δὲ εἰς τὸ κακόν ὑπαινίττεται ὅτι καὶ ἐξ αὐτῶν ἦσαν τινες ἀπατώμενοι θέλω γάρ φησιν εἰς μὲν τὸ ἀγαθον είναι ὑμᾶς φρονίμους εἰς δὲ τὰ φαῦλα απειροκακους
909ex72vRom.16.19Σευηρ(ιανου) * τουτέστιν φρονήσει μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ' ἑτέρων ἀδικεῖσθαι ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπιβουλεύειν
91072vRom.16.19-Rom.16.20 ὁ δὲ θεὸς τῆς εἰρήνης ἐπειδὴ ἦσαν διχοστασίαι τὸν τῆς εἰρήνης δοτῆρα ἐπικαλεῖται ἵνα παύσῃ τὰ σκάνδαλα
91173rRom.16.20 συντρίψει τὸν σατανᾶν ὑπο τοὺς πόδας ὑμῶν ἐν τάχει ὁ πολλῷ μεῖζον ἦν τὸ ὑποτάξαι
91273rRom.16.20* οὐ μόνον φησι τοὺς τὰ σκάνδαλα παρεμβαλλοντας συντρίψει ἀλλὰ καὶ αὐτον τὸν στρατηγὸν αὐτῶν σατανᾶν ἐν τάχει φησιν ἐκ τοῦ χρόνου τὴν παραμυθίαν κατασκευάζων
91373rRom.16.20 ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν ἀνέμνησεν αὐτοὺς τῆς τοῦ θεοῦ χάριτος τῆς ἀεὶ σωσάσης εἰ δὲ ἐχθροὺς ὄντας ἔσωσεν φησι πολλῷ μᾶλλον νυν ὁρᾷς ὅτι μετὰ τῶν ἔργων καὶ χάριτος εἰς τὸ σωθῆναι δεόμεθα μετὰ γὰρ τὸ μαρτυρῆσαι αὐτοῖς ὑπακοὴν τότε τὴν χάριν ἐπηύξατο
91473rRom.16.20-Rom.16.21 ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργὸς μου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος εἶδες ἐγκώμιον τοῦ Τιμοθέου συνήργει δὲ αὐτω ἐν τῶ εὐαγγελίῳ
91573rRom.16.21 οἱ συγγενεῖς μου συγγενεῖς φησι τοὺς εικοτας κατὰ τὴν εὐσέβειαν
91673rRom.16.21-Rom.16.22 ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ ἀντὶ μεγάλου τέθεικεν ἐπαίνου τὸ είναι ὑπογραφέα Παύλου
91773rRom.16.22-Rom.16.23 ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς ἐκκλησίας ὅλης τουτέστιν ὁ ξενοδοχοσμου καὶ πολὺς ὁ ἔπαινος ὅτι πᾶσαν αὐτος ἐξενοδόχει τὴν ἐκκλησίαν καὶ τὸν Παῦλον ὃς οὐκ ἂν ἁπλῶς παρ' αὐτω ἐξενίσθη
91873rRom.16.23 ἀσπάζεται ὑμᾶς Eραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφος τὴν ἀξίαν αὐτοῦ τέθεικεν ἵνα γνῷς ὅτι οὐ πλοῦτος οὐκ ἀξίωμα κώλυμα γίνεται τινι πρὸς τὸ ὀρθῶς βιοῦν ἡ πιστεῦσαι
91973rRom.16.23 ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς χάριτος μέμνηται τὸν εὐεργεσιῶν ὑπομιμνήσκων τοῦ Χριστοῦ
92073rRom.16.23 μετὰ πάντων ὑμῶν ἀμήν οὕτως ἄρχεσθαι ἀπὸ εὐχῆς καὶ οὕτως καταπαύειν τὸν λόγον προσήκει εἰς εὐχὴν ταύτην γὰρ θεμέλιον ταύτην ὅρον ἀεὶ ποιεῖν αὐτω φίλον