A Transcription of Romans in 1923

UnitPageVersesAttributionsBiblicalComment
13rRom.1.1α Παῦλος Τὸ ἀποῦσι γράφειν αἴτιον τοῦ κεῖσθαι αὐτοῦ τὸ ὄνομα διὰ τοῦτο δὲ ἀπὸ Σαύλου εἰς Παῦλον μετετέθη ἵνα μὴ δὲ ἐν τοῦτω ἔλαττον τι ἔχοι τοῦ κορυφαίου Πέτρου
1Ph3rRom.1.1Φωτ(ιου) s Παῦλος Προέταξε τὸ Παῦλος μηδὲ διαίρειν στόμα ἄνευ τοῦ μεμνῆσθαι τῆς δεσποτικῆς εὐεργεσίας βουλόμενος οἷον Παῦλος φησὶν ὁ καὶ αὐτὴν τὴν κλῆσιν ἐξ εὐεργεσίας ἐκ χάριτος ἐκ φιλοτιμίας ἔχων δεσποτικῆς Παῦλος ὁ πάντα φέρων ἀπὸ τοῦ Χριστοῦ τὴν κλῆσιν τὴν χάριν τὴν πολιτείαν ∆οῦλος αὐτῷ γὰρ ὅλος πέπραμαι ἐλευθερωθεὶς ἀπὸ τοῦ νόμου καὶ τῆς ἁμαρτίας δοῦλος τοῦτο μου τὸ ἀξίωμα ἀπὸ τούτου βούλομαι πᾶσι γνωρίζεσθαι οἱ μὲν ἐν κόσμῳ ἀναστρεφομενοι ἀπὸ τῶν ἐν κόσμῳ ἀξιωμάτων δηλοῦσθαι βούλονται ὑπάτους ἑαυτοὺς καὶ στρατηγοὺς ἀναγράφοντες Παύλῳ δὲ ἀρκεῖ εἰς μέγεθος ἀξιώματος τὸ δοῦλος εἶναι Χριστοῦ
23rRom.1.1β δοῦλος πολλοὶ δουλείας τρόποι καὶ πάντας ἔσχεν ὁ Παῦλος εἰς ὁ τῆς δημιουργίας εἰς ὁ τῆς πίστεως ἂλλ ὁ τῆς ἀποστολῆς
33rRom.1.1γ Ἰησοῦ Χριστοῦ Τὸ Ιησυς τὸ ἀνθρώπινον δηλοῖ τὴν δὲ τοῦ πνεύματος χρίσιν τὸ Χρτιστος
43rRom.1.1δ κλητὸς ἀπόστολος ευγνωμονως ὁμολογεῖ ὅτι οὐχ ἑκὼν προσῆλθεν ἀλλὰ κληθεὶς κληθεὶς δὲ οὐκ εἰς πίστιν μόνην ἀλλὰ καὶ εἰς ἀποστολήν
53rRom.1.1ε ἀφωρισμένος Άλλος μέν φησιν ἐν ἄλλοις ἐγὼ δὲ εἰς εὐαγγέλιον ἀφώρισμαι
5Ph3rRom.1.1Φωτ(ιου) s εἰς εὐαγγέλιον θεοῦ Εὐαγγέλιον θεοῦ ὅτι θεὸν εὐηγγελίζετο θεὸς γὰρ ὁ Χριστὸς ὃν ὁ Παῦλος εὐηγγελίζετο μᾶλλον δὲ θεοῦ τοῦ πατρὸς λέγει οὗτος γὰρ διὰ τῶν προφητῶν αὐτοῦ περὶ τοῦ ἀληθῶς υἱοῦ αὐτοῦ ἐλάλησεν
63rRom.1.1ϛ εἰς εὐαγγέλιον θεοῦ θεὸν γὰρ ὄντα τὸν Χριστὸν εὐηγγελίζετο τὸν γὰρ πατηρα προηιδεσαν ἐκ τῆς παλαιᾶς οὐδὲν δέ φησιν ἐρῶ σκυθρωπὸν ὡς οἱ προφῆται ἂλλ εὐαγγελίζομαι θεὸν ἐνηνθρωπηκότα
73rRom.1.2ζ ὁ προεπηγγείλατο διὰ τὴν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις Μηδείς φησι καινοτομεῖν με νομίσηι πάλαι ἐπήγγελτο τοῦτο τὸ Εὐαγγέλιον τὸ δὲ ἐν Γραφαῖς δηλοῖ ὅτι οὐ μόνον ἔλεγον οἱ προφῆται ἀλλὰ καὶ ἔγραφον
7ex3rRom.1.3 s περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυίδ οὐκ εἶπεν περὶ υἱοῦ αὐτοῦ ἀλλὰ τοῦ υἱοῦ αὐτοῦ τὸν φύσει καὶ ένα καὶ κυρίως υἱῶν καὶ μονογενῆ δηλῶν
83rRom.1.3η κατὰ σάρκα κατὰ γὰρ πνεῦμα υἱος θεοῦ ἦν
93rRom.1.4θ τοῦ ὁρισθέντος υἱοῦ θεοῦ τοῦ ἀποδειχθέντος καὶ ἀποφανθέντος διά τε τῶν προφητῶν διά τε τῶν τοσούτων θεοσημειῶν διά τε τῆς ἀναστάσεως
9Ph3rRom.1.4Φωτ(ιου) s τοῦ ὁρισθέντος υἱοῦ θεοῦ Τοῦ ὁρισθέντος ἐπιγνωσθέντος εἰς γνῶσιν ἀνθρώποις ἐλθοντος εἰώθαμεν γὰρ δι' ὁρισμῶν τινων ἐπιγινώσκειν ἃ βεβαίως καὶ οὐκ ἐν δισταγμῷ ἐπιστάμεθα εἶτα πῶς οὖν ὡρίσθη πῶς εἰς γνῶσιν ἧκεν ἐκ προφητικῶν χρησμῶν ἐκ τῶν δυνάμεων ἃς ἐπετέλει ἐκ τοῦ πνεύματος τοῦ ἁγίου ὃ παρεῖχεν τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐκ τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν τούτων γὰρ ἡ συνδρομὴ διορίζει αὐτὸν ἐκ τῶν ἄλλων ἁπάντων τῶν κατὰ χάριν κληθέντων υἱῶν καὶ δείκνυσιν αὐτὸν καὶ διδάσκει πάντας αὐτὸν εἶναι τὸν ἀληθῆ καὶ φύσει υἱὸν τοῦ θεοῦ καὶ θεὸν ὅθεν δυνάμεθα καὶ κατ' εὐθείαν ταῦτα συνείραντες τό τε ἐξαίρετον τῆς υἱοτητος αὐτοῦ καὶ ἀκοινώνητον παραστῆσαι καὶ τὴν περὶ αὐτοῦ γνῶσιν σαφῆ τοῖς πιστοῖς παρασχέσθαι οἷον λέγοντες Χριστὸς ἐστιν ὁ διὰ τῶν προφητῶν μὲν προκηρυχθεὶς γενόμενος δὲ κατὰ σάρκα ἐκ σπέρματος ∆αυὶδ δυνάμεσι δὲ καὶ πνεύματος ἁγίου χορηγίᾳ τὸ τῶν ἀνθρώπων γένος εὐεργετῶν καὶ διὰ τῆς οἰκείας ἀναστάσεως θάνατον νεκρώσας καὶ συναναστήσας τοὺς ἀπ' αἰῶνος νεκροὺς οὗτος ἐστιν ὁ Χριστὸς οὗτος ἐστιν ὁ υἱὸς τοῦ θεοῦ ὡς ἔστιν ἐν ἀφορισμῷ καὶ συνοψει εἰπεῖν πρόσθες εἰ βούλει πρὸς ἐξάπλωσιν σαφεστέραν δι' οὗ καὶ Παῦλος ἔλαβε χάριν ἀποστολῆς εἰς τὸ πεῖσαι τὰ βάρβαρα ἔθνη καὶ παρασκευάσαι ὑπακοῦσαι τῇ πίστει τῇ εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ τοῦτ' ἔστι πιστεῦσαι εἰς αὐτὸν καὶ λατρεύειν αὐτῷ ὡς ἀληθινῷ θεῷ καὶ υἱῷ
103vRom.1.4ι ἐν δυνάμει τουτέστιν οὐ χάριτι ὡς οἱ πολλοὶ ἀλλὰ δυνάμει οἰκεία ἦν ἐνήργει ἐν ταῖς θεοσημείαις
113vRom.1.4ια κατὰ πνεῦμα ἁγιωσύνης καὶ ἐκ τοῦ ἁγίου φησι πνεύματος ὁ παρέχει τοῖς εἰς αὐτον πιστεύουσιν
123vRom.1.4ιβ ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν καὶ ἐκ τῆς ἀναστάσεώς φησι καὶ τῆς τοῦ θανάτου καταλύσεως ἀναστάσεως δὲ ἧς αὐτος ἀνέστη ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός
12Ph3vRom.1.4Φωτ(ιου) s δι'οὗ ἐλάβομεν χάριν καὶ ἀποστολήν Χάριν καὶ ἀποστολὴν ἀντὶ τοῦ χάριν εἰς ἀποστολὴν ἔστι δὲ παρὰ πολλοῖς τὸ τοιοῦτον σχῆμα τοῦ λόγου καὶ μάλιστα παρὰ τῇ θεοπνεύστῳ γραφῇ ὡς ἐπίπαν ὁ καὶ παρέλκει
133vRom.1.5ιγ δι'οὗ ἐλάβομεν χάριν οὐκ ἐξ οἰκείων φησι κατορθωμάτων ἐλάβομεν τὴν ἀποστολὴν ἀλλὰ τὸ πᾶν χάριτος καὶ δωρεᾶς ἐστι
143vRom.1.5ιδ καὶ ἀποστολήν καίτοι τοῦ πνεύματος ἡ ἀποστολὴ αὐτοῦ ὡς ἐν ταῖς πράξεσι κεῖται ἀλλὰ πάντα κοινὰ οἶδας τὰ τῆς ἁγίας τριάδος
14Ph3vRom.1.5Φωτ(ιου) s πίστεως ἡ πίστις εἰς τὸ ὄνομα αὐτοῦ γέγονεν αὐτὸν γὰρ τὰ ἔθνη οὐκ ἐθεάσαντο ἀλλὰ μόνου κηρυττομένου τοῦ ὀνοματος ἐκεῖνοι ἐπίστευον ὄντως πλήρης ἦν χάριτος ἡ ἀποστολὴ τῶν μαθητῶν ὅτι ἔπεισαν ὑπακοῦσαι καὶ πιστεῦσαι τὰ ἔθνη τῷ Χριστῷ καὶ τό τε ἄνθρωποι καὶ ἁλιεῖς καὶ ἀγράμματοι
153vRom.1.5ιε εἰς ὑπακοὴν πίστεως καὶ γὰρ οὐ δεῖ πολυπραγμονεῖν γέννησιν καὶ οὐσίαν θεοῦ ἀλλὰ μόνον ὑπακούειν
163vRom.1.5ιϛ ἐν πᾶσι τοῖς ἔθνησιν εἰ γὰρ καὶ μὴ αὐτος πάντα περιῆλθεν ἀλλὰ καὶ οὕτως πάντες ευγγελισθησας διὰ τῶν λοιπῶν ἀποστόλων
173vRom.1.5ιζ ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ οὐχ ἵνα τὴν οὐσίαν φησι τοῦ θεοῦ περιεργασωμεθα ἂλλ ἵνα τῶι ὀνόματι αὐτοῦ πιστεύσωσιν
183vRom.1.6ιη ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ ἐν οἷς ἔθνεσι τουτέστι μεθ' ὧν ἐθνῶν καὶ ὑμεῖς ἐκλήθητε οὐ γὰρ ἀφ' ἑαυτῶν ἥκατε καταστέλλει δὲ αὐτῶν τὸ φρόνημα ὡσεὶ ἔλεγεν μὴ νομίσητε ὡς βασιλεύουσα πόλις πλέον τι τῶν ἄλλων ἔχειν ἀλλὰ μετὰ τῶν λοιπῶν ἐθνῶν ἐκλήθητε
193vRom.1.7ιθ πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ Οὐ γὰρ ἐστι παρ' αὐτω διαστολὴ πλουσίου καὶ πένητος
203vRom.1.7κ ἀγαπητοῖς θεοῦ πρῶτον τὸ ἀγαπητοῖς τέθεικε θεοῦ εἶτα τὸ κλητοῖς ἁγίοις δηλῶν ἐκ τῆς ἀγάπης είναι θεοῦ τὸν ἁγιασμον
213vRom.1.7κα κλητοῖς ἁγίοις πανταχοῦ κλητοῖς λέγων τῆς τοῦ θεοῦ ἡμᾶς εὐεργεσίας ἀναμιμνήσκει
21Pha3vRom.1.7Φωτ(ιου) s κλητοῖς ἁγίοις πόθεν ἐκλήθητε ἐκ ποίων πόνων ἐκ ποίων κατορθωμάτων πόθεν ἐστὲ ἅγιοι ἀλλ' ἢ ἐκ μόνης τῆς ἀγάπης θεοῦ αὐτὸς γὰρ δωρεὰν ἀγαπήσας ὑμᾶς καὶ τὸ αἷμα αὐτοῦ ὑπὲρ ἡμῶν ἐκχέας ἐκάλεσεν ἡμᾶς εἰς ἁγιασμὸν καὶ κληρονομίαν τῆς βασιλείας αὐτοῦ ἁγίους δὲ τοὺς πιστοὺς καλεῖ πάντας
21Phb3vRom.1.7Φωτ(ιου) s πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ Πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς ἐξ αὐτῆς τῆς προσφωνήσεως ταπεινοφρονεῖν αὐτοὺς προοιμιάζεται εἰπὼν γὰρ πᾶσι καὶ μὴ μερίσας εἰς ἄρχοντας καὶ ἀρχομένους δούλους καὶ ἐλευθέρους ὁμοτίμους ἀλλήλους ἡγεῖσθαι λεληθότως συμβουλεύει εἶτα ἵνα μὴ εἴπωσιν τὶ οὖν πάντας ὁμοτίμους ἡγῇ καὶ ἀγαθοὺς καὶ φαύλους καὶ πιστοὺς καὶ ἀπίστους ἐπισυνῆψε κλητοῖς ἁγίοις ἅπαντες γὰρ αὐτῷ οἱ ἅγιοι ὁμοτιμοι καὶ διαστολὴ οὐκ ἔστιν ἐν αὐτοῖς
224rRom.1.7κβ χάρις ὑμῖν καὶ εἰρήνη οὐδεὶς γάρ φησιν ἐξ ἔργων δύναται σωθῆναι
234rRom.1.7κγ ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ ἡ γὰρ ἀπὸ θεοῦ χάρις καὶ εἰρήνη τὸ βέβαιον ἔχει τὸ ἀπὸ πατρὸς τὴν υἱοθεσίαν ἐνδείκνυται
244rRom.1.8κδ πρῶτον μὲν εὐχαριστῶ ἔδει γὰρ ἐξ εὐχαριστίας προοιμιάσασθαι εὐχαριστεῖν δὲ οὐ μόνον ὑπὲρ τῶν ἰδίων κατορθωμάτων ἀλλὰ καὶ ὑπὲρ τῶν τοῦ πλησίον τοῦτο γὰρ ἀγάπης
254rRom.1.8κε τῶι θεῶι μου ἀγάπης σημεῖον τὸν γὰρ ἁπάντων θεὸν ἰδιοποῖεται
264rRom.1.8κϛ διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν αὐτος γὰρ ἡμῖν αἴτιος τῆς εἰς τὸν πατέρα εὐχαριστίας ὁ καὶ προσλαβόμενος ἡμᾶς καὶ τῶι ἰδίωι αἵματι πρὸς αὐτον καταλλάξας
274rRom.1.8κζ ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλωι τῶι κόσμωι τὴν γὰρ τῶν Ῥωμαίων πίστιν οὐκ ἀπεικὸς ἦν λαλεῖσθαι παρὰ πάντων
284rRom.1.9κη μάρτυς γάρ μου ἐστιν ὁ θεός εἰκοτως τὸν θεὸν ἄγει μάρτυρα ἀγνώστους ἀνθρώπους πείθειν βουλόμενος
294rRom.1.9κθ ὧι λατρεύω οἷον δουλεύω πολλὰ γὰρ εἴδη λατρείας καὶ γὰρ καὶ ὁ προσευχόμενος καὶ ὁ νηστείαι χρώμενος καὶ ὁ τοῖς θείοις λόγοις προσέχων καὶ μέντοι καὶ ὁ τῆς τῶν ξένων θεραπείας επιμελόμενος θεῶι λατρεύει ὁ δέ γε θεῖος ἀπόστολος λατρεύειν ἔφησε θεῶι τὸ τοῦ υἱοῦ προσφέρων τοῖς ἔθνεσιν εὐαγγέλιον καὶ λατρεύειν ἐν τῶι πνεύματι τουτέστιν ἐν τῶι διδομένω χαρίσματι ἐκ τούτου δείκνυσι κατὰ τὸ ἀναγκαῖον μεριμνῶν ὑπὲρ αὐτῶν ὡς τὸν λόγον δεξαμένων καὶ δέχεσθαι μελλόντων
304rRom.1.9λ ἐν τῶι πνεύματί μου ἐν τῶι εὐαγγελίωι ἡ ὅτι οὐ τῆι ἐμῆι σπουδῆι υπερξε μοι τὸ λατρεύειν θεῶι ἀλλὰ τῆι τοῦ πνεύματος χάριτι ἡ ὅτι οὐ σαρκική μου ἐστι ἡ λατρεία ἀλλὰ πνευματική
314rRom.1.9λα τοῦ υἱοῦ αὐτοῦ ὡς ἀδιαλείπτως ὁρᾷς ὅτι ἄνω εἰπὼν εἰς εὐαγγέλιον θεοῦ τοῦ Χριστοῦ ἔλεγεν
324rRom.1.9-Rom.1.10λβ μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου ἀγάπης εἰλικρινοῦς τὸ καὶ μεμνῆσθαι καὶ ἀδιαλείπτως τοῦτο ποιεῖν καὶ μάλιστα ἐν προσευχαῖς
334rRom.1.10λγ δεόμενος εἰ πως ἤδη ποτε καὶ γὰρ ἐλθεῖν ἠπείγετο καὶ περὶ τὸ θέλημα τοῦ θεοῦ τοῦτο πρᾶξαι οὐκ ἐβούλετο τὸ δὲ ἤδε ποτε ἀντὶ τοῦ ὀψέ ποτε ὅπερ ἐστι σφόδρα επειγομένου
344rRom.1.10λδ εὐοδωθήσομαι ἐν τῶι θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς εὐκολίαν φησι σχοίην καὶ ἐπὶ καλῷ τὴν πρὸς ὑμᾶς ὁδόν
354rRom.1.11λε ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς οὐχ ἁπλῶς δέ φησι καὶ ἀνόητως ἰδεῖν ὑμᾶς σπουδεζω ἂλλ ώστε χάρισμα μεταδοῦναι λέγει δὲ τὴν διδαχὴν καὶ τὴν κατήχησιν τοῦτο γὰρ τὸ στηριχθῆναι εἰκὸς ἀκμὴν σαλευομένων αὐτῶν
364rRom.1.11λϛ ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν τὸ ἵνα τι μετριάζοντος ἐστιν ὡσεὶ εἶπεν ἵνα μικροντι τὸ δὲ μεταδῶ δηλοῖ ὅτι οὐκ ἐμόν τι δώσω ἂλλ ὅπερ καὶ ἐγὼ ἔλαβον
374rRom.1.11λζ εἰς τὸ στηριχθῆναι ὑμᾶς οὐ γὰρ μικρὸν χάρισμα τὸ μὴ σαλεύεσθαι τῆι πίστει
37Ph4vRom.1.12Φωτ(ιου) s τοῦτο δὲ ἐστι συμπαρακληθῆναι Τὸ μεταδοῦναι ὑμῖν χάρισμα οὐκ ἔστιν ἐμὸν μόνον ἀλλὰ τῆς διακονίας μὲν τῆς ἐμῆς τῆς δὲ ὑπουργίας τῆς ὑμετέρας ἵνα γὰρ μὴ ἀκούσαντες ὅτι εἰσὶν ἐνδεεῖς καὶ ὅτι δέονται στηριχθῆναι ἔτι δυσανασχετήσωσι κοινοποιεῖται καὶ τὸ χάρισμα τὸ πνευματικὸν καὶ τὸ στηριχθῆναι αὐτοὺς καὶ οὐκ ἔστι φησὶ τὸ ταῦτα γενέσθαι ἐμα ἢ τῆς ἐμῆς μόνης προαιρέσεως καὶ διακονίας ἀλλὰ κοινὰ ἐστιν ὑμῶν τε καὶ ἐμοῦ καὶ οὐδὲ τό τε ἁπλῶς ἀλλὰ διὰ τῆς ἐν ἀλλήλοις πίστεως πῶς καὶ τίνα τρόπον ἐὰν αὐτοὶ ἔχητε φησὶ πίστιν τοῦ λαβεῖν τὸ χάρισμα ἐγώ τε πάλιν πίστιν τοῦ δοῦναι ὑμῖν τότε δὴ καὶ τὸ χάρισμα πνευματικὸν ὑπάρχον διὰ τῆς ἐν ἀλλήλοις πίστεως ἐνεργεῖται καὶ δίδοται ἐὰν γὰρ ἐγὼ μὲν πίστιν ἔχω τοῦ δοῦναι καὶ πολὺν ἀγῶνα καὶ σπουδὴν ὑμεῖς δὲ οὐκ ἔχητε πίστιν τοῦ λαβεῖν οὐδ' ἐπιθυμίαν καὶ ἐπιμέλειαν περὶ τὸ λαβεῖν οὐ παραγίνεται ὑμῖν κἂν ἐγὼ βούλωμαι τὸ χάρισμα τὸ πνευματικὸν δεῖ οὖν ἀμφοτερα συνδραμεῖν καὶ τὸ ἐξ ἐμοῦ καὶ τὸ ἐξ ὑμῶν ἀλλὰ τὸ ἐξ ἐμοῦ πάρεστιν ἐγὼ γὰρ οὐ μόνον ἁπλῶς κρίνω δεῖν ὑμᾶς λαβεῖν τὴν δωρεὰν ἀλλὰ καὶ ἐπιποθῶ λοιπὸν ἐστι τὸ ἐξ ὑμῶν τοῦτο δὲ παραγίνεται δι' ἔργων ἀγαθῶν καὶ καρπῶν ἀξίων τῆς δωρεᾶς τότε γὰρ αὐτοὶ πίστιν ἕξετε τοῦ λαβεῖν καὶ ἐπιθυμίαν ὅτε ἀξίους ἑαυτοὺς παρασκευάσοιτε τῆς δωρεᾶς καὶ τότε ἔτι μᾶλλον κἀγὼ πλέον ἕξω πίστιν καὶ ἐπιποθησιν τοῦ δοῦναι ὥστε πανταχόθεν ἐξ ὑμῶν ὑπάρχει τὸ λαβεῖν ὑμᾶς λαμβανόντων δὲ ὑμῶν τὸ χάρισμα κοινὸν γίνεται τὸ κέρδος καὶ δηλονοτιπαρακαλούμεθα καὶ εὐφραινομεθα ἐν ἀλλήλοις
384vRom.1.12-Rom.1.13λη τοῦτο δὲ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοὶ ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς ἐπειδὴ στηριγμοῦ ἐμνήσθη ἵνα μὴ λυπήση αὐτοὺς ὡς ὅτι σαλεύονται ἐπάγει τὸ συμπαρακληθῆναι τοῦτ' ἐστιν ἵνα καὶ ἐγὼ ὑμᾶς καὶ ὑμεῖς ἐμε παρακαλέσητε τῆς γὰρ ἀλλήλων φησι δεόμεθα παρακλήσεως διὰ τῆς ἐνούσης ἡμῖν πίστεως σφόδρα δὲ μετριάζει ἑνὶ δὲ καὶ οὕτως νοῆσαι τὴν παράκλησιν ἵνα ὑμεῖς μὲν παρ' ἐμοῦ εἰς τὴν πίστιν παρακληθῆτε ἐγὼ δὲ εἰς εὐφροσύνην ὁρῶν ὑμᾶς πεπιστευκότας
38Ph4vRom.1.13Φωτ(ιου) ∆ιὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν μὲν διὰ τοῦ παραλαβεῖν καὶ παραδέξασθαι τὴν πίστιν ἐμοῦ δὲ διὰ τοῦ κηρύξαι καὶ παραδοῦναι ταύτην ἢ καὶ ὑμῶν μὲν ἀξιοπιστον εἰς τὸ κηρύξαι καὶ διδάξαι με ὑπολαμβανοντων ἐμοῦ δὲ πάλιν ἀξιοπίστους εἰς τὸ ἐμπιστευθῆναι τὰ λόγια τοῦ θεοῦ καὶ τὴν τελειοτέραν κρίναντος διδασκαλίαν ἢ ἐμοῦ μὲν ὁρῶντος προθύμως ὑποδεχομένους ὑμᾶς καὶ ἐξ ἑτοίμου τὸ κήρυγμα ὑμῶν δὲ πάλιν τὴν ἐμὴν σπουδὴν καὶ τὴν περὶ αὐτὸ ἐπιμέλειαν αὐτῇ παραλαμβανόντων ὄψει μέγα γὰρ εἰς παράκλησιν μαθητῶν σπουδὴ διδασκάλου καὶ πάλιν εἰς διδασκάλου παράκλησιν μαθητῶν ἑτοιμοτης καὶ προθυμία συντελεῖ δὲ τοῦτο καὶ εἰς μείζονα πληροφορίαν τῆς πίστεως ἑκατέροις ὅταν ὁ μὲν κηρύσσων ὁρᾷ τὰς τῶν ἀνθρώπων ψυχὰς παραδόξως εἰς ὑπακοὴν ἑλκομένας μᾶλλον γὰρ τὴν θειότητα καὶ τὸ μεγαλεῖον τῆς πίστεως ἀποθαυμάζει καὶ μᾶλλον ῥώννυται εἰς τὸ κηρύσσειν ταύτην καὶ ὅταν πάλιν ὁρῶσιν οἱ μαθηταὶ εὐτονως καὶ σὺν ἐλπίδι βεβαίᾳ τὸν κήρυκα τὴν πίστιν παραδιδόντα μᾶλλον γὰρ ὑποδέχονται ταὐτὴν καὶ μᾶλλον στηρίζονται ἐν αὐτῇ καὶ διὰ τῆς ἐν ἀλλήλοις πίστεως οὕτως ἑκάτεροι παρακαλοῦνται
395rRom.1.13μ καὶ ἐκωλύθην εἰ οὖν εὐχὴ ἐλθεῖν καὶ ἐπὶ ὠφέλεια ἔρχῃ τι μὴ παραγίνῃ ἐκωλύθην φησιν
405rRom.1.13μα ἄχρι τοῦ δεῦρο οὐκέτι δὲ περιεργάζεται τὴν αἰτίαν τῆς κωλύσεως οὐ γὰρ ἡμῶν τὸ ἀπαιτεῖν εὐθύνας θεοῦ ὧν κελεύει ἀλλὰ μόνον ὑπακούειν
415rRom.1.13* πάντως εἴποι τις διὰ τοῦτο ἐκωλύθης ὅτι οὐ κατὰ θεὸν ἐλθεῖν ἐβούλου οὐμενοῦν φησι καρπὸν γὰρ σχεῖν καὶ ἐν ὑμῖν ἤθελον καρπὸν λέγων τὸ εἰς πίστιν αὐτοὺς εναγεγειν
41Ph5rRom.1.13Φωτ(ιου) s ἵνα τινα καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθώς Ἵνα τινα καρπὸν σχῶ Τὸ ἵνα τινὰ καρπὸν σχῶ καθ' ὑπερβατὸν κεῖται τὸ γὰρ ἀκολουθον εἴη ἂν πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς ἵνα καρπόν τινα σχῶ καὶ ἐν ὑμῖν ἀλλ' ἐκωλύθην ἄχρι τοῦ δεῦρο ἀλλ' εἴποι τις ὅτι εἰ ἡ πίστις αὐτῶν ἐν ὅλῳ τῷ κόσμῳ κατηγγέλλετο τίνα καρπὸν αὐτὸς ἤθελε παραγενόμενος παρασχεῖν ἀλλὰ πολὺν μὲν οὖν ἐροῦμεν εἰ γὰρ καὶ ἐπεπιστεύκεισαν παμπόλλων ὅμως ἐδέοντο καὶ τοῦτο δηλοῦται καὶ δι' ὅλης τῆς ἐπιστολῆς καὶ πρὸ ὀλίγου λέγοντος εἰς τὸ στηριχθῆναι ὑμᾶς καὶ ἡνίκα μὴ κρίνειν ἀλλήλους παραινεῖ καὶ ἡνίκα ἐκκλίνειν τὰς διχοστασίας καὶ τὰ σκάνδαλα καὶ μυρία οὐδὲν οὖν ἀπεικὸς καὶ τὴν πίστιν αὐτῶν καταγγέλλεσθαι καὶ αὐτοὺς ἔτι πολλῆς δεῖσθαι τῆς Παύλου ἐπικουρίας καὶ τῆς δι' αὐτοῦ καρποφορίας ὅρα δὲ πῶς φησὶν ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν τοῦτο μὲν δεικνὺς ὅτι ὁ ἐκείνων καρπὸς οἰκεῖος ἐλογίζετο τῷ Παύλῳ καρπὸς καὶ οὕτως ἔχαιρεν ἐν τοῖς τῶν πλησίον κατορθώμασιν ὥστε καὶ αὐτὸς ἔχειν ἡγεῖτο τὸν καρπὸν τοῦτο δὲ πάλιν δεικνὺς ὅτι ἕνεκεν τῆς αὐτῶν ὠφελείας τὴν πρὸς αὐτοὺς ἔσπευδε στείλασθαι πορείαν ἂλλ' ὥστε δὲ καὶ Παύλου καρπὸς ἦν ἀληθῶς ὁ ἐκείνων καρπὸς ἔργον γὰρ ἦν καὶ σπουδὴ τὸ καρποφορεῖν τὰ ἔθνη καλῶς οὖν φησιν ἵνα τινὰ καρπὸν σχῶ ἀμφοτερα δηλῶν καὶ τὸ ἐκείνους τὴν ἀρετὴν καρποφορεῖν καὶ τὸ ἐκεῖνον αὐτοὺς τούτους ἐν γὰρ τῇ ἐκείνων καρποφορίᾳ ἡ τοῦ Παύλου ἐδείκνυτο καρποφορία ἀλλ' οὕτω μὲν ταῦτα Ἔστι δὲ καὶ μὴ καθ' ὑπερβατὸν τὸ χωρίον ἐκλαβομένους ἀλλ' ὡς ἔχει τάξεως παρειληφότας τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν νοῦν ἐκωλύθην ἄχρι τοῦ δεῦρο διὰ τὶ φησὶν ἵνα μὴ θᾶττον ἐλθὼν ἀκάρπους ὑμᾶς ἔτι καταλήψωμαι διὸ ἀνεβαλομην τὴν παρουσίαν ἕως οὗ καὶ ἐν ὑμῖν καρπόν τινα βλαστάνοντα τῆς πίστεως ἄξιον καὶ τελεσφορούμενον μάθω τὶ οὖν ἂν καὶ καρποφορῶσιν τὶς ἡ χρεία τῆς Παύλου παρουσίας πολλὴ μὲν οὖν οὐ γὰρ πάντα τὸν καρπὸν ἀνέμενεν Παῦλος αὐτοὺς καρποφορῆσαι ἀλλὰ τινὰ καὶ μάλα εἰκοτως ὥσπερ γὰρ περιττὸν τὸ τὸν τελείους καρποφοροῦντα εἰς καρποφορίαν παραινεῖν οὕτως ἐπίπονον καὶ ὄκνον ἐμποιεῖ τὸ μὴ πρὸς καρπογονίαν εὔχρηστον καὶ παρέχον ἐλπίδας χρηστὰς εἰ δὲ καὶ καρπὸς τὶς ἦν καὶ οὗτος τέλειος οὐδ' οὕτως ἁπλῶς ἐνεκοπτετο τὴν παρουσίαν ὁ Παῦλος ὀφειλέτην γὰρ αὐτὸν ἀποκαλεῖ ὥστε εἰ καὶ τοῖς ἔργοις ἐκομων αὐτὸς ἂν τὸ αὐτοῦ οὐκ ἀπέστη ποιῶν Ἔστι δὲ καὶ ἄλλως τὸ νόημα συνιδεῖν ἐκωλύθην ἄχρι τοῦ δεῦρο διὰ τὶ ὅτι καρπόν τινα ἔτι μοι συνέλεγον λείποντα καὶ ταύτην τὴν ἔννοιαν ἐπὶ τέλει τῆς ἐπιστολῆς ὥσπερ τὰ προοιμιασθέντα ἐπιλογιζομένου τοῦ ἀποστολου ἔστι βεβαιουμένην τῶν ἄλλων ἑρμηνειῶν μᾶλλον ἰδεῖν καὶ γάρ φησιν διὸ καὶ ἐνεκοπτομην ἐλθεῖν πρὸς ὑμᾶς νυνὶ δὲ μηκέτι ἔχων τόπον ἐν τοῖς κλίμασι τούτοις ἐλεύσομαι πρὸς ὑμᾶς ὥστε ὁ ἕως τοῦ νῦν ἐλπιζομενος εἰς συλλογὴν καρπὸς ἐν τοῖς ἄλλοις κλίμασιν ἐκώλυεν αὐτὸν ἐπὶ Ῥώμην δραμεῖν ἀτέλεστον ἐν ἐκείνοις τὸ ἔργον καταλείποντα εἶτα τὸ καὶ ἐν ὑμῖν καὶ τὰ ἐφεξῆς ὥσπερ ἀντιπίπτοντος λύσις ἐστὶν οἷον τὶ φησὶν ἐν ἡμῖν οὐ μέλει σοι καρπὸν σχεῖν ναὶ φησὶ καὶ ἐν ὑμῖν τοῦτο σπεύδω τοῦτο ἐπιζητῶ ὀφειλέτης εἰμὶ χρεωστῶ πᾶσι
425vRom.1.13μγ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν τῶ συνάπτειν αὐτοὺς τοῖς λοιποῖς καταστελλεει αὐτῶν τὸ φρόνημα
435vRom.1.14μδ Ἕλλησί τε καὶ βαρβάροις σοφοῖς τε καὶ ἀνοήτοις ὥσπερ φησι Ἕλλησι καὶ βαρβάροις οὕτω καὶ ὑμῖν ὀφειλέτης εἰμι
445vRom.1.14με ὀφειλέτης εἰμι οὐδὲν ἴδιον φησι δίδωμι ὀφειλέτης εἰμι πᾶσιν εὐαγγελίσασαι καὶ πληρῶσαι τὴν δοθεῖσάν μοι ἐντολήν
455vRom.1.15μϛ οὕτως τὸ κατ' ἐμε πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι ὥσπερ φησιν Ἕλλησι καὶ βαρβάροις σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμι οὕτως καὶ ὅσον ἧκεν εἰς τὴν ἐμὴν σπουδὴν καὶ προθυμίαν καὶ ὑμῖν εὐαγγελίσασθαι χρεωστῶ τὸ γὰρ ὀφειλέτης εἰμι ἀπὸ κοινοῦ δεκτέον
465vRom.1.16μζ οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἐπεὶ δὲ τοῖς ἀπίστοις πολλὰ ἄδοξα δοκεῖ είναι ἐν τῶι Εὐαγγελίωι οἷον ὁ σταυρὸς ὁ θάνατος ἡ τῶν Ἰουδαίων παροινία τέως αὐτοὺς τοῦτο διδάσκει μηδὲν ἐν αὐτῶι ἄδοξον ὑπονοεῖν καὶ διὰ τοῦτο αισχύνεσθαι εἶτα λοιπὸν προβαίνων καὶ ἐξαίρει τὸ Εὐαγγέλιον
46ex5vRom.1.16και αλλως ἐπειδὴ πολλοῖς προτερήμασιν οἱ Ῥωμαῖοι μέγα ἐφρόνουν οἷον πλουτῶ δυναστεία σοφίαι ὑμεῖς μέν φησιν ἐπὶ τούτοις φρονεῖτε ἐγὼ δὲ θεὸν κηρύξων ἔρχομαι ἐν μέσῳ ὑμῶν καὶ οὐκ αἰσχύνομαι διατὶ δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν τῶν δεχομένων
475vRom.1.16μη δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῶ πιστεύοντι Ἰουδαίωι καλῶς τὸ εἰς σωτηρίαν ἑνὶ γὰρ καὶ εἰς τιμωρίαν δύναμις θεοῦ εἰς σωτηρίαν δὲ οὐ παντὶ ἀλλὰ τῶι πιστεύοντι τοῖς γὰρ ἀπειθοῦσι κόλασιν ἀπειλεῖ τὸ Εὐαγγέλιον
47Ph5vRom.1.16Φωτ(ιου) Ἰουδαίῳ δὲ πρῶτον ὁ γὰρ Ἰουδαῖος ἀπαιτεῖται πρῶτον πιστεύειν ἅτε δὴ κατηχημένος τὰ περὶ τοῦ Χριστοῦ ἐκ νόμου καὶ τῶν προφητῶν μᾶλλον τῶν ἐθνῶν καὶ ὅτι εἰ καὶ ἐπὶ κοινῇ τοῦ γένους τῶν ἀνθρώπων σωτηρίᾳ ἐπεδήμησεν ὁ Χριστὸς ἀλλ' οὖν ἐν τοῖς Ἰουδαίοις καὶ ἐγεννήθη καὶ ἐπολιτεύσατο καὶ ἐδίδαξε καὶ τὰς θεοσημείας ἐν αὐτοῖς εἰργάσατο δι' ἃ πάντα ὀφειλέται εἰσὶν Ἰουδαῖοι πρῶτοι πιστεύειν εἰς Χριστὸν ἤπερ τὰ ἔθνη
485vRom.1.16μθ τε πρῶτον καὶ Ἕλληνι ῥήματος μόνον τιμὴ τὸ πρῶτον οὐ χάριτος πλεονασμός
496rRom.1.17ν δικαιοσύνη γὰρ θεοῦ ἵνα γὰρ μὴ σωτηρίαν καὶ δικαιοσύνην ἀκούων ἐνταῦθα μόνον αὐτον συμβαίνειν νομίσῃς ἐπάγει τὸ ἀποκαλύπτεσθαι ὅπερ καὶ τὴν ἐκεῖ δηλοῖ ὥς νυν αὐτῆς μὴ πάσης πεφανερωμένης
49Ph6rRom.1.17Φωτ(ιου) Δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῶι ∆ικαιοσύνη γὰρ θεοῦ φησὶν ἐν τῷ εὐαγγελίῳ ἀποκαλύπτεται τοῦτ' ἔστιν ἅπασα ἡ ἀρετὴ διὰ τοῦ εὐαγγελίου φανεροῦται δικαιοσύνην γὰρ πολλάκις εἴωθε πᾶσαν λέγειν τὴν ἀρετὴν πῶς δὲ ἀποκαλύπτεται καὶ τίσι τοῖς ἐκ πίστεως τῷ εὐαγγελίῳ προσιοῦσι πᾶσι μὲν γὰρ κηρύττει τὴν ἀρετὴν τὸ εὐαγγέλιον καὶ πᾶσι παραινεῖ ἀντέχεσθαι τῆς ἀρετῆς ἐκείνοις δὲ ἀποκαλύπτει τὸ κάλλος τῆς ἀρετῆς καὶ ἐκείνους ποιεῖ ἐραστὰς αὐτῆς τοὺς μετὰ πίστεως προσιόντας τὶ οὖν παύεται ἡ πίστις τῆς ἀρετῆς κατορθουμένης οὐμενοῦν ἀλλὰ καὶ εἰς τὸ τελειότερὸν καὶ ὑψηλοτερον πρόεισιν ἐπίστευσεν πράττει διὰ τοῦτο τὴν ἀρετὴν ἀρετὴν κατορθοῖ εἰς τελειοτέραν προκόπτει πίστιν ἡ μὲν γὰρ πρώτη πίστις κατάνυξίς τις ψυχῆς ἦν καὶ προθυμία ἡ δὲ τῇ τῶν ἀρετῶν ἐργασίᾳ συναυξηθεῖσα καὶ τελειωθεῖσα πίστις βεβαίωσὶς ἐστιν ἀμετάπιστος καὶ πληροφορία καὶ ἡ μὲν ἔοικε καταβολῇ σπέρματος ἡ δὲ τῶν ἀρετῶν ἐργασίᾳ καρποφορίᾳ ἡ δὲ δι' αὐτῶν συναυξηθεῖσα καὶ τελειωθεῖσα πίστις ἀπολαύσει καὶ εὐδαιμονίᾳ οὕτως οὖν δικαιοσύνη θεοῦ ἀποκαλύπτεται ἐν τῷ εὐαγγελίῳ ἐκ πίστεως εἰς πίστιν καλεῖ δὲ θεοῦ δικαιοσύνην τὴν ἀρετὴν ὅτι θεῖον τὶ ἐστιν ἡ ἀρετὴ καὶ ὅτι πάντα τὰ ἀγαθὰ ἐκ θεοῦ
506rRom.1.17να ἐν αὐτῶι ἀποκαλύπτεται τῶι Εὐαγγελίωι δῆλον ὅτι
50Pha6rRom.1.17Φωτ(ιου) Ἐκ πίστεως εἰς πίστιν πιστεύειν γὰρ δεῖ ὅτι θεὸς ἐφάνη ἐπὶ γῆς μετὰ σαρκὸς ὅπερ ἐστὶν ἀρχὴ καὶ πάλιν ὅτι ἔσται τοῖς πιστεύσασιν εἰς κλῆρον ἡ βασιλεία τῶν οὐρανῶν ὅπερ ἐστὶ πίστεως τέλος
50Phb6rRom.1.17Φωτ(ιου) Τὸ δὲ ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται μαρτυρία μὲν ἐστι τῶν εἰρημένων καὶ ἀποδειξις προφητικὴ γὰρ ἡ ῥῆσις εἰρημένη τῷ Ἀμβακοὺμ τοιοῦτον δὲ τί φησιν καλῶς εἶπον φησὶ τὸν σπουδαῖον ἐκ πίστεως εἰς πίστιν δι' ἀρετῆς προϊέναι καὶ γὰρ ὁ Ἀμβακοὺμ φησὶν ἄνωθεν τοῦτο διὰ τοῦ αὐτοῦ πνεύματος βοᾷ ὅτι ὁ σπουδαῖος ἄνθρωπος ἐκ πίστεως ζῇ τοῦτ' ἔστι πᾶσαν τὴν ζωὴν αὐτοῦ πίστει παρατεινομένην ἔχει ἢ οἰκειοτερον ἐπεὶ ζωὴ ἀληθινὴ τῷ δικαίῳ τὸ θάλλειν καὶ ἀναζῆν ἐν τῇ κτήσει τῶν ἀρετῶν ὁ δίκαιος φησὶν ἤτοι ὁ σπουδαῖος ἐκ πίστεως ζήσεται τὴν κατὰ τὰς ἀρετὰς ζωὴν ζωῆς γὰρ ἐνταῦθα τοῦ ῥητοῦ τῆς ῥεούσης καὶ ἐπικήρου οὐ λίαν ὁ λόγος οἰκεῖος καὶ εἴη ἂν τὸ ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται κατασκευαστικὸν τοῦ ἀποκαλύπτεται δικαιοσύνη ἐκ πίστεως ἀλλ' οὕτω μὲν ταῦτα Εἰ δὲ τὸ δικαιοσύνη θεοῦ οὐχὶ τὴν ἐν ἀνθρώπῳ παρὰ θεοῦ διδομένην ἐκλάβοι τις ἀλλ' ἐγγύτερον τῆς λέξεως τὴν ἐνοῦσαν τῷ θεῷ καὶ ἐνεργουμένην ὑπ' αὐτοῦ τοιοῦτον τινά μοι δοκεῖ ἀνακύπτειν τὸν ἀποστολικὸν νοῦν ὅτι ἡ τοῦ θεοῦ δικαιοσύνη ἣν περὶ ἡμᾶς ἐπιδείκνυται φιλανθρωπίας ὅρῳ καὶ νόμῳ ἐν τῷ εὐαγγελίῳ αὐτοῦ δείκνυται πῶς καὶ τίνα τρόπον ὅτι ἐκ μόνης πίστεως ἡμᾶς σώζει καὶ νεκρωθέντας ἤδη ζωοποιεῖ μὴ προεπιδειξαμένους ἔργα καὶ τοῦτο καὶ προϊὼν ὁ Παῦλος ἐμφανέστερον περιστᾷ ἐν οἷς φησιν καὶ δικαιοῦντα τὸν ἐκ πίστεως καὶ πάλιν δικαιωθέντες οὖν ἐκ πίστεως καὶ πάλιν ἐὰν ὁμολογήσῃς ἐν τῷ στοματί σου κύριον Ἰησοῦν εἶτα καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου σωθήσῃ τοῦτο οὖν δικαιοσύνης θεοῦ νικώσης φιλανθρωπίαν ἀνθρωπίνην τὸ ἐκ μόνης πίστεως νεκρωθέντας ἡμᾶς τῆς ἁμαρτίαις ἤδη ἀνεγεῖραι καὶ ζωοποιῆσαι ὥστε καλῶς προεῖπεν ὅτι δύναμὶς ἐστι τὸ εὐαγγέλιον εἰς σωτηρίαν τῷ πιστεύοντι καὶ γὰρ δυναμοῦται ὁ πιστεύσας διὰ τῆς ἐν αὐτῷ ἀποκαλυπτομένης δικαιοσύνης ἀναστῆναι τοῦ ἀπὸ τῶν ἁμαρτιῶν πτώματος καὶ ζωοποιηθῆναι Καλῶς δὲ εἶπεν ἀποκαλύπτεται τοῖς μὲν γὰρ μὴ πιστεύουσι κέκρυπται ἡ τοιαύτη τοῦ θεοῦ δικαιοσύνη διὰ δὲ τῶν πιστευόντων ἀποκαλύπτεται καὶ φανεροῦται ἀλλ' εἰς τὶ ζωοποιεῖται φησὶν ὁ πιστεύσας εἰς τὴν τελειοτάτην καὶ κατ' ἀμετάπιστον ἕξεως ἰσχὺν πίστιν ἐκ γὰρ πίστεως εἰς πίστιν ἡ ζωοποίησις δυνατὸν δὲ καὶ ἄλλως κατὰ νοῆσαι ἡ τοῦ θεοῦ δικαιοσύνη διὰ τοῦ εὐαγγελίου ἀποκαλύπτεται ὅτι λαμβάνων παρ' ἡμῶν ἀρχὴν μόνον καὶ σπέρμα πίστεως αὐτὸς αὐξάνει καὶ ἑδράζει καὶ τελειοποιεῖ ἡμᾶς εἰς αὐτὴν ταύτην τοῦτο δικαιοσύνης ὡς ἀληθῶς θεοῦ τὸ μόνον ἀφορμὴν προαιρέσεως λαβόντα αὐτὸν ἀπαρτίσαι τὸ πᾶν ἵνα γὰρ μήτις εἴπῃ ἀνωτέρω λέγοντος τοῦ Παύλου ὅτι δύναμὶς ἐστι τῷ πιστεύοντι εἰς σωτηρίαν τὸ εὐαγγέλιον καὶ πῶς ἔνι πιστεῦσαι ἀκούοντα σταυρὸν ἀκούοντα θάνατον ἀκούοντα πάθη ἐπάγει τὸ δικαιοσύνη θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται μὴ ἔστω φησὶ ταῦτα πρόφασις ἐὰν γὰρ μόνον προαιρεθῇς τότε μᾶλλον ἔχεις θαυμάσαι τὴν τοῦ θεοῦ περὶ σὲ κηδεμονίαν καὶ πρόνοιαν ὅτι τὴν ἀπὸ γνώμης πίστιν λαβὼν αὐτος σοι χορηγεῖ τὴν ἐκ πληροφορίας πίστιν καὶ βεβαίωσιν ἀλλὰ τῶν ἀπίστων μέν τις τοῦτο οὐκ ἂν ἐπιγνῷ μυριάκις ἑρμηνευομενος τῶν δὲ πιστῶν μόνης δεῖται ἀναμνήσεως οἶδεν γὰρ τοῦτο τῇ πείρᾳ ὅτι τὴν ἐκ προαιρέσεως κατ' ἀρχὰς πίστιν αὐτὸς προβαλλόμενος ἐκ ταύτης εἰς τὴν κατὰ γνῶσιν καὶ τελειότητα πίστιν ἀνατρέχει καὶ ἀναβιβάζεται Εἶτα ἵνα μὴ νομίσῃς ὅτι καινόν τι λέγει καὶ πρόσφατον τὸν προφήτην παράγει μάρτυρα τὸ αὐτο μοι φησὶ καὶ ὁ προφήτης Ἀμβακοὺμ ἔκπαλαι ὅτι ἡ τοῦ δικαίου ζωὴ πίστει περιλαμβάνεται καὶ περατοῦται ἀρχομένη μὲν ἀπὸ τῆς κατὰ προαίρεσιν πίστεως τελειουμένη δὲ καὶ προϊοῦσα εἰς τὴν κατὰ θείαν συνεργίαν καὶ ἀποκάλυψιν πίστιν διόπερ ἀεὶ ὁ δίκαιος ἐκ πίστεως ζῇ τὸ δὲ ζήσεται καλῶς εἴρηται τοῦτ' ἔστιν ὁ δίκαιος οὐ ζῇ μὲν ἐκ πίστεως παύεται δὲ ἀλλὰ διὰ παντὸς ζήσεται ἐν αὐτῇ προκόπτων καὶ στηριζόμενος ζήσεται δὲ εἶπεν οὐκ ἄλλο τι οἷον ἐκ πίστεως προκόπτει ἢ στηρίζεται ἢ ἄλλο τι τὴν ἐπιτεταμένην διάθεσιν δηλῶν ὅτι οὐδὲ ζῆν αἱρήσεται οὐδ' ἀναπνεῖν χωρὶς πίστεως εἰ οὖν καὶ δύναμὶς ἐστιν εἰς σωτηρίαν τῷ πιστεύσαντι τὸ εὐαγγέλιον καὶ πιστεῦσαι ῥᾷον προαιρέσεως γὰρ μόνης δεῖται καὶ πιστεύσαντα ἔνι κατὰ τὴν πίστιν ἑδρασθῆναι ὑπὸ θεοῦ καὶ τελειωθῆναι καὶ τελειωθεῖσι κατὰ τὴν πίστιν ἔρως καὶ ἡδονὴ ἐμφύεται περὶ αὐτὴν ὥστε μηδὲ ζῆν αἱρεῖσθαι ἄνευ ταύτης δεῖ ἄρα προθύμως διὰ ταῦτα πάντα καὶ μετὰ σπουδῆς προσιέναι τῷ κηρύγματι τοῦ εὐαγγελίου καλῶς δὲ ἄρα καὶ Παῦλος ἔλεγεν οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ τοσούτων ἀγαθῶν θεσαυρον ἡμῖν προξενοῦν
516vRom.1.17νβ ἐκ πίστεως εἰς πίστιν καθὼς γέγραπται ἀπὸ πίστεως ἄρχεται καὶ εἰς τὴν πιστεύσαντα λήγει ἡ ὅτι ἐκ πίστεώς τε ἄρχεται καὶ εἰς πίστιν ὀφείλει λήξαι ὡς οὐκ ὀφειλοντων ἡμῶν ἅπαντα τὰ ἐν αὐτω περιεργάζεσθαι
51exa6vRom.1.17του αυτου δεῖ γὰρ πιστεῦσαι τοῖς προφεταις καὶ δι' ἐκείνων εἰς τὴν τοῦ Εὐαγγελίου πίστιν ποδηγηθῆναι
51exb6vRom.1.17αλλως ὁ γὰρ τῶι δεσπότηι πιστεύων Χριστῶι καὶ τοῦ βαπτίσματος τὴν χάριν δεξάμενος ποδηγεῖται διὰ τούτων εἰς τὸ πιστεῦσαι τοῖς μέλλουσιν ἀγαθοῖς τῆι ἐκ νεκρῶν ἀναστάσει τῆι αἰωνίω ζωῆι καὶ τῆι βασιλείαι τῶν οὐρανῶν
51exc6vRom.1.17Ακακιου τῶι μὲν Ἰουδαίωι ἐκ τῆς τοῦ θέτου νόμου πίστεως εἰς τὴν διὰ Ἰησοῦ Χριστοῦ τῶι δὲ Ἕλληνι ἐκ τῆς τοῦ φυσικοῦ εἰς τὴν αὐτὴν Ἰησοῦ Χριστοῦ πίστιν
526vRom.1.17νγ ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται ἵνα γὰρ μὴ δόξῃ ἀπίθανον είναι τὸ ῥῆμα ὅτι πίστις σωτηρίαν δωρεῖται καὶ διακιοσύνην παράγει τὸν Αμβακουν μάρτυρα
536vRom.1.18νδ ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἐν τῆι τῆς κρίσεως ἡμέρα
546vRom.1.18νε ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων ἡ μὲν γὰρ δικαιοσύνη μονοειδὴς ποικίλη δὲ ἡ περὶ τὰ δόγματα ἀσεβεῖ καὶ ἡ περὶ τὴν πολιτείαν κακία
557rRom.1.18νϛ τῶν τὴν ἀλήθειαν ἐν ἀδικίαι κατεχόντων ἀλήθεια μὲν ἡ τοῦ θεοῦ γνῶσις ἀδικία δὲ ἡ τῶν εἰδώλων ἀπάτη ἐκεῖνοι οὖν τὴν ἀλήθειαν ἐν ἀδικία κατέχουσιν ὅσοι τὸ σέβας τοῦ θεοῦ περιάπτουσιν εἰδώλοις τὸ δὲ κατεχόντων οἷον φυλαττόντων
55Ph7rRom.1.18Φωτ(ιου) Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ καλυπτοντων γνώμης πονηρίᾳ ἐπισκοτιζοντων ῥᾷον γὰρ εἴπερ ἐβούλοντο ἀπὸ τῶν ὁρωμένων καὶ ἑαυτοὺς καὶ ἑτέρους ὠφελῆσαι εἰς θεογνωσίαν οἱ δὲ μᾶλλον δι' αὐτῶν τούτων συνεκάλυψαν καὶ κατέσχον μὴ διαλάμψαι τὴν θεογνωσίαν αὐτὰ ταῦτα θεοποιήσαντες καὶ ἀδικήσαντες τὸ ὅσον ἐπ' αὐτοῖς τήν τε τῆς θεογνωσίας ἀλήθειαν καὶ ἑαυτοὺς καὶ αὐτά γε δὴ ἅπερ τιμᾶν ἔδοξαν δῆλον δὲ ὅτι τοὺς τῶν Ἑλλήνων σοφοὺς ἐπιπλήττει καὶ τοὺς ὁμοίους ἐκείνοις
567rRom.1.19νζ διότι τὸ γνωστὸν τοῦ θεοῦ ἡ γὰρ γνῶσις τοῦ θεοῦ φανερά φησιν ἐστι ἐν αὐτοῖς καὶ πᾶσι διὰ γὰρ τῆς ὁρωμένης κτίσεως ὁ ἀόρατος θεὸς γινώσκεται τοιγαροῦν οἱ τοιοῦτοι ἑκοντες ἀποπλανῶνται
56Ph7rRom.1.19 ὅπερ ἐστιν αὐτοῦ δυνατὸν γνωσθῆναι ὅτι ποιητὴς ὅτι προνοητὴς καὶ τὰ ὁμοία
577rRom.1.19νη φανερὸν ἐστιν ἐν αὐτοῖς ὁ γὰρ θεὸς αὐτοῖς διὰ τοῦ κάλλους καὶ μεγέθους τῆς κτίσεως
587rRom.1.19νθ ἐφανέρωσε τῶ τὴν κτίσιν προθεῖναι πᾶσι διδάσκαλον οἱ οὐρανοὶ γάρ φησι διηγοῦνται δόξαν θεοῦ
597rRom.1.20ξ τὰ γὰρ ἀορατα αὐτοῦ ἐπειδὴ εἶπεν ὅτι τὴν ἰδίαν γνῶσιν ὁ θεὸς αὐτοῖς ἐφανέρωσεν αὐτοὶ δὲ αὐτον ἑκοντες παρέδραμον νυν τοῦτο ἀποδείκνυσι καί φησι ὅτι δι' ὧν ἐποίησεν ὁ θεὸς οἷον διά τε τῶν ἀόρατων ἔδειξεν ἑαυτοῦ τὸ μεγαλεῖον ἡ κτίσις γὰρ φωνὴν ἀφιεῖσα διὰ τῆς ὄψεως τὸν δημιουργὸν ἀνακήρυσσει ἀορατα δέ φησι ἀγγέλους καὶ πᾶσαν τὴν ἐν οὐρανοῖς δύναμιν ποιήματα δὲ τὰ ὁρώμενα οἷον οὐρανὸν θάλασσαν ὅρα οὖν τι φησι καὶ τὰ ἀορατα αὐτοῦ φησι διὰ τῶν ὁρατῶν γίνεται δῆλα ὁ γὰρ οὐρανόν φησι ὁρῶν ἐν θυμηθησεται πάντως ὅτι καὶ ἐν τος αὐτοῦ ἐστι τινα λειτουργικὰ πνεύματα ὥστε τὸ ἀφανὲς ἐκ τοῦ φανεροῦ σαφηνίζεται
59Ph7rRom.1.20Φωτ(ιου) Τὰ γὰρ ἀορατα αὐτοῦ Τὰ γὰρ ἀορατα αὐτοῦ οἷον ἄγγελοι καὶ αἱ ἄλλοι ἀσώματοι οὐσίαι ἀπὸ τῆς τοῦ κόσμου κτίσεως καταλαμβάνεται καὶ καθορᾶται πῶς καὶ αὐτὰ ἐν τοῖς ποιήμασι νοούμενα καὶ συναριθμούμενα καθ' ὑπερβατὸν οὖν ἡ σύνταξις ἢ τοῖς ποιήμασι νοούμενα ἀντὶ τοῦ ἐν αὐτοῖς τοῖς ποιήμασιν ἐνεῖναι καὶ τῇ τοῦ θεοῦ βουλήσει ὑπηρετεῖν καὶ πληροῦν τὰ κελευόμενα ἢ ἀορατα αὐτοῦ λέγει αὐτὸ τὸ ἀορατον αὐτου τῆς οὐσίας καὶ πῶς ἔνι φησὶ τὸ θεῖον ἀορατον ὂν κατιδεῖν καὶ κατανοῆσαι ναὶ ἐστι φησὶν ἀπὸ τῶν κτισμάτων αὐτοῦ κατιδεῖν αὐτοῦ τὴν θειότητα καὶ τὴν δύναμιν
607rRom.1.20ξα ἀπὸ κτίσεως κόσμου τοῖς ποημασι νοούμενα καθορᾶται ἵνα γὰρ μὴ συναιδους θεῶι νομίσῃς τοὺς ἀγγέλους ὑπο κτίσιν αὐτοὺς ἄγει τὰ ἀορατα γάρ φησιν ποία ταῦτα τὰ αποκτισεως κόσμου εἰς γένεσιν παραχθέντα καλῶς δὲ τὸ καθορᾶται ἐκ γὰρ τῶν ὁρατῶν τὰ νοητὰ γινώσκεται
60ex7vRom.1.20Κυ(ρ)ι(λλου) s ἡ τε ἀΐδιος αὐτοῦ δύναμις Πῶς γινώσκεται διὰ τῆς δημιουργίας ἡ ἀΐδιος αὐτοῦ δύναμις ὅτι φθαρτὴν ἐχοντων τὴν φύσιν τῶν παρηγμένων εἰς γένεσιν καὶ κεκλημένων ἐν χρόνῳ πρὸς ὕπαρξιν ἔσται που πάντως ὁ τούτων δημιουργὸς ἄφθαρτος καὶ ἀΐδιος
60Ph7vRom.1.20Φωτ(ιου) s ἡ τε ἀΐδιος αὐτοῦ δύναμις πῶς ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ θειότης τοῦ θεοῦ καὶ ἀΐδιος δύναμις γινώσκεται εἶδέν τις τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ ἀστέρων κάλλη μέγεθος καὶ δρόμον σελήνης καὶ ἡλίου τάξιν καὶ εἱρμὸν ἀπαράβατον οὐχ ἡμέραν σελήνη ποιεῖ οὐδὲ τὴν νύκτα ὁ ἥλιος αἱ νύκτες εὐτάκτως ταῖς ἡμέραις ἐξίστανται καὶ αἱ ἡμέραι ταῖς νυξὶ παραχωροῦσι τὸ ἀνάλογον ὁ αἰθὴρ τὸν οἰκεῖον τόπον φυλάττει καὶ ὁ ἀὴρ ὑφίσταται καὶ οὔτε ἐκεῖνος τὴν ἀλλοτρίαν ὑπέρχεται χώραν οὔτε ὁ ἀὴρ εἰς τὰ ὑπὲρ αὐτὸν ἐπεκτείνεται ἕστηκεν ἡ γῆ οὐκ ἔχουσα τὸν ὑπερείδοντα βάρος ἄπειρον καὶ μηδὲ δυναμένη ἐπερείδεσθαι ἐγκέχυται αὐτῇ τὸ ὕδωρ καὶ περικέχυται προσθήκῃ θαύματος τοῦ τε γὰρ βάρους προσθήκην ποιεῖ καὶ εὐδιάλυτον καὶ πρὸς τὸ καταφέρεσθαι πολυπλάσιον τὸ αἴτιον ἀλλ' ὅμως ἀκίνητος ἕστηκεν φωνῆς ἁπάσης λαμπρότερον τὴν κατέχουσαν ἀνακηρύττουσα δύναμιν φέρει καρποὺς μυρίους μυρίαις ἰδέαις ἐξαλλάττοντας μυρίαις δυνάμεσι διαφέροντας χρώμασι μεγέθεσι μία οὖσα γῆ οὖσα τρέφει ζῴων γένη ἄπειρα ἥμερα ἄγρια ζῳοτοκα ᾠοτοκα ἄπειρον ἄλλην διαφορὰν καὶ ἀνομοιοτητα κατὰ γένεσιν ἔχοντα ἰοβολα ἀλεξιτήρια ἕρποντα ἱπτάμενα βαδίζοντα νηχόμενα τὶ ἄν τις ἐπιχειροίη λέγειν τὰς διαφορὰς ὧν εἰς πέρας οὐ στήσεται ἀλλὰ καιρῶν εὐτάκτους μεταβολὰς ἀλλ' ὑετοὺς ἐτησίους ἀλλὰ καὶ τὰ δοκοῦντα πάθη σεισμοὺς κεραυνοὺς ἀλλ' εἴ τι τούτων ἐπισκοπήσεις εἰς τὸν δημιουργὸν παραπέμπει τὸν προσέχοντα τὶ τὸ συνέχον τὶ τὸ συγκρατοῦν πῶς κυβερνᾶται πῶς διασώζεται ἔστιν ἄρα γνῶναι σαφῶς ἀπὸ τῆς κτίσεως ὅτι ἔστι δημιουργὸς ὅτι προνοητὴς ὅτι παντοδύναμος ὅτι ἀγαθος ἀγαθοῦ γὰρ καὶ ἡ δημιουργία καὶ ἡ πρόνοια ὅτι ἀΐδιος τῷ γὰρ παντοδυνάμῳ τὶς ἐπιβουλεύσει καὶ εἰ μὴ οὗτος ἀΐδιος ὑπ' ἄλλου πάντως ἀϊδίου καὶ συνέχεται καὶ προήχθη καὶ τοῦτο ἐπάπειρον ὥστε καὶ ἀΐδιος οὕτως οὖν ἡ θειότης αὐτοῦ καὶ ἀΐδιος δύναμις ἐν τοῖς ποιήμασι καθορᾶται οὕτως ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ τοῦ θεοῦ γνῶσις τοῖς ἀνθρώποις ἐγγίνεται οὕτως τὸ γνωστὸν αὐτοῦ ἐν πᾶσιν ἐφανέρωσεν τὸ γὰρ γνωστὸν τοῦ θεοῦ ταῦτα καὶ τὰ τοιαῦτὰ ἐστιν οὐσία δὲ καὶ φύσις παντελῶς πᾶσιν ἄληπτα ταῦτα καὶ Ἕλληνες ἔγνωσαν ἀλλὰ γνόντες οὐχ ὡς θεὸν ἐδοξασαν ἀλλ' ὦ πολλῆς ματαιότητος καὶ μωρίας ἅπερ ὡς περὶ θεοῦ θεοπρεπῶς ἐφαντάσθησαν ταῦτα εἰδώλοις καὶ δαίμοσι καὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ λίαν ἀθλίως καὶ δυσσεβῶς περιέθηκαν ἀλλάξαντες τὴν τοῦ θεοῦ δόξαν εἰδώλων δόξῃ καὶ ἀντὶ τοῦ σέβειν θεὸν ἐσεβάσθησαν εἰδώλοις καὶ φθαρτῶν εἰδώλοις ἐπίτασις πωρώσεως καὶ ἀνοίας καὶ ἔτι τὸ κακὸν ὑπερβολὴν οὐκ ἔχον ἑρπετῶν καὶ πετεινῶν καὶ τετραπόδων εἰδώλοις ἴδε μανίαν μᾶλλον δὲ ἴδε πρᾶξιν ἧς οὐκ ἔστιν οὐδ' ἄξιον ὄνομα εὐπορῆσαι ἀλλ' ὅτι μὲν ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ ἀΐδιος τοῦ θεοῦ δύναμις καὶ θειότης καθορᾶται καὶ ὅτι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδοξασαν δῆλον πῶς δὲ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν ποίων γὰρ διαλογισμῶν προσκυνεῖν λίθοις καὶ ξύλοις ποίων διαλογισμῶν δημιουργοὺς καὶ θεοὺς καὶ ἀϊδίους καὶ κηδεμονας ταῦτα καλεῖν τὶ οὖν ἀπορεῖς ὅτι οὐ προσεκύνησαν ὅτι οὐκ ἐθεοποίησαν ἢ τοῦτο μὲν δῆλον ποίοις δὲ ζητεῖς λογισμοῖς ἀλλ' ἔχεις καὶ τοῦτο ματαίοις γὰρ καὶ ἐσκοτισμένοις καὶ μωροῖς
617vRom.1.20ξβ καὶ θειότης εἰς τὸ είναι αὐτούς αποκοινουνοουμεν ἡ καθαραται
627vRom.1.20ξγ ἀναπολογήτους τοσούτων γὰρ ὄντων τῶν δεικνύντων τὸ τοῦ θεοῦ μεγαλεῖον τι ἀπολογήσονται οἱ ἑκοντες αποτυφλοθεντες οὐκ αυτὴ δὲ σπουδὴ τῶι θεῶι γέγονεν ἄπαγε εἰ καὶ οὕτως ἐξέβη
638rRom.1.21ξδ διότι γνόντες τὸν θεόν ἔγνωσαν γὰρ διὰ τῆς κτίσεως ἂλλ ἑκοντες παρέδραμον καὶ οὐχ ὡς θεὸν εδοξασεν
63Pha8rRom.1.21Φωτ(ιου) διότι γνόντες τὸν θεὸν τοῦτ' ἐστι τι ποτε ἐστι θεός τι ὀφείλει υπολαμβάνεσθαι θεὸς τοῦτο γνόντες τοῖς ἐφ' ἑξῆς ἑκοντες εσφαλησηαν
63Phb8rRom.1.21Φωτ(ιου) ∆ιότι γνόντες τὸν θεὸν τοῦτ' ἔστι γνῶναι δυνηθέντες εἴπερ ἠθέλησαν γνόντες δὲ φησὶν ὅτι ὅσον ἀπὸ τῆς τῶν ὁρωμένων διδασκαλίας ἔγνωσαν καὶ ἀπήρτιστο αὐτῶν ἡ γνῶσις ἢ γνόντες φησὶ κυρίως ὅτι καὶ ἔγνωσαν τὸν θεὸν καθ' ὅσον ἐστὶν αὐτοῦ τοῖς ἀνθρώποις γνωστὸν διὸ καὶ ἔλεγεν ὅτι τὸ γνωστὸν τοῦ θεοῦ φανερὸν ἐστιν ἐν αὐτοῖς τὶ οὖν ἐστι τὸ γνωστὸν αὐτοῦ ὅτι προνοητικὸς ὅτι δημιουργικὸς ὅτι ἀγαθος ὅτι δεσπότης ὅτι ἐξουσιαστὴς ταῦτα οὗτοι ὅτι εἶναι δεῖ τῷ θεῷ ἔγνωσαν καὶ ὅτι δεῖ σέβεσθαι αὐτον γνόντες δ' ἐν τούτῳ τὸν θεὸν καὶ μέχρι τούτου προελθόντες καλῶς ἐξετράπησαν τοῦ λοιποῦ καὶ τῆς ἀληθείας ἀπηνέχθησαν ταῦτα γὰρ τὰ ὑψηλὰ καὶ ἀξιοπρεπῆ περὶ θεοῦ φαντασθέντες ἐφ' ἑξῆς οὐχ ὡς προσῆκον θεῷ οὐδ' ὡς θεὸν ὑπέλαβον καὶ ἐδοξασαν ἀλλὰ κατηνέχθησαν εἰς ἀλογους παντελῶς καὶ ματαίους ἐννοίας εἴδωλον φθαρτοῦ ἀνθρώπου καὶ ἀλογων ζῴων τὸν θεὸν εἶναι φαντασιωθέντες καὶ ἀνατυπώσαντες συμβέβηκε δὲ αὐτοῖς τοῦτο τὸ πάθος καὶ ἡ ἐσχάτη ἀπώλεια ὅτι λογισμοῖς ἐπίστευον τὸ πᾶν τῆς περὶ θεὸν καταλήψεως εἰς τοῦτο δὲ πάλιν περιῆλθον ἐκ τοῦ νομίζειν αὐτοὺς ὅτι σοφοὶ εἰσι καὶ ἱκανοὶ εἰς τὸ θηρᾶσαι πᾶν ὅπερ ἐστὶν ἀνθρώποις καταληπτον ὦ πόσον ἡ οἴησις κακὸν διὸ καὶ τελείως μωρανθέντες ἔλαβον τὰς θεοπρεπεῖς ἐννοίας καὶ ὀνομασίας οἷον τὰ εἰρημένα τὸ δημιουργικὸς τὸ ἀγαθος τὸ προνοητικὸς τὸ δεσποτικὸς τὸ ἐξουσιαστὴς τὸ σεβαστὸς καὶ τὰ ὅμοια καὶ περιῆψαν αὐτὰ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν ἀλλάξαντες τὴν δόξαν τοῦ θεοῦ ἐν ὁμοιώματι καὶ ἑξῆς ἀλλ' ὅρα τὴν τιμωρίαν σκοπεῖ τὴν ἀντιμισθίαν ἐγκατελείφθησαν ὑπὸ τοῦ θεοῦ καὶ ἐγένοντο εἰς πάθη ἀτιμίας παραδεδομένοι προοίμιον ταῦτα τῆς ἐκεῖθεν ἀτελευτήτου κολάσεως ἑαυτοῖς ὑποστησάμενοι
648rRom.1.21ξε οὐχ ὡς θεὸν ἐδοξασαν ἡ εὐχαρίστησαν ανθ ὧν γὰρ εδειδοξασαι καὶ εὐχαριστῆσαι ὅτι τὸν ὀρώμενον κόσμον δι' ἡμᾶς συνεστήσατο ἐκ τοῦ ἐναντίου καὶ ἠτίμασαν
65Ph8rRom.1.21ξϛ /Φωτ(ιου) * s ἂλλ εμεαταιωθησαν ἐκ τῶν ὁρατῶν καὶ ἐκ τῶν νοητῶν φησὶν ἃ ἔκτισεν ὁ θεὸς ἠδύναντο τὴν δύναμιν αὐτοῦ καὶ θειότητα κατιδεῖν καὶ ἐπιγνῶναι ἀλλ' οὐκ ἠβουλήθησαν διὸ αὐτοὶ ἑαυτοὺς ἀναπολογήτους κατέστησαν ποῖον γὰρ ἦν εὐκολώτερον κύκλους καὶ ζώδια εἰδωλοποιῆσαι ἐν οὐρανῷ καὶ ἀτράκτους καὶ νήματα καὶ εἱμαρμένην καὶ λοξὸν καὶ τέμνοντα καὶ πόλους καὶ ἀντίποδας καὶ ἀντώμους καὶ μακρὰν φλυαρίαν ἢ τὸ γνῶναι ὅτι ἔστι ταύτης τῆς ὁρωμένης καὶ ὑπερφυοῦς καλλονῆς δημιουργὸς καὶ κηδεμὼν καὶ πηδαλιοῦχος
668rRom.1.21ξζ ἐν τοῖς διαλογισμοῖς αὐτῶν ἐπλανήθησαν φησι καὶ τοῦ παντὸς ἐξέπεσον
678rRom.1.21ξη καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία εἰπὼν ὅτι ἑκοντες ἐτυφλώθησαν λέγει καὶ τὴν αἰτίαν ἤδε ἐστι τὸ πάντα λογισμοῖς ἐπιτρέψαι καὶ οὐχὶ πίστει βουλόμενοι γὰρ ἐν σχήματι τὸν ἀσχημάτιστον καὶ ἐν εἴκοσι σωματικαῖς τὸν άσώματον καταλαβεῖν ἐπλανήθησαν οὐ δυνηθέντων τῶν λογισμῶν πρὸς τὸ πέρας ἐξικέσθαι οἷον πόθεν δῆλον ὅτι οὐρανὸν ἡ γῆν ἐποίησαν τις δὲ πατὴρ θεοῦ ἡ τις αἰτία τῆς ὑποστάσεως ἡ αὕτη ἡ ὑπόστασις
688rRom.1.22ξθ φάσκοντες είναι σοφοὶ εμαραθησαν νεφεσι ὁμοιωθέντες οἱ λογισμοὶ ἐσκότισαν αὐτῶν τὴν καρδίαν ἀσύνετον δέ φησι διὰ τὸ μὴ θελῆσαι πίστει τὸ πᾶν παραλαβεῖν
698vRom.1.22ξθ φάσκοντες είναι σοφοὶ εμωραθησαν ἤδε αἰτία τοῦ τὸ πᾶν τοῖς λογισμοῖς ἐπιτρέψαι τὸ οἴεσθαι σοφοὺς είναι καὶ ἑαυτοῖς ἀρκεῖν πρὸς πᾶσαν κατάληψιν διὸ καὶ ἐμωράνθησαν τι γὰρ ἀνοητότερον τοῦ λίθοις καὶ ξύλοις προσκυνεῖν
708vRom.1.23ο καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ εἶχον οὖν τὴν εἴδησιν τοῦ θεοῦ ἀλλὰ ταύτην δόντες ἀντέλαβον δόξαν καὶ σέβας εἰδώλων δόξαν δὲ θεοῦ τὸ δημιουργικὸν τὸ προνοητικὸν ταύτην τοιγαροῦν προσεκύρωσαν εἰδώλοις ἐν ὁμοιώμασιν ἀνθρώπων καὶ πετηνῶν καὶ τῶν λοιπῶν οὐκ αἰσχύνονται οἱ σοφοὶ τὰ τοῦ θεοῦ ἴδια καὶ ἐξαίρετα ἑρπετοῖς προσάψαντες
718vRom.1.23οα ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ {πετηνῶν /πετεινῶν }* καὶ τετραπόδων καὶ ἑρπετῶν καὶ αὐτο τὸ είναι τὸν ἄνθρωπον φθαρτὸν ἦρκε αὐτῶν ἐλέγξαι τὴν ἄνοιαν τὸ δὲ καὶ ἐν τοῖς ὁμοιώμασι τοῦ φθαρτοῦ προσκυρῶσαι τὴν τοῦ θεοῦ δόξαν τῆς ἄγαν ἐστι παραπληξίας
728vRom.1.24οβ διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς οὐκ αὐτος παραδοὺς ἄπαγε ἂλλ αὐτος μὲν αὐτῶν ἠμέλησεν ἀναξίων ὄντων κηδεμονίας λοιπὸν δὲ λαβὼν αὐτοὺς ὁ σατανᾶς πάρεδωκεν εἰς απαρεδωκεν τὴν συγχώρησιν οὖν τοῦ θεοῦ παράδοσιν λέγει
72Ph8vRom.1.24Φωτ(ιου) s διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτούς Τὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς τοῦτ' ἔστιν ἡ εἰς τὸν θεὸν πλημμέλεια καὶ παροινία καὶ ἐπὶ τοῦ ἐναντίου γὰρ εἰώθαμεν λέγειν ὅτι ἀπώλεσεν αὐτὸν τὸ ἀργύριον καίτοι οὐ τὸ ἀργύριον ἀπολλυσιν ἀλλ' ἡ ἄσωτος αὐτοῦ καὶ ἐπὶ κακῷ χρῆσις καὶ διέφθειρεν αὐτὸν τῶν κολάκων τὸ πλῆθος καίτοι οὐκ ἐκεῖνοι διαφθείρουσιν ἀλλὰ τὸ προσέχειν καὶ πείθεσθαι τούτοις τὸ μὲν γὰρ εἶναι κολακας ἢ μὴ εἶναι οὐκ ἐν ἐμοὶ τὸ δὲ πείθεσθαι τούτοις ἢ μὴ ἐν τῇ γνώμῃ τῇ ἐμῇ καὶ μυρία ἐστὶν ἡ τοιαύτη χρῆσις ἔν τε τῇ πρὸς ἀλλήλους ὁμιλίᾳ καὶ τῇ τῶν συγγραμμάτων ἑρμηνείᾳ οὐ τῶν καθ' ἡμᾶς μόνον ἀλλὰ καὶ αὐτῶν τῶν ἔξω τῆς ἡμετέρας ἑστηκοτων αὐλῆς
72exa8vRom.1.24 κἀνταῦθα τὸ παρέδωκεν ὁ θεὸς αὐτοῦ τοῦ ἡ εἰς θεὸν ὕβρις καὶ τολμᾷ ἡ οἰκεῖα αὐτῶν πρᾶξις ἡ ἑκούσιος πώρωσις αυτὴ παρέδωκεν αὐτοὺς εἰς τὰ τῆς ἀτιμίας πάθη
72exb8vRom.1.24Οικουμε(ν)ι(ου) ἡ τάχα ἑαυτοὺς παρέδωκαν ἐπειδὴ τοῦτο ἐπεθύμουν ἐν γὰρ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν φησι
738vRom.1.25ογ οἵτινες μετήλλαξαν ὁρᾷς πάλιν τὸ μετήλλαξαν σημαῖνον ὅτι κατὰ εἴδησιν μετήλλαξαν
749rRom.1.25οδ τὴν ἀλήθειαν τουτέστι ἐπὶ θεοῦ λέγεσθαι καὶ νοεῖσθαι τὸ ἀληθὲς δυνάμενα περιέθηκαν τῶι ψεύδει τουτέστι τοῖς εἰδώλοις
74exa9rRom.1.25Σευηρι(ανου) s τοῦ θεοῦ ἐν τῶ ψεύδει ἀλήθειαν θεοῦ καλεῖ τὸ θεὸς ὄνομα ψεῦδος δὲ τὸ χειροποίητον εἴδωλον δέον αὐτοὺς τὸν ἀληθῆ προσκυνῆσαι θεὸν τῆι κτίσει τὸ θεῖον σέβας προσήνκεγκαν
74exb9rRom.1.25Θεοδω(ρητου) ὅτι ὁ μὲν θεὸς ἀληθῶς ἐστι θεὸς τὰ δὲ εἴδωλα οἷς προσεκύνησαν ψευδως προσαγορευονται θεοί
759rRom.1.25οε καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν σέβοντες καὶ λατρεύοντες διετέλεσαν
769rRom.1.25οϛ τῆι κτίσει παρὰ τὸν κτίσαντα ὃς ἐστιν ἀεὶ τῆ συγκρίσει φοβερώτερον ποιεῖ τὸν λόγον τῆι κτίσει φησι παρὰ τὸν κτίσαντα
779rRom.1.25οζ εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν ἂλλ οὐ παρὰ τοῦτό φησι παρεβλάβη τι ὁ θεὸς εἰς τὴν οἰκείαν δόξαν ὁ μὲν γὰρ ἔμεινεν καὶ οὕτως εὐλογητὸς εἰς τοὺς αἰῶνας αὐτῶν δὲ αἱ προλεχθεῖσαι ἀμοιβαὶ καὶ αἱ προλεχθησόμεναι ἀτιμίαι τοῦ σώματος καὶ ἀντιδόσεις
789rRom.1.26οη διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας αἵ τε γὰρ θήλειαι αὐτῶν διὰ τοῦτο ποῖον ἐπειδὴ ἐλάτρευσαν τῆι κτίσει παρὰ τὸν κτίσαντα
799rRom.1.26οθ μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν ἔχοντες γὰρ ἐκ φύσεως μίξιν νόμιμον μετήλλαξαν αὐτήν
809rRom.1.27π ὁμοίως τε καὶ οἱ ἄρρενες ἀφέντες αἰσχρότατον τι λέγει ἐπικεκαλυμμένως
819rRom.1.27πα τὴν φυσικὴν χρῆσιν τῆς θηλείας δείκνυσιν ὅτι οὐ μόνον τοῖς θείοις νόμοις ἀλλὰ καὶ τοῖς τῆς φύσεως ἐπολέμουν
829rRom.1.27πβ ἐξεκαύθησαν ἐν τῆ ὀρέξει αὐτῶν εἰς ἀλλήλους πολλὴν μανίαν καὶ οἶστρον δηλοῖ τὸ ἐξεκαύθησαν
839vRom.1.27πγ ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἦν οὐκ εἶπεν τὴν ἐπιθυμίαν ἀλλὰ τὴν ἀσχημοσύνην δηλῶν ὅτι καὶ αὐτὴν τὴν φύσιν κατησχυναν
849vRom.1.27πδ * ὁρᾷς ὅτι οὐκ ἀγνοίας ἦν τὰ πάθη ἂλλ ὅτι σπουδὴν εἶχον ἐργάζεσθαι αυτὰ τὸ γὰρ κατὰ ἐπίτασίν τινα καὶ φιλονεικίαν δηλοῖ ὡς εἰ τις φιλονεικοίη ὅπως μᾶλλον προσκρουσθη θεῶι
859vRom.1.27-Rom.1.28πε ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες καὶ καθώς ἦν προσῆκον ἦν ἥτις αὐτοῖς ὠφείλετο τοιούτοις οὖσιν
869vRom.1.28πϛ * τὸν ὀφειλόμενον μισθὸν τῆι πλάνηι αὐτῶν πλάνην δέ φησι τὸ προσκυνῆσαι τῆι κτίσει ἦν ἀπολαμβάνουσιν ἐν ἑαυτοῖς γυνὴ ἀπὸ γυναικὸς καὶ ἀνὴρ ἀπὸ ἀνδρὸς ἐν ασχημονουντες ἐπειδὴ γὰρ τοῖς περὶ γεέννης λόγοις οὐκ ἐπίστευον ταύτην αὐτοῖς ἀντιμισθίαν ὁ Παῦλος προφέρει ἦν καὶ ἠρυθρίων
879vRom.1.28πζ οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει ὁρᾷς ὅτι οὐκ ἀγνοίας ἦν ἡ πλάνη ἂλλ εἰδήσεως μᾶλλον δὲ καὶ τούτων τινας αἰνίττεται εἰ καὶ ὡς ἐπὶ ἑτέροις ἐσχημάτισται τῆι Γραφῆι
889vRom.1.28πη παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα τῆι γὰρ ἀποστροφῆι τοῦ θεοῦ εἰσάγεται νοῦς ἀδόκιμος παρὰ τῶν δαιμόνων τοῦτο παράδοσιν ἔθος καλεῖν τῆι γραφῆι
899vRom.1.29-Rom.1.30πθ πεπληρωμένους πάσηι ἀδικίαι πορνείαι πονηρίαι πλεονεκξιαι κακίαι μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας ψιθυριστὰς καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους οὐδέν φησι συμμετρον ἀλλὰ πεπληρωμένους πάσης ἀδικίας ὅταν γὰρ ἀποστροφὴ γένηται θεοῦ εἰκοτως πάντα ἀντεισέρχεται τὰ κακὰ εἶτα γενικῶς εἰπὼν τὴν ἀδικίαν λοιπὸν καὶ τοῖς ἐιδικωτέροις αὐτῆς ἐπεξέρχεται
89ex9vRom.1.30Γενναδιου s πεπληρωμένους πάσηι ἀδικίαι πορνείαι πονεριαι πλεονεκξιαι κακίαι μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας ψιθυριστὰς καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους καὶ ἑνὶ τούτωι τῶι τῆς ἀδικίας προσρήματι κοινῇ τὰ εἰς άλληλους αὐτῶν πάντα περιλαβὼν ἁμαρτήματα ἐν τοῖς ἑξῆς ἀπαριθμεῖται καθ' ἕκαστον καὶ πονηρίαν μὲν λέγει τὸν ἐκ κατασκευῆς εἰς τινα παρὰ τοῦ πόνον γινόμενον πλεονεξίαν δὲ τὴν ὑπὲρ τῆς ἐπιθυμίας τοῦ πλείονος βλάβην κακίαν δὲ τὴν τοῦ κακῶσαὶ τὸν πέλας σπουδὴν φθόνον δὲ τὴν ἐπὶ τοῖς τοῦ πλησίον καλοῖς βασκανίαν φόνον δὲ τὴν μέχρις ἀναιρέσεως κίνησιν ἔριν δὲ τὴν ἐπίψογὸν φιλονεικίαν δόλον τὰς ἐπὶ λύμηι τῶν ἀδελφῶν ἐπιβουλάς τε καὶ μηχανὰς κακοήθειαν δὲ τὴν κακοτροπίαν ψιθυρισμὸν δὲ τὴν υπ ὀδόντα τῶν παρόντων κακολογίαν καταλαλίαν δὲ τὴν εἰς ἀπόντας ὑπό τινων βλασφημίαν θεοστυγεῖς δὲ οὐ τοὺς ὑπο θεοῦ στυγομενου οὐ γὰρ αὐτῶι τοῦτο δεῖξαι πρόκειται νυν ἀλλὰ τοὺς μισοῦντας θεὸν ὑβριστὰς δὲ τοὺς θρασεῖς καὶ λοιδόρους ὑπερηφάνους δὲ τοὺς κατὰ τῶν οὐκ ἐχόντων ἐφ' οἷς ἔχουσι φυσωμένους ἀλαζόνας δὲ τοὺς ἐφ' οἷς οὐκ ἔχουσιν αὐχοῦντας ὡς ἔχοντας ἐφευρετὰς δὲ κακῶν τοὺς ἐπὶ τοῖς παλαιοῖς κακοῖς ἕτερα καινοτομοῦντας κακὰ γονεῦσι ἀπειθεῖς τοὺς καὶ μέχρι γονέων ἀγνώμονας ασυνετοτους δὲ τοὺς ἀσυνειδήτους ὧν οὐδὲν ἀφρονέστερον ἀσυνθέτους δὲ τοὺς ταῖς συνθήκαις μὴ ἐμμένοντας ἃς ἂν πρός τινας συνθῶνται ἀστόργους δὲ τοὺς ἀπηνεῖς καὶ ἀφίλους ἀσπόνδους δὲ τοὺς ἀδιαλλάκτους καὶ μνησικάκους ἀνελεήμονας δὲ τοὺς ἀκαμπεῖς καὶ ἀνενδότους πρὸς ἔλεον
9010rRom.1.30ϟ ἀλαζόνας εἰ γὰρ ὁ κατορθῶν τῆι ἀλαζονείαι χρησάμενος ἐκένωσε τὰ κατορθωθεν τὰ ποίας ἂν εἰ ἡ τιμωρίας ἄξιος ὁ ἐν ἁμαρτίαις αλαζομενουμενος
9110rRom.1.30ϟα εφευρεστας κακῶν γονεῦσιν ἀπειθεῖς ὅπερ μελετώντων καὶ σπουδαζόντων ἴδιον οὐ μὴν ἀγνοούντων
9210rRom.1.31ϟβ ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀσπόνδους ἀνελεήμονας ἀποσχοινίζοντας ἀπὸ πάντων τουτέστι πάντας μισοῦντας καὶ ἀποστρεφομένους
9310rRom.1.32ϟγ οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες ὅτι οἱ τὰ τοιαῦτα πάλιν δείκνυσιν αὐτοὺς ἐν γνώσει ἁμαρτάνοντας δικαίωμα δὲ τὰς ἐντολὰς λέγει
93Ph10rRom.1.32Φωτ(ιου) s επιγινοντες ὅτι οἱ τὰ τοιαυτά Τοῦτο γὰρ ὁ νόμος ὁ Μωϋσαϊκὸς τρανῶς καὶ ἀποτομως διακελεύεται ἀξίους θανάτου κρίνων τοὺς τὰ τοιαῦτα πράττοντας
9410rRom.1.32ϟδ πράσσοντες ἄξιοι θανάτου εἰσιν οὐ μόνον αυτά τι δὲ τὸ δικαίωμα τοῦ θεοῦ ὅτι οἱ τά τοι αυτὰ πράσσοντες φησι ἄξιοι θανάτου εἰσι τοῦτο γὰρ δικαίωμα καὶ ἡ ἐντολὴ τοῦ θεοῦ
9510rRom.1.32ϟε ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι δύο τίθησιν ἐγκλήματα τὸ ποιεῖν τε καὶ συμπράττειν τοῖς ποιοῦσι καὶ εἰς τὸ κακὸν παρακαλεῖν τὸν πλησίον
95ex10rRom.1.32Ισιδωρου /Φωτ(ιου) s ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι τινες μὴ νοήσαντες τὸ εἰρημένον ἀλλὰ διαπορήσαντες καὶ παραπεποιῆσθαι τὰς ἀποστολικὰς λέξεις νομίσαντες οὕτως αὐτὰς ἡρμήνευσαν οὐ μόνον οἱ ποιοῦντες αὐτὰ ἀλλὰ καὶ οἱ συνευδοκοῦντες τοῖς πράττουσιν οὕτως γὰρ εἶχεν ἔφασαν τὸ παλαιὸν ἀντίγραφον ἵνα μεῖζον ἦι τὸ ποιεῖν καὶ ἔλαττον τὸ συνευδοκεῖν ἐγὼ δὲ οὔτε ἡμαρτῆσθαι ἐν τούτωι φήσας τὰ ἀποστολικὰ βιβλία οὔτε καταδραμὼν τῶν μὴ νενοηκότων φράσας τοῖς ἐντευξομένοις ἐπιτρέψω τὴν ψῆφον φημι τοίνυν ὅτι ἐπειδὴ τοῦ πλημμελεῖν τὸ ἐπαινεῖν τοὺς πλημμελοῦντας πολλῷ ἀργαλεώτερον ἐστι καὶ μεῖζον εἰς κολάσεως λόγον εἰκοτως εἴρηται οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν ὁ μὲν γὰρ μετὰ τοῦ πλημμελεῖν καταγινώσκων τῆς ἁμαρτίας δυνήσεται χρόνωι ποτε ἑαυτὸν ἀνακτήσασθαι μεγίστην βοήθειαν ἔχων εἰς τὸ μεταγνῶναι τὴν κατάγνωσιν τῆς ἁμαρτίας ὁ δὲ ἐπαίνων τὴν πονηρίαν τῆς ἐκ τοῦ μετανοῆσαι βοηθείας ἑαυτὸν ἀποστερεῖ ἐπεὶ τοινων δι' εφθαρμενης ἐστι γνώμης καὶ ψυχῆς ἀνίατα νοσούσης αὕτη ἡ ψῆφος εἰκοτως τοῦ πλημμελοῦντος ὁ τὴν ἁμαρτίαν ἐπαίνων πολλῷ παρανομωτερον κέκριται
9610vRom.2.1ϟϛ διὸ ἀναπολόγητος εἰ ὦ ἄνθρωπε πᾶς ὁ κρίνων ἐν ὧι γὰρ κρίνεις τὸν ἕτερον ᾔδει τῆ πόλει ἐγχειρισθεῖσαν τοῦ κόσμου τὴν ἡγεμονίαν καὶ λοιπὸν πρὸς τοὺς ἄρχοντας ἀποτείνεται ὁ δὲ αὐτος καὶ πρὸς ἰδιώτας ἁρμοζει λόγος
99Ph10vRom.2.1Φωτ(ιου) διὸ ἀναπολόγητος εἰ ὦ ἄνθρωπε πᾶς ὁ κρίνων ἐν ὧι γὰρ κρίνεις τὸν ἕτερον διὸ ἀναπολόγητος εἰ ὦ ἄνθρωπε Ὑπερβολὴν παρανομίας λέγει καὶ ἔπραττον αὐτοὶ τὰ παράνομα καὶ συνέτρεχον τοῖς πράττουσιν καὶ ἐπειδ' ἄν τις ἁλοὺς ὑπο τινος ἐπὶ κρίσιν ἤγετο αὐτοὶ ἐκαθέζοντο καὶ κατέκρινον ἐκεῖνον οὗ τὰ ἴσα αὐτοὶ ἔπραττον καὶ ᾧ εἰς τὸ πράττειν συνέτρεχον καὶ ὅμως κατέκρινον αὐτον οὕτως ᾔδεισαν ὅτι ἁμαρτάνουσιν ὥστε πολλῷ μᾶλλον ἑαυτοὺς προκατέκρινον
9710vRom.2.1-Rom.2.2ϟζ σεαυτὸν κατακρίνεις τὰ γὰρ αυτὰ πράσσεις ὁ κρίνων οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστι ὁ γὰρ τὰ κακὰ πράσσων κατακρίνων δὲ τοὺς τὰ ὁμοία πράσσοντας καθ' ἑαυτοῦ πρώτου τὴν κατάκρισιν ἐκφέρει
9810vRom.2.2ϟη κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας ὧδε μὲν γὰρ οὐ κατὰ ἀλήθειαν ἐστι τὸ κρίμα πολλοὶ γὰρ καὶ ἔνοχοι διαφεύγουσι καὶ ἀθῶοι κατακρίνονται ἐκεῖ δὲ κατὰ ἀλήθειαν ἐστι καὶ ὧδε δὲ τὸ τοῦ θεοῦ κρίμα οὔτε ἄδικον ἀθῶοι οὔτε δίκαιον κατάκρινει ὅταν εἰς κρίσιν καὶ ἐνταῦθα καταστῇ τισιν
9910vRom.2.3ϟθ λογίζηι δὲ τοῦτο ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αυτὰ ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ πολλοὶ γὰρ ἡγοῦνται ὅτι εἰ καὶ ἐγώ φησι ἁμαρτάνω ἄλλους δὲ κωλύω ἁμαρτεῖν μισθὸν ἐκ τούτου ἔχων ἀλλὰ ἀκούσεται τὸ ἰατρὲ θεράπευσον σεαυτὸν τὴν γὰρ καταδίκην φησι σὺν σαυτῷ ἐπήγαγε πρώτῳ
10011rRom.2.4ρ ἡ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς ἀγνοῶν μακροθυμεῖ μὲν πλὴν εὰν μὴ ἐπιστραφῶμεν τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει
10111rRom.2.4α ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει διὰ τοῦτο γὰρ μακροθυμεῖ οὐχ ἵνα τῆι μακροθυμίαι χρήσηι εἰς ἀφορμὴν μείζονος καταφρονήσεως ἂλλ ἵνα διάστημα μετανοίας λάβῃς Ἐπιμένων οὖν λαψηι
10211rRom.2.5β κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν ὅταν γάρ τις μήτε χρηστότητι μαλάσσηται μήτε ὀργὴν δειλιᾶι τι τούτου σκληρότερον
10311rRom.2.5γ θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέραι τὸ πάντως φυλαχθησόμενον δηλοῖ καὶ ὅτι σὺ σαυτῷ αἴτιος σὺ γὰρ ἀποτιθεὶς καὶ θησαυρίζεις
10411rRom.2.5δ ὀργῆς καὶ ἀποκαλύψεως ἵνα μὴ ὀργὴν θεοῦ ἀκούων πάθος νομίσῃς ἐπήγαγεν ἀποκαλύψεως δικαιοκρισίας ἔνθα γὰρ δικαιοκρισία οὐκ ἐστι πάθος τό τε γὰρ μάλιστα ἡ δικαιοκρισία ἀποκαλύπτεται ὅταν ἀποδίδωσιν ἑκάστωι κατὰ τὰ ἔργα αὐτοῦ
105ex11rRom.2.5-Rom.2.6ε Οικουμενιου καὶ δικαιοκρισίας τοῦ θεοῦ ὃς ἀποδώσει εκατω κατὰ τὰ ἔργα αὐτοῦ ὡς πρὸς τὴν ἑρμηνείαν τὸ καὶ παρέλκεται
10611rRom.2.7ϛ τοῖς μὲν καθ' ὑπομονὴν ἔργου οὐ γὰρ μόνον πίστις ἀρκεῖ ἀλλὰ καὶ ἔργων χρεία ὑπομονὴν δὲ εἰπὼν γενναίως ἔχειν διδάσκει πρὸς τοὺς πειρασμούς
106Ph11rRom.2.7Φωτ(ιου) s τοῖς μὲν καθ' ὑπομονὴν ἔργου Ἀπὸ κοινοῦ τὸ ἀποδώσει ὃς καὶ ἀποδώσει ἀποδώσει γὰρ τοῖς μὲν τὰ ἀγαθὰ τοῖς δὲ ἀποδοθήσεται θυμὸς καὶ ὀργὴ καὶ τὰ ὅμοια ἔστι δὲ διπλοῦν τὸ σχῆμα τοῦ λόγου καὶ ἀπὸ κοινοῦ γὰρ καὶ ζεῦγμα σκοπεῖ δὲ ὅτι τὰ μὲν ἀγαθὰ ἀποδώσει φησὶ τὴν δὲ κόλασιν οὐκ ἀποδώσει ἀλλ' ἀποδοθήσεται καὶ οὐδὲ τοῦτο κατὰ λέξιν εἶπεν ἀλλ' ἀφῆκεν συνεπινοηθῆναι οὕτως οἶδε τὸ μὲν δικαιοῦν καὶ σώζειν οἰκεῖον θεοῦ τὸ δὲ τιμωρεῖν αὐτὸν καὶ κολάζειν ἀπὸ τῆς τῶν ἁμαρτανοντων πωρώσεως καὶ τοῦ μὴ μετανοεῖν καὶ ἐπιστρέφειν
10711rRom.2.7ζ ἀγαθοῦ δόξαν καὶ τιμήν τὸ ὑπερβατον ζητοῦσι ζωὴν αἰώνιον
10811rRom.2.7η καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον τὰς περὶ ἀναστάσεως ἀνοίγει θύρας
10911rRom.2.8Θ τοῖς δὲ ἐξ ἐριθείας πάλιν δείκνυσι φιλονεικίας είναι καὶ ῥαθυμίας τὰ ἁμαρτήματα
109ex11rRom.2.8ι Οικουμενι(ου) καὶ ἀπειθοῦσι μὲν τῆι ἀληθείαι πειθομένοις δὲ τῆι ἀδικίαι θυμὸς καὶ ὀργή παρέλκεται ὁ καί
11011rRom.2.8ι καὶ ἀπειθοῦσι μὲν τῆι ἀληθείαι πειθομένοις δὲ τῆι ἀδικίαι θυμὸς καὶ ὀργή τις γὰρ πιστεύει ὅτι καλὸν ἡ ἀδικία καὶ κακὸν ἡ ἀλήθεια δῆλον οὖν ὡς ἐν γνώσει ἐστιν ἡ ἁμαρτία τοῦτο γὰρ μάλιστα τὸ πειθομένοις δηλοῖ ἑκὼν γὰρ πείθεται ὁ πειθόμενος
11111vRom.2.9ια θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργεζομενου τὸ κακὸν Ἰουδαίου τε οὐκ ἑνί φησι βασιλεὺς οὐκ ἑνὶ δυνάστης ὃς διαφεύξεται
11211vRom.2.9ιβ πρῶτον ὅσω γὰρ πλείονος διδασκαλίας ἠξίωται τοσούτῳ πλέον ἁμαρτάνων τιμωρηθησεται
112ex11vRom.2.9ιγ Οικουμενι(ου) καὶ Ἕλληνος ἐξέσται φησι
11411vRom.2.10ιδ δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντΙ τῶ εργεζομενω τὸ ἀγαθον Ἰουδαίου καλῶς τὸ εἰρήνη ἐκεῖ γὰρ οὐδεὶς διὰ φθόνον μαχήσεται τῶι τιμηθέντι ἡ δοξασθέντι
11511vRom.2.10ιε τε πρῶτον ἵνα μὴ νομίζωσιν Ἰουδαῖοι τὸν ἀκροβυστον κἂν θεοσεβὴς ἦι ἔλαττον ἔχειν συνάπτει αὐτούς
11611vRom.2.10ιϛ καὶ Ἕλληνι Ἕλληνα οῦτον ειδολατρην λέγει ἀλλὰ τὸν ἀκροβυστον μὲν θεοσεβῆ δὲ καὶ πιστόν
11711vRom.2.11ιζ οὐ γὰρ ἐστι προσωποληψία παρὰ τῶι θεῶι οὐ γὰρ προσώπων ἂλλ ἔργων ἐστιν ἡ ζήτησις
11811vRom.2.12-Rom.2.13ιη ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται καὶ ὅσοι ἐν νόμωι ἥμαρτον διὰ νόμου κριθήσονται οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῶι θεῶι ἔνθεν ἄχρι φυλλων πλειόνων μάχην εἰσάγει ἐθνικῶν καὶ Ἰουδαίων καὶ συνηγορεῖ τοῖς ἐθνικοῖς μὲν φύσει δὲ τὰ δικαία πράττουσι τοῦτο δὲ ποιεῖ θέλων τὸν μὲν νόμον ἐκβαλεῖν τὴν δὲ πίστιν ἀντεισαγαγεῖν
118exa11vRom.2.13 δεῖξαι θέλει ἐν δυσὶν ἁμαρτήσασιν Ἰουδαίωι καὶ ἀκροβύστω χεῖρον τὸν Ἰουδαῖον τιμωρεῖσθαι ὅσω καὶ νόμου ὁδηγοῦ εὐπορήσας ἥμαρτεν ἀνόμως δὲ ἁμαρτόντα εἰσάγει τὸν ἀκροβυστον ὅς φησι ἀνόμως ἀπολεῖται τουτέστιν οὐ μετὰ ἀκριβείας νόμου ὁ δηλοῖ τὴν συμμετρον ἀπώλειαν ἐν νομως δὲ ἁμαρτόντα λέγει τὸν Ἰουδαῖον ὅς φησιν διὰ τοῦ νόμου ὃν καὶ παραβέβηκε κριθήσεται τουτέστι κατακριθήσεται δηλοῖ δὲ τὸ τὸ τὴν χείρονα ἀπώλειαν κρίσιν δὲ αὐτὴν καλεῖ καὶ οὐκ ἀπώλειαν διὰ τὸ ἡγεῖσθαι τὸ δικαστηριον εἰ χεῖρον οὖν ὁ Ἰουδαῖος τιμωρεῖται κατὰ τὴν παραγραφήν πως ἐπὶ μὲν τοῦ Ἕλληνος ἀπολοῦνται εἶπεν ἐπὶ δὲ τοῦ Ἰουδαίου κριθήσονται ὧν τὸ μὲν ἀναμφίβολον κακὸν είναι δοκεῖ τὸ δὲ ἀμφίβολον ἀλλὰ πρόσσχες κρίμα ἐνταῦθα τὸ κατάκριμα λέγει τοῦτ' ἐστι τὴν ἀναμφίβολον ἀπώλειαν δηλοῖ ἀλλὰ ἑνὶ τιμωρία παρὰ τιμωρίαν καὶ τὰ δύο οὐκ ἀμφίβολον ἀπωλείας
118exb11vRom.2.13 ἐνταῦθα οὐ μόνον ἰσοτιμίαν δείκνυσιν ἰουδαίους καὶ Ἕλληνος ἀλλὰ καὶ πολὺ τὸν Ἰουδαῖον βαρούμενον ἀπὸ τῆς τοῦ νόμου δόσεως ὁ μὲν γὰρ Ἕλλην ἀνόμως κρίνεται τὸ δὲ ἀνόμως ἐνταῦθα οὐ τὸ χαλεπώτερον ἀλλὰ τὸ ἡμερώτερον λέγειν τουτέστι ἔχει κατηγοροῦντα τὸν νόμον τὸ γὰρ ἀνόμως τουτέστι χωρὶς τῆς ἐκείνου κατάκρισεως φησι ἀπὸ τῶν τῆς φύσεως λογισμῶν καταδικάζεται μόνον ὁ δὲ Ἰουδαῖος ἐννόμως τουτέστι μετὰ τῆς φύσεως καὶ τοῦ νόμου κατηγοροῦντος οσως γὰρ πλείονος ἀπέλαυσεν ἐπιμελείας τοσούτῳ μείζονα δώσει δίκην
118exc11vRom.2.13 ερμενηια τῶν πράξεων ἐπειδὴ τοῦτω κέχρηνται τινες τῶι ῥητῶι παραστῆσαι βουλόμενοι τὸν ἐν ἑκάστωι ἔθνει φοβούμενον τὸν θεὸν ἄνευ τῆς εἰς Χριστὸν πίστεως σώζεσθαι παραθετέον τὸ ἐκ τοῦ αὐτοῦ Πέτρου ἀνωτέρωι πρὸς τοὺς ἀρχιερεῖς ειρημον τούτοις οὗτος ἐστιν ὁ λίθος ἐξουθενηθεὶς ὑφ' ὑμῶν τῶν οικοδμων τῶι ὁ γενόμενος εἰς κεφαλὴν γωνίας καὶ οὐκ ἐστι ἐν ἄλλωι σωτηερια οὐδε γὰρ ὄνομα ἕτερον ἐστιν ὑπο τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ὧι δεῖ σωθῆναι ἡμᾶς ἐν παντὶ οὖν ἔθνει τῶι φοβουμένωι τὸν θεὸν διὰ τινος πάντως οἰκονομίας προστίθεται ἡ εἰς τὸν Xριστὸν πίστις ὡς τῶι Κορνηλίωι
11912rRom.2.13-Rom.2.14ιθ ἂλλ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα ἴσως γὰρ ἀνθρώπους πλανῶσιν ἂλλ οὐ τοὺς ἀκροατὰς τοῦ νόμου δίκαιοι θεὸς ἀλλὰ τοὺς ποιητάς
12012rRom.2.14κ φύσει τὰ τὸ τοῦ νόμου ποιῇ οὗτοι νόμον μὴ ἔχοντες τοῖς τῆς φύσεως λογισμοῖς χρώμενα πρὸς δικαιοπραγίαν
120ex12rRom.2.14Ιω(αννου) s φύσει τὰ τὸ τοῦ νόμου ποιῇ οὗτοι νόμον μὴ ἔχοντες φύσει ὅταν εἴπῃ τοῖς ἐκ φύσεως λέγει λογισμοῖς
12112rRom.2.14-Rom.2.15κα ἑαυτοῖς εἰσι νόμος οἵτινες ἐνδείκνυται τὸ ἔργον τοῦ νόμου θαυμάσιο οὖν οὗτοι οἱ νόμου παιδαγωγὸ μὴ δεηθέντες αὐτοὶ νομοθέται τε εἰσιν ἑαυτῶν καὶ πληρωταὶ τῆς νομοθεσίας
12212rRom.2.15κβ γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν οὐ γὰρ δέονται τοῦ ἐν γράμμασι νόμου φησι ἀλλὰ τούτοις ἡ καρδία εγραπτον ἔχει κατανοούμενον τὸν νόμον
12312rRom.2.15κγ συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως αρχει γὰρ ἀντὶ νόμου τὴν οἰκείαν συνείδησιν ἔχειν μαρτυροῦσαν τοῖς καλοῖς ἔργοις
12412rRom.2.15-Rom.2.16κδ καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἡ καὶ ἀπολογουμένων ἐν ἡμέραι ὅτε κρίνει ὁ θεός ἐν ἐκείνωι γὰρ τῶι κριτηρίω οὐ δεόμεθα τῶν ἔξωθην ἡ κατηγορούντων ἡ μαρτυρούντων ἡμῖν τὰ χρηστὰ ἂλλ οἱ ἑκάστου λογισμοὶ καὶ τὸ συνειδὸς ἡ κατηγορεῖ ἡ απολογειται
124Ph12rRom.2.16Φωτ(ιου) s μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἡ καὶ ἀπολογουμένων ἐν ἡμέραι ὅτε κρίνει ὁ θεός Τὸ μεταξὺ ἀλλήλων τῶν λογισμῶν καθ' ὑπερβατὸν εἴρηται ἐφεξῆς γὰρ ἐστι τοῦ οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται ἑρμηνεία γὰρ ἐστι πῶς οἱ μὲν οὐ δικαιοῦνται οἱ δὲ δικαιοῦνται καί φησιν ὅτι οὐ δεομένου τοῦ κριτηρίου μαρτύρων οὔ τινων ἔξωθεν ἀποδείξεων ἀλλ' οἴκοθεν ἐξ αὐτῶν τῶν λογισμῶν καὶ ἡ ἁμαρτία παρίσταται καὶ ἡ ἀρετὴ ἐπίδηλος γίνεται διὸ κἂν ἄνθρωποι ἐνταῦθα ἀθῳουσιν οὐ δεῖ τούτοις θαρρεῖν οὐδὲν γὰρ ἐκείνους ὠφελήσουσιν κἂν πάλιν κατακρίνωσιν οὐ χρὴ φροντίζειν οὐδὲν γὰρ ἐκεῖ βλάψουσιν ἀλλ' ἀρκεῖ καὶ εἰς κατάκρισιν καὶ εἰς ἀθῴωσιν ἡ τῶν οἰκείων συλλογισμῶν συναίσθησις καὶ μαρτυρία διὰ τὶ δὲ εἰπὼν κατηγορούντων τῶν λογισμῶν οὐκ εἶπε καὶ δικαιούντων οὕτω γὰρ ἂν ἐδηλοῦντο οἱ κολαζομενοί τε διὰ τοῦ κατηγορούντων καὶ οἱ σωζόμενοι διὰ τοῦ δικαιούντων νῦν δὲ ὡς ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ προτρέπεται νοεῖν ἡ ἀκολουθία καὶ τὸ κατηγορούντων καὶ τὸ ἀπολογουμένων φαμὲν οὖν ὅτι οὐ δεῖ ἐπὶ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμφοτερα λαβεῖν ἀλλὰ κατηγορούντων μὲν τῶν λογισμῶν ἐφ' ἑτέρων ἤτοι τῶν κολασθησομένων ἀπολογουμένων δὲ ἐφ' ἑτέρων ἤτοι τῶν σωθησομένων διὰ τὶ οὐκ εἶπεν δικαιούντων καὶ κατακρινοντων ὅτι οὐ δικαιοῦσιν οὗτοι οὐδὲ τιμωροῦνται ἀλλὰ κατηγοροῦσι μὲν ἢ ἀπολογοῦνται τὴν δὲ κρίσιν τῆς τιμωρίας ἢ τῆς δικαιώσεως ὁ κριτὴς ἐπάγει καλῶς οὖν φησιν τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων Πάλιν ἔστιν εἰπεῖν τὶ οὖν πῶς ἀπολογοῦνται μηδενὸς κατηγοροῦντος τὸ γὰρ κατηγορούντων εἴρηται ὅτι ἐπὶ τῶν κολασθησομένων δεῖ λαβεῖν τὸ δὲ ἀπολογουμένων ἐπὶ τῶν δικαιωθησομένων καλῶς εἴρηται πῶς οὖν ἀπολογοῦνται μηδενὸς κατηγοροῦντος κατηγοροῦσι καὶ ἐνταῦθα οὐ γὰρ ἔστιν οὐκ ἔστιν ἄνθρωπον ἄνευ ἁμαρτίας ἐκεῖθεν ὀφθῆναι ἀλλ' ἡ κατηγορία ἐπεὶ οὐκ ἔστι βάρος ἔχοντα καὶ ὄγκον τὰ ἁμαρτήματα οὐκ ἔστι σφοδρὰ οὐδὲ ἀπαράγραπτος ἀλλ' ἀπολογίαν προάγουσι πρὸς αὐτὴν οἱ λογισμοὶ τὸ εὐολισθον τῆς φύσεως τὸ ἀσθενὲς τὴν τοῦ θεοῦ φιλανθρωπίαν τὸν ἔλεον καὶ παύεται μὲν ἐκείνη νικᾷ δὲ ἡ ἀπολογία ἀπὸ τῆς ἀπολογίας οὖν εἰσιν κἂν ἡ κατηγορία προηγήσατο ἄξιοι οὗτοι σημαίνεσθαι ἐπειδὴ δὲ ἐν τοῖς ἀπολλυμένοις ἄτοπα μὲν καὶ χαλεπὰ τὰ ἁμαρτήματα σφοδρὰ δὲ καὶ ἀπαραίτητος ἡ κατηγορία οὐδαμοῦ δὲ ἡ ἀπολογία τίθησι πάλιν μόνον ἐπ' αὐτῶν τὸ κατηγορούντων εἰσὶ δὲ συγγνωστὰ μὲν ἃ κατὰ λογισμοὺς ἡμάρτομεν ἀσύγγνωστα δὲ ἃ μέχρι πράξεων παρειλκύσαμεν καὶ πάλιν συγγνωστὰ μὲν ἃ διὰ μετανοίας καθηράμεθα ἀσύγγνωστα δὲ οἷς μηδὲ τὸ διὰ ταύτης ἰατήριον καὶ τὴν θεραπείαν προσενηνόχαμεν ∆ύναται δὲ καὶ ὡς ἔχει τάξεως ἡ λέξις τοῦ ῥητοῦ ἡ διάνοια παραληφθῆναι οἷον οἱ μὲν τὸν νόμον λαβόντες καὶ τὸν νόμον καὶ τὴν συνείδησιν ἔχουσιν ἐφ' οἷς ἁμαρτάνουσι κατηγοροῦσαν οἱ δὲ μὴ παρειληφότες φησὶ τὸν νόμον πράττοντες δὲ ἀπὸ συνειδήσεως τὰ τοῦ νόμου οὗτοι τὴν συνείδησιν προβάλλονται μάρτυρα τῆς ἀγαθοεργίας ἵνα γὰρ μή τις εἴπῃ οὐκοῦν κατὰ τύχην πράττουσι τὸ ἀγαθον εἰ μὴ νόμῳ πράττουσιν οὐμενοῦν φησὶν ἀλλὰ μετὰ συνειδήσεως διδάσκαλον ταύτην καὶ μάρτυρα ἔχοντες τῆς ἀγαθοεργίας διὸ καὶ μείζονος ἄξιοι ἀποδοχῆς καὶ μείζονα τὸν ἔλεγχον κατὰ τῶν μετὰ νόμου ἁμαρτανοντων ἐπάγονται εἶτα ἐπειδὴ οὐ πάντες οἱ χωρὶς νόμου ἀγαθοεργοῦσιν ἀλλ' εἰσὶν οἳ καὶ πλημμελοῦσιν δείκνυσιν οὐδ' αὐτοὺς ἐσομένους ἀτιμωρήτους εἰ γὰρ καὶ μὴ νόμον ἔχουσι φησὶ τὸν κατηγοροῦντα ἀλλὰ καὶ οὗτοι δίκας ὑφέξουσι μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων τὸ δὲ ἢ καὶ ἀπολογουμένων πίστωσὶς ἐστιν ἐκ τοῦ ἐναντίου ἐπαγομένη ὡσανεὶ ἔλεγεν ὅτι ὥσπερ ἀπολογουμένων τῶν λογισμῶν ἀθῴωσις ἀκολουθεῖ τοῦ νόμου χωρὶς οὕτω κατηγορούντων πάλιν χωρὶς τοῦ νόμου ἡ κατάκρισις ἕπεται ποτε δὲ ταῦτα ἐν τῇ δευτέρᾳ παρουσίᾳ
12512vRom.2.16κε τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου οἱ μὲν γὰρ ἄνθρωποι τὰ φανερὰ ὁ δὲ θεὸς τῶν κρυπτων ἐστι ἐξετασής
12612vRom.2.16κϛ διὰ Ἰησοῦ Χριστοῦ ὁ γὰρ πατήρ φησι κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῶι υἱῶι
12712vRom.2.17κζ ἴδε σὺ Ἰουδαῖος εἰπὼν ὅτι οὐδὲν τῶι θεοσεβεῖ μὲν ἀκροβύστω δὲ λείπει πρὸς τὸ σωθῆναι εὰν ἦι μόνον τοῦ νόμου ποιητὴς τίθησι λοιπὸν καὶ ἐφ' οἷς μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι δεικνὺς ὅτι οὐδὲν τούτων ὠφελεῖ τὸν μὴ ὀρθῶς βιοῦντα καὶ πρῶτον αὐτο τὸ ὄνομα τέθεικεν ἴδε σύ φησιν Ἰουδαῖος ἐπονομάζῃ ἐδοκει γὰρ καὶ αὐτο τὸ ονμα μέγα τι είναι ὥς νυν τὸ τῶν χριστιανῶν
12812vRom.2.17κη * ἐπονομάζῃ οὐ γὰρ εἰ κατὰ ἀλήθειαν μὴ πληροῖς τὸν νόμον
128ex12vRom.2.17Θε[οδωρητου] s καὶ ἐπαναπαύῃ τῶι νόμωι οὐ γὰρ κάμνεις φησι {ὡς ἔξω /ὡς ὁ ἔξω }* νόμου πολιτευόμενος τὸ πρακτέον ἐπιζητῶν ἂλλ ἔχεις τὸν νόμον σαφῶς ἅπαντα σε διδάσκοντα
12912vRom.2.17κθ καὶ ἐπαναπαύῃ τῶι νόμωι μέγα φησι ἐπὶ τῶι νόμωι φρονεῖς καὶ ἐν τρυφας αὐτῶι ὡς ἡξιωμένος νομουθειου παρὰ τοὺς λοιποὺς τὸ δὲ ἐπαναπαύῃ δηλοῖ ὅτι οὐ καματοι αὐτῶν ἡ κατορθώμασιν ἐδόθη ἀλλὰ θεία χάριτι
13012vRom.2.17λ καὶ καυχᾶσαι ἐν θεῶι ὡς μόνος ἀγαπηθεὶς παρὰ τοὺς λοιποὺς ἀνθρώπους δοκεῖ δὲ αὐτοὺς καὶ εἰς ἀπόνοιαν σκώπτειν
13112vRom.2.18λα καὶ γινώσκεις τὸ θέλημα καίτοι τὸ γινοσκειν μὲν μὴ ποιεῖν δὲ πλείονα παρεσκέυαζε τὴν κόλασιν ἂλλ ὅμως καὶ ἐπὶ τούτωι μέγα ἐφρόνουν ὅθεν οὐ λέγει ποιεῖς ἀλλὰ γινώσκεις τὸ τοῦ θεοῦ θέλημα
13212vRom.2.18λβ καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου ἡ γὰρ τοῦ νόμου κατήχησις οἶδε τῶν συμφερόντων ἀκριβῆ δοκιμασίαν ἐκδιδάξαι οὗτοι δὲ μὴ ποιοῦντες καὶ ἐπὶ τῶ εἰδέναι τὴν τῶν συμφερόντων δοκιμασίαν μέγα ἐφρόνουν
13313rRom.2.19-Rom.2.20λγ πέποιθάς τε σεαυτὸν ὁδηγὸν είναι τυφλῶν φῶς τῶν ἐν σκότει παιδευτὴν ἀφρόνων διδάσκαλον νηπίων οὐκ εἰ φησιν ὁδηγος ἂλλ οὕτω περὶ σεαυτοῦ λογίζηι τυφλοὺς δὲ λέγει καὶ ἐν σκότει καὶ ἄφρονας καὶ νηπίους τοὺς προσκολλωμένους αὐτοῖς προσηλύτους οἱ οὔπω εἴδησιν εἶχον τοῦ νόμου τούτοις γὰρ τοῖς ὀνόμασιν ἀπὸ κενοδοξίας αὐτοὶ τοὺς προσηλύτους ἐκάλουν διὸ καὶ αὐτος ἠρέμα ἐπονειδίζων αὐτοῖς τοῖς τοῦ τοῖς ὀνόμασιν ἐχρήσατο
13413rRom.2.20λδ ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῶι νόμωι εὐφυῶς εἶπεν μόρφωσιν γνώσεως καὶ εὐσεβείας δηλῶν ὅτι οὐκ αὐτὴν ἔχουσι τὴν ἀληθῆ γνῶσιν καὶ εὐσέβειαν ἂλλ ἐπίπλαστον εἰκονα τινα σχῆμα μὲν ἔχουσαν ἀληθείας οὐκ οὖσαν δὲ καλῶς δὲ κεῖται τὸ ἐν τῶι νόμωι ἔδει γὰρ τὴν εἰκονα τὴν ἀληθῆ ἐν τῶι συνειδότι καὶ ἐν ταῖς πράξεσι κεστῆσθαι σὺ δέ φησι μέγα φρονεῖς ὡς ὅτι ὁ νόμος ἔχει τὴν εἰκονα ταύτην ἂλλ οὐδὲν τοῦτο πρός σε ἐπεὶ μὴ ποιητὴς εἰ τοῦ νόμου
134Ph13rRom.2.20Φωτ(ιου) s ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῶι νόμωι Μορφοῦται τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἐν τῷ νόμῳ ἀληθείας ὁ εἰδὼς αὐτὸν καὶ πολιτευόμενος κατ' αὐτον τέθεικε γὰρ τὸ μὲν μόρφωσιν γνώσεως ἐπὶ τοῦ εἰδέναι τὸ δὲ μόρφωσιν ἀληθείας ἐπὶ τοῦ πράττειν ἐκεῖνος γὰρ ἀληθῆ τὴν ἐν τῷ νόμῳ γνῶσιν δεικνύει ὁ διὰ τῶν ἔργων πληρῶν αὐτὴν ἐκεῖνος πιστὴν σὺ δὲ φησὶ πέποιθας μὲν σεαυτὸν εἶναι παιδευτὴν καὶ ὁδηγὸν καὶ διδάσκαλον οὐχ ἁπλῶς ἀλλ' ἔχοντα τὴν μόρφωσιν τῆς ἐν τῷ νόμῳ γνώσεως καὶ τῆς ἐν τῷ νόμῳ ἀληθείας οὕτως δὲ πολιτεύῃ ὡς μηδὲ διδασκαλίας νομικῆς πω ἀκούσας ὁ οὖν τὴν μόρφωσιν πεποιθὼς ἔχειν τῆς γνώσεως καὶ τῆς ἀληθείας ὁ τῶν ἀφρονων παιδευτὴς εἶναι πεποιθὼς ὁ ὁδηγος ὁ διδάσκαλος εἶναι πεποιθὼς πρῶτον σεαυτὸν δίδαξον διδάξεις δὲ ὅτε ἐπὶ τοῖς ἔργοις δείξεις ἀληθεύουσαν τὴν διδασκαλίαν
13513rRom.2.21-Rom.2.22λε ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις εἶτα ἀκολουθον ἦν εἰπεῖν ὅτι οἱ τὰ τοιαῦτα παρὰ θεοῦ λαβόντες καὶ μὴ φυλάττοντες αυτὰ μείζονος ἔσονται τιμωρίας ἔνοχοι ὅσω καὶ ἐν γνώσει ἡ ἁμαρτία ἀλλὰ τέως οὐ σφόδρα αὐτῶν καθάπτεται ἀλλὰ κατ' ἐρώτησιν προάγων τὸν λόγον τοῦτο αὐτο ἐνδείκνυται
135ex13rRom.2.22* αποφατικως ἀνάγνωθι
13613vRom.2.22λϛ ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς ὁ μὲν νόμος καὶ τὰ ἐν τοῖς εἰδώλοις χρήματα βδελυκτὰ εἶχεν διὰ τὸ δαίμοσιν ἀνατεθῆναι ὑμεῖς δέ φησι τὰ μὲν εἴδωλα βδελύσσεσθε φατὲ τὰ δὲ ἐπ' αὐτοῖς χρήματα ἀρπάζετε ἄρα οὖν οὐδε τὰ εἴδωλα κατὰ ἀλήθειαν βδελύσσεσθε
136Ph13vRom.2.22Φωτ(ιου) s ὁ βδελυσσόμενος τὰ ειδολα ἱεροσυλεῖς εἰ γάρ τις βδελύσσεται τὰ εἴδωλα ὡς τῶν οἰκείων ἐθῶν καὶ νομίμων καὶ ἱερῶν ἀκριβὴς φύλαξ ἔπειτα τὰ οἰκεῖα ἱερὰ ἀποσυλᾷ πόσης οὗτος οὐκ ἔστιν ἄξιος τιμωρίας δι' ὧν μὲν προσποιεῖται ἀποστρέφεσθαι τὰ εἴδωλα τιμᾶν καὶ περιπτύσσεσθαι δοκῶν τὴν οἰκείαν λατρείαν καὶ τὰ περὶ αὐτὴν ἱερὰ δι' ὧν δὲ τολμηρὰν καὶ κλέπτουσαν χεῖρα ἐπαφίησιν αὐτοῖς μᾶλλον τῶν εἰδώλων ἐξυβρίζων καὶ εἰς τὸ μηδὲν ἡγούμενος αὐτὰ παραπλήσιος ἐστιν οὗτος ὡς ἀληθῶς τῷ λέγοντι μὲν ἑτέροις μὴ δεῖ κλέπτειν πράττοντι δὲ τὰ τῶν κλεπτόντων ὥσπερ γὰρ ἐκεῖνος ἐναντία τοῖς λόγοις διὰ τῶν ἔργων πράττων ἐπιδείκνυται οὕτω καὶ οὗτος ἐναντία τοῦ βδελύσσεσθαι τὰ εἴδωλα δι' ὧν ἱεροσυλεῖ διαπράττεται διὰ τῆς εἰς τὰ ἱερὰ κλοπῆς καὶ ὕβρεως θεραπεύων τοὺς δαίμονας ὧν ἦσαν τὰ εἴδωλα οἰκητήρια
13713vRom.2.23λζ ὃς ἐν νόμωι καυχᾶσαι δα τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις καυχᾶσαι ὡς τιμηθεὶς παρὰ τοῦ θεοῦ διὰ τὸν νόμον τι τοίνυν τῆι παραβάσει ἀτιμάζεις τὸν νόμον καὶ συνατιμάζεις τὸν θεόν
13813vRom.2.24λη * τὸ γάρ ἐπειδὴ βαρὺ εἶπεν ὅτι τὸν θεὸν ἀτιμάζεις τὸν προφήτην παράγει μάρτυρα ὡς εἰ εἶπεν οὐκ ἐμὸς ὁ λόγος ἀλλὰ τοῦ Ησασιου
13913vRom.2.24λθ * ὄνομα τοῦ θεοῦ οἱ γὰρ ἐξ ἐθνῶν ὁρῶντες αὐτοὺς κακῶς πολιτευομένους εἰς βλασφημίας ἐξεφέροντο τούτους λέγοντες ἔδει αγαπησαι τὸν θεὸν ἡ δοῦναί τι αὐτοῖς οὐκ ᾔδει κακοὺς ὄντας καὶ ἐσομένους
14013vRom.2.24μ * δι' ὑμᾶς βλαφθημειται ἐν τοῖς ἔθνεσι καθὼς γέγραπται οὐ μόνον φησι ὑμεῖς ἀτιμάζετὲ τὸν θεὸν ἀλλὰ καὶ ἄλλοις προσφασιν παρέχετε
14113vRom.2.25μα * περιτομὴ μὲν γὰρ ὠφελεῖ εὰν νόμον πράσσῃς εὰν δὲ παραβάτης νόμου ἧς ἐπειδὴ μέγα τι ἐδοκει ἡ περιτομὴ τελευταῖον ἐπ' αὐτὴν ἦλθε καί φησιν ἂλλ ἐρεῖτε μέγα καὶ ὠφέλιμον τι χρῆμα ἡ περιτομὴ εἰσκρίνει γὰρ τῶι λαῶι τοῦ θεοῦ Ναί φησι ὁμολογῶ ἀλλὰ τότε ὅταν νόμον πράσσῃς
14214rRom.2.25μβ ἡ περιτομή σου βούλεται δεῖξαι ὅτι περιτομὴ ἐστιν ὃν τῆι ἧς τύπος ἡ αἰσθητὴ τὸ κεκαθάρθαι καὶ τὰ περιττὰ περιτετμῆσθαι περιττὸν δὲ πᾶν ὅσον οὐ φίλον θεῶι ἐκ δὴ τούτου ἐστι τις ἀκροβυστος μὲν τὸ σῶμα τὴν δὲ τοιαύτην ἔχων περιτομὴν καὶ πάλιν ἐμπερίτομος μὲν τὸ σῶμα ἀκροβυστος δὲ τὴν ψυχὴν ἀκροβυστία γὰρ καὶ περιτομὴν τὴν ἀληθῆ δηλονότι αἱ αγαθαι καὶ πονηρᾶι πράξεις χαρακτηρίζουσιν
142Pha14rRom.2.25Φωτ(ιου) * ἐὰν δὲ παραβάτης ἧς ἡ περιτομή Ἐπεὶ οὖν σημεῖον ἐστιν ἡ περιτομὴ παθῶν ἐκκοπῆς ἥτις οὐκ ἐκκέκοπται τὰ πάθη δηλονότι ἀκροβυστος ἐστι κἂν τὸ σημεῖον ἐπὶ τοῦ σώματος φέρῃ τοὐναντίον γὰρ οὐ μόνον οὐδὲν ὠφελεῖται οὗτος ἀλλὰ καὶ πλέον βλάπτεται ψευδόμενός τε κατὰ τῆς ἀληθοῦς περιτομῆς ἧς ἦν σύμβολον ἡ κατὰ σάρκα καὶ αὐτὴν ταύτην ὑβρίζων ὡς ἄχρηστον ποιῶν καὶ μηδὲν σημαίνουσαν ὧν ἐδοθη σημεῖον εἶναι εἰ δέ τις ἐκκέκοπται τὰ πάθη κἂν τὸ σημεῖον οὐκ ἐντετύπωται τῇ σαρκὶ οὐδὲν ἧττον περιτέτμηται τὴν ἀληθινὴν περιτομὴν εἰ μὴ καὶ μᾶλλον ὅσῳ μηδὲ δεηθεὶς τῆς αἰσθητῆς ἥτις χάριν παρελαμβάνετο μνήμης καὶ σύμβολο
142Phb14rRom.2.25εις του αυτου Ἡ περιτομή σου ἀκροβυστία γέγονεν τοῦτ' ἔστι βδελυκτὸν κατὰ τὸν ἐκείνων νοῦν βδελυκτὸν γὰρ ἐκεῖνοι τὸν ἀκροβυστον ἡγοῦντο ἐὰν οὖν φησὶν οὐ φυλάττῃς οὐδὲ πράττῃς τὰ τοῦ νόμου ἡ περιτομή σου ὅπερ ἦν θεάρεστον γέγονε βδελυκτὸν καὶ ἀποβλητον ἐὰν δὲ ὁ ἀκροβυστος τὰ δικαιώματα φυλάττῃ τοῦ νόμου ἡ ἀκροβυστία αὐτοῦ ὅπερ ἦν βδελυκτὸν θεάρεστον καὶ θεοφιλὲς λογισθήσεται αὐτῷ τῷ νομοθέτῃ καὶ δημιουργῷ καὶ τοσοῦτον θεάρεστον καὶ ἀποδεκτον ὅσον καὶ σὲ διὰ αὐτοῦ ἐλέγχεσθαι καὶ κατακρίνεσθαι σκοπεῖ δὲ πῶς σοφῶς καὶ δριμέως φησὶν ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ καὶ οὐκ εἶπε τὸν νόμον φυλάττῃ ἵνα γὰρ μὴ εἴπῃ ὁ Ἰουδαῖος καὶ πῶς ἔνι τὸν ἀκροβυστον φυλάττειν τὸν νόμον αὐτῷ τούτῳ παραβαίνοντα τῷ ἀκροβυστον εἶναι ἵνα οὖν μηδ' ἐν τούτῳ δῷ αὐτοῖς λαβὴν οὐχ οὕτως φησὶν ἀλλὰ τὰ δικαιώματα τοῦ νόμου καὶ ἐπὶ μὲν αὐτῶν ἐκείνων τὸν νόμον φησὶν ἐπὶ δὲ τῶν ἀκροβύστων τὰ δικαιώματα τοῦ νόμου οὐ πάντα φησὶ τὸν νόμον εἶπον ἀλλὰ τὰ δικαιοῦντα μόνα ἅμα σοφῶς ὑπεμφαίνων ὅτι οὐ πάντα τὰ ἐν τῷ νόμῳ ἦσαν δικαιοῦντα ἀλλὰ τὰ μὲν δικαιώματα ἦσαν καὶ ἐδικαίου ὅσα συνεφώνει τῇ χάριτι τὰ δὲ ἕνεκα μόνης τῆς ἐκείνων ἀσθενείας ἦσαν δεδομένα
14314rRom.2.25-Rom.2.26μγ ἀκροβυστία γέγονεν εὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ εἰς νοητὴν ἀκροβυστίαν φησι μετὰ πεφοιτηκεν σου ἡ περιτομὴ διά σε τὸν κακῶς χρώμενον τέως γὰρ οὐ βούλεται φανερῶς ἀτιμάσαι τὴν περιτομήν
14414rRom.2.26μδ οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομήν τουτέστιν οἱ τὴν ἀκροβυστίαν ἔχοντες ἐθνικοί
14514rRom.2.26με λογισθήσεται οὐκ εἶπεν ὅτι νίκα περιτομὴν τέως γὰρ επαχθεσεν ἦν ἂλλ ὅτι εἰς περιτομὴν λογισθήσεται παρὰ θεῶι δηλονότι
14614rRom.2.27μϛ καὶ κρίνει τουτέστι κατάκρινει ὡς καὶ εἴρηται ἄνδρες Νινευῖται ἀναστήσονται καὶ κρινοῦσι τὴν γενεὰν ταύτην
146Ph14rRom.2.27Φωτ(ιου) * οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λέγει καὶ κρίνει ἐλέγξει σε φησὶν ὁ τὸ σημεῖον μὲν μὴ ἔχων τὰ δὲ τοῦ σημείου κατορθώσας ὡς μὴ κατορθώσαντα καίτοι δέον ἐπεὶ καὶ ὑπέσχου διὰ τοῦ σημείου μᾶλλον ἐκείνου τὸ κατόρθωμα ἐπιδεικνύναι
14714vRom.2.27μζ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα ἐκ φύσεως ἀκροβυστίαν λέγει τὸν ἐν σαρκὶ ἀκροβυστον οὗτος τοιγαροῦν πληρῶν τὰ ἀπὸ τοῦ νόμου κατάκρινει σε τὸν περιτομὴν ἔχοντα καὶ ὅσον ἧκεν εἰς τὸ γράμμα τὸν νόμον ταῖς δὲ πράξεσι παραβαίνοντα αὐτον
147Ph14vRom.2.27Φωτ(ιου) * Τὸν νόμον τελοῦσα κατ' ἐκεῖνο δηλονότι καθὸ τὰ δικαιώματα αὐτοῦ φυλάττει σκοπεῖ δὲ πρῶτον μὲν δικαιώματα νόμου εἰπὼν καὶ οὐκ αὐτὸν τὸν νόμον νῦν αὐτὸν τὸν νόμον τελεῖν φησιν ὑποδηλῶν ὅτι ταῦτὰ ἐστι κυρίως νόμος ἡ δὲ περιτομὴ καὶ τὰ τοιαῦτα οὐδὲ κυρίως νόμος
14814vRom.2.27-Rom.2.28μη σε τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου οὐ γὰρ ὁ ἐν τῶι φανερῶι Ἰουδαῖὸς ἐστι οὐδε ἡ ἐν τῶι φανερῶι ἐν σαρκί διὰ γὰρ νόμου γραπτοῦ καὶ περιτομῆς προαχθεὶς ἐγένου πάντων παραβάτης
148ex14vRom.2.28 λοιπὸν ὁρίζει τις ὁ ὄντως Ἰουδαῖος καί τις ὁ ὄντως ἀκροβυστος καὶ δοκεῖ μὲν μὴ ἐκβάλλειν τὸν Ἰουδαῖον ἀλλὰ τὸν παραβάτην πολὺ δὲ καταβαλλει αὐτοὺς σημαίνων πάντα πρὸς ἐπίδειξιν αὐτοὺς ποιοῦντας
14914vRom.2.28μθ περιτομή τοῦτο εἰπὼν ἐξέβαλε τὰ σωματικα πάντα
15014vRom.2.29ν ἂλλ ὁ ἐν τῶι κρυπτῷ Ἰουδαῖος οἷον ὁ νοητος
15114vRom.2.29να καὶ περιτομή οὐ γὰρ χρεία φησι τὴν σαρκικὴν περὶ τεμνειν ἀκροβυστίαν ἀλλὰ τὴν καρδίαν ἐκ τῶν κακῶν πράξεων εἰπὼν δὲ ἐν πνεύματι προδοποιεῖ τῆι πίστει οἱ γὰρ πιστοὶ διὰ πνεύματος ἁγίου τὴν περιτομὴν ἔχουσι τῶν ἁμαρτιῶν
15214vRom.2.29[v]β καρδίας ἐν πνεύματι οὐ γράμματι οὐ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ὁ τὴν καρδίαν φησι περιτετμημένος ἀπὸ πάσης ἀκαθαρσίας οὗτος γὰρ ἀληθῶς Ἰουδαῖος ὁ τὸν νόμον πληρῶν
15314vRom.2.29νγ * ἂλλ ἐκ τοῦ θεοῦ τῆς γὰρ κρυπτεις καὶ ἐν καρδίαι περιτομῆς οὐκ ἔσται ἐπαινέτης ἄνθρωπος ἂλλ ὁ ἐτάζων καρδίας καὶ νεφροὺς θεός
15414vRom.3.1νδ * τι οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου ἡ τις ἡ ὠφέλεια τῆς περιτομῆς αντιτιθησιν ἑαυτῶι εἰ οὖν φησι κατὰ τὸν σὸν λόγον οὐδὲν ὠφελεῖ οὔτε τὸ είναι Ἰουδαῖον οὔτε τὸ περιτέμνεσθαι ἀλλὰ καὶ βλαπτει ὡς οἱ παραβαίνοτες μείζονος εἰσι τιμωρίας ἄξιοι τι δή ποτε ἡμᾶς καὶ ἐξελέξατο ὁ θεὸς διατὶ δὲ καὶ περιτέμνεσθαι προσέταξεν ἦν μὲν οὖν πρὸς τὴν ἀντίθεσιν εἰπεῖν ὅτι τύπος ἦν ἡ περιτομὴ ταύτης τῆς διὰ πίστεως ἐν πνεύματι περιτομῆς καὶ ὁ Ἰουδαῖος τοῦ νοητοῦ Ἰουδαίου τοῦ ἐξομολογουμένου θεῶι Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται ἀλλὰ ταύτην τέως ἀφεὶς τὴν λύσιν ἀπαράδεκτον είναι ἔτι οὖσαν εἰς ἑτέραν ἦλθεν ὅτι ὠφελεῖ ὁ Ιουδαισμος κατὰ τοῦτό φησιν ἔμαθον ὁδὸν σωτηρίας ἔλαβον νόμον ὁδηγὸν τῶν πρακτέων εἰ δὲ μὴ ἐφύλαξαν ἑαυτοῖς μεμφέσθωσαν ἐμοι γὰρ τέως φησι πρὸς τοὺς μὴ παραβαίνοντας ὁ λόγος
154ex14vRom.3.1 s τι οὖν τὸ περισσὸν τοῦ ἰουδαίου ἡ τις ἡ ὠφέλεια τῆς περιτομῆς τὴν Ιουδαικην καταστείλας ὀφρὺν καὶ δείξας μάτην αὐτοὺς ἐπὶ τῆι περιτομῆι καὶ τῶι νόμωι καὶ τῆι ἰουδαίου προσηγορία μεγαλαυχομενους ἵνα μή τις ὑπολάβη δυσμενείαι τοῦτο καὶ ἀπεχθείαι ποιεῖν ἐπάγει Τι τὸ περισσὸν τοῦ Ἰουδαίου ἡ τις ἡ ὠφέλεια τῆς περιτομῆς Εἰ τῶν ἀλλοφύλων φησιν ἐθνῶν τινες θεοσεβείᾳ καὶ ἀρετῆι κοσμούμενοι τῶν θείων ἀναῤῥήσεων απολαβουσι τι δή ποτε τῶν ἐθῶν εχωρισε τὸν Ἰσραὴλ ὁ θεὸς καὶ τὴν περιτομὴν αὐτοῖς δέδωκεν Τὸ γὰρ περσσον τοῦ Ἰουδαίου τὴν περιτομὴν λέγει Εἶτα ἐπάγει Πολὺ κατὰ πάντα τρόπον Ἐξελέξατο γὰρ αὐτῶν τοὺς προγόνους τῆς Αἰγυπτίων ἠλευθέρωσε δυναστείας πολυθρυλήτους διὰ τὰς παντοδαπὰς θαυματουργίας ἀπέφηνε νόμον εἰς βοήθειαν ἔδωκε προφήτας επεστησε Τοῦτο γὰρ λέγει πολὺ κατὰ πάντα τρόπον Ταῦτα μέντοι πάντα σιγήσας τοῦ νόμου τὴν θέσιν τίθησι μόνον Πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ
15515rRom.3.2νε πολὺ κατὰ πάντα τρόπον συντιθεται είναι τὸ περισσὸν καὶ ὠφέλιμον
15615rRom.3.2νϛ πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ ὅτι ὅλως φησιν ἐνεχείρισθησαν τὸν νόμον οὗτος γὰρ τὰ Λόγια τοῦ θεοῦ
15715rRom.3.3νζ τι γὰρ εἰ ἠπίστησάν τινες μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει εἶτα ἵνα μὴ λέγωσι ναί φησιν ενεχερισεν ἡμῖν ὁ θεὸς τὸν νόμον καί τις ὠφέλεια τοῦ νόμον ἐγχειρισθῆναι ὁπότε πολλοὶ οὐκ ἐπίστευσαν αὐτῶι καί τι φησι πρὸς τὸν θεὸν εἰ ὑμεῖς ἠπιστήσατε μὴ γὰρ ἀνάγκη σῶσαι ὑμᾶς εἶχεν ὁ θεὸς ἄκοντας μὴ γὰρ ἐπειδή φησι τινες ἠπίστησαν παρὰ τοῦτο τὴν πίστιν τοῦ θεοῦ τουτέστι τὴν εὐεργεσίαν κατήργησαν καὶ ἐματαιοποίησαν οὐ μενοῦν εἰ γὰρ καὶ αὐτοὶ οὐκ ἐβουλήθησαν σωθῆναι ὁ μέντοι θεὸς τὸ αὐτοῦ πεποίηκεν
15815rRom.3.4νη μὴ γένοιτο γινέσθω δὲ ὁ θεὸς ἀληθὴς πᾶς δὲ ἄνθρωπος ψεύστης καθὼς γέγραπται οὐκ ἐπειδή φησιν ηπειθεσαν Ἰουδαῖοι διὰ τοῦτο παρεβλάβη τι ἡ δωρεὰ τοῦ θεοῦ ἡ ἠλαττώθη ἀλλὰ πάντα γέγονεν ἵνα δι' ἐλεγχθῇ καὶ τοῦ θεοῦ τὸ ἀληθὲς ἐφ' οἷς ἐπηγγείλατο τοῖς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τῶν ἀνθρώπων τὸ ψεῦδος εψεσαν τὸ γὰρ τῆι ἀπιστίαι τὸν θεόν
158ex15rRom.3.4Οικουμενιου θεοῖς λατρεύοντες καὶ δαίμοσιν
158Pha15rRom.3.4Φωτ(ιου) * τι γὰρ εἰ ἠπίστησαν τινες μὴ ἡ ἀπιστία Ἀντιπίπτον λύει τὶ γὰρ εἰ ἠπίστησάν τινες ἀπορήσειε γὰρ ἄν τις ὅτι ἐνεπιστεύθησαν μὲν τὰ λόγια τοῦ θεοῦ τὰ δὲ λόγια τοῦ θεοῦ μεγάλας μὲν δωρεὰς καὶ εὐεργεσίας ὑπισχνεῖτο ἀλλ' ἐν τῇ τῶν παραδεξαμένων πίστει καὶ παραφυλακῇ αὗται τὴν ὑποστασιν καὶ τὴν ἔκβασιν εἶχον πολλῶν δὲ ἀπιστησάντων καὶ παραβεβηκότων ἀκολουθον κεκωλύσθαι μὲν τὰς ὑποσχέσεις εἰς πέρας ἐξελθεῖν μάτην δὲ καὶ τὰ λόγια τοῦ θεοῦ καταπιστευθῆναι τούτοις εἰς μηδὲν δὲ χρήσιμον καὶ τὴν περιτομὴν ἐξελεγχθῆναι εἴ γε ἡ μὲν περιτομὴ διὰ τὰ λόγια τὰ λόγια δὲ διὰ τὰς δωρεὰς αἱ δὲ δωρεαὶ διὰ τῆς πίστεως ἐλάμβανον πέρας τὴν πίστιν δὲ ἠθέτησαν οἱ παραβεβηκότες ὥστε οὐδεμία φησὶν ὠφέλεια τῆς περιτομῆς ταύτην οὖν ἐπιλυομενος τὴν ἀπορίαν φησὶν τὶ γὰρ εἰ ἠπίστησάν τινες μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει τοῦτ' ἔστι τὸ πιστὸν τῶν ὑποσχέσεων αὐτοῦ τὸ ἀληθὲς τὸ ἀμετάθετον μὴ γένοιτο φησὶ διὰ τὴν ἐκείνων ἀπιστίαν ἢ τὸ ἐν ταῖς ὑποσχέσεσιν αὐτοῦ πιστὸν καὶ ἀληθὲς μάταιον ἀπελεγχθῆναι ἢ τῆς περιτομῆς τὴν νομοθεσίαν εἰς μηδὲν ὠφέλιμον χρηματίσαι τὴν γὰρ αἰτίαν ἔχειν οὐκ ἄλλος ἀλλ' οἱ παραβεβηκότες εἰσὶ δίκαιοι ἢ οὕτως μὴ γένοιτο ὑπερισχύσαι τὴν ἀπιστίαν ἐκείνων ὥστε δι' ἐκείνων καταργηθῆναι καὶ ἀτελὲς καὶ ἀνέκβατον ὀφθῆναι τὸ ἐν ταῖς ὑποσχέσεσιν αὐτοῦ πιστὸν καὶ πανάληθες κἂν γὰρ ἐκεῖνοι ἠπίστησαν αὐτὸς οὐδὲν ἔλαττον τὸ ἑαυτοῦ ἐποίησεν καὶ τὰς ἐπαγγελίας ἐξεπλήρωσεν δυνατὸν δὲ πίστιν θεοῦ ἐκλαβεῖν καὶ τὴν ἐν τοῖς μὴ παραβεβηκόσι διαμείνασαν πίστιν αὕτη γὰρ θεοῦ πίστις ὡς εἰς θεὸν οὖσα καὶ ἐκ θεοῦ αὐτοῖς διαφυλαχθεῖσα ἡ μὲν γὰρ ἀπιστία τῆς μοχθηρίας τῶν ἀπιστησάντων ἡ δὲ πίστις ἐκ θεοῦ ἑδράζεται τοῖς ἀξίοις ἡ οὖν ἐκείνων ἀπιστία μὴ γένοιτο φησὶν ὅτι εκνικᾷ τὴν εἰς θεὸν καὶ διὰ θεοῦ μεμενηκυῖαν πίστιν ὥστε τέλος ἕξουσιν αἱ ἐπαγγελίαι ὥστε ἐστὶν ὠφέλεια καὶ τῆς περιτομῆς
158Phb15rRom.3.4Φωτ(ιου) * Γινέσθω δὲ ὁ θεὸς ἀληθὴς πᾶς δὲ ανθρωπο ψευδὴς καθὼς γεγρπται ὁ πᾶς ἂν δικαιωθεν Γινέσθω ὑμῖν φησὶν ὁ θεὸς ἀληθὴς λογιζέσθω νοείσθω φρονείσθω ὅτι ὁ θεὸς ἀληθὴς καὶ ὅτι πᾶς ἄνθρωπος ψεύστης εἰ οὖν τοῦτο εἰ καί τινες ἠπείθησαν οὐδὲν ἧττον ὁ θεὸς ἃ ἐπηγγείλατο τῷ Ἀβραὰμ εἰς τέλος ἄξει πῶς οὖν φησὶ καὶ ἀπιστοῦσι καὶ παρανομοῦσιν ναὶ φησὶν τὰς γὰρ οἰκείας ἐπαγγελίας αὐτοῦ ἐπάγοντος ἐκείνων παραβεβηκότων καὶ ἡμαρτηκοτων καὶ τὸ ἐκείνων ἄγνωμον καὶ ἀχάριστον ἐλέγχεται μᾶλλον οὐ μὴν ἀλλὰ καὶ τὸ ὑπερβάλλον τῆς εὐεργεσίας καὶ ἀληθείας τοῦ θεοῦ καὶ δικαιοσύνης ἐπίπλεον ἀπογυμνοῦται καὶ ἐπιδείκνυται καὶ νίκη αὐτῷ λαμπρὰ ἐκ τούτου περιγίνεται ὡς καὶ ὁ ∆αυὶδ μαρτυρεῖ λέγων ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ὥστε εἰ ἐκ τῆς ἐπαγγελίας τὸ πέρας τῆς ἐπαγγελίας ταύτην δὲ κατεπιστεύθησαν οἱ Ἰουδαῖοι πολὺ κατὰ πάντα τρόπον τὸ περισσὸν τοῦ Ἰουδαίου εἰ καί τινες αὐτῶν γεγόνασι παραβάται εἶτα τὶ οὖν φησὶν εἰ ἐκ τῆς ἡμῶν ἀδικίας νίκη γίνεται τῷ θεῷ
15915vRom.3.4νθ ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῶι κρίνεσθαί σε παράγει καὶ τὸν Δαυὶδ τὸ αὐτο λέγοντα ὅτι διὰ τοῦτό φησι καὶ ἀναξίους εὐεργετεῖ θεὸς ἵνα τε δειχθῇ αὐτοῦ τὸ ἀγαθον καὶ ἵνα νικήσῃ εἰς κρίσιν τοῖς ἀνθρώποις καταστάς
16015vRom.3.5ξ αντιθεσις εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ ὁ θεός φησιν εὐεργέτησεν ἡμεῖς δὲ αὐτον ἐψευσάμεθα καὶ διὰ τὴν ἡμετέραν κακίαν ὤφθη μᾶλλον ἐλεήμων ὅσωι καὶ ἀναξίους εὐεργετεῖ διὰ τοῦτο τοιγαροῦν καὶ νίκα ἐν τῆι κρίσει ἡμεῖς οὖν αὐτῶι ἀγνωμονήσαντες τὴν πρόφασιν τῆς νίκης παρέσχομεν διατὶ οὖν κολάζει ἡμᾶς δι' οὓς ὤφθη νικῶν
160ex15vRom.3.5 λυσις εἰ αἴτιος αὐτω σὺ τῆς νίκης κολάζει δέ σε ἀδικεῖ εἰ δὲ ἄδικος οὐκ ἐστι κολάζει δὲ ἄρα οὐ σὺ αὐτω τῆς νίκης αιτις ενης γὰρ αὐτω καὶ ἄλλως νικᾷν κἂν σὺ μὴ ὤφθης κακὸς οὐ γὰρ ὁ μὴ κακὸς ἤδη καὶ ἄξιος θεοῦ ἀγαπᾶν επιστασασθαι
160Ph15vRom.3.5Φωτ(ιου) εἰ δὴ ἡ ἀδικία ἡμῶν θεοῦ διακοσυνη Ἀπορίαν διὰ τούτων μεγάλην ἀνακινεῖ καὶ ἐπιλύεται λίαν σοφῶς καὶ ἐμφρονως εἰ μὴ ἥμαρτον φησὶν ἐροῦσί τινες οὐκ ἂν ὁ θεὸς ἐφάνη ἀληθὴς οὐκ ἂν δίκαιος οὐκ ἂν ἐνίκησεν πρὸς οὓς λέγει εἰ σὺ τῆς νίκης αὐτῷ καὶ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης αἴτιος πῶς σε κολάζει ἁμαρτάνοντα πῶς σε τιμωρεῖται μὴ ἄδικον αὐτὸν ἐρεῖς καὶ ποίας δικαιοσύνης αὐτοῦ σαυτὸν ἔλεγες αἴτιον τοῦτο γὰρ οἶμαι δηλοῦν αὐτὸν διὰ τοῦ εἰπεῖν ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον ἀντὶ τοῦ πῶς αὐτὸν δίκαιον ἔλεγες καὶ κριτὴν δι' ὧν γὰρ σαυτὸν αἴτιον ἔλεγες τῆς δικαιοσύνης αὐτοῦ κριτὴν ἀνωμολογεις αὐτὸν καὶ δίκαιον δικαιοσύνη γὰρ τέλος κρίσεως εἰ οὖν ἐπάγει ὀργὴν τοῖς ἁμαρτάνουσιν πῶς αἴτιοι τῆς δικαιοσύνης αὐτοῦ ἀλλ' ἄδικον ἐρεῖς φησὶν ἀλλ' οὐκ ἔχεις εἰπεῖν δίκαιον γὰρ δι' ὧν ἠπορεις ἀνωμολογησας ὥστε οὒκ εἰσιν οἱ ἁμαρτάνοντες οὔτε τῆς νίκης οὔτε τῆς ἀληθείας οὔτε τῆς δικαιοσύνης αἴτιοι εἶτα προάγει καὶ ἑτέρως τὸ ἐπιχείρημα εἰ διὰ τοῦ ἐμοῦ ψεύδους δοξάζεται ὁ θεὸς ἀληθὴς οὐ κατακρίσεως ἀλλὰ τιμῆς ἀπολαύειν μᾶλλον ὤφειλον καὶ πλέον ψεύδεσθαι καὶ ἁμαρτάνειν ἔδει με ἵνα πλέον ἐδοξάζετο ὁ θεὸς καὶ πλέον ἀπέλαυον ἐγὼ τῶν ἀγαθῶν ἀλλὰ μὴν οὐδεὶς ἂν τοῦτο τολμήσειε λέγειν δῆλον γὰρ τὸ ἄτοπον διὸ καὶ εἴ τινες λέγουσι περὶ ἡμῶν ὅτι φρονοῦμεν ὡς ἐν τῇ πράξει τῶν κακῶν ἔρχεται ἡμῖν τὰ ἀγαθὰ ἀπαραίτητον κρίμα ἕξουσιν ὅτι εἰς τηλικαύτην συκοφαντίαν ἡμᾶς διασύρουσιν καὶ ὅρα σοφίαν αὐξῆσαι γὰρ θέλων τὸ ἄτοπον οὐδὲ τοὺς ἀποροῦντας ταῦτα τοῦτο λέγοντας εἰσάγει ἀλλ' ἑτέρους τινὰς καὶ βλασφημίαν αὐτὸ καλεῖ καθὼς γὰρ φησὶ βλασφημούμεθα εἰ οὖν οἱ λέγοντες τοῦτο καθ' ἡμῶν ἀπαραίτητον ἕξουσι τὴν δίκην πολλῷ μᾶλλον οὐκ ἂν τολμήσαιμεν ἡμεῖς οὐδ' εἰς νοῦν παραδέξασθαι ὅτι ἐν τῇ πράξει τῶν κακῶν παραγίνεται τὰ ἀγαθὰ εἰ δὲ μὴ τοῦτο οὐδ' ὅτι ἐπίπλεον ἁμαρτάνειν δεῖ ἵνα πλεῖον δοξασθῇ ὁ θεὸς εἰ δὲ μηδὲ τοῦτο δῆλον ὡς οὐδὲ τὸ λέγειν ὅτι διὰ τοῦ ἐμοῦ ψεύσματος δοξάζεται ὁ θεὸς ἀληθὴς οὐδεὶς ἄρα αἴτιος θεῷ οὔτε τῆς ἀληθείας αὐτοῦ οὔτε τῆς δικαιοσύνης οὔτε τῆς νίκης αὐτοῦ
16116rRom.3.5ξα δικαιοσύνην συνίστησι τι ἐροῦμεν μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν εἰ δέ φησι ἐκ τῆς ἡμῶν ἀδικίας μᾶλλον δείκνυται ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη τοῦ θεοῦ ὅτι δὴ οὔτε ἡ ἡμῶν ἀδικία ἐκώλυσεν αὐτον τὰ δικαία ποησαι τουτέστιν εἰς τέλος ἀγαγεῖν τὰ ὑποσχεθέντα τῶ Ἀβραὰμ καὶ οὐκ ἂν ἄλλως ὤφθη ὁ θεὸς δίκαιος καὶ ἀληθὴς εἰ μὴ ἡμεῖς γεγόναμεν ἄδικοι εἰ τοῦτὸ ἐστιν ἄρα ἀδίκως κολάζει τοὺς αἰτίους αὐτω ἀληθείας γενομένους εἰ δὲ μὴ ἀδίκως κολάζει ἄρα οὐχ ἡμεῖς αὐτῶι τῆς ἀληθείας αἴτιοι
16216rRom.3.5ξβ κατὰ ἄνθρωπον λέγω ἐπειδὴ γὰρ ανρωπινοις λογισμοῖς ἐχρήσατο οὐκ ὄντα ἄδικον δεικνὺς τὸν θεὸν ἐπάγει κατὰ ἄνθρωπον λέγω φησι τοὺς λογισμοὺς τούτους ἐπεὶ καὶ ἄλλοι φησιν εἰσι λογισμοὶ θειότεροι ὡς εἰ εἶπεν κατὰ ἀνθρώπινον λογισμὸν λαλήσωμεν ἄδικὸς ἐστιν ὁ θεὸς μὴ γένοιτό πως οὖν ὀργὴν ἐπάγει ἡ δῆλον ὅτι οὖ ἡμεῖς αὐτῶν τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης αἴτιοι ἂλλ αὐτος ἑαυτῶι
16316rRom.3.6ξγ μὴ γένοιτο ἐπεί πως κρίνει ὁ θεὸς τὸν κόσμον εἰ ἦν φησιν ἄδικος οὐκ ἂν ἔκρινε τὸν κόσμον αὐτο γὰρ τὸ κρίνειν δηλοῖ ὅτι δίκαιὸς ἐστι φύσις γὰρ αυτὴ τοῦ κρίνειν τὸ τὸν δίκαιον κρίνειν τοὺς ἀδίκους
16416rRom.3.7ξδ εἰ γὰρ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῶι ἐμῶι ψεύσματι ἐπερίσσευσεν τὸ αὐτο πάλιν λέγει εἰ γὰρ διὰ τοῦτό φησιν ἐπερίσσευσεν ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνην καὶ ἡ νίκη τοῦ θεοῦ ἐπειδὴ ἐγὼ ἠδίκησα καὶ ἐψευσάμην αὐτον ἀλόγως κρίνομαι ἔδει γάρ με καὶ ἀμοιβῶν ἀξιωθῆναι ὡς αἴτιον αὐτω τῆς νίκης καὶ ἀληθείας ἀλλά νυν οὐκ ἐγὼ αἴτιος τοιγαροῦν καὶ κρίνομαι
16516rRom.3.7ξε εἰς τὴν δόξαν αὐτοῦ τι ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι ἵνα δοξάζηται επινικη καὶ δικαιοσύνηι καὶ ἀληθείαι
16616rRom.3.8ξϛ καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθὼς φασί τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά τι κρινόμεθα φησι ὡς ἁμαρτωλοὶ οἱ αἴτιοι νίκης θεῶι γενόμενοι καὶ μὴ γίνεται καθώς τινες ἡμᾶς νομίζουσι λέγειν τοιγαροῦν καὶ κωμωδουσιν ὅτι ποιήσωμεν τὸ κακὸν ἵνα ἐκ τούτου νικήσας ὁ θεὸς ἀμείψεται ἡμᾶς εὐεργεσίαις ὡς αἰτίους νίκης αὐτω γενομέμους ἐξ ὧν κακῶς ἐπράξαμεν
166ex16rRom.3.8 s βλασφημούμεθα καὶ καθὼς φασί τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά σὺν πολλῆι καὶ τοῦτο τέθεικεν ἀκριβείᾳ καὶ μὴ γένηται ἐκεῖνο φησιν ὅπερ λέγειν νομιζόμεθα ὅτι ἐκ τῆς ἀδικίας ἡμῶν εὐεργετεῖ ἡμᾶς ὁ θεὸς ὡς αἰτίους αὐτω νίκης μὴ γένηται ἐκεῖνο ποῖον τὸ ἐλθεῖν τὰ ἀγαθὰ καὶ τὸ εὐεργετεῖσθαι παρὰ θεῶι ὡς αἰτίους αὐτῶι νίκης νυν γάρ φησι τὸ ἐναντίον καὶ τιμωρούμεθα
16716rRom.3.8ξζ ὧν τὸ κρίμα ἔνδικὸν ἐστι ἤκουσαν Ἕλληνες τῶν Χριστιανῶν λεγόντων ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις καὶ αὐτοὶ μὲν ταῦτα ἔλεγον ὅτι πλεονάσας ὁ κόσμος ἁμαρτημάτων αὐτον τὸν υἱον τοῦ θεοῦ ἐπεπάσατο εἰς σωτηρίαν καὶ ἐκ τούτου ἐπλεόνασεν εἰς ἡμᾶς ἡ χάρις αὐτοὶ δὲ διασύροντες τὸ εἰρημένον ἔφασκον τοὺς Χριστιανοὺς λέγειν δεῖν ἁμαρτάνειν ἵνα πλεονάσῃ ἡ χάρις ὧν φησι δηλονότι τῶν οὕτως βλασφημούντων ἡμᾶς τὸ κρίμα ἔνδικὸν ἐστιν ὅτι τὰ καλῶς εἰρημένα κακῶς μεθερμηνεύοντες διασύρουσιν
16816vRom.3.9ξη τι οὖν προεχομεθὰ οὐ πάντως διὰ τοῦ νόμου φησι καὶ τῆς περιτομῆς οὐδὲν προκατέχομεν πλέον ὧν ἔχομεν
168ex16vRom.3.9Σευηριαν(ου) s τι οὖν προεχομεθὰ οὐ πάντως τι οὖν κατέχομεν περισσὸν προηιτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας καὶ τὰ ἑξῆς ἐλλειπῶς εἴρηται τῶι γάρ τι οὖν κατέχομεν περισσὸν ἀκολουθον ἦν ἐπαγαγεῖν τὴν ἐκ πίστεως δικαιοσύνην ὅπερ ἐν τοῖς ἑξῆς προϊὼν λέγει δικαιοσύνην θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ τι οὖν κατέχομεν φησι περισσὸν ἡμεῖς τὴν ἐκ πίστεως δικαιοσύνην προητιασαμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πως δὲ προητιασατο ἐν τῶι Ἕλληνας μὲν ἀπελέγξαι διαφθείραντας τὴν φυσικὴν γνῶσιν ἐν οἷς ἔφη ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν καὶ ὅτι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδοξασαν ἡ εὐχαρίστησαν Ἰουδαίους δὲ παραβεβηκότας τὸν νόμον δι' ὧν φησιν ὃς ἐν νόμωι καυχᾶσαι καὶ δείξας ὅτι παρ' οἷς μὲν ἡ φύσις ἠσθένησεν παρ' οἷς δὲ καὶ ἡ φύσις καὶ ὁ νόμος ἀκολούθως τὴν τκ τοῦ Εὐαγγελίου χάριν εἰσάγει καί φησι τι καὶ ἔχομεν ἡμεῖς ἐκ τῆς χάριτος περισσὸν καὶ ἐξαίρετον τὴν πίστιν τὴν διὰ Ἰησοῦ Χριστοῦ δικαιοσύνης οὖσαν ἀπεργαστικήν
168Pha16vRom.3.9Φωτ(ιου) s τι οὖν προεχομεθὰ οὐ πάντως Τὶ οὖν προεχομεθὰ οὐ πάντως τὶ οὖν ἔχομεν φησὶν ἡμεῖς οἱ Ἰουδαῖοι πλέον τὶ οὐδὲν τὶ δήποτε ὅτι πάντες ὑφ' ἁμαρτίαν ἐσμὲν Ἰουδαῖοι καὶ Ἕλληνες διὰ τοῦ νόμου φησὶ καὶ τῆς περιτομῆς οὐδὲν προκατέχομεν πλέον ὧν ἔχομεν Τὸ χωρίον τοῦτο διττῶς δύναται ἀναγνωσθῆναι καὶ δύο καὶ τὰς ἐννοίας ἔχειν μίαν μὲν ὡς ἀπὸ τῶν Ἰουδαίων προτεινόμενον ἑτέραν δὲ ὡς ἀπὸ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν προβαλλομενον εἰ μὲν οὖν ἀναγνῶμεν τὶ οὖν προεχομεθὰ ἅμα συνείροντες τῷ ἐρωτηματικῷ μορίῳ τὸ προεχομεθὰ ὡς ἀπὸ τῶν Ἰουδαίων δηλοῦται προτεινόμενον καὶ ἔννοιαν ἔχοι ἂν τοιαύτην τὶ οὖν φησὶν προέχομεν καὶ τὶ ἐκερδήσαμεν προκριθέντες τῶν ἀκροβύστων πρὸς οὓς τὸ οὐ πάντως ἀποκρισις ἀποδίδοται τοῦτ' ἔστιν οὐκ ἐκ παντὸς τρόπο κέρδος ὑμῖν τοῦτο μὴ φυλάξασι γὰρ τὰ ἐμπιστευθέντα οὐδεμία διαφορὰ οὐδὲ κέρδος ἀλλὰ καὶ ἡ τιμωρία μείζων οὕτῳ μὲν εἰ ἐν συνεπείᾳ τὸ τὶ οὖν μετὰ τοῦ προεχομεθά τις ἀναγνῷ εἰ δὲ κατὰ διαστολὴν ἄμφω ποιῶν ἐρωτηματικὰ καὶ τὸ τὶ οὖν καὶ τὸ προεχομεθὰ ὡς ἀπὸ τῶν ἀκροβύστων πιστῶν εἴη ἂν διαπορούμενον ἐπειδὴ γὰρ προεῖπεν ὅτι πολὺ τὸ περισσὸν τοῦ Ἰουδαίου ἐπάγει ὁ ἀκροβυστος διαπορῶν καὶ λέγων τὶ οὖν προεκρίθησαν ἐκεῖνοι προέλαβον ἡμεῖς προελήφθημεν προεχομεθὰ ποῦ ἡ τοῦ θεοῦ δικαιοσύνη πρὸς οὓς ὁ θεῖος Παῦλος φησιν μὴ γένοιτο οὐ πάντως γὰρ φησὶ τοῦτ' ἔστι μὴ κατορθώσαντες μὲν ὑπαίτιοὶ εἰσιν ὥσπερ καὶ ὑμεῖς μὴ κατορθώσαντες κατορθωσάντων δὲ {τερων /ἑκατέρων }* ἴση ἡ σωτηρία ὥστε οὐ προέχεσθε
168Phb16vRom.3.9αλλως τι οὖν προεχομεθὰ οὐ πάντως Μάχεσθαι δοκεῖ τὸ τὶ οὖν προεχομεθὰ καὶ ἑξῆς πρὸς τὸ προειρημένον ὅτι πολὺ κατὰ πάντα τρόπον τὸ περισσὸν τῶν Ἰουδαίων καὶ ἡ ὠφέλεια τῆς περιτομῆς λέγει γὰρ ἐκεῖ μὲν πολὺ προκεκρίσθαι καὶ πλέον τοὺς περιτετμημένους τῶν ἀκροβύστων ἔχειν ἐνταῦθα δὲ οὐδὲν προέχειν ἢ οὐκ ἔστι μαχόμενον ἐκεῖ μὲν γὰρ πλέον ἔχειν φησὶν ἀπὸ τῆς φιλανθρωπίας καὶ ἀληθείας τοῦ θεοῦ ὅτι τὰ λόγια κατεπίστευσεν ὅτι τὰς ὑποσχέσεις ἐπλήρωσεν μὴ κωλυθεὶς ὑπὸ τῶν ἀπιστησάντων ἐνταῦθα δὲ αὐτὰ καθ' ἑαυτὰ τὰ πρόσωπα συγκρίνει τῶν ἀκροβύστων καὶ τῶν περιτετμημένων καὶ λέγει αὐτοὺς μηδὲν ἑτέρους ἑτέρων προέχειν οἵ τε γὰρ κατορθοῦντες τὴν ἀρετὴν ὁποίας ἂν εἴησαν τάξεως ὁμοίως τῆς εὐεργεσίας ἀπολαύσουσιν οἵ τε πάλινπαραβαίνοντες κἄν τε τῶν ἀκροβύστων εἶεν κἄν τε τῶν ἐμπεριτομων τὴν ὁμοίαν τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται ὥστε οὐ μάχεται τὸ οὐδὲν προεχομεθὰ καὶ τὸ πολὺ τὸ περισσὸν τοῦ Ἰουδαίου καὶ ἡ ὠφέλεια τῆς περιτομῆς κατ' ἄλλον γὰρ τρόπον ἐκεῖ εἴρηται καὶ κατ' ἄλλον νῦν ἡ σύγκρισις παρείληπται
16917rRom.3.9ξθ προητιασαμεθα ἄνω εἰπών τι τὸ περισσὸν τοῦ Ἰουδαίου καὶ διδάξας ἔχειν τι περισσὸν τὸν Ἰουδαῖον διὰ {τὸ ἐγχειρισθῆναι /τὸ ὅλως πιστευθῆναι καὶ ἐγχειρισθῆναι }* τὸν νόμον νυν δείκνυσι μηδὲν ἔχειν περισσὸν ὡς μὴ φυλάξαντας αὐτον μὴ ὅτι καὶ ἔλαττον ὅσον τὸ ἐν γνώσει ἁμαρτάνειν χεῖρόν τι οὖν ἔχομεν φησι ἡμεῖς οἱ Ἰουδαῖοι πλέον τι οὐδέν φησι τι δήποτε ὅτι πάντες ὑπο ἁμαρτίαν ἐσμεν Ἰουδαῖοί τε καὶ Ἕλληνες
17017rRom.3.9ο γὰρ Ἰουδαίους οὐδὲν οὖν φησι τῶι Ἰουδαίωι πλέον ἐκ τοῦ νόμου οὐκ ἐφύλαξε γὰρ οὐδε τῶι ἀκροβύστω ἥμαρτε γὰρ οὐδεὶς οὖν ἔχει πλέον τοῦ άλλου καὶ γὰρ πάντας ἠτιασάμεθα τουτέστιν ἠλέγξαμεν ὄντας ὑφ' ἁμαρτίαν εἶτα ἵνα μὴ δόξῃ ἐπαχθὴς είναι τὸν Δαυὶδ καὶ Ἠσαΐαν φέρει μάρτυρας
17117rRom.3.9-Rom.3.11οα τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν είναι καθὼς γέγραπται οὐκ ἐστι δίκαιος οὐδε εἰς οὐκ ἐστιν ὁ συνιῶν οὐκ ἐστιν ὁ ἐκζητῶν τὸν θεόν τοὺς ἐν ἀκροβυστίαι δηλονότι
17217rRom.3.12οβ πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν οὐκ ἐστι ποιῶν χρεστοτητα οὐκ ἐστι ἕως ἑνός ἅμα τῶι ἐκκλῖναι ἀπὸ θεοῦ ἀχρεῖοὶ καὶ ἀπεῤῥιμμένοι γεγένηνται
17317rRom.3.13-Rom.3.15ογ τάφος ανεωγμενος ὁ λάρυγξ αὐτῶν ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν ἰὸς ἀσπίδων ὑπο τὰ χείλη αὐτῶν ὧν τὸ στόμα ἄρας καὶ πικρίας γέμει ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα ταῦτα τοῖς καταλαλοῦσι πρέπει λέγεσθαι
17417rRom.3.16οδ σύντριμμα καὶ ταλαπωρια ἐν ταῖς ὁδοῖς αὐτῶν ὁδούς φησι τὴν πολιτείαν καὶ τὴν ζωὴν σύντριμμα δὲ καὶ ταλαιπωρίαν τὰς ἁμαρτίας οὐδὲν γὰρ οὕτως ἐπὶ τριβει καὶ ἐξίτηλον ποιεῖ ψυχὴ καὶ σῶμα ὡς ἁμαρτία
17517vRom.3.17-Rom.3.18οε καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν οὐκ ἐστι φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν ὁδὸν εἰρήνης τὴν χρηστὴν λέγει πολιτείαν
17617vRom.3.19οϛ οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῶι νόμο λαλεῖ ἵνα μὴ λέγωσιν ἰουδαῖοι καί τι πρὸς ἡμᾶς ταῦτα πάντως γὰρ περὶ ἡμῶν εἴρηται ναί φησι πρὸς ὑμᾶς πάντες γὰρ τοῦτο ἴσμεν ὅτι ὅσα ὁ νόμος λέγει νόμον δὲ λέγει πᾶσαν τὴν παλαιὰν τοῖς ἐν τῶι νόμωι λαλεῖ ποία γὰρ ἦν φησι ἀνάγκη ἑτέρων κατηγορεῖν καὶ οὐχὶ τῶν οἰκείων τὸν Δαυὶδ καὶ ἄλλους εκεγχειν τὸν εἰς διόρθωσιν Ἰουδαίων ἀποσταλέντα Ἠσαΐαν
177exa17vRom.3.19οζ s τοῖς ἐν τῶι νόμωι λαλεῖ σὺν πολλὴ καὶ τοῦτο στεθει κατὰ ἀκριβείᾳ οὐ γὰρ εἶπεν περὶ τῶν ἐν νόμωι ἀλλὰ τοῖς ἐν τῶι νόμωι πολλὰ γὰρ καὶ περὶ Βαβυλωνιων λέγει Περσῶν τε καὶ Μήδων καὶ Αἰγυπτίων καὶ ἑτέρων πλείστων ἐθνῶν ἂλλ ὅμως Ἰουδαῖος καὶ τὰς περὶ τούτων προῤῥησεις προσέφερον
177exb17vRom.3.19 s τοῖς ἐν τῶι νόμωι λαλεῖ τουτέστι τοῖς ὑπο νόμον
177exc17vRom.3.19 s * τοῦτο οὐχ εὕρηται που κεῖται
17717vRom.3.19οζ * ἵνα πᾶν στόμα φραγῇ δείκνυσι μεγαλορήμονας τοὺς Ἰουδαίους διὰ τοῦτο τοιγαροῦν ἠλέγχοντο ὑπο τῶν προφητῶν ἵνα τῶν μεγαλορημόνων ἀπορραφῆι τὰ στόματα
17817vRom.3.19οη καὶ ὑποδικος γένηται τοιοῦτόν τι αἰνίττεται διὰ τοῦτό φησιν οἱ προφῆται διήλεγξαν καὶ ἔδειξαν τοὺς Ἰουδαίους εἰκῆ μεγαλορήμονας μᾶλλον δὲ ὅλον τὸν κόσμον υπεθυνον ἁμαρτίαις ἵνα προδοποιησωσι τῆι πίστει καὶ γὰρ γινώσκοντες οἱ ἄνθρωποι ὅτι οὔτε ἀπὸ νόμου καὶ περιτομῆς οὔτε ἀπὸ ἀκροβυστίας ἑνὶ σωθῆναι εὐχερῶς τῶι Χριστῶι προσέλθωσι τῶι χάριτι σωζοντι τὸ γένος τῶν ἀνθρώπων
178Ph17vRom.3.19[Φωτ(ιου)] * Καὶ ὑποδικος γένηται ὑποχρεως εἰς τὸ πιστεῦσαι Χριστῷ τῷ θεῷ εἰ γὰρ τοῖς ὑπὸ νόμον εἴρηται ὑπ' αὐτῶν τῶν προφητῶν ὅτι οὐκ ὀρθοποδοῦσιν ἀλλὰ πόρρω τῆς ὀρθῆς βαδίζουσι πολιτείας τὰ δὲ ἔθνη πολλῷ μᾶλλον ὑπάρχει ἐν ἀπωλείᾳ καὶ πλάνῃ δηλονότι πᾶς ὁ κόσμος ὑποχρεὼς ἐστι πιστεῦσαι Χριστῷ τῷ θεῷ τῷ μόνῳ δυναμένῳ ῥύσασθαι καὶ Ἰουδαίους καὶ Ἕλληνας καὶ πάντα τὸν κόσμον διὰ τῆς οἰκείας χάριτος ἐκ τῶν ἁμαρτημάτων αὐτῶν καὶ τῆς μακρᾶς πλάνης καὶ ἀπωλείας αὐτῶν εἶτα πάλιν ὥσπερ ἀντιπίπτον λύει ἴνα γὰρ μή τις εἴπῃ τὶ οὖν ὁ νόμος οὐδὲν ὠφέλησεν ἐπάγει διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ὡσεὶ ἔλεγεν ὅτι ὠφέλει ἂν ἴσως ὁ νόμος εἰ ἐφύλαξαν οἱ παρειληφότες τὰ προστάγματα αὐτοῦ ἐπειδὴ δὲ οὐκ ἐφύλαξαν ἐκ περιστάσεως καὶ ἔβλαψεν οὐ τῇ ἑαυτοῦ φύσει ἀλλὰ τῇ τῶν μὴ φυλαξάντων γνώμῃ
178ex17vRom.3.19-Rom.3.20 s πᾶς ὁ κόσμος τῶι θεῶι διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται οὐ μόνον φησι Ἰουδαῖοι
17917vRom.3.20* εἶτα ἵνα μὴ ἀναξιοπαθήσωσιν Ἰουδαῖοι συγκαταριθμούμενοι παντὶ τῶι κόσμωι εἰς τὸ ὑπόδικοι είναι πάλιν τὰ κατ' αὐτοὺς ἐξετάζει
18017vRom.3.20π * πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ οὐδε γὰρ ἐπλήρωσε τὰ ἐν τῶι νόμωι
18118rRom.3.20πα διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας καί τι λέγω ὅτι οὐδὲν ὠφελεῖσθε Ἰουδαῖοι ἐκ τοῦ νόμου εἰς τομη γενέσθαι ἅμα τῶι παντὶ κόσμωι ὑπόδικοι μενοῦνγε ἐξετάζων τις εὑρήσει καὶ βλαβέντας ὑμᾶς ὑπο τοῦ νόμου οὐ παρὰ τὴν αὐτοῦ φύσιν ἀλλὰ παρὰ τὴν ὑμῶν κακίαν πως ὅτι τὸ γνῶναι τὴν ἁμαρτίαν διὰ τοῦ νόμου ἔχετε τὸ δὲ ἐν γνώσει ἁμαρτάνειν χαλεπώτερον τοῦ ἐν ἄγνοια
181ex18rRom.3.20Γενναδ(ιου) s γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας εἰς τοῦτό φησι ὁ νόμος ἐλυσιτέλησεν ἐγνώρισεν ἡμῖν τὴν ἁμαρτίαν οὐ τῶι ἀπαγορεῦσαι μόνον τὴν πρᾶξιν τῶν ἀτοπων ἀλλὰ καὶ τῶι παρακούοντας αὐτοῦ τιμωρεῖσθαι μὴ ἐπιφερομένης γὰρ κολάσεως τοῖς ἁμαρτάνουσιν οὐκ ἂν ἐγνωρίσαμεν αὐτὴν διὰ τούτων τοίνυν πάντων ἀκριβῶς συστήσας ὑφ' ἁμαρτίαν πάντας ὄντας ἐπάγει λοιπὸν δεικνὺς τοῦ οἰκείου λόγου τὸ περιττόν
18218rRom.3.21πβ νυνὶ δὲ χωρὶς νόμου επιδειξεας αὐτοὺς μηδὲν ὠφελουμένους ἐκ τοῦ νόμου καὶ εἰς ἐπιθυμίαν ἀγαγὼν Μεθόδου σῶσαι δυναμένης εὐκαίρως εἰς τὴν πίστιν εἰσβάλλει Χριστοῦ
18318rRom.3.21πγ δικαιοσύνη θεοῦ εἰ μετὰ νόμου φησιν ἡμαρτήσαμεν πως ἂν σωθείημεν εἴποι τις χωρὶς νόμου διὰ τῆς ἐκ θεοῦ δικαιοσύνης φησιν ὅπου δὲ θεὸς δίδωσι μὴ ἀμφίβαλλε ἄνθρωπε
18418rRom.3.21πδ δικαιοσύνη θεοῦ ἡ παρὰ θεοῦ δεδομένη
18518rRom.3.21πε πεφανέρωται μαρτυρουμένη ὑπο τοῦ νόμου καὶ τῶν προφητῶν τὸ φανερούμενον δῆλον ὡς ἦν μὲν ἐκέκρυπτο δὲ τὴν οὖν καινοτομίαν φεύγων καὶ τὸ δοκεῖν πρόσφατον είναι τὸ κήρυγμα εἶπεν πεφανέρωται καὶ οὐχ ἁπλῶς ἀλλὰ καὶ προμαρτυρηθεισεν ὑπο Μωσέως οὗτος γὰρ ὁ νόμος καὶ τῶν προφητῶν
18618rRom.3.22πϛ δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας ποία δικαιοσύνη εἴποι τις ἡ πως διδομένη ὑπο θεοῦ διὰ πίστεώς φησιν Ἰησοῦ Χριστοῦ εἶτα ἵνα μὴ δόξωσιν ξένον τι ἀκούειν εἰ ὅλως ἑνὶ σώζεσθαι μηδὲν αὐτοὺς συνεισενεγκόντας δείκνυσιν ὅτι καὶ τὸ πιστεῦσαι συνεισενεγκεῖν ἐστιν ἀνδρείας γὰρ δεῖται ψυχῆς τὸ πιστεῦσαι διὸ καί φησιν διὰ πίστεως δεικνὺς καὶ ἡμᾶς ἐκ τούτου συνεισφέροντας
186Ph18rRom.3.22Φωτ(ιου) * νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανερωσται ∆ικαιοσύνη θεοῦ ἡ ἀπὸ θεοῦ δικαίωσις καὶ ἀθῴωσις καὶ ἀπαλλαγὴ τῶν ἁμαρτιῶν ὧν ὁ νόμος οὐκ ἴσχυσεν ἀπαλλάξαι
186ex18rRom.3.22Γενναδιου s εἰς πάντας εἰς πάντας μὲν τοὺς Ἰουδαίους φησιν ὡς οἴκοθεν καὶ ἐξ αὐτῶν ἐσχηκότας τῆς σωτηρίας τὸν αἴτιον ἐπὶ πάντας δὲ τοὺς ἐθνικοὺς λέγει ὡς ἀπὸ τῶν Ἰουδαίων καὶ ἐπὶ τούτοις ἐκταθείσης τῆς χάριτος ὅμως μέντοι καὶ τούτων κἀκείνων μετασχήσειν τῆς χάριτος ἔφησεν οὐχ ἁπλῶς ἀλλὰ τοὺς πιστεύοντας καὶ πάλιν ὅτι κοινῇ δικαίως ἡ χάρις κατὰ πάντων
18718rRom.3.22πζ καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας οὐ γὰρ ἐστι διαστολή πάλιν δείκνυσι μηδὲν Ἰουδαίους ἔχοντας πλέον τῶν ἐξ ἐθνῶν
18818rRom.3.23μη * πάντες γὰρ ἥμαρτον μὴ γάρ μοι φησιν εἴπῃς ἐγὼ μὲν Ἰουδαῖὸς εἰμι ἄνωθεν εἰδὼς θεὸν οὗτος δὲ ξένος καὶ βάρβαρος ὅλως εἰ πάντες ἥμαρτον ἔχουσι καὶ τὸ πάντες ὁμοτίμως σωθῆναι
18918vRom.3.23-Rom.3.24πθ καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ δικαιούμενοι δωρεὰν τῆι αὐτοῦ χάριτι μὴ γάρ μοι εἴπῃς φησι ὅτι Ελληνεις πλέον ἥμαρτον μὴ σὺ κατόπιν οὐκ εἰ τῆς δόξης καὶ τῆς εὐεργεσίας τοῦ θεοῦ καὶ δωρεὰν τουτέστιν ἄνευ σῶν κατορθωμάτων σώζῃ καὶ πάλιν ὡς μηδὲν ἕτερον συνεισενέγκαι πλὴν πίστεως δικαιούμενος δὲ δωρεὰν δικαιοῦται καὶ κατόπιν ἔρχεται τῆς τοῦ θεοῦ δόξης καὶ εὐεργεσίας
189Pha18vRom.3.24Φωτ(ιου) * καὶ Ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ κατόπιν ἐγένοντο οὐκ ἔφθασαν τοῦ δοξάζειν τὸν θεὸν ἐκπεπτώκασιν ἅπαντες τοῦ τιμᾶν αὐτον οἱ μὲν Ἰουδαῖοι παραβάται γινόμενοι τῶν διὰ τοῦ νόμου ἐντολῶν οἱ δὲ ἐθνικοὶ εἰδώλοις λατρεύσαντες διὸ πάντες πιστεύοντες εἰς Χριστὸν δωρεὰν δικαιοῦνται τὸ πιστεύειν μόνον συνεισάγοντες πῶς δὲ δικαιούμεθα ἀπολυτρούμενοι τὰς ἁμαρτίας ἡμῶν διὰ τίνος δὲ ἀπολυτρούμεθα διὰ Ἰησοῦ Χριστοῦ πῶς λυτροῦντος ἐκείνου τῷ ἰδίῳ αἵματι
189Phb18vRom.3.24* Ἢ καὶ οὕτω νοητέον ἧς αὐτοὺς δοξάζει πιστεύοντας υἱοθεσίας γὰρ ἀξιοῖ καὶ κληρονόμους τῆς αὐτοῦ βασιλείας ἀποφαίνεται ἧς δηλονότι ἐξ ὧν ἡμάρτομεν πάντες ὁμοίως ὑστερούμεθα διὸ δωρεὰν ἡμᾶς τούτων ἀξιοῖ
19018vRom.3.24ϟ διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῶι Ἰησοῦ πως δὲ δικαιοῦται διὰ τῆς ἀφέσεως τῶν παραπτομάτων ἧς τυγχάνομεν ἐν Χριστῶι Ἰησοῦ διὰ Ἰησοῦ Χριστοῦ
19118vRom.3.25ϟα ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ τῆς πίστεως εὐδοκία γὰρ τοῦ πατρὸς ἐξ ιλασμα γεγένηται τῶν ἡμετέρων ἁμαρτιῶν τὸ δὲ προέθετο δηλοῖ παλαιὰν τὴν περὶ τούτου βουλήν
19218vRom.3.25ϟβ ἐν τῶι αὐτοῦ αἵματι εἰς ἔνδειξιν ὁ μὲν γὰρ πατὴρ προέθετο ὁ δὲ υἱος τὸ αἷμα ἐξέχεεν ὑπὲρ ἡμῶν κοινῇ οὖν ἡ χάρις τῆς ἁγίας τριάδος συνήργησε γὰρ καὶ τὸ πανάγιον πνεῦμα
19318vRom.3.25ϟγ τῆς δικαιοσύνης αὐτοῦ ὥσπερ ἔνδειξις τουτέστιν ἀποδειξις πολυσιου τὸ καὶ ἑτέρους πλουτίζειν οὕτως καὶ ὁ Χριστὸς ἐνδείξασθαι βουλόμενος τὴν δικαιοσύνην αὐτοῦ καὶ τοὺς ἀνθρώπους ἐδικαίωσεν
19418vRom.3.25ϟδ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμρτημάτων ἀποδειξις δὲ τῆς δικαιοσύνης αὐτοῦ μάλιστα γέγονεν ὅτι παρειμεους τουτέστι νενεκρωμένους ταῖς ἁμαρτίαις ἐδικαίωσεν εἶτα ἐπιτείνει τῶν ἀνθρώπων τὸ ἔγκλημα τῶ τὰς ἁμαρτίας γενέσθαι ἐν τῆι αωοχηι τοῦ θεοῦ ὅτε γάρ φησιν ἔδει μετανοηησαι δοθείσης ἀνοχῆς τότε ἡμάρτομεν τοὺς οὖν ἀσύγγνωστα πταίσαντας νυν δὲ διὰ πίστεως σώζει
194Ph18vRom.3.25Φωτ(ιου) * διὰ τὴν πάρεσιν τῶν πρὸ γεγονότων Παρείθημεν ταῖς ἁμαρτίαις καὶ παρελελύμεθα εἶτα δέον τῆς παρέσεως ἀπαιτηθῆναι δίκας ἀνοχῆς καὶ φιλανθρωπίας ἐτύχομεν ἀλλὰ καὶ τῆς ἀνοχῆς τυχόντες δέον μετανοεῖν καὶ τὰ φθάσαντα ἐξιλεοῦσθαι ἔτι τοῖς αὐτοῖς ἐγκαλινδούμεθα τὶ οὖν ἔδει τότε καὶ τὸν λίαν φιλάνθρωπον κριτὴν πρᾶξαι πάντως κολάσαι καὶ τιμωρήσασθαι ὑπὲρ ὧν τε ἐξ ἀρχῆς ἡμάρτομεν καὶ ὑπὲρ ὧν ἀνοχῆς τυχόντες οὐ μετεμελήθημεν καὶ ὑπὲρ ὧν οὐ μόνον οὐ μετεμελήθημεν ἀλλὰ καὶ τὴν κακίαν ἐπετείνομεν ὁ δὲ τὶ ποιεῖ τότε λύτρον δίδωσιν ἑαυτὸν ὑπὲρ ἡμῶν καὶ οὐ μόνον ἐξαρπάζει τῆς τιμωρίας ἀλλὰ καὶ δικαιοῖ καὶ σώζει καὶ κληρονόμους αὐτοῦ ποιεῖται τῆς βασιλείας ὄντως χάρις μέτρον οὐκ ἔχουσα ὄντως τοῦτο δωρεὰ δωρεᾶς ἁπάσης νικῶσα τὴν δύναμιν τοῦτο ἔνδειξις ὡς ἀληθῶς ἀφάτου δικαιοσύνης καὶ δικαιοσύνης οὐκ ἀνθρωπίνης ἀλλὰ θείας καὶ ὑπὲρ ἄνθρωπον διὸ καὶ αὐτὸς εἰπὼν εἰς ἔνδειξιν τῆς δικαιοσύνης οὐχ ἁπλῶς ἀλλὰ αὐτοῦ φησιν τοῦτ' ἔστι αὐτοῦ μόνου ἡ τοιαύτη καὶ τοσαύτη δικαιοσύνη ἐν ᾧ γὰρ ἔδει καιρῷ κολασθῆναι τότε ἠξίωσε τῆς εὐεργεσίας ὦ παράστασις ἄφατος δικαιοσύνης ὦ ἀποδειξις παντὸς δύναμιν λόγου ἐλέγχουσα
19519rRom.3.26ϟε ἐν τῆι ἀνοχῆι τοῦ θεοῦ πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῶι νυν καιρῶι τὸ γὰρ νεκρωθέντα ταῖς ἁμαρτίαις νυν σώζεσθαι ὅτε καιρὸς τιμωρίας ὑπάρχει τοῦτο ἀποδειξις τῆς δικαιοσύνης
195ex19rRom.3.26Οικουμε(νιου) s ἐν τῆι ἀνοχῆι τοῦ θεοῦ πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῶι νυν καιρῶι ἔδει γὰρ τὰς πρὸς τὸν Ἀβραὰμ πληρωθῆναι ὑποσχέσεις τὸ καὶ ἐν εὐλογηθήσονται ἐν τῶ σπέρματί σου πάντα τὰ ἔθνη τοῦτο οὖν δικαιοσύνη τὸ ἀληθεῦσαι καὶ ἐπὶ τοῖς ἀναξίοις τοῦ σώζεσθαι
195Ph19rRom.3.26Φωτ(ιου) * πρὸς ἔνδειξιν τῆς δικαιοσύνης Πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ εἰπὼν ἐπήγαγεν ἐν τῷ νῦν καιρῷ ἡ γὰρ ἐν τῷ νῦν καιρῷ δικαιοσύνη τοῦ θεοῦ τοῦτ' ἔστιν ἐν ᾧ τὴν ἀπολύτρωσιν ἡμῶν εἰργάσατο πλήρης ἦν φιλανθρωπίας πλήρης δωρεᾶς πλήρης χάριτος διὸ καὶ ἔλεγεν οὐ γὰρ ἦλθον κρῖναι τὸν κόσμον ἀλλ' ἵνα σωθῇ ὁ κόσμος ἡ δὲ μέλλουσα δικαιοσύνη οὐκέτι ὁμοίως ἀλλ' ἀνταποδοσὶς ἐστιν ἑκάστῳ τῶν βεβιωμένων ὡς καὶ αὐτὸς πάλιν φησὶν ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ καὶ ἑξῆς Ἢ καὶ οὕτως ἐκληπτέον ἔνδειξις γέγονεν ἐν τῷ νῦν καιρῷ ἡ ἀνοχὴ αὐτοῦ καὶ ἡ δωρεὰ καὶ ἡ χάρις τῆς μελλούσης δικαιοσύνης πῶς καὶ τίνα τρόπον εἰ γὰρ τοσοῦτον μακροθυμήσας τοσοῦτον χαρισάμενος τοσαύτης δωρεᾶς ἀξιώσας οὐκ ἐπέστρεψεν οὐδ' ἔσχεν βελτιωθέντας μετὰ πολλῆς ἄρα δικαιοσύνης ἐκεῖθεν ἐπάγει τὰς τιμωρίας
19619rRom.3.26ϟϛ εἰς τὸ είναι αὐτον δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ ἰδοὺ ἡ ἔνδειξις τῆς δικαιοσύνης τὸ μὴ μόνον είναι δίκαιον τὸν θεὸν ἀλλὰ καὶ τὸ δικαιοῦν τὸν διὰ πίστεως τοῦ Ἰησοῦ οἰκεῖον θεοῦ καὶ λαὸν γινόμενον
19719rRom.3.27ϟζ που οὖν ἡ καύχησις ἐξεκλείσθη διὰ ποίου νόμου τούτων τοίνυν οὕτως γεγενημένων καὶ τοῦ πατρὸς σώζοντος τὸν ἐκ πίστεως Ἰησοῦ οἰκειωθέντα που λοιπὸν τῶν Ἰουδαίων ἡ καύχησις δείκνυσιν αὐτοὺς εἰκῆ καυχωμένους ἐξεκλείσθη οὐκ εἶπεν ἠφανίσθη ἂλλ ἐξεκλείσθη δεικνὺς ὅτι καὶ χώραν εἶχέ ποτε νυν μέντοι ἡ πίστις ἀπέκλεισεν αὐτήν
19819rRom.3.27ϟη τῶν ἔργων οὐχὶ ἀλλὰ διὰ νόμον πίστεως νόμου ἔργων τῶν ἔργων περιφραστικῶς καὶ νόμου πίστεως τῆς πίστεως περιφραστικῶς φησιν οὖν ουδι ἔργων ἐπράξαμεν ἡ Ἰουδαίων καύχησις ἐξεκλείσθη ἀλλὰ διὰ πίστεως ὡς εἰ εἶπεν πᾶσα ἐκείνη ἡ καύχησις καὶ τὰ δοκοῦντα προτε ῥήματα διὰ τῆς πίστεως ἀπεκλείσθη οὐδὲν θεντων ἡμῶν ἔργων
19919rRom.3.28ϛθ λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου τοιγαροῦν λέγομεν φησι ἐκ πίστεως δικαιοῦσθαι ἄνθρωπον χωρὶς τῆς ἐκ νόμου παρατηρήσεως
20019rRom.3.29ρ ἡ Ἰουδαίων ὁ θεὸς μόνον οὐχὶ δὲ καὶ ἐθνῶν ναὶ καὶ ἐθνῶν εἰ γὰρ μόνους τοὺς ἐκ τοῦ νόμου ὁρμωμένους ἡ τῶι νόμωι στοιχοῦντας ἐδικαίου καὶ οὐ πάντα τὸν πιστεύοντα μονομερὴς ἂν ἦν
20119rRom.3.30α ἐπείπερ εἰς ὁ θεὸς ὃς δικαιωσειπεριτομην ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως καὶ οἱ ἀπὸ τοῦ νόμου καὶ οἱ ἐκτὸς νόμου πίστεως δέοντα πρὸς τὸ σωθῆναι
20219vRom.3.31β νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως μὴ γένοιτο ἐθορύβουν Ἰουδαῖοι ὡς ἐκβαλλομένου τοῦ νόμου διὰ τῆς πίστεως λέγει οὖν ὅτι οὐ μόνον οὐ καταργεῖ ἡ πίστις τὸν νόμον ἀλλὰ καὶ ἵστησι πως ὅτι ὁ νόμος σῶσαι βουλόμενος οὐκ ἰσχύει ἡ δὲ πίστις σώζει τὸν οὖν σκοπὸν τοῦ νόμου πληροῦσα ἡ πίστις ἵστησιν αὐτον
20319vRom.3.31γ ἀλλὰ νόμον ἱστῶμεν εἰπὼν ἱστῶμεν ἔδειξε σαλευόμενον
203exa19vRom.3.31Ιω(αννου) s ἀλλὰ νόμον ἱστῶμεν ἔργον ἦν τοῦ νόμου ώστε δίκαιον ποιῆσαι τὸν ἄνθρωπον ἂλλ οὐκ ἴσχυσε τοῦτο ποιῆσαι πάντες γάρ φησιν ἥμαρτον ἡ πίστις δὲ ἐλθοῦσα τοῦτο κατώρθωσεν ὁμοῦ γάρ τις ἐπίστευσε καὶ ἐδικαιώθη οὐκοῦν ἔστησε τοῦ νόμου τὸ θέλημα
203exb19vRom.4.1Θεοδω(ρητου) s τι οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι ἄνωθεν ὁ νόμος καὶ οἱ προφῆται τὰ περὶ τῆς πίστεως προεθέσπισαν δεχομενοι τοίνυν τὴν πίστιν βεβεαιοῦμεν τὸν νόμον
203exc19vRom.4.1του αυτου ποίαν φησι πρὸ τοῦ πιστεῦσαι θεῶι τὸν Ἀβραὰμ δικαιοσύνην αὐτοῦ δι' ἔργων γεγενημένην ἠκούσαμεν κατὰ σάρκα γὰρ τὴν ἐν ἔργοις λέγει ἐπειδὴ διὰ τῆς σαρκὸς ἐκτελοῦμεν τὰ ἔργα
20419vRom.4.1δ τι οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι μέγα ἐφρόνουν ἐπὶ τῶι Ἁμβραὰμ οἱ Ἰουδαῖοι καὶ ἀεὶ προέφερον ὅτι Ἁβρρὰμ περιετμήθη σκοπὸς οὖν αὐτῶι δεῖξαι ὅτι καὶ αὐτος Ἀβραὰμ οὐκ ἐξ ἔργων ἂλλ ἐκ πίστεως ἐδικαιώθη καί φησι τι οὖν λέγομεν Ἀβραὰμ τὸν κατὰ σάρκα πατέρα ἡμῶν εὑρηκέναι καί τινος αὐτον ἐπιτευχηκέναι δικαιοσύνης τῆς δι' ἔργων ἡ τῆς διὰ πίστεως καὶ δείκνυσιν ὅτι τῆς διὰ πίστεως ὅθεν καὶ εὕρημα αὐτὴν καλεῖ ἐπεὶ μὴ ἐξ ἔργων αὐτὴν ἐκτήσατο ἂλλ ἐκ πίστεως ἥτις χάριτι Χριστοῦ παρέχεται
204ex20rRom.4.1Γενναδ(ιου) s κατὰ σάρκα μεθ' υπερβατος ἐστιν ἡ ῥῆσις οὑτωσί πως κειμένη τι οὖν ἐροῦμεν Ἀβραὰμ τὸν κατὰ σάρκα πατέρα ἡμῶν εὑρηκέναι ἀνέλθωμεν φησι ἐπὶ τὸν ἀρχηγὸν τοῦ κατὰ σάρκα γένους ἡμῶν ὃν ἐκ πάντων ἐθνῶν ἐκλεξάμενος ὁ θεὸς εὐλόγησεν τε καὶ εἰς τοὺς ἐξ αὐτοῦ δι' αὐτοῦ τὰ τῆς εὐλογίας ὑπέσχετο παραπέμψειν δῆλον γὰρ ὅτι ὅπως ἂν ἔχοι τὰ κατ' αὐτον οὕτως σχήσει καὶ τὰ ἡμέτερα
204Ph20rRom.4.1Φωτ(ιου) * Τι οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα Τὸ κατὰ σάρκα ἐν ὑπερβατῷ κεῖται ἡ δὲ κατὰ φύσιν ἀλλὰ μὴ κατὰ σχῆμα ἑρμηνεία τοῦ λόγου τὶ οὖν ἐροῦμεν Ἀβραὰμ εὑρηκέναι τὸν κατὰ σάρκα πατέρα ἡμῶν πρὸς Ἰουδαίους δὲ ὁ λόγος οἷον ἐπεὶ φησὶ τὸ πᾶν ὑμῖν τῆς σεμνολογίας καὶ μεγαλαυχίας ἐν τῷ κατὰ σάρκα πατρὶ ἡμῶν Ἀβραὰμ ἐστιν σκοπήσωμεν τὶ ἂν εἴποιμεν ἐκεῖνον εὑρηκέναι καί φησιν αὐτὸς προϊὼν ὅτι δικαιοσύνην εὗρεν τοῦτο γὰρ ἐστι τὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην τοῦτ' ἔστιν ὅτι ἐδικαιώθη τὸ γὰρ εὑρεῖν δικαιοσύνην δικαιωθῆναὶ ἐστιν εὗρεν οὖν δικαιοσύνην ἀλλὰ πῶς εὗρεν ἐξ ἔργων ἢ ἐκ πίστεως καὶ δείκνυσιν ὅτι ἐκ πίστεως μάρτυρα τὴν γραφὴν παριστὰς ἐπίστευσε γὰρ φησὶν Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην τὶ οὖν φησὶν οὐκ εἶχεν ἔργα Ἀβραὰμ οὐκ ἐδικαίου ταῦτα αὐτον μὴ γένοιτο ἔργα μὲν εἶχεν ὥστε πρὸς τοὺς συμπολιτευομένους αὐτῷ ἀνθρώπους κρινόμενον δικαιωθῆναι καὶ προκριθῆναι ἐκείνων τὸ δὲ πρὸς τὸν θεὸν δικαιωθῆναι ἐκ τῶν ἔργων αὐτοῦ ὥστε ἄξιον καὶ ἰσοστάσιον ἑαυτὸν παραστῆσαι τῆς ἐκεῖθεν παρεχομένης εὐεργεσίας καὶ δωρεᾶς παντελῶς ἀπελείπετο οὐκοῦν οὐδὲν ὅλως ἔχει καύχημα ἤτοι προτέρημα καὶ κατόρθωμα πρὸς τὸν θεὸν εἰς τὸ ἀξιωθῆναι τῆς εὐεργεσίας καὶ δωρεᾶς τὶ γὰρ ἄν τις καὶ δι' ἔργων ἐπιδείξηται ἄξιον τοῦ μετὰ στείρωσιν καὶ παρακμὴν δύο παθῶν τὰς πηγὰς τῆς γονῆς ξηρανάντων καὶ τοὺς τῆς γενέσεως ὀφθαλμοὺς πηρωσάντων τὶ οὖν τις ἄξιον πράξοι ὥστε μετὰ τηλικαύτην φύσεως νέκρωσιν παιδὸς πατέρας ὀφθῆναι καὶ βλαστὸν κοιλίας ἐκφῦναι τὶ δ' ἄν τις ὅλως ἄξιον οἴσει τοῦ πληθυνθῆναι τὸ σπέρμα αὐτοῦ ὡς τὴν ἄμμον τῆς θαλάσσης τοῦ ἐνευλογηθῆναι τὰ ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ τοῦ Χριστὸν αὐτὸν ἐκεῖθεν τὸν κοινὸν σωτῆρα προελθεῖν ὁρᾷς ὅτι οὐδὲν ὅλως ἔχει οὐδ' ἴχνος ἔργων πρὸς τὰς τηλικαύτας ἐκ θεοῦ δωρεὰς πόθεν οὖν ἠξιώθη ταῦτα ἐκ μόνης πίστεως ἐπίστευσεν γὰρ φησὶν ἡ γραφὴ Ἀβραὰμ ἐπίστευσε καὶ ἐδικαιώθη παρὰ θεοῦ τοσούτων καὶ τηλικούτων τυχεῖν ὦ πίστεως πᾶσαν πρᾶξιν τὴν ἐν νόμῳ δευτέραν ποιούσης ἐκείνην πράττων Ἀβραὰμ εἶχέν τι μικρὸν καύχημα ἀλλὰ πρὸς τοὺς ὑπὸ τὸν αὐτὸν αὐτῷ τελοῦντας νόμον τὴν πίστιν δὲ προβαλλόμενος ἀθροον πατὴρ ἐγένετο πάντων καὶ τῶν μυρίων ἐκείνων ἀγαθῶν ἐδικαιώθη ἀπολαύειν ὡς ἐν πορίσματος δὲ μοίρᾳ εἴληπται καὶ λύσις ἐκ τῶν εἰρημένων πῶς οὗτος μὲν ἐκ πίστεως λέγει δικαιωθῆναι τὸν Ἀβραὰμ ὁ δὲ θεῖος Ἰάκωβος ἐξ ἔργων λέγων Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ καὶ ἑξῆς
20520rRom.4.1ε κατὰ σάρκα καλῶς πρὸς Ἰουδαίους τὸ κατὰ σάρκα κατὰ πίστιν γὰρ καὶ ἐπαγγελίαν ἡμεῖς οἱ πιστοὶ τέκνα ἐσμεν τοῦ Ἀβραὰμ καθὼς ἡ γραφή φησιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα
20620vRom.4.2ϛ εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη ἔχει καύχημα ἂλλ οὐ πρὸς τὸν θεόν δύο δείκνυσιν ὅτί τε ἐκ πίστεως Ἀβραὰμ ἐδικαιώθη καὶ ὅτι μείζων ἡ διὰ πίστεως δικαιοσύνη καί φησι εἰ ἐξ ἔργων καὶ κατορθωμάτων Ἀβραὰμ ἐδικαιώθη ἔχει μὲν καύχημα ἂλλ οὐ πρὸς τὸν θεὸν ἂλλ ἐφ' ἑαυτῶι ὡς κατωρθωκότι ὁ δὲ ἐκ πίστεως σωθεὶς ἐπεὶ μὴ ἔχει εἰς ἑαυτὸν καυχήσασθαι οὐδὲν γὰρ ἔργον ἔπραξεν εἰς τὸν θεὸν καυχᾶται μεῖζον δὲ τὸ εἰς θεὸν καυχᾶσθαι ἤπερ εἰς ἑαυτὸν τὰ μὲν γὰρ κατορθώματα πολλάκις καὶ ἀφανίζεται ἑτέραις πλημμελείαις ἡ δὲ εἰς θεὸν καύχησις ἄτρεπτος μένει
20720vRom.4.3ζ τι γὰρ ἡ γραφὴ λέγει ἐπίστευσεν δὲ Ἀβραὰμ τῶι θεῶι καὶ ἐλογίσθη αὐτῶι εἰς δικαιοσύνην φέρει τὴν γένεσιν μαρτυροῦσαν ὅτι Ἀβραὰμ ἐκ πίστεως ἐδικαιώθη
20820vRom.4.4η τῶι δὲ ἐργαζομένωι ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα δείκνυσι μείζονα τὴν κατὰ χάριν δικαιοσύνην ἦν ἡ πίστις παρέχει οὕτως τῶι μὲν γὰρ κατορθοῦντι φησιν κατὰ ὀφειλὴν κεχρεώστηται ἡ ἀντιμισθία τι δὲ δύναται καὶ ὁ πάνυ εναρεστος κατορθῶσαι καὶ ὀφειλέτην ἔχειν θεὸν ὁ δέ γε ἐκ πίστεως δικαιούμενος κατὰ χάριν δικαιοῦται ἔνθα δὲ θεὸς χαρίζεται πάντως μεγάλα χαρίζεται τι γὰρ χαρίζεται υἱοθεσίαν παρέχει ἀδελφοὺς ποιεῖ Χριστοῦ κληρονόμους θεοῦ συγκληρονόμους Χριστοῦ ἅτινά ποτε ἂν παρέσχεν ἡμῖν τὰ κατορθώματα
208ex20vRom.4.5* s τῶι {δὲ ἐργαζομένωι /δὲ μὴ ἐργαζομένωι }* τῶι μὴ θαῤῥουντι μὲν ἀπὸ τῶν ἔργων προσιόντι δὲ ἐκ πίστεως λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην καὶ δικαιοῦται δι' αὐτῆς
20920vRom.4.5θ * πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ λογίζεται ἡ πίστις αὐτοῦ μὴ δὲ τὴν πίστιν νομίσῃς εὐχερῶς παραγίνεσθαί τινι ἀνδρείας γὰρ δεῖται καὶ διεσμηγμένης ψυχῆς
21020vRom.4.5ι * εἰς δικαιοσύνην ὁρᾷς ὅτι τῶι μὲν ἐργαζομένωι μισθὸς κατὰ τὰ ἔργα λογίζεται τῶι δὲ πιστῶι δικαιοσύνη μυρίων δὲ μισθῶν ἐστι περιεκτικὴ ἡ δικαιοσύνην
21120vRom.4.6ια * καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ὧι ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων καὶ ὁ Δαυὶδ τῆι ἐκ πίστεως δικαιοσύνη ψηφίζεται τὸν ἁγιασμον χωρὶς ἔργων
21221rRom.4.7-Rom.4.8ιβ μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ αιμαρτιαι μακάριος ἀνὴρ ὧι οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν μακαρισμὸς ἐστιν ἡ κορυφὴ τῶν ἀγαθῶν δοκεῖ μέν πως ἀλλόκοτος είναι ἡ μαρτυρία οὐ γὰρ ἔχει μακάριος ὧι ἡ πίστις εἰς δικαιοσύνην χωρὶς ἔργων λογίζεται πλὴν σφόδρα ἐστι κατάλληλος εἰ γὰρ μακάριος ὧι αἱ ἁμαρτίαι κατὰ χάριν ἀφέθησαν τρισμακάριστος δηλονότι ὃν ἐδικαίωσε κατὰ καριν ὁ θεός
212Ph21rRom.4.8Φωτ(ιου) * μακάριοι ὧν ἀφέθησαν Κατάλληλος λίαν καὶ ἁρμοζουσα ἡ ψαλμικὴ χρῆσις καὶ γὰρ πᾶσα δικαίωσις ἀπὸ θεοῦ ἢ ἐκ τοῦ ἀφεθῆναι γίνεται τὰς ἀνομίας καὶ ἁμαρτίας ἢ ἐκ τοῦ ἐπικαλυφθῆναι οἷον διά τινων κατορθωμάτων ἐκνικηθῆναι καὶ καταποθῆναι ἢ ἐκ τοῦ μὴ λογίσασθαι τὸν θεὸν τὸ πραχθὲν εἰς ἁμαρτίαν καὶ διὰ τῶν τριῶν τούτων φιλανθρώπων τρόπων λογίζεται ὁ θεὸς τῷ ἀνθρώπῳ τὴν δικαιοσύνην ὡς συμπαθῶν ὡς οἰκονομῶν ὡς φιλοτιμούμενος ἡ μὲν γὰρ ἄφεσις συμπαθείας ἡ δὲ ἐπικάλυψις οἰκονομίας τὸ δὲ μὴ λογίσασθαι εἰς ἁμαρτίαν φιλοτιμίας τίνες οὖν ἀξιοῦνται τούτων οἱ πιστοὶ καὶ διὰ τῆς πίστεως διὸ καὶ μακαρίζει αὐτοὺς καὶ ὁ προφήτης ∆αυὶδ τοῖς δὲ ἐν νόμῳ καὶ ἐξ ἔργων ζητοῦσι δικαιωθῆναι οὐδεμία τῶν τριῶν δικαίωσις ἕπτεται τοῖς δὲ ἐκ πίστεως διὰ τῶν τριῶν τούτων τρόπων ἡ δικαιοσύνη λογίζεται προσφόρως ἄρα τὴν δαυϊτικὴν μαρτυρίαν ὁ θεσπέσιος Παῦλος τῇ ἰδίᾳ ἥρμοσε διδασκαλίᾳ
21321rRom.4.9ιγ ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομήν εἶτά φησι οὗτος ὁ τῶι Δαυὶδ εἰρημένος μακαρισμὸς ἐπὶ τὴν περιτομὴν ἦλθεν ἡ καὶ ἐπὶ τὴν ἀκροβυστίαν καὶ μᾶλλον δείκνυσιν ἐπὶ τὴν ἀκροβυστίαν αὐτον ἐληλυθότα καὶ χώραν ἔχοντα τῶι τὸν Ἀβραὰμ ἐν ἀκροβυστία ὄντα σωθῆναι καὶ δικαιωθῆναι
21421rRom.4.9-Rom.4.10ιδ ἡ καὶ ἐπὶ τὴν ἀκροβυστίαν λέγομεν γὰρ ὅτι ἐλογίσθη τῶι Ἁβρρὰμ ἡ πίστις εἰς δικαιοσύνην πως οὖν ἐλογίσθη ἐν περιτομῆι ὄντι ἡ ἐν ἀκροβυστίαι εἶτα κατασκευάζει τὸ ἐπὶ τὴν ἀκροβυστίαν μᾶλλον ἔχειν χώραν καί φησι τῶ Ἀβραὰμ ἐλογίσθη δικαιοσύνη διὰ πίστεως ἴδωμεν τοιγαροῦν ἐν περιτομωι ὄντι αὐτῶι ἡ ἀκροβύστω καὶ δῆλόν φησι ὡς ἀκροβύστω ὁρᾷς οὖν ὅτι μᾶλλον ἐπὶ τὴν ἀκροβυστίαν χώραν ἔχει
21521rRom.4.10ιε οὐκ ἐν περιτομῆι ἂλλ ἐν ἀκροβυστίαι εἰ οὖν ἐν ἀκροβυστίαι ὧν ἐδικαιώθη ἄρα μᾶλλον ὁ τῶι Δαυὶδ εἰρημένος μακαρισμὸς ἐπὶ τὴν ἀκροβυστίαν χώραν ἔχει ἡ ἐπὶ τὴν περιτομήν
215ex21vRom.4.11(Σευη)ρ(ιανο)υ * καὶ σημεῖον ἔλαβε περιτομῆς σφαγιδα τῆς δικαιοσύνης ἡ περιτομὴ ἐδόθη διὰ τρεῖς αἰτίας ταύτας ώστε σημεῖον είναι πίστεως καὶ τοῦ ἁβραμιαίου γένους δηλωτικὴν καὶ σύμβολον καὶ αἴνιγμα πολιτείας καθαρᾶς καὶ σώφρονος ώστε οὐχ ὡς δικαιοσύνης ποιητικὴ ἐδόθη ἀλλὰ σφραγὶς καὶ σημεῖον τῆς ἐκ πίστεως δικαιοσύνης
21621vRom.4.11ιϛ καὶ σημεῖον ἔλαβε περιτομῆς σφραγῖδα τῆς δικαιοσύνης δοκοῦσαν ἀντίθεσιν λύει τοσοῦτόν φησι μεγάλη ἡ περιτομὴ καὶ ταύτης χωρὶς οὐκ ἑνὶ δικαιωθῆναι ὅτι καὶ αὐτος ὁ ἐν ἀκροβυστίαι κατὰ τὸν σὸν λόγον δικαιωθεὶς περιτομῆς ἐδεήθη καί φησιν οὐ διά τι ἕτερον περιετμήθη ἡ διὰ τὸ σημεῖον καὶ ἀπόδειξιν ἐπιφέρεσθαι τὴν περιτομὴν τῆς ἐν τῆι ἀκροβυστίαι ὑπαρξάσης αὐτῶι δικαιοσύνης εἰ δὲ σημείου ἕνεκεν καὶ σφραγῖδος ἔλαβεν αὐτὴν οὐδὲν αὕτη πρὸς τὴν δικαιοσύνην συνετέλεσεν ἀλλὰ μόνον τὸ τοιῶσδε δεδικαιῶσθαι ἐσήμαινε τουτέστιν ὅτι ἐν τῆι ἀκροβυστίαι ὧν ἠξιώθη τῆς δικαιοσύνης
216Ph21vRom.4.11Φωτ(ιου) * καὶ σημεῖον ἔλαβε περιτομῆς ∆ιὰ τὶ φησὶ πρῶτον ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην καὶ οὕτω περιετμήθη πρῶτον μὲν ἵνα ὡς σημεῖον νομισθῇ ἀρετῆς ἡ περιτομὴ καὶ οὐχ ὡς αὐτοαρετὴ καὶ κατόρθωμα τὸ γὰρ σημεῖον τῆς περιτομῆς φησὶ σφραγὶς ἐστιν οἷον σημεῖον ἐστι καὶ παράστασις τῆς ἐν τῆι ἀκροβυστίᾳ διὰ πίστεως δικαιοσύνης δεύτερον δὲ ἵνα καὶ τῶν ἀκροβύστων καὶ τῶν ἐμπεριτομων κοινὸς ἐπιγνωσθῇ καὶ ἀνακηρυχθῇ πατὴρ τῶν μὲν ἀκροβύστων ὡς ἐν τῇ ἀκροβυστίᾳ καὶ πιστεύσας καὶ δικαιωθεὶς τῶν δὲ ἐμπεριτομων ὡς καὶ αὐτὸς περιτμηθεὶς μετὰ τὸ πιστεῦσαι πάντων οὖν εἰκοτως ἂν λογισθείη πατὴρ τῶν τὴν πίστιν δηλονότι παραδεξαμένων εἴτε ἀπερίτμητοι εἴτε περιτετμημένοι εἶεν ἂν δὲ τὴν πίστιν μὴ ἔχωσιν οὐδὲ τὴν πρὸς ἐκεῖνον συγγένειαν ἔχουσιν οἵτινες ἂν εἶεν οὐδὲ κληρονόμοι ἄρα τῆς πρὸς ἐκεῖνον ἐπαγγελίας τοῖς γὰρ συγγενέσι καὶ τῷ γὰρ σπέρματι αὐτοῦ αἱ ὑποσχέσεις καὶ αἱ εὐλογίαι
21721vRom.4.11[ι]ζ τῆς πίστεως τῆς ἐν τῆ ἀκροβυστίαι εἰς τὸ είναι αὐτον πατέρα τῆς ἐκ πίστεως ὑπαρξάσας
21821vRom.4.11[ι]η πάντων διά τι δὲ ὅλως ἐδεήθη αὐτῆς εἰ μηδὲν συνετέλει ἐν τῆι δικαιοσύνηι πρῶτον μὲν καθὼς ἄνω λέγει εἰς τὸ είναι αὐτὴν σημεῖον ἔπειτα ἵνα κοινὸς γένηται πατὴρ τῶν τε ἐν περιτομῆι τῶν τε ἐν ἀκροβυστία
21921vRom.4.11[ιθ] τῶν πιστευόντων οὐχ ἁπλῶς τῶν οἷον δήποτε ἀλλὰ τῶν πιστευόντων εἰς τὸν Χριστόν
22021vRom.4.11* δι' ἀκροβυστίας τῶν ἐν ἀκροβυστίαι ὄντων καὶ πιστευόντων
22121vRom.4.11[κ]α εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην διὰ πίστεως δηλονότι χωρὶς ἔργων
221Ph21vRom.4.11Φωτ(ιου) * s Καὶ πατέρα περιτομῆς οὐχ ἁπλῶς φησι πατὴρ τῶν ἐμπεριτμήτων τοῦτο γὰρ δηλοῖ τὸ περιτομῆς ἀλλὰ πατὴρ ἐκείνων τῶν ἐμπεριτμήτων τῶν μὴ μόνον περιτετμημένων ἀλλὰ καὶ κατὰ τὰ ἴχνη αὐτοῦ τὴν πίστιν Χριστοῦ εἰσοικιζομένων ἐκεῖνοι δὲ κατὰ τὰ ἴχνη καὶ κατὰ μίμησιν τοῦ Ἀβραὰμ πιστεύουσιν εἰς Χριστὸν οἱ ἀδιστάκτως καὶ χωρὶς φιλονεικίας καὶ ἐνδυασμοῦ προσερχόμενοι τῷ Χριστῷ
22222rRom.4.12κβ καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ὥσπερ γὰρ οἱ ἐν ἀκροβυστίαι οὐ διὰ τοῦτο μόνον σχοῖεν τὸν Ἀβραὰμ πατέρα διὰ τὸ ἐν ἀκροβυστίαι αὐτον πεπιστευκέναι εἰ μὴ καὶ τὴν πίστιν μιμήσαιντο οὕτως οὐδε οἱ ἐν περιτομῆι σχήσουσι διὰ τὸ μόνον περιτμηθῆναι τὸν Ἀβραὰμ εὰν μὴ καὶ τὴν πίστιν αὐτοῦ μιμήσωνται δῆλον ὡς καὶ ἐκπεσοῦνται τῆς πρὸς Ἀβραὰμ συγγενείας οἱ Ἰουδαῖοι ἐὰν μὴ πιστεύσωσι
22322rRom.4.12κγ ἀλλὰ καὶ τοῖς στοιχοῦσι στοιχοῦσι πειθομένοις ἐμμένουσιν
223Ph22rRom.4.12Φωτ(ιου) * τοῖς ἴχνεσι Ἴχνη λέγεται τὰ τῶν προοδευσάντων σύμβολα καὶ σημεῖα τῶν ἰχνῶν ἐπεὶ οὖν οὗτοι μεταγενέστεροι οἰκείως καὶ ἁρμοδίως φησὶν τοῖς ἐμμένουσι καὶ ἐπακολουθοῦσι τοῖς ἴχνεσιν ἤτοι πορευομένοις κατὰ τὰ ἐκείνου ἴχνη καὶ τὴν ἐκείνου ὁδὸν ἥτις χωρὶς περιτομῆς ὑπῆρχε
22422rRom.4.12κδ τοῖς ἴχνεσι τῆς πίστεως τοῖς ἴχνεσι τῆι μιμήσει τῆι ὁμοιώσει
22522rRom.4.12κε τῆς ἐν ἀκροβυστίαι τοῦ πατρὸς ἡμῶν Ἀβραάμ πάλιν ὑπομιμνήσκει ὅτι ἐν ἀκροβυστίαι ἐπίστευσε καὶ ὕστερον περιετμήθη
22622rRom.4.13κϛ οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῶι Ἀβραὰμ ἡ τῶι σπέρματι αὐτοῦ τὸ κληρονόμον αὐτον είναι τοῦ κόσμου θαυμάσιον λέγει οὕτως φησι ἡ περιτομὴ χωρὶς πίστεως οὐκ ἰσχύει δικαιῶσαι οὐδε προπάτορα σοι ποιεῖ ὡς ἰουδαῖε τὸν Ἀβραὰμ ὅτι οὐδε ὁ νόμος ἐφ' ὧι μεγαφρονεις συνετελεσε τι εἰς τὰς ἐπαγγελίας τῶι Ἀβραὰμ ἀλλὰ μόνῃ ἡ πίστις ἀκροβύστω γὰρ ἔτι ὄντι καὶ πρὸ τοῦ νόμου ἐδόθησαν αἱ ἐπαγγελίαι πιστεύσαντι εἰ οὖν αὐτος ὁ νόμος οὐδὲν εἰς τὰς ἐπαγγελίας συνετελεσε σχολῇ γοῦν ἡ περιτομὴ πρὸς δικαιοσύνην ἐξαρκέσει
226ex22rRom.4.13Σευηριαν(ου) s τὸ κληρονόμον αὐτον είναι τοῦ κόσμου κληρονόμους τοῦ κόσμου τοὺς δικαίους ἔσεσθαι φησι ὅτι τῶν ἀσεβῶν ἐκ μέσου γενομένων καὶ παραδοθέντων κολάσει ἐν τῆι τῆς κρίσεως ἡμέραι τὸν συμπάντα λοιπὸν κόσμον ἕξουσιν οἱ δίκαιοι ἀνακαινισθέντα καὶ αὐτῶν ἔσται τὰ οὐράνια ἀγαθὰ καὶ τὰ ἐπίγεια
22722vRom.4.13κζ ἀλλὰ διὰ δικαιοσύνης πίστεως τῆς πίστεώς φησι
227Ph22vRom.4.13Φωτ(ιου) * Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι εἰπὼν πρότερον ὅτι διὰ τοῦτο ἀκροβυστος ὢν ὁ Ἀβραὰμ ἐπίστευσε καὶ ἐδικαιώθη ἵνα πατὴρ λογισθῇ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν καὶ διὰ τοῦτο πάλιν περιετμήθη ἵνα καὶ τῶν ἐν περιτομῇ πιστῶν πατὴρ λογισθῇ καὶ ἐπαγαγὼν καὶ ἀποδείξας ὅτι καὶ μᾶλλον λογίζεται πατὴρ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν ὅσῳ καὶ πρὸ τῆς περιτομῆς καὶ πρὸ αὐτοῦ τοῦ νόμου τοῦ καὶ τὴν περιτομὴν περιέχοντος αὐτὸς καὶ ἐπίστευσεν καὶ ἡ πίστις αὐτοῦ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην ταῦτα εἰπὼν καὶ παραστήσας νῦν καὶ ἑτέρῳ τρόπῳ τὸ αὐτὸ δείκνυσι καί φησιν ὑποκείσθω μὴ οὕτως ἔχειν ὡς ἔφημεν ἀλλὰ τοὺς ἐκ νόμου μόνους εἶναι κληρονόμους τῶν πρὸς Ἀβραὰμ ἐπαγγελιῶν οὔκουν εἰς μάτην γέγονεν ἡ πίστις τῷ Ἀβραὰμ αὐτὸς γὰρ πρὸ τοῦ νόμου καὶ χωρὶς τοῦ νόμου ἐπίστευσεν κεκένωται ἄρα ἡ πίστις οὐδὲν ἐστιν αὐτῆς τὸ ὅλον ἠφάνισται ἀλλὰ καὶ αἱ ἐπαγγελίαι κατηργήθησαν οἷον ἄχρηστοι καὶ ἀτέλεστοι γεγένηνται εἰ γὰρ ἡ πίστις δι' ἣν ἡ ἐπαγγελία ἐκενώθη καὶ αἱ ἐπαγγελίαι δηλονότι αἱ ἐπὶ τῇ πίστει ἑδραζομεναι συναπερρύησαν καὶ γεγόνασι φροῦδοι τὶ οὖν οἱ διὰ νόμου κληρονομήσουσιν τῆς μὲν πίστεως κενωθείσης συνεκρυείσης δὲ τῇ πίστει τῆς ἐπαγγελίας ὁρᾷς ὡς δι' ὧν λέγουσι διὰ νόμου κληρονομεῖν διὰ τούτων δείκνυνται μηδ' ὅλως κληρονομεῖν οὕτω τοίνυν διχῶς τὰς ἀποδείξεις ἐποιήσατο ὅτι ὁ μακαρισμὸς ἐπὶ τὴν διὰ πίστεως ἀκροβυστίαν μᾶλλον ἁρμοζει ἢ ἐπὶ τὴν περιτομὴν τὴν πρώτην μὲν ἐπ' εὐθείας προαγαγὼν καὶ ἐξ αὐτῶν τῶν κατὰ τὸν Ἀβραὰμ πραχθέντων τὴν δευτέραν δὲ συνδραμὼν ἐκείνοις καὶ ὑποθεὶς τὸ παρὰ τὼν ἐναντίων λεγόμενον καὶ δείξας οἷον ἄτοπον ἕπεται τῇ ὑποθέσει αὐτῶν τίθησι δὲ καὶ τρίτην ἀποδειξιν ἐξ αὐτοῦ λαμβανομένην τοῦ νόμου καί φησιν ὁ νόμος ἐφ' ᾧ ἐπερείδεσθε παραβαθεὶς ὀργὴν κατεργάζεται τοῦτο εἰπὼν τὸ ἀκολουθον ὡς δῆλον ὑπάρχον κατέλιπεν οἷον ὑμεῖς δὲ παραβεβήκατε δῆλον γὰρ τοῦτο καὶ συνεπινοούμενον εἰ οὖν ὁ νόμος ὀργὴν κατεργάζεται παραβαθεὶς ὑμεῖς δὲ παραβεβήκατε οὐ μόνον ἐπαγγελιῶν οὒκ ἐστε ἄξιοι ἀλλὰ καὶ τιμωρηθήσεσθε τοῦτο γὰρ ὑμῖν ὁ νόμος παραβεβηκόσιν διὰ παντὸς ἐπανατείνεται πόθεν οὖν σωθήσεσθε πόθεν ὑμῖν αἱ ἐπαγγελίαι ἐπεὶ οὖν τά τε ἄλλα εἴρηται καὶ δέδεικται ὅτι καὶ ἐκ τοῦ νόμου οὐκ ἔστιν ὅλως δικαιωθῆναι λείπεται καταφυγεῖν ἐπὶ τὴν διὰ πίστεως χάριν διὰ ταύτης γὰρ καὶ αἱ ἐπαγγελίαι περατοῦνται καὶ ὁ Ἀβραὰμ πάντων γίνεται πατὴρ ὥστε ὁ τοῦ ∆αυὶδ μακαρισμὸς κοινὸς ὑπάρχων ἐπὶ τῶν διὰ πίστεως σωζομένων πάντων οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἐστιν ἐπὶ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν ἐφαρμοζων ὅσῳ καὶ πρῶτον ἐπὶ τοῦ ἐν ἀκροβυστίᾳ Ἀβραὰμ ἐφάνη ἐπαληθεύων ταῦτα δὲ ἤρτηται τοῦ νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται καὶ ἑξῆς καὶ δεῖ ἐπισκοπεῖν δυνατὸν δὲ ταῦτα καὶ ἄλλαις ἐπιβολαῖς διασαφῆσαι ὡς εἴρηται ἐν τῷ πλάτει
22822vRom.4.14κη εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι κεκένωται ἡ πίστις καί ὁ γὰρ ἐχόμενος τοῦ νόμου ὡς σώζοντος ἀτιμάζει τὴν διὰ πίστεως σωτηρίαν κληρονόμοι δὲ οἷον τῆς τῶν οὐρανῶν βασιλείας
22922vRom.4.14[κθ] κατήργηται ἡ ἐπαγγελία ὡς οὐ χρειώδης οὖσαι κατήργηνται αἱ ἐπαγγελίαι τουτέστιν ἄπρακτο γεγόνασιν πως εἰ γὰρ ἡ πίστις καταργεῖται δι' ἦν αἱ ἐπαγγελίαι δῆλον ὅτι συγκαταργοῦνται αἱ ἐπαγγελίαι εἰ δὲ αὗται καταργηθῶσιν οὔτε ὁ Ἀβραὰμ πατήρ τινος
23023rRom.4.15λ ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται οὐ γὰρ οὐκ ἐστι νόμος οὐδε παράβασις καὶ οὕτως φησι οὐ διὰ τοῦ νόμου βεβαιοῦνται αἱ ἐπαγγελίαι ὅτι τρόπον τινα καὶ ἐμποδίζονται πως ὅτι ὁ νόμος ὀργὴν καταργαζεται παραβαθεὶς δηλονότι οὐδεὶς γὰρ αὐτον ἴσχυσε πληρῶσαι ἔνθα δὲ ὀργή πως ἥξουσιν αἱ ἐπαγγελίαι ἡ δὲ πίστις φησι τὴν χάριν εἰσάγει τοῦ θεοῦ χάριτος δὲ οὔσης ἔρχονται καὶ πληροῦνται αἱ ἐπαγγελίαι
23123rRom.4.16λα διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν εἰς τὸ είναι βεβαίαν τὴν ἐπαγγελίαν ἔνθα γὰρ χάρις θεοῦ οὐκ ἔτι ἀμφίβολοι αἱ ἐπαγγελίαι ἀλλὰ βεβαιοῖ θεὸς γάρ φησι ὁ δικαίων χάριτί τις ὁ κατακρίνων
23223rRom.4.16λβ παντὶ τῶι σπέρματι τὸ ὑπερβατον παντὶ τῶι σπέρματι Ἀβραάμ
23323rRom.4.16λγ οὐ τῶι ἐκ τοῦ νόμου μόνον ἀλλὰ καί ἐκ τοῦ νόμου λέγει τοὺς ἐξ Ἰουδαίων πιστεύσαντας
23423rRom.4.16-Rom.4.17λδ τῶι ἐκ πίστεως Ἀβραὰμ ὃς ἐστι πατὴρ πάντων ἡμῶν καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε τοὺς χωρὶς νόμου πιστοὺς γενομένους ὅρα δέ πως λοιπὸν συνάπτει τοὺς δύο λαοὺς καὶ πάντων ποιεῖ πατέρα τὸν Ἀβραάμ
23523rRom.4.17λε κατέναντι οὐ ἐπίστευσε θεοῦ τοῦ ζωοποιοῦντος κατέναντι τουτέστιν ὥσπερ ὁ θεὸς οὐκ ἐστι μερικὸς ἀλλὰ πάντων θεὸς οὕτω καὶ ὁ Ἀβραὰμ πάντων πατήρ
235Ph23rRom.4.17Φωτ(ιου) * Κατέναντι ἐναντίον ἐνώπιον εἰς πρόσωπον θεοῦ εἰς πρόσωπον γὰρ θεοῦ εἴρηται οἷον ὡς ἐκ προσώπου τοῦ θεοῦ τὸ πατέρα πολλῶν ἐθνῶν τέθεικά σε ἐπειδὴ γὰρ εἶπεν καθὼς γέγραπται μὴ προσθεὶς ποῦ γέγραπται ἢ πῶς ἐπήγαγεν εἰ καὶ ὑπερβὰς τὸ κατέναντι θεοῦ τὸ ἀξιοπιστον καὶ βέβαιον τοῦ γέγραπται παριστῶν καθὼς γέγραπται κατενώπιον θεοῦ τοῦτ' ἔστιν εἰς πρόσωπον θεοῦ καὶ ἐκ προσώπου θεοῦ ἀξιοπιστος ἐστι φησὶν ἡ γραφὴ ἀμετάπτωτος βεβαία θεὸς ἐστιν ἐν αὐτῇ εἰπὼν πατέρα πολλῶν ἐθνῶν τέθεικά σε τὸ γοῦν ἐφεξῆς τῆς τοῦ λόγου συμφράσεως καθὼς γέγραπται κατέναντι οὗ ἐπίστευσε θεοῦ ὅτι πατέρα πολλῶν ἐθνῶν καὶ ἑξῆς
235exa23rRom.4.17 s * κατέναντι οὐ ἐπίστευσε θεοῦ τοῦ ζωοποιοῦντος καθ' ὁμοίωσιν θεοῦ
235exb23rRom.4.17 s κατέναντι οὐ ἐπίστευσε θεοῦ τοῦ ζωοποιοῦντος ὥσπερ γάρ φησι πάντων ἐστι ποιητὴς ὁ θεὸς καὶ πάντων θεός τε καὶ κηδεμὼν οὕτω καὶ τὸν Ἀβραὰμ πάντων πατηρα κεχειροτόνηκεν οὐκ Ιουδαιοων μόνον ἀλλὰ πάντων τῶν πιστευόντων
235exc23rRom.4.17 s κατέναντι οὐ ἐπίστευσε θεοῦ τοῦ ζωοποιοῦντος ἀντὶ τοῦ ἐνώπιον πρὸ προσώπου οὐ ἐπίστευσε θεοῦ
23623rRom.4.17λϛ τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα τὸν μὲν τῆς ἀναστάσεως καταβάλλεται λόγον πλὴν προφορως καὶ εἰς τὸ προκείμενον ἐπίστευσε φησι ὁ Ἀβραὰμ τῶι θεῶι ὅτι καὶ τοὺς νεκροὺς ζωοποιεῖ διὰ τοῦτο καὶ τὸ δοῦναι αὐτον σπέρμα γεγηρακότι ὁ γὰρ τοὺς νεκροὺς ζωοποιῶν καὶ τὰ μὴ ὄντα οὐσιῶν πολλῷ μᾶλλον δυνήσται τῶ νεκρωμενω διὰ τὸ γῆρας σώματι δοῦναι σπέρμα
236Pha23rRom.4.17Φωτ(ιου) * Καλῶς φησιν καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα λόγῳ γὰρ τὰ μὴ ὄντα εἰς τὸ εἶναι καὶ ἅμα τῷ καλέσαι παράγει ὥστε εἶναι παρ' αὐτῷ δυνατὸν καὶ ῥᾷον καὶ τὰ μὴ ὄντα ὡς ὄντα καὶ ἔμπαλιν εἰ βουληθείη καὶ τὰ ὄντα ὡς μὴ ὄντα καλεῖν
236Phb23rRom.4.17Φωτ(ιου) * Ὃς παρ' ἐλπίδα ἀντὶ τοῦ ἐπαγγελίαις ἐπίστευσε πολὺ τὸ ἀνέλπιστον ἐχούσαις κατὰ ἀνθρώπινον λογισμὸν μόνῃ ἑδρασθεὶς τῇ ἐπὶ θεὸν ἐλπίδι
236ex23rRom.4.18Σευηρι(ανου) s ὃς παρ' ἐλπίδα παρ' ἐλπίδα τῆς οἰκείας φύσεως ἐπ' ἐλπίδι τῆς τοῦ ἐπαγγειλαμένου δυνάμεως
23723rRom.4.18λζ ὃς παρ' ἐλπίδα τὴν ἀνθρωπίνην
23823rRom.4.18λη ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτον πατέρα τῆι τοῦ θεοῦ
23923vRom.4.18λθ πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον οὕτως ἔσται τὸ σπέρμα σου τῶν κατὰ πίστιν καὶ ἐπαγγελίαν τις δὲ αὐτοῦ υἱος διὰ πίστεως καὶ ἐπαγγελίας δοθεὶς δηλονότι Ἰσαὰκ ὁ γὰρ Ἰσμαὴλ κατὰ σάρκα ἦν αὐτοῦ
24023vRom.4.19μ καὶ μὴ ἀσθενήσας τῆι πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον πολλὰ μὲν ἦν τὰ ἀσθενῆ καὶ ἀδύναμον αὐτοῦ τὴν πίστιν γενέσθαι παρασκευάζοντα ἂλλ οὐδε πρὸς ἐν ἠσθένησεν ἡ γενναία ψυχὴ πρῶτον ὅτι πρὸς οὐδε ἐν τοιοῦτον παράδειγμα ἰδεῖν ἠδύνατο ἀλλὰ πρώτῳ ἡ τῆς παρ' ἐλπίδα παιδοποιίας δέδοται ἐπαγγελία δεύτερον τὸ νενεκρῶσθαι αὐτοῦ τῶι γερα τὸ σῶμα τρίτον τὸ συνενεκρῶσθαι τὴν μήτραν Σάρρας καὶ ἀδυνάτως ἔχειν πρὸς παιδοποιΐαν
24123vRom.4.19μα ἑκατονταετής που ὑπάρχων καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας καλῶς τὸ ἑκατονταετής που οὐ γὰρ ἦν ἑκατονταετὴς ἂλλ ἐνενήκοντα ἐννέα
24223vRom.4.20μβ εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ γὰρ ἦν ἔργων ἀποδειξις ἀλλὰ ψιλὰ ῥήματα
24323vRom.4.20μγ οὐ διεκρίθη τῆι ἀπιστίαι οὐκ εἶπεν οὐκ ἐπίστευσεν ἂλλ οὐ διεκρίθη τῆι ἀπιστίαι τουτέστιν οὐδε ἐνεδοίασεν οὐδε ἀμφέβαλεν
24423vRom.4.20μδ ἂλλ ἐνεδυναμώθη τῆι πίστει εἰπὼν ἐνεδυναμώθη δείκνυσι πολλῶι καμάτωι καὶ δυνάμει ψυχῆς κατορθουμένην τὴν πίστιν
24523vRom.4.20με δοὺς δόξαν τῶι θεῶι πως ἐνεδυναμώθη δοὺς δόξαν φησι τῶι θεῶι τουτέστιν οὐ περιεργασάμενος πως ἐγχωρεῖ τοῦτο γενέσθαι ἂλλ εὐθὺς πιστεύσας καὶ εὐλογήσας ὡς εὐεργέτην τὸν θεὸν ὡς ἤδε δεδωκότα τὸ ἐπαγγελθέν
24623vRom.4.21μϛ καὶ πληροφορηθεὶς ὅτι ὁ ἐπήγγελται δυνατὸς ἐστι καὶ ποιῆσαι οὐκ εἶπε πιστεύσας ἂλλ ἐμφαντικώτερον πληροφορηθείς
24723vRom.4.22μζ διὸ καὶ ἐλογίσθη αὐτῶι εἰς δικαιοσύνην ὁρᾷς ὅτι ἀπὸ πίστεως ἐδικαιώθη
24823vRom.4.23μη οὐκ ἐγράφη δὲ δι' αὐτον μόνον ὅτι ἐλογίσθη αὐτῶι εἶτα ἵνα μὴ λέγωσιν οἱ ἀκροαταὶ καί τι πρὸς ἡμᾶς ἐκεῖνος γὰρ ἐδικαιώθη ἐπάγει ὅτι ταῦτα οὐ χάριν μόνου τοῦ πατριάρχου γέγραπται ἀλλὰ καὶ δι' ἡμᾶς ἵνα παράδειγμα τὸν Ἀβραὰμ ἔχοντες πιστοί τε ὁμοίως γινώμεθα καὶ ὁμοίως ἡ πίστις ἡμῖν εἰς δικαιοσύνην λογίζηται
24924rRom.4.24μθ ἀλλὰ καὶ δι' ἡμᾶς οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν εὐφυῶς εἰσέβαλεν εἰς τὸν περὶ τοῦ κυρίου λόγον καί φησιν οὐ διὰ τὰς οἰκείας ἁμαρτίας ἀπέθανεν ἐπεὶ οὐδε ἀναστῆναι αὐτον ἔδει ὥσπερ οὐδε πρὸ τούτου τις ἀλλὰ διὰ τὰς ἡμῶν ἁμαρτίας ἵνα ἐξ ἑαυτῶν ἡμᾶς ἀπαλλάξη
25024rRom.4.25ν ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν ἵνα φησι δικαιώσῃ ἡμᾶς καὶ ἀπαλλάξη ἁμαρτιῶν οὐ γὰρ διὰ τοῦτο οἰκειωσάμενος τὰς ἁμαρτίας ἡμῶν δίκην θανάτου δέδωκεν ὑπὲρ ἡμῶν ἵνα ἡμᾶς ὑπευθύνους καὶ χρεωστας ἔχῃ θανάτου ἂλλ ἵνα δικαιώσῃ ἡμᾶς καὶ τέλεον ἀνευθύνους ἀφῇ
25124rRom.5.1να δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου πως δ' ἄν τις εἰρηνέυοι πρὸς τὸν θεὸν ἀκολουθῶν ταῖς ἐντολαῖς αὐτοῦ ὡς ὅ γε ἁμαρτάνων πολεμεῖ θεῶι
251Ph24rRom.5.1Φωτ(ιου) * δικαιοωθεντες οὖν ἐκ πίστεως ∆είκνυσι τοὺς Ἰουδαίους στασιάζοντας πρὸς τὴν πίστιν καὶ μὴ παραδεχομένους τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ πρὸς αὐτὸν στασιάζειν τὸν πατέρα τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν ἵνα γὰρ φησὶ δικαιωθῶμεν ἡμεῖς διὰ τοῦτο καὶ ἐν νεκροῖς ἐλογίσθη καὶ ἀνέστη ἐκ τῶν νεκρῶν ὑμεῖς δὲ οὐ προσδεχόμενοι αὐτον καὶ τῷ πατρὶ πολεμεῖτε τῷ ἀναστήσαντι αὐτον ἀλλ' οἱ δικαιωθέντες φησὶν εἰρήνην ἔχωμεν πρὸς τὸν πατέρα καταλύσωμεν τελείως τὸν πρὸς αὐτὸν πόλεμον πῶς δὲ καταλύεται διὰ τελείας καὶ ἀδιστάκτου πίστεως τῆς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν αὐτὸς γὰρ ἐστι καὶ ὁ προσάγων ἡμᾶς αὐτῷ τῷ πατρί
25224rRom.5.1νβ ἡμῶν Ἰησοῦ Χριστοῦ εἰ γὰρ δι' αὐτοῦ τῶν προγενομένων ἐλυτρώθημεν ἁμαρτιῶν δι' αὐτοῦ πάλιν καὶ τῆς εἰς αὐτον πίστεως μενοῦμεν μὴ ἁμαρτάνοντες καὶ γὰρ εὐχερὲς μᾶλλον φυλάξαι ἡ κτήσασθαι τὰ ἀγαθὰ τῆι αὐτοῦ συνεργία
25324rRom.5.2νγ δι' οὐ καὶ τὴν προσαγωγὴν ἐσκήκαμεν τῆι δι' αὐτοῦ γὰρ προσήχθημεν τῶ πατρὶ εἰ οὖν μακρὰν ὄντες ἐγγὺς γεγόναμεν τῶι θανάτωι αὐτοῦ πολλῷ μᾶλλον ἐγγὺς ὄντες εἰρηνεύσομεν πρὸς αὐτον χάριτι αὐτοῦ
25424rRom.5.2νδ πίστει θεὶς τὰ τοῦ Χριστοῦ καὶ τὰ ἡμῶν τίθησι πρὸς γὰρ τὰς ἀφάτους δωρεᾶς τοῦ Χριστοῦ ἡμεῖς οὐδὲν πλὴν πίστεως εἰσηνέγκαμεν
254Ph24rRom.5.2Φωτ(ιου) * Εἰς τὴν χάριν ταύτην δεικτικῶς τὸ μέγεθος τῶν ἐμπεριεχομένων τῇ χάριτι καὶ τὸ πλῆθος δηλῶν καὶ γὰρ αὐτὴ ἡ προσαγωγὴ μέγα καὶ θαυμάσιον καὶ πρὸ τούτου ἡ τῶν ἁμαρτιῶν ἄφεσις καὶ μετὰ ταῦτα ἡ τῶν οὐρανῶν ἐπηγγελμένη βασιλεία ἐπὶ ποίᾳ πράξει ἐπὶ ποίῳ κατορθώματι αὕτη ἡ χάρις ἐδοθη ἐπὶ πίστει μόνῃ μόνον γὰρ ἐπιστεύσαμεν καὶ διὰ τοῦ βαπτίσματος πάντα ἡμῖν ταῦτα ἡ χάρις ἐχαρίσατο ἢ οὕτως ὥσπερ εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ οὕτως πάλιν καυχώμεθα καὶ ἐν ταῖς θλίψεσιν εἰδοτες ὅτι δι' αὐτῶν καὶ διὰ τῆς ὑπομονῆς καὶ δοκιμῆς εἰς τὴν αὐτὴν ἀκαταίσχυντον ἐπανατρέχομεν ἐλπίδα
25524rRom.5.2νε εἰς τὴν χάριν ταύτην ἐν ἦι ἑστήκαμεν καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ τουτέστι τὸ καταζιωθηναι τῆς τοῦ θεοῦ γνώσεως τὸ προσαχθῆναι αὐτῶι τὸ ἁμαρτιῶν ἀπαλλαγῆναι καὶ ὅσα τὸ βάπτισμα χαρίζεται τὸ δὲ ἑστήκαμεν βεβειοτητα δηλοῖ
255Ph24vRom.5.2Φωτ(ιου) * Ἐπ' ἐλπίδι τῆς δόξης ἢ ὅτι δοξάζεται ὁ θεὸς ἢ ὅτι δοξάζει ἡμᾶς ὁ θεὸς καὶ δοξάζει ἀρρήτῳ καὶ ὑπερφυεῖ δόξῃ δωρούμενος ἃ ἐπηγγείλατο υἱοθεσίας καὶ βασιλείας οὐρανῶν ἀξιῶν καὶ δοξάζεται καὶ αὐτος εἰ καὶ μὴ κατ' ἀξίαν ἀλλ' ὅσον ἐστὶν ἀγγέλοις καὶ ἀνθρώποις δυνατὸν τοσαύτην φιλοτιμίαν περὶ τὸ ἀνθρώπινον ἐπιδεικνύμενος γένος καὶ ταῦτα περαίνων καὶ εἰς ἔργον ἄγων ἃ μόνης ἐστὶ τῆς αὐτοῦ θειότητος καὶ φιλανθρωπίας ἐνδεικτικά
25624vRom.5.3νϛ οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργεζεται οὐ μόνον δέ φησιν ἐπὶ τοῖς δοθεῖσι καὶ τοῖς μέλλουσιν ἀγαθοῖς καυχώμεθα ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις είναι δοκοῦσιν οἷον ταῖς θλίψεσί τι δήποτε ὅτι πρὸς ὑπομονὴν ἡμᾶς αἱ θλίψεις ἀλείφουσιν τις δὲ τῆς ὑπομονῆς τὸ κέρδος δοκίμους φησι ποιεῖ τι δὲ τοῦ γενέσθαι δοκίμους τὸ ὄφελος ἐλπίδα ἡμῖν προξενεῖ τῶν μελλόντων ἀγαθῶν ὁ δέ γε ταῦτα ἐλπίζων οὐκ ἂν καταισχυνθείη ὁ μὲν γὰρ ἐπ' ἄνθρωπον ἐλπίζων ἴσως καὶ ψευσθείη τῆς ἐλπίδος ὁ δὲ ἐπὶ θεὸν οὐκέτι πλὴν οὐ μόνον φησιν ἐν οἷς ἑστήκαμεν ἀγαθοῖς ἀλλὰ καὶ ἐν τοῖς προσδοκωμένοις ὡς ἤδη παροῦσι καυχώμεθα τοῦτο γὰρ πίστεως ἀκριβοῦς καλῶς δὲ δόξης εἶπεν εκβαινοντα γὰρ τὰ ἐπαγγελλόμενα δοξάζεσθαι τὸν ἐπαγγειλάμενον ποιεῖ
256Pha24vRom.5.3Φωτ(ιου) * οὐ μόνον δὲ ἀλλὰ καὶ καυκώμεθα Πῶς καυχώμεθα ἐν ταῖς θλίψεσιν καλῶς φησιν αἱ γὰρ θλίψεις γυμνάζουσι πρὸς ὑπομονὴν ἀλλὰ τὶ τὸ κέρδος τῆς ὑπομονῆς μέγα φησὶν δοκιμωτέρους γὰρ ἐργάζονται ὥσπερ καὶ τὸν χρυσὸν ἡ χωνεία τὶ δὲ γίνεται ἐκ τοῦ δοκιμωτέρους ὀφθῆναι πολὺ ὄφελος ἡ γὰρ ἐλπὶς ἡμῶν ἐντεῦθεν βεβαιοτέρα καὶ ἀσφαλεστέρα καθίσταται ἐκ δὲ ταύτης τὶ τὸ πᾶν ἀνύεται φησὶν ποῖον τυγχάνομεν ὧν ἐλπίζομεν ἡ γὰρ ἐλπὶς ἡ βεβαία ἡ διὰ δοκιμῆς ἀχθεῖσα καὶ ὑπομονῆς καὶ θλίψεων οὐδέποτε καταισχύνει καὶ ὅρα οπῶς εἰπὼν ἀνωτέρω ὅτι καυχώμεθα ἐπ' ἐλπίδι πάλιν καὶ ἐνταῦθα εἰς ἐλπίδα κατέληξεν καὶ γὰρ ἀπ' ἐλπίδος δεῖ ἄρχεσθαι καὶ ὁμοίως εἰς ἐλπίδα καὶ καταλήγειν ἀλλ' ἡ μὲν ἀρχομένων ἐλπὶς οὔπω δῆλον ὅπως ἔχει μήπω θλίψεων καὶ πειρασμῶν προσβαλόντων ἡ δὲ διὰ τούτων ὁδεύσασα καὶ δοκιμασθεῖσα καὶ φανεῖσα ἀδίστακτος καὶ μὴ σαλευομένη αὕτη καὶ τὸ τέλειον ἔχει καὶ τῶν ἐλπισθέντων ἐν ἀπολαύσει γενέσθαι παρασκευάζει ἤλπισεν ὁ Ἀβραὰμ μετὰ γῆρας καὶ στείρωσιν μήτρας ὅτι ἔσται κατὰ τὴν ἐπαγγελίαν πατὴρ μέγα μὲν ἀλλ' οὐχ οἷον μετὰ τὴν δοκιμὴν ἐπείρασεν αὐτὸν ὁ θεὸς καὶ ἐχώνευσεν ὡς ἀληθῶς χωνείαν φρικτὴν καὶ φοβερὰν πῦρ τοῖς ἐγκάτοις ὑφάψας ὅτε σφάξαι προσέταξε τὸν υἱον ἔδειξεν ἐκεῖνος καὶ διὰ τούτων ἀσάλευτον καὶ σταθερὰν τὴν ἐλπίδα ἔδραμε γὰρ σφάξαι τὸν υἱον καὶ οὐκ ἐδίστασε λογισάμενος πῶς οὖν ἔσομαι πατὴρ τοῦτο ὑπερμεγέθης ὡς ἀληθῶς ἐλπὶς διὸ καὶ τυγχάνει ὧν ἤλπισεν
256Phb24vRom.5.3Φωτ(ιου) * πόθεν καυχώμεθα ἐν ταῖς θλίψεσιν ὅτι ἐρῶμεν σφόδρα τοῦ θεοῦ ἐραστὴς γὰρ ἅπας χαίρει καὶ σεμνύνεται ἡνίκα πάσχει ὑπὲρ οὗ ἐρᾷ ἀλλὰ πόθεν ὁ θεῖος ἔρως ἐκεῖνος ἐκκέχυται καὶ ὅλην ἐμπεριείληφε τὴν ἡμῶν καρδίαν ἐκ τοῦ παναγίου πνεύματος τοῦ δοθέντος ἡμῖν ὥστε τὸ ὅλον τῆς ἄνω χάριτος ἀλλὰ καὶ χρεωστοῦμεν ὑπερερᾶν αὐτοῦ κἄν τι δέοι παθεῖν μὴ ἀφίστασθαι τοῦ πρὸς αὐτὸν ἔρωτος διὰ τὶ ὅτι αὐτὸς ἡμῶν ἠράσθη πρῶτος καὶ τότε τίνων ἐχθρῶν καὶ πολεμίων ὑπαρχοντων εἶδες ὑπερβολὴν εἶδες πόσον τὸ χρέος πρόσθες καὶ τὸ ἔτι μεῖζον οὐκ ἠράσθη μόνον ἀλλὰ καὶ ἠτιμάσθη ὑπὲρ ἡμῶν καὶ {ἐρραπίσθη καὶ διὰ τούτων /ἐρραπίσθη καὶ ἐσταυρώθη καὶ ἐν νεκροῖς ἐλογίσθη καὶ διὰ τούτων }* ἁπάντων τὸν περὶ ἡμᾶς αὐτοῦ παρέστησεν ἔρωτα ὦ ἔρωτος ἀγγέλους καταπλήξαντος ἀνθρώπους εἰς οὐρανοὺς ἀνυψώσαντος καὶ δαιμόνων τυραννίδα καταργήσαντος τὶς ἐραστὴν τοιοῦτον οὐ φιλεῖ μᾶλλον δὲ τὶς τὶ πράξας ἄξιον τοῦ τηλικούτου ἔρωτος ἐπιτελέσει ἢ κἂν βραχὺ γοῦν τοῦ χρέους ἀποτίσει κἂν γὰρ μυριάκις ἀποθάνοι οὐ μέγα εἰσήνεγκεν ὑπὲρ γὰρ εὐεργέτου ὑπὲρ ἐραστοῦ ἀλλ' οὐχ ὑπὲρ ἐχθρῶν πολεμίων ὡς ἐκεῖνος ἔπαθεν καὶ ἡμῶν ἕκαστος πάσχει διὸ ἡνίκα πάσχομεν χαίρειν ὀφείλομεν καὶ σεμνύνεσθαι ὅτι κἂν βραχὺ γοῦν ὑπὲρ τηλικούτου ἐραστοῦ καὶ ἡμεῖς παθεῖν τι κατηξιώθημεν
25725rRom.5.4νζ ἡ δὲ ὑπομονὴ δοκιμὴν ἡ δὲ δοκιμὴ ἐλπίδα ἄρα γε οἱ κακῶι συνειδότι πληττόμενοι οὐδε ἐλπίζουσιν ἀντίδοσιν ἀγαθοῦ καὶ κακοῦ ὁ γὰρ βούλεται ἕκαστος τοῦτο καὶ νομίζει
25825rRom.5.5νη ἡ δὲ ἐλπὶς οὐ κατάισχυνει ὅτι ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν καὶ πόθεν φησι δῆλον ὅτι ἐκεῖ δώσει ἡμῖν ἀγαθὰ ὁ θεὸς πόθεν ἐξ ὧν ἐνταῦθα δέδωκέν τι δὲ ἔδωκεν τὸ πνεῦμά φησιν ὅπερ ἐκ μόνης ἀγάπης θεοῦ ἧς ἠγάπησεν ἡμᾶς ἐπεφοίτησεν ἡμῖν οὐ γὰρ ἡμεῖς οἰκείοις κατορθώμασιν ἐπεσπασάμεθα τὴν χάριν τοῦ πνεύματος
258ex25rRom.5.5Οικου(μενιου) * καλῶς δὲ τὴν ἀγάπην τοῦ θεοῦ ἡ ἐστιν ἡ δόσις τοῦ πνεύματος εἶπεν ἐκκεχύσθαι οἷον δαψιλῶς δεδόσθαι ἐν ταῖς καρδίαις ἡμῶν νοητὴ γὰρ ἡ ἐνοίκησις τοῦ προσκυνητοῦ καὶ τρισαγίου πνεύματος καινῶι μόνωι καὶ καρδίαι λεπτή
25925vRom.5.6νθ ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν εἰπὼν τοῦ ἁγίου πνεύματος τὴν δόσιν μεταβαίνει εἰς τὸν θεόν
259Ph25vRom.5.6Φωτ(ιου) * ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν Τρία τίθησι τὴν ὑπερβολὴν δεικνύντα τῆς ἀγάπης τοῦ θεοῦ καὶ ἅμα συνιστῶντα καὶ τὴν εἰς τὸ ἔπειτα αὐτοῦ πρόνοιαν καὶ φιλανθρωπίαν ταῦτα δὲ τὰ γ ἀπὸ μόνου λαμβάνει τοῦ ὑποκειμένου ἤτοι ἐξ ἐκείνων περὶ ἃ ἡ τῆς ἀγάπης ἐπίδειξις ἐπεὶ ἔστι καὶ ἄλλα πάλιν ἐξ αὐτοῦ τοῦ ἀγαπήσαντος δι' ὧν πάλιν ἡ ὑπερβολὴ τῆς ἀγαπήσεως συνίσταται καὶ παρίσταται οἷον αὐτὸ τὸ παρθενικὴν ἐνοικῆσαι μήτραν καὶ σαρκωθῆναι ἐξ αὐτῆς ὑπηρετήσασθαι τε ταῖς κατὰ νόμον ἐντολαῖς τὸν νομοθέτην εἶτα ἀτιμασθῆναι {ὑβρισθῆναι καί /ὑβρισθῆναι ῤαπτισθῆναι καί }* τὸ κεφάλαιον διὰ σταυροῦ θανατωθῆναι αὐτὸς δὲ τὰ μὲν ἐκ τοῦ ἀγαπήσαντος συγκεφαλαιωσάμενος καὶ τὸν θάνατον μόνον τέως εἰπὼν τὰ ἀπὸ τῶν ἀγαπηθέντων διεῖλεν συντελούσης αὐτῷ ἐνταῦθα τῆς τοιαύτης μεταχειρήσεως εἰς τὸ ὅτι ἔτι καὶ ἔτι προνοήσεται καὶ ὑπερασπιεῖ καὶ ῥύσεται ἐκ πάσης ὀργῆς τῆς τε παρούσης ὅτε τοῦτο συμφέρειν οἶδε καὶ τῆς μελλούσης ἥτις ἐστιν ὡς ἀληθῶς ἐσχάτη ὀργὴ ἃ δὲ τίθησι τρία ταῦτὰ ἐστιν ἀσθενεῖς ἦμεν φησὶν ἀσθενεῖς δὲ οὐκ ἐκ φύσεως ἀλλ' ἐξ οἰκείας γνώμης καὶ πράξεως ἀσθενεῖς οὖν ἦμεν καὶ πολλῆς βοηθείας ἐχρῄζομεν ἀλλὰ καὶ ἀσεβεῖς ἦμεν αὐτὸν τὸν μέλλοντα φησὶ βοηθεῖν ἀπωθούμεθα ἑτέροις μὲν τὸ σέβας προσάπτοντες αὐτὸν δὲ ἐχθροῖς ἴσα καὶ πολεμίοις ἐνυβρίζοντες οὐκοῦν ἄπορα πανταχόθεν τὰ ἡμέτερα εἰ γὰρ αὐτοὶ μὲν καὶ ἀσθενεῖς καὶ ἀδύνατοι ἀναστῆναι τοῦ νοσήματος πολλῆς δὲ βοηθείας δεόμενοι τὸν δὲ βοηθὸν ἐνυβρίσαντες ἀπωσάμεθα πῶς οὐκ εἰς ἔσχατον ἀπορίας τὰ ἡμέτερα εἶτα ἀλλὰ καὶ ἁμαρτωλοὶ φησὶ καὶ ὁ βίος φησὶ καθεῖλκε μᾶλλον ἐπὶ τὸ πτῶμα καὶ ἀνενεγκεῖν οὐ συνεχώρει οὕτως δὲ ἐχοντων καὶ πάσης ὑπαρχούσης ἀπογνώσεως τότε αὐτὸς ὁ ἀγαθος ὁ φιλάνθρωπος ὁ τοῦ θεοῦ παῖς καὶ ἠγάπησε καὶ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ ἡμῶν τέθεικεν εἰ δὲ τότε μυρίοις ἐνεχομένους κακοῖς καὶ εἰς παντελῆ ἀσχημοσύνην καὶ αἰσχροτητα κατηντηκότας καὶ ἠγάπησαν καὶ τῆς ἀσθενείας ἀνέστησε καὶ ἐδυνάμωσε τὸ αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν δεδωκὼς αἷμα πολλῷ μᾶλλον οἰκειωσάμενος καὶ δικαιώσας καὶ προστήσεται καὶ ἀντιλήψεται καὶ ὑπερασπιεῖ ὅτε μήτε χρεία θανεῖν αὐτον μήτε οὕτως ὡς πρότερον εἰς ἀρρωστίαν καὶ ἀσχημοσύνην κατηνέχθημεν ἀλλὰ μηδ' αὐτὸν ἀπωσάμεθα τὸ σέβας ἑτέροις περιθέμενοι οὐ χρὴ τοιγαροῦν ἐν δισταγμῷ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἔχειν ἀλλὰ βεβαίαν καὶ ὡς παρόντων τῶν ἀγαθῶν οὕτω καὶ χαίρειν καὶ δοξάζειν τὸν ἐπαγγειλάμενον καὶ παρέξοντα πάντως κύριον ἡμῶν καὶ θεὸν οὐ γὰρ μόνον ἀπὸ τῆς ὀργῆς σώσει ἡμᾶς ἀλλὰ καὶ τῆς οὐρανίου δόξης ἀξιώσει
26025vRom.5.6ξ * ἀσθενῶν τὰ μέλλοντα πιστωσάμενος ἐκ τῆς τοῦ ἁγίου πνεύματος δωρεᾶς νυν καὶ ἐκ τοῦ θανάτου τοῦ Χριστοῦ πιστοῦται εἰ γάρ φησι ὑπὲρ ἀνδρὸς ἐναρέτου οὐκ ἄν τις ἕλοιτο ἀποθανεῖν σκοπεῖ μοι τοῦ δεσπότου τὴν ἀγαθότητα ὅτι τὸν υἱον ὑπὲρ ἀσεβῶν ἔδωκε τῆι ἁμαρτίαι
26125vRom.5.6-Rom.5.7ξα * κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν τουτέστι κατὰ τὸν εὔκαιρον καὶ προσήκοντα καιρὸν καὶ χρόνον
26226rRom.5.8ξβ συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν συνίστησι βεβαιοῖ δείκνυσι
26326rRom.5.9ξγ πολλῷ οὖν μᾶλλον δικαιωθέντες νυν ἐν τῶι αἵματι αὐτοῦ σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς εἰ γὰρ τότε φησι οὐ περιεῖδεν ὅτε καὶ ἁμαρτωλοὶ ἦμεν καὶ χρεία ἦν πρὸς τὸ σῶσαι καὶ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ πόσῳ μᾶλλον νυν οὐ περὶ ιδοι ἀλλὰ σώσει ὅτε οὔτε ἁμαρτωλοὶ ἐσμεν δικαιωθέντες τῶι αἵματι τοῦ Χριστοῦ οὔτε ἔτι χρεία θανατωθῆναι τὸν υἱον αὐτοῦ
26426rRom.5.10ξδ εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῶι θεῶι διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῆς μελλούσης κολάσεως
26526rRom.5.10ξε τῆι ζωῆι αὐτοῦ οὐκέτι γάρ φησι χρεία ὡς τὸ πρότερον δοῦναι τὸν υἱον εἰς θάνατον ἀλλὰ ζῶντος ἔσται ἡ σωτηρία οὐδὲν οὖν φησι δυσχερές
26626rRom.5.11ξϛ οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν τῶι θεῶι διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι' οὐ νυν ἵνα μὴ ἐρυθριῶμεν καὶ ἀδημονῶμεν ὅτι τοσοῦτον γεγόναμεν ἀσεβεῖς ὡς χρείαν γενέσθαι καὶ τοῦ θανάτου τοῦ υἱοῦ πρὸς τὸ σωθῆναι ἡμᾶς ἐπάγει οὐ μόνον δὲ ἐσώθημεν φησιν ἀλλὰ καὶ καυχᾶσθαι ὀφείλομεν τοιγαροῦν καὶ καυχώμεθα ὅτι ὅλως ἀπέθανε Χριστὸς ὑπὲρ ἡμῶν ὄντων ἀσεβῶν τοῦτο γὰρ τὴν ἄγαν τοῦ πατρὸς ἀγάπην δηλοῖ ὅτι καὶ ὑπὲρ ἀσεβῶν τὸν υἱον δέδωκε τοὺς δὲ ἀγαπωμένους ὑπο θεοῦ οὐκ ἐγκαλύπτεσθαι οὐδε ἀδημονεῖν ἂλλ ἀγάλλεσθαι καὶ καυχᾶσθαι ἐν θεῶι προσήκει
26726rRom.5.11ξζ * τὴν καταλλαγὴν ἐλάβομεν τὴν οἷον οἰκείωσιν καὶ τὸ διαλλαγῆναι ἡμῖν ὀργιζόμενον πρὸ τούτου τὸν θεόν
26826vRom.5.12ξη διὰ τοῦτο ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος κατασκευάσας ἄνω πολλαχῶς τὸ δεδικαιῶσθαι ἡμᾶς τῆι τε μετουσίᾳ τοῦ πνεύματος καὶ τῶι θανάτωι τοῦ υἱοῦ νυν καὶ ἐκ τοῦ εὔλογο αὐτο κατασκευάζει ὅτί φησι καὶ εὔλογον ἦν τοὺς διὰ ένα ανθρωοπον ἁμαρτωλοὺς καὶ θνητους γινομένους ἐπεὶ ἐζηλώσαμεν αὐτοῦ τὴν παρακοὴν διὰ τὸν ἕνα ἄνθρωπον τὸν κύριον δηλάδη σωθῆναι δικαιωθέντας καὶ ἀπαθανατισθέντας
268Ph26vRom.5.12Φωτ(ιου) * διὰ τοῦτο ὥσπερ δι' ἑνός Σωθησόμεθα φησὶ πάντως ὑπὸ τοῦ θεοῦ ἐάν περ αὐτοὶ μόνον θέλωμεν καὶ εἴρηνται μὲν μικρῷ πρόσθεν αἱ ἀποδείξεις ἀλλὰ καὶ διὰ τοῦτο φησὶ σωθησόμεθα διὰ ποῖον ὅτι καὶ δυνατὸν τοῦτο καὶ εὔλογον καὶ ἀκολουθον πόθεν ταῦτα δῆλον ἐκ τοῦ ἐναντίου φησὶν καὶ γὰρ δι' ἑνὸς ἀνθρώπου καὶ ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον καὶ αὐτὸς ὁ θάνατος εἰ οὖν δι' ἑνὸς ἀνθρώπου ταῦτα γέγονεν ἡμῖν τὰ χαλεπὰ δυνατὸν καὶ ἀκολουθον δι' ἑνὸς ἀνθρώπου τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὰ παρεισαχθέντα ἀναιρεθῆναι χαλεπὰ καὶ τὰ ἀμείνω δωρηθῆναι ἡμῖν αὐτὸς δὲ τὰ τοῦ Ἀδὰμ παραθεὶς κατέλιπεν ἅπερ ἔπραξεν ὁ Χριστὸς διδοὺς τοῦτο ἐκ τοῦ ἐναντίου ἐννοεῖν καὶ ἅμα προειρηκὼς αὐτὰ καὶ δυνατὸν κἀνταῦθα ἐκεῖνα συνεπινοεῖν διὸ μόνον τὴν παραβολὴν προτάξας ὡς ἐφελκυστικὸν ἐκείνου τοῦ νοήματος ἀπαιτεῖ γὰρ πάντως τὸ εἰπεῖν ὥσπερ τόδε καὶ τὸ ἀκολουθον οἷον οὕτως καὶ τόδε ἀλλ' ὡς ἔφημεν διὰ τῆς παραβολῆς τὸ ἀκολουθον ἐνδειξάμενος ῥητῶς οὐ παρέθετο ἀλλ' αὐτοὺς ἡμᾶς συνεπινοεῖν προετρέψατο
26926vRom.5.12ξθ καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν ἐφ' ὧι πάντες ἥμαρτον ἐφ' ὧι Ἀδὰμ δι' ὃν Ἀδὰμ ἡ ὅτι ἐπ' αὐτῶι καὶ οἱ ἄλλοι
27026vRom.5.12ο * ἵνα μή τις ἀδικίαν ἐγκαλέσηι τῶι θεῶι ὅτι τοῦ Ἀδὰμ πταίσαντος ἡμεῖς ἀποθνήσκομεν ἐπάγει ἐφ' ὧι πάντες ἥμαρτον ὡσεὶ ἔλεγεν αὐτος μὲν τὴν ἀρχὴν παρέσχεν καὶ τὴν αἰτίαν ἡμεῖς * δὲ πάντες ἡμάρτομεν κατὰ τὴν ὁμοίωσιν αὐτοῦ
270Ph26vRom.5.12Φωτ(ιου) * Ἐφ' ᾧ πάντες ἥμαρτον ἐπὶ τούτῳ φησὶν συναποθνήσκομεν τῷ Ἀδὰμ ἐφ' ᾧ καὶ συναμαρτάνομεν καὶ τὴν μὲν ἀρχὴν ἐκεῖνος παρέσχεν ἡμεῖς δ' ἐκεῖθεν τὴν ἀφορμὴν λαβόντες οὐκ ἐκωλύσαμεν τὸ κακὸν ἀλλὰ καὶ συνηργήσαμεν καὶ ἐπὶ μέγα χωρῆσαι παρεσκευάσαμεν
27127rRom.5.13οα ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμωι ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου θέλει δεῖξαι ὅτι οὐ τοσοσυτον διὰ τὰς ἁμαρτίας ἡμῶν ἀποθνήσκομεν ὅσον διὰ τὸν Ἀδὰμ χώραν δεδωκότα τῶι θανάτωι ἐκ τῆς παρακοῆς καί φησι ἦν μὲν ἐν τοῖς ἀνθρώποις καὶ πρὸ τοῦ νόμου ἡ ἁμαρτία πλὴν οὐκ ἐλογίζετο αὐτοῖς διὰ τὸ μὴ είναι νόμον τὸν ἀπαγορεύοντα τὴν ἁμαρτίαν μὴ λογιζομενης οὖν τῆς ἁμαρτίας ἀπέθνησκον οἱ ἄνθρωποί τι δήποτε ἄρα οὐ πρόδηλον ὅτι διὰ τὴν τοῦ Ἀδὰμ κατάκρισιν
271exa27rRom.5.13Οικου(μενιου) * ὅρα δὲ τὴν ἀσφάλειαν τοῦ ἀπόστολο ἵνα μὴ δόξωμεν λοιπὸν ἀδικεῖσθαι διὰ ἄλλον ἀποθνήσκοντες εἶπεν ἁμαρτία ἦν ἐν κόσμωι εἰ καὶ μὴ ἐλογίζετο τοιγαροῦν οὐ μόνον διὰ τὸν Ἀδὰμ ἀλλὰ καὶ διὰ τὴν ἁμαρτίαν ἀπεθνήσκομεν
271exb27rRom.5.13του αυτου ἐγὼ νομίζω ἁμαρτίαν λέγειν αὐτον ἐνταῦθα τὴν ἐκ τῆς παραβάσεως τοῦ Μωσέως νόμου καὶ τῶν ἐκεῖσε ἐπιταγμάτων συνισταμένην οἷον τοῦ δεῖν περιτέμνεσθαι τοῦ σαββατίζειν καὶ τάδε μὲν ἐσθίειν τῶνδε δὲ ἀπέχεσθαι ἐπεὶ ἡ καθόλου ἁμαρτία ἦν καὶ αυτὴ τῆι τῶν ἀνθρώπων φύσει γινωσκομένη καὶ ἦν καὶ ἐνελογεῖτο οἷον ἀνδροφονία κλοπὴ παιδοφθορία καὶ τὰ ὁμοία καὶ μάρτυρες τούτων Κάϊν Λάμεχ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ οἱ Σοδομῖται ἐπὶ γὰρ τούτων τῶν ἁμαρτιῶν καὶ ὁ φυσικὸς ἔκειτο νόμος ὁ γὰρ δημιουργὸς παράγων εἰς γένεσιν τὸν ἄνθρωπον τῶν τε πρακτέων τῶν τε οὐ πρακτέων φυσικήν τινα γνῶσιν ἐνέθηκεν φασὶ δέ τινες τῶν πατέρων ὧν ἐστι καὶ Γρηγόριος ἐν τῶι τοῦ ἀνθρώπου ποιήματι καὶ τὴν ἐντολὴν τὸν Ἀδὰμ δοθεῖσαν φαγεῖν ἐκ τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν ξύλου νόμον είναι ἁμαρτιῶν τούτων δὴ τῶν καθόλου ἀπείργοντα τὸ γὰρ ξύλον τὸ ποιητικὸν τῆς γνώσεως τοῦ καλοῦ καὶ πονηροῦ ἁμαρτίαν είναι ἐδέξαντο
271Ph27rRom.5.13* Ἄχρι γὰρ νόμου εἰπὼν ἐφ' ᾧ πάντες ἥμαρτον ἵνα μή τις εἴπῃ καὶ πῶς ἦν ἁμαρτεῖν νόμου μὴ ὄντος αὐτὸς γὰρ σὺ ἀνωτέρω ἔφης ὅτι οὗ οὐκ ἔστι νόμος οὐδὲ παράβασις παραβάσεως δὲ μὴ οὔσης οὐδὲ ἁμαρτία δηλονότι πῶς οὖν διῆλθεν ὁ θάνατος ἐφ' ᾧ πάντες ἥμαρτον ἵνα οὖν μὴ ᾖ τις λέγων τοῦτο προλαβὼν λύει τὴν ἀπορίαν καί φησιν ὅτι ἦν καὶ πρὸ τοῦ νόμου ἐπράττετο γὰρ καὶ τὸ πραττόμενον οὐκ ἔστι μὴ γενέσθαι ἦν οὖν ἡ ἁμαρτία ἀλλ' οὐχ οὕτω πᾶσιν ἐλογίζετο οὐδ' εἰς ὅσον χωρεῖ τιμωρίας τῶν ἁμαρτανομένων ἕκαστον ἐγνωρίζετο τοῦ δὲ νόμου τάξαντος καὶ ὁρίσαντος τὰς τιμωρίας καὶ διὰ τῆς ποινηλασίας ἐκδηλοτερον αὐτὰς καταστήσαντος καὶ τὰ μεγέθη τῶν ἁμαρτημάτων ἐμφανίσαντος μᾶλλον καὶ πᾶσιν ἐγένοντο γνώριμοι καὶ συνετῷ καὶ ἀσυνέτῳ καὶ νέῳ καὶ πρεσβύτῃ καὶ γυναικὶ καὶ ἀνδρὶ διὰ τοῦτο οὖν πρὸ τοῦ νόμου οὐχ ὁμοίως ἐλογίζετο ἡ ἁμαρτία ὅτι τε οὐχ ὥριστο ἡ τιμωρία καὶ ὅτι οὐδὲ τὸ μέγεθος αὐτῶν ἀκριβῶς ἐγινώσκετο καὶ ὅτι οὐδὲ κατὰ πόδας ἠκολούθει τοῖς πλημμελοῦσιν ἡ τιμωρία ἐπεὶ ὅτι ἦν ἁμαρτία καὶ ὅτι εἰ καὶ μετὰ πολλῆς ἀνοχῆς καὶ μακροθυμίας ὅμως ἐπιμενοντων αὐτῶν καὶ ἀνιάτως ἐχοντων αἱ τῶν δικῶν εἰσπράξεις ἐγένοντο μαρτυρεῖ σαφῶς τά τε Σοδομιτῶν πάθη καὶ πρό γε τούτου τὸ κοινὸν ναυάγιον {ὁ κατακλυσμὸς ἦν /ὁ κατακλυσμὸς καὶ τοιαῦθ ἕτερα ἦν }* οὖν ἁμαρτία πρὸ τοῦ νόμου καὶ ἐλογίζετο ἀλλ' οὐχ οὕτως ὡς μετὰ τὸν νόμον ὥστε ἄμφω καλῶς ἔχει καὶ τὸ διῆλθεν εἰς πάντας ἀνθρώπους ὁ θάνατος ἐφ' ᾧ πάντες ἥμαρτον καὶ τὸ οὗ γὰρ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις λέλυται γὰρ τὸ δοκοῦν ἀντιπίπτειν διὰ τοῦ εἰπεῖν τὸν θεσπέσιον Παῦλον ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ
27227vRom.5.14οβ ἂλλ ἐβασίλευεν ὁ θάνατος ἀπὸ Ἀδάμ εἱρμόν φησιν λαβὼν τὴν Ἀδὰμ παράβασιν
272Ph27vRom.5.14Φωτ(ιου) * Ἀλλ' ἐβασίλευσεν τοῦτ' ἔστιν εἰς ἔννομον ἐξουσίαν ἐλογίσθη αὐτῷ ἡ τυραννὶς τῷ τε χρόνῳ σεμνυνομένη καὶ τοῖς ἡμῶν ἁμαρτήμασι κρατυνομένη ἀπὸ Ἀδὰμ φησὶ τοῦ κατὰ παράβασιν ἐντολῆς νενομοθετημένης ἁμαρτήσαντος ἀπὸ Ἀδὰμ οὖν ὁ θάνατος ἐβασίλευσε τοῦτ' ἔστι κατ' ἐξουσίαν πολλὴν ἐκράτησε καὶ ἐπὶ τοὺς μὴ ἐπὶ τῷ ὁμοιώματι τοῦ Ἀδὰμ ἁμαρτήσαντας μέχρι τίνος μέχρι Μωσέως οἱ γὰρ μεταξὺ Ἀδὰμ καὶ Μωσέως ἥμαρτον μὲν ἀλλ' οὐχὶ ἐπὶ ὁμοιώματι τῆς Ἀδὰμ παραβάσεως ὁ μὲν γὰρ ὡρισμένην καὶ νομοθετηθεῖσαν ἐντολὴν θεοῦ παρέβη καὶ ἥμαρτεν οἱ δὲ ἡμάρτανον τὸν αὐτοδίδακτον τῆς φύσεως λόγον ἐνυβρίζοντες οὐ μήν γε νόμον εἰσαχθέντα ῥητῶς παραβαίνοντες καὶ οἱ μὲν μέχρι Μωσέως οὕτως ἡμάρτανον ἀπὸ δὲ Μω̈σέως μέχρι τῆς παρουσίας Χριστοῦ κατὰ ὁμοιοτητα τῆς τοῦ Ἀδὰμ παραβάσεως ἡμάρτανον νόμους γὰρ ῥητοὺς καὶ νόμους ἐκ θεοῦ διὰ Μωσέως δοθέντας παραβαίνοντες ἡμάρτανον ἐβασίλευσε δὲ ὁ θάνατος εἰπὼν ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ ἁμαρτήσαντας οὐκ ἐξάγει τοὺς ἐξ ἐκείνου μέχρι Χριστοῦ ἡμαρτηκοτας πῶς γὰρ ἂν ἐξῆγε τοὺς μᾶλλον ἐοικοτας ταῖς παραβάσεσι τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ οὐκ ἐξάγει τοίνυν τούτους τῆς τοῦ θανάτου βασιλείας καὶ ἐπικρατείας ἀλλὰ διὰ τοῦ εἰπεῖν καὶ ἐπὶ τοὺς μὴ κατὰ ὁμοιοτητα τοῦ Ἀδὰμ ἁμαρτήσαντας τῇ προσρήσει τοῦ καὶ ἐκείνους μάλιστα παρεδήλωσεν οἷον οὐ μόνον ἐπὶ τῶν κατὰ ὁμοιοτητα τοῦ Ἀδὰμ ἁμαρτησάντων ἐβασίλευσεν ὁ θάνατος ἀλλὰ καὶ ἐπὶ τῶν μὴ ἐπὶ τῷ ὁμοιώματι αὐτοῦ ἁμαρτησάντων ἢ οὖν οὕτω ῥητέον ἢ ἐν ὑπερβατῷ νοήσαντας τὸ ἐπὶ τῷ ὁμοιώματι καὶ συμφράσαντας τὸ ἐπὶ τῶι τὸ ὁμοιώματι τὸ ῥητὸν τὸν τρόπον τοῦτον ἀλλ' ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας οὕτω οὖν συντάξαντας δεῖ τὸν νοῦν ἀναπτύξαι
27327vRom.5.14οθ * μωσέα φησι πᾶσαν τὴν παλαιὰν ὡς ἐκεῖ εἰ Μωσέως οὐκ ακουσι τὸν οὖν ἄχρι τῆς ἐπιδημίας τοῦ Χριστοῦ χρόνον Μωσέα λέγει φησιν οὖν ὅτι ἄχρι τῆς παλαιᾶς διαθήκης ἐπεκράτει ὁ θάνατός νυν δὲ ἐν τῆι νέα χάριτι Χριστοῦ λέλυται τῶι αἵματι τοῦ θεοῦ ἡμῶν μὴ ἁμαρτήσαντας δέ φησι τοὺς πρὸ τοῦ νόμου
273ex27vRom.5.14ογ Οικουμενιου μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῶι ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ οὐκ ἐπειδὴ οἱ πρὸ τοῦ νόμου οὐκ ἡμάρτανον μᾶλλον γὰρ ἐκεῖνοι τῶν μετὰ τὸν νόμον ἀλλὰ διὰ τὴν αἰτίαν ἦν αὐτος εἶπεν ὅτι ἁμαρτία μὲν ἦν καὶ ἐνηργεῖτο παρὰ τῶν ἀνθρώπων οὐκ ἐλογίζετο δὲ αὐτοῖς διὰ τὸ μὴ είναι νόμον τὸν τὴν ἁμαρτίαν ἀπαγορεύοντα ὅσον οὖν πρὸς τὸ μὴ λογίζεσθαι πρὸ τοῦ νόμου τὴν ἁμαρτίαν ἁμαρτία γάρ φησι οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου ἀναμάρτητο ἦσαν τὸ τηνικάδε οἱ ἄνθρωποι καίτοι ἁμαρτάνοντες
273Ph27vRom.5.14Φωτ(ιου) * s μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῶι ομοιοωματι τῆς παραβάσεως Ἀδάμ τρία ἐστὶν ἐν τούτοις τοῖς παραβολικῶς ἀλλήλοις παρατεθεῖσιν ὁμοιοτης τις ἐναντιοτης ὑπερβολὴ κατὰ τὴν ὁμοιοτητα ἐναντιοτης μὲν τῆι ἁμαρτία τὸ ἀναμάρτητον ἔχθρα πρὸς θεὸν καταλλαγὴ πρὸς θεὸν κατάκριμα δικαίωμα ἀπώλεια καὶ πτῶμα καὶ θάνατος σωτηρία καὶ ζωὴ καὶ ἀνάστασις ἡ μὲν οὖν ἐναντιοτης ἐν τούτοις ἡ δὲ ὁμοιοτης ὥσπερ δι' ἑνὸς τοῖς πᾶσι τὰ χείρω συνέπεσεν οὕτω δι' ἑνὸς τὰ ἀμείνω τοῖς πᾶσιν ἐπιγέγονεν ἡ δὲ ὑπερβολὴ ὅτι ἐπὶ μὲν τῶν χειρόνων συνέπραξαν τῷ ἑνὶ οἱ πολλοὶ ἐπὶ τὸ μετασχεῖν αὐτοῖς τῶν κακῶν ἐπὶ δὲ τῶν ἀμεινονων οὐδεὶς συνέπραξεν ἀλλὰ μόνου τοῦ ἑνὸς Χριστοῦ τὸ χάρισμα γέγονεν ὥστε οὐχ ὁμοίως καὶ ἐπ' ἴσης ἀλλὰ καθ' ὑπερβολὴν καὶ ἐκ περισσείας ἡ ὁμοιοτης πάλιν διὰ τοῦ Ἀδὰμ τῶν χειρόνων εἰσαχθέντων οὐκ ἀνῃρέθη μόνον ταῦτα ἅπερ ὡς ἐν ἐναντίοις ὅμοιον καὶ ἀνάλογον ἀλλὰ καὶ ἐπεδοθη παρὰ Χριστοῦ τὰ ἀμείνω ὅπερ τὴν ὑπερβολὴν καὶ τὴν περισσείαν παρίστησι
27428rRom.5.14οδ ὃς ἐστι τύπος τοῦ μέλλοντος ὅς φησι Ἀδὰμ τύπος ἦν τοῦ μέλλοντος ἔρχεσθαι τουτέστι τοῦ Χριστοῦ πως ὥσπερ φησι τῶ θανάτῳ τοῦ Ἀδὰμ πάντες ἀπέθνησκον οὕτως τῶι θανάτωι τοῦ Χριστοῦ πάντες ζησόμεθα καὶ ἀναστησομεθα ὁ οὖν τύπος ἐκ τοῦ ἐναντίου συμβέβηκεν
274ex28rRom.5.14Ιω(αννου) s ὃς ἐστι τύπος τοῦ μέλλοντος ὥσπερ ἐκεῖνος τοῖς ἐξ αὐτοῦ καίτοι γε μὴ φαγοῦσιν ἀπὸ τοῦ ξύλου γέγονεν αἴτιος θανάτου διὰ τὴν βρῶσιν εἰσαχθέντος οὕτως καὶ ὁ Χριστὸς τοῖς ἐξ αὐτοῦ καίτοι γε μὴ δικαιοπραγήσασι γέγονε πρόξενος δικαιοσύνης
27528rRom.5.15οε ἂλλ οὐχ ὡς τὸ παράπτωμα ὅρα τι λέγει οὐχ οὕτως ἰσχύει φησι τὸ παράπτωμα τοῦ Ἀδὰμ ὅσον τὸ χάρισμα τοῦ θεοῦ εἰ οὖν τοσοῦτον ἴσχυσε τὸ παράπτωμα τοῦ Ἀδὰμ καίτοι ἀσθενὲς ὃν καὶ κατὰ πολὺ ἡττώμενον τῶ χαρίσματι τοῦ θεοῦ ώστε καὶ τοὺς μὴ ἁμαρτήσαντας θανατῶσαι πόσῳ μᾶλλον ὑπερισχύσει τὸ χάρισμα τοῦ θεοῦ καὶ τοὺς μὴ κατορθώσαντας ζωοποιῆσαι τῆι ἀναστάσει
27628rRom.5.15οϛ οὕτω καὶ τὸ χάρισμα εἰ γὰρ τῶι τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον πολλῷ βούλεται δεῖξαι μείζονα ἐνεργήσασαν τὴν τοῦ Χριστοῦ χάριν ἤπερ ἐνήργησε τὸ τοῦ Ἀδὰμ παράπτωμα καί πως τοῦτο καὶ γὰρ ὁρῶμεν τὰ ἴσα ἐνεργήσαντα εἰ καὶ ἐναντία τὰ ἐνεργηθέντα ὥσπερ γὰρ ἡ ὑπακοὴ τοῦ Χριστοῦ εἰς πάντας ἀνθρώπους παρέπεμψε τὴν ζωὴν καὶ τὴν ἀνάστασιν τὸν ἴσον τρόπον καὶ ἡ παρακοὴ τοῦ Ἀδὰμ εἰς πάντας ἀνθρώπους παρέπεμψε τὸν θάνατόν πως οὖν φησι οὐχ ὡς τὸ παράπτωμα οὕτως καὶ τὸ χάρισμα
276ex28rRom.5.15Οικου(μενιου) * καὶ οὕτως ἔχοντος τοῦ πράγματος καθὼς εἶπας μεῖζον ἐνήργησεν ἡ χάρις τοῦ θεοῦ καὶ οὐ κατὰ τοῦτο λέγω μεῖζον ὡς ἄν τις οἰηθείη καθ' ὁ μείζων καὶ διαφορωτέρα ἡ ζωὴ τοῦ θανάτου ἂλλ ὅτι καὶ αὐτῶι τῶι ἔργωι καὶ τῆι ἐνέργειαι μεῖζον εἰργάσατο ἡ Χριστοῦ ὑπακοὴ τῆς Ἀδὰμ παραβάσεως πως ὅτι ὁ μὲν θάνατος ὁ τὴν ἀρχὴν ἐκ τοῦ Ἀδὰμ λαβὼν συνεργίαν ἔσχεν καὶ τὴν ἡμῶν ἁπάντων ἁμαρτίαν ἵνα κατὰ πάντων ἰσχύσῃ οὐ πάντως ἰσχύειν μέλλων εἰ καθαροὶ παντὸς ῥύπου ἔμειναν οἱ ἄνθρωποι ἡ δέ γε Χριστοῦ χάρις καὶ ἄνευ τῆς ἡμῶν {συνεργείας /συνεργιας }* εἰς πάντας ἀφίκετο καὶ τοῦτο δηλοῖ τὸ τὴν χάριν τῆς ἀναστάσεως μὴ μόνον εἰς τοὺς πιστοὺς ἐνεργεῖσθαι τοὺς οἷον δόξαντας τὴν πίστιν συνεισφέρειν ἀλλὰ καὶ εἰς τοὺς ἀπίστους οἷον Ιουδαδιους καὶ Ἕλληνας μεῖζον οὖν τὸ μὴ προσδεηθὲν τῆς ἀφ' ἡμῶν συμμαχίας τοῦ δεηθέντος καὶ τῆς ἡμῶν αὐτῶν εἰς τὸ ἴσχυσα συνεργιας
27728vRom.5.15οζ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῆι τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε οὐ μόνον φησι ἡ χάρις τοῦ πατρὸς ἀλλὰ δὴ καὶ τοῦ υἱοῦ τοῦτο δὲ κατασκευαστικὸν ἐστι τοῦ δυνατὸ ὅτί φησι χάρις πατρὸς καὶ υἱοῦ ὅπου δὲ πατὴρ καὶ υἱος εὔδηλον ὅτι καὶ τὸ πνεῦμα δύναται πάντας σῶσαι
27828vRom.5.16οη καὶ οὐχ ὡς καὶ οὐχ ὥσπερ ἡ ἁμαρτία φησι τοῦ Ἀδὰμ οὕτως καὶ ἡ δωρεὰ τοῦ θεοῦ ἂλλ ἡ δωρεὰ μείζων πως τὸ μὲν γὰρ κρίμα τουτέστι τὸ κατάκριμα ἐκ τοῦ ἑνὸς Ἀδὰμ εἰς πάντας ἦλθεν ἀνθρώπους τὸ δὲ χάρισμα καὶ ἡ δωρεὰ τοῦ θεοῦ τοσοῦτον ὑπερίσχυσεν ώστε καὶ αὐτὴν τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν ἐξαλεῖψαι καὶ οὐ μόνον ἐκείνην ἀλλὰ καὶ τὰ λοιπὰ ἁμαρτήματα τῶν ἀνθρώπων ἅπερ μετὰ τὴν ἁμαρτίαν ἐκείνην ἥμαρτον καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ εἰς δικαίωμα τουτέστιν εἰς δικαιοσύνην ἅπαντας ἤγαγεν πολὺ δὲ τὸ μέσον ἀμνηστίας ἁμαρτιῶν καὶ δικαιοσύνης
27928vRom.5.16οθ δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα ἡ σύνταξις καὶ οὐχ οὕτως φησι τὸ δώρημα ὡς ἡ διὰ τοῦ ἑνὸς ἁμαρτήσαντος παράβασις καὶ ἁμαρτία ἂλλ ἡ δωρεά φησι πολλῷ μᾶλλον
28029rRom.5.17π εἰ γὰρ τῶι τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνός πάλιν τὸ αὐτο κατασευαζει καί φησιν εἰ γὰρ τῶι παραπτώματι τοῦ Ἀδὰμ διὰ τὸν ένα αὐτον ὁ θάνατος ἐβασίλευσεν πολλῷ μᾶλλον ἡμεῖς οἱ τὴν χάριν λαβόντες καὶ τὴν δωρεὰν καὶ τὴν δικαιοσύνην οὐχ ὑπαχθησόμεθα θανάτῳ ἀλλὰ ζήσομεν
280Ph29rRom.5.17Φωτ(ιου) * εἰ γὰρ τῶι τοῦ ἑνὸς παρά Εἰπὼν ὅτι τύπος ἦν τοῦ Χριστοῦ ὁ Ἀδὰμ τύπος δὲ δηλονότι ἐκ τοῦ ἐναντίου ὡς γὰρ ἐκεῖνος αἴτιος ἀνθρώποις θανάτου οὕτως ὁ Χριστὸς αἴτιος ἀνθρώποις ἀναστάσεως εἰπὼν οὖν ὡς ἔφημεν ὅτι τύπος ἦν ὁ Ἀδὰμ τοῦ Χριστοῦ ἐπειδὴ μέλλων αὐτὸ κατασκευάζειν οὐ μόνον τὴν ὁμοιοτητα κατασκευάζει καὶ τὸν τύπον ἀλλὰ καὶ τὴν ἐν τῷ τύπῳ καὶ ὁμοιοτητι ὑπεροχὴν καὶ περισσείαν τοῦτο γὰρ ἐνδείκνυται διὰ τοῦ λέγειν ἀλλ' οὐχ ὡς τὸ παράπτωμα καὶ πάλιν καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος ἐπεὶ οὖν σύνθετον αὐτῷ πως γέγονε τὸ ἐπιχείρημα ἀνομοιοτητά πως ἐν ὁμοιοτητι διαπλέκοντι νῦν ἐπαναλαμβάνεται μὲν τὸ αὐτο καθαρῶς δὲ τὴν ὁμοιοτητα δείκνυσι καὶ οὐκ ἐπιπλέκων ὅσον ἀπὸ τῆς λέξεώς τινα ἀνομοιοτητος μάχην εἶτα σαφῶς τοῦτο καὶ καθαρῶς ἐνδειξάμενος ὅτι ὥσπερ δι' ἑνὸς ἐβασίλευσεν ὁ θάνατος πολλῷ μᾶλλον ἐν ζωῇ βασιλεύσουσι δι' ἑνὸς Χριστοῦ ἐπάγει ὥσπερ συμπεραινόμενος καὶ εἰς τὸ ἔτι σαφέστερον καὶ συνεσταλμένον ἀνάγων τὸν λόγον καί φησιν ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα καὶ ἑξῆς εἶτα ἐπειδὴ καὶ ἐν τῷ πρώτῳ καὶ συνθέτῳ ἐπιχειρήματι καὶ ἐν β καὶ διακεκαθαρμένῳ καὶ ἐπαναληπτικῷ καὶ ἐν τῷ ὥσπερ συμπεράσματι ἐπενεχθέντι παραπτώματος μὲν καὶ χαρίσματος καὶ κατακρίματος καὶ δωρήματος καὶ δικαιώματος καὶ τοιούτων μνημονεύει ὅθεν δὲ τὴν ἀρχὴν εἴληφεν ἑκάτερα τῶν ἐναντίων ἡ συστοιχία αὕτη οὐδέπω ἐπεσημήνατο νῦν αὐτὸ τοῦτο διασαφεῖ καὶ ἀποκαλύπτει καί φησιν ὅτι τὰ μὲν ἐκ παρακοῆς ἐρρύη τὰ δὲ ἐξ ὑπακοῆς ἤνθησεν ὥστε κατασκευαστικὸν ἂν εἴη τοῦτο τοῦ ἐπιχειρήματος τοῦ κατασκευάζοντος τὸν τύπον καὶ τὴν ὁμοιοτητα οἷον εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος καὶ ἑξῆς οὐ ταυτολογεῖ τοίνυν ὡς ἄν τις οἰηθείη ὁ θεῖος ἀποστολος ἐν τούτοις ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν ἔστιν οὖν τὸ μὲν ἀλλ' οὐχ ὡς τὸ παράπτωμα καὶ ἑξῆς ἕως τοῦ ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα ἐπιχείρημα μὲν ὡς ἔφημεν δεικτικὸν τοῦ τύπου καὶ τῆς ὁμοιοτητος ἀλλὰ διαπεπλεγμένον πως καὶ συντεθειμένον δι' ἀνομοιοτητος ἐδεῖτο οὖν σαφηνείας καὶ διακαθάρσεως τοῦτο ποιεῖ τὸ ἐφεξῆς ἐπιχείρημα ἐπαναλαμβάνον τὸ προειρημένον καὶ διακαθαῖρον καὶ εἰς τὸ σαφὲς ἀπαγγέλλον ἀλλ' ἔδει καὶ τοῦτο λαβεῖν ἀξίωμα καὶ μὴ ἐξ ὑποθέσεως προτείνεσθαι μόνον οὐδὲ τοῦτο παρορᾷ ἀλλ' ὥσπερ συμπεραινόμενος καὶ τῇ τοῦ λόγου θαρρῶν ἀληθείᾳ μετὰ βεβαιώσεως ἀποφαίνεται ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος καὶ ἑξῆς εἶτα ἐπεὶ οὐκ ἦν εἰπὼν ἐν τοσούτοις ἐπιχειρήμασιν οὐδαμοῦ πόθεν ἔσχεν ἀρχὴν τὸ δικαίωμα καὶ τὸ κατάκριμα οὐδὲ τοῦτο παρορᾷ ἀλλὰ προστίθησι λέγων ὥσπερ γὰρ διὰ τῆς παρακοῆς καὶ ἑξῆς
281exa29vRom.5.17πα Οικου(μενιου) πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῆι βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ περισσείαν φησι τὴν δαψίλειαν τοῦτο δὲ κατασκευαστικὸν ἐστι τοῦ πάντως ἐν ζωῆι βασιλεῦσαι ὅσω καὶ ἡ χάρις οὐ φειδωλῶς οὐδε μεμετρημένως ἐδόθη ἂλλ ἐκ περισσείας
281exb29vRom.5.17 s πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῆι βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ οὐ μόνον ἵνα ζήσωμεν ἐδόθη ἡ χάρις τοῦ θεοῦ καὶ ἡ ἁμαρτία ἀναιρεθῇ καὶ ἡ κόλασις συναναιρέθη ἂλλ ἵνα καὶ υἱοὶ θεοῦ γενώμεθα καὶ συγκληρονόμοι Χριστοῦ καὶ κληρονόμοι πατρὸς καὶ σύσσωμοι τοῦ υἱοῦ καὶ ἀλλὰ μυρία ἀγαθὰ διὰ τοῦτό φησι οἱ τὴν περισσείαν τῆς χάριτος λαμβάνοντες
28229vRom.5.18πβ ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα οὕτω καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς πάλιν τῶι αὐτῶι ἐπαγωνίζεται λόγωι ἐπειδὴ γὰρ παράδοξον ἐδοκει τῆι τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ ζωῆι καὶ δωρεᾶι καὶ κατορθώματι ἅπαν σώζεσθαι τὸ γένος τῶν ἀνθρώπων πολλαχῶς αὐτο κατασκευάζει
28329vRom.5.19πγ ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου τὸ αὐτο πάλιν λέγει ἐπὶ χειρημα
28429vRom.5.19πδ ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί τουτέστι θανάτωι καὶ κολάσει
284ex29vRom.5.19Οικου(μενιου) * ἡ διὰ τὸ τάξει καὶ εἰρμῶι εἰς πάντας τοὺς τοῦ γένους διαβῆναι τὴν τοῦ προπάτορος ἁμαρτίαν πάντων κατά τινα μίμησιν καὶ διδαχὴν ἐπιτελούντων αὐτήν
28529vRom.5.19πε οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί ὑπήκοος γὰρ γέγονε τῶι πατρὶ μέχρι θανάτου θανάτου δὲ σταυροῦ
28630rRom.5.20πϛ νόμος δέ καθαίρει τοῦ νόμου τὴν δόξαν πρὸς Ἰουδαίους γὰρ ἦν αὐτῶι ὁ ἄγων καί φησι οὐ μόνον οὐδὲν ἡμᾶς ὤνησεν ὁ νόμος ἀλλὰ καὶ ηὔξησε τὰς ἁμαρτίας ἐκ τοῦ παραβαίνεσθαι τὸ δὲ ἵνα οὐκ αἰτιολογικῶς κεῖται ἀλλὰ τὸ ὅπως ἐξέβη δηλοῖ οὐ γὰρ διὰ τοῦτο ἐδόθη ἵνα πλεονάσῃ τὴν ἁμαρτίαν ἄπαγε ἂλλ ἵνα σώσῃ καὶ παιδεύσῃ μὴ φυλαχθεὶς δὲ ηὔξησε τὴν ἁμαρτίαν οὐ παρὰ τὴν οἰκείαν φύσιν ἀλλὰ παρὰ τὴν τῶν μὴ φυλαξάντων αὐτον ραθυμιαν καὶ παράβασιν
286ex30rRom.5.20Γενναδ(ιου) s νόμος δέ ἔοικε τοῦτο τῆι πρὸς Γαλάτας ὁ νόμος τῶν παραβάσεων χάριν προσετέθη τὸ γὰρ ἵνα κἀνταῦθα κατὰ τὸ ἰδίωμα τέθεικεν σηναίνει γὰρ τὸ ἀκολουθον τοῖς γὰρ μετὰ τὸ Ἀδάμ φησι ἅπασι μᾶλλον δὲ καὶ αὐτῶι τῶ Ἀδὰμ νόμου δοθέντος ἐπλεονασε τὸ παράπτωμα ὅσω γὰρ τὰ παραγγέλματα πλείω τοσούτῳ παραβαινομένων αὐτῶν καὶ τὰ παραπτώματα
286Ph30rRom.5.20Φωτ(ιου) * νόμος δὲ παρεσηλθεν Τὸ γεγονὸς λέγει οὐκ αἰτίαν φησὶ τὸν νόμον τῆς ἁμαρτίας οἷον νόμος δὲ παρεισῆλθε καὶ ἐπλεονασε τὸ παράπτωμα τοῦτο γὰρ ἐπ' αὐτω ὤφθη τῶν ἔργων καὶ πράξεων ἅμα δὲ καὶ ἐπιπληκτικῶς πρὸς τοὺς Ἰουδαίους εἴρηται πρὸς γὰρ ἐκείνους ἀποτείνεται καὶ ἐκεῖνοι ἦσαν οἱ ὑπέρογκα τῷ νόμῳ φρονοῦντες ἐπιπλήττων οὖν ὑπαινίττεται ὅτι μάτην τῷ νόμῳ μέγα φρονεῖτε ὅσῳ γὰρ ἐπὶ ταῖς ἡμετέραις ἐργασίαις ὁ νόμος παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα τοῦτο δὲ νῦν ἔφη ἐπειδὴ τῶν ἐκ τοῦ Ἀδὰμ χαλεπῶν ἐπεμνήσθη καὶ τούτων ἀπαλλαγὴν μόνον ἔφη γενέσθαι τὸν σωτῆρα ἵνα μὴ λέγωσιν τὶ οὖν ὁ νόμος οὐδὲν συνεβάλλετο εἰς τὴν ἐκείνων ἀπαλλαγὴν τίθησι τοῦτο ὅτι οὐ μόνον οὐδὲν συνεισήνεγκεν ἀλλ' ὅσον ἐφ' ὑμῖν καὶ ἐπλεονασε τὴν ἁμαρτίαν ἐκείνην
28730rRom.5.20πζ περεισηλθεν τὸ πρὸς καιρὸν αὐτοῦ δείκνυσιν
28830rRom.5.20πη * πολλὰς γὰρ δοὺς ἐντολὰς παραβαθεὶς ἐπλεόνασεν
28930rRom.5.20πθ ἵνα πλεονάσῃ τὸ παράπτωμα οὐ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία μὴ φοβηθῇς φησι ὅτι ἐπλεόνασεν ἡ ἁμαρτία καὶ γὰρ τῆι τῶν ἀνθρώπων παραβάσει εἰς δέον καὶ συμφέρον ἐχρήσατο {ἄπορον τοῖς ἀπόροις /ἄπορον πόρον τοῖς ἀπόροις μηχανημενος ὁ θεὸς οὕτως δοκεῖ μοι κρεῖττον τοῖς ἀπόροις }* μηχανώμενος ὁ θεὸς ἐκ γὰρ τούτου ἡ χάρις διὰ Χριστοῦ μείζων καὶ πολυποθητεα γεγένηται ἧς οὕτως γενομένης ἡ πίστις μᾶλλον ἐπέδωκεν οὐκοῦν ἐκ τοῦ πλεονασμοῦ τῆς ἁμαρτίας οὐχ ἡ κόλασις ἐπλεονάσθη ἂλλ ἡ σωτηρία γέγονεν ἐρασμιωτέρα
29030rRom.5.20ϟ ὑπερεπερίσσευσεν ἡ χάρις οὐ γὰρ μόνον τῶν ἁμαρτημάτων ἀπήλλαξεν ἂλλ καὶ μυρία ἀγαθὰ δέδωκεν
290ex30rRom.5.20Ωριγε(νου) s * οὐ μόνον ἐπερίσσευσεν ἀλλὰ καὶ ὑπερεπερίσσευσεν ἡ χάρις ὅπου γέγονε πλεοναμὸς ἁμαρτίας ὥσπερ καὶ ἐπὶ τὴν τοῖς δάκρυσι νίψασαν αὐτοὺς πόδας τοῦ Ἰησοῦ καὶ ζητητέον ἐπὶ πανθ ὅντιν οὖν ὅπου περισσεύει ἡ ἁμαρτία νικῶσα ἡ τοῦ θεοῦ χάρις ὑπερπερισσεύει ώστε μηδὲν είναι ἁμαρτωλὸν ὃν ουδια δεξεται χάρις θεοῦ ὑπερπερισσεύουσα καὶ οἱ πόνο δὲ καὶ αἱ βάσανοι ὑπερερισσευούσης χάριτος θεοῦ πρὸς τοὺς τούτων δεομένους γίνονται
29130vRom.5.21ϟα ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῶι θανάτωι ἡ γὰρ ἁμαρτία ενταξει βασιλέως ὁ δὲ θάνατος ενταξει στρατιώτου καὶ ὑπουργοῦ γεγένηται ἐν τῶι θανάτωι διὰ τοῦ θανάτου
29230vRom.5.21ϟβ οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον χάρις μὲν γὰρ καὶ χάρις θεοῦ καὶ δικαιοσύνη μείζων κατορθοῖ ἁμαρτίας καὶ θανάτου ὅμως αὐτος ἐκ περιουσίας εἶπεν οὕτως
292Ph30vRom.5.21* δικαιοσύνης ἡ σύνταξις διὰ δικαισυνης τῆς διὰ Ἰησοῦ Χριστοῦ ἐπιτελεσθείσης καὶ καταπραχθείσης
29330vRom.5.21ϟγ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν διὰ τῆς τοῦ Χριστοῦ δηλονότι δικαιοσύνης
29430vRom.6.1ϟδ τι οὖν ἐροῦμεν τι οὖν φησι διὰ τῆς τῶν εἰρημένων ἀκολουθίαν ἔλθωμεν εἰς τοιάδε ῥήματα καὶ λέγει ποία
29530vRom.6.1ϟε ἐπιμενοῦμεν τῆι ἁμαρτίαι ἵνα ἡ χάρις πλεονάσῃ ἐπειδὴ εἶπεν ἄνω οὐδε ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις ἵνα μὴ τοῖς ἀνοήτοις είναι δόξῃ τὰ εἰρημένα προτροπὴ ἁμαρτίας ἀναιρεῖ αυτά
29630vRom.6.2ϟϛ μὴ γένοιτο ὅπερ ἐπὶ τῶν ὡμολογημένων ὡς ἀτοπων εἰώθαμεν λέγειν
29730vRom.6.2ϟζ οἵτινες ἀπεθάνομεν τῆι ἁμαρτίαι πως ἔτι ζήσομεν ἐν αὐτῆι ἡ ὅτι τὸ αὐτῆς φησι μέρος ἐνεκρώθημεν πως οὖν ἔνεστιν ἐκ τῆς αὐτῆς καὶ νεκροῦσθαι καὶ ζῆν ἡ ὅτι νεκροί φησι γεγόναμεν τῆι ἁμαρτίαι πιστεύσαντες τῶι Χριστῶι καὶ βαπτισθέντες οὐδει οὖν φησι τοὺς τὴν σωτεριον νέκρωσιν ὑπομείναντας ζῆσαι τὴν κακὴν ζωὴν τῆς ἁμαρτίας ἐνεκρώθημεν δὲ τῆι ἁμαρτίαι πως εἰς τὸ μὴ ὑπακούειν φησι αὐτῆι
297ex30vRom.6.2Σευηριανου s * ἐπειδὴ βαπτιζόμενοι ὁμολογοῦμεν ἀποτεθνηκέναι τῶι κόσμωι καὶ ἀποτάττεσθαι τῆι ἁμαρτίαι καὶ τῶι διαβόλωι
29830vRom.6.3-Rom.6.4ϟη ἡ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν συνετάφημεν οὖν αὐτῶι διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν ἐπιπληκτικωτέρῳ λόγῳ κέχρηται ἑρμενεύων πως ἀπεθάνομεν τῆι ἁμαρτίαι καί φησι ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν εἰς τοῦτο ἐβαπτίσθημεν εἰς τὸ καὶ αὐτοὶ ἀποθανεῖν θάνατον γὰρ μιμεῖται τὸ βάπτισμα τοῦτο γὰρ δηλοῖ τὸ εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν εἰ γὰρ καὶ μὴ σωματικὸς ἐστι θάνατος τὸ βάπτισμα ἁμαρτιῶν μέντοι
298Ph30vRom.6.4Φωτ(ιου) * ἡ ἀγνοεῖτε Εἰς τὸ παραπλήσιον αὐτοῦ θάνατον ἀποθανεῖν ἢ εἰς τὸ τέλειον αὐτὸν καὶ λυσιτελέστατον ὀφθῆναι γίνεται δὲ ταῦτα διὰ τοῦ βαπτίσματος βαπτιζόμενοι γὰρ ἀποτιθέμεθα τὰς ἁμαρτίας ὅπερ ἤρξατο κατεργάζεσθαι ὁ θάνατος τοῦ Χριστοῦ καὶ γὰρ ὑπὲρ τῶν ἡμετέρων ἀπέθανεν ἁμαρτιῶν ἐλευθερῶσαι τούτων ἡμᾶς βουλόμενος ἐνήργησεν οὖν ὁ θάνατος τοῦ Χριστοῦ τὴν ἀποθεσιν καὶ νέκρωσιν τῶν ἁμαρτιῶν καὶ ὅσον ἐφ' ἑαυτῷ τὸ ὅλον ἀπήρτισε λείπει δὲ μόνῃ ἡ ἡμῶν πίστις καὶ γνώμη καὶ προαίρεσις ταῦτα δὲ διὰ τοῦ βαπτίσματος ἐπιδείκνυται οὗπερ ἐπιτελουμένου ὁ θάνατος μᾶλλον τοῦ Χριστοῦ εἰς ὅσον ὤνησε σωτηρίας ἐμφανίζεται καλῶς οὖν φησιν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν οἷον εἰς τὸ ἀποθανεῖν ἡμᾶς τὸν παραπλήσιον αὐτῷ θάνατον τὰς ἁμαρτίας τῷ βαπτίσματι ἐνθάπτοντας καὶ εἰς τὸ ἐμφανέστερον τοῦ σωτηρίου θανάτου αὐτοῦ τὸ κέρδος διὰ πάντων ἐπιδειχθῆναι καὶ ἡμῶν πρὸς τὴν ὁλοκληρίαν τῆς σωτηρίας τὴν γνώμην καὶ τὴν προαίρεσιν καὶ τὴν πίστιν συνεισαγόντων διὰ τοῦ βαπτίσματος
29931rRom.6.4ϟθ διὰ τῆς δόξης τοῦ πατρός πιθανὴν ποιεῖ τὴν ἀνάστασιν διὰ τῆς τοῦ ἐγείραντος δόξης καλῶς δὲ τὸν πατέρα φησι ἐγηγερκέναι νηπίοις γὰρ ἔτι διαλέγεται
299ex31rRom.6.4Θεοδω(ρητου) s δόξης τοῦ πατρός δόξαν τοῦ πατρὸς τὴν θεότητα καλεῖ τοῦ Χριστοῦ καὶ γὰρ ἐν ἑτέρωι φησι ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ πατὴρ τῆς δόξης
30031rRom.6.4ρ οὕτως καὶ ἡμεῖς ἀκολουθον ἦν εἰπεῖν οὕτως καὶ ἡμεῖς ἀναστησομεθα ἂλλ εἰς πολιτείαν ἦλθεν ἑτέραν ἡμᾶς ἀπαιτῶν ἀνάστασιν τὴν διὰ χρηστῆς πολιτείας ἐν ἦι νεκροῦται μὲν ἡ ἁμαρτία ἀνίσταται δὲ βίος ἐνάρετος
30131rRom.6.4α ἐν καινότητι ζωῆς περιπατήσωμεν ὁ πόρνος ἐν ὧι μηκέτι πορνεύη καὶ ἅρπαξ μὴ ἀρπάζη τοῦτο καινότης ζωῆς
301Pha31rRom.6.4Φωτ(ιου) * ἐν καινότητι νέαν δεῖ είναι τὴν τῶν πιστῶν ζωὴν μηδὲν τῆς παλαιᾶς {ζωῆς /ἁμαρτίας }* ἐπισυρομένην ἐφόδιον
301Phb31rRom.6.4Φωτ(ιου) * Εἰ γὰρ σύμφυτοι εἰ γὰρ σύμφυτοι κατὰ μεταφορὰν ἡ λέξις ἀπὸ τῶν κατὰ συγγένειαν δένδρων ἅμα φυτευομένων καὶ σὺν ἀλλήλοις σύμφυτοι οὖν φησὶ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ τοῦτ' ἔστι συναπεθάνομεν αὐτῷ οἰκείως δὲ ἐχρήσατο τῇ τροπῇ ὥσπερ γὰρ τὸ φυτὸν ἐν γῇ κατατεθὲν χρόνον τινὰ οἷον νέκρωσίν τινα καὶ ἀκινησίαν ὑπομένει ἔπειτα δὲ ἀθροον ἀναζῇ καὶ ἀναθάλλει οὕτω καὶ τὸ κυριακὸν σῶμα ἐπὶ χρόνον βραχὺν τεθὲν ἐν τῷ τάφῳ ἀθροον ἤνθησεν ἐκεῖθεν καὶ ἐβλάστησε τῇ οἰκουμένῃ τὴν σωτηρίαν καὶ ἡμεῖς δὲ βαπτιζόμενοι καὶ ἐνθαπτομενοι καὶ τρόπον τινὰ ὥσπερ τὰ φυτὰ τῇ γῇ οὕτω καὶ ἡμεῖς ἐννεκρούμενοι τῷ ὕδατι ἀθροον θάλλοντες καὶ ἀκμάζοντες τὴν σφῶν σωτηρίαν ἀνερχομεθα καλῶς δὲ οὐκ εἶπεν σύμφυτοι τῷ θανάτῳ ἀλλὰ τῷ ὁμοιώματι τοῦ θανάτου ἀλλὰ τοῦτο καὶ τοῖς πρὸ ἡμῶν διευκρίνηται
30231rRom.6.5β εἰ γὰρ σύμφυτοι γεγόναμεν τῶι ὁμοιώματι ὁμοιοτητα δεῖξαι ἐπιχειρεῖ ἡμῶν τε καὶ τοῦ Χριστοῦ καί φησι εἰ σύμφυτοι οἷον συμμέτοχοι γεγόναμεν τοῦ θανάτου σύμφυτους δὲ λέγει διὰ τοῦτο ὥσπερ τὸ σῶμα τὸ δεσποτικὸν ταφὲν ἐν τῆι γῆι ἔφυσε σωτηρίαν τῶι κόσμωι οὕτω καὶ τὸ ἡμῶν φησι ταφὲν ἐν τῶι βαστισματι ἔφυσεν ἡμῖν αὐτοῖς δικαιοσύνην
30331rRom.6.5γ τοῦ θανάτου αὐτοῦ ὁμοίωμα γὰρ θανάτου ἔχομεν ἐν τῶι βαπτίσματι οὐ σωματικὸν θάνατον αἱ γὰρ τρεῖς κατάδυσεις καὶ ἀναδύσεις τοῦ βαπτίσματος θάνατον καὶ ἀνάστασιν σημαίνουσιν
303ex31rRom.6.5του αγιο Κυ(ριλλου) εν τω ΙΒ βι(βλιω) κατά Ιουλ(ιανου) * ὁμοίωμα θανάτου ὁ Χριστοῦ θάνατος διὰ τὸ μὴ απομεμενηκενα αὐτον τῶι θανάτωι ἀλλὰ ἀναβιῶναι τριήμερον
303exb31rRom.6.5 καὶ πάλιν ὁμοίωμα θανάτου τὸ πάθος ἦν ἐν τῶι Χριστῶι καὶ μάλα εἰκοτως ἀνεβίω γὰρ καὶ οὐ μεμένηκε νεκρός
30431rRom.6.5δ ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα τῆς ὅταν ἀναστῶμεν
304ex31rRom.6.5Οικου(μενιου) * καὶ ὅρα ἀγαθότητα θεοῦ τὸν μὲν θάνατον τοῦ κυρίου ὡς ἐν εἰκόνι ἀπεθάνομεν τῆς δὲ ἀναστάσεως ἀληθῶς κοινωνήσομεν
30531vRom.6.6ε τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη εἶτα λέγει πως ἡμῖν ἔσται ἐπίδοξος ἡ ἀνάστασις καί φησι τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος τουτέστιν ὁ κατεγνωσμένος βίος συνεσταυρώθη τῶι Χριστῶι διὰ τοῦ βαπτίσματος ἐφ' ὧι τε φησι καταργηθῆναι τὸ σῶμα τῆς ἁμαρτίας τουτέστιν ἵνα νέκρωσιν αἱ κακαὶ πράξεις ὑπομείνωσιν ἃς λέγει καὶ σῶμα ἁμαρτίας
305Ph31vRom.6.6Φωτ(ιου) * τοῦτο γινώσκοντες τοῦτ' ἔστιν ὁ ἐν ταῖς ἁμαρτίαις παλαιωθεὶς οὗτος οὖν βαπτιζομένων ἡμῶν συσταυροῦται Χριστῷ καὶ ἀποθνήσκει καὶ ἀνερχομεθα ἀπὸ τοῦ βαπτίσματος καινοὶ καὶ πρόσφατο πάντα τὸν παλαιωθέντα ἄνθρωπον ἀποθέμενοι καὶ καταργεῖται καὶ τὸ σῶμα τῆς ἁμαρτίας ἐν ᾗ ἐστηρίζετο καὶ ὑφ' ἧς ἐμορφοποιεῖτο ὁ παλαιὸς ἡμῶν ἄνθρωπος τοῦτ' ἔστιν ὁ καταγηράσας βίος ἡμῶν τοῖς παραπτώμασιν ἄνθρωπον δὲ καλεῖ τὸν τοιοῦτον τὴν τῶν ἀνθρώπων πρὸς αὐτὸν δηλῶν δυσαπόσπαστον καὶ πολυχρόνιον σχέσιν οὕτω γὰρ ἐντετήκεσαν αὐτῷ πρὸ τῆς δεσποτικῆς {ἐπιδημίας οἱ ἄνθρωποι /ἐπιδημίας καὶ οἰκονομίας οἱ ἄνθρωποι }* ὡς μηδ' ἂν ἄνθρωποι αἱρεῖσθαι εἶναι καὶ μηδ' ὅλως εἶναι χωρὶς φιληδόνου πολιτείας καὶ ἀκολάστων πράξεων τῷ οὖν συμπεπλέχθαι αὐτῷ τοὺς ἀνθρώπους καὶ συνανακεκρᾶσθαι καὶ δυσαποσπάστως ἔχειν ἄνθρωπον ἐπιπληκτικῶς τὸν τοιοῦτον ἐκάλεσεν τοῦτ' ἔστιν ὃν πρὸς αὐτοὺς ἡμᾶς μᾶλλον δὲ καὶ ἡμῶν πλέον καὶ ἐστέργομεν καὶ περιειχόμεθα
305ex31vRom.6.6Θεοδω(ρητου) s ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ἐκάλεσεν ἀλλὰ τὴν πονηρὰν γνώμην ταύτην δὲ ἔφη τῶι βαπτίσματι νεκρωθῆναι
30631vRom.6.6ϛ ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῆι ἁμαρτίαι εἰς τοῦτό φησι ἵνα καταργηθῇ καὶ νεκρωθῇ εἰς τὸ μηκέτι ὑποπεσεῖν ἁμαρτία νέκρωσιν δέ φησι τὸ ὅσον εἰς τὸ ἁμαρτάνειν ἵνα εἴη νεκρὸν νεκρὸς γὰρ οὐχ ἁμαρτάνει
306ex31vRom.6.6Κυριλλου s ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῆι ἁμαρτίαι κατήργηται δὲ καὶ τὸ σῶμα τῆς ἁμαρτίας τουτέστι τῶν ἐν αὐτῆι κινημάτων ἡ ἔμφυτος ἀγριότης κατασείουσα μὲν ἀεὶ πρὸς τὰ αἰσχίω τὸν νοῦν ἐνιεῖσα δὲ ὥσπερ πηλῶι τὰς γεωδεστέρας ἡδονὰς καὶ τοῦτό φησι τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ὧι ἠσθένει διὰ τῆς σαρκὸς ὁ πατὴρ τὸν ἑαυτοῦ υἱον πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῆι σαρκὶ ὁρᾷς πως τὸ σῶμα τῆς ἁμαρτίας κατήργηται κατακέκριται γὰρ ἐν τῆι σαρκὶ τῆς ἁμαρτίας τὸ κέντρον καὶ νενέκρωται μὲν ἐν πρώτωι Χριστῶι διέβη δὲ παρ' αὐτοῦ τε καὶ δι' αὐτοῦ καὶ εἰς ἡμᾶς ἡ χάρις
30731vRom.6.7ζ ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας ὁρᾷς ὅτι ὅσον εἰς τὸ ἁμαρτάνειν δεῖ ἡμᾶς είναι νεκροὺς ὁ γὰρ ἀποθανών φησι δεδικαίωται τουτέστιν ἀπήλλακται καὶ ἠλευθέρωται ἀπὸ τῆς ἁμαρτίας τινες δὲ τοῦτο περὶ τοῦ βαπτίσματος ἐδέξαντο ἐν ὧι συνετάφημεν τῶι Χριστῶι
307Ph31vRom.6.7* τὸ σῶμα τῆς ἁμαρτίας περιφραστικῶς αὐτὴ ἡ ἁμαρτία τοῦτ' ἔστιν ὅλη δι' ὅλου ἀργὴ καὶ ἄχρηστος τὸ λοιπὸν χρηματίζουσα πῶς δὲ καταργεῖται ἡμῶν μὴ χρωμένων αὐτῇ εἶτα καὶ τὸν τρόπον τῆς χρήσεως δριμέως καὶ ὀνειδιστικῶς τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ ἡ γὰρ χρῆσις τῆς ἁμαρτίας δούλους ἡμᾶς ποιεῖ τῆς ἁμαρτίας
30832rRom.6.8η εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῶι πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῶι εἶτα λοιπὸν καθαρῶς τὴν ἀνάστασιν εὐαγγελίζεται καί φησι εἰ ἀπεθάνομεν σὺν Χριστῶι ὥσπερ καὶ ἀπεθάνομεν διὰ τοῦ βαπτίσματος πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῶι τὴν μακαρίαν ἐκείνην καὶ ἀγήρω δηλονότι ζωὴν τὴν μετὰ τὴν ἀνάστασιν
308Pha32rRom.6.8Φωτ(ιου) * Εἰ δὲ ἀπεθάνομεν ὀφείλομεν φησὶ πιστεύειν ὅτι καὶ συζήσομεν αὐτῷ παρακελεύσεως οὖν τὸ πιστεύομεν καὶ συμβουλῆς
308Phb32rRom.6.8* Εἰ δὲ περιπατήσομεν ἐν καινότητι ζωῆς δηλονότι καὶ ἀναστησομεθα ὥσπερ ὁ Χριστὸς ἠγέρθη ἐκ νεκρῶν τοῦτο γὰρ ἀκολουθον τοῦ εἰρημένου αὐτὸς δὲ τὴν προηγουμένην τῆς ἀναστάσεως πολιτείαν ἐπαγαγὼν τοῖς εἰρημένοις τὸ ἐξ ἀνάγκης ἑπομενον κατέλιπεν ἐννοεῖν
30932rRom.6.9θ εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει θάνατος αὐτοῦ οὐκέτι κυριερύει καὶ πόθεν φησι δηλονότι συζήσομεν τῶι Χριστῶι καὶ γὰρ αὐτο τοῦτο ἄδηλον μήπως καὶ αὐτος ὁ ἐγερθεὶς Χριστὸς πάλιν ἀποθάνῃ ἄπαγε φησι τοῦτο γὰρ χρὴ πεπληροφορῆσθαι ὅτι ὁ Χριστὸς οὐκέτι ἀποθανεῖται διὰ γὰρ τοῦτο καὶ ἀπέθανεν ἵνα καταργήσηι τὸν θάνατον
309ex32rRom.6.9Οικου(μενιου) s οὐκέτι αποθνεσκει θάνατος αὐτοῦ οὐκέτι κυριερύει πως γὰρ δι' ὃν καὶ οἱ λοιποὶ ζησόμεθα συναναπεμπομένου τοῦ ὅλου τῆι ἀπαρχὴ ἡμῶν
31032rRom.6.10ι ὁ γὰρ ἀπέθανε τῆι ἁμαρτίαι ἀπέθανεν ἐφάπαξ καὶ τοσοῦτόν φησι οὐκέτι ἀποθανεῖται ὅτι καὶ ἐκεῖνο τὸ ἅπαξ ὁ ἀπέθανεν οὐχ ὡς ὑπεύθυνος θανάτου κατὰ τοὺς λοιποὺς ἀνθρώπους ἀπέθανεν ἀλλὰ διὰ τὴν τοῦ κόσμου ἁμαρτίαν ἵνα ταύτην ἀνέλῃ καὶ θανατώσῃ
31132rRom.6.10ια ὁ δὲ ζῆ ζῆ τῶι θεῶι τοῦτο ὡς θεὸς ἀπαύστως καὶ ἀκαταλύτως ὡς γὰρ νοεῖται τῆι ἁμαρτίαι τουτέστι διὰ τὴν ἁμαρτίαν οὕτως νοεῖται τῶι θεῶι τουτέστι διὰ τὸ είναι θεός
311ex32rRom.6.10Οικου(μενιου) * καὶ οὕτω νοήσεις ὥσπερ λέγομεν ἐπὶ τοῦ καθ' ἡμᾶς ἀνθρώπου ἀπέθανε τῆι σαρκὶ ζῆ δὲ τῆι ψυχῆι κατὰ δοτικὴν ἀποδιδόντες τὸν λόγον οὕτω μοι νόει τῶι θεῶι ζῆ τουτέστι τὸ είναι θεὸς οὐκ ἐπειδὴ καὶ τῶι είναι ψυχὴ οὐκ ἔζη ἀλλὰ τὸ ἀμαχώτερον τέθεικε τὸ είναι αὐτον θεόν
31232rRom.6.11ιβ οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν είναι τῆι ἁμαρτίαι ζῶντας δὲ τῶι θεῶι εἶτα ἵνα μὴ λέγωσι καί τι φησι πρὸς ἡμᾶς εἰ ἅπαξ ἀποθανὼν ὁ Χριστὸς οὐκέτι ἀποθνήσκει φησι οὕτω καὶ ὑμεῖς ἑαυτοὺς λογίζεσθε πως ὅτι ἀποθανεῖσθε μὲν διὰ τὴν ἁμαρτίαν ἅπαξ ζήσετε δὲ τῶι θεῶι καὶ γὰρ ἐν αὐτῶι ζῶμεν καὶ κινούμεθα καὶ ἐσμεν καθὼς ἀλλαχοῦ φησι ἡ οὕτως ὥσπερ ὁ Χριστός φησιν ἀπέθανε καὶ ζῆ οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς χρεὼν είναι νεκροὺς μὲν ὅσον πρὸς τὸ μὴ ἁμαρτάνειν ζῶντας δὲ εἰς τὰ κατὰ θεὸν διὰ Ἰησοῦ Χριστοῦ τουτέστι συμμαχοῦντος Χριστοῦ
31332rRom.6.11ιγ ἐν Χριστῶι Ἰησοῦ τῶι κυρίωι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ διὰ γὰρ τοῦ θανάτου αὐτοῦ ἡ ζωὴ ἡμῶν
313ex32vRom.6.12Θεωδορητου s μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία βασιλεία τυραννίδος ταύτῃ διαφέρει τῶ τὴν μὲν τυραννίδα ἀκόντων γίνεσθαι τῶν ὑπηκόων τὴν δὲ βασιλείαν βουλομενων τῶν ἀρχομένων παραινεῖ τοίνυν μηκέτι τῆ δυναστεια τῆς ἁμαρτίας συντίθεσθαι κατέλυσε γὰρ αὐτῆς τὴν βασιλείαν ὁ δεσπότης ἐνανθρωπήσας καὶ ἅτε δὴ θνητοῖς ἔτι καὶ παθητὸν ἔχουσι σῶμα νομοθετῶν σύμμετρα τῆ ἀσθένεια νομοθετεῖ καὶ οὐ λέγει μὴ τυραννείτω ἀλλὰ μὴ βασιλευέτω τὸ μὲν γὰρ ἴδιον ἐκείνης τὸ δὲ τῆς ἡμετέρας γνώμης ἡ μὲν γὰρ παθημάτων κίνησις καὶ ὄχλησις κατὰ φύσιν ἡμῖν γίνεται τῶν δὲ ἀπειρημένων ἡ πρᾶξις τῆς γνώμης ἐξηρτήται
31432vRom.6.12ιδ μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐπεὶ οὖν νενκρους ὑμᾶς φησι είναι χρὴ ὅσον εἰς τὴν ἁμαρτίαν μὴ κρατείτω ὑμῶν ἡ ἁμαρτία καλῶς δὲ ἐν τῶι θνητῶι σώματι διὰ γὰρ τοῦ σώματος ἡ ἁμαρτία ὡς ἐπὶ τὸ πολὺ μὴ βασιλευτω εἰς τὸ ὑπακούειν αὐτῆι τοῦτο γὰρ βασιλευσθαι
31532vRom.6.12ιε ἐν τῶι θνετωι ὑμῶν σώματι εἰς τὸ ὑπακούειν αὐτῆι ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ παραμυθεῖται αὐτοὺς ἐν τῶι εἰπεῖν θνητῶι σώματι δεικνὺς ὅτι πρόσκαιρὸς ἡ πάλη ἡ πρὸς ἁμαρτίαν πρόσκαιρον γὰρ καὶ τὸ σῶμα
315Ph32vRom.6.12Φωτ(ιου) * μὴ οὖν βασιλευόντων Ἐπεὶ γὰρ φησὶν ἀπεθάνομεν καὶ νεκρὸν ἡμῶν γέγονε τὸ σῶμα τῇ ἁμαρτίᾳ μὴ ποιήσωμεν πάλιν αὐτὸ ἀναζῆσαι τὴν ἐν τῇ ἁμαρτίᾳ ζωὴν μηδὲ παρασκευασώμεθα οὕτως ὥστε πάλιν ἐν αὐτῷ θνητῷ γενομένῳ διὰ τοῦ βαπτίσματος βασιλεύειν τὴν ἁμαρτίαν τὶ δὲ ἐστι βασιλεύειν ἐν ἡμῖν τὴν ἁμαρτίαν τὸ ἐπιτελεῖν τὰς ἐπιθυμίας τοῦ σώματος
31632vRom.6.13ιϛ μηδὲ περιστανετε τὰ μέλη ὑμῶν τουτέστι τὸ σώματος οἷον μὴ ἀποτελεῖτε
31732vRom.6.13ιζ ὅπλα τὸ γὰρ σῶμα ἄγεται καθὰ ἂν ἄγῃ τις δύναται γάρ τις τὴν χεῖρα καὶ ὅπλον ἐλεημοσύνης καὶ ἁρπαγῆς ποιῆσαι τὴν γλῶσσαν καὶ εὔφημον καὶ δύσφημον ὡς οὕτως καὶ τὰ λοιπά
31832vRom.6.13ιη ἀδικίας τῆι ἁμαρτίαι ἀλλὰ παραστήσατε ἑαυτούς καλῶς τὴν ἁμαρτίαν ἀδικίαν ἐκάλεσεν ἡ γὰρ ἑαυτόν τις ἀδικεῖ δι' αὐτῆς ἡ τὸν πλησίον
31932vRom.6.13ιθ τῶι θεῶι ὡς ἐκ νεκρῶν τέως ἐκ τῶν ὀνομάτων τὸ διάφορον οἷον γὰρ ἐστι μὴ παραστῆσαι ἑαυτὸν τῆι ἁμαρτίαι ἀλλὰ τῶι θεῶι
319Ph32vRom.6.13Φωτ(ιου) * ἀλλὰ παραστήσατε ὡς ἔστιν ἄξιον τοὺς τηλικαύτης εὐεργεσίας ἀξιωθέντας καὶ ἐκ τῶν νεκρῶν καὶ φθοροποιῶν παθῶν ἐλευθερωθέντας καὶ ζῶντας ἐπιδειχθέντας
32032vRom.6.13κ ζῶντας καὶ τὰ μέλη ὑμῶν οὕτως ἑαυτούς φησι παραστήσατε τῶι θεῶι ὡς ἄξιον ὅτι νενεκρωμένους ὑμᾶς ταῖς πάλαι ἁμαρτίαις ἤγουν τὸ ὑπο θανάτου βασιλεύεσθαι εζωοποιησεν
32132vRom.6.13κα ὅπλα δικαιοσύνης τῶι θεῶι ὁ γὰρ εἰς ὅπλα δικαιοσύνης τὰ μέλη παραστήσας τῶ θεῶι ἑαυτὸν παρίστησιν
321ex33rRom.6.14 s ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει ποία ἁμαρτία οὐ κυριεύσει ἡ πρὸ τοῦ βαπτίσματος δηλονότι ἦν ἀφίησιν ἡ χάρις τοῦ Χριστοῦ τοῦτο δὲ ὁ νόμος ποιεῖν οὐκ ἠδύνατο οὐκ ἐστε οὖν φησι ὑπο νόμον τὸν μὴ δυνάμεον ῥύσασθαι ἀλλὰ μᾶλλον τιμωρούμενον
321Ph33rRom.6.14Φωτ(ιου) * Ἁμαρτία γὰρ ὑμῶν μὴ γὰρ ἔστω ὑμῖν ὁ τῆς ἁμαρτίας πόλεμος πρόφασις ἀσθενὴς ἐστι νῦν ἡ ἁμαρτία οὐ δύναται κυριεύειν ἐὰν μὴ ἡμεῖς ἑκοντες ὑποκατακλιθῶμεν αὐτῇ ἀλλὰ προσβάλλει μὲν οὐ κυριεύει δὲ πῶς οὖν ἐκυρίευεν ἕως τοῦ νῦν ὅτι ὑπὸ νόμον ἦσαν οἱ ὑπ' αὐτῆς κυριευόμενοι ὑπὸ νόμον ὃς ἀπεθέσπιζε μὲν τὴν τῆς ἁμαρτίας πρᾶξιν οὐκ ἐνίσχυε δὲ εἰς τὸ κρατεῖν αὐτῆς καὶ περιγίνεσθαι υμεῖς δὲ ὑπὸ χάριν ἐσμὲν ἥτις μετὰ τοῦ συμβουλεύειν καὶ διατάττεσθαι ἃ χρὴ καὶ ἐνισχύει καὶ συνεργεῖ εἰς τὴν πρᾶξιν αὐτῶν καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ τὰς προγεγενημένας ἡμῖν ἁμαρτίας ἐξαλείφει
32233rRom.6.14κβ ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει οὐ γὰρ ἐστε ὑπο νόμον ἂλλ ὑπο χάριν εάν φησι μὴ ἑαυτοὺς ὑποκλίνωμεν τῆι ἁμαρτίαι οὐχ ἁλισκόμεθα πως ὅτι οὐκ ἐσμεν ὑπο τὸν νόμον ἔτι τὸν ἀπαγορεύοντα μὲν τὴν ἁμαρτίαν ῥύσασθαι δὲ μὴ δυνάμενον ἂλλ ὑπο τὴν χάριν Χριστοῦ τὴν καὶ τὰς προγενομένας ἀφεῖσαν ἁμαρτίας καὶ εἰς τὸ μέλλον φρουροῦσαν ἐὰν ἡμεῖς μὴ ραθυμησωμεν
32333rRom.6.15κγ τι οὖν {ἁμαρτήσωμεν /ἁμαρτήσομεν }* ὅτι οὐκ ἐσμεν ὑπο νόμον ἂλλ ὑπο χάριν μὴ γένοιτο ἵνα μὴ ραθυμος ὁ ἀκροατὴς γένηται ὡς μὴ κυριευθησόμενος ὑπο τῆς ἁμαρτίας διὰ τὸ είναι ὑπο χάριν τὴν φρουροῦσαν ἀσφαλίζεται αὐτον
323Ph33rRom.6.15Φωτ(ιου) * οὐκ οἴδατε Ὧι πράγματι διὰ τῆς ὑπακοῆς δούλους ἑαυτοὺς παριστάνετε τούτῳ καὶ εἰς τὸ ἑξῆς δοῦλοι χρηματίσετε τῆς ἑκουσίου ὑμῶν ὑπακοῆς τὴν δουλείαν παρασχομένης ἤτοι τῆς ἐπὶ θάνατον ἀγούσης ἁμαρτίας ἢ τῆς ὡς ἀληθῶς ὑπακοῆς τῆς εἰς δικαιοσύνην χειραγωγούσης ἢ τὸ ᾧ ὑπακούετε μᾶλλον ἀντὶ τοῦ ἐν ᾧ καὶ καθ' ὃν τρόπον οἷον ὅτι ἐν τούτῳ καὶ κατὰ τοῦτον τὸν τρόπον δοῦλοὶ ἐστε ἢ τῆς ἁμαρτίας ἢ τῆς δικαιοσύνης καθὸ καὶ ἐν ᾧ θατέρᾳ αὐτῶν ὑπακούετε ἵνα γὰρ μή τις εἴπῃ πῶς ἐστι δοῦλον τούτων γενέσθαι τὸν τρόπον τίθησι
32433rRom.6.16κδ οὐκ οἴδατε ὅτι ὧι παριστάνετε ποιεῖτε ἀποδείκνυτε παρασκευάζετε
32533rRom.6.16κε ἑαυτοὺς δούλους εἰς ὑπακοήν οὐ λέγω φησι τὴν γέενναν οὐδε τὰ ἐκεῖ δικαιωτήρια αυτὴ ἡ αἰσχύνη οὐχ ἱκανὴ ἀναχαιτίσαι ὑμᾶς ὅτι καταδουλοῦτε ἑαυτοὺς τῆι ἁμαρτίαι ὑπο Χριστοῦ ἐλευθερωθέντες
32633rRom.6.16κϛ δοῦλοὶ ἐστε ὧι ὑπακούετε ἐκείνου φησιν ἐστε τοῦ πράγματος δοῦλοι ὧι ὑπακούετε
32733rRom.6.16κζ ἤτοι ἁμαρτίας εἰς θάνατον ἤτοι τῆς εἰς θάνατον ἀγούσης ἁμαρτίας φησιν ἡ τῆς ὑπακοῆς τοῦ θεοῦ τῆς εἰς δικαιοσύνην ἀγούσης
32833rRom.6.16κη ἡ ὑπακοῆς εἰς δικαιοσύνην ἀπὸ κοινοῦ δοῦλοὶ ἐστε
32933rRom.6.17κθ χάρις δὲ τῶι θεῶι ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας ὑπηκούσατε φοβήσας αὐτοὺς τῆι δουλείαι τῆς ἁμαρτίας καὶ τῶι ἐκ ταύτης θανάτωι τῶν εὐεργεσιῶν ὑπομιμνήσκει τοῦ θεοῦ παραμυθούμενος τε αὐτοὺς καὶ δεινκὺς εὐκολώτερον τὸ μέλλον πρὸς σωτηρίαν
33033vRom.6.17λ δὲ ἐκ καρδίας μηδενός φησι βιασαμένου μηδὲ ἀναγκάσαντος τοῦτο δὲ καὶ ἐγκώμιον ἐστιν αὐτῶν
33133vRom.6.17λα εἰς ὃν παρεδόθητε τύπον διδαχῆς εἶτα ἐπειδὴ εἶπεν αὐθαίρετον αὐτῶν είναι τὴν προθυμίαν λοιπὸν λέγει καὶ τὴν τοῦ θεοῦ βοήθειαν ὑμεῖς μὲν γάρ φησιν ἑκοντες ὑπηκούσατε ὁ δὲ θεὸς ὑμᾶς εἰς τὸν τύπον τοῦτον τῆς διδαχῆς παρέδωκε ποῖον τὸ ὀρθῶς ζῆν ἐθέλειν καὶ ὑγιαίνειν περὶ τὰ δόγματα τύπον δέ φησι διδαχῆς οἷον ὅρον καὶ κανόνα
33233vRom.6.18λβ ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῆι δικαιοσύνηι οὐ μόνον γάρ φησι ὁ θεὸς ἠλευθέρωσεν ἡμᾶς τῆς ἁμαρτίας ἀλλὰ καὶ εδουλωσεν τῆι δικαιοσύνηι
332Ph33vRom.6.18Φωτ(ιου) * ἐλευθερωθέντες Ἀνθρώπινον λέγω φησὶ τὸ ἐδουλώθητε οὐ γὰρ ἐστι τοῦτο κατὰ ἀλήθειαν δουλεία τὸ κατὰ τὴν δικαιοσύνην πολιτεύεσθαι ἀλλὰ τοῦτο ἡ ἀληθὴς ἐλευθερία καὶ εὐδαιμονία τὶ οὖν καλεῖς αὐτὴν δουλείαν εἰ μὴ ἐστι δουλεία διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν φησὶ τοῦτ' ἔστιν ἐπειδὴ ἀντιπίπτειν δοκεῖ τὸ φρόνημα τῆς σαρκὸς καὶ τραχύνεσθαι καὶ ἀλγύνεσθαι κατ' ἀρχὰς πρὸς τὰ ἐπιτάγματα τῆς δικαιοσύνης διὰ τοῦτο τὸ ἀπὸ τῆς ὑμετέρας σαρκὸς ἀσθενὲς καὶ ἀλγυνομενον λογιζόμενος κατὰ τὴν ἀνθρωπίνην συνήθειαν δουλείαν αὐτὸ ἐκάλεσα καὶ γὰρ εἰώθαμεν ἐφ' ὧν ἀλγυνομενοι καὶ ἄκοντές τι πράττομεν τὸ τῆς τυραννίδος καὶ δουλείας ὄνομα τιθέναι οὕτω γοῦν καὶ ὁ Παῦλος φησιν ὅτι κατ' ἄνθρωπον λέγω τὸ ἐδουλώθητε τῇ δικαιοσύνῃ εἶτα κατασκευάζει αὐτὸ καὶ ἐκ τοῦ ἐναντίου ὥσπερ γὰρ φησὶ τὰ τῆς ἀκαθαρσίας πράττοντες δοῦλοι ἦτε τῆς ἀκαθαρσίας οὕτω τὰ τῆς δικαιοσύνης ἐπιτελοῦντες δοῦλοι οὐκ ἀπεικοτως ἂν καλεῖσθε {τῆς δικαιοσύνης εἶτα /τῆς δικαιοσύνης τοῦτο δὲ καὶ ἐντρέπων ἅμα ἐπήγαγεν εἰ γὰρ δοῦλοι εἶναι οὐκ ᾐσχύνεσθε τῆς ἀκαθαρσίας πῶς οὐκ ἂν καὶ μέγα φρονήσητε δοῦλοι καταξιωθέντες γενέσθαι τῆς δικαιοσύνης εἶτα }* κατασκευάζει τοῦτο καὶ ἑτέρως καὶ προϊὼν δείκνυσι τῆς τοιαύτης δουλείας τὸ ἀξίωμα συμπερανάμενος ὅτι αὕτη ἡ δουλεία δούλους ποιεῖ τοῦ θεοῦ οὗ τὶ ἂν εἴη ἐλευθερώτερον ἢ εὐδαιμονέστερον καὶ γάρ φησι νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ θεῷ καὶ ἑξῆς Ἢ τὸ ἀνθρώπινον λέγω εἰ νοηθείη καθ' ὑπερβατον ὡς ἐφεξῆς ὀφεῖλον τάττεσθαι τοῦ οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμον εἰ οὖν οὕτως ἐκληφθείη σημαίνοι ἂν ὅτι μέτριον τι εἶπον καὶ ταπεινὸν ταῦτα εἰπὼν ὁ γὰρ τὸ τέλειον λέγων εἴποι ἂν ὅτι παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ μὴ πρὸς τῇ ἁμαρτίᾳ ἀλλὰ πολὺ μᾶλλον σπουδαιότερον καὶ προθυμότερον νῦν δὲ διὰ τὸ ἀσθενὲς ὑμῶν φησὶν οὕτως εἶπον ταπεινῶς καὶ μετρίως
33333vRom.6.19λγ ἀνθρώπινον λέγω διὰ τὴν ασθενενιαν συμμετρον τι φησι λέγω καὶ μικρὸν οὐχ ὑπερβαῖνον τὸ τῆς φύσεως ἀσθενές
33433vRom.6.19λδ τῆς σαρκὸς ὑμῶν οὐκ εἶπε τῆς προαιρέσεως ἡ τῆς προθυμίας ὅπερ ἦν ἐκείνων ἀδίκημα ἀλλὰ τῆς σαρκός φησιν ὁ παραγνωμην αὐτῶν ἐγίνετο ἀνεπαχθῆ τὸν λόγον ποιῶν
334ex33vRom.6.19 s ἀνθρώπινον λέγω διὰ τὴν ασθενενιαν τῆι φύσει μέτρῳ φησι τὴν παραίνεσιν οἶδα γὰρ τὰ ἐν τῶι θνητῶι σώματι κινούμενα πάθη
33534rRom.6.19λε ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῆι ἀκαθαρσίαι καὶ τῆι ἀνομίαι εἰς τὴν ἀνομίαν οὕτως νυν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῆι δικαιοσύνηι εἰς ἁγιασμον πολλῶι μὲν μείζονα ἔδει τῶι Χριστῶι τὴν δουλείαν παρασχεῖν καὶ τῆι δικαιοσύνηι ἤπερ ὅσην παρέσχετε τῆι ἀκαθαρσίαι καὶ τῆι ἀνομίαι πλὴν διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς τὴν ἴσην ἀπαιτῶ
33634rRom.6.20λϛ ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐλεύθεροι ἦτε τῆι δικαιοσύνηι ὅτε φησι ἐν ἁμαρτίαις ἐζῆτε τοσοῦτον ὑπηκούετε τῆι ἁμαρτίαι ὡς μηδ ὅτι οὖν πράττειν καλὸν τοῦτο γὰρ δηλοῖ τὸ ἐλεύθεροι ἦτε τῆ δικαιοσύνη τουτέστιν ἐν οὐδενὶ ἦτε ὑποτεταγμένοι αὐτῆι οὐκοῦν καί νυν ἐπεὶ μετέστητε εἰς τὴν δικαιοσύνην ἐλεύθεροι γένεσθε τῆι ἁμαρτίαι τοῦτο γὰρ συνυπακούειν ὁ σκοπὸς τοῦ ἀνώτερο κεφαλαίου ἀπαιτεῖ
33734rRom.6.21λζ τινα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νυν ἐπαισχύνεσθε τι οὖν τὸ ὄφελος ὑμῖν φησιν τῆς ταλαιπωρίας οὐδὲν δηλονότι τὸ ἐπαισχύνεσθαι ὑμᾶς νυν οὕτως γὰρ κακὸν ἡ ἁμαρτία ὅτι καὶ μετὰ ἀπαλλαγὴν αἰσχυνεταί τις ἐπ' αὐτῆι
33834rRom.6.21-Rom.6.22λη τὸ γὰρ τέλος ἐκείνων θάνατος νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῶι θεῶι ἔχετε οὐ μόνον ἀπὸ τὰ αἰσχύνης ἀλλὰ καὶ ἀπὸ τῶν ἀποτελεσμάτων κατασκευάζει τὸ μοχθηρὸν τῆς ἁμαρτίας τὸ τέλος ἐκείνων φησι θάνατον ἔχει τοῦτον δὴ τὸν νοητόν
33934vRom.6.22λθ τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμον τὸ δὲ τέλος ἐκείνων μέν φησιν ὁ καρπὸς θάνατος καὶ αἰσχύνη τούτων δὲ ὁ καρπὸς ἁγιασμὸς καὶ ζωὴ ἂλλ ὅμως καὶ τούτων οὕτως ὄντων φησιν οὕτως τῶι θεῶι δουλεύσατε ὥσπερ καὶ τῆι ἀκαρθασίαι καὶ τῆι ἀνομίαι
34034vRom.6.22μ ζωὴν αἰώνιον ἐκ τῶν δεδομένων τὰ προσδοκώμενα πιστοῦται τουτέστιν ἀπὸ τοῦ ἁγιασμο τὴν αἰώνιον ζωήν
34134vRom.6.23μα τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος τὸ δὲ χάρισμα τὰ ὀψώνια οἷον ὁ καρπὸς ὅρα δὲ ἐξ ὧν ἐπεξέρχεται τῶι λόγωι ἀσφαλεστέρους τε αὐτοὺς πρὸς τὸ μέλλον ποιεῖ καὶ εὐχαρίστους ὧν ἐῤῥύσθησαν
34234vRom.6.23μβ τοῦ θεοῦ ζωὴ αἰῶνος ἐν Χριστῶι Ἰησοῦ τῶι κυρίωι ἡμῶν οὐκ εἶπεν ὁ μισθὸς τῶν κατορθωμάτων ἀλλὰ χάρισμα δεικνὺς ὅτι οὐκ ἐκ καμάτων ἀλλὰ κατὰ χάριν ἀπηλλάγησαν τῶν ἁμαρτιῶν
34334vRom.7.1μγ ἡ ἀγνοεῖτε ἀδελφοὶ γινώσκουσι γὰρ νόμον λαλῶ μετ' ἐγκωμίου
34434vRom.7.1μδ ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῆ εἶπεν ἄνω ὅτι ἀπεθάνομεν τῆι ἁμαρτίαι τοιγαροῦν οὐ κυριεύει ἡμῶν τῶν ὅσον ἐπ' αὐτῆι νεκρῶν νυν δὲ θέλει δεῖξαι ὅτι οὔτε ὁ νόμος ἡμῶν κυριεύει ἀνθρώπινον δὲ λέγει παράδειγμα εἶτα προϊὼν δείκνυσιν ὅτι οὐ μόνον ἡμεῖς ἀπεθάνομεν τῶι νόμωι ἀλλὰ καὶ ὁ νόμος ἀπέθανεν τῆι ἐπιφανείαι τοῦ Χριστοῦ
34534vRom.7.2με ἡ γὰρ ὕπανδρος γυνὴ τῶι ζῶντι ἀνδρὶ δέδεται νόμωι εὰν δὲ ἀποθάνῃ οὐκ εἶπεν ἀνδρὸς ἡ γυναικὸς ἀλλὰ ἀνθρώπου ἵνα ἀμφοτέρους δηλώσῃ
345Pha34vRom.7.2Φωτ(ιου) * τὸ γὰρ ὀψώνια ἃ διὰ τῆς ἁμαρτίας ὠνούμεθα ἃ ἡμῖν ἐκείνη πραττομένη ἀντιδίδωσι καὶ προξενεῖ
345Phb34vRom.7.2Φωτ(ιου) * ἐφ' ὅσον χρόνον τὶς ἢ δηλονότι ὁ ἀνὴρ ἐλλειπτικῶς οὖν εἴρηται σαφὲς δὲ αὐτὸ ποιεῖ τὸ ἐπαγομενον
34634vRom.7.2-Rom.7.3μϛ ὁ ἀνὴρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρὸς ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρματίσει εὰν γένηται ἀνδρὶ ἑτέρωι ενταξει τοῦ ἀνδρὸς τέθεικε τὸν νόμον ενταξει δὲ γυναικὸς τοὺς πιστεύσαντας
346Ph34vRom.7.3Φωτ(ιου) * εὰν δὲ ἀποθάνῃ ἀπὸ τοῦ νόμου τοῦ νομοθετοῦντος περὶ τοῦ ἀνδρὸς καὶ δεσμοῦντος τὴν γυναῖκα πρὸς αὐτον κατήργηται ἀντὶ τοῦ ἀπολέλυται ἠλευθέρωται
34735rRom.7.3μζ εὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ ἐλευθέρα ἐστιν ἀπὸ τοῦ νόμου τοῦ μὴ είναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρωι ἐν τῶ παραδείγματι τὸν νόμον ὑποτίθεται ἀποθανόντα ἂλλ οὐκ ἐν τῶι συμπεράσματι ἵνα μὴ ἐπαχθῆ ποιήσῃ τὸν λόγον
34835rRom.7.4μη ώστε ἀδελφοί μου καὶ ὑμεῖς ἐθανατώθητε τῶι νόμωι ἐν τῶι συμπεράσματι οὐκ εἰσάγει ἀποθανόντα τὸν νόμον διὰ τὸ μὴ δόξα είναι ἐπαχθὴς Ἰουδαίοις γὰρ λαλεῖ ἀλλὰ τοὺς πιστεύσαντας εἰσάγει τῶι θανάτωι Χριστοῦ ἀποθανόντας ἀπὸ τοῦ νόμου διὸ καὶ ἐλευθερωθέντας εἰ οὖν τοῦ νόμου ἀποθανόντος οὐκ ἐστι παραβάτης ὁ καταλιμπάνων αὐτον καὶ πιστεύων τῶι Κυρίωι πολλῷ μᾶλλον ἂν καὶ αὐτός τις ἀποθάνῃ ὥσπερ φησι καὶ ἡμεῖς ἀποθάνουμεν λέλυται ἀπὸ τοῦ νόμου καὶ οὐκ ἐστι παραβάτης ὁ πιστεύων τῶι Χριστῶι
348ex35rRom.7.4Βασιλειου * τοῦ νόμου ἐπεξιέναι τοῖς ἀδικοῦσιν ἡ πλήττουσιν ἐπιτρέποντος ὁ κατὰ τὸ εὐαγγέλιον ἐπὶ τῆ πρώτη πληγὴ καὶ τῆι ἀφαιρέσει τοῦ χιτῶνος μακροθυμήσας τεθνηκετωι νόμωι καὶ τέθνηκεν ἡ τοι κατήργηται τούτωι ὁ νομως προσθεὶς δὲ καὶ τὸ ἱμάτιον καὶ τὴν ἄλλην στρέψας σιαγόνα ἐν καινότητι ζωῆς περιπάτει
34935rRom.7.4μθ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι {ὑμᾶς ἑτέρωι /ὑμᾶς ἀνδρὶ ἑτέρωι }* τοῦ θανατωθέντος ὑπὲρ ἡμῶν συναπεθάνομεν γὰρ αὐτω ἐν τῶι βαπτίσματι καὶ οὐκ ἐσμεν ἑαυτῶν ἠγοράσθημεν γὰρ τιμῆς
35035rRom.7.4ν τῶι ἐκ νεκρῶν ἐγερθέντι ὡς τοῦ νόμου ἀποθανόντος διὸ οὔτε παραβάται εὑρεθησόμεθα
35135rRom.7.4να ἵνα καρποφορήσωμεν τῶι θεῶι εἶτα προτρέπει ἐλπίσι κρείττοσι τότε γάρ φησι τῶι θανάτωι ἐκαρποφοροῦμεν τὸ πᾶν ἐκεῖνο πράττοντες νυν δὲ τῶι θεῶι
351ex35rRom.7.5Θεοδωρητου s ὅτε γὰρ ἦμεν ἐν τῆι σαρκί τουτέστιν ἐν τῆι κατὰ νόμον πολιτεία σάρκα γὰρ τὰς τῆι σαρκὶ δεδομένας νομοθεσίας ὠνόμασε τὰς περὶ βρώσεως καὶ πόσεως καὶ λέπρας καὶ τῶν τοιούτων
35235rRom.7.5νβ ὅτε γὰρ ἦμεν ἐν τῆι σαρκὶ τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου τουτέστιν ἐν τῶι σαρκικῶ βίωι οὐκ εἶπε δὲ ἐν τῶι νόμωι ἵνα μὴ ἀπαράδεκτος γένηται ἔτι γὰρ ἔσεβον τὸν νόμον
35335rRom.7.5νγ ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν οὐ γὰρ ἤιδειν φησι τὴν ἐπιθυμίαν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις τὰ διὰ τοῦ νόμου γνωριζόμενα καὶ πάλιν οὐκ εἶπεν ἐνεργεῖ τὰ μέλη ἵνα μὴ κατηγορήσῃ τῆς σαρκὸς ἀλλὰ ἐνηργεῖτο
35435rRom.7.5νδ εἰς τὸ καρποφορμῆσαι τῶι θανάτωι δεικνὺς ἔξωθεν παραγενόμενα ἐνέργειαι τοῦ σατανᾶ εἰς τὸ συνεισενεγκεῖν τῶι θανάτωι διὰ γὰρ τῶν ἁμαρτιῶν τῶι θανάτωι καρποφοροῦμεν
35535vRom.7.6νε νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες ἐν ὧι κατειχόμεθα πάλιν τὸ ἐπαχθὲς φεύγων οὐκ εἶπε κατήργηται ὁ νόμος ἂλλ ἡμεῖς ἀπὸ τοῦ νόμου τουτέστιν ἀπολελύμεθα διά τι ἐπειδὴ ἀπεθάνομεν διὰ τῆς ἁμαρτίας αυτὴ γὰρ ἡ κατέχουσα καὶ ἠγέρθημεν οὐ διὰ τοῦ νόμου ἀλλὰ διὰ τοῦ Χριστοῦ δῆλον οὖν ὅτι ἀπὸ μὲν τοῦ νόμου ἀπολελύμεθα ὡς ἀποθανόντος ὑπετάγημεν δὲ τῶι ρυσαμένωι ἡμᾶς τοῦ θανάτου Χριστῶι
35635vRom.7.6νϛ ώστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος εἶτα ἵνα μὴ νομίσωσιν ὅτι ἀπολυθέντες τοῦ νόμου λοιπὸν ἃ βούλονται ἀκινδύνως πράττουσιν ἐπάγει άλλην δουλείαν ἀκριβεστέραν τὴν τοῦ πνεύματος καλῶς δὲ τὸ καινότητι ἐπειδὴ οὐ τὰ αυτὰ ἐν τῆι νέα ἐπιτετάγμεθα ἅπερ οἱ πάλαι ἐν τῶι νόμωι ἀλλὰ καινὰ καὶ νέα παραγγέλματα καὶ φιλοσοφώτερα ὡσεὶ εἶπεν ἵνα δουλεύωμεν τοῖς νέοις τοῖς ἐκ τοῦ πνεύματος ἐπιταγεῖσι καὶ γὰρ τοῖς μὲν ἀρχαίοις τὸ μὴ φονεύειν ἡμῖν δὲ τὸ μὴ δὲ ὀργίζεσθαι ἐκείνοις μὴ μοιχεύειν ἡμῖν δὲ τὸ μηδὲ περιέργως ὁρᾷν ἐπιτέτακται
35735vRom.7.6νζ καὶ οὐ παλαιότητι γράμματος οὐκέτι γὰρ ὁ νόμος ἐπιτάσσει ἀλλὰ τὸ πνεῦμα εἰπὼν δὲ παλαιότητι ἔδειξε τὸ σαθρὸν τοῦ νόμου καὶ ἀχρεῖον πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον φησι ἐγγὺς ἀφανισμοῦ
357Ph35vRom.7.6Φωτ(ιου) * τι οὖν ἐροῦμεν Οὐκ εἶπε τὶ οὖν ὁ νόμος ἀπέθανεν ἢ κατήργηται τοῦτο γὰρ ἐβούλετο ἀλλ' ὅπερ μηδὲ αὐτῷ ἐδοκει τὶ οὖν φησὶν ὁ νόμος ἁμαρτία διὸ ἐπάγει μὴ γένοιτο ἅμα κἀκείνους λεαίνων καὶ τὸ αὐτοῦ οὐκ ἀναιρῶν οὐ γὰρ εἰ μὴ ἐστιν ἁμαρτία ἤδη καὶ οὐκ ἀπέθανεν ἢ οὐ κατήργηται ὅπερ ἐκεῖνος καὶ ἐδείκνυ καὶ ἐβούλετο
35835vRom.7.7νη τι οὖν ἐροῦμεν ὁ νόμος ἁμαρτία ἐπειδὴ εἶπεν ἵνα δουλεύωμεν ἐν καινότητι πνεύματος ὡς τοῦ μὲν πνεύματος σώζοντος φησι τι οὖν εἴποι τις ὅτι ὁ νόμος ἁμαρτωλὸς ἐστιν ἡ ἁμαρτίας πρόξενος οὐ τοῦτό φησι λέγω ἂλλ ὅτι πρόξενός μοι τοῦ γνῶναι τὴν ἁμαρτίαν οὐκοῦν καὶ χειρόνως τιμωρηθῆναι ὅτι ἐν γνώσει λοιπὸν ἁμαρτάνω ὅμως κατὰ μικρὸν δείκνυσι τὸν νόμον καὶ κατασκευαστικὸν τῆς ἁμαρτίας οὐ μὴν παρὰ τὴν οἰκείαν φύσιν ἀλλὰ παρὰ τὴν αὐτῶν κακίαν
35935vRom.7.7νθ μὴ γένοιτο ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου τήν τε γὰρ ἐπιθυμίαν οὐκ ἤιδειν μετετραπη φησι ὁ νόμος τὴν φύσιν καὶ γέγονεν εἰς ἁμαρτίαν ὠθῶν οὐχί φησι
359ex35vRom.7.7Σευηρου * s οὐκ ἔγνων εἰ μὴ διὰ νόμου τήν τε γὰρ ἐπιθυμίαν οὐκ ἤιδειν οὐκ εἶπεν ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἐποίησα εἰ μὴ διὰ νόμου ἂλλ οὐκ ἔγνων ώστε οὐ τοῦ ποιεῖν ἀλλὰ τοῦ διαγνιωσκειν τὴν ἁμαρτίαν ὁ νόμος αἴτιος παιδευτικὸς ὧν καὶ μὴ συγχωρῶν διὰ τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλογων ἐκπίπτειν φύσιν
36036rRom.7.7ξ εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις οὐχ ὁ νόμος αἴτιος φησι τῆς ἁμαρτίας ἂλλ ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἡ ἐστιν ὁ νόμος ἐξηπάτησέ με ὅρα πως ἠρέμα δείκνυσι πρόφασιν τῆς ἁμαρτίας τὸν νόμον φανερῶς δὲ οὐ λέγει ἵνα μὴ προστῇ αὐτοῖς
360ex36rRom.7.8Σευηρι(ανου) s ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατεργασατο ἐν ἐμοι πᾶσαν ἐπιθυμίαν χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά ἁμαρτίαν ἔοικε λέγειν τὸν διάβολον ὥσπερ οὖν τὴν σωτηρία ζωὴν ἡ γραφὴ καλεῖ καὶ δικαιοοσυνην τῶι ζωῆς καὶ δικαιοσύνης αἴτιον είναι οὕτω καὶ τὴν ἐναντίαν δύναμιν ἐκ τῆς οἰκείας ἐνεργείας ποτε μὲν ἁμαρτίαν ποτε δὲ ψεῦδος καὶ θάνατον καλεῖ οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς εἰπὼν ἡ ἁμαρτία ἀνέζησεν τὸν διάβολον δηλοῖ λοιπὸν οὖν διὰ τῆς ἐντολῆς ἀφορμὴν ὁ διάβολος ἔλαβεν ὅτι τὰ παραγγέλματα τοῦ νόμου ὡς ὕλην τινα τῆς ἑαυτοῦ τέχνης ποιησάμενος εἰς τὸ ἐναντίον ταῖς ἐντολαῖς περιέτρεπε τὸν ἄνθρωπον δῆλον δὲ ὅτι δι' ἑαυτοῦ ὁ ἀπόστολος τὸν κοινὸν ἄνθρωπον δηλοῖ
36136rRom.7.8ξα * καλῶς τὸ πᾶσαν ἦν γὰρ καὶ πρὸ τοῦ νόμου ἐπιθυμία ἐπεὶ διά τι ὁ κατακλυσμὸς γέγονε καὶ τὰ σόδομα ἀπώλετο ἀλλά νυν φησι καὶ ἃς οὐκ ἤιδειν ἐπιθυμίας ἔμαθον ἐκ τοῦ νόμου καὶ μαθὼν ἐποίησα
361Ph36rRom.7.8Φωτ(ιου) * χωρὶς γὰρ νόμου Ἡ μὲν ἁμαρτία νεκρὰ ἐγὼ δὲ ἐν ζωῇ ἅτε μὴ ἐνοχλούμενος μηδὲ νυττόμενος μηδὲ νεκρούμενος ὑπ' αὐτῆς πῶς οὖν ἀνέζησεν ἐκείνη διὰ τοῦ νόμου τίνα τρόπον ὅτι τοῦ νόμου δοθέντος μᾶλλον ἐκείνη πρὸς ἐπίθεσιν παρωξύνθη καὶ οἷον ἐπηρεάσαι ὥρμησεν ἅτε δὴ καὶ στεφανοῦσθαι μέλλοντα τὸν φυλάξοντα τὴν ἐντολὴν ὑπολογιζομένη καὶ διὰ τοῦτο μᾶλλον διαβασκαίνουσα καὶ ἐγὼ πάλιν γνοὺς διὰ τῆς ἐντολῆς τὴν ἁμαρτίαν ὡς ἐν γνώσει πράττων ἃ φεύγειν ἔδει μᾶλλον κατὰ τοῦτο ἡμάρτανον καὶ μᾶλλον αὐτὴν κατ' ἐμαυτοῦ ἐπερρώννυον ἰσχὺν αὐτῇ διὰ τῆς κατὰ γνῶσιν ἀτοπου πράξεως ἐπιχορηγῶν καὶ οἷον ἀσθενῆ καὶ νενεκρωμένην οὖσαν ἐνισχύων καὶ ἀναζωπυρῶν ἡ δὲ ζήσασα ἐμὲ ἐνέκρωσεν πρὸ δὲ τοῦ ἀναζῆσαι ἐκείνην ἐγὼ ἔζων μᾶλλον τοῦτο δὲ ἦν πρὸ τοῦ νόμου καὶ τῆς ἐντολῆς ὥστε εἰ καὶ μὴ ὁ νόμος ἁμαρτία ἀλλ' οὖν ἐκείνου δοθέντος κατὰ δύο τρόπους ἡ ἁμαρτία ἀνέζησεν αὐτῆς τε ἐκείνης μᾶλλον πρὸς ἐπίθεσιν ἀνακινηθείσης καὶ διεγερθείσης καὶ ἡμῶν τῇ κατὰ γνῶσιν ἐκτοπῳ πράξει ἐνισχυσάντων αὐτὴν καὶ τὴν καθ' ἡμῶν ἐπιβολὴν σὺν παρρησίᾳ παρασχομένων ἀλλ' ἐκείνη μὲν ἀνέζησεν ἐγὼ δὲ ἀπέθανον
36236rRom.7.9ξβ ἐγὼ δὲ ἔζων ἀνενέργητος εἰ γὰρ ἐνήργει καὶ πρὸ τοῦ νόμου ἂλλ οὐ τοσοῦτον καθεύδειν ἐδόκουν φησι αἱ πλείους ἁμαρτίαι καὶ τεθαναναι οὐ γὰρ ἤιδειν τὰς πλείους καὶ ἐν ἀγνοίαι πράττων οὐχ οὕτως ἡμάρτανον
36336rRom.7.9ξγ χωρὶς νόμου ποτε ἔζων χωρὶς νόμου πρὸ τοῦ δοθῆναι τὴν ἐντολὴν τοῖς πρωτοπλάστοις τὴν ἐν παραδείσῳ ζωήν
36436vRom.7.9ξδ ποτε ἐλθούσης πρὸ Μωσέως δηλονότι ἔζων φησιν οὐκ ἤμην νεκρὸς τῶ πλήθει τῶν ἁμαρτιῶν τότε γὰρ μόνον εἶχον κατήγορον τὸν φυσικὸν νόμον νυνὶ δὲ καὶ τὸν γραπτὸν νόμον ὁρᾷς πως ἐκ περιστάσεως ἔβλαψεν ὁ νόμος
36536vRom.7.9-Rom.7.10ξε δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν ἐγὼ δὲ ἀπέθανον καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αυτὴ εἰς θάνατον ἐντολήν φησι τὸν νόμον εἰπὼν δὲ ἀνέζησεν ἔδειξεν ὅτι ἦν μὲν ἡ ἁμαρτία ἂλλ ἡσύχαζεν ὁ δὲ νόμος εὐεργετῶν ἐφανέρωσεν αὐτὴν ἵνα φύγωμεν αὐτὴν ἂλλ ἡ περίστασις τοὺς μὴ φυγόντας ἔβλαψεν εἰ οὖν εἰς ζωήν μοι δοθεῖσα οὕτω γὰρ εἶχε φύσεως εἰς θάνατόν μοι γέγονε διὰ τὴν ἐμῶν ραθυμιαν οὐ διὰ τὴν αὐτῆς φύσιν
36636vRom.7.11ξϛ ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με καὶ δι' αὐτῆς ἀπέκτεινεν πάλιν τὰ αὐτὰ ποικίλως κατασκευάζει καὶ εἰκοτως μεγάλην γὰρ εἶχε δόξαν ὁ νόμος δείκνυσιν οὖν αὐτον μηδὲν ὠφελοῦντα ἂλλ ἐκ περιστάσεως καὶ βλάψαντα ποιεῖ δὲ τοῦτο ἵνα εὐπαράδεκτος γένηται κηρύσσων τοῦ ἀφεῖναι μὲν τὸν νόμον προσδραμεῖν δὲ τῆ πίστει Χριστοῦ
366Ph36vRom.7.11Φωτ(ιου) * Ἡ γὰρ ἁμαρτία ἀφορμὴν ἀνωτέρω εἰπὼν ὅτι ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν ἐπάγει ὅτι οὐ μόνον πᾶσαν ἐπιθυμίαν κατειργάσατο ἀλλὰ καὶ ἐθανάτωσέ με αὕτη μοι γενομένη εἰς θάνατον εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συνείρειν καὶ τὴν ἀκολουθίαν ἐνδεικνύναι τῶν πραγμάτων ἐν τοῖς λόγοις ἀνατρέχει καὶ τίθησι πῶς κατειργάσατο πᾶσαν ἐπιθυμίαν καί φησιν ὅτι ἀφορμὴν λαβοῦσα ἐξηπάτησέ με εἶτα ἀφῆκε τὸ προρρηθὲν νοεῖν ἐνταῦθα ὅτι ἐκ τούτου δὲ |εἰρ?| γάσατο τὴν ἐπιθυμίαν καὶ τοῦτο ἀφεὶς ἐπισυνάπτει τὸ τέλος καὶ ἀπέκτεινεν ἳν ᾖ κατὰ συνέχειαν εἴ τις ἀναλάβοι οὕτως αὐτῷ εἰρήμενον ἀφορμὴν λαβοῦσα ἡ |ἁμαρτία?| κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν τὴν δὲ ἐπιθυμίαν κατειργάσατο ἀπατήσασα ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν ἀπέκτεινέ με ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας ἡ δὲ ἐπιθυμία τοῦ θανάτου τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς διὰ τοῦ ἀγαθοῦ τὸ κάκιστον ἐργαζομένης
36736vRom.7.12ξζ {ὡς /ώστε }* ὁ μὲν νόμος Οὐ γὰρ τῆς τοῦ νόμου φύσεως ἦν τὸ βεβλάφθαι με ἀλλὰ τῆς ἡμῶν φησι κακίας καὶ ῥαθυμίας ανθ ὧν οὐκ ἐφυλάξαμεν τὰ ἐπιταχθέντα
367Ph36vRom.7.12Φωτ(ιου) * ώστε ὁ μὲν ὁ νόμος Ἅγιος ὁ νόμος ὅτι ἐφύλαττεν ἀπὸ ἀκαθαρσίας τοὺς φυλάττοντας αὐτον δίκαιος ὅτι τοῖς μὲν κατορθοῦσιν ἠμείβετο δωρεαῖς τοῖς δὲ παραβαίνουσιν ἐπετίθει τὰς τιμωρίας ἀγαθος ὅτι οὐχ ἡδομενος ταῖς τιμωρίαις ἢ ὀργῇ χρώμενος ἐκολαζεν ἀλλὰ τῆς αὐτῶν ἕνεκα σωτηρίας καὶ ὠφελείας καὶ βελτιώσεως καὶ ἔτι ὅτι μικρὰ κατορθοῦσι μεγάλα ἐχαρίζετο καὶ ἁμαρτάνοντας περιεῖπε καὶ οὐ κατ' ἀξίαν τῶν πλημμελημάτων ἐκολαζεν αὐτὸς δὲ τέως ταῦτα παραδραμὼν ἐκ τούτων συμπεραίνει ἅγιον καὶ δίκαιον καὶ ἀγαθὸν εἶναι τὸν νόμον ἤτοι τὴν ἐντολὴν ἐξ ἑνὸς μὲν ὅτι ἐδίδαξέ με γνωρίσαι τὴν ἁμαρτίαν καὶ ἐπέταξε φυγεῖν αὐτὴν ἐξ ἑτέρου δὲ ὅτι κηδόμενος καὶ φροντίζων τοῦτο ἐποίησεν εἰς γὰρ ζωὴν ἐμοὶ καὶ σωτηρίαν ταῦτα ἐποίησεν ἅγιος οὖν ὅτι ἐδίδαξε καὶ φυγεῖν ἀπὸ τῆς ἀκαθαρσίας αὐτῆς ἐπέταξεν δίκαιος ὅτι διδάξας οὕτω τὴν τιμωρίαν τοὺς μὴ φυλάξαντας ἀπαιτεῖ ἀγαθὸς δὲ πάλιν ὅτι ζωήν μοι προνοούμενος ταῦτα ἐπετέλει
367ex37rRom.7.12Θεοδω(ρητου) s ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή Νόμον τὸν Μωσαϊκὸν λέγει ἐντολὴν δὲ τὴν τῶ Ἀδὰμ δεδομένην ἁγίαν μὲν ὡς τὸ δέον διδάξασαν δικαίαν δὲ ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐπενεγκοῦσαν ἀγαθὴν δὲ ὡς ζωὴν τοῖς φυλάσσουσιν εὐτρεπίζουσαν
36837rRom.7.13ξη τὸ οὖν ἀγαθον ἐμοι γέγονε θάνατος μὴ γένοιτο ἂλλ ἡ ἁμαρτίαν ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον Ἵνα φησι δειχθῇ πως μιαρὰ καὶ ἰταμὴ καὶ ἰσχυρὰ ἡ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ τοῦτ' ἐστιν τοῦ νόμου αὐτοῦ τὸν θάνατον κατειργάσατο μεγίστην δὲ δηλοῖ τῆς ἁμαρτίας τὴν ἰσχὺν δεῖξαι θέλων τοῦ Χριστοῦ τὴν δωρεὰν ὅση ὅτι ταύτης ἡμᾶς τῆς ἰσχυρᾶς καὶ ἀφύκτου ἀπήλλαξεν
368Ph37rRom.7.13Φωτ(ιου) * ἂλλ ἡ ἁμαρτία Ἐπειδὴ τῆς ἁμαρτίας ἠθέλησε τὸ μέγεθος δεῖξαι μεῖζον δὲ ταύτης εἰς κακίαν οὐκ ἦν εὑρεῖν δι' αὐτῆς ταύτης τὸ μέγεθος αὐτῆς ἐνδεικνύμενος φησιν ἀλλ' ἡ ἁμαρτία ἵνα φανῇ ἁμαρτία τοῦτ' ἔστιν ἵνα ἐκκαλυφθῇ αὐτῆς ὁ πᾶς τῆς κακίας πλοῦτος καὶ ἡ ἰσχὺς αὐτῆς ἡ ἐν αὐτῇ ἵνα ὅπερ ἐστὶν ὅλη ὡς ὅλη γένηται ἐκφανὴς ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὑπερβολήν τινα θέλοντες παραστῆσαι δυνάμεθα ἄλλο τι ἐπιφέρειν τῷ διασυρομένῳ ὑφ' ἡμῶν οἷον μιαρὸς ἦν ἐπὶ τοσοῦτον ὁ Κάϊν ὅτι καὶ ἀδελφοκτονος ἐγένετο ὅτι καὶ θεὸν πρῶτος ἐψεύσατο καὶ τὰ ὅμοια καὶ πάλιν οὐδὲ μετὰ τὴν τῶν τεραστείων ἐπίδειξιν παρεκλήθη Φαραὼ ἀπολῦσαι τοὺς Ἰσραηλίτας ἵνα φανῇ αὐτοῦ τὸ ὠμὸν τῆς γνώμης καὶ ἀτίθασον καὶ θεομισὲς καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἔστι γὰρ εὑρεῖν τι χεῖρον τῶν ὑποκειμένων οὗ καὶ μετασχόντες οἱ πονηρευόμενοι τὰς κατ' ἐκεῖνο προσηγορίας ἐπιδέχονται ἐπὶ δὲ τῆς ἁμαρτίας ἐπεὶ ταύτης ὡς ἔφημεν οὐκ ἔστι χεῖρον εὑρεῖν αὐτὴν ἐφ' ἑαυτῆς κατηγόρησε πικρῶς ἅμα καὶ δριμέως τὸν ὄγκον αὐτῆς καὶ τὸ τυραννικὸν καὶ ἀνυπέρβλητον ἐνδεικνύμενος ἐπειδὴ δὲ ἀσαφέστερον πως ἔδοξεν εἰρῆσθαι τῇ ταυτολογίᾳ τοῦ ὀνοματος πάλιν δὲ μεταλαμβανομένου τοῦ ὀνοματος ἡ τῆς ὑπερβολῆς καὶ δριμύτητος ἔνδειξις ἐξελύετο παρονομάζει μὲν καὶ οὐ τελείως ἀφίσταται τοῦ ὀνοματος ἐν ᾧ δὲ ἐκλελύσθαι ἐδοκει τόνον ἐπάγει τῇ προσθήκῃ τοῦ καθ' ὑπερβολὴν καὶ οὕτως ἐπὶ τὸ σαφέστερον ἅμα καὶ ὁμοίως ἔντονον καὶ τοῦ δριμέως ἐμφαντικὸν μεταλαβὼν τὸν λόγον φησὶν ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία
36937rRom.7.13ξθ ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἵνα φησι δειχθῇ αὐτῆς ὁ ἅπας Ἰὸς καὶ ἡ πᾶσα κακία τὸ γὰρ καθ' ὑπερβολὴν ἐπιτάσεως ἐστιν οὐ μικρὸν οὖν ὤνησεν ὁ νόμος πᾶσαν αὐτῆς τὴν πικρίαν ἀποκαλύψας ἵνα διὰ γοῦν τοῦτο φύγωμεν αὐτήν
37037vRom.7.14ο οἴδαμεν γὰρ ὅτι ἐπειδὴ εἶπε τὸν νόμον αἴτιον τῆς ἁμαρτίας εἰ καὶ μὴ παρατην αὐτοῦ φύσιν ἵνα μὴ νομίσωσιν αὐτον κατὰ τοῦ νόμου λέγειν οὐ μόνον αὐτον κατηγορίας ἀπαλλάσσει ἀλλὰ καὶ ἐγκωμιάζει αὐτον κατηγορεῖ δὲ τῶν μὴ φυλαξάντων
37137vRom.7.14οα ὁ νόμος πνευματικὸς ἐστιν διδάσκαλος φησι ἀρετῆς πολέμιος ἁμαρτιῶν
371Ph37vRom.7.14Φωτ(ιου) * οἴδαμεν γὰρ ὅτι τουτέστι τὰ τοῦ πνεύματος βούλεται τὰ συμφέροντα ζητεῖ τῆς ψυχῆς ἐγὼ δὲ τὰς τῆς σαρκὸς ἐπιθυμίας διώκων σαρκικὸς εἰμι οὐκ εἶπεν δὲ ὅτι ὑμεῖς οἱ τῷ νόμῳ χρώμενοι καὶ παραβαίνοντες ἵνα μὴ τραχὺν καὶ ἐπαχθῆ ποιήσῃ τὸν λόγον ἀλλ' ἐγὼ φησὶ τὰ ἐκείνων ἐφ' ἑαυτοῦ σχηματίζων καὶ ἐφεξῆς δὲ οὕτως ποιεῖ τὸ τραχὺ καὶ σφοδρὸν ἐκλύων καὶ λεαίνων τῇ περὶ εαὐτὸν σχηματολογίᾳ
371ex37vRom.7.14Οικου(μενιου) * δῶρόν φησι τοῦ ἁγίου πνεύματος καὶ ὥσπερ ὑπαγόρευσις
37237vRom.7.14οβ ἐγὼ δὲ σαρκικὸς εἰμι αὐτος ὁ ἄνθρωπος οὐ καθὸ ἐστιν ἄνθρωπος ἀλλὰ καθὸ οὕτως ἑαυτοὺς ἤξαμεν ὑπο τὴν ἐπιθυμίαν φησι κείμενος τῆς σαρκὸς καὶ ἐπιτελῶν τὰ ἀρέσκοντα τῶ σώματι
37337vRom.7.14ογ πεπραμένος ὑπο τὴν ἁμαρτίαν μετὰ γὰρ τοῦ θανάτου φησι καὶ ὁ τῶν παθῶν ὑπεισῆελθεν ἐσμὸς οἷον ὀργὴ λύπη ἐπιθυμία κακὴ τούτοις φησι παραδεδομένος ἤμην τοῦτο γὰρ τὸ πεπραμένος παρεδεδόμην δὲ τῶν παθῶν ἀρχὴν λαβόντων τὴν ἐν Ἀδὰμ παράβασιν
37437vRom.7.15οδ ὁ γὰρ κατεργάζομαι οὐ γινώσκω εἶτα λέγει πως πεπράμεθα ὑπο τὴν ἁμαρτίαν οὐ γινώσκω φησι πως ἀπατῶμαι καὶ συναρπάζομαι εἰς τὴν ἁμαρτίαν κλέπτομαι φησιν ὡς μικροῦ μηδὲ εἰδέναι τι πάσχω
374Pha37vRom.7.15Φωτ(ιου) * ὁ γὰρ κατεργάζομαι Μετὰ γὰρ τὸ πραθῆναι καὶ γενέσθαι τὸν ἄνθρωπον ὑπὸ τὴν ἁμαρτίαν οὐ γινώσκει ὃ κατεργάζεται τῆς συνηθείας τῆς αἰσχρᾶς παντελῶς αὐτον κυριευσάσης καὶ μηδὲ συγχωρούσης εἰδέναι ὅτι ὃ πράττει κακὸν ἐστιν διὸ καὶ ὃ ἐμίσει ἂν εἰ ἄπρατος καὶ ἐλεύθερος ἦν καὶ ὃ οὐκ ἂν εἵλετο τοῦτο καὶ αἱρεῖται πεπραμένος ἤδη ὢν καὶ πράττει εἰ δὲ ἐλεύθερος ὢν καὶ ἄπρατος καὶ κατὰ φύσιν οὐκ ἂν εἱλομην ἃ νῦν ποιῶ συμμαρτυρῶ τῷ νόμῳ ὅτι καλὸς ἐκεῖνα γάρ μοι ψηφίζεται φεύγειν ἃ καὶ ἐγὼ ἐν τῇ κατὰ φύσιν ἐλευθερίᾳ τυγχάνων ἔκρινα φευκτέα εἶναι καὶ μισητὰ νῦν δὲ πραθεὶς φησὶ καὶ ὑπὸ τὴν ἁμαρτίαν πεσὼν ὡς ὑπ' ἐκείνης δεσποζόμενος καὶ κυριευόμενος καὶ ἐκείνῃ ὑπηρετῶν οὕτως ἐργάζομαι τὸ κακὸν ὅπερ οὐκ ἂν ἔπραξα ἐγὼ ἐν ἐλευθερίᾳ ὢν διὸ τρόπον τινὰ οὐκ ἐργάζομαι ἐγὼ αὐτο ἀλλ' ὁ κρατηθεὶς καὶ κυριευθεὶς ὑπὸ τῆς ἁμαρτίας αὐτὸς δὲ ἐμφαντικώτερον φησιν ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία ὥσπερ γὰρ ὁ τὴν οἰκίαν ἐνοικῶν ἐκεῖνος πάντα τὰ κατὰ τὴν οἰκίαν πράττῃ κἂν κέχρηται ἔν τισι τῇ οἰκίᾳ συνεργῷ οὕτω φησὶ καὶ ἡ ἁμαρτία λαβοῦσά με ἔκδοτον καὶ πραθέντα αὐτῇ ἐνῴκησε καὶ ἑαυτῆς ὅλον ἐποιήσατο πᾶν ἀγαθὸν ἀπελάσασα τῆς ἐμῆς σαρκὸς οἷον ἐπίγνωσιν ὧν πράττω μετάνοιαν ἐφ' οἷς ἁμαρτάνω καὶ εἴ τι τοιοῦτον εἶτα τὸ γὰρ θέλειν παράκειταί μοι οὐ παντάπασι δὲ φησὶν ἐξέστην ἐμαυτοῦ ὥστε μηδ' εἰδέναι τὸ ἀγαθὸν ὅλως μηδὲ ἔχειν ἐπιθυμίαν αὐτοῦ ἀλλ' ἒσθ' ὅτε διανίσταμαι πρὸς αὐτο διὰ τοῦτο γὰρ ἔφη παράκειταί μοι οἷον κεῖται παρ' ἐμοὶ ὅμοιαι νεκρῷ ὅμως διανίσταμαι κειμένου αὐτοῦ παρ' ἐμοὶ ἀλλὰ κυριευόμενος ὑπὸ τῆς ἁμαρτίας τὴν προαίρεσιν εἰς τέλος οὐκ ἄγω Ἢ οὖν ὡς εἴρηται ἢ καὶ οὕτως ἐκληπτέον τὰ εἰρημένα
374Phb38rRom.7.15* οὐ γινώσκω πραθεὶς δηλονότι οὐ γὰρ ὃ θέλω ἐλεύθερος ὢν τοῦτο πράσσω νῦν πεπραμένος ὢν ἀλλ' ὃ μισῶ ἐλεύθερος ὢν τοῦτο ποιῶ πεπραμένος ὢν εἰ δὲ ὃ οὐ θέλω ἐλεύθερος ὢν τοῦτο πράσσω πεπραμένος ὢν συμμαρτυρῶ ἐλεύθερος ὢν ὅτι καλὸς ὁ νόμος τὰ γὰρ αὐτὰ ἐκείνῳ βούλομαι τότε καὶ οὐχὶ ἃ νῦν ποιῶ Ἢ οὕτως οὐ γὰρ ὅπερ ἤθελον φησὶ καὶ ἔστεργον τυχὸν πρὸ βραχέως τοῦτο νῦν πράσσω ἀλλ' ὃ ἐμίσουν ὥστε ἐξ ὧν ὃ ἐμίσουν ποιῶ κἂν ποιῶ ὅμως διὰ τοῦ μισεῖν καλῶς τὸν νόμον λέγειν μαρτυρῶ καὶ καλὸν εἶναι πόθεν δῆλον ὅτι πεπραμένος εἰμὶ ὑπὸ τὴν ἁμαρτίαν ἐκ τοῦ μὴ εἰδέναι με ἃ ποιῶ ἐλεύθερος γὰρ καὶ ἀκυρίευτος ὢν ἀπ' αὐτῆς ἐγίνωσκον ὅ με δεῖ κατεργάζεσθαι καὶ ὑπὸ τοῦ φυσικοῦ καὶ ὑπὸ τοῦ γραπτοῦ διδασκόμενος νόμου ἀλλ' ἑκὼν αὐτῇ ὑποκατακλιθεὶς ἐκυριεύθην καὶ ἐπράθην καὶ διὰ τοῦτο οὐδε οἶδα τὶ κατεργάζομαι
37538rRom.7.15οε οὐ γὰρ ὁ θέλω τοῦτο ποιῶ ἂλλ ὁ μισῶ τοῦτο πράσσω οὐ τοῦτο λέγει ὅτι βιάζεται με καὶ ἄκοντα ἡ ἁμαρτία ἀλλὰ τὸ ἀπατηλὸν αὐτῆς δεῖξαι θέλει καὶ ὅπως ἐκ τοῦ καταγλυκαίνειν τὴν αἴσθησιν συναρπάζει ὅτι πολλάκις οὐ καταγινώσκω πράγματος καὶ ὁ μισῶ εἰς τοῦτο συναρπάζομαι
37638rRom.7.16-Rom.7.17οϛ εἰ δὲ ὁ οὐ θέλω τοῦτο ποιῶ σύμφημι τῶι νόμωι ὅτι καλὸς νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτο ἂλλ ἡ οἰκοῦσα ἐν ἐμοι ἁμαρτία οὐ μικρὸν ἐγκώμιον τοῦ νόμου λέγει αὐτο γὰρ τὸ μὴ θέλειν τὴν ἁμαρτίαν παρὰ τῆς διδαχῆς ἔχω τοῦ νόμου πως οὖν αἴτιος ὁ διδάξας τὸ κακὸν αἴτιος δὲ ὁ οὕτως χαῦνος ὡς διὰ τὸ πρὸς καιρὸν ἡδὺ τῆς ἁμαρτίας ἐκεῖνα πράττων ὧν καὶ αὐτὸς ἐστι κατήγορος καὶ πρὶν πράξει καὶ μετὰ τὸ πρᾶξαι
37738rRom.7.18οζ οἶδα γὰρ ὅτι οὐκ οἰκεῖν ἐν ἐμοι καί πως ἁμαρτία κατεργάζεται αὐτο τὸ ἡδύ μοι φησι τοῦ πραγαματος προβάλλεται καὶ οὕτως εξαπαταμε μὴ ἐμμένειν οἷς κέκρικα καὶ βεβούλευμαι
377ex38rRom.7.18 s οἶδα γὰρ ὅτι οὐκ οἰκεῖν ἐν ἐμοι τὸ αὐτεξούσιον θέλει δεῖξαι καὶ ὅτι ὁ ἄνθρωπος κύριος τῆς ἐπ' ἄμφω τοῦ τε ἀγαθοῦ καὶ κακοῦ ῥοπῆς φησι οὖν οὐκ οἰκεῖ ἐν ἐμοι τὸ ἀγαθον οὐκ ἀποκεκληρωμένον καὶ ἀνάγκηι τινι παραμένον μοι ἔχω τὸ πράττειν τὰ ἀγαθὰ ὥστε καὶ πρὸς βίαν ἀφέλκειν με τῶν κακῶν τοῦτο γὰρ οἴκησις ἡ εἰς ἀεὶ διαμονὴ καὶ οἷον ἐγκάθισις
37838rRom.7.18οη τουτέστιν ἐν τῆι σαρκί μου ἀγαθον τὴν ἀπὸ τῆς πραβασεως εἰσοικισθεῖσαν λέγει οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῶι περὶ τῆς ἀναστάσεως
37938rRom.7.18οθ τὸ γὰρ θέλειν παράκειταί μοι τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω τὸ θέλειν φησιν ἐστι μοι οὐ ποιῶ δὲ διὰ τὴν τῆς ἁμαρτίας συναρπαγὴν καὶ γάρ με συναρπάζει ἐφ' ὧι μὴ πρᾶξαι τὰ παρ' ἐμοῦ ἐπαινούμενα ἀλλὰ τὰ ψεγόμενα
38038rRom.7.19π οὐ γὰρ ὁ θέλω ποιῶ ἀγαθον ἂλλ ὁ οὐ θέλω κακὸν τοῦτο πράσσω δείκνυσι τοσαύτην τὴν ἀπάτην τῆς ἁμαρτίας καὶ τὴν πείθω ὅτί φησι σπουδὴ {μοι πρᾶξαι /μοι πρᾶξαι τι ἀγαθον καὶ σπουδή μοι μὴ πρᾶξαι }* κακὸν καὶ ὅμως ἔπεισιν ἡ ἐπιθυμία αἰχμαλωτίζουσά με καὶ πείθουσα τῶν δεδογμένων ὑπεριδεῖν καὶ ἐσπουδασμένων καὶ τὰ αὐτῆς πρᾶξαι
38138vRom.7.20πα εἰ δὲ ὁ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτο σχεδὸν γὰρ καὶ ἀβουλήτως πρὸς τὸ κακὸν συναρπάζομαι ὡς είναι τὸ πᾶν τῶν τὴν ἁμαρτίαν ὑποτιθεμένων δαιμόνων μικρᾶς γὰρ χώρας ἐπιλαβόμενοι ἐκ τῆς ἡμῶν ῥαθυμίας τὸ ὅλον ἀνατρέπουσιν
382ex38vRom.7.20πβ Οικου(μενιου) ἂλλ ἡ οἰκοῦσα ἐν ἐμοι ἁμαρτία ἐπὶ μὲν τοῦ ἀγαθοῦ οὐκ εἶπεν οἴκησιν ἐπὶ δὲ τῆς ἁμαρτίας εἶπεν λοιπὸν γὰρ ἐκ τοῦ διαμαρτάνειν εἰς ἕξιν τινα τῆς ἁμαρτίας ἤλθομεν τὸ γὰρ ἄγαν ἔθος ἴσα φύσεως γίνεται
38338vRom.7.21πγ εὑρίσκω ἄρα τὸν νόμον τῶι θέλοντι ἀσαφὲς τὸ εἰρημένον ἐστι δὲ ἐπαινῶ τὸν νόμον φησιν κατὰ τὸ συνειδιὸς καὶ αὐτον δὲ εὑρίσκω τὸν νόμον ἐμοι τῶι τὸ καλὸν ποιεῖν προηρημένῳ προτροπὴν παρέχοντα τι οὖν μετὰ τοῦτο τὸ κακὸν πράσσω φησι ὅτι ἐμοι τὸ κακὸν παράκειται τουτέστιν ὅτι ἐπιμελῶς ἔγκειται ὥστε οὐδε βουλομένῳ μοι τὸ καλὸν πρᾶξαι ἱκανὸς ἐστι ὁ νόμος βοηθῆσαι πλὴν γὰρ τοῦ προτρέψασθαι οὐδὲν ἰσχύει τοιγαροῦν ἀφετέον τὸν νόμον τοῦτο γὰρ τὸ κατασκευαζόμενον αὐτῶι καὶ προσελευστέον τῶι Χριστῶι ὃς οὐ προτρέπεται μόνον ἀλλὰ καὶ ἀναιρεῖ τὴν προγενομένην ἁμαρτίαν διὰ τοῦ βαπτίσματος καὶ μετὰ τοῦτο σώζει καὶ βοήθει
383Pha38vRom.7.21Φωτ(ιου) * εὑρίσκω ἄρα τὸν νόμον Ἐξ ὧν εἶπον φησὶ καὶ ἐξ ὧν ἐσκοπησα τοῦτο μοι συμπεραίνεται καὶ τοῦτο εὑρίσκω ποῖον τὸ εἶναι τὸν νόμον νόμον μὲν εἰς τὸ ποιεῖν τὸ καλὸν τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν καὶ τοῦτο μόνον χαριζόμενον τὸ γὰρ κακὸν εὑρίσκω ὅτι ὁμοίως ἐμοὶ παράκειται καὶ οὐδὲν ἐβελτιώθην ἐκ τοῦ νόμου εἰ μὴ καὶ βλάβην μᾶλλον ἐδεξάμην ὅτι παρακεῖσθαί μοι καὶ οἷον ἐγγίζειν μοι τὸ κακὸν παρέσχεν ἀφορμὴν ὁ νόμος οὖν {νόμος ἐγένετο /νόμος φησιν ἐγένετο }* μοι εἰς τὸ καλὸν ἄλλο δὲ οὐδὲν πόθεν δῆλον ὅτι τὸ κακόν μοι ὡσαύτως παράκειται
383Phb38vRom.7.21* Ἢ καὶ οὕτως εὑρίσκω τὸν νόμον καλὸν ἵνα ᾖ τὸ καλὸν καὶ ἐν ὑπερβατῷ καὶ ἀπὸ κοινοῦ κείμενον εὑρίσκω φησὶ τὸν νόμον καλὸν ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν τὶ οὖν οὐ πράττεις αὐτο ὅτι τὸ κακόν μοι παράκειται ὥστε τὸ καλὸν τοῦ νόμου ἐν τῷ μόνον νομοθετεῖν ἀλλ' οὐχὶ καὶ ῥύεσθαι τοῦ κακοῦ καὶ σώζειν ἰσχύει διὸ αφεκτέον αὐτοῦ καὶ προσιτέον Χριστῷ Ἢ μᾶλλον οὕτως εὑρίσκω ἄρα τὸν νόμον τοῦτ' ἔστι κατενόησα καὶ κατελαβόμην τὴν ἰσχὺν καὶ τὴν φύσιν τοῦ νόμου ἐξεῦρον αὐτὸν ἀκριβῶς ὅτι οὐδέν μοι βοηθῆσαι ἴσχυσεν πόθεν δῆλον ὅτι θέλοντί μοι ποιεῖν τὸ καλὸν οὐδὲν ἐπικουρεῖ ἀλλ' ὁμοίως τὸ κακὸν παράκειται ἄπρακτον μοι τὸ θέλειν ποιοῦν ἐν τούτῳ οὖν εὗρον ἀκριβῶς τὸν νόμον ὅσον ἰσχύει καὶ τὶς ἐστιν ἡ φύσις αὐτοῦ ἐν τῷ ἐν ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν εὑρίσκειν ὅτι τὸ κακὸν παράκειται καὶ οὐκ ἀπελήλαται ὑπ' αὐτοῦ ἐξ ἐμοῦ καὶ εἴη ἂν καὶ τὰ ἐφεξῆς ῥηθησομενα Παύλῳ τῶν προειρημένων δύο διαλήψεων κατασκευαστικὰ ἑκατέρας ἐγχωρούσης διανοίας καὶ τὴν ἀκολουθίαν ἀπαραποδιστον {διασωζούσης ἐκλάβοις /διασωζούσης ∆υνατὸν δὲ καὶ οὕτως ἐγγύτερον τῆς λέξεως ἐκλαβεῖν εὑρίσκω ἄρα τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν κατὰ τὸν νόμον ὅτι ἐμοὶ τὸ κακὸν παράκειται καὶ γὰρ οἱ κατὰ τὸ Εὐαγγέλιον θέλοντες ποιεῖν τὸ καλὸν οὐχ εὑρίσκουσιν ὅτι παράκειται αὐτοῖς τὸ κακὸν διὰ γὰρ τοῦ βαπτίσματος ἐξώσθη καὶ ἀπελήλαται ὥστε δεῖ Χριστῷ διὰ τοῦ βαπτίσματος προσελθεῖν καταλιπόντας τὸν νόμον ἐκλάβοις }* Ἐκλάβοις δ' ἂν καὶ οὕτως εὑρίσκω τὸν νόμον οἷον σύμμαχον μᾶλλον δὲ συμφωνοῦντα τῷ θέλοντι ἐμοὶ τὸ καλὸν καὶ τὶς χρεία συμφωνίας καὶ συμμαχίας πολλῆς φησὶ διότι ἐμοὶ τὸ κακὸν παράκειται καὶ ἀντιστρατεύεται καὶ πολεμεῖ καὶ ἑξῆς αὐτὸ τοῦτο πλατύνει καὶ διασαφεῖ πῶς συμφωνεῖ ὁ νόμος πῶς ἐπιτίθεται τὸ κακὸν συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ ὥστε κατὰ τοῦτο συμφωνεῖ μοι καὶ τρόπον τινὰ συμμαχεῖ εἰ καὶ ἀσθενῶς ἔχει βοηθῆσαι ἀντιστρατευομένου γὰρ τοῦ ἑτέρου νόμου ἤτοι τοῦ τῆς ἁμαρτίας οὐχ ὑφίσταται καὶ ἐπικουρεῖ καίτοι θέλοντι αὐτὸν καὶ ἡδομένῳ αὐτῷ ἀλλ' ἀφίσταται καταλιμπάνων καὶ μὴ δυνάμενος ἑαυτῷ ἀρκέσαι αἰχμάλωτος γίνομαι εἴη δ' ἂν εἰ συνταχθείη οὕτω τῶν εἰρημένων σαφέστερον εὑρίσκω ἄρα τῷ θέλοντι ἐμοὶ τὸ καλὸν ἤτοι τὸν νόμον ὅτι ἐμοὶ τὸ κακὸν παράκειται
38439rRom.7.21πδ ἐμοι ποιεῖν τὸ καλὸν ὅτι ἐμοι τὸ κακὸν παράκειται οἷον προτροπὴν καὶ συβουλὴν παρέχοντα
38539rRom.7.22πε συνήδομαι γὰρ τῶι νόμωι τοῦ θεοῦ τέσσαρες εἰσιν ἐνταῦθα νόμο περὶ ὧν διαλαμβάνει εἰς μὲν ὁ νόμος τοῦ θεοῦ περὶ οὐ φησι συνήδομαι γὰρ τῶ νόμῳ τοῦ θεοῦ δεύτερος δὲ ὁ ἀντιστρατευομενος τρίτος περὶ οὐ φησι τῶι νόμωι τοῦ νοός μου τέταρτος περὶ οὐ λέγει τῶ νόμῳ τῆς ἁμαρτίας τῶι ὄντι ἐν τοῖς μέλεσί μου τούτων ὁ πρῶτος τὸ εὐαγγελικὸν ἐστι παίδευμα ἔξωθην διὰ τοῦ κηρύγματος εἰσιὸν καὶ ῥυθμίζον τὴν ψυχν ὁ δεύτερος ὁ ἀντιστρατευομενος καὶ οὗτος τῶν ἔξωθεν ἐστιν ἐπεισιόντων κατὰ ἐνέργειαν τοῦ πονηροῦ καὶ τὴν ψυχὴν αἰχμαλωτίζων τρίτος ὅν φησι νόμον νοὸς οὗτὸς ἐστιν ὁ τῆι φύσει ἡμῶν ἐγκατασπαρεὶς παρὰ τοῦ δημιουργὸ ἐπὶ τὰ τῶι θεῶι φίλα παροτρύνων ὁ τέταρτος ὁ τῆς ἁμαρτίας νόμος οὗτὸς ἐστιν ὁ φιλαμαρτήμων ὃς διὰ τῆς πρὸς τὸ κακὸν συνηθείας ἐν εσκιρωσεν ἐν ἡμῖν τὰς ἁμαρτίας ὅρα οὖν πως ἐκ διαμέτρου ἐναντίοις περιεστοιχίσμεθα νόμοις οἱ μὲν γὰρ δύο ἔξωθεν ἡμῖν ἐπεισρέουσιν ὁ μὲν πρὸς ἀγαθοεργίαν προκαλούμενος τουτέστιν ὁ εὐαγγελικὸς ὁ δὲ πρὸς κακίαν παρακαλῶν ὁ ἀντιστρατευομενος τοῦ πονεροῦ νόμος οἱ δὲ λοιποὶ δύο ἔνδον εἰσι καὶ τὴν ψυχὴν συνέχουσὶν ὁ μὲν τοῦ νοὸς παρὰ τοῦ δημιουργὸ ἡμῖν ἐγκατεσπαρμένος καὶ ὁδηγῶν πρὸς τὰ κρεῖττονα ὁ δὲ τέταρτος ὁ καὶ νόμος τῆς ἁμαρτίας διὰ τὴν πρὸς τὸ κακὸν ἕξιν ἐνσκιρωθεὶς ἐν ἡμῖν διὸ {πρόσχες /πρόσσχες }* πως ἀκριβῶς εἶπεν βλέπω δέ φησι ἕτερον νόμον ἀντιστρατευομενον τῶι νόμωι τοῦ νοός μου τοῦτω δὴ τῶι ἐμφύτῳ πρὸ τὰ καλὰ καὶ αἰχμαλωτίζοντὰ μὲν ἐν τῶι νόμωι τῆς ἁμαρτίας τῶι ὄντι ἐν τοῖς μέλεσί μου ὡς εἰ ἔλεγεν ἔξωθεν εἰσπνέων συγκινεῖ καὶ ἐρεθίζει πάντα τὸν ἐν ἐμοι ἀποκείμενον κονιορτὸν καὶ βόρβορον ὃν ἡ πρὸς ἁμαρτίαν μοι ἕξις ενεπιλωσε καὶ ἐνέκαυσεν
385ex39rRom.7.22 οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῶι περὶ ἀναστάσεως λόγῳ καὶ γὰρ καὶ ὁ νόμος τοῦ θεοῦ ὁ εὐαγγελικὸς κινεῖ καὶ ἐρεθίζει τὰ ἐν ἡμῖν ἔμφυτα καὶ ἐγκατεσπαρμένα παρὰ τοῦ δημιουργὸ πρὸς ἀγαθοεργίαν σπέρματα ἕκαστος γὰρ τῶν ἔξωθεν ἐπεισιόντων τὸν οἰκεῖον καὶ κατάλληλον τῶν ἔνδον καὶ ἐν ἡμῖν ὄντων νόμων κινῶν καὶ διερεθίζων ἡ εὐσεβεῖν ἡ ἀσεβεῖν ἡμᾶς προτρέπεται
385Ph39rRom.7.22* συνήδομαι γὰρ τῶι νόμωι Τρεῖς εἰσι νόμο ὁ γραπτος ὃν νόμον λέγει θεοῦ ὁ ἔμφυτος ὃν λέγει νόμον νοὸς ὁ διὰ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἡμῶν ἰσχύσας ὃν καὶ ἀντιστρατευομενον λέγει καὶ ἐν τοῖς μέλεσιν ἔχειν τὴν ἰσχὺν τοῦ ἀντιστρατεύεσθαι νόμον δὲ τοῦτον ὡς ἰσχύοντα καὶ ἔχοντα τοὺς πειθομένους αὐτῷ φησιν εἶτα οὗτος ὁ νόμος φησὶν ὁ ἀπὸ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἐπεισελθὼν ὁ ἀντιστρατευομενος αἰχμαλωτίζει με ἀλλὰ πῶς ἐπειδὴ γὰρ ἀντιστρατείαν εἶπεν ἵνα μὴ νομίσῃς ὅτι δικαίως αἰχμαλωτίζει καὶ νόμῳ πολέμου ἐπάγει καί φησιν νόμῳ ἁμαρτίας οὐ δικαίως φησὶν μὴ γένοιτο ποῖον γὰρ δίκαιον τὸν ἀλλοτριον δοῦλον καὶ ποίημα ὑφ' ἑαυτῇ ποιεῖν ἀλλὰ πῶς νόμῳ ἁμαρτίας τοῦτ' ἔστι κατὰ τὸ ἰδίωμα τῆς ἁμαρτίας με αἰχμαλωτίζει κατὰ τὸ οἰκεῖον ἔθος αὐτῆς ἐξ ἀναισχυντίας ἐκ πολλῆς ἰταμοτητος ἐξ ἐπιβουλῆς ἐξ ἐνέδρας οὐκ ἐκ τοῦ φανεροῦ ἀλλ' ἀπατῶσα συναρπάζουσα εἶτα ἵνα μή τις εἴπῃ οὐκοῦν τὸ ὅλον ἐκείνης ἐστὶ τὸ αἰχμαλωτισθῆναί με εἴπερ καὶ αἰχμαλωτίζει με καὶ τῷ οἰκείῳ ἔθει με αἰχμαλωτίζει ἐνεδρεύουσα καὶ κρυφίως ἐπιτεθεμένη ) προστίθησιν ἐν τοῖς μέλεσίν μου οἷον ὅτι τὸ ἐγκαθιδρύσαι αὐτὴν ἐν τούτοις ἐμον ἐστι καὶ ἑξῆς
38639vRom.7.22-Rom.7.23πϛ κατὰ τὸν ἔσω ἄνθρωπον βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευομενον τῶι νόμωι τοῦ νοός μου ἔσω ἄνθρωπον τὸν νοῦν ἤτοι τὴν ψυχὴν καλεῖ φησι οὖν ὅτι οὐ θέλει ὁ νοῦς πράττειν ἅπερ ὁ νόμος λέγει ἂλλ ἐν αὐτῶι φησι τῶι καιρῶι τῆς ἁμαρτίας διὰ τῆς ἁμαρτίας συναρπάζομαι ταύτην γάρ φησι ἕτερον νόμον διὰ τὸ ἴδια τινα καὶ ἔξω τοῦ νόμου ἐπιτάσσειν οὗτος τοιγαροῦν ὁ νόμος ἤτοι ἡ ἁμαρτία ἀπατᾷ με διὰ τῆς ἐν τοῖς μέλεσιν ἡμῶν καὶ ἐν ἡμῖν αὐτοῖς ἐγκειμένης ἐπιθυμίας καὶ αἰχμαλωτίζει με τὴν γὰρ ἐν ἡμῖν πρὸς τὸ συμφέρον ἐνοῦσαν ἐπιθυμίαν εἰς τὰ ἀσύμφορα τρέψασα ἡ ἁμαρτία ἡμῖν αὐτοῖς χρῆται καθ' ἡμῶν ἐπιτειχίσμασι
387ex39vRom.7.23πζ Οικου(μενιου) καὶ αἰχμαλωτίζοντά με καλῶς εἶπεν αἰχμαλωτίζοντά με μάχης γὰρ κινουμένης μεταξὺ τῆς ἁμαρτίας καὶ τῶν τοῦ νόμου ἐπιταγμάτων ἤγουν τοῦ ἀντιλέγοντος λογισμοῦ τῆι ἁμαρτίαι ἄπεισι νικήσασα ἡ αμρτια αἰχμάλωτον λαβοῦσα τὸν ταλαίπωρον ἄνθρωπον
38839vRom.7.23πη τῶι νόμωι τῆς ἁμαρτίας τῶι ὄντι νόμον ἁμαρτίας περιφραστικῶς τὴν ἁμαρτίαν καλεῖ
38939vRom.7.23πθ ἐν τοῖς μέλεσί μου τῶι διὰ τῶν μελῶν μου φησι πολεμοῦντί μοι τοῦτο δὲ οὐ κατάγνωσις τοῦ σώματος οὐ γὰρ εἰ βασιλέως οἰκίαν τύραννος καταβάλῃ ἤδη τῆς οἰκίας ἡ αἰτία
39039vRom.7.24ϟ ταλαίπωρος ἐγὼ ἄνθρωπός τις με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου τις με ῥύσεταί φησιν ἐκ τῶν σωματικῶν μου πράξεων τῶν τὸν νοητὸν επαγον τῶν θάνατον ἥτις με ῥύσεται ἀπὸ τοῦ μὴ συναρπάζεσθαι ὑπο τῶν ἐν τῶ σώματι ἐπιθυμιῶν αἱ θάνατὸς εἰσιν ἡμῖν τις με οὖν ἄλλος ἡ ὁ Χριστὸς τοῦτο γὰρ ἠρέμα ἐμφαίνει οὔτε γὰρ ὁ νόμος ῥύεται οὔτε ἡ ἐμὴ προαίρεσις σπουδάζουσα
39139vRom.7.25ϟα εὐχαριστῶ τῶι θεῶι διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν ὅτι αὐτός με φησιν ἐρρύσατο διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ
39239vRom.7.25ϟβ ἄρα οὖν αὐτος ἐγὼ τῶι μὲν νοῒ δουλεύω ὅσον φησιν ἧκεν εἰς τὴν προαίρεσιν τὴν ἐμὴν ὁ ἔλεγεν ἄνω συνήδομαι γὰρ κατὰ τὸν ἔσω ἄνθρωπον τῶι νόμωι τοῦ θεοῦ
39339vRom.7.25ϟγ νόμωι θεοῦ τῆι δὲ σαρκὶ νόμωι ἁμαρτίας ἡ γὰρ ἁμαρτία διὰ τῆς σαρκὸς καὶ τῶν αὐτῆς ἐπιθυμιῶν τὰ ἑαυτῆς ἐνεργεῖ
39439vRom.8.1ϟδ οὐδὲν ἄρα ἦν νυν κατάκριμα ὁ μὲν νόμος οὕτως φησι ὁ δέ γε Χριστὸς οὐ μόνον τῶν προγενομένων ἀπήλλαξεν ἁμαρτιῶν ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀχειρώτους ἐποίησε τοῦτο γὰρ δηλοῖ τὸ οὐδὲν ἄρα κατάκριμα οἷον οὐδεμία διὰ ἁμαρτίαν κατάδικη
39540rRom.8.1ϟε τοῖς ἐν Χριστῶι Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα τι οὖν οὐδε μία κατάδικη οὐ δὲ ἁμαρτία νυν ἀσφαλίζεται αὐτο οὐχί φησι ἂλλ ἐκείνοις ὅσοι μὴ ἑκοντες σαρκικὴν ζῶσι ζωὴν εἰ γὰρ μόνον προέλοιντο πνευματικῶς ζῆν οὐχ ἁμαρτήσονται ἐπὶ δέ γε τοῦ νόμου οὐδε ὁ βουλόμενος ζῆν ὀρθῶς ἴσχυεν μηδενὸς βοηθοῦντος μηδὲ συνεπισχουντος ἐν δὲ Χριστῶι Ἰησοῦ οἷον τοῖς οὖσιν ἐν τῆι Χριστοῦ πίστει καὶ ἑλομένοις πνευματικὴν ζωήν
39640rRom.8.2ϟϛ ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου ὥσπερ νόμον ἁμαρτίας τὴν ἁμαρτίαν φησιν οὕτως καὶ νόμον πνεύματος τὸ πνεῦμα ὅπερ φησιν ἐστι ζωῆς χορηγὸν τοῦτο τοιγαροῦν τὸ πνεῦμα διὰ Ἰησοῦ Χριστοῦ αὐτος γὰρ ἡμῖν αἴτιος τῆς δωρεᾶς τοῦ πνεύματος ὁ λύσας τὴν ἁμαρτίαν καὶ ἐπισπασάμενος καθὸ ἐστιν ἄνθρωπος τὸ πνεῦμα καὶ ἡμῖν μεταδους τοῦτο τοιγαροῦν τὸ πνεῦμα ἠλευθέρωσέ με ἀπὸ τῆς ἁμαρτίας καὶ τοῦ ἐντεῦθεν θανάτου ὁδηγοῦν πρὸς τὰ βελτίω
396Ph40rRom.8.2Φωτ(ιου) * ὁ γὰρ νόμος ὁ εὐαγγελικὸς οὗτος γὰρ κυρίως νόμος τοῦ πνεύματος
39740rRom.8.3ϟζ τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ὧι ἠσθένει διὰ τῆς σαρκὸς ὁ θεὸς τὸν ἑαυτοῦ ὁρᾷς ὅτι οὐ τοῦ νόμου καταψηφίζεται οὐ γὰρ εἶπε τὸ πονηρὸν τοῦ νόμου ἐν ὧι ἐκακούργει ἀλλὰ τὸ ἀδύνατον καὶ ἐν ὧι ἠσθένει ὡς εἰ εἶπεν ἤθελεν σῶσαι ἂλλ οὐκ ἴσχυεν ἐπειδὴ ἠσθένει διὰ τῆς σαρκὸς τουτέστι τοῦ φρονήματος αὐτῆς οὐ γὰρ τὴν σάρκα διαβάλλει
39840rRom.8.3ϟη υἱον πέμψας ἄνω εἰπὼν τὸ πνεῦμα ἠλευθερωκέναι νυν τὸν υἱον λέγει κοινῇ γὰρ εὐδοκίαι τῆς ἁγίας τριάδος σεσώσμεθα
39940rRom.8.3ϟθ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας τὸ ἐν ὁμοιώματι οὐ πρὸς τὸ σαρκὸς ὅρα ἀλλὰ πρὸς τὸ σαρκὸς ἁμαρτίας οὐ γὰρ ἄλλην παρὰ τὴν ἡμῶν ἥνωσεν ἑαυτῷ ἄπαγε ἂλλ οὐχ ἁμαρτωλὴν ὡς εἰ εἶπεν ἐν ὁμοιώματι ἁμαρτωλῆς σαρκὸς ἀναμάρτητον δὲ ὁ ἐν ἁγίοις Κύριλλος ἐν βιβλίῳ ἱ τῆς κατὰ Ἰουλιανοῦ τὸ σῶμά φησι Χριστοῦ οὐκ ἦν ἁμαρτίας σῶμα ἂλλ ὁμοίωμα σαρκὸς ἁμαρτίας
399exsRom.8.3του αγιου Βασι(λιου) εκ τ(ης) προς Σωζοπο(λιτανους) επιστολ(ης) ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας φαίνεται ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεξάμενος πρὸς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ένανθρωπησεως τὰ δὲ ἀπὸ κακίας πάθη ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν καταῤῥυπαίνει ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι αὐτον σαρκὸς ἁμαρτίας ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἔλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν ἁμαρτίαν δὲ οὐκ ἐποίησεν
40040vRom.8.3ρ καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν οὐχ ἁπλῶς φησι οὐδε ἀνεξετάστως καθὸ δὲ δυνατὸς ἐστι κατέκρινε τὴν ἁμαρτίαν ἀλλὰ πρῶτον διελέγξας τὰ μεγιατα πταίουσαν καὶ ἁμαρτάνουσαν
400Ph40vRom.8.3Φωτ(ιου) * καὶ περὶ ἁμαρτίας Καὶ περὶ ἁμαρτίας διχῶς ἐστιν ἐκλαβεῖν ἢ στίζοντας ἐνταῦθα ἵνα ᾖ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν ἐν ὁμοιώματι τῆς ἁμαρτησάσης σαρκὸς καὶ περὶ ἁμαρτίας δὲ τοῦτ' ἔστι ἕνεκα τῆς ἁμαρτίας τοῦ ἐξᾶραι αὐτὴν καὶ ἐλευθερῶσαι ἡμᾶς ἀπὸ ταύτης πῶς οὖν ἐξῆρεν κατακρίνας αὐτὴν οὐ γὰρ ἁπλῶς καὶ ἐξουσιαστικῶς ἀλλ' ὑπὸ δίκην ἀγαγὼν αὐτὴν καὶ δείξας ἁλοῦσαν πῶς οὖν ἑάλω καὶ ἥττηται ἐν τῇ σαρκὶ αὐτοῦ προσιέναι γὰρ βουληθεῖσα καὶ μὴ ἰσχύσασα ἑάλω καὶ ἥττηται ἢ καὶ οὕτως ἐκληπτέον ἐνταῦθα στίζοντας ἢ συνάπτοντας αὐτὸ τοῖς ἐφεξῆς ἳν ᾖ καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν τοῦτ' ἔστιν ὡς ὑπερβαλοντως ἁμαρτήσασαν οἷον ὡς διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν ἐπιτελέσασαν ὅπερ ἀνωτέρω ἔλεγεν καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία πῶς δὲ τοῦτο γέγονεν καὶ πῶς κατεκρίθη διὰ τῆς σαρκὸς αὐτοῦ φησίν
40140vRom.8.3α ἐν τῆι σαρκί διὰ τῆς σαρκὸς αὐτοῦ φησι τοῦτο γὰρ τὸ θαυμαστὸν ὅτι διὰ τῆς σαρκὸς τῆς πάλαι ἔνοχο οὔσης τῆι ἁμαρτίαι κατέκρινεν αὐτήν πως τῶ φυλάξαι δηλάδη ἀναμάρτητον ταύτηι γὰρ νικήσας αὐτὴν καὶ ἐκόλασεν κόλασις δὲ ἁμαρτίας ἡ ἀναίρεσις αὐτῆς καὶ οὕτω παραδοῦναι εἰς τὸν θεὸν ἐπὶ ἀναιρέσει τῆς ἁμαρτίας
40240vRom.8.4β ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα ἵνα μή τις λέγη καί τι πρὸς ἡμᾶς τοῦτό φησι ταῦτα ἐποίησεν ὁ Χριστὸς ἵνα ὁ σκοπὸς τοῦ νόμου τοῦτο γὰρ τὸ δικαίωμα πληρωθῇ ἐν ἡμῖν τις δὲ ὁ σκοπὸς τοῦ νόμου τὸ μὴ γενέσθαι ἡμᾶς ὑπευθύνους τῆι ἆραι πληρωθῇ δὲ ἐν ἡμῖν τισι τοῖς μή φησι ἐθέλουσι σαρκικῶς ζῆν ἀλλὰ πνευματικῶς ἵνα γὰρ μὴ εἴπῃς ἐνίκησεν ὁ Χριστὸς καὶ οὐκέτι χρεία ζῆν ἀσφαλῶς προσέθηκε τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ὡς εἰ εἶπεν κατώρθωται μὲν ἡμῖν ὁ σκοπὸς τοῦ νόμου διὰ Χριστοῦ πλὴν ἀλλὰ καὶ ἡμῶν χρεία ἐκεῖνος μὲν γὰρ ἔδωκε τὴν νίκην καὶ τὸν στέφανον ἡμῶν δὲ τὸ δυνηθῆναι κατασχεῖν τὰ δοθέντα διὰ πολιτείας χρηστῆς καὶ πίστεως
40340vRom.8.5γ οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν οἱ ταῖς σαρκικαῖς φησι ἐπιθυμίαις ἑαυτοὺς ἐκδεδωκότες ταύτας δὴ καὶ ἐν σπουδῆι ἔχουσιν
40440vRom.8.5-Rom.8.6δ οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος τὸ δὲ φρόνημα τοῦ πνεύματος ἀπὸ κοινοῦ τὸ φρονυσιν
40540vRom.8.6* φρόνημα σαρκὸς καλεῖ τὴν γεώδη τῆς διανοίας ὁρμὴν καὶ τὴν εἰς τὰς ἀτόπους πράξεις ῥοπὴν τοῦτο δὲ οὐ διαβολὴ τῆς σαρκὸς οὐ γὰρ εἶπεν ἡ φύσις ἀλλὰ τὸ φρόνημα τὸ δυνάμενον καὶ ὀρθωθῆναι
40640vRom.8.6ε * εἰ πνευματικὸν οὐ μένει ἐν ἡμῖν διάνοια
40741rRom.8.6ζ ζωὴν καὶ εἰρήνη τὸ μὲν ζωὴ ὡς πρὸς τὸ εἰρημένον ὅτι τὸ φρόνημα τῆς σαρκὸς θάνατος τὸ δὲ εἰρήνη ὡς πρὸς τὸ ἑξῆς διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν
40841rRom.8.7η διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεὸν τῶι γὰρ νόμωι τοῦ θεοῦ φρόνημα σαρκὸς οὐχ ἡ σὰρξ ἀλλὰ τὸ πρὸς ἀκρασίαν αὐτῆς ὅρμημα οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῶι περὶ ἀναστάσεως
40941rRom.8.7θ οὐχ ὑποτάσσεται εἶπε τὴν αἰτίαν τῆς ἔχθρας διὰ τὸ μὴ εἴκειν τῶι θείωι νόμωι
409Ph41rRom.8.7Φωτ(ιου) * τῶι γὰρ νόμωι τοῦ θεοῦ Καλῶς φησιν ὅτι τὸ φρόνημα τὸ σαρκικὸν τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται ἐν ὅσῳ μὲν γὰρ ἔστι δηλονότι οὐχ ὑποτάσσεται ἐν ὅσῳ δὲ παρέλθῃ καὶ ἀπογένηται τοῦ ἀνθρώπου οὐδ' ὅλως ἔστιν ὥστε οὐδ' οὕτως ὑποτάσσεται πῶς γὰρ ἂν τὸ μὴ ὂν ἢ ἀντισταίη ἢ ὑποταγείη τινὶ οὐδ' ὅλως ἄρα δύναται ὑποταγῆναι τῷ νόμῳ τοῦ θεοῦ τὶς οὖν ὑποτάσσεται ὁ ἄνθρωπος ὁ ἐν ᾧ τὸ σαρκικὸν φρόνημα ἀλλ' ἔτι μὲν τοῦ σαρκικοῦ παρόντος φρονήματος οὐδ' ἐκεῖνος καταβληθέντος δὲ διὰ μετανοίας καὶ ὑποχωρήσαντος τότε ἐκεῖνος ἀγαθοεργεῖ καὶ ὑποτάσσεται τῷ νόμῳ τοῦ θεοῦ
41041rRom.8.7ι οὐδε γὰρ δύναται μὴ θορυβηθῇς ἀκούων τοῦτο οὐ γὰρ τοῦτο λέγει ὅτι ὁ σαρκικὸν φρόνημα ἔχων οὐδέποτε δύναται θεῶι ἀρέσαι ἂλλ ἐν ὧι ἐπιμἐνει ἐν αὐτῶι οὐκ ἂν ὑποταγείη θεῶι ἐπεί πως μετανοήσαντες πολλοὶ ἐσώθησαν οὐ γὰρ εἶπε ὅτι ὁ ἔχων αὐτο ἄνθρωπος οὐ δύναται θεῶι ὑποταγῆναι ἂλλ αὐτο τὸ φρόνημα ὃ εἰσιν αἱ πονηρᾶι πράξεις ἃς καὶ καταλιπεῖν ἔξεστιν
41141rRom.8.8ια οἱ δὲ ἐν σαρκὶ ὄντες θεῶι ἀρέσαι οὐ δύνανται τινες δὲ οἱ ἐν σαρκὶ ὄντες δηλάδη οἱ τὸ φρόνημα τῆς σαρκὸς ἔχοντες ἐκ παραλλήλου γὰρ τὸ αὐτο εἶπεν
41241rRom.8.9ιβ ὑμεῖς δὲ οὐκ ἐστε ἐν σαρκὶ ἂλλ ἐν πνεύματι διὰ τὴν δοθεῖσάν φησι τοῦ θεοῦ χάριν οὐκ ἐστε ἐν σαρκὶ τουτέστιν ἐν σαρκικαῖς καὶ ἁμαρτωλοῖς πράξεσιν ἂλλ ἐν πνευματικῶ φρονήματι
41341rRom.8.9ιγ εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν οὐκ ἐστι τὸ εἴπερ ἐνταῦθα ἀμφιβάλλοντος ἀλλὰ πεπεισμένου ἀντὶ τοῦ ἐπειδήπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν ὡς καὶ ἐκεῖ ἐπείπερ δίκαιον παρὰ θεῶι ἀποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν καὶ γὰρ κἀκεῖ τὸ εἴπερ ἐπειδήπερ κεῖται
413Ph41rRom.8.9Φωτ(ιου) * εἴπερ πνεῦμα θεοῦ Ὅρα πῶς φησιν εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν καὶ πάλιν εἰ δὲ Χριστὸς ἐν ὑμῖν ἔνθα γὰρ ἓν τῶν τῆς ἁγίας τριάδος οἰκήσει ἐκεῖ πάρεστιν ἡ τριὰς εἶτά φησιν ἐπειδὴ Χριστὸς ἐν ὑμῖν δηλονότι τὸ μὲν σῶμα νεκρὸν κατὰ τὴν ἁμαρτίαν τοῦτο γὰρ δηλοῖ τὸ δι' ἁμαρτίαν οὐ γὰρ ἂν ἐνῴκει Χριστὸς εἰ μὴ κατὰ τὴν ἁμαρτίαν τὸ σῶμα νενέκρωτο νεκρὸν οὖν τὸ σῶμα κατὰ τὴν ἁμαρτίαν τὸ δὲ πνεῦμα
41441vRom.8.9ιδ εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει οὗτος οὐκ ἐστιν αὐτοῦ ἵνα μὴ λυπήση οὐκ εἶπεν εἰ δὲ οὐκ ἔχετε ἀλλὰ εἰ τις ὡς ἐπὶ ἄλλων
414exa41vRom.8.9Σευηρι(ανου) s εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει οὗτος οὐκ ἐστιν αὐτοῦ πνεῦμα Χριστοῦ εἶπεν τὰ χαρίσματα τῆς καινῆς διαθήκης
415ex41vRom.8.9ιε Οικουμενι(ου) εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει οὗτος οὐκ ἐστιν αὐτοῦ κοινὸν γὰρ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα
415exb41vRom.8.10Ιω(αννου) s εἰ δὲ Χριστὸς ἐν ὑμῖν ἔδειξεν ὡς οὐ τῆς σαρκὸς κατηγορεῖ ἀλλὰ τῆς ἁμαρτίας τῆι γὰρ ἁμαρτίαι προσέταξε τοῦτο γενέσθαι νεκρὸν ἀντὶ τοῦ τὴν ἁμαρτίαν μὴ ἐνεργεῖν πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν προσηγόρευσεν ὡς πνευματικὴν ἤδη γεγενημένην ταύτῃ μετιέναι τὴν δικαιοσύνην κελεύει ἧς καρπὸς ἀξιέραστος ἡ ζωή
41641vRom.8.10ιϛ εἰ δὲ Χριστὸς ἐν ὑμῖν τὸ λυπηρον ἐπὶ ἄλλο θεὶς καὶ ἑνὸς εἰ δέ τις φησι πνεῦμα θεοῦ τὸ ποθητὸν εἶπεν ἐπὶ αὐτῶν καὶ πληθυντικῶς εἰ δὲ Χριστὸς ἐν ὑμῖν
41741vRom.8.10ιζ τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν τὸ σῶμά φησιν ἔσται νεκρὸν ὡς πρὸς τὴν τῆς ἁμαρτίας ἐνέργειαν τοῦτο γὰρ τὸ διὰ ἁμαρτίαν
41841vRom.8.10-Rom.8.11ιη τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν μὴ φοβησθῇς φησι ἀκούων νεκρὸν ἔχεις γὰρ καὶ ζωὴν τὸ πνεῦμα εἰς δικαιοσύνης ἐνέργειαν ὥσπερ δὲ εἶπε τὸ μὲν σῶμα νεκρὸν οὕτως ἦν ἀκολουθον εἰπεῖν τὸ δὲ πνεῦμα ζωοποιὸν * ἂλλ εἶπε ζωὴ δεικνὺς οὐ μόνον ζῶν τὸ πνεῦμα ἀλλὰ καὶ ζωοποιόν
418ex41vRom.8.11 s ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ἐγήγερται ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τοῦ πατρὸς ἐνεργουμένης περὶ τὴν σάρκα αὐτοῦ τῆς ζωῆς διὰ τοῦ ἁγίου πνεύματος ὃ ἐστιν αὐτοῦ οὐκοῦν καὶ εἰ ἐγηγέρθαι λέγοιτο παρὰ τοῦ πατρὸς ἀλλὰ καὶ αὐτος ἦν ὁ ἀναστὰς διὰ τοῦ ἁγίου πνεύματος πάντα γὰρ ἐνεργεῖται τὰ θεοπρεπῆ παρὰ τοῦ πατρὸς δι' υἱοῦ ἐν πνεύματι ἐγερεῖ τοίνυν καὶ τὰ ἡμῶν σώματα ἐκ νεκρῶν ὁ Χριστός
41941vRom.8.11ιθ ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει εἰς τὸν περὶ ἀναστάσεως ἦλθε λόγον ἐπεὶ οὖν ἐν ταύτηι πάντες μὲν ἀνίστανται ἂλλ οἱ μὲν εἰς ζωὴν οἱ δὲ εἰς τιμωρίαν οὐκ εἶπεν ἀναστήσει ἀλλὰ ζωοποιήσει τουτέστιν εἰς ζωὴν καὶ δόξαν ἀναστήσει
42041vRom.8.11κ καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν τὴν αἰτίαν εἶπε τῆς ζωοποιήσεως ἐνοικοῦν δὲ εἶπεν τὴν δι' ὅλου μόνην δηλῶν
42141vRom.8.12-Rom.8.13κα ἄρα οὖν ἀδελφοὶ ὀφειλέται ἐσμεν οὐ τῆι σαρκὶ τοῦ κατὰ σάρκα ζῆν εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε μετὰ γὰρ τὴν τοσαύτην χάριν χρεωστοῦμεν κατὰ τὸ θέλημα τοῦ θεοῦ ζῆν καὶ οὐκέτι κατὰ σάρκα εἶτα ἵνα μὴ νομισθῇ τὰς ἀναγκαίας ἀναιρεῖν τοῦ σώματος ὑπηρεσίας οἷον τροφὴν ἔνδυμα ἐπάγει τοῦ κατὰ σάρκα ζῆν τουτέστιν ἐν ἁμαρτίαις καὶ εἰς τὸ ἐπιτρέπειν ταῖς σαρκικαῖς ἐπιθυμίαις
42241vRom.8.13κβ ἀποθνήσκειν εἰ δὲ πνεύματι τὸν ἀθάνατον θάνατον ἐν τῆι γεέννηι
42342rRom.8.13κγ τὰς πράξεις τοῦ σώματος θανατοῦτε ζήσεσθε εἶδε διὰ πνεύματος ἁγίου τὰς πράξεις τοῦ σώματος τουτέστι τὰς πονηρᾶς ἀναιρεῖτε ζήσεσθε τὴν μακαρίαν ἐκείνην ζωήν
42442rRom.8.14κδ ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται οὗτοὶ εἰσιν υἱοί οὐκ εἶπεν ὅσοι πνεῦμα θεοῦ λάβωσιν ἂλλ ὅσοι πνεύματι ἄγονται τουτέστι παντὸς τοῦ βίου ἡνίοχον καὶ ἡγεμόνα προστήσονται πάντες μὲν γὰρ οἱ βαπτιζόμενοι πνεῦμα ἅγιον λαμβάνουσιν ἂλλ οὐ πάντες αὐτῶι τὴν ἡγεμονίαν ἐνδιδόασιν
42542rRom.8.14κε θεοῦ ἰδοὺ καὶ τὴν υἱοθεσίαν εὐαγγελίζεται
42642rRom.8.15κϛ οὐ γὰρ ἐλάβετε πνεῦμα ἐπειδὴ υἱοθεσίας ἐμνήσθη ἦσαν δὲ καὶ Ἰουδαῖοι τούτου ἠξιωμένοι τοῦ ὀνόματος ὡς τὸ υἱος πρωτότοκος μου Ἰσραὴλ καὶ ἐγὼ εἶπα θεοὶ ἐστε καὶ υἱοὶ ὑψίστου πάντες θέλει δεῖξαι πολλὴν τὴν τῶν υἱοθεσιῶν διαφορὰν οὐ γὰρ ἐλάβομεν φησι πνεῦμα δουλείας πάλιν εἰς φόβον οὐχ ὥσπερ φησι Ἰουδαῖοι πνευματικὸν ἔλαβον νόμον ὡς δοῦλοι εἰς φόβον τοῦτο γὰρ δηλοῖ τὸ πνεῦμα δουλείας αὐτοὶ γὰρ διὰ τοῦ ἐν χερσὶ τοῦ παρακειμένου φοβοῦ ὡς δοῦλοι ἠναγκάζοντο τὰ δέοντα ποιεῖν ἡμεῖς δέ φησι ὡς υἱοὶ διὰ τὴν ἐν οὐρανοῖς ἐλπίδα τὰ δέοντα ποιοῦμεν οὐκοῦν ἐκείνοις μὲν τοῖς ενταξει δούλων ἐν φόβωι ζῶσιν ἄχρις ὀνόματος καὶ τιμῆς ἡ υιοθησια ἡμῖν δὲ κατὰ ἀλήθειαν
426Ph42rRom.8.15Φωτ(ιου) * Ἂλλ Ἐλάβετε πνεῦμα πόθεν δῆλον πατέρα καλοῦμεν τὸν θεὸν φησὶν ἐν ᾧ κράζομεν Ἀββᾶ ὁ πατὴρ ἐν αὐτῷ γὰρ τῷ τῆς υἱοθεσίας πνεύματι τὴν φωνὴν ταύτην ἠξιώμεθα προσάπτειν τῷ θεῷ καὶ πατέρα καλεῖν αὐτον καὶ πόθεν δῆλον ὅτι καλῶς καὶ ἀρεσκοντως τῷ θεῷ ταύτην αὐτῷ ἀναφέρομεν τὴν φωνὴν ὁ υἱὸς ἡμᾶς ἐδίδαξεν οὕτω λέγειν Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς καὶ ἑξῆς αὐτὸς δὲ ἐπειδὴ κοινὰ οἶδε τὰ τῆς εἰς ἡμᾶς οἰκονομίας ἔργα τοῦ Χριστοῦ τὸ πνεῦμά φησι συμμαρτυρεῖν Χριστοῦ γὰρ παραδεδωκότος ταύτην τὴν εὐχὴν καὶ τὸ πνεῦμα παραδίδωσι καὶ συμμαρτυρεῖ τῷ ἐν ἡμῖν δοθέντι χαρίσματι δι' αὐτοῦ τὶ δὲ συμμαρτυρεῖ ὅτι καλῶς καὶ ἀρεσκοντως θεῷ λέγομεν αὐτὸν πατέρα ἡμῶν ὅτι τέκνα αὐτοῦ ἐσμεν υἱοθετηθέντες αὐτῷ τῷ βαπτίσματι εἰ δὲ τέκνα φησὶ καὶ κληρονόμοι οἱ δέ γε Ἰουδαῖοι εἰ καὶ ἐκαλοῦντο τέκνα θεοῦ ἀλλὰ παμπολλη κλήσεως ἑκατέρας καὶ υἱοθεσίας ἡ διαφορὰ οἱ μὲν γὰρ τυπικῶς ὠνομάζοντο ὥσπερ καὶ τἄλλα αὐτοῖς εἰς τύπον ἐτελεῖτο τῆς χάριτος ἡμεῖς δὲ οὐ τυπικῶς ἀλλ' αὐτοτελῶς καὶ οἱ μὲν εἰ καὶ ἐκαλοῦντο υἱοὶ ἀλλ' οὐκ ἦν αὐτοῖς δεδομένον τὸ καὶ αὐτοὺς τὸν θεὸν καλεῖν πατέρα ἡμῖν δὲ καὶ τοῦτο κεχάρισται καὶ πολλὴ ἄλλη διαφορά
426ex42rRom.8.15Οικου(μενιου) * ὥσπερ πάντα τὰ παρ' αὐτοῖς τύπος ἦν τῶν ἡμετέρων οὕτως ἡγοῦμαι κα τὴν υἱοθεσίαν
42742rRom.8.15κζ δουλείας πάλιν εἰς φόβον ἂλλ ἐλάβετε πνεῦμα τὸν πμευματικον φησι νόμον οὐ γὰρ ἔλαβον καθολικῶς πνεῦμα Ἰουδαῖοι
42842rRom.8.15κη υἱοθεσίας καί τοι ἀκολουθον ἦν εἰπεῖν ἐλευθερίας ἂλλ ὅμως τὸ μεῖζον λέγει
42942rRom.8.15κθ ἐν ὧι κράζομεν ἀββᾶ ὁ πατήρ λέγομεν γὰρ πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέθεικε δὲ καὶ τὴν ἑβραίων λέξιν ἵνα τὸ γνήσιον δείξῃ διὰ πάντων
43042vRom.8.16λ αὐτο τὸ πνεῦμα συμμαρτυρεῖ τῶι πνεύματι ἡμῶν ὅτὶ ἐσμεν τέκνα θεοῦ ἐπειδὴ καὶ Ἰουδαῖοι πατέρα ἐκάλουν τὸν θεὸν θέλει δεῖξαι ὅτι αὐτοῖς μὲν οὐκ ἐπετέτραπτο τοῦτο ἡμῖν δὲ ναὶ δῆλον ἐκ τοῦ μαρτυροῦντος πνεύματος καί φησι αὐτο τὸ πνεῦμα τουτέστιν αὐτος ὁ παράκλητος συμμαρτυρεῖ τῶι πνεύματι ἡμῶν ὃ ἐστι τῶι δοθέντι ἡμῖν παρ' αὐτοῦ χαρίσματι οὐ γὰρ μόνον τοῦ χαρίσματος ἡ τοιαύτη φωνὴ ἀλλὰ καὶ τοῦ δωρησαμένου ἔνθα οὖν τὸ πνεῦμα μαρτυρεῖ ποία ἐστι ἀμφισβήτησις
43142vRom.8.17λα εἰ δὲ τέκνα καὶ κληρονόμοι λοιπὸν αὔξει τὴν ἀξίαν ἑνὶ γὰρ τέκνα μὴ κληρονομοῦντα
43242vRom.8.17λβ κληρονόμοι μὲν θεοῦ ὁρᾷς ὅτι άλλη ἐστιν ἡ υἱοθεσία ἡμῶν παρὰ τὴν τῶν Ἰουδαίων ἡμεῖς γὰρ καὶ κληρονόμοι οἱ δὲ οὐχί φησι γὰρ περὶ αὐτῶν κακοὺς κακῶς ἀπολέσει καὶ τὸν ἀμπελῶνα ἐκδώσει ἄλλοις καὶ πάλιν πολλοί φησι ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται
43342vRom.8.17λγ συγκληρονόμοι δὲ Χριστοῦ πάλιν αὔξει τὸ ἀξίωμα καὶ φιλονεικεῖ ἐγγὺς ἡμᾶς στῆσαι τοῦ δεσπότου
43442vRom.8.17-Rom.8.18λδ εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα ἵνα μὴ ραθυμοτεροι τὸ πᾶν χάριτος είναι λογιζόμενοι γενώμεθα ἀπαιτεῖ καὶ τὰ παρ' ἡμῶν εἰ γὰρ ἐν τοῖς λυπηροῖς φησι κοινωνήσομεν καὶ ἐν τοῖς χρηστοῖς
43542vRom.8.18λε τοῦ νυν καιροῦ τὸ πρόσκαιρον τῶν παθημάτων δηλοῖ διὰ τοῦ νυν καιροῦ
43642vRom.8.18λϛ πρὸς τὴν μέλλουσαν δόξαν εἶτα δείκνυσι τὸ ὅλον σχεδὸν τῆς χάριτος ὃν διὰ τὸ νικᾷν ταῖς ἀντιδόσεσι τὸν θεὸν καὶ ὅτι οὐκ ἰσχύομεν ἄξιόν τι τῆς ἐκεῖ ἀντιδόσεως παθεῖν ἡ συνεισενέγκαι
43742vRom.8.18λζ ἀποκαλυφθῆναι εἰς ἡμᾶς καλῶς τὸ ἀποκαλυφθῆναι ἐστι γὰρ καί νυν ἀλλὰ κέκρυπται
43842vRom.8.19λη ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται ὁ λέγει τοιοῦτὸν ἐστι καὶ αὕτη φησι ἡ κτίσις σφόδρα προσδοκᾷ τὴν μέλλουσαν ἡμῶν δόξαν διά τι ἄφθαρτος φησι πλασθεῖσα διὰ τὰς τῶν ἀνθρώπων ἁμαρτίας φθαρτὴ γέγονεν ἐπεὶ καὶ ἡμεῖς εξαφθαρτων φθαρτὸ γεγόναμεν βούλεται οὖν ἡ κτίσις φησι τοὺς ἀνθρώπους τὴν ἀφθαρσίαν ἀπολαβεῖν ἔσται δὲ τοῦτο ἐν τῆι ἀναστάσει ἵνα καὶ αὕτη τὴν οἰκείαν ἀφθαρσίαν ἀπολάβῃ τοῦ γὰρ ἀνθρώπου δι' ὃν γέγονε φθαρτὴ τὴν ἀφθαρσίαν ἀπολαμβάνοντος καὶ αὕτη τὴν οἰκείαν ἀφθαρσίαν συναπολήψεται προσωποποιία δὲ ἐστι τὸ πᾶν ἵνα τε τῶν ἀγαθῶν τὴν ὑπερβολὴν δηλώσῃ καὶ ἵνα δείξῃ ὅτι ἡμεῖς μᾶλλον ὀφείλομεν σπουδάζειν τῆς τοιαύτης δόξης καὶ ἀφθαρσίας ἐπιτυχεῖν ἤπερ ἡ κτίσις ἐπεὶ μὴ νόμιζε τὴν ἄψυχον καὶ ἀναίσθητον κτίσιν τὰ τοιαῦτα προσδοκᾶν ἡ αἰσθάνεσθαι
438ex42vRom.8.19 s ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως σφόδρα προσδοκία
43942vRom.8.19λθ * οἷον ἐπιτεταμένη προσδοκία
44042vRom.8.19μ * τὸ τέλος ὅταν μέλλωσι δείκνυσθαι τινες υἱοὶ θεοῦ καί τινες υἱοὶ διαβόλου
440exa42vRom.8.19* ὁ Χριστὸς ἐστιν ἡ ζωὴ ἡμῶν καὶ ἡ αναπαυσης καὶ τῶ φῶς τοῦ κόσμου
440exb42vRom.8.19* καὶ πάντων τῶν χριστοιανων ηλπις
44143rRom.8.20μα τῆι γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οἷον τῆι φθορὰ τοῦτο γὰρ κατεκρίθη διὰ τὰς ἡμῶν ἁμαρτίας
44243rRom.8.20μβ οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα τῆς τοῦ Χριστοῦ δυνάμεως φησι τοῦτο τὸ ἔργον τὸ καὶ ἄκουσαν ὑποτάξαι
44343rRom.8.20-Rom.8.21μγ ἐπ' ἐλπίδι ὅτι καὶ αυτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς καὶ αυτὴ γάρ φησι τὴν ἀπαλλαγὴν ἐλπίζει ἐπ' ἐλπίδι οὖν ἀπαλλαγῆς ὑπετάγη λοιπὸν ἑαυτὸν ἐφερμηνεύει πως ἐπ' ἐλπίδι ὅτι καὶ αυτὴ ἡ κτίσις ἐλευθερωθήσεται
44443rRom.8.21μδ εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ εἰς τὴν ἐλευθερίαν οἷον διὰ τὴν ἐλευθερίαν τῆς δόξης τουτέστι δι' ἡμᾶς ἔσται καὶ ἡ κτίσις ἄφθαρτος ὥσπερ καὶ δι' ἡμᾶς γέγονε φθαρτή
444ex43rRom.8.21Οικου(μενιου) * ἡ τὸ εἰς τὴν ἐλευθερίαν δηλοῖ τουτέστιν εἰς τὴν αὐτὴν εἰς ἦν καὶ ἡμεῖς ἐλευθερίαν τῆς φθορᾶς ἐλεύσεται οἷον ἐκ φθαρτῆς ἄφθαρτος ἔσται
44543rRom.8.22με οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις στενάζει φησι ἡ κτίσις βουλουμένη τὴν φθορὰν ἀποθέσθαι λοιπὸν εἰ δὲ ἡ κτίσις πολλῷ μᾶλλον ἡμεῖς τοῦτο ἐθέλειν ὀφείλομεν καὶ μὴ τοῖς ὧδε κεχηνέναι οἱ καὶ λόγῳ τετιμημένοι καὶ υἱοθεσίαν προσδοκῶντες
44643rRom.8.22μϛ συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νυν ἐπειδὴ καὶ οἱ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες καὶ ἡμεῖς αὐτοὶ στενάζομεν διὰ τοῦτο συνωδίνει
44743rRom.8.23μζ οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς οὐ μόνον φησι ἡ κτίσις στενάζει ἀλλὰ καὶ οἱ ἀρχήν τινα μικρὰν καὶ γεῦσιν τοῦ πνεύματος λαβόντες σπεύδουσι πρὸς τὰ ἐκεῖ μεταβῆναι εἰ γὰρ ἡ ἀπαρχὴ τοῦ πνεύματος τοιαύτη ώστε ποιεῖν θαυματουργίας ἐκ τῆς σκιᾶς τι τὸ τέλειον
44843rRom.8.23μη στενάζομεν ἵνα μή τις εἴπῃ σὺ εἶπας θεοὶ ἐσμεν καὶ ποίαν ἄλλην προσδοκῶμεν υιοθησιαν φησι τὴν ἀπολύτρωσιν τοῦ σώματος τουτέστι τὴν ἀφθαρσίαν τότε γὰρ βεβαία ἡ υἱοθεσία καὶ τότε ἥξει τὰ αὐτῆς ἀποτελέσματα νυν γὰρ οὔτε ἡ δόξα δήλη ἀλλὰ καὶ προσδοκία ἐκ πτωσεως διὰ βίου κατεγνωσμένου
448exa43rRom.8.23* καί τινος ἕνεκεν τὴν ἀπολύτρωσιν τοῦ σώματος εἶπεν τὴν αμφθαρσιαν
448exb43rRom.8.23* ἵνα μή τις εἴπῃ σὺ εἶπας θεοὶ ἐσμεν καὶ ποίαν ἄλλην προσδοκῶμεν υιοθησιαν φησι τὴν ἀπολύτρωσιν τοῦ σώματος
44943vRom.8.23μθ υἱοθεσίαν ἀπεκδεχομενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν εἶτα ἵνα μὴ νομισθῇ τὰ παρόντα διαβάλλειν καὶ δῷ λαβὴν τοῖς αἱρετικοῖς φησιν οὐδε τὰ παρόντα κακὰ ἀλλὰ τὰ προσδοκώμενα βελτίω ἃ ἐστιν υἱοθεσία
449ex43vRom.8.23Οικου(μενιου) * τότε γὰρ τὰ τῆς υἱοθεσίας ἀποτελέσματα
449Ph43vRom.8.23Φωτ(ιου) * Υἱοθεσίαν ἀπεκδεχομενοι ποίαν τὶ γὰρ οὐκ ἐλάβομεν ταύτην διὰ τοῦ βαπτίσματος οὐχὶ δὲ καὶ αὐτὸς πρὸ μικροῦ ἔφης ὅτι πνεῦμα υἱοθεσίας ἐλάβετε ναὶ φησὶν ποίαν οὖν ἐκδεχομεθα τὴν φανερουμένην φησὶ κατὰ τὴν ἀπολύτρωσιν τοῦ σώματος ἄλλην παρὰ τὴν εἰρημένην μὴ γένοιτο ἀλλ' αὐτὴν ἐκείνην τελειότερὸν φανερουμένην καὶ διὰ πείρας αὐτῆς ἐπιγινωσκομένην μετὰ γὰρ τὴν ἀπολύτρωσιν τοῦ σώματος τότε ἡ τῶν ἀγαθῶν ἀπολαυσις τότε αὐτοῦ τοῦ σώματος ἡ ἀνάστασις καὶ ἀφθαρσία τότε ἡ τῆς τῶν οὐρανῶν βασιλείας κληρονομία τότε πάντα τὰ τῆς υἱοθεσίας γνωρίσματα καὶ ἀποτελέσματα καὶ νῦν γὰρ ἐπ' ἐλπίδι τούτων ἐλάβομεν τὴν υἱοθεσίαν αὐτὸς δὲ ἐμφαντικώτερον εἶπεν ἐσώθημεν δηλῶν ὡς ἀπὸ κλύδωνος καὶ ταραχῆς μεγάλης τῆς κατὰ τὴν ἁμαρτίαν υἱοθετηθέντες ἐσώθημεν πῶς οὖν ἠλπίσαμεν ταῦτα μὴ τούτων παραγεγονότων ἤδη μηδ' ὑπ' ὄψιν ἡμῶν πεσόντων μηδ' ὑπὸ πεῖραν καλῶς φησι καὶ εὐλογως εἰ γὰρ ὑπ' ὄψιν ἡμῶν καὶ ὑπὸ πεῖραν ἤδη τὰ ἐλπιζομενα ἐγεγονει οὐκ ἂν ἦν ἐλπιζομενα ὃ γάρ τις κατέχει πῶς οἷον τὲ ἐστιν ἐλπίζειν οὐκοῦν κατὰ φύσιν τῆς ἐλπίδος ἴδιον τοῦτο τὸ περὶ τῶν μελλόντων αὐτὴν καὶ μήπω παρόντων εἶναι ὥστε καὶ ἡμᾶς ἃ οὐ βλέπομεν ἐκεῖνα δεῖ ἐλπίζειν εἰ δὲ ἃ οὐ βλέπομεν ὥσπερ δεῖ ἐκεῖνα καὶ ἐλπίζομεν ὑπομένειν χρὴ καὶ ἀποδέχεσθαι τὰ προσδοκηθέντα καὶ μὴ ἀθροον ἐπιζητεῖν αὐτὰ παραγενέσθαι μάλιστα τοῦ πνεύματος διὰ τῶν ἐνταῦθα χαρισμάτων καὶ εὐεργεσιῶν πιστουμένου τὰ ἐκεῖθεν καὶ τὴν ἀσθένειαν τῶν {λογισμῶν συνατιλαμβανου /λογισμῶν ἡμῶν συναντιλαμβανου }* καὶ θεραπεύοντος πόσα γὰρ εὐεργετεῖ ἐν αὐταῖς ἡμῶν ταῖς εὐχαῖς ἵνα νῦν τὰ ἄλλα ἐάσω διδάσκον ὅπως χρὴ εὔχεσθαι ἐρευνῶν τὰς καρδίας καὶ ἁπλῶς πάντα εἰς ἀγαθὸν συνεργοῦν Ἄλλως υἱοθεσίαν ἀπεκδεχομενοι διὰ τὶ ἀπεκδέχῃ ὅτι τῇ ἀπεκδοχῇ καὶ ἐλπίδι ἐσώθημεν πῶς οὖν οὐ χρὴ ἀπεκδέχεσθαι καὶ ἐλπίζειν ἔτι εἰ δὲ δεῖ ἐλπίζειν δεῖ πάντως ὑπομένειν καὶ δι' ὑπομονῆς τὰ ἐλπιζομενα απἐκδέχεσθαι ἔχομεν δὲ πρὸς τούτοις καὶ τὰ πνευματικὰ χαρίσματα συναντιλαμβάνοντα ταῖς ἀσθενείαις ἡμῶν καὶ μὴ ἐῶντα ἡμᾶς πρὸς τὰς ἐλπίδας ὀκλάσαι ὅτι δὲ τὸ πνευματικὸν χάρισμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν αὐτίκα δῆλον καὶ ἀπὸ τοῦ πνευματικοῦ χαρίσματος τοῦ περὶ τὰς εὐχὰς χορηγηθέντος ἡμῖν τὸ πνεῦμα γὰρ ἐνταῦθα τρὶς ὀνομάσας τὸ πνευματικὸν ἐδήλωσε χάρισμα ἐρευνῶν δὲ τὰς καρδίας αὐτὸ τὸ πανάγιον πνεῦμα τὸ ἐκ πατρὸς προερχόμενον
45043vRom.8.24ν τῆι γὰρ ἐλπίδι ἐσώθημεν ἐλπὶς δὲ βλεπομένη οὐκ ἐστιν ἐλπὶς ὁ γὰρ βλέπει τις τι καὶ ἐλπίζει ὡς εἰ ἔλεγεν πάντα λαβόντες παρὰ θεοῦ ἡμεῖς πίστιν αὐτω προσηγάγομεν ἧς μέγα μέρος ἡ τῶν ἐκεῖσε ἐλπὶς μὴ τοιγαροῦν ζητεῖ πάντα σοι ἐνταῦθα παρεῖναι τὰ ἀγαθὰ ἀλλά τινα καὶ τῆ ἐλπίδι ταμίευσαι εἰ δὲ πάντα παρεῖναι θέλεις οὐκέτι ἐλπίζεις ἐλπὶς γὰρ βλεπωμενη οὐκ ἐστιν ἐλπίς
45144rRom.8.25να εἰ δὲ ὁ οὐ βλέπομεν ἐλπίζομεν δι' ὑπομονῆς απεκδοχημεθα εἰ δέ φησι τὰ μὴ ὁρώμενα ἐλπίζομεν ἐν ὑπομονῆι ἕξομεν τὴν τούτων προσδοκίαν ἡ δὲ ὑπομονὴ ὅτι μέρος μέγιστον ἀρετῆς παντί που δῆλον ώστε ἡ ἐλπὶς καὶ πίστεὼς ἐστι καὶ ὑπομονῆς ποιητικηι
451ex44rRom.8.25Οικου(μενιου) * ὡσαύτως δὲ καὶ τὸ πνεῦμα φροντίσει σου εἰ δὲ ἀμελεῖς ἀμεληθήσῃ
45244rRom.8.26νβ ωσαύτος δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν καὶ μὴ νόμιζέ φησιν κάμνειν ὑπομένων οὐ γὰρ εασεισε τὸ πνεῦμα κάμνειν ἂλλ ἀντιλήψεται σου πρὸς τοῦτο ἀσθενεῖς γὰρ ἐσμεν καὶ οὐδε ὑπομονὴν κατορθῶσαι ἰσχύομεν δίχα τῆς τοῦ πνεύματος βοηθείας
45344rRom.8.26νγ τὸ γάρ τι προσευξόμεθα καί τι λέγω φησι ὅτι πρὸς κατόρθωσιν ὑπομονῆς δεόμεθα ἀντιλήψεως παρὰ τοῦ ἁγίου πνεύματος καὶ ἐν τοῖς δοκοῦσι φησι εὐχερέσιν οἷον ἐν τῆι εὐχὴ ἐστιν γὰρ ὅτε ἀσύμφορα αἰτοῦμεν
45444rRom.8.26νδ καθὸ δεῖ οὐκ οἴδαμεν καὶ ἑαυτὸν ἔμιξεν ἵνα μὴ εὑρέθη ἐπαχθής
45544rRom.8.26νε ἂλλ αὐτο τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις τὸ παλαιὸν χαρίσματα διαφορὰ πολλοὶ ἐλάμβανον προφητειῶν ἑρμηνειῶν γλωσσῶν ἅπερ πάντα πνεύματα ἐκάλουν καὶ εὐχῆς δὲ χάρισμα ἐλάμβανον τινες ἐπειδὴ γὰρ ἀγνοοῦν τὸ πλῆθος τὸ συμφέρον ἤιτει πολλάκις ἀσύμφορα ἐλάμβανον τινες χάρισμα εὐχῆς καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ ηὔχοντο ὅπερ καὶ αὐτο πνεῦμα ἐλέγετο τοῦτο οὖν λέγει ὅτι καὶ αὕτη ἡ χάρις τῆς εὐχῆς ὑπὲρ ἡμῶν τῶι θεῶι ἐντυγχάνει μεγίστοις στεναγμοῖς τοῦτο δὲ εἶπεν συστῆσαι βουλόμενος ὅτι ἀγνοοῦμεν καθὸ δεῖ προσεύξασθαι εἰ γὰρ μὴ τοῦτό φησι ἦν τις χρεία λαβεῖν τινας χάρισμα εἰς τὸ εὔχεσθαι ὑπὲρ τοῦ λαοῦ
455ex44rRom.8.26Οικου(μενιου) s ἂλλ αὐτο τὸ πνεῦμα ὑπὲρ ἐν τυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις τοῦτό νυν ὁ διάκονος πληροῖ λιτανεύων
455Ph44rRom.8.26Φωτ(ιου) * ὑπὲρ ἐντυγχάνει Οὐκ εἶπεν ἐντυγχάνει ἀλλ' ὑπερεντυγχάνει τὴν σύντονον καὶ κατἐσπουδασμένην δηλῶν ἔντευξιν καὶ ὅτι καὶ ἀνύσει ὑπὲρ ὧν ὑπερεντυγχάνει
45644rRom.8.27νε * ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδε τι τὸ φρόνημα αὐτος ὁ παράκλητος ὁ τὰς καρδίας τῶν πνευματικῶν ἀνθρώπων ἐρευνῶν τῶν τὴν χάριν δηλάδη καὶ τὸ πνεῦμα τοῦ εὔχεσθαι λαβόντων
45744rRom.8.27νϛ τοῦ πνεύματος τῶν πνευματικῶν ἀνθρώπων τῶν τὸ εἰρημένον τῆς εὐχῆς λαβόντων πνεῦμα καὶ χάρισμα
45844rRom.8.27νζ ὅτι κατὰ θεὸν ἐντυγχάνει οὐκ αγνουντα φησι διδάσκουσιν οἱ πνευματικοὶ τὸν θεὸν ἂλλ οἶδεν ὁ παράκλητος ὅτι κατὰ θεὸν ἐντυγχάνει οὐ κατά τινα βλαβερὰν ἐπιθυμίαν ἀλλὰ κατὰ θεὸν ὃ ἐστι κατὰ τὴν βούλησιν τοῦ θεοῦ
45944rRom.8.27νη ὑπὲρ ἁγίων τῶν διὰ τῆς εὐχῆς ἁγιαζομένων
459Ph44rRom.8.27Φωτ(ιου) * ὑπὲρ ἁγίων ἢ ὅτι ὑπὲρ καθαρῶν καὶ θεαρέστων ἔργων τὰς αἰτήσεις ποιεῖται ἢ ὑπὲρ ἀνθρώπων τὸν ἁγιασμὸν ἐπιποθούντων
46044rRom.8.28νθ οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεόν οὕτω φησι διὰ τὴν ἐν τῶι εὔξασθαι ἄγνοιαν βοηθούμεθα ὑπο τοῦ πνεύματος ὅτι καὶ τὰ κακὰ εἰς ἀγαθὰ ἡμῖν περιτρέπει
46144vRom.8.28ξ πάντα συνεργεῖ εἰς ἀγαθον πάντα φησι καὶ τὰ κακὰ καὶ γὰρ ταῦτα περιστρέφει ὁ θεὸς εἰς ἀγαθον εἰς γὰρ εὐδοκίμησιν τῶν πασχόντων περιστρέφεται μεῖζον δὲ τὸ εἰς ἀγαθον περιστρέφεσθαι τοῦ μὴ παντελῶς ἐπελθεῖν
46244vRom.8.28ξα τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν ἐπειδὴ ἀπίθανον είναι ἐδοκει τὸ περιστρέφεσθαι τὰ κακὰ εἰς ἀγαθὰ προσθεὶς τὴν τοῦ θεοῦ κλῆσιν ἐπιστώσατο τὸ εἰρημένεον οὐ γὰρ τοῖς τυχοῦσι φησι τοῦτο συμβαίνει ἀλλὰ τοῖς ὑπο θεοῦ κληθεῖσιν εἶτα μὴ νομισθῇ μονομερῶς ὁ θεὸς ἐνίους καλέσας φησι τοῖς κατὰ πρόθεσιν δεικνὺς ὅτι πάντες μὲν ἐκλήθημεν ἐκεῖνοι δὲ ὑπήκουσαν διὸ καὶ βοηθοῦνται οἱ κατὰ οἰκείαν πρόθεσιν γενόμενοι κλητοί
462ex44vRom.8.28 s * τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν τοῖς κατὰ γνώμην κατὰ προαίρεσιν αξοωθεισι τῆς κλήσεως
46344vRom.8.29ξβ ὅτι οὓς προέγνω ἀπὸ κοινοῦ κατὰ πρόθεσιν κλητοὺς ὄντας
46444vRom.8.29ξγ καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ εἰς τὸ είναι αὐτον πρωτότοκον ὅπερ ἐστι φησιν ὁ υἱος τοῦ θεοῦ κατὰ φύσιν ἐν τῆι ἐνανθρωπήσει δῆλον δὲ ὡς ἅγιος καὶ ἀναμάρτητος τοῦτο καὶ αὐτοὶ γεγόνασι κατὰ χάριν συμμόρφους γὰρ τοὺς ἰσομόρφους εἰκονα δὲ τοῦ υἱοῦ τὴν οἰκονομίαν καλεῖ καὶ τὸ ἐντεῦθεν αὐτοῦ σῶμα κατὰ γὰρ τὴν οἰκονομίαν σύμμορφοι καὶ ἀδελφοὶ αὐτοῦ οἱ ἄνθρωποι κατὰ δὲ τὴν θεότητα μονογενὴς ἐστιν
464ex44vRom.8.29Κυ(ριλλου) s καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ εἰς τὸ είναι αὐτον πρωτότοκον εἰκὼν τοῦ θεοῦ τις ἂν νοοῖτο σαφηνιεῖ λέγων αὐτὸς Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκονα τοῦ χοϊκοῦ φορέσομεν καὶ τὴν εἰκονα τοῦ ἐπουρανίου τουτέστι τὴν ἐν ἁγιασμῷ ζωὴν τὴν πρὸς πᾶν οτιουν ἀμώμητον πολιτείαν ὥσπερ γὰρ εἰκονα τοῦ χοικοῦ τουτέστιν Ἀδὰμ τὴν ἐν παρακοῇ τε καὶ ἁμαρτίαις ζωὴν εἶναὶ φαμὲν οὕτω καὶ εἰκονα τοῦ ἐπουρανίου τουτέστι Χριστοῦ τὸν ἁγιασμὸν καὶ τὴν δικαίοσυνην τὴν ὑπακοήν
46544vRom.8.29ξδ ἐν πολλοῖς ἀδελφοῖς διὰ πάντων τὴν συγγένειαν ἡμῶν τὴν πρὸς τὸν Χριστὸν σημᾶναι θέλει συγγένειαν δὲ τὴν ἐν τῆι οἰκονομία τῆς σαρκὸς αὐτοῦ
46644vRom.8.30ξε οὓς δὲ προώρισε πανταχοῦ τὸ κατὰ πρόθεσιν κλητοὺς ὄντας συνυπάκουε ἐπεὶ ἄτοπον ἅπαντα εἰ ὁ θεός τινας μὲν ευεποιησε τινας δὲ οὐ τὸ δὲ κατὰ πρόθεσιν συνυπακούομενον αὐτῶν ποιεῖ τὸ κατόρθωμα καὶ προσωποληψίας ἀπαλλάττει τὸν θεόν
46744vRom.8.30ξϛ τούτους καὶ ἐκάλεσε καὶ οὓς ἐκάλεσε τούτους καὶ ἐδικαίωσεν οὓς δὲ ἐδικαίωσε διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας
46844vRom.8.30ξζ τούτους καὶ ἐδοξασε διὰ τῶν χαρισμάτων διὰ τῆς υἱοθεσίας
468Ph44vRom.8.30Φωτ(ιου) * τοῖς κατὰ πρόθεσιν τοῖς κατὰ γνώμην κατὰ προαίρεσιν αξοωθεισι τῆς κλήσεως
46945rRom.8.31ξη τι οὖν ἐροῦμεν πρὸς ταῦτα ὡς εἰ ἔλεγεν τούτων οὕτως ὄντων μηδεὶς λοιπὸν περὶ τῶν ὧδε πειρασμῶν ἡ κινδύνων λογοποιεσθω τι γὰρ ἑνὶ εἰπεῖν πρὸς τὴν τοσαύτην ἀγαθότητα τοῦ θεοῦ
469Ph45rRom.8.31Φωτ(ιου) * Τὶ οὖν ἐροῦμεν πρὸς ποῖα ὅτι προώρισεν ὅτι ἐκάλεσεν ὅτι ἐδικαίωσεν ὅτι ἐδοξασεν πρὸς τοσαύτην ἀφθονίαν εὐεργεσιῶν τὶ ἐροῦμεν οὐδὲ εὐχαρίστων φησὶ λόγων ευποροῦμεν μὴ τί γε ἔργων ἀμοιβὴν τοσαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθέν φησιν εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν τὶς καθ' ἡμῶν οὐδεὶς κἂν γάρ τινες βλάπτειν ἐπιχειρήσωσιν οὐ βλάψουσιν ἀλλ' ὠφελήσουσιν πόθεν δὲ δῆλον ὅτι ὑπὲρ ἡμῶν ὁ θεὸς ἔκ τε τῶν προειρημένων καὶ τὸ μέγιστον καὶ πᾶσαν ἐκπλῆττον διάνοιαν ὅτι ὑπὲρ ἡμῶν τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο εἰ οὖν ὁ θεὸς ὑπὲρ ἡμῶν δηλονότι πάντα εἰς συμφέρον μεταστήσει καὶ τὰ δοκοῦντα λυπηρὰ χαρᾶς πρόξενα παρασκευάσει ὥσπερ καπι τῶν ἀποστολων αὐτῶν καὶ μαρτύρων τὰς θλίψεις καὶ τοὺς διωγμοὺς καὶ τοὺς θανάτους ὑποθεσιν βραβείων καὶ στεφάνων ἐποιήσατο καὶ πρόξενα τῆς βασιλείας τῶν οὐρανῶν οὕτως οὖν ἂν ἡμεῖς μόνον μὴ ἐκλυθῶμεν οὐδεὶς ἰσχύει καθ' ἡμῶν τέθεικε δὲ τὸ ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο καὶ ἑξῆς τήν τε κηδεμονίαν τὴν ἄφατον ὡς ἔφημεν τοῦ θεοῦ περὶ ἡμᾶς ἐνδεικνύμενος καὶ ἅμα εἴ τι δυσχερὲς ὑπο τινων πάσχομεν ὑπομένειν καὶ καρτερεῖν διὰ τοῦ παραδείγματος παραινῶν οὐ μόνον δὲ ἀλλὰ καὶ ἀνακτώμενος καὶ παρηγορῶν εἰ γὰρ ὁ υἱὸς ὑπὲρ σοῦ τοσαῦτα ἔπαθεν τί σε χρὴ παθεῖν ὑπὲρ αὐτοῦ καὶ εἰ ἐκεῖνος τοσαῦτα παθὼν τῆς πατρικῆς δόξης καὶ θεότητος οὐθέν τι καθυφειμένον ἐδέξατο μηδὲ σὺ ὀλιγωρήσῃς πάσχων ταῦτα πάντως γὰρ τῶν ἐπηγγελμένων καὶ μετὰ τὰ πάθη καὶ μετὰ τὸν θάνατον ἀξιωθήσῃ τὸ δὲ πῶς οὐχὶ καὶ σὺν αὐτῷ χαρίσεται τὸ ἀπροφάσιστον καὶ ἀπαραίτητον θέλων παραστῆσαι τῆς δωρεᾶς σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται φησὶν ἐρεῖς φησὶν ὅτι μή ποτε ἡμῶν ἐπιλήσεται οὐκοῦν καὶ τοῦ υἱοῦ σὺν αὐτῷ γὰρ τὰ πάντα ἡμῖν χαρίζεται ὥστε πάντως καὶ ἀπροφασίστως τευξόμεθα ὧν ἐπηγγέλμεθα εἰπὼν δὲ τοὺς πειρασμοὺς τοὺς διὰ θλίψεων καὶ βασάνων ἐν τῷ εἰπεῖν τὶς καθ' ἡμῶν νῦν ἕτερον εἶδος πειρασμῶν λέγει τοὺς ὀνειδισμοὺς τὰς μέμψεις τὰς λοιδορίας τὰς διαβολὰς ἃς κατέχεον οἱ ἄπιστοι τῶν πιστῶν καὶ τοῦτο δηλοῖ διὰ τοῦ λέγειν τὶς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ καὶ ἀποδείκνυσι κἀνταῦθα ὥσπερ καὶ ἐπὶ τῶν προειρημένων ὅτι θεοῦ δικαιοῦντος εἰς μάτην γλωσσαλγοῦσιν οἱ αἰτιώμενοι καὶ κατακρίνοντες
47045rRom.8.31ξθ εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν τις καθ' ἡμῶν ἵνα γὰρ μὴ λέγωσιν ὅτι βασιλεῖς καθ' ἡμῶν καὶ δῆμο καὶ ἡγεμόνες πάντες γὰρ ἐπεβούλευον τοῖς πιστοῖς φησιν ὅτι ἰσχύει θεὸς τὰς καθ' ἡμῶν ἐπιβουλὰς ἀφορμὴν στεφάνων ποιήσασθαι οὐδεὶς οὖν ὁ καθ' ἡμῶν
47145rRom.8.32ο ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο ἂλλ ὑπὲρ ἡμῶν πάντων παρεδοκεν αὐτον πως οὖν φησιν ἡμᾶς προήσεται ὁ θεὸς ὃς οὐ μόνον συμμόρφους τοῦ υἱοῦ αὐτοῦ ἐποίησεν ἀλλὰ καὶ ἐδικαίωσε καὶ ἐδοξασε καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ τὸν υἱον ἔδωκεν ὑπὲρ ἡμῶν πάντων φησι καὶ ἁμαρτωλῶν καὶ τελωνῶν καὶ πορνῶν
47245vRom.8.32οα πως οὐχὶ καὶ σὺν αὐτῶι τὰ πάντα ἡμῖν χαρίσεται εἰ τὸν υἱόν φησιν ἔδωκεν εἰς θάνατόν τι δεῖ φησι περὶ τῶν ἄλλων ἀμφιβάλλειν ὁ γὰρ τὸ μέγα δοὺς καὶ τὸ ἔλαττον δώσει
47345vRom.8.33οβ τις ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ πολλοὶ ἀσεβεῖς ἐμέμφοντο τοὺς πιστεύσαντας φησιν οὖν τις ἱκανὸς ἐγκαλέσαι ημεμψασθαι τοῖς ὑπο θεοῦ ἐκλεχθεῖσι καὶ ὅρα οὐκ εἶπε δούλοις θεοῦ ἡ πιστοῖς ἀλλὰ ἐκλεκτοῖς ἐπαίρων τὸ ἀξίωμα
47445vRom.8.33ογ θεὸς ὁ δικαίων οὐκ εἶπεν ὁ ἀφεὶς ἁμαρτίας ἀλλὰ τὸ μεῖζον ὁ δικαίων
47545vRom.8.34οδ τις ὁ κατάκρινων ὅταν γὰρ θεὸς ψήφῳ τινι οἰκεῖα δικαιώσῃ τις ἐστιν ὁ κατακρίνων τι δὲ καὶ κατακρίνων ὠφελεῖ τὸ δὲ κατακρίνων ὡς ἐπὶ ἁμαρτήμασι
47645vRom.8.34οε Χριστός κατὰ ἐρώτησιν αυτὰ προάγει ὡς ἀναντιρρήτων ὄντων
47745vRom.8.34οϛ ὁ ἀποθανὼν {μᾶλλον καὶ ἐγερθείς /μᾶλλον δὲ καὶ ἐγερθείς }* τις φησι ὁ κατακρίνων τοῦ μὲν πνεύματος συναντιλαμβανομένου ταῖς ἀσθενείαις ἡμῶν τοῦ δὲ πατρὸς δικαιοῦντος τοῦ δὲ υἱοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος οὓς γὰρ ἡ τριὰς απεδικαιοωσε τις ὁ κατακρίνων
477ex45vRom.8.34Οικου(μενιου) s οὕτως δύνῃ νοῆσαι ὡς πρὸς τὸ κατὰ πόδα τοῦ ῥητοῦ εἰ τὸ πνεῦμά φησιν ἀντιλαμβάνεται εἰ ὁ πατὴρ ἐδικαίωσεν τις ὁ κατακρῖναι δυνάμενος ὑπολείπεται φησιν ὁ υἱος ὁ υἱος οὖν φησιν ἔχει κατακρῖναι καί τοι τοσοῦτον ἀγαπᾷ ὡς καὶ θάνατον αἱρήσασθαι ὑπὲρ ἡμῶν καὶ ὧν ἐν δεξιὰ τοῦ πατρὸς καὶ εἰς τὴν ἰδίαν ἐπανελθὼν δόξαν οὐκ ἐπαύσατο τῆς πρὸς ἡμᾶς ἀγάπης ἀλλὰ καὶ παρακελεῖ τὸν πατέρα ὑπὲρ ἡμῶν τοῦτο γὰρ τὸ ἐντυγχάνει τὴν δὲ παράκλησιν οὕτω νόει αὐτω τῶ ἐνηνθρωπηκέναι παρακάλει τὸ πατέρα ὑπὲρ ἡμῶν
47845vRom.8.34οζ ὃς καὶ ἐστιν ἐν δεξιᾶι τοῦ θεοῦ ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν ἵνα γὰρ μὴ ἐλάττωσιν τὴν ἐντυχίαν νομίσῃς θεὶς πρῶτον τὴν ἰσοτιμίαν τῶ είναι ἐν δεξιᾶι τοῦ θεοῦ οὕτως εἶπε τὸ ἐντυγχάνει δεῖξαι θέλων τὴν διάπυρον αὐτοῦ ἀγάπην οὐ γὰρ ὡς αὐτος ἀσθενῶν σῶσαι διὰ τοῦ πατρὸς ἄπαγε
478ex45vRom.8.34Κυ(ριλλου) s ὃς καὶ ἐστιν ἐν δεξιᾶι τοῦ θεοῦ ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν ὡς πρὸς τὸ ἀνθρώπινον εἴρηται ὅ τι ἀρχιερεὺς ἦν
478Ph45vRom.8.34Φωτ(ιου) * ὃς καὶ ἐν τυγχάνει Τῆς κυριακῆς ἐκείνης φωνῆς ἐνταῦθα τὸν νοῦν δηλοῖ καὶ ὑπαινίττεται τῆς ἐν τύπῳ εὐχῆς τῷ πατρὶ προσαγομένης πάτερ τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου καὶ ἵνα φυλάξῃς αὐτοὺς ἀπὸ τοῦ πονηροῦ εἰ οὖν οὕτως κήδεται ὁ υἱὸς ὥστε καὶ ἐντυγχάνειν ἡ γὰρ τότε ῥηθεῖσα εὐχὴ τοσαύτην ἰσχὺν ἔχει ὥστε διαπαντὸς ἐνεργὴς εἶναι καὶ τὰ τῆς ἐντυχίας ἀπαρτίζειν εἰ οὖν οὕτως κήδεται τὶς ὁ κατακρίνων τοὺς ἐν αὐτῷ πεπιστευκότας ὁ πατὴρ ἐδικαίωσε καὶ ἐδοξασε τὸ πνεῦμα συναντιλαμβάνεται ὁ Χριστὸς καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη καὶ ἐντυγχάνει τὶς λοιπὸν ὁ κατακρίνων ἢ ἐγκαλῶν οὕτως τῆς ἁγίας τριάδος ὑπερασπιζούσης καὶ δικαιούσης ἡμᾶς
47946rRom.8.35οη τις ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τις οὐδείς φησι τοὺς τοσαύτης ἀγάπης καὶ προνοίας ηξηιωμενους παρὰ θεοῦ
479Ph46rRom.8.35Φωτ(ιου) * τὸ τὶς ἡμᾶς χωρίσει τοῦ τὶ οὖν ἐροῦμεν ἐστὶν ἐπαναληπτικον ὥσπερ καὶ τὸ θεὸς ὁ δικαιῶν τὶς ὁ κατακρίνων τοῦ εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν τὶς καθ' ἡμῶν κέχρηται γὰρ τῷ τοιούτῳ σχήματι πολλαχῶς διὰ τὴν συνέχειαν τῆς περιβολῆς οὐδεὶς γὰρ σχεδὸν ὅσα γε ἐμὲ εἰδέναι οὔτε τῶν καθ' ἡμᾶς οὔτε τῶν θύραθεν τῇ ἰδέᾳ ταύτῃ ὡς ὁ μέγας Παῦλος ἐχρήσατο ἵνα οὖν μὴ εἰς τὸ ἀσαφὲς αὐτῷ ἐκπίπτοι λίαν ὁ λόγος καὶ ταῖς ἐπαναλήψεσι προσεχρήσατο δύναται δὲ καὶ ὡς ἀπὸ ἰδίας ἀρχῆς τὰ χωρία ταῦτα εἰλῆφθαι καὶ μὴ ὡς ἐπαναληπτικὰ τῶν εἰρημένων
48046rRom.8.35οθ θλῖψις ἡ στενοχωρία ἡ διωγμὸς ἡ λιμὸς ἡ γυμνότης ἡ κίνδυνος ἡ μάχαιρα οὐκ εἶπεν χρήματα δόξαν καὶ ὅσα ανθρωπινα καλὰ ἂλλ ἅτινα καὶ βιάζεσθαι πέφυκε τὴν ἀνθρωπίνην φύσιν τῶ δὲ τῆς θλίψεως ὀνόματι πολλὰ δηλοῦται φυλακαὶ ἁλύσεις ἐξορίαι καὶ ὅσα τοιαῦτα
48146rRom.8.36π καθὼς γέγραπται ὅτι ἐντρέψαι αὐτοὺς βουλόμενος ἤγαγε τὴν μαρτυρίαν εἰ γὰρ οἱ ἐν τῆι παλαιᾶι φησι ζωῆς κατεφρόνουν οἷς τὰ ἔπαθλα γῆ ἵνα καὶ τὰ ἐν τῆι γῆι ἀγαθὰ πόσῳ μᾶλλον ἡμεῖς ὀφείλομεν οἱ τὴν βασιλείαν τῶν οὐρανῶν ἔχοντες τῶν πόνων ἀμοιβήν
48246rRom.8.36πα ἕνεκά σου θανατούμεθα τῆι ματυρίαι τοῦ λόγον πιστοῦται
48346rRom.8.36πβ ὅλην τὴν ἡμέραν ἐστι γὰρ πρὸ αιρεσει πολλάκις τῆς ἡμέρας καταφρονεῖν
48446rRom.8.36πγ ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς πᾶσι φησιν εἰς τὸ ἀδικεῖν προκείμεθα οἱ ἀπόστολοι δῆλον ὡς πρόβατα σφαζόμενα μὴ ἀντιλέγοντες
48546rRom.8.37πδ ἂλλ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς ἐπαίρει τὸν ἀκροατὴν ἵνα μὴ καταπέσῃ θλῖψιν ἀκούσας καὶ διωγμὸν καὶ ὅσα εἶπεν καί φησι πάντων κρατοῦμεν χάριτι Χριστοῦ καὶ οὐκ εἶπεν νικῶμεν ἂλλ ὑπὲρ νικῶμεν τουτέστι δι' ὧν ἐπιβουλευόμεθα στεφανούμεθα οἱ γὰρ ἐπίβουλοι πρόξενο στεφάνων ἡμῖν ἂν εὐχαρίστως φέρωμεν
48646rRom.8.38-Rom.8.39πε πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἕτερα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ ἐπειδὴ ἄνω τὰ παρόντα εἶπε νυν τὰ μέλλοντα λέγει καί φησιν οὔτε ὁ μέλλων θάνατος οὔτε ἡ μέλλουσα ζωὴ οὔτε ἄγγελοι οὔτε δυνάμεις δύνανταί με χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς διὰ Χριστοῦ μοι φησι προξενηθεισης πάντα μοι φησι μικρὰ πρὸς ἐκείνην τὴν ἀγάπην εἶτα ἐπειδὴ πᾶσαν εἶπε τὴν κτίσιν τὴν ὁρατὴν καὶ νοητὴν προστίθησιν οὔτε τις ἕτερα κτίσις τουτέστιν εἰ καὶ ἄλλη τις παρὰ τὴν οὖσαν ὑποσταίη οὐδε αὕτη μοι είναι τι δοκεῖ πρὸς τὴν ἀγάπην τοῦ θεοῦ ἐπειδὴ δὲ καὶ ἀγγέλων καὶ δυνάμεων ἐμνήσθη μὴ νομίζει τοὺς ἀγγέλους ἡ τὰς δυνάμεις ἀποστῆσαί τινας ἐθέλειν ἀπὸ Χριστοῦ ἄπαγε ἀλλὰ τὸν περὶ θεὸν θερμὸν πόθον σημᾶναι ζητῶν εἰς τούτους ἦλθε τοὺς λόγους
486exa46vRom.8.39Θεοδω(ρητου) s οὔτε βάθος οὔτε τις κτίσις ἕτερα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ βάθος ὡς οἶμαι τὴν γέενναν ὀνομάζει ὕψος δὲ τὴν βασιλείαν καὶ πρὸς τούτοις τὴν αἰώνιον ζωὴν καὶ τὸν αἰώνιον θάνατον
486exb46vRom.8.39αλλως τουτέστιν οὔτε τὰ ἄγαν ἐπίδοξα οὔτε τὰ ἄγαν ἄδοξα
48746vRom.8.39πϛ τῆς ἐν Χριστῶι Ἰησοῦ τῶι κυρίωι ἡμῶν ἄνω πρῶτον εἶπε τὴν ἀγάπην τοῦ θεοῦ ἵνα μὴ ψεύδεσθαι δόξῃ περὶ τῆς ἰδίας λέγων ἀγάπης ὁ γὰρ ἀγαπηθεὶς οὐ θαυμαστὸν εἰ ἀνταγαπᾷ
48846vRom.9.1-Rom.9.2πζ ἀλήθειαν λέγω ἐν Χριστῶι οὐ ψεύδομαι συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίωι ὅτι λύπη μοι ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῆι καρδίαι μου μέγα θέλει εἰπεῖν διὸ προοδοποιεῖ τῶ πιστευθεναι ὅρα δὲ ἀλήθειαν φησι λέγω ἐν Χριστῶι καὶ οὐ ψεύδομαι καὶ ἡ συνείδησις μοι εἰς τοῦτο μάρτυς σὺν τῶι ἁγίωι πνεύματι
48946vRom.9.3πη ηὐχόμεν γὰρ αὐτος ἐγώ ὅρα τὴν ἐπίτασιν οὐκ εἶπεν ἠβουλόμην ἂλλ ηὐχομην
489ex46vRom.9.3 δοκεῖ μὲν ἐθέλειν ὑπὲρ τῶν ἀδελφῶν καὶ τῶν συγγενῶν ἀλλοτριωθῆναι Χριστοῦ τοῦτο γὰρ ἡ τοῦ ἀναθέματος δύναμις ὅμως ἀκριβῶς θεωροῦντι φανήσεται ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ ταῦτα εἰρηκώς πως ἐπειδὴ ἑώρα τὸν θεὸν βλασφημούμενον ὑπο τῶν Ἰουδαίων ὅτί φησιν ἡμεῖς οἱ τὸν νόμον καὶ τὰς ἐπαγγελίας δεξάμενοι καὶ προπάτορες αὐτοῦ τοῦ Χριστοῦ εἰς οὓς ἦν ἡ υἱοθεσία ἐκβεβλήμεθα ἀντεισῆλθον δὲ ἄνθρωποι ἄρτι τῶν βωμῶν καὶ τῆς κνίσης ἐξελθόντες ἐπεὶ οὖν ταῦτα λέγοντας ᾔδει ὑπὲρ τοῦ μὴ είναι πρόφασιν βλασφημίας κατὰ τοῦ θεοῦ ηβούλετο ἐπιστρέψαι καὶ τοὺς Ἰουδαίους ὡς καὶ ἀνάθεμα ὑπὲρ τούτου ἐθέλειν γενέσθαι ὅπερ δεικτικὸν ἐστι τῆς ἀγάπης τοῦ Χριστοῦ ὃν γὰρ οὐδεμία κτίσις χωρίσαι ἴσχυσε πως ἂν ἐχώρισεν ἀγάπη συγγενῶν καὶ ἀδελφῶν
489Pha46vRom.9.3Φωτ(ιου) * ηὐχόμεν γὰρ αὐτοῦ Ὃν οὐδὲν δύναται χωρίσαι τῆς ἀγάπης τοῦ θεοῦ οὐ θάνατος ἀπειλούμενος οὐ ζωὴ προτεινομένη οὐ τὰ ἐκεῖθεν ἁπλῶς οὐδὲ τὰ ἐνταῦθα οὐχ ὅπερ ἄν τις ἐπινοήσῃ διὰ τοῦτο γὰρ καὶ ἀγγέλων ἐμνήσθη καὶ δυνάμεων καὶ βάθους καὶ ὕψους ὃν τοίνυν οὐδὲν χωρίσαι δύναται πῶς αὐτὸς ἑκουσίως ἀφίσταται καὶ τό τε ὑπὲρ τῶν κατὰ σάρκα συγγενῶν καὶ οὐ μόνον ἑκουσίως χωρίζεται ἀλλὰ καὶ ἐπιθυμεῖ καὶ ἐπιζητεῖ καὶ εὔχεται χωρισθῆναι τῆς ἀγάπης τοῦ Χριστοῦ ηὐχομην γὰρ φησὶν {αὐτος ἀνάθεμα /αὐτος ἐγὼ ἀνάθεμα }* εἶναι ἀπὸ τοῦ Χριστοῦ τὶ οὖν ἐστι τοῦτο πῶς συμβήσεται τὰ ἀσύμβατα πρῶτον μὲν φαμὲν ὅτι οὐκ ἔστι ταῦτα ἐναντία οὐ γὰρ ἐστιν ἐναντίον τὸ ἀγαπᾶν τὸν Χριστὸν οὕτως ὥστε μήτε διὰ κολάσεως μήτε δι' ὑποσχέσεως πάσης ἀφίστασθαι τῆς ἀγάπης αὐτοῦ καὶ τὸ ἀγαπᾶν τὸν πλησίον οὕτως ὥστε τὴν σωτηρίαν αὐτῶν ἴσην καὶ μείζονα τῆς ἰδίας ἡγεῖσθαι σωτηρίας οὔκουν ταῦτα ἐναντία ἀλλὰ καὶ μᾶλλον συνᾴδοντα ὁ γὰρ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἀγαπᾷ καὶ τὸν δεσπότην καὶ ἔμπαλιν καὶ ἐν τούτῳ γνώσονται πάντες καὶ {πάλιν περί /πάλιν ὁ κύριος περί }* τῆς εἰς θεὸν ἀγάπης καὶ τῆς εἰς τὸν πλησίον ἐν ταύταις φησὶ ταῖς δυσὶν ἐντολαῖς ὁ {νόμος ὡς κεφάλαιον /νόμος καὶ οἱ προφῆται ὡς κεφάλαιον }* οὐσῶν τῶν ἄλλων πάντων τῆς τε εἰς θεὸν καὶ τῆς εἰς τὸν πλησίον ἀγάπης ναὶ φησὶν ἀλλ' ἐνταῦθα προκρίνει τὴν τῶν πλησίον ἀγάπην τῆς πρὸς τὸν θεὸν καὶ εὔχεται ἐκεῖνον ἀπαρνήσασθαι καὶ ἐκείνους κερδῆσαι ὁ δὲ Χριστός φησιν ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος ἀλλ' οὐκ ἔστι τοῦτο φιλεῖν ὑπὲρ τὸν Χριστὸν τὶ γὰρ ἦν τὸ φιλεῖν ἐκείνους τὸ οἰκειῶσαι αὐτοὺς τῷ Χριστῷ πῶς οὖν ἐστι φιλεῖν ἐκείνους ὑπὲρ τὸν Χριστὸν ὅπου κἀκείνους εἰς τὴν φιλίαν καὶ ὑπακοὴν ἑλκύσαι ἔσπευδε τοῦ Χριστοῦ μᾶλλον γὰρ ἐπιδεικνύντος τὴν ὑπερβάλλουσαν ἀγάπην ἣν εἶχεν εἰς Χριστὸν ὅτι καὶ ἑτέρους συνήλαυνεν εἰς αὐτον ναὶ φησὶν εἰ μὴ ἐχώριζεν αὐτον τοῦ Χριστοῦ λέγων {ηὐχόμεν τι οὖν φαμέν /ηὐχόμεν γὰρ αὐτο ἐγὼ καὶ ἑξῆς τι οὖν φαμέν }* τὶ οὖν φαμὲν ἢ ὅτι μὴ γένοιτο οὐκ ἐχώριζεν οὐ γὰρ εἶπεν εὔχομαι τοῦτο γενέσθαι ἀλλὰ διὰ τὸ διάπυρον τοῦ πόθου ὅπερ πρὸς τὸν Χριστὸν εἶχεν καὶ τὴν σπουδὴν ἣν κατεβάλλετο εἰς τὸ προσαγαγεῖν πάντας {πάντας καὶ μάλιστα /πάντα τῶι Χριστῶι καὶ μάλιστα }* τοὺς Ἰουδαίους οὗτοι γὰρ καὶ συγγενεῖς καὶ μάλιστα ἀντιπίπτοντες ἦσαν ταῦτα οὖν παραστῆσαι βουλόμενός φησιν ὅτι εἰ ἦν δυνατὸν διὰ τῆς ἐμῆς ἀπωλείας δοξασθῆναι τὸν Χριστὸν καὶ σωθῆναι τοὺς Ἰουδαίους οὐδει τοῦτο ἂν παρῃτησάμην ηὐχομην γὰρ φησὶν εἰ ἐνεχώρει εἰ ἐνεδέχετο εἲ τίς μοι ταύτην ἐδίδου τὴν αἵρεσιν πότερον βούλει διαστῆναι Χριστοῦ ἵνα πᾶν τὸ Ἰουδαίων ἔθνος ἑνωθῇ καὶ δοξασθῇ ὁ Χριστὸς καὶ πληρωθῶσιν αἱ ἐπαγγελίαι τοῦ πατρὸς ἢ ἐν τῇ σῇ ἑνώσει ἵνα τὸ Ἰουδαίων ἔθνος στασιάζῃ καὶ διΐσταται καὶ βλασφημῆται ὁ Χριστὸς εἰ οὖν ταῦτα προετίθει προετίμησα ἂν φησὶ τὴν δόξαν Χριστοῦ καὶ τὴν τῶν πολλῶν σωτηρίαν τῆς ἰδίας εἶδες ὑπερβολὴν ἀγαπήσεως Χριστοῦ ἐπειδὴ ἐκ τῶν ὄντων πάντων τὴν ἀγάπην ἐπεδείξατο τοῦ Χριστοῦ νῦν καὶ ἐκ τῶν μὴ ὄντων μὲν καθ' ὑποθεσιν δὲ λαμβανομένων διὰ τοῦ νοήματος τούτου ταύτην παρίστησιν ὅτι καὶ τὴν ἐμὴν σωτηρίαν ἐν ὑποθέσει ὑπὲρ τῆς δόξης αὐτοῦ καὶ τῆς εἰς αὐτὸν τῶν Ἰουδαίων ἐπιστροφῆς κατεβαλομην ἂν καὶ γὰρ διϊστάμενος Παῦλος ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ καὶ τῆς ἐν αὐτῷ τῶν Ἰουδαίων ἑνώσεως ῥᾷον πάλιν ἡνοῦτο καὶ συνήπτετο ὥσπερ τις πῶλος μικρὸν τῆς μητρὸς ἀποσπασθεὶς καὶ οὕτω πάλιν αὐτος τε ἐσώζετο καὶ ὁ Χριστὸς ἐπὶ πλέον ἐδοξάζετο καὶ τὸ Ἰουδαίων ἔθνος ἐσώζετο καὶ αἱ διαθῆκαι καὶ αἱ ἐπαγγελίαι εἰς πέρας ἤρχοντο μᾶλλον δὲ οὕτω καὶ ἐπὶ τούτοις διϊστάμενος οὐ διΐστατο ἀλλὰ πλέον ἡνοῦτο ἢ οὐ δοκεῖ σοι ὅτε Τιμόθεον περιέτεμεν ὅτε αὐτὸς ἡγνίσατο ὅτε τὰ τοῦ νόμου ἐτέλει τὴν χάριν κηρύσσων ὅτι τρόπον τινα πρὸς τὴν χάριν ἐδοκει διΐστασθαι καὶ ἑαυτῷ ἐναντιοῦσθαι ἀλλ' οὔτε διΐστατο οὔτε ἑαυτῷ ηναντιοῦτο ὑπὲρ γὰρ τῆς χάριτος καὶ τοῦ προσαγαγεῖν πάντας τῷ Χριστῷ καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα ἔπραττεν τοῦτ' ἔστιν ἀγάπης ἀξίας Χριστοῦ τοῦτ' ἔστι ψυχῆς ὅλης δι' ὅλου εἰς τὸν πόθον ἀναφλεγομένης τοῦ Χριστοῦ ἄλλως τε δὲ οὐδὲ λέγει ἀνάθεμα γενέσθαι τοῦτ' ἔστιν ἀπὸ τοῦ νῦν αὐτοῦ χωρισθῆναι τοῦτο γὰρ ἀπευκτοτατον ἀλλὰ ἀνάθεμα εἶναι τοῦτ' ἔστι κεχωρισμένος ἔτι εἶναι καὶ μήπω τῷ Χριστῷ προσελθεῖν τοῦτο φησὶν ηὐχομην ἂν τὸ ἐμὲ αὐτὸν μήπω προσελθεῖν τῷ Χριστῷ ἀλλ' ἔτι κεχωρισμένον αὐτοῦ εἶναι εἰ τοῦτο εἰς τὴν ὑμετέραν εἴσοδον καὶ πίστιν τὴν εἰς αὐτὸν συνετέλει μὴ γὰρ ὅτι προσῆλθον Χριστῷ διὰ τοῦτο καὶ ὑμᾶς με προσκαλεῖσθαι νομίσητε φησὶν καὶ πρὸ ἐμοῦ ὑμᾶς ἐβουλομην προσδραμεῖν αὐτῷ εἶτα ἑξῆς λέγει καὶ τὰς αἰτίας
489Phb47rRom.9.3Φωτ(ιου) * γὰρ αὐτος ἐγώ Αὐτὸς ἐγὼ οὐχ ἑτέρους φησὶν ὑμῶν προτιμῶμαι εἰς τὸ προσελθεῖν τῷ Χριστῷ ἀλλ' οὐδὲ ἐμὲ αὐτον εἱλομην γὰρ ἂν μήπω προσελθεῖν αὐτῷ ἂν διὰ τούτου ὑμεῖς προσήρχεσθε
49047rRom.9.3πθ * ἀνάθεμα είναι ὁ διδάσκαλος φησι πάντων ὁ μυρίους προσδοκῶν στεφάνους ὁ πάντων τὴν αὐτοῦ ἀγάπην προτιμῶν
47rRom.9.3ϟ * ἀπὸ τοῦ Χριστοῦ
49147vRom.9.3ϟα ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ τοῦτο εἶπεν ηβούλετο γὰρ αὐτον παρὰ πάντων δοξάζεσθαι ἀλλὰ μὴ βουλόμενος δημοσιεῦσαι {τὸ χάρισμα γάρ /τὸ χάρισμα χάρισμα γάρ }* τὸ οὕτως ἀγαπᾶν τὸν Χριστὸν τοὺς συγγενεῖς ἀγαπᾶν ὑποκρίνεται
491Ph47vRom.9.3Φωτ(ιου) * ὑπὲρ τῶν ἀδελφῶν θέλων δεῖξαι τὴν ἄφατον αὐτοῦ στοργὴν καὶ σπουδὴν τὴν πρὸς Ἰουδαίους αὐτίκα μετὰ τὸ εἰπεῖν ὅτι οὐδέν με δύναται χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ ἐπάγει ἀλλ' ὑπὲρ τῶν ἀδελφῶν μου εἰ ἦν τοῦτο συντελοῦν εἰς ὄνησιν αὐτῶν ηὐξάμην ἂν χωρισθῆναι τοῦτο γὰρ τὸ ἀνάθεμα συσσημαίνει
49247vRom.9.4-Rom.9.5ϟβ οἵτινὲς εἰσιν Ἰσραηλῖται ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ ἐπαγγελίαι ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὧν ἐπὶ πάντων δεῖξαι θέλει ὅτι ὁ Θεὸς οὐδὲν παρῆκεν εἰς τὴν τῶν Ἰουδαίων εὐεργεσίαν αὐτοὶ δὲ οἰκεῖα ἀγνωμοσύνη πάντων ἐξέπεσον διὸ καταλέγει τὰς δωρεᾶς τοῦ θεοῦ
492Ph47vRom.9.5Φωτ(ιου) * o ὧν ἐπί ἐνταῦθα λαμπρότατα θεὸν τὸν Χριστὸν ὀνομάζει ὁ ἀπόστολος
49347vRom.9.5ϟγ θεὸς εὐλογητὸς εἰς τοῦ αἰῶνας ἀμήν αὐτος τὴν ὑπὲρ πάντων ἀνήγαγεν εὐχαριστίαν εἰ γὰρ καὶ Ἰουδαῖοί φησι βλασφημοῦσιν εἰς αὐτον ἂλλ ἐγώ φησι οτα ἀπόῤῥητα εἰδὼς καὶ τὴν πρόνοιαν αὐτοῦ ἐπιστάμενος οἶδα ὅτι δοξολογεῖσθαι ὑπάρχει ἄξιος οἷα θεός
49447vRom.9.6ϟδ οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ ἰδού φησι καὶ ἀνάθεμα ζητῶ γενέσθαι ὑπὲρ τοῦ πιστεῦσαι Ἰουδαίους καὶ ἵνα μὴ δόξῃ ἐψεῦσθαι ὁ θεὸς ἐφ' οἷς ἐπήγγελται καὶ ὅμως εὰν ἴδωμεν ἀκριβῶς οὔτε νυν ἐξέπεσεν ὁ λόγος καὶ ἡ ἐπαγγελία τοῦ θεοῦ ἡ ἐψεύσατο ταῦτα γάρ φησιν εἶπον οὐχ οἷον ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ τουτέστιν οὐκ ἐπειδὴ ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ ἂλλ ἵνα τὴν πρὸς αὐτοὺς ἀγάπην ἐνδείξωμαι καὶ λοιπὸν δείκνυσι πως ὁ λόγος τοῦ θεοῦ καὶ ἡ πρὸς Ἀβραὰμ ἐπαγγελία τοῦ θεοῦ οὐκ ἐκπέπτωκεν ποία δὴ ταῦτα ἡ τὸ κατ' ἐπαγγελίαν δὲ αὐτοῦ σπέρμα λέγουσα ἰσάριθμον ἔσεσθαι τοῖς ἄστροις κατ' ἐπαγγελίαν δὲ αὐτοῦ σπέρμα τὸ τῶν πιστῶν καὶ οὐκ ἐκ πεπτωκότων τῆς θείας προνοίας
494Ph47vRom.9.6Φωτ(ιου) * οὐχ οἷον δέ Οὐ μόνον φησὶν οὐκ ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ ἀλλ' οὐδὲ οἷον ἐκπέπτωκεν οἷον ἀλλ' οὐδ' ἐγγὺς γέγονε τοῦ ἐκπεσεῖν ἢ δοκεῖν ἐκπεπτωκέναι
49547vRom.9.6-Rom.9.7ϟε οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ οὐδ ὅτι εἰσι σπέρμα Ἀβραὰμ πάντες τέκνα ἂλλ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα καί πως φησιν οὐκ ἐξέπεσεν ὁ λόγος τοῦ θεοῦ πως ὅτι οὐ πάντες οἱ ἐξ Ἰσραὴλ Ἰσραηλῖται εἰσι τουτέστι σπέρμα Ἀβραὰμ εἶτα σαφηνίζει αὐτο οὐ γὰρ ἐπειδήπερ φησι τέκνα σαρκικὰ τοῦ Ἀβραὰμ ἤδε καὶ τέκνα εἰσι κατ' ἐπαγγελίαν καὶ οἷς ἡ ἐπαγγελία ἐδόθη ἀλλὰ ποία ἐστι τέκνα Ἀβραὰμ ἄκουε φησι τῆς γραφῆς ὅρα δὲ οὐκ εἶπεν ἐξ Ἰακὼβ ἂλλ ἐξ Ἰσραὴλ τὸ τῆς ἀρετῆς γνώρισμα τέθεικε τὸ Ἰσραὴλ καὶ δεικνὺς τὴν ἄνωθεν δωρεάν
495Ph47vRom.9.7Φωτ(ιου) * οὐ γὰρ πάντες Εἰ οὐχὶ πάντες φησὶν οἱ ἐκ σπέρματος Ἀβραὰμ οὗτοι καὶ τέκνα Ἀβραὰμ δηλονότι ἄλλος ἐστὶ τρόπος ὁ ποιῶν αὐτοὺς τέκνα τοῦ Ἀβραὰμ καὶ οὐχὶ ἡ ἐξ αὐτοῦ γέννησις τὶς δὲ οὗτος ὁ τῆς ἐπαγγελίας τοῦτ' ἔστιν ἐκεῖνοι τέκνα εἰσὶν οἱ καὶ τῆς ἐπαγγελίας ἀξιωθέντες καὶ πληθυνθέντες ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ οἷοὶ εἰσιν οἱ πιστοί
49648rRom.9.8ϟϛ {τουτέστιν οὐ /τουτέστιν ὅτι οὐ }* τὰ τέκνα τῆς σαρκός εἶτα ἑρμηνεύει τὴν ἀναγνωσθεῖσαν γραφήν τι ἐστι τὸ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα ὅτί φησι οἱ ἐκ τῆς ἐπαγγελίας εἰσι τέκνα οὐκ εἶπε δὲ τοῦ Ἀβραὰμ ἀλλὰ τοῦ θεοῦ δεικνὺς οὐ δὲ τὸν Ἰσαὰκ ἁπλῶς είναι τοῦ Ἀβραὰμ ἵνα δείξῃ ὅτι οἱ τὴν υἱοθεσίαν ἔχοντες αὐτοὶ εἰσι κατ' ἐπαγγελίαν τέκνα τοῦ Ἀβραάμ
49748rRom.9.8ϟζ ταῦτα τέκνα θεοῦ ἐπεὶ τούτωι τῶι λόγωι καὶ οἱ Ἰουδαῖοι ἐπειδὴ ἀπόγονοι εἰσιν Ἀβραὰμ ὅσον τὸ κατὰ σάρκα ὤφειλον είναι τέκνα τοῦ θεοῦ ἂλλ οὐκ εἰσιν κατὰ σάρκα γὰρ αὐτοὶ σπέρμα Ἀβραὰμ ἂλλ ἡμεῖς ἐσμεν καὶ τέκνα τοῦ Ἀβραὰμ οἱ τῆς αὐτῆς αὐτῶι πίστεως καὶ τέκνα τοῦ θεοῦ διὰ τῆς κολυμβήθρας
49848rRom.9.8-Rom.9.9ϟη ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῆι Σάρραι υἱος ὅσοι φησι κατὰ τὸν Ἰσαὰκ γεννηθῶσιν οὗτοι εἰσι καὶ σπέρμα Ἀβραὰμ καὶ υἱοὶ θεοῦ ὁ γὰρ Ἰσαὰκ οὐ κατὰ νόμον ἐγεννήθη φύσεως ἀλλὰ κατὰ δύναμιν ἐπαγγελίας οὐκοῦν οἱ γεννώμενο οὕτως υἱοὶ Ἀβραὰμ εἰσιν οὕτως δὲ ἡμεῖς γενώμεθα διὰ τῆς κολυμβήθρας ῥήμασι γὰρ καὶ ἡμεῖς ἐπαγγελίας γεννώμεθα ῥήμασι μὲν διὰ τὸ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος γίνεσθαι τὰς ἐν τῆι κολυμβήθραι κατάδυσεις ἐπαγγελία δὲ καθὸ οἱ προφῆται πρὸ πολλῶν χρόνων τὸ βάπτισμα εὐηγγελίσαντο ὡς τὸ λούσασθε καθαροὶ γένεσθε
49948rRom.9.10ϟθ οὐ μόνον δὲ ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα καί τι φησι θαυμαστὸν ὅτι τῶν Ἰουδαίων οἱ μὲν πιστεύσαντες εἰς σπέρμα Ἀβραὰμ λογίζονται οἱ δὲ ἄπιστοι οὐκέτι τοῦτο γὰρ καὶ ἐπὶ τῶν παλαιων εὑρήσεις καὶ γὰρ ὁ Ἰσαὰκ λογίζεται μόνος εἰς σπέρμα καίτοι ὄντων ἀπὸ Χεττούρας οὐ μόνον δὲ τοῦτό φησιν ἀλλὰ καὶ ἡ Ῥεβέκκα ἐξ ἑνὸς τοῦ Ἰσαὰκ σπέρμα ἔχουσα καὶ δύο γεννήσασα οὐκ ἔσχε τοὺς δύο ἀρέσαντας θεῶι οὐ δὲ λογιζομένους εἰς σπέρμα Ἀβραὰμ οὕτω φησι καὶ Ἰουδαῖοι οἱ μὲν πιστοὶ καὶ σπέρμα Ἀβραὰμ εἰσι καὶ σώζονται οἱ δὲ ἄπιστοι οὐκέτι
50048rRom.9.10ρ * Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν ἐξ ὧν οὐκ ἔσχε φησι τοὺς δύο ἀρέσκοντας
50148rRom.9.11α μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθον ἡ κακόν τοῦ Ἠσαῦ καὶ τοῦ Ἰακώβ
50248vRom.9.11β ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ ἡ κατὰ πρόγνωσιν ἐκλογή
502Ph48vRom.9.11Φωτ(ιου) * μήπω γὰρ γεννεθεντων μηδὲ πραξάντων τι ἀγαθον ἡ κακόν κατ' ἐκλογήν Εἰπὼν πρόθεσις τοῦ θεοῦ τὴν βουλὴν αὐτοῦ ἐδήλωσεν εἰπὼν κατ' ἐκλογὴν ἔδειξεν ὅτι καὶ διέφερον ἀλλήλων οὐδεὶς γὰρ ἐκλέγεται ἕτερον ἀφ' ἑτέρου εἰ μή τι αὐτοῦ διαλλάσσει εἰπὼν δὲ οὐκ ἐξ ἔργων παρέστησε τὸ μέγεθος τῆς κλήσεως καὶ τῆς χάριτος αὐτοῦ ὅτι καὶ μηδὲν πραξάντων ἐκλέγεται καὶ προσκαλεῖται ἀλλ' εἰ μηδὲν πραξάντων ἐκλέγεται πῶς ἐκλέγεται ἡ μὲν γὰρ ἐκλογὴ ἐπὶ τῶν κατά τι γίνεται διαφεροντων οἱ δὲ μηδὲν πράξαντες τὶ διαφέρουσιν καὶ πάνυ ἀνθρωπίνοις μὲν γὰρ ὀφθαλμοῖς ἐπεὶ οὐδὲν ἔπραξαν οὐδὲν διαφέρουσιν θείᾳ δὲ προγνώσει τοῦ μέλλοντος πολλὰ διαφέρουσιν καὶ γὰρ ὁ μὲν εὐηρέστησε τῷ θεῷ ὁ δὲ οὐκέτι ὥστε ἡ ἐκλογὴ καὶ οὐκ ἐξ ἔργων γέγονε καὶ ἀπὸ τῆς κλήσεως καὶ τῆς χάριτος γέγονε καὶ δικαία γέγονε ἀλλὰ τὸ δίκαιον τοὺς ἀνθρώπους ἐλάνθανεν ὥσπερ πλέον καὶ ἔτι νῦν λανθάνει τὸ δίκαιον ἐπὶ τῆς ἀναιρέσεως τῶν μοσχοποιησάντων πάντων γὰρ μοσχοποιησάντων οὐ πάντες ἀνῃρέθησαν ἀλλ' εἰ καὶ τοὺς ἀνθρώπους τὸ ἐν τῇ τούτων ἀναιρέσει ἐκπέφευγε δίκαιον τῷ κριτῇ τῶν ὅλων ἀκριβῶς καὶ ἀδιαπτώτως ἔγνωσται καὶ ἐπὶ μυρίων δὲ ἄλλων ὡσαύτως καὶ ἐπὶ τῶν καθ' ἑκάστην συμβαινόντων πολλὰ γὰρ ἀγνώστους ἡμῖν ἔχοντα τοὺς λόγους καὶ τοῖς ἀσυνέτοις ἄλογα δοκοῦντα διὰ τοῦτο τῷ παντεποπτῃ καὶ παντεφορῳ τῆς δίκης ὀφθαλμῷ δικαίως καὶ κρίνεται γεγενῆσθαι καὶ διαπράττεται ὁ δὲ θεῖος Παῦλος φησιν ὅτι εἰ καὶ μηδεὶς λόγος ἀπορρητος ἐν ῆν τοῖς πραττομένοις οὐδ' οὕτως ἐχρῆν τινας ἀδημονεῖν καὶ ἐπικαλεῖν διὰ τὶ ὁ μὲν οὕτως ὁ δὲ οὕτως τὸν βίον διαπορεύεται ἐξουσίαν γὰρ ἔχει ὁ πλάστης δημιουργεῖν ὡς βούλεται τοῦτο δὲ ἐκ περιουσίας φησὶν ἐπεὶ καὶ τὸν προειρημένον τρόπον τῆς ἀπολογίας φησὶν ἐν οἷς λέγει ὅτι ἡ γραφὴ λέγει τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε καὶ ἑξῆς ἐνταῦθα γὰρ οἱονεί φησιν ὅτι ἄλογον ἂν ἔδοξε τοῖς πολλοῖς τὸ ὑψωθῆναι τὸν Φαραὼ καὶ βασιλεῦσαι μιαρὸν οὕτω καὶ ὠμὸν καὶ ἀπάνθρωπον ὄντα ἀλλ' ἡ γραφὴ διδάξασα τὴν αἰτίαν εἰς εὔλογον μετενήνοχε τὸ ἄλογον καίτοι φησὶ καὶ αὐτὸ τὸ εὔλογον καὶ ἡ λύσις ἀπορίαν πάλιν τοῖς φιλονείκοις καὶ ἀγνώμοσι δύναται τεκεῖν ἐροῦσι γὰρ ὅτι εἰ διὰ τοῦτο ἐξήγειρε τὸν Φαραὼ εἰς βασιλέα ἵνα τὸ ὄνομα αὐτοῦ τιμωρησαμένου αὐτὸν τιμωρίᾳ παραδοξῳ καὶ θαυμαστῇ ἐνδοξασθῇ τὶ ὅτι μέμφεται αὐτον μᾶλλον δὲ τὶ ὅτι ἐτιμωρήσατο αὐτον ἃ γὰρ ἥμαρτεν εἰς δόξαν αὐτοῦ ἥμαρτεν εἰ μὴ γὰρ ἥμαρτεν οὐκ ἐτιμωρήσατο εἰ μὴ ἐτιμωρήσατο οὐκ ἂν ἐδοξάσθη ἀλλὰ τοῦτο ἐβούλετο ὅπως γὰρ φησὶν ἐνδείξωμαι καὶ ἑξῆς εἰ δὲ ἐβούλετο τὶς ἀντιστῆναι δύναται αὐτοῦ τῷ βουλήματι ὁρᾷς πῶς ἡ τῆς ἀπορίας λύσις καὶ τῆς αἰτίας ἀποδοσις οὐκ ἔλυσε τὸ ἀπορούμενον τοῖς ἀγνώμοσιν ἀλλὰ καὶ ἑτέρας ἀπορίας ἀφορμὴ γέγονεν δι' ὃ ἄμεινον μὴ ζητεῖν τὰς τοιαύτας αἰτίας ἢ ζητοῦντας μειζόνων ἀποριῶν αἰτίας τὰς λύσεις ποιεῖσθαι τοῦτο γὰρ εὐγνωμονων πλασμάτων καὶ δούλων μὴ τὰς αἰτίας ἀπαιτεῖν τὸν δημιουργὸν καὶ δεσπότην ἀλλ' ἐπὶ πᾶσι τοῖς γινομένοις εὐχαριστεῖν αὐτῷ κἂν οὐ κατείληφε τοὺς λόγους δι' οὓς γίνεται μᾶλλον δὲ ἐπὶ τῶν τοιούτων πλέον ὀφείλομεν εὐχαριστεῖν δῆλον γὰρ πρὸς ὧν μὴ κατειλήφαμεν ἐπὶ τούτων μείζους εἰσὶν οἱ λόγοι καὶ θαυμασιώτεροι καὶ τῆς ἡμῶν ὑπερκείμενοι καταλήψεως ὥστε μείζους δεῖ καὶ τὰς εὐεργεσίας προσάγεσθαι αὐτὸς δὲ προϊὼν καὶ τῆς δευτέρας ἀπορίας τίθησι τὴν λύσιν
50349rRom.9.11-Rom.9.12γ οὐκ ἐξ ἔργων ἂλλ ἐκ τοῦ καλοῦντος ἐρρήθη αὐτῆι ὅτι ὁ μείζων δουλεύσει τῶι ἐλάσσονι μήπω γάρ τι πράξαντα τὸν Ἰακὼβ ἐκάλεσε ἀγαπητὸν τὸν γὰρ Ἰακώβ φησιν ἠγάπησα τὸν δὲ Ἠσαῦ ἐμίσησα
50449rRom.9.13δ καθὼς γέγραπται τὸν Ἰακὼβ ἠγάπησα τὸν δὲ Ἠσαῦ ἐμίσησα οἱ μὲν γὰρ ἄνθρωποι ἴσως μετὰ τὸ γενέσθαι ὁ δὲ θεὸς πρὸ γενέσεως ἐπίσταται τὰ ἐν τῶι ἀνθρώπωι
50549rRom.9.14ε τι οὖν ἐροῦμεν μὴ ἀδικία παρὰ τῶι θεῶι μὴ γένοιτο ὁ μὲν Ἠσαῦ φησιν ὡς κακὸς ἐμισήθη τι δὲ ἐροῦμεν περὶ τῶν ἐν τῆι ἐρήμωι Ιουδαδιων οὐ πάντες ἐμοσχοποίησαν πως οὖν εἴρηται ἐλεήσω ὃν ἂν ἐλεῶ εἰ γὰρ ἀδικία οὐκ ἐστι παρὰ τῶι θεῶι καὶ ὅμως πάντων μοσχοποιησάντων εἶπεν ἐλεήσω ὃν ἂν ἐλεῶ ἄρα κρυφίοις ὀφθαλμοῖς ὁ θεὸς ἐμβατεύει εἰς τὰς τῶν ἀνθρώπων καρδίας καὶ οὐχ ὥσπερ οἱ ἄνθρωποι οὐκ οὖν οὐδε ἐπὶ τῶν νυν Ἰουδαίων ἀδικεῖ ὁ θεὸς ἀλλὰ καί νυν ὅσοι μὲν ἄξιοι σώζονται πιστεύουσι γὰρ ὅσοι δὲ ἀνάξιοὶ ἀπόλλυνται οὐ πιστεύουσι γάρ
50649rRom.9.15ϛ τῶι γὰρ Μωϋσεῖ λέγει ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω ὡς εἰ εἶπεν ἐγὼ οἶδά τινες ἄξιοι σωτηρίας καὶ ὅσοι οὐκ ἄξιοι εἰ οὖν Μωσῆς φησι ἠγνόει σχολῇ γοῦν ἡμεῖς γνοίημεν τὰς αἰτίας τῶν γινομένων
50749vRom.9.16ζ ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδε τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ δεῖ μὲν οὖν θέλειν καὶ τρέχειν καὶ τὴν ἑαυτοῦ ἕκαστον δύναμιν πληροῦν πλὴν ὅτι δίχα βουλῆς θεοῦ οὔτε ὁ θέλων οὔτε ὁ τρέχων ἀνύει τι πλέον
507Ph49vRom.9.16Φωτ(ιου) * ἄρα οὖν οὐ τοῦ τρέχοντος Οὐ τοῦ θέλοντος μόνον οὐδὲ τοῦ τρέχοντος μόνον ἀλλὰ δεῖ καὶ τοῦ θεόθεν ἐλέου καὶ τῆς ἐκεῖθεν συμμαχίας ἢ καὶ οὕτως τὸ ἄρα οὖν οὐ τοῦ θέλοντος καὶ ἑξῆς οὐκ ἔστιν ὡς Παύλῳ ὁμολογούμενον ἀλλὰ μᾶλλον ὡς παρὰ τῶν ἀπορούντων προτεινόμενον εἰ γὰρ ὃν θέλει ἐλεεῖ καὶ ἑξῆς εἰ οὖν τοῦτο φησὶ μάτην θέλομεν καὶ μάτην τρέχομεν καὶ ἡ ῥῆσις δὲ εἰς βεβαίωσιν τῆς ἀπορίας ἀλλ' οὐκ εἰς ἐπίλυσίν τινος ἑτέρας εἶτα πάλιν ἐπανάληψις τῆς ἀπορίας ἄρα οὖν ὃν θέλει ἐλεεῖ ὃν θέλει σκληρύνει εἶτα ὡς μὴ ἐξαρκούσης τῆς ἀπορίας τοῦ ἀτοπου τὸ μέγεθος παραστῆσαι μετάληψις αὐτῆς ἐπὶ τὸ ἐκ ταύτης ἀνακύπτον ἀτοπώτερον καὶ ἀπορώτερον τὶ γὰρ ἔτι μέμφεται φησὶν τὶ λοιπὸν κολάζει τὶς γὰρ ἀντιστῆναι δύναται τῇ βουλῇ αὐτοῦ οὕτω τὴν ἀπορίαν αὐξήσας καὶ τραχύνας ἐπάγει δι' ἐπιτιμήσεως τὴν λύσιν σφόδρα δριμέως καὶ προσφυῶς λέγων σὺ τὶς εἶ ὁ ἀνταποκρινομενος τῷ θεῷ οἷον σὺ τὶ νῦν ποιεῖς ἀνταποκρινομενος τῷ θεῷ ἀνθίστασαι καὶ πολεμεῖς τῇ βουλῇ αὐτοῦ καὶ τῇ πράξει αὐτοῦ ἢ οὒ εἰ μὲν γὰρ οὐχὶ τὶ ἀντιλέγεις τὶ ἀνταποκρίνῃ τῷ θεῷ εἰ δὲ ἀνθίστασαι καὶ ἀντιλέγεις καὶ ἀνταποκρίνῃ πῶς λέγεις ὅτι τῷ γὰρ βουλήματι αὐτοῦ τὶς ἀνθέστηκεν ὥστε εἰ μὲν ἀνθίστασαι μάτην καὶ κατὰ σεαυτοῦ ἐρεῖς τι ὅτι {μέμφεται οὐδὲ /μέμφεται εἰ δὲ μὴ ἀνθίστασαι οὐκέτι ἐρεῖς ὅλως τὸ τὶ ὅτι μέμφεται οὐδὲ }* τὸ ἄρα ὃν θέλει ἐλεεῖ ὃν δὲ θέλει σκληρύνει οὐδ' εἰς λογισμοὺς ἄρα ὅλως ἐξαχθήσῃ τοιούτους λογοθετεῖν τὸν δημιουργὸν ἐφ' οἷς πράττει καὶ οικονομει τὸν κόσμον οὐδ' ἀντιλέγειν αὐτῷ καὶ ἀνθίστασθαι οὕτως οὖν σπερματικῶς εἰπὼν τὴν ἀνατροπὴν τῆς ἀπορίας καὶ ἑτέραν λύσιν ἀπὸ τῆς τῶν παρ' ἡμῖν δημιουργημάτων φύσεως καὶ ἰδιοτητος ἐπάγει τοῦτο μὲν παραινετικὴν περιέχουσαν συμβουλὴν καὶ διδασκαλίαν τοῦτο δὲ καὶ ἀντιρρητικὸν ἔλεγχον καὶ ἡ μὲν παραινετικὴ συμβουλὴ καὶ διδασκαλία τοιαύτη τὶ ἀντιλέγεις τὶ ἀνταποκρίνῃ τῷ πλάστῃ καὶ δημιουργῷ μίμησαι τὰ ἄλλα πλάσματα ὁ λογικὸς τὰ ἄλογα ὁ ἔμψυχος τὰ ἄψυχα ὁ πλέον χρεωστῶν ἐξυμνεῖν τὸν πλάστην ἢ ἐκεῖνα τοὺς πλαστουργοὺς τοὺς ἰδίους ἐκεῖνα οὐκ ἀντιλέγει οὐδὲ ἀνθίσταται τῷ δημιουργοῦντι καίτοι φύσει δουλεύοντα ἀλλ' ὅμως πρὸς τὸ ἐκείνου μετασχηματίζεται βούλημα πάντα παραχωροῦντα τῷ τεχνίτῃ καὶ σὺ μηδὲ φύσεως ἀνάγκῃ δουλεύων ἀλλὰ λόγῳ τιμηθεὶς καὶ αὐτεξουσιοτητι οὐχ ὑπείκεις τῷ τοῦ πλάσαντος βουλήματι καὶ στέργεις τὴν κυβέρνησιν ἀλλὰ λογοθετεῖς καὶ ἀντιπίπτεις καὶ εὐθύνας ἀπαιτεῖς τῶν πραττομένων καὶ προνοουμένων μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι τί με ἐποίησας ἡ δέ γε κατ' ἔλεγχον ἀντίρρησις τοιαύτη ἀνταποκρίνῃ τῷ θεῷ φησὶν ὡς ἄκων ἁμαρτάνεις ἅτε νικῶντος αὐτοῦ τὴν σὴν γνώμην τοῦ βουλήματος καὶ τὸ αὐτεξούσιον ταύτῃ περιῃρημένος καὶ μὴν οὐχ ὁρῶμεν ἐπὶ τῶν μὴ αὐτεξουσίων πλασμάτων ἃ σὺ ποιεῖς ἐκεῖνα οὐκ ἀντιλέγει τοῖς πλάττουσιν τί με οὕτως ἀλλὰ μὴ οὕτως ἐποίησας ἢ τόδε τὶ οὕτως ἀλλὰ μὴ οὕτως ἢ ὅλως τί με ἐποίησας σὺ δὲ καὶ ἀντιλέγεις καὶ εὐθύνας τὸν πλάστην ἀπαιτεῖς οὐκ ἄρα τοῦ αὐτεξουσίου ἐστέρησαι οὐκ ἄρα ἄκων ἁμαρτάνεις δικαίως ἄρα καὶ κολάζῃ σὺ καὶ ὑπὸ μέμψιν πίπτεις αὐτεξούσιος ὢν καὶ μὴ πράττων τὰ δέοντα καὶ ταῦτα μὲν περὶ τούτων Τὸ δὲ ἢ οὐκ ἔχει κεραμεὺς ἐξουσίαν καὶ ἑξῆς ἄλλο ἐστὶν ἐπιχείρημα κατ' ἀντιπαράστασιν προαγόμενον δεδοσθω φησὶ κατὰ τὸν σὸν λόγον καίτοι ἐλεγχθέντα ὅτι οὐκ εἶ αὐτεξούσιος ὅτι ὁ θεὸς οὕτως ἔπλασέ σε οὐδ' οὕτως ἐστὶ δίκαιον ἀντιλέγειν καὶ μέμφεσθαι τῷ θεῷ εἰ καὶ μηδὲν γὰρ ἄλλο προνόμιον αὐτῷ ἀποδοῦναι βούλει τῷ ὑπὲρ πάντα ὄντι καὶ λόγον καὶ ἔννοιαν ἀλλὰ τέως τὸ πᾶσι κοινὸν ὑπάρχον τοῖς ὁπως δή ποτε δημιουργοῖς λίαν ἐστὶν ἄτοπον καὶ ἀσεβὲς ἀφαιρεῖν ἀπ' αὐτοῦ τὶ οὖν ἐστι τοῦτο οὐδὲν τῶν δημιουργημάτων τὸν οἰκεῖον δημιουργὸν ἐπιμέμφεται καὶ εὐθύνει ἀλλ' ἐξουσίαν ἔχει ἕκαστος δημιουργὸς δημιουργεῖν ὡς βούλεται καὶ πλάττειν καὶ ἀνεύθυνος ἐστι καὶ μάλιστα ὑπὸ τῶν πλασμάτων ὥστε καὶ σὺ εἰκαίως λέγειν οὕτως ἐπλάσθην οὐκ ὀφείλεις μέμφεσθαι ἢ ἀντιλέγειν κατὰ τὸν κοινὸν τῶν πλασμάτων νόμον καὶ ὅ
50850rRom.9.17η λέγει γὰρ ἡ γραφὴ τῶι φαραώ ἐδοκει αὐτω ἀντικεῖσθαι τι δήποτε ἐκβέβληται οἱ Ιουδαισμος παρὰ τῶι θεῶι ἀντεισήχθη δὲ ἡ πίστις θέλων οὖν ἡμᾶς παιδεῦσαι μὴ ἀπαιτεῖν εὐθύνας τὸν θεὸν ὧν πράττει ἀλλὰ πάντα ἡγεῖσθαι καλὰ κἂν ἡμεῖς ἀγνοῶμεν πολλὰ θεματοφορεῖ τὸ δυστέκμαρτον τῶν τοῦ θεοῦ κριμάτων παριστῶν
50950rRom.9.17θ ὅτι εἰς αὐτο τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοι τὴν δύναμίν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσηι τῆι γῆι τούτου τὴν λύσιν κάτω λέγει ὅτί φησιν ὁ φαραὼ διὰ τὴν οἰκείαν κακίαν ἔπαθεν ἅπερ ἔπαθεν ὡς ὅγε θεὸς σῶσαι αὐτον ἤθελε τοιγαροῦν καὶ ἐμακροθύμει χώραν αὐτῶι μετανοίας διδούς
509ex50rRom.9.17Οικου(μενιου) s ὅτι εἰς αὐτο τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοι τὴν δύναμίν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσηι τῆι γῆι δύναμις θεοῦ ἡ μακροθυμία καὶ δύναμις μεγίστῃ τις γὰρ οὐ κἂν ἐκπλαγείη τοσοῦτον μακροθυμήσαντος τοῦ θεοῦ φησιν οὖν ὅτι εἰς τοῦτό σε συγκεχώρηκα βασιλεῦσαι ὅπως δειχθῇ πως εἰμι μακρόθυμος
51050rRom.9.18ι ἄρα οὖν ὃν θέλει ἐλέει ὃν δὲ θέλει σκληρύνει τὸν ἄξιον ἐλεεῖσθαι ἐλέει τὸν δὲ σκληρὸν καὶ ἀπειθῇ σκληρὸν καὶ ἀπειθῇ είναι συγχωρεῖ οὐ γὰρ κρίσεως ὁ παρὼν καιρὸς ἀλλὰ πολιτείας καὶ αὐτεξουσιότητος τὸ γὰρ σκληρύνει σκληρὸν είναι συγχωρεῖ νοήσεις
510exa50rRom.9.18Γρεγοριου Νυ(σης) s * τὸ ἐσκληρῦνθαι παρὰ θεοῦ τὸν Αἰγύπτιον τύραννον οὐχ ὡς τὴν ἀντιτυπίαν ἐν τῆι ψυχῆι αὐτοῦ τῆς θείας βουλήσεως ἐντιθείσης νοητέον ἂλλ ὡς τῆς προαιρέσεως διὰ τῆς πρὸς τὴν κακίαν προσκλίσεως τὸν ἐκμαλάσσοντα τὴν ἀντιτυπίαν λόγον οὐ δεχομένης
510exb50rRom.9.18του αγιου Βασι(λιου) ἐσκλήρυνεν ὁ θεὸς τὸν φαραὼ τῆι μακροθυμίαι καὶ τῆι τῆς τιμωρίας ἀναβολὴ ἐπιτείνων αὐτοῦ τὴν κακίαν ἵνα εἰς τὸν ἔσχατον ὅρον αὐξηθείσης αὐτοῦ τῆς πονηρίας τὸ δίκαιον ἐπ' αὐτω τῆς θείας κρίσεως διαφανῇ
51150rRom.9.19-Rom.9.20ια ἐρεῖς οὖν μοι τι ἔτι μέμφεται τῶι γὰρ βουλήματι αὐτοῦ τις ἀνθέστηκε μενοῦνγε ὦ ἄνθρωπε σύ τις εἰ ὁ ἀνταποκρινομενος τῶι θεῶι ὡς ἐξ ἀκολουθίας ἴσως ἐρεῖς τι οὖν λοιπὸν πρὸς ἡμᾶς εἶτα ἐπιστομίζει τοὺς πάντα θέλοντας μαθεῖν αποιει ὁ θεὸς καὶ τοὺς λόγους αὐτῶν εἰδέναι ὑπὲρ γὰρ ὧν μανθάνεις φησι χάριν ἔχε ὑπὲρ δὲ ὧν ἀγνοεῖς μὴ δυσχεραινε γινώσκων ὅτι κατάλογον πάντα προβαίνει κἂν σὺ τοὺς λόγους ἀγνοῇς καλὸν δὲ τὸ σύ τις εἰ κοινωνός φησι εἰ τῆς ἀρχῆς αὐτω ἀλλὰ κριτής τις εἰ
511ex50rRom.9.20 s μενοῦνγε ὦ ἄνθρωπε σύ τις εἰ ὁ ἀνταποκρινομενος τῶι θεῶι ἐπειδὴ δοκεῖ ἠρτῆσθαι τὸ εἰ δὲ θέλων ὁ θεὸς καὶ μὴ ἀποδεδόσθαι επιστησειν εἰ πρὸς τὸ σύ τις εἰ ὁ ανταποκρινομενους τῶι θεῶι ἀποδέδοται ἵνα ἦι εἰ δὲ θέλω ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴ καὶ τὰ ἑξῆς σύ τις εἰ ὁ ανταποκρινομενους τῶι θεῶι
51250vRom.9.20ιβ μὴ ἐρεῖ τὸ πλάσμα τῶι πλάσαντι τι με ἐποίησας οὕτως οὐ τὸ αὐτεξούσιον ἀναιρῶν λέγει ταῦτα ἄπαγε ἀλλὰ δεικνὺς ὡς πᾶσι τρόποις χρὴ πείθεσθαι τῶι θεῶι κἂν αγνωμεν τοὺς λόγους τῶν γινομένων ὡς ἐν τῶ γε ἀπαιτεῖν τῶν γινομένων εὐθύνας τὸν θεὸν ἡ μὴ ἀπαιτεῖν πεπεῖσθαι προσήκει μηδὲν πηλοῦ διαφέρειν
51350vRom.9.21ιγ ἡ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἔχει φησιν ἐξουσίαν ὁ θεὸς ἐγεῖρων τοὺς νεκροὺς τοὺς μὲν εἰς δόξαν τοὺς δὲ εἰς αἰσχύνην ἔγειραι κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστῳ βεβιωμένων οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῶι περὶ ἀναστάσεως λόγωι
51450vRom.9.21ιδ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὁ μὲν εἰς τιμὴν σκεῦος ὁ δὲ εἰς ἀτιμίαν οὐκ ἐπειδὴ τοὺς μὲν ἀγαθοὺς τοὺς δὲ οὐ τοιούτους ποιεῖ ὁ θεὸς ἄπαγε ἀλλὰ πάντα μὲν τὰ τοῦ θεοῦ χρηστὰ πρὸς πάντας κοινὰ καὶ τό γε ἧκον εἰς αὐτον ηβούλετο πάντας εὐδοκιμεῖν ἂλλ ὡς πρὸς τὴν ἐξουσίαν ἦν ἔχει ὁ θεὸς ποιεῖν αβουλεται τοῦτο αὐτῶι εἴρηται παντω δὲ καλῶς καὶ πρεπόντως ποιεῖ κἂν ἡμεῖς τοὺς λόγους ἀγνοῶμεν καί φησι ὥσπερ ὁ κεραμεὺς ὁ θέλει ποιεῖ καὶ ὁ πηλὸς οὐδὲν ἀντιλέγει ἡ περιεργάζεται οὕτως μὴ δὲ σύ φησι περιεργάζου ἡ ἀγνοῶν δυσχεραινε ἃ ἂν θεός σε ἀγνοεῖν βούληται καὶ γὰρ καὶ ἄγνοια σοι πάντως συμφέρει ἡ γὰρ ἂν ἐδιδάχθης
51550vRom.9.22ιε εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ μακροθυμίαν ἠθέλησεν ἐνδείξασθαι ἂλλ ἐπειδὴ εἰς ἀπόνοιαν τῆι μακροθυμίαι τοῦ θεοῦ ἐχρήσατο λοιπὸν ὀργὴν ἐνεδείξατο
515ex50vRom.9.22Οικου(μενιου) * οὐκ ἄρα ὀργῆς πάθει ἥλω θεὸς ἄπαγε ἂλλ ἐπειδὴ ταῦτα ἐποίησεν ἃ ἡμεῖς ὀργιζόμενοι ποιοῦμεν ὀργὴν τὸ πρᾶγμα ἐκ τοῦ ἡμῖν γνωρίμου ἐκάλεσεν
515Ph50vRom.9.22Φωτ(ιου) * εἰ δὲ θέλων τοῦτο ἢ τοῦ πρὸ αὐτοῦ ἐπιχειρήματος ἐστιν {ἐξαγγελτικὸν ἢ ἰδίως /ἐξαγγελτικὸν ἐκεῖνο διὰ πλειόνων πλατύνον καὶ ἀπαγγέλλων ἢ ἰδίως }* πρὸς τοῖς εἰρημένοις ἕτερον εἰσάγει εἰς τὴν αὐτὴν ὑποθεσιν συντελοῦν ἔδει φησὶ γνωρισθῆναι τὴν τιμωρητικὴν δύναμιν τοῦ θεοῦ ἔδει τὴν μακροθυμίαν ἔδει τὴν φιλανθρωπίαν καὶ τὸ ἔλεος καὶ τὴν ἄφατον αὐτοῦ δόξαν καὶ πολλὴν ταῦτα δὲ πόθεν δείκνυται ἐκ τῶν δοκούντων τοῖς πολλοῖς παραλόγων ἐκ τοῦ Φαραὼ ἐκ τοῦ καλέσαι τὸν οὐ λαὸν λαὸν ἐκ τοῦ τὸ κατάλειμμα σωθῆναι καὶ ἐκ τῶν παραπλησίων ὥστε ἐξ ὧν οἱ ἀγνώμονες ἀδικίαν καταψηφίζονται τοῦ θεοῦ οἱ εὐγνώμονες μεγάλα κερδαίνουσιν οὔκουν ἡ τῶν πραγμάτων φύσις ἔχει τὸ ἄπορον ἂλλ' ἡ τῶν ἀγνωμονούντων τὸ βλάσφημον ἢ μᾶλλον τῶν πρὸ αὐτοῦ ἤρτηται εἰ θέλων φησὶν ὁ θεὸς ἐνδείξασθαι καὶ ἵνα γνωρίσῃ καὶ ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος καὶ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ σωθῇ εἰ ταῦτα ποιεῖ σὺ τὶς εἶ ὁ ἀνταποκρινομενος τῷ θεῷ
51650vRom.9.22ιϛ ἤνεγκεν ἐν πολλῆι μακροθυμίαι τουτέστι πάνυ ἐμακροθύμησεν εἰς μετάνοιαν ἄγων ὡς δὲ οὐκ ἦλθε πρὸς σωφρονισμὸν ἐτιμωρήσατο αὐτον
516Ph50vRom.9.22Φωτ(ιου) * Ἤνεγκεν τοῦτ' ἔστι πάνυ ἐμακροθύμησεν ὡς δὲ οὐκ ἦλθεν πρὸς σωφρονισμὸν ἐτιμωρήσατο αὐτον
51750vRom.9.22ιζ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν σκεῦος ἦν ὀργῆς ὁ φαραὼ τουτέστιν ἄνθρωπος τὴν τοῦ θεοῦ ἀνάπτων ὀργὴν ἡ τὴν τοῦ θεοῦ ὀργὴν ἐπισπώμενος καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ εἰς ἀπώλειαν κατηρτισμένος τουτέστιν ἀπηρτισμένος καὶ τέλειος πρὸς τὸ δεῖν ἀπολέσθαι τοῦτο δὲ οὐ παρὰ τὸν θεὸν ἀλλὰ παρὰ τὴν οἰκείαν κακίαν
51851rRom.9.23ιη καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ τι φησιν ἀλογίαν καταγινώσκεις τοῦ θεοῦ κατὰ ὑποστιγμὴν ἀναγνωστέον
518Pha51rRom.9.23Φωτ(ιου) * εἰς ἀπώλειαν ἀπώλειαν νῦν τὴν διαφθοράν φησιν ἤνεγκε δὲ φησὶν ὁ θεὸς εἰς ἀπώλειαν οὐχ ὡς ἔτυχεν ἀλλ' ἐκείνους τοὺς καταρτίσαντας ἑαυτοὺς εἰς σκεύη ὀργῆς ἀλλ' ὅμως οὖν καὶ ἐπὶ τούτων καίτοι τοιούτων ἑαυτοὺς παρασκευασάντων πολλὰ πρότερον μακροθυμήσας οὕτως ἐχρήσατο τῇ κατὰ τὸ δίκαιον τιμωρίᾳ Ἢ μᾶλλον οὕτω νοήσεις ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν ὑπήνεγκε φησὶν ὑπέμεινε καὶ ἐν πολλῇ μακροθυμίᾳ πῶς δὲ ἐν πολλῇ μακροθυμίᾳ ὅτι ἕτοιμα καὶ ἀπηρτισμένα ὄντα εἰς ἀπώλειαν καὶ μόνον οὐ διὰ τὴν ὑπερβολὴν τῆς κακίας πεπληρωμένα ὄντα δικαίας ὀργῆς ὅμως ἔτι ἠνείκετο καὶ διεβάσταζεν ἐπιστροφὴν ἐκδεχομενος τὶ οὖν οὐκ ἀπολλυται ταῦτα παντί που δῆλον κατήρτισε γὰρ ἑαυτὰ εἰς ἀπώλειαν ἀπολλυται δὲ μετὰ τὸ ἀπαρτίσαι ἑαυτὰ μετὰ τὸ εἰς τέλος κακίας ἀναδραμεῖν μετὰ τὸ μηδὲν ἀπὸ τῆς μακροθυμίας ἀπωνασθαι καὶ δείκνυται διὰ τῆς εἰς αὐτοὺς δικαίας τιμωρίας τοῦ θεοῦ καὶ τὸ δυνατὸν αὐτοῦ τοῦτ' ἔστιν ἡ τιμωρητικὴ δύναμις καὶ ἡ ἔνδειξις τῆς ὀργῆς ἧς εἰσιν ἄξιοι τυγχάνειν οἱ τοιοῦτοι
518Phb51rRom.9.23Φωτ(ιου) * καὶ ἵνα γνωρίσῃ τοῖς γὰρ καταφρονοῦσι καὶ ὑπερορῶσι τῆς δυνάμεως τοῦ θεοῦ ἀναγκαῖον καὶ συμφέρον ἦν γνωρίσαι αὐτοῖς διὰ τιμωρίας τὸ δυνατὸν καὶ πανσθενὲς καὶ πανεπίσκοπον αὐτοῦ
51951rRom.9.23ιθ ἐπὶ σκεύη ἐλέους ὥσπερ φησι εἰς τὰ σκεύη τῆς ὀργῆς τουτέστι τὸν φαραὼ ἤνεγκεν ὀργὴν πολλὰ πρότερον μακροθυμήσας οὕτως καὶ εἰς σκεύη ἐλέους τουτέστιν εἰς ἀξίους τοῦ ἐλεεῖσθαι ἡμᾶς ἤνεγκε φιλανθρωπίαν τοῦτο γὰρ συνυπακουστέον
519Ph51rRom.9.23Φωτ(ιου) * απροητοιμασεν δυσὶ τρόποις σχηματίζεται τόδε τὸ ῥητον ἀπὸ κοινοῦ καὶ ἐλλειπτικῶς ἀπὸ κοινοῦ μὲν γὰρ δεῖ λαβεῖν τὸ ἤνεγκεν ἤνεγκε σκεύη ὀργῆς καὶ ἤνεγκε σκεύη ἐλέους ἐλλειπτικῶς δὲ ὅτι οὐκ εἶπεν εἰς τὶ ἤνεγκεν τὰ σκεύη τοῦ ἐλέους ὥσπερ ἐκεῖ εἶπεν ὅτι τὰ σκεύη τῆς ὀργῆς ὅτι εἰς ἀπώλειαν ἐξακουστέον οὖν ἐνταῦθα τὸ εἰς σωτηρίαν προητοίμασεν δὲ ὡς προγνώστης καὶ εἰδὼς ὅτι σπουδαῖοι ἔσονται προητοίμασεν οὖν αὐτὰ τὰ ἄξια ἐλέους σκεύη εἰς δόξαν τοῦτ' ἔστιν εἰς τὸ δοξασθῆναι αὐτὰ καὶ γὰρ ὁ πλοῦτος τῆς δόξης αὐτοῦ ἐγνωρίσθη ἐν ἡμῖν ὅτι τοῖς εἰδώλοις προσανακειμένους καὶ δούλους ὑπάρχοντας παθῶν καὶ ἁμαρτίας οὐ μόνον τούτων ἠλευθέρωσεν ἀλλὰ καὶ διὰ τῆς υἱοθεσίας ἐδοξασεν
52051rRom.9.23κ ἃ προητοίμασεν εἰς δόξαν προητοίμασε δὲ ἐπεὶ ἔγνω ἀξίους ἐλέου διὰ τὴν πίστιν τοῦτο δὲ εἰς δόξαν αὐτοῦ συντείνει
52151rRom.9.24κα οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν ὁρᾷς ὅτι οὐ μονομερῶς ὁ θεὸς ἀλλὰ καὶ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν σώζει διὰ τῆς πίστεως τοὺς ἀξίους σωτηρίας
52251vRom.9.25κβ ὡς καὶ ἐν τῶι Ὡσηὲ λέγει καλέσω τὸν οὐ λαόν μου λαόν μου ὅτι δέ φησιν οὐχ ἁπλῶς οὐδ ὡς ἂν εἴποι τις μονομερῶς ἔσωσεν ὁ θεὸς τοὺς ἐξ ἐθνῶν πιστοὺς ἂλλ ἐπειδὴ ἄξιοι ἦσαν σωτηρίας παράγει τὸν προφήτην πρὸ τοσούτων χρόνων τοῦτο προαναφωνοῦντα ἰδοὺ γὰρ ὁ θεὸς καὶ λαὸν καὶ ἠγαπημένην ἐκκλησίαν καὶ υἱοὺς καλεῖ τοὺς ἐξ ἐθνῶν τι δήποτε πάντως διὰ τὴν αὐτῶν εὐγνωμοσύνην καὶ πίστιν
52351vRom.9.25-Rom.9.26κγ καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην καὶ ἔσται ἐν τῶι τόπωι οὐ ἐρρήθη αὐτοῖς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἥτις οὐκ ηγαπη τὸ πρότερον οὐ γὰρ ἐγίνωσκε θεόν
52451vRom.9.26κδ οὐ λαός μου ὑμεῖς ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος τὰ γὰρ ἔθνη ἀπηρνεῖτο ὁ θεὸς πάλαι διὰ τὴν δεισιδαιμονίαν
52551vRom.9.27κε Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ εὰν ἦι ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης οὐδέν φησιν υποστελλεομενος βοᾷ
52651vRom.9.27κϛ τὸ κατάλειμμα σωθήσεται οὐ πάντες φησιν ἀλλὰ μέρος ἐξ αὐτῶν τοῦτο γὰρ τὸ κατάλειμμα
526Ph51vRom.9.27Φωτ(ιου) * Τὸ κατάλειμμα πρὸς ταῦτα πάντα τὰ ἀνεξιχνίαστα κρίματα αὐτοῦ σὺ τὶς εἶ ὁ ἀνταποκρινομενος τῷ θεῷ κατὰ κοινοῦ γὰρ τοῦτο ἀκουστέον ἢ κατ' ἔλλειψιν εκλεπτεον οἷον εἰ θέλων ὁ θεὸς ἐνδείξασθαι εἰ τάδε καὶ τάδε ἐποίησεν καὶ πάντα ἐπὶ συμφέροντι καὶ σοφῶς πῶς σὺ τολμᾷς εὐθύνας ἀπαιτεῖν τῶν τοιούτων πανσόφων καὶ ἀκαταλήπτων ἔργων
52751vRom.9.28κζ λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνηι τὸ συντελῶν δηλοῖ ὅτι πέρας ἔχουσι πάντες λόγοι πίστεως καὶ γνώσεως θεοῦ καὶ οὐκ ἔσται ἕτερος μετὰ τοῦτον τόν νυν κηρυσσόμεον καθώσπερ ἦν τὰ Ἰουδαίων καὶ μετεπέσεν εἰς τά νυν ἂλλ ἐπὶ συντελείαι πάσης πίστεως καὶ παντὸς λόγου δέδοται ὅ νυν τῆς πίστεως λόγος
527Ph51vRom.9.28Φωτ(ιου) * Λόγον γὰρ συντελῶν ὁ μὲν Μωσαϊκὸς νόμος ἐδοθη προδιατυποῦντος θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος τὸν δὲ εὐαγγελικὸν δίδωσι συντελῶν καὶ συντέμνων τοῦτ' ἔστιν ἀπαρτίζων ἅπαντα καὶ εἰς τέλος ἄριστον ἄγων μηδεμίαν ἑτέραν δυνάμενον ἐπανορθωσιν ἢ τελείωσιν δέξασθαι τοῦ λόγον γὰρ συντελῶν καὶ συντέμνων τίνος ἕνεκα ἐμνήσθη ὥσπερ γὰρ αἰτίαν τινος τῶν προειρημένων ἀποδιδοὺς τοῦτο συνῆψεν καὶ λέγομεν ὅτι λίαν ἁρμοζοντως καὶ ὑπερφυῶς αὐτὸ διὰ πολλὰς αἰτίας ἐπισυνῆψεν πρῶτον μὲν γὰρ ἐπειδὴ εἶπεν καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ ἑξῆς ἵνα μή τις εἴπῃ καὶ τὶ τοῦτο ὥσπερ γὰρ ἐγένοντο ἐκ λαοῦ τινες οὐ λαὸς οὕτω κἂν ἐξ οὐ λαοῦ λαὸς γένωνται οὐδὲν κωλύει καὶ τούτους πάλιν γενέσθαι οὐ λαὸν οὐχ οὕτως φησὶν λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐκεῖνα μὲν γὰρ μετέπιπτε καὶ μετετίθετο ἐπὶ τὸ κρεῖττον πάντων ὀφειλοντων μεταρρυθμίζεσθαι νῦν δὲ οὐκέτι ὅτι τετελειωμένη ἐστὶν ἡ νῦν κλῆσις καὶ ἡ πνευματικὴ νομοθεσία καὶ ἡ ὑποσχεσις διὰ τοῦτο μὲν ἐμνήσθη τὸ λόγον γὰρ συντελῶν β δὲ ἐπειδὴ εἶπεν ὅτι ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης καὶ ἑξῆς ἵνα μὴ εἴπωσιν ὅτι πολλάκις πολλῶν ἐπαγγελιῶν ἀκούσαντες ἢ οὐδ' ὅλως ἐτύχομεν ἢ μετὰ μακρὸν καὶ πολλῶν χρόνον καὶ γὰρ καὶ πολλῶν ἐξέπιπτον διὰ τὴν ἀχαριστίαν καὶ ἀγνωμοσύνην αὐτῶν ἵνα οὖν μὴ οὕτω λέγωσιν οἱ Ἰουδαῖοι οὐχ οὕτω ἔσται καὶ νῦν φησὶν ἀλλ' ἐὰν μόνον βούλησθε τετελειωμένη καὶ σύντομος ἐπὶ χεῖρας ὑμῶν ἐστιν ἡ σωτηρία καὶ ταῦτα μὲν ὅτι λίαν ἡρμοσμένως ἐπισυνῆψεν Ἔχει δὲ καὶ ἰδίαν {διδασκαλίαν καὶ νῦν /διδασκαλίαν τοιοῦτον γὰρ τὸ ἰδίωμα τοῦ θεσπεσίου καὶ συνάπτει καὶ ἀλληλουχεῖ τὰ ἐφεξῆς λεγόμενα τοῖς προειρημένοις καὶ ἰδίαν πάλιν ἔννοιαν καὶ διδασκαλίαν δι' αὐτῶν πηγάζει γονιμώτατος γὰρ ὢν τοῖς νοήμασι βραχυτάτοις ῥήμασι πολλὰς καὶ ποικίλας διανοίας περιλαμβάνει καὶ νῦν }* οὖν φησιν μὴ νομίζετε ὦ Ἰουδαῖοι ὅτι ἡ εὐαγγελικὴ νομοθεσία ὥσπερ ἡ Μωϋσαϊκὴ παυθήσεται ἐκείνη τύπος ἦν πρὸς ἄλλην ἔβλεπεν τελειότητα καλῶς οὖν ἐπαύθη ἡ δὲ δεσποτικὴ νομοθεσία τετελειωμένη ἐστὶν πρὸς ταύτην ἔβλεπεν ἡ Μωϋσαϊκὴ ταύτης ἦν τύπος ἐν αὐτῇ γὰρ ἐστιν ἡ ἀληθινὴ καὶ τελεία δικαίωσις ἡμῶν καὶ σωτηρία καὶ μετ' αὐτὴν οὐκ ἔστιν ἑτέρα δι' ὃ εἰκοτως ἐκείνη μὲν πέπαυται καὶ ἔτι τελείως παυθήσεται αὕτη δὲ διαπαντὸς ἔσται ταῦτα δὲ δηλονότι φησὶ προτρέπων εἰς τὴν εἰς Χριστὸν πίστιν καὶ τὴν πολιτείαν τὴν κατὰ τὸ εὐαγγέλιον
52852rRom.9.28κη ὅτι λόγον συντετμημένον ἔδωκέ φησιν ὁ δὲ συντετμημένος καὶ συντετελεσμένος λόγος ὁ τῆς πίστεὼς ἐστιν
52952rRom.9.28κθ ποιήσει κύριος ἐπὶ τῆς γῆς τὴν πίστιν λέγει εὰν γάρ φησιν εἴπῃς ἐν τῶι στόματι σου κύριον Ιησον καὶ πιστεύσῃς ἐν τῆι καρδίαι σου ὅτι ὁ θεὸς αὐτον ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ ὁρᾷς τὴν συντομίαν
53052rRom.9.29λ καὶ καθὼς προείρηκεν Ἠσαΐας εἰ μὴ κύριος σαβαώθ δυνάμεων στρατιῶν
53152rRom.9.29λα ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν διά τε τὴν αὐτοῦ χάριν καὶ διὰ τὴν τῶν καταλειφθέντων εὐγνωμοσύνην
531ex52rRom.9.29Οικου(μενιου) * δύνῃ δὲ τοῦτο καὶ περὶ Χριστοῦ νοῆσαι ὥς φησιν ὁ ἐν ἁγίοις Κύριλλος
531Ph52rRom.9.29Φωτ(ιου) * εἰ μὴ Κύριος Σαβαοθ ∆ιὰ τούτων δεδίττεται καὶ ἐπιτιμᾷ αὐτοῖς ὡς εἰ μὴ πάντως τινὲς ὑμῶν πιστεύσουσι τῷ Χριστῷ Σοδόμων καὶ Γομόρρας οὐδὲν ἂν διενηνοχότες εἴητε εἰ καὶ ἐπὶ τῇ συγγενείᾳ τοῦ Ἀβραὰμ ἐναβρύνεσθε ἢ μᾶλλον πρὸς τὸ ποιήσει τὸν συντετμημένον λόγον ἐκληπτέον τὴν προφητικὴν ῥῆσιν οἷον εἰ μὴ ἐποίησεν τοῦτο ὁ κύριος καὶ ἔδωκεν ἡμῖν τὸν τέλειον τοῦ εὐαγγελίου νόμον διὰ τοῦ υἱοῦ αὐτοῦ εἰς δικαίωσιν καὶ σωτηρίαν ἡμῶν πάντες ἂν ὡς Σόδομα ἐγεννήθημεν καὶ ἑξῆς τὸ γὰρ σπέρμα τὸν εὐαγγελικὸν λόγον σημαίνει ὡς καὶ ὁ κύριος φησιν ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸ δὲ ἐγκατέλιπεν ὅτι οὐ μόνον φησὶν ἔσπειρεν ἀλλ' οὐδ' εἴασεν αὐτὸ ἀναρπασθῆναι ὑπὸ τῶν πετεινῶν ἢ διαφθαρῆναι ὑφ' ἑτέρων τινῶν ἀγρίων καὶ ἀκαθάρτων πνευμάτων ἢ λογισμῶν ἀλλὰ καὶ ἔσπειρε καὶ διετήρησεν ὥστε ἐγκαταλειφθῆναι ἡμῖν καὶ εἰς γεώργιον καὶ καρπὸν προελθεῖν δύναιο δ' ἂν καὶ σπέρμα τοὺς ἀποστολους ἐκλαβεῖν οἳ ἐκ πάντων τῶν Ἰουδαίων δίκην σπέρματος ἀφαιρεθέντες τῇ οἰκουμένῃ ἐγκατελείφθησαν καὶ τὰ ἔθνη πάντα τῇ ἐκκλησίᾳ Χριστοῦ ἐγεώργησαν καὶ γὰρ ἐν τῷ Εὐαγγελίῳ ἡ τῆς ζύμης παραβολὴ καὶ αὐτοῖς ἐφαρμοζουσα τοῖς πατράσιν ἡμῖν οὐκ ὀλίγοις παρείληπται ὅσον οὖν φησὶν εἰς τὴν Ἰουδαίων ἧκεν ἀπιστίαν ὡς Γόμορρα καὶ Σόδομα ἂν ἐγενήθημεν ἀλλὰ τὸ ἀπὸ κυρίου Σαβαὼθ ἐγκαταλειφθὲν ἡμῖν σπέρμα οἱ ἀποστολοι καὶ τὰ ἔθνη καρποφορήσαντες καὶ πολύχουν τὸ γεώργιον δείξαντες τὰς εἰς τὸν Ἀβραὰμ γεγενημένας ἐπαγγελίας ἐπ' αὐτῶν ἀνθούσας καὶ τελειουμένας τῶν πραγμάτων δεικνουσιν
53252vRom.9.30λβ τι οὖν ἐροῦμεν ὅτι ἔθνη ἰδοὺ ἡ πᾶσα λύσις τινος ἕνεκεν οἱ πιστοὶ ἐσώθησαν οἱ δὲ ἐναπομείναντες τῶι Ἰουδαϊσμῶι οὐκέτι
53352vRom.9.30λγ τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβε δικαιοσύνην τὸ γὰρ ξένον ὅτι μὴ διώκοντα κατέλαβεν οἱ δὲ Ἰουδαῖοι διώκοντες οὐ κατέλαβον
533Ph52vRom.9.30Φωτ(ιου) * τι οὖν ἐροῦμεν ἀπαιτεῖς λόγους διὰ τὶ εἰς σπέρμα Ἀβραὰμ οἱ ἐκ περιτομῆς λογίζονται φησὶν διὰ τὶ ὁ οὐ λαὸς ἐγένετο λαὸς καὶ οἱ ἐκ περιτομῆς ἐκβάλλονται εἶπον μὲν πολλὰ ὅτι οὐδ' ὅλως σε χρὴ τὰ τοιαῦτα λογοθετεῖν ὅτι καὶ παρὰ σοὶ τῷ Ἰουδαίῳ πολλὰ γέγονεν ὧν ἀγνοεῖς τοὺς λόγους ὁ Ἰακὼβ πρὸ τοῦ τι διαπράξασθαι προτιμηθεὶς τοῦ Ἡσαῦ οἱ τῶν μοσχοποιησάντων καταδικασθέντες θανάτῳ καίτοι πάντων εἰς τὴν δυσσέβειαν κατενεχθέντων ὁ Φαραὼ μυρία ἄλλα νῦν δέ σοι καὶ τοῦτο προστίθημι ὅτι διὰ τοῦτο οἱ ἐξ ἐθνῶν εἰς σπέρμα Ἀβραὰμ ἐλογίσθησαν σὺ δὲ {οὐκέτι διότι /οὐκέτι καὶ ὅτι οἱ μὲν ἐδικαιώθησαν σὺ δὲ οὐκέτι διότι }* ἐκεῖνοι ἐκ πίστεως κατέλαβον τὴν δικαίωσιν καὶ τὴν σωτηρίαν τὴν ἐκ πίστεως σὺ δὲ φυσιούμενος δικαιωθῆναι διὰ τῶν τοῦ νόμου ἔργων καὶ τὴν διὰ πίστεως δικαίωσιν ὑπερορῶν εἰκοτως καὶ τοῦ διὰ πίστεως δικαιωθέντος Ἀβραὰμ ἀλλοτριος ὤφθης τοῦ σπέρματος καὶ ἀντὶ λαοῦ γέγονας οὐ λαὸς καὶ τῆς τῶν πιστῶν σωτηρίας ἐξέπεσες
53452vRom.9.30-Rom.9.31λδ δικαιοσύνην δὲ τὴν ἐκ πίστεως Ἰσραὴλ δὲ διώκον νόμον δικαιοσύνης αὕτη γὰρ ἡ ἀληθῶς δικαιοσύνη ὡς ἥγε τοῦ νόμου ψευδής
53552vRom.9.31λε εἰς νόμον δικαιοσύνης τουτέστι τὴν ἐκ νόμου δικαιοσύνην
53652vRom.9.31λϛ οὐκ ἔφθασε οὔτε γὰρ τὰ ἐν τῶι νόμωι ἐφύλαξεν
53752vRom.9.32λζ διά τι ὅτι οὐκ ἐκ πίστεως ἂλλ ὡς ἐξ ἔργων νόμου ἠθέλησε φησι δικαιωθῆναί τι οὖν αἴτιον τοῦ μὴ φθάσαι δικαιοσύνην ὅτι ἐξ ἔργων ἐζήτησὲ δικαιωθῆναί τις δὲ ἐξ {ἔργων δικαιοῦται /ἔργων νόμον δικαιοῦται }* ἄνθρωπος ὧν
53852vRom.9.32λη προσέκοψαν γὰρ τῶι λίθωι τοῦ προσκόμματος προσέκοψαν ἠπίστησάν πως δέ τις προσκόπτει ἐὰν ἔξω προσέχῃ ὥσπερ οὗτοι τῶι νόμωι προσέχοντες
53952vRom.9.33λθ καθὼς γέγραπται ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου προσκόμματος λίθον καὶ πέτραν σκανδάλου τὸν κύριον καλεῖ ἐκ τῶν εἰς αὐτον προσκοψαν τῶν καὶ σκανδαλισθέντων τὸ ὄνομα ἐπιθείς
539ex52vRom.9.33Θεοδω(ρητου) * προσπταίειν εἰώθασιν οἱ ἑτέρωσε τὴν διάνοιαν ἔχοντες καὶ τὴν ὁδὸν προσκοπεῖν οὐκ ἐθέλοντες τοῦτο πεπόνθασιν Ἰουδαῖοι περὶ γὰρ δὴ τὰ περιττὰ τοῦ νόμου κεχηνότες τὸν ὑπο τῶν προφητῶν προαγορευθέντα λίθον ἰδεῖν οὐκ ἠθέλησαν
54053rRom.9.33μ καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτῶι οὐ καταισχυνηθεσεται ὁρᾷς ὅτι οὐ μονομερὴς ὁ θεὸς ἀλλὰ πᾶς ὁ πιστεύων εἰς αὐτον σωθήσεται τοῖς μὲν γὰρ ἀπίστοις ἐναντίως ἤπερ ἔχει φύσεως γίνεται τοῖς δὲ πιστοῖς κατὰ φύσιν
54153rRom.10.1μα ἀδελφοὶ ἡ μὲν εὐδοκία ἡ σφόδρα ἐπιθυμία
541Ph53rRom.10.1Φωτ(ιου) * ἀδελφοὶ ἦμεν εὐδοκία Ἐπειδὴ καθήψατο τῶν Ἰουδαίων μέλλει δὲ καὶ ἔτι διὰ τοῦ ἀδελφοὶ καὶ τῶν ἄλλων καταλεαίνει αὐτοὺς καὶ εἰς νουθεσίαν λεληθότος προκαταρτίζει ἵνα μὴ ὀργισθέντες ὅλως ἀνήκοοι γένωνται
54253rRom.10.1μβ τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν θεὸν ὑπὲρ τοῦ Ἰσραὴλ ἐστιν εἰς σωτηρίαν μέλλων τῶν Ἰουδαίων καθάπτεσθαι προεισφέρει εὔνοιαν τοῦ λόγου ἵνα μὴ δόξῃ μισοῦντος είναι ἀλλὰ κηδομένου τὰ ῥήματα τῆς ἐπιτιμήσεως φησι δὲ ὅτι καὶ σφόδρα ἐπιθυμῶ καὶ δέομαι αὐτοὺς σωθῆναι
542Ph53rRom.10.1Φωτ(ιου) * Ὑπὲρ τοῦ Ἰσραήλ οὐχ ἁπλῶς ὑπὲρ αὐτῶν αἰτοῦμαι ἀλλ' εἰς σωτηρίαν ἵνα πιστεύσαντες Χριστῷ σωθῶσιν
54353rRom.10.2μγ μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν δοκεῖ χαρίζεσθαὶ αὐτοῖς μαρτυρῶ φησιν αὐτοῖς ὅτι οὐ διὰ ἄνθρωπὸν εἰσιν ἀπεσχισμένοι Χριστοῦ ἀλλὰ διὰ ζῆλον δῆθεν θεοῦ τοῦτο δὲ κατὰ ἄγνοιαν πράττουσι νομίζοντες γὰρ τὸν νόμον είναι καλὸν ἀπιστοῦσι τῶι σώζειν δυναμένωι Χριστῶι
54453rRom.10.2μδ ἂλλ οὐ κατ' ἐπίγνωσιν ζῆλον φησιν ἔχουσιν ἂλλ οὐχ ἵνα ἐπιγνῶσι τὸ ὄντως καλὸν ὃ ἐστιν ὁ Χριστὸς εἰ γὰρ τοιοῦτον ἔσχον ζῆλον ἐπέγνωσαν ἄν
54553rRom.10.3με ἀγνοοῦντες γάρ ῥῆμα συγγνώμης
54653rRom.10.3μϛ τὴν τοῦ θεοῦ δικαιοσύνην δικαιοσύνην θεοῦ καλεῖ τὴν εἰς Χριστὸν πίστιν διὰ τὸ χάριτος δεῖσθαι θεοῦ
54753rRom.10.3μζ καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι ἰδίαν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου λέγει ἡ διὰ τὸ μηκέτι ἰσχύειν ἡ διὰ τὸ δεῖσθαι πόνων καὶ ἱδρώτων
547Ph53rRom.10.3Φωτ(ιου) * ζητοῦντες φιλονεικοῦντες κυρῶσαι τὴν ἰδίαν δικαιοσύνην
54853rRom.10.3μη τῆι δικαιοσύνηι τοῦ θεοῦ δηλονότι οὐδε ἐν τὴν ἐν νόμωι ἐπλήρωσαν ζητοῦσι γὰρ στῆσαι οὐκοῦν οὐκ ἔστησαν
54953rRom.10.3μθ οὐχ υπετεγησαν οἷον πειθήνιον οὐχ ὑπέθηκαν αὐχένα
55053rRom.10.4ν τέλος γὰρ νόμου τέλος γὰρ νόμου Χριστὸς ἐν τῶι θ βιβλίωι κατὰ Ἰουλιανοῦ οὕτως κεῖται ὅτι τὸ τέλος καὶ οἷον ἀναίρεσις τοῦ νόμου καὶ πλήρωσις ὁ Χριστός
550Ph53rRom.10.4Φωτ(ιου) * τέλος γὰρ νόμου Πῶς τέλος νόμου Χριστὸς ὅτι ἐδικαίωσεν καὶ ἅπερ ἐκεῖνος ἠθέλησε ποιῆσαι οὐκ ἴσχυσε δὲ ταῦτα ὁ Χριστὸς ἐλθὼν ἀπήρτισε καὶ ἐτελείωσεν εἰς τοὺς αὐτῷ πιστεύσαντας
55153rRom.10.4να Χριστὸς εἰς δικαιοσύνην ἐπειδὴ ὅλως καὶ τὴν ἐκ νόμου δικαιοσύνην ἐκάλεσεν ἵνα μὴ νομίσωσιν ὅτι δύναται δικαιῶσαι ὁ νόμος φησι τέλος είναι καὶ πλήρωμα τοῦ νόμου τὸν Χριστὸν τὸ γὰρ τέλειον ὁ νόμος ἐν τῆι εἰς Χριστὸν ἔχει πίστει ὁ οὖν πιστεύων φησι Χριστῶι πληροῖ τὸν νόμον
55253rRom.10.4νβ παντὶ τῶι πιστεύοντι εἰς τὸ δικαιοῦν τὸν ὄντως τελειωτὴν τοῦ νόμου τουτέστι τὸν πιστόν
55353rRom.10.5νγ Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὄρος τῆς ἐν νόμωι δικαιοσύνης
55453vRom.10.5νδ ὅτι ὁ ποιήσας αυτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς οὐκοῦν οὐκ ἑνὶ σωθῆναι τὸν μὴ πληροῦνται τὰ ἐν αὐτῶι ἐπεὶ οὖν οὐδεὶς ἀνθρώπων ἐπλήρωσεν ἐξέπεσεν ἡ διὰ νόμου δικαιοσύνη καὶ ἀπρακτεῖ
55553vRom.10.6νε ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει εἰρηκὼς τὴν ἐκ νόμου δικαιοσύνην λέγει καὶ τὴν ἐκ πίστεως καὶ δείκνυσιν οὐχ οὕτως οὖσαν ἐπίπονον τοιγαροῦν ταύτην μέν τινες ἔφθασαν ἐκείνην δὲ οὐδείς
55653vRom.10.6-Rom.10.7νϛ μὴ εἴπῃς ἐν τῆι καρδίαι σου τις ἀναβήσεται εἰς τὸν οὐρανὸν τουτέστι Χριστὸν καταγαγεῖν ἡ τις καταβήσεται εἰς τὴν ἄβυσσον τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν ἵνα μὴ νομισθῇ ἡ πίστις εὐκατόρθωτος καὶ εὐκαταφρόνητος διὰ τοῦτο δείκνυσι καὶ αὐτὴν πόνου δεομένην καὶ πρὸς τοὺς ἀφανεῖς λογισμοὺς ἔχουσαν τὴν πάλην μὴ εἴπῃς γὰρ μηδὲ ἐν καρδίαι τουτέστι μηδὲ ἐνθυμηθῇς ἀλλὰ πάντα λογισμὸν ἔκβαλε ἔξω
55753vRom.10.8νζ ἀλλά τι λέγει ἐγγύς σου τὸ ῥῆμὰ ἐστιν ἐν τῶι στόματι σου καὶ ἐν τῆι καρδίαι σου τοῦτ' ἐστι τὸ ῥῆμα τῆς πίστεως ὁ κηρύσσομεν σύντομος μὲν ἡ σωτηρία καὶ οὐ δεομένη τῶν ἔξωθεν κόπων ἐν γὰρ τῆι διανοίαι καὶ τῆι γλώσσηι κεῖται πλὴν στεῤῥᾶς δεῖται καὶ νουνεχοῦς ψυχῆς
55853vRom.10.9νη ὅτι εὰν ὁμολογήσῃς ἐν τῶι στόματι σου κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῆι καρδίαι σου ἔδειξέ πως ἐν καρδίαι οἷον ἐν λογισμῶι καὶ γλώσσηι κεῖται ἡ σωτηρία
55953vRom.10.9νθ ὅ τι ὁ θεὸς αὐτον ἤγειρεν ἐκ νεκρῶν σωθήσηι τρόπον λέγει δι' ουτινος ἐναχθείη πρὸς τὴν πίστιν ἐν νοησον γάρ φησι τὸ δυνατὸν τοῦ ἐγείραντος καὶ οὐ δυσχερανεῖς πρὸς τὴν πίστιν
56054rRom.10.10ξ καρδία γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν καρδίαι μὲν γάρ φησι πιστευόμενος ὁ Χριστὸς δίκαιοι στόματι δὲ ὁμολογούμενος σώζει
560ex54rRom.10.10 s * τουτέστι τῆι καρδίαι ηρκειμεν ἡ καρδία εἰς ἀμφοτερα καὶ εἰς τὸ πιστεύειν καὶ εἰς τὸ ὁμολογεῖν εἰ μὴ ἀναγκαῖον ἡ καὶ διὰ τοῦ στόματος ὁμολογεῖν ἡ τοι διδάσκειν τοὺς μαθητευομένους ἡ καὶ ἐν διωμοις ὁμολογεῖν καὶ μὴ ἀρνεῖσθαι
56154rRom.10.11ξα λέγει γὰρ ἡ γραφὴ πᾶς ὁ πιστεύων ἐπ' αὐτῶι οὐ καταισχυνθήσεται τὴν μαρτυρίαν ἤγαγεν ἵνα δείξῃ μὴ οὖσαν ἐν τῆι πίστει διαφορὰν Ἰουδαίου καὶ ἐθνικοῦ πᾶς γάρ φησιν ὁ πιστεύων
56254rRom.10.12ξβ οὐ γὰρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος τὸ πᾶσι κοινὸν τῆς χάριτος ἀνακηρύττει καὶ ὅπερ ἐποίησεν ἄνω πολλοῖς λόγοις θέλων καταγαγεῖν τὸ φύσημα τῶν Ἰουδαίων νυν διὰ βραχέων ποιεῖ ὅτι οὐκ ἑνὶ μέσον Ἰουδαίου καὶ ἐθνικοῦ
56354rRom.10.12ξγ ὁ γὰρ αὐτος κύριος πάντων ἄνω περὶ τοῦ πατρὸς ἔλεγεν ἡ Ἰουδαίων ὁ θεὸς {μόνον /μόνων }* οὐχὶ δὲ καὶ ἐθνῶν νυν δὲ τὸ αὐτο περὶ τοῦ υἱοῦ λέγει οὕτως οὐκ οἶδε διαφορὰν τῆς ἁγίας τριάδος
56454rRom.10.12ξδ πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτον δείκνυσι τὸν Χριστὸν σφόδρα ἐφιέμενον τῆς ἡμετέρας σωτηρίας ὅπουγε πλοῦτον ἴδιον ἡγεῖται τὸ πολλοὺς πιστεῦσαι καὶ σωθῆναι τοῦτο δὲ ποιεῖ παιδεύων αὐτοὺς μὴ ἀπογνῶναι ἑαυτῶν ὁ γάρ φησι πλοῦτον οἰκεῖον ἡγούμενος τὸ σώζειν οὐκ ἄν ποτε ὀκνήσῃ ἡ ἀναβάληται σῶσαι
56554rRom.10.13ξε πᾶς γὰρ ὃς ανεπικαλεσηται τὸ ὄνομα κυρίου σωθήσεται εἶπας οὐδὲν πλέον ἔχουσιν Ἰουδαῖοι τῶν ἐθνῶν μάρτυς δὲ ὁ Ἰωήλ
56654rRom.10.14ξϛ πως οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν εἶπεν πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται πως τοιγαροῦν ἔσται αὐτοῖς ἐπιτυχεῖν τῶν τοῦ προφήτου ῥημάτων ἀνθρώποις πιστεῦσαι μὴ θελήσασιν ἑαυτοὺς τοιγαροῦν μεμφέσθωσαν ἀποκλείουσι τὴν σωτηρίαν ἀφ' ἑαυτῶν
566Ph54rRom.10.14Φωτ(ιου) * πως οὖν ἐπικαλέσονται Λίαν ἐνταῦθα συμπεπλεγμένας ἐννοίας συνείρει καὶ θαυμασίως προσάγει πλοῦτον ἡγεῖται φησὶν ὁ Χριστὸς τὸ πιστεῦσαι καὶ σωθῆναί σε ὥστε τὸ ἀπο γε τοῦ Χριστοῦ ἅπαν γέγονεν θέλεις οὖν σωθῆναι ἐπικάλεσαι τὸν Χριστὸν ἀλλὰ θέλεις ἐπικαλέσασθαι πιστεῦσαι δεῖ πρῶτον θέλεις δὲ πιστεῦσαι ἀκοῦσαί σε δεῖ πρότερον τοῦ κηρύγματος ἀλλὰ τὸν κηρύσσοντα ζητεῖς ἰδοὺ ἐγὼ βοῶ ἀλλ' ἀγνοεῖς εἰ ἀπέσταλμαι κηρύσσειν προφητεία ἐστὶν {ἄνωθεν κηρύσσουσα /ἄνωθεν τοῦτο κηρύσσουσα }* ὅτι οὐ μόνον κηρύξουσι καὶ εὐαγγελίσονται τὴν σωτηρίαν καὶ εἰρήνην ἀλλ' ὅτι καὶ μεγάλα καὶ ὑπερφυῆ ἐξανύσουσιν ὡς ὡραῖοι γὰρ οἱ πόδες τῶν ἐπὶ τὸ κήρυγμα τρεχόντων φησὶ τῶν τὸ εὐαγγέλιον καταγγελλοντων ὥστε οὐδεμία πρόφασις ὑμῖν τοῦ μὴ σωθῆναι
56754rRom.10.14ξζ πως δὲ πιστεύσουσιν οὐ οὐκ ἤκουσαν κατὰ τὸ ἀκολουθον γὰρ καὶ τοῦτο συμβαίνει ἐπειδὴ γὰρ τῶν αὐτοῦ λόγων ἀκοῦσαι οὐκ ἠβουλήθησαν εἰκοτως οὐδε ἐπίστευσαν
56854rRom.10.14ξη πως δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος τοιγαροῦν ἰδού φησι κηρύσσων καὶ προσῆκον ὑμᾶς ἀνασχέσθαι τῶν λόγων καὶ τῶν ἐλέγχων
56954vRom.10.15ξθ πως δὲ κηρύξουσιν εὰν μὴ ἀποσταλῶσι δείκνυσιν ὅτι οὐκ ἐξ οἰκείας αὐθεντίας ἦλθεν εἰς τὸ κηρύξαι αὐτοῖς ἂλλ ἀποσταλεὶς παρὰ Χριστοῦ τοῦτω ἑαυτὸν αξοπιστον ποιῶν
57054vRom.10.15ο καθὼς γέγραπται οὐ μόνον φησιν ὅτι ἀπέσταλμαι ἀλλὰ καὶ πάλαι τὸ δεῖν ἀποστολὴν γενέσθαι προείρητο ἀξιοπιστος οὖν κατ' ἄμφω ἐκ τε τῆς ἀποστολῆς ἐκ τε τοῦ προωρίσθαι τὴν ἀποστολήν
57154vRom.10.15οα ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην οἱ πόδες αὐτῶν ἐνεκωμιάσθησαν διὰ τὸν τοῦ κηρύγματος τρόπον
57254vRom.10.15οβ τῶν εὐαγγελιζομένων τὰ ἀγαθά εἰ τοίνυν ἄλλως οὐκ ἦν πιστεῦσαι δίχα τοῦ ἀκοῦσαι καὶ δίχα τοῦ κηρύξαι κεκήρυκται δὲ καὶ ἤκουσαν εὔδηλον ὡς ὁ θεὸς μὲν οὐδὲν ἐλλέλοιπεν οἱ δὲ μὴ πιστεύσαντες ἑαυτοῖς μεμφέσθωσαν
57354vRom.10.16ογ ἂλλ οὐ πάντες ὑπήκουσαν τῶι εὐαλγγελίωι Ἠσαΐας γὰρ λέγει κύριε ἐπειδὴ τοῦτο αὐτῶι ἀντέκειτο ὅτι εἰ ἀπὸ θεοῦ ἀπεστάλητε διά τι μὴ πάντες ὑπήκουσαν τῶι εὐαγγελίωι φησιν ὅτι καὶ τοῦτο πρὸ πολλοῦ ἐλέχθη διὰ γὰρ τὸ είναι ἡμᾶς αὐτεξιουσίους οὐδένα πρὸς βίαν ἄγει ὁ θεός
57454vRom.10.16οδ τις ἐπίστευσε τῆι ἀκοῆι ἡμῶν εἰ τοῦτό σε φησι σκανδαλίζει τὸ μὴ πάντας ὑπακοῦσαι αὐτό σε τοῦτο πιστεῦσαι πεισάτω ἐπειδὴ προελέχθη ὡς οὐ πάντες πιστεύσουσι
57554vRom.10.17οε ἄρα οὖν ἡ πίστις ἐξ ἀκοῆς ἐπειδὴ ἀεὶ Ἰουδαῖοι σημεῖα ἐπεζήτουν πρόφασιν λαβὼν τὸ προφητικὸν ἐντρέπει αὐτοὺς ὡς οὐ χρὴ σημεῖα ἐπιζητεῖν ἡ γὰρ πίστις ὡς ὁρᾶτε ἐξ ἀκοῆς οὐκ ἐκ σημείων γίνεται
57654vRom.10.17οϛ ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ ἐπειδὴ ἀκοὴν εἶπεν ἐπάγει διὰ ῥήματος θεοῦ μή φησιν εὐτελές τι νομίσῃς τὴν ἀκοὴν οὐκ ἐστιν ανθρωπινα ῥήματα λαλούμενα ἀλλὰ θεοῦ
57754vRom.10.18οζ ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν ἐπειδὴ εἶπεν ἡ πίστις ἐξ ἀκοῆς ἂλλ ἐρεῖ φησι τις μὴ οὐκ ἤκουσαν οἱ Ἰουδαῖοι καὶ {φησιν ὅλη /φησιν ὅλη ἡ γῆ ἤκουσαν ὅλη }* ἡ γῆ ἤκουσεν ὡς μαρτυρεῖ καὶ ὁ προφήτης καὶ οἱ Ἰουδαῖοι παρὰ οἷς μάλιστα κεκήρυκται οὐκ εἴχομεν ἀκοῦσαι
57854vRom.10.19οη ἀλλὰ λέγω μὴ οὐκ ἔγνω Ἰσραήλ ναί φησιν ἐκήρυξαν μὲν πολλοὶ εἰκὸς δὲ τοὺς ἐξ Ἰσραὴλ μὴ γνῶναι τοῦ κηρύγματος τὴν δύναμιν καί πως ἑνὶ τοῦτό φησι ὅτι τὰ μὲν ἔθνη οἷς οὐδὲν προείρητο ἔγνωσαν ὁ δὲ Ἰσραὴλ οὐκ ἔγνω καίτοι προακούσας ἰδοὺ γὰρ αὐτος ὁ νομοθέτης φησιν ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει ὡς οὖν τοὺς ἐξ ἐθνῶν ἑωρᾶτε προσερχομένους τῆι πίστει καὶ ἔτι μὴν ἐρχομένους ἑαυτοὺς δὲ απορριπτεμενους ἔδει ὑμᾶς τὴν αἰτίαν εἰδέναι μᾶλλον δὲ ἑκοντες ἐπελάθεσθε τῶν οὕτω σαφῶν προῤῤήσεων
57955rRom.10.19οθ πρῶτος Μωσῆς λέγει δεύτερος γὰρ εἶπεν Ἠσαΐας
58055rRom.10.19π ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει οἷον παρακνισω μεγίστῃ δὲ ἡ τοῦ προστάγματος ἰσχὺς πολλάκις γὰρ ὁ παρακλήσει μὴ πεισθεὶς ἐπείσθη τῶ παρακνισμῷ
58155rRom.10.19πα ἐπὶ ἔθνει ἀσυνέτωι παροργιῶ ὑμᾶς τι γὰρ εὐτελέστερον ἡ ἀσυνετώτερον εἰδωλολατρῶν
58255rRom.10.20πβ Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει ᾑρήσατο φησι καὶ κινδυνεῦσαι μᾶλλον ἡ συνεσκιασμεην εἰπεῖν τὴν οἰκονομίαν
58355rRom.10.20πγ εὑρέθην τινες δὲ οἱ μὴ ζητοῦντες μήτε ἐπερωτῶντες οἱ ἐξ ἐθνῶν δηλάδη ὁρᾷς πόσας εἶχον τοῦ γνῶναι ἀφορμὰς ὁρῶντες γὰρ διὰ τῆς πίστεως εὐδοκιμοῦντα τὰ ἔθνη ὤφειλον ἀνανῆψαι ἀλλὰ ἑκοντες ἐτυφλώθησαν
58455rRom.10.20πδ τοῖς ἐμε μὴ ζητοῦσιν ἐμφανὴς ἐγενόμην τοῖς ἐμε μὴ ἐπερωτῶσιν τῶν ἐθνῶν καθαίρει τὸ φρόνημα ὅτί φησι τὸ πᾶν χάριτος ἦν ὅμως ἐστι καὶ τῶν ἐθνῶν τὸ γὰρ τὸν εὑρεθέντα καὶ φανέντα μηκέτι ἐάσαι τῆς αὐτῶν ἦν ἀρετῆς
58555rRom.10.21πε πρὸς δὲ τὸν Ἰσραὴλ λέγει ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου ὦ κατηγορίας Ἰουδαίων ἵνα γὰρ μὴ λέγωσι διατὶ ἡμῖν μὴ γέγονεν ἐμφανὴς τὸ πλέον ἐπ' αὐτῶν γενόμενον ἔδειξεν ὅτι καὶ παρεκάλει καὶ οὐκ ἠκούσθη ὁ κύριος ὅλην δέ φησι τὴν ἡμέραν οἷον τὸν τῆς ένανθρωπησεως καιρὸν ἡ μᾶλλον πάντα τὸν ἔμπροσθεν ἐξ ἧς ἐξῆλθον ἐξ Αἰγύπτου
585Ph55rRom.10.21Φωτ(ιου) * Ἠσαΐας δὲ ἀποστολμᾷ καὶ λέγει Ἐμφανέστερον γὰρ καὶ ἐπιπληκτικώτερον προφητεύων καθήψατο οὗτος τῆς Ἰουδαίων ἀγνωμοσύνης λέγων πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα διὰ τοῦτο φησιν ἀποτολμᾷ
58655rRom.10.21πϛ πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα ὁ μὲν θεὸς ἐκάλει καὶ οἷον ἐναγκαλίσασθαι ηβούλετο τι δὲ αὐτοὶ ἠπείθουν καὶ ἀντέλεγον
58755rRom.11.1πζ λέγω οὖν ἄρα οὖν ἐπειδὴ ἠπείθησαν καὶ ἀντεῖπον μὴ ἐν ἀποβολῆι γεγένηνται ὡς μὴ δὲ ἐπιστρέψαι δύνασθαι καὶ διὰ τοῦτο κατηργεῖσθαι τὰς πρὸς Ἀβραὰμ ἐπαγγελίας οὐμενοῦν καὶ γὰρ καὶ λαὸς ἐστιν αὐτοῦ φησι καὶ προέγνω αὐτον τουτέστι πρὸ τῶν ἐθνῶν καὶ ἐγγὺς ὁ ἔλεγχος αὐτος ἐγώ φησιν ὁ κῆρυξ καὶ διδάσκαλος τῶν ἐθνῶν ἰσραηλίτης εἰμι οὐκοῦν οὐκ ἀπώσθητε ἂλλ ἑαυτοὺς ἀπωθεῖσθε
58855rRom.11.1πη μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ μὴ γένοιτο καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμι ἐκ σπέρματος Ἀβραὰμ φυλῆς Βενιαμίν κατὰ ἐρώτησιν καὶ ἀπαγόρευσιν προάγει τὸν λόγον
58955vRom.11.2πθ οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω εἰ γὰρ ἀπώσατο οὐκ ἂν ἐξ Ἰουδαίων ἀποστόλους καὶ κήρυκας ἐξελέξατο
59055vRom.11.2-Rom.11.3ϟ ἡ οὐκ οἴδατε ἐν Ἠλίᾳ τι λέγει ἡ γραφὴ ὡς ἐντυγχάνει τῶι θεῶι κατὰ τοῦ Ἰσραὴλ λέγων κύριε τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν ἵνα μὴ λέγωσιν Ἰουδαῖοι εἶτα σὺ εἰ φησιν ὁ ἅπας λαὸς τοῦ Ἰσραὴλ καὶ εἰς σε μέλλουσιν αἱ πρὸς Ἀβραὰμ ἐπαγγελίαι πέρας λαμβάνειν φησι πρὸς τοῦτο ὅτι πολλοὶ εἰσι σεσωσμένοι ἂλλ ὑμεῖς ἀγνοεῖτε καὶ γὰρ ὁ Ἠλίας μόνος ᾤετο ὑπολελεῖφθαι ἂλλ ἤκουσεν είναι καὶ ἄλλους οὕτω καί νυν φησι πολλοὶ εἰσιν οἱ ἐξ Ἰουδαίων πιστοὶ ἂλλ ὑμεῖς ἀγνοοῦντες ἐμε μόνον οἴεσθε
59155vRom.11.3ϟα κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσι τὴν ψυχήν μου εἰ δὲ ὁ Ἠλίας ἠγνόει ὅτι μόνος οὐκ ἦν σχολῇ γ ἂν ὑμεῖς εἰδείητε
59255vRom.11.4ϟβ ἀλλά τι λέγει αὐτῶι ὁ χρηματισμός τουτέστιν ὁ λόγος τοῦ θεοῦ
59355vRom.11.4ϟγ κατέλιπον ἐμαυτῶι ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῆι Βάαλ δηλοῖ τὸ κατέλιπον ὅτι τῆς τοῦ θεοῦ χάριτος ἦν τὸ πολὺ μέρος
59455vRom.11.5ϟδ οὕτως οὖν ὥσπερ οὖν τότε φησιν ἐκ παντὸς τοῦ λαοῦ ἑπτακισχίλιοι εὐηρέστουν οὕτω καί νυν ὀλίγοι εὐαρεστοῦσι καὶ αὐτοὶ λογίζονται εἰς σπέρμα τῶι Ἀβραὰμ καὶ οὐκ ἐξέπεσεν ἡ ἐπαγγελία τοῦ θεοῦ
59555vRom.11.5ϟε καὶ ἐν τῶι νυν καιρῶι λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν οὐκοῦν καὶ ἐπὶ τοῦ Ἠλίᾳ χάριτι ἐσώθησαν τοῦτο γὰρ ὁ Κάϊν δηλοῖ σύνδεσμος καὶ πάλιν ὥσπερ ἐν Ἠλίαι φησιν ὑπόλειμμα ἐστιν εὐαρέστων κατὰ χάριν ἐπιλεγέντων τὸ δὲ εἰπεῖν ἐκλογὴν ἔδειξε καὶ τῶν ἐπιλεγέντων τὴν δοκιμὴν οὐ γὰρ ἂν ἀδόκιμοι ἐπελέγησαν τὸ δὲ εἰπεῖν χάριτι ἔδειξε τὴν τοῦ θεοῦ δωρεάν
59656rRom.11.6ϟϛ εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις εἰ δὲ ἐξ ἔργων οὐκέτι ἐστι χάρις ἵνα μὴ λέγωσιν ὅτι εἰ καὶ προφῆται προέτρεπον καὶ ὁ θεὸς παρεκάλει καὶ ἡ παραζήλωσις ἱκανὴ ἦν ἡμᾶς πεῖσαι απητουμεθα δὲ φορτικά τινα καὶ διὰ τοῦτο οὐχ ὑπηκούσαμεν φησιν χάρις ἐστι τὸ πᾶν καὶ οὐ χρεία ἔργων εἰς τὸ πιστεῦσαι οὐδε γὰρ οἱ προσελθόντες διὰ ἔργα προγενόμενα ἀξιόχρεοι πρὸς τὴν κλῆσιν ἔδοξαν ἀλλὰ χάρις θεοῦ ἐστι τὸ πᾶν
596Ph56rRom.11.6Φωτ(ιου) * εἰ δὲ χάριτι οὐκέτι Εἰ χάριτι ἐκλεγομεθα ῥᾴδιον τὸ προσελθεῖν καὶ πιστεῦσαι Χριστῷ οὐδὲ γὰρ ἔργων δεόμεθα εἰς τὸ προσδραμεῖν αὐτῷ καὶ πιστεῦσαι ἀλλὰ μόνῃ γνώμη καὶ προαίρεσις ἀρκεῖ κατὰ χάριν γὰρ καὶ οὐ δι' ἔργα προσδέχεται ὥστε εἰ χάριτι καλεῖ καὶ προσδέχεται οὐκ ἔχομεν εἰς τοῦτο χρείαν ἔργων ἐπεὶ εἰ χρείαν σχοίημεν ἔργων οὐκέτι μένει χάρις ἡ χάρις διὰ τοῦ ἔργου εἰς ἀντιμισθίαν περιϊσταμένη ὥστε οὐκ ἔστι χάρις ἡ χάρις οὐ μόνον δὲ τοῦτο ἀκολουθήσει τὸ ἄτοπον ἐὰν νομίσωμεν ὅτι δεῖ ἡμῖν ἔργων εἰς τὸ προσελθεῖν καὶ πιστεῦσαι Χριστῷ ἀλλὰ καὶ ἕτερον ὅμοιον εἰ γὰρ ἐξ ἔργων προσιέναι δεῖν ἡμᾶς νομίσομεν δῆλον ὡς ἀνῄρηται ἡ χάρις ἐπεὶ εἰ μὴ ἀνῄρηται οὐκέτι οὐδὲ τὸ ἔργον μένει ἔργον τῆς χάριτος οὐκ ἐώσης ὅλως ὑποστῆναι ἔργον ἀλλὰ προῖκα τὴν ἐκλογὴν ἐπιδεικνυμένης κεχώρισται μὲν γὰρ ἀπ' ἀλλήλων τῇ φύσει χάρις καὶ ἔργον καὶ τῷ μὲν ἔργῳ ἕπεται μισθὸς ἀλλ' οὐ χάρις ἡ δὲ χάρις δίδοται οὐχ ὡς ἀντιμισθία ἀλλὰ δῶρον καὶ φιλοτιμία δῆλον οὖν ὅτι τῆς χάριτος τὴν εὐεργεσίαν παρεχομένης εἴ τις οἴεται διὰ τῶν ἔργων ταύτης ἀπολαύειν ἀναιρεῖ τὴν χάριν τὸ ὅσον γε ἐφ' ἑαυτῷ καὶ οὐ μένει ἡ χάρις ἔτι χάρις πάλιν δὲ οὐδὲ τὰ ἔργα μένει ἔργα τὴν γὰρ οἰκείαν οὐ σώζει φύσιν ἐπεὶ τοῖς ἔργοις μισθὸς ἀλλ' οὐ χάρις ἀκολουθεῖ τῆς χάριτος οὖν χορηγούσης τὴν εὐεργεσίαν κἄν τις δι' ἔργων ταύτης τυχεῖν πειραθείη εἰς μάτην ἔσται ἡ πεῖρα μήτε τῶν ἔργων ἔργων ἔτι δυναμένων διαμεῖναι οὐ γὰρ ἔσται τούτοις μισθὸς τῆς χάριτος προλαβούσης καὶ ματαιοπονοῦντος λαβεῖν δι' ἔργων ὃ προῖκα παρέσχεν ἡ χάρις Ἢ οὕτως εἰ χάριτι φησὶν οὐκέτι ἐξ ἔργων ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων ἀνῄρηται ἡ χάρις χάρις εἶναι πάλιν εἰ ἐξ ἔργων οὐκέτι ἐστὶ χάρις ἐπεὶ εἰ συγχωρηθῇ ἡ χάρις οὐκέτι μένει τὸ ἔργον ἔργον
59756rRom.11.6ϟζ ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστιν ἔργον εἰ γὰρ ἡ χάρις ἔργον ἀπαιτεῖται ἄρα τὸ ἔργον οὐκέτι ἐστιν ἔργον τῆς χάριτος προλαβούσης καὶ γενομένης ἔργον καὶ οἷον ἐξωθησάσης τὸ ἔργον ἐκ τοῦ είναι ἔργον
59856rRom.11.7ϟη τι οὖν ὁ ἐπιζητεῖ Ἰσραὴλ τοῦτο οὐκ ἐπέτυχεν τοῦτο οὐκ ἐρωτῶντος ἐστιν ἂλλ ἐγκαλοῦντος ἑαυτῷ γάρ φησι μάχεται ὁ Ἰουδαῖος ζητῶν δικαιοσύνην ἦν οὐ βούλεται λαβεῖν τοῦτο γάρ φησιν ἐπιζητεῖ ὁ οὐ βούλεται τυχεῖν τὸ γὰρ τοῦτο οὐκ ἐπέτυχεν κατὰ οἰκείαν νοήσεις βούλησιν
59956rRom.11.7ϟθ ἡ δὲ ἐκλογὴ ἐπέτυχεν οἷον ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν πιστοὶ ἐκλογὴν δὲ εἰπὼν δείκνυσι καὶ τὴν ἐκείνων δοκιμὴν καὶ τὴν τοῦ θεοῦ χάριν τὸ δὲ ἐπέτυχε δηλοῖ τῶν ἀγαθῶν τὸ μέγεθος
60056vRom.11.7ρ οἱ δὲ λοιποὶ ἐπωρώθησαν ὅσοι ἐναπέμειναν τῶι Ἰουδαϊσμῶι λοιπὸν μετὰ τὸν ελκεγχον θαῤῥεῖ πώρωσιν αὐτοῖς ἐγκαλεῖν
60156vRom.11.8α καθὼς γέγραπται ἔδωκεν αὐτοῖς ὁ θεός τὸ ἔδωκε μὴ ἐνέργειαν ἀλλὰ συγχώρησιν νόει οἷον λαβεῖν συνεχώρησεν
60256vRom.11.8β πνεῦμα κατανύξεως τὴν περὶ τὸ χεῖρόν νυν ἕξιν καὶ προσοχὴν τῆς ψυχῆς κατάνυξιν καλεῖ κατανυγηναι γὰρ ἐστι τὸ ἐμπαγῆναί που καὶ προσηλωθῆναι καὶ ἐν καλῶι καὶ ἐν κακῶι νυν μέντοι τὸ ἀμετάθετον αὐτῶν πρὸς τὸ κακὸν κατάνυξιν ἐκάλεσεν
60356vRom.11.8γ ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν ἕως τῆς σήμερον ἡμέρας εἰπὼν ἐπωρώθησαν φέρει τοῦ Ἠσαΐου τὴν μαρτυρίαν ἵνα μὴ δόξῃ ἐπαχθὴς είναι αἰτίαν δὲ τῆς πωρώσεως λέγει τὴν αὐτῶν γεγενῆσθαι φιλονεικίαν ὀφθαλμοὺς γὰρ ἔχοντες εἰς τὸ ἰδεῖν τὰ θαύματα τοῦ Χριστοῦ καὶ ὦτα εἰς τὸ ἀκοῦσαι τὴν διδασκαλίαν οὐδενὶ τούτων εἰς δέον ἐχρήσαντο ἀλλὰ τοὺς μὲν ἐκάμμυσαν τὰ δὲ ἀπέφραξαν ὡς τοῦτο σπουδάζοντες τὸ μὴ σωθῆναι
60456vRom.11.9δ καὶ Δαυὶδ λέγει γενηθετω ἡ τράπεζα αὐτῶν λοιπὸν τὴν ὑπὲρ τῆς ἀπιστίας ταύτης τιμωρίαν τὸν Δαυὶδ φέρει λέγοντα ἥτις τέλος ἔλαβε καὶ ἐξῆλθε
60556vRom.11.9ε εἰς παγίδα καὶ εἰς θήραν τὰ ἀγαθὰ αὐτῶν καὶ ἡ τρυφῇ εἰς τὸ ἐναντίον περιέστη
60656vRom.11.9ϛ καὶ εἰς σκάνδαλον εὐάλωτοί φησι τοῖς ἐπηρεάζουσι γένωνται
60756vRom.11.9ζ καὶ εἰς ἀνταπόδομα αὐτοῖς ἀνταπόδομα εἶπε δηλῶν ὅτι ταῦτα πάσχοντες ἁμαρτιῶν τίνουσι δίκας
60856vRom.11.10η σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον τὸ αὐθαιρέτως μέλλον παρ' αὐτῶν γίνεσθαι ὡς ἐν κατάρας λέγει μέρει ἐπειδὴ γάρ φησιν οὐκ ηβουληθσαν τὸν ἥλιον τῆς δικαιοσύνης εἰδέναι μηδὲ ἴδοιεν
608ex56vRom.11.10 s καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον τὸ μέλλειν αὐτοὺς ὑπο Ῥωμαίους γίνεσθαι δηλοῖ τὸ δὲ διὰ παντὸς ὡς οὐδε ελέυθερωθειεν ποτε σημαίνει
60957rRom.11.11θ λέγω οὖν μὴ ἔπταισαν ἵνα πέσωσι μὴ γένοιτο καθαψαμενος αὐτῶν σφοδρῶς νυν πειρᾶται τινα παραμυθίαν αὐτοῖς εὗρε τὰ μὲν γὰρ ἁμαρτήματα φησιν μέγιστα ἄρα δὲ μὴ τοιαῦτα ἔπταισαν ἵνα πεσόντες μὴ δὲ ἀναστῶσιν ἔτι κἂν βοθυληθῶσι Μὴ γένοιτό φησι οἷα {γὰρ ἔπταισαν /γὰρ ἂν ἔπταισαν }* δεκτὸ εἰσι θεῶι βουληθέντες μόνον πλὴν ὅρα ὅτι καὶ ἐν αὐτῆι τῆι παραμυθία ὑπευθύνους αὐτοὺς ποιεῖ μεγίστων ἁμαρτημάτων
609Ph57rRom.11.11Φωτ(ιου) * λέγω οὖν μὴ ἔπταισαν Ἐπειδὴ τῶν προσπταιόντων οἱ μὲν πταίοντες ὑποσκελίζονται μόνον οἱ δὲ καὶ καταπίπτουσιν θέλων τοὺς Ἰουδαίους ἅμα μὲν τῆς πολλῆς ἀθυμίας ὡς προϋβρισμένους ἀπαγαγεῖν ἅμα δὲ καὶ ἐπὶ τὴν πίστιν προτρέψασθαι φησὶν ὅτι τὸ πταῖσμα αὐτῶν οὐχὶ εἰς κατάπτωσιν τελείαν γέγονεν ἀλλὰ μόνον οἷον ὑπεσκελίσθησαν καὶ τοῦτο οὐχ ἁπλῶς ἀλλὰ διά τινα οἰκονομίαν συνεχωρήθη ἵνα ἐν τῷ ἐκείνων παραπτώματι γένηται μὲν ἡ σωτηρία τοῖς ἔθνεσιν γένηται δὲ καὶ αὐτῶν ἐκείνων ἡ ἀνορθωσις παραζηλούντων καὶ μιμουμένων τοὺς ἐξ ἐθνῶν ὥστε τὸ παραπταῖσαι αὐτοὺς τρόπον τινὰ εἰς ἀνορθωσιν αὐτῶν συντελεῖ εἴπερ ἐν μὲν τῷ παραπτώματι αὐτῶν ἡ σωτηρία τοῖς ἔθνεσιν ἐν δὲ τῇ σωτηρίᾳ ἡ παραζήλωσις διὰ δὲ τῆς παραζηλώσεως ἡ τῶν πεπτωκότων ἀνορθωσις τοιαύτη γὰρ ἡ τοῦ θεοῦ ἄρρητος καὶ ἀκατάληπτος πρόνοια καὶ οἰκονομία ἐξ ἀπορων πόρους παρέχει καὶ ἐκ τῶν ἐναντίων τὰ χρηστότερα οἱ μὲν γὰρ Ἰουδαῖοι ἔπταισαν ὥστε καὶ πεσεῖν καὶ κεῖσθαι καὶ μήτε ἑαυτοῖς μήτε ἑτέροις χρηστοῦ τινος γενήσεσθαι αἴτιοι ὁ δὲ θεὸς τῷ ἐκείνων παραπτώματι καὶ εἰς τὴν τῶν ἐθνῶν σωτηρίαν ἀπεχρήσατο καὶ εἰς τὴν αὐτῶν ἐκείνων ἀπὸ τοῦ πτώματος ἐπανορθωσιν ὥστε οὐκ ἔπταισανταῦτα τοῦ θεοῦ οἰκονομοῦντος ἵνα πέσωσιν ἀλλ' ἔπταισαν ἵνα διορθώσωνται μᾶλλον δὲ ὡς αὐτος φησιν ἵνα πλοῦτος κόσμου γένηται καὶ πλοῦτος ἐθνῶν καὶ ἐκ τούτου πάλιν τελεία καταλλαγὴ κόσμου καὶ τελεία πάντων ἀναβίωσις οὐ μόνον τῶν προσπταισάντων ἀλλὰ καὶ τῶν μέχρι θανάτου καὶ νεκρώσεως καταπεσόντων καὶ ὅρα ἀρχομενος μὲν πταῖσμα τὴν ἀπείθειαν ἐκάλει τῶν Ἰουδαίων εἶτα παράπτωμα ἐπειδὴ δὲ ἔδειξεν αὐτοῖς ἐὰν βούλωνται μόνον πεισθῆναι τὸ μέγεθος τῶν ἀγαθῶν καὶ ἐπῆρεν αὐτοὺς πλοῦτον ἐθνῶν καλῶν καὶ καταλλαγὴν κόσμου καὶ σάρκα οἰκείαν τότε καὶ τῆς ἀπειθείας τὸ ἄτοπον ἡλίκον ἐστὶν δεικνύει νεκροὺς αὐτοὺς διὰ ταύτης ἀποφαινομενος γενέσθαι ἀλλὰ καὶ τοῦτο λίαν θαυμασίως ποιεῖ καὶ σοφῶς ἐπειδὴ γὰρ τὸ νεκροὺς {αὐτοὺς ὀνομασθῆναι /αὐτοὺς ἁπλῶς ὀνομασθῆναι }* λίαν ἦν πικρὸν καὶ καταφορικὸν καὶ εἰς ὕβριν μᾶλλον ἢ παραίνεσιν συντελοῦν οὐχ οὕτως αὐτὸ τίθησι ξηρῶς ἀλλὰ μίγνυσιν αὐτὸ καὶ ἐν τάξει ἐπαίνου προάγει λέγων τὶς ἡ πρόσληψις αὐτῶν εἰ μὴ ζωὴ ἐκ νεκρῶν διὰ μὲν τοῦ ζωὴ τὸ εὐφραῖνον τιθεὶς διὰ δὲ τοῦ ἐκ νεκρῶν ὑποσημαίνων ὅτι ἡ ἀπείθεια αὐτῶν νέκρωσις ἦν εἶτα εἰπὼν ὅτι τὸ παράπτωμα αὐτῶν σωτηρία γέγονε τῶν ἐθνῶν ἐφεξῆς ἐκ τοὺ μᾶλλον ἐπιχειρεῖ ὅτι πάντως καὶ αὐτῶν ἔσται σωτηρία προαγαγὼν δὲ τὸ ἐπιχείρημα ἐπειδὴ ὡς ἔθος αὐτῷ πρὸ τοῦ ἀπαρτίσαι τὴν περίοδον περιβολαῖς ἐχρήσατο διὰ τοῦ ὑμῖν γὰρ λέγω καὶ ἑξῆς πάλιν ἐπαναλαμβάνει τὸ ἐπιχείρημα καί φησιν εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς καὶ σημείωσαι ὅτι κατὰ τὸ πλεῖστον ἐν ταῖς ἐπαναλήψεσιν οὐχ οὕτω γυμνῶς καὶ ὡς ἐπεχείρησε πάλιν ἐπαναλαμβάνει ἀλλ' ἢ μετὰ αὐξήσεως ἢ μετὰ τελειοτέρας διὰ καθάρσεως ἢ ἐμφαντικώτερον καὶ ἁπλῶς ἄνευ τινὸς σχηματισμοῦ καὶ διαμορφώσεως σπανιάκας ἂν αὐτον εὕροις καίτοι σχεδόν τι συνεχῶς χρώμενον τῇ ἐπαναλήψει κεχρημένον
61057vRom.11.11ι ἀλλὰ τῶι αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν ὅλον τὸ χωρίον τοῦτο εἴρηται ὅπως καὶ αὐτοὺς παραμυθήσηται καὶ πείσῃ μὴ ἀπογνῶναι καὶ ἵνα τῶν ἐθνῶν κατενέγκῃ τὸ φύσημα καὶ πείσῃ μὴ ἀπονοεῖσθαι διὰ τοῦτό φησιν ἐσώθη τὰ ἔθνη ὅτι αὐτοὶ σωθῆναι οὐκ ἠνέσχοντο ὡς εἴγε ἄξιον ἦν τούτους ἔδει πρώτους σωθῆναι εἶτα τὰ ἔθνη ἐπεὶ οὖν οὗτοί φησιν οὐκ ἠθέλησαν πρωτότυποι γεγόνατε ὑμεῖς ὅθεν καὶ αὐτός φησιν Ἰουδαίωι τε πρῶτον καὶ Ἕλληνι καὶ ὁ κύριος πορεύεσθε μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ καὶ τὸ ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον ὁρᾷς ὅτι ἡ ἀπείθεια τῶν Ἰουδαίων χώραν ἔδωκε τοῖς ἔθνεσιν εἰς τὸ γενέσθαι πρωτοτύπους εἰς τὴν πίστιν
61157vRom.11.11ια εἰς τὸ παραζηλῶσαι αὐτούς ἵνα ἐπειδὴ ἀφ' ἑαυτῶν πιστεῦσαι οὐκ ἠβουλήθησαν κἂν κατὰ ζῆλον πιστεύσωσιν
61257vRom.11.12ιβ εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν πρὸς παραμυθίαν αὐτοῖς λαλεῖ καὶ προτροπὴν εἰ γάρ φησι τὸ παράπτωμα αὐτῶν καὶ τὸ ἥττημα ἀφορμὴ γέγονεν ἀγαθῶν τοσούτοις πόσῳ μᾶλλων εὰν πάντες σωθῶσι τοῦτο γὰρ δηλοῖ τὸ πλήρωμα πόσοις ἄρα φησι γένωνται πρόφασις σωτηρίας πάντες σωζόμενοι ἐν ταυτῷ δὲ καὶ τὸ μὴ ἀπογνῶναι αὐτοὺς παιδεύει
61357vRom.11.12ιγ πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν τουτέστι γέγονεν
613Ph57vRom.11.12Φωτ(ιου) * πόσῳ μᾶλλον οἷον τὸ συναπαρτισθῆναι καὶ αὐτοὺς τοῖς σωζομένοις εἰ οὖν καὶ τούτων ἐλλειποντων πλοῦτος κόσμου φησὶ γέγονε καὶ πλοῦτος ἐθνῶν πόσῳ μᾶλλον τὸ συναπαρτισθῆναι καὶ αὐτοῖς ἔσται πλοῦτος κόσμου καὶ πλοῦτος ἐθνῶν
61457vRom.11.13ιδ ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν ἐφ' ὅσον μὲν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος τὴν διακονίαν μου δοξάζω ὑπὲρ Ἰουδαίων λέγει τῶ τε μὴ δόξα διὰ μῖσος ἐκεῖνα ἃ εἶπεν εἰρηκέναι καὶ ἵνα καταστείλῃ τῶν ἐθνῶν τὸ φρόνημα ὑμᾶς φησι τὰ ἔθνη διὰ δύο αἰτίας ἐπαινῶ καὶ δοξάζω πρῶτον ὅτι τὴν διακονίαν ὑμῶν τουτέστι τὸ κήρυγμα ἐγκεχείρισμαι καὶ ἀνάγκην ἔχω ἐπαινεῖν καὶ δοξάζειν ὑμᾶς ὡς ἐμοὺς μαθητὰς ἔπειτα ἵνα καὶ τῶν Ἰουδαίων τινας οὓς καὶ σῶμα ἴδιον καλεῖ παρακνισθέντας ἐκ τῶν περὶ ὑμῶν ἐπαίνων σώσω λαμπρύνει δὲ κατὰ τοῦτο τὰ ἔθνη ὡς αἰτία γενόμενα σωτηρίας Ἰουδαίοις οἱ μὲν γὰρ ἐξ ἀπωλείας ὑμῖν εἰσί φησιν ἀφορμὴ σωτηρίας τὰ μέντοι ἔθνη εκενοις ἐκ πίστεως
61557vRom.11.14ιε εἰ πως παραζηλώσω μου ὦ φιλονεικίας Ἰουδαϊκῆς οὐκ εἶπεν πείσω ἀλλὰ παραζηλώσω ὡς οὐκ ἄλλως πεισθησομένων εἰ μὴ ἐξ ἐπιτάσεώς τινος
61657vRom.11.14ιϛ τὴν σάρκα ἄνω μὲν συγγενεῖς αὐτοὺς καὶ ἀδελφοὺς καλεῖ νυν δὲ σάρκα πλέον αὐτοὺς οἰκειούμενος
61757vRom.11.14ιζ καὶ σώσω τινας ἐξ αὐτῶν οὐδε οὕτως πάντας ἀλλά τινας οὕτως αὐτῶν ᾔδει τὸ μονότονον
61858rRom.11.15ιη εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν κατάλλαγη κόσμου τις ἡ πρόσληψις ἐπειδὴ πάλιν αὐτῶν καθήψατο πάλιν αὐτοὺς ἐπαινεῖ τὰ αυτὰ τοῖς ἄνω λέγων εἰ γάρ φησιν ἡ πρόσκρουσις αὐτῶν πρόφασις γέγονε σωτηρίας τῶι κόσμωι τι ἂν εἴποι τις ὅτι ἔσται εὰν προσληφθῶσι παρὰ θεοῦ τι μὲν οὖν φησι ἕτερον εἰ μὴ ἀνάστασις ἐκ νεκρῶν ἂλλ ὥσπερ ἡ ἀνάστασις οὐ διὰ τὴν πρόσληψιν αὐτῶν ἔσται οὕτως οὐδε ἡ σωτηρία τῶν ἐθνῶν γέγονε δι' αὐτοὺς ἀλλὰ λόγους αὐτοῖς χαρίζεται εἰς τὸ προτρέψασθαι
618Pha58rRom.11.15Φωτ(ιου) * εἰ γὰρ ἡ ἀποβολή τοῦτο ἢ ἐπανάληψὶς ἐστι τοῦ εἰ δὲ τὸ παράπτωμα αὐτῶν ὡς προείπομεν ἢ αἰτία τῆς σπουδῆς Παύλου τῆς περὶ τὸ σωθῆναι αὐτοὺς ὡς ἂν εἴ τις ἔλεγεν τὶ σπεύδεις Παῦλε ὑπὲρ τῶν Ἰουδαίων τὶ λέγων εἴ πως παραζηλώσω τὴν σάρκα μου καὶ σώσω τινὰς ἐξ αὐτῶν τὶ ἐστιν ὁ τοσοῦτος σου ἀγὼν ναὶ φησὶν προσήκει μοι σπεύδειν καὶ ἀγωνίζεσθαι εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς τοῦτ' ἔστιν εἰ καὶ τούτων ἐλλειποντων ὅμως κατηλλάγη ὁ θεὸς τῷ κόσμῳ καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς ἔχθρας τὶ ἂν οὐ γένοιτο χρηστὸν καὶ ὑπερθαύμαστον καὶ τούτων σωθέντων καὶ προστεθέντων
618Phb58rRom.11.15Φωτ(ιου) * εἰ γὰρ καὶ μεγίστῳ μέρει φησὶ {[omission]/ζημιουμένων τῶν σωζομένων ὅμως }* ἡ σωτηρία αὐτῶν καταλλαγὴ γίνεται κόσμου καὶ ἡ ἔχθρα ἡ πρὸς τὸν θεὸν διαλύεται τῶν ἀνθρώπων τὶ χρὴ λογίζεσθαι ἐπειδὰν καὶ αὐτὸ τὸ μέρος ὅπερ ἐστὶν οἱ Ἰουδαῖοι προσληφθῇ καὶ προστεθῇ τοῖς σωζομένοις τὶς οὖν αὐτῶν ἐστιν ἡ πρόσληψις καὶ ἡ προσθήκη εἰ μὴ μέγας πλοῦτος εἰ μὴ τελεία καὶ ὁλοκληρος χαρὰ ὡς ἐπὶ τελείᾳ καὶ κοινῇ ζωῇ καὶ ἀναβιώσει ἐκ νεκρῶν
619ex58rRom.11.15ιθ Οικου(μενιου) εἰ μὴ ζωὴ ἐκ νεκρῶν ἡ τοῦτό φησι τι ἔσται ἡ πρόσληψις αὐτῶν εἰ μὴ ἵνα εἴπωμεν ὅτι ἀποθανόντας αὐτοὺς ταῖς ἁμαρτίαις ζωοποιεῖ ὁ προσλαμβάνων θεός
619Ph58rRom.11.15Φωτ(ιου) * Τοῦτο ἐπικατασκευαστικὸν ὅτι πάντως ἐάν περ θέλωσι σωθήσονται οἱ Ἰουδαῖοι καὶ κατασκευάζει αὐτὸ διχῶς πρῶτον μὲν ἐκ τῆς ἀκολουθίας δεύτερον δὲ ἀπορίαν πρὸς τοῦτο φερομένην πολλαχῶς ἐπιλυομενος
62058rRom.11.16κ εἰ δὲ ἡ ἀπαρχὴ ἁγία ἀπαρχὴν καὶ ῥίζαν καλεῖ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ φύραμα δὲ καὶ κλάδους τοὺς ἐκ τοῦ γένους αὐτοῦ πιστεύσαντας
62158rRom.11.16κα καὶ τὸ φύραμα καὶ εἰ ἡ ῥίζα ἁγία καὶ οἱ κλάδοι εἰ οὖν σὺν τῆι ἀπαρχὴ καὶ τῆι ῥίζηι ἀνάγκη είναι ἅγιον τότε φύραμα καὶ τοὺς κλάδους οἱ δὲ Ἰουδαῖοι οὐχ ἅγιοι ἄρα καὶ τῆς συγγενείας ἐξέπεσον τοῦ Ἀβραάμ
621ex58rRom.11.16Οικου(μενιου) * ἡ ὅτι αὐτοὺς ἁγίους καλεῖ προτρέπων εἰς τὴν πίστιν ὡσεὶ εἶπεν ἐπιτήδειοὶ ἐστε καὶ πρέποντες τὸ θέλειν ὑμῖν λείπει μόνον
62258rRom.11.17κβ εἰ δέ τινες τῶν κλάδων ὀλιγότητος σημαντικὴν τέθεικε λέξιν παραμυθούμενος αὐτοὺς ἐπεὶ ἄνω δηλοῖ ὅτι ὀλίγοι ἐσώθησαν ὡς ὅταν λέγη τὸ κατάλειμμα σωθήσεται
62358rRom.11.17κγ ἐξεκλάσθησαν σὺ δὲ ἀγριέλαιος τῆι ἀπιστίαι
62458rRom.11.17κδ ὧν ἐνεκεντρίσθης ἐν αὐτοῖς ὅσον δείκνυσιν εὐτελεῖς τοὺς ἐξ ἐθνῶν τοσοῦτον πλέον παρακνίζει αὐτοὺς εἰπὼν δὲ ἐνεκεντρίσθης δείκνυσιν ἐν τῆι διαφερούσῃ αὐτοῖς ῥίζηι ἐφεστηκότας τοὺς ἐξ ἐθνῶν ἄρα οὐ παρακνίζοντος τὰ ῥήματα
62558vRom.11.17κε καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου τοῦτο ταλαιπωρία Ἰουδαίων τὸ τοὺς κατὰ μηδὲν διαφέροντας κοινωνοὺς τῆς διαφερούσης αὐτοῖς γενέσθαι ῥίζης αὐτοὺς δὲ ἐξωσθῆναι
62658vRom.11.18κϛ μὴ κατάκαυχω τῶν κλάδων δείκνυσι τὴν ἄγαν εὐτέλειαν τῶν Ἰουδαίων οὐ γὰρ εἶπε καυχῶ ἀλλὰ κατάκαυχω ὅπερ ἐπὶ τῶν χαμαὶ κειμένων γίνεται εἶτα καὶ παραδάκνει αὐτοὺς δεικνὺς καυχήσεως ἄξια συμβεβηκέναι τοῖς ἔθνεσιν ἐκ τῆς πίστεως εἰ καὶ μὴ προσήκει καυχᾶσθαι φησιν
62758vRom.11.18κζ εἰ δὲ κατάκαυχασαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἂλλ ἡ ῥίζα σε καί τι τοῦτο πρὸς τοὺς ἐκκλασθέντας κλάδους οὐδὲν εἰ μὲν γὰρ τῆς ῥίζης κατεκαυχώμην εἶχε λόγον τοῦτο εἰ δὲ τὴν ῥίζαν ὡς ἁγίαν προσκυνῶ τι πρὸς τοὺς ἐκπεσόντας κλάδους εἰ βασταζομαι ὑπο τῆς ῥίζης ἀλλὰ βούλεται σκιὰν αὐτοῖς ἐξευρεῖν παραμυθίας ἵνα μὴ τῆι περισσοτέραι λύπηι καταποθῶσιν ἀλλὰ ἀνανήψωσιν ὡς ὑπολελειμμένης σωτηρίας
62858vRom.11.19κη ἐρεῖς οὖν ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ ἐσχημάτισται ὁ λόγος ὡς τῶν ἐθνῶν λεγόντων καὶ διά τι μὴ καυχήσομαι τοιούτων μοι φησιν ὑπαρξάντων χρηστῶν οὗτοι ἐξεκλάσθησαν καὶ ἐγὼ ἐνεκεντρίσθην καὶ κληρονόμος γέγονα τῆς τῶν πατρων αὐτῶν δόξης καὶ τῶν ἐκείνοις δοθεισῶν ἐπαγγελιῶν ὁ ξένος ἐγὼ καὶ κατ' οὐδὲν προσήκων ἀπολαύω ἐκ δὲ τοῦ εἰπεῖν καλῶς συναινεῖ τοῖς ἔθνεσιν ὡς ἀληθῆ εἰρηκόσιν
62958vRom.11.20κθ καλῶς τῆι ἀπιστίαι ἐξεκλάσθησαν ὅρα τὸ σοφὸν τοῦ ἀπόστολο ἐν τῶ δοκεῖν τὸν ὑπὲρ Ιοδαιων ποιεῖσθαι λόγον πλέον αὐτοὺς ἐπιτρίβει καὶ κατακόπτει
63058vRom.11.20λ σὺ δὲ τῆι πίστει ἕστηκας μὴ ὑψηλοφρόνει ἀλλὰ φοβοῦ τὴν αἰτίαν τῆς τε ἐκείνων ἀποβολῆς καὶ τῆς ἡμῶν προσλεψεως τῆς εἰς Χριστὸν λέγει πίστιν
63158vRom.11.21λα εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο θέλει αὐτῶν εκτραγωδησαι τὴν συμφορὰν ενταξει ἐπιτιμήσεως τῶν ἐθνῶν
63258vRom.11.21λβ μήπως οὐδέ σου φείσεται περιαιρεῖ τοῦ λόγου τὸ φορτικὸν τῆι ἀμφιβολίαι
63358vRom.11.22λγ ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν ἐπὶ δέ σε χρηστότητα ἐπὶ τὸν θεὸν ἄγει τὸ πρᾶγμα καὶ τὴν αὐτοῦ χάριν οὐδε γὰρ λέγει ἴδε πόσον ἔσχες πόνον καὶ κατορθώματα
63459rRom.11.22λδ εὰν ἐπιμείνῃς τῆι χρεστότητι εὰν ἄξια πράττῃς τῆς τοῦ θεοῦ φιλανθρωπίας οὐ γὰρ πίστεώς σοι δεῖ μόνης φησι
63559rRom.11.22-Rom.11.23λε ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ καὶ ἐκεῖνοι δὲ εὰν μὴ ἐπιμείνωσι τῆι ἀπιστίαι οὔτε γάρ σοι τὰ ἀγαθὰ οὔτε ἐκείνοις τὰ κακὰ ἀμετάβλητα
63659rRom.11.23λϛ ἐγκεντρισθήσονται οὐ γὰρ ὁ θεὸς αὐτοὺς ἐξέκοψεν ἂλλ αὐτοὶ ἑαυτούς
63759rRom.11.23λζ δυνατὸς γὰρ ὁ θεὸς ἐστι πάλιν ἐγκεντρίσαι αὐτούς τὸ πιθανὸν τῶι λόγωι ἐκ τῆς τοῦ θεοῦ δυνάμεως περιποιεῖ
63859rRom.11.24λη εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον πόσωι μᾶλλον οὗτοι οἱ κατὰ φύσιν καὶ λογισμὸν ἀποδίδωσι τοῦ δύνασθαι αὐτοὺς θελήσαντὰς ἐγκεντρισθῆναι εἰ γάρ φησι τὰ παραφυσιν ἡ πίστις ἐποίησε πόσῳ μᾶλλον τὰ κατὰ φύσιν
63959rRom.11.24λθ ἐγκεντρισθήσονται τῆι ἰδίαι ἐλαίαι ἵνα μή τις πλέον τι τὸν Ἰουδαῖον ἔχειν νομίσῃ ἐν τῶι ἀκούειν περὶ τῶν ἐθνικῶν παρὰ φύσιν καὶ ἐνεκεντρίσθης τίθησι καὶ περὶ τῶν Ἰουδαίων τὸ ἐγκεντρισθῶσιν ἵνα ἰσοτιμίαν δείξῃ καὶ ὅτι οὐδὲν αὐτοῖς πλέον ἐκ τοῦ είναι ἐκ τῆς καλλιέλαιο ἅπαξ δεομένοις καὶ αὐτοῖς τοῦ ἐγκεντρισθῆναι
64059rRom.11.25μ οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν ἀδελφοὶ τὸ μυστήριον τοῦτο τὸ παρ' ὑμῶν φησιν ἀγνοούμενον
64159rRom.11.25μα * ἵνα μὴ ἦτε παρ' ἑαυτοῖς φρόνιμοι τῶι γὰρ ἀγνοεῖν τὴν ἰδίαν ἐκύρουν βουλήν
641ex59rRom.11.25Γενναδιου s ἵνα μὴ ἦτε παρ' ἑαυτοῖς φρόνιμοι ωσαν δέ φησι μὴ μέγα τι καὶ θαυμαστὸν ὑπονοοῖτε περὶ ἑαυτῶν ἀπατώμενοι ὡς ὄντες ὑπὲρ τοὺς ἄλλους ὑμεῖς συνετὸ μάθετε συντόμως μυστήριον φρικωδέστατον ἄφατον τοῦ θεοῦ τὴν περὶ πάντας πρόνοιαν ὑποφαῖνον τῶν Ἰσραηλιτῶν πλὴν τῆς ἐκλέξεως τὸ γὰρ ἀπὸ μέρους τοῦτό φησιν πωρωθέντων καὶ τὴν σωτηρίαν ἀπωθουμένων ἐφ' ὑμᾶς μετήνεγκε ταύτην ὁ θεὸς εἰσποιηθέντων μέντοι πάντων ὑμῶν κἀκείνους αὖθις ἡ χάρις ἅπαντας περιλήψεται μαρτυρεῖ γὰρ αὐτο τοῦτο καὶ τὸ τοῦ Ἠσαΐου καὶ λόγιον γραφικόν
64259rRom.11.25μβ ὅτι πώρωσις ἀπὸ μέρους τῶι Ἰσραὴλ γέγονεν οὐκ ἐξ ὁλόκληρο φησι καὶ γὰρ ἦσαν καὶ ἐξ Ἰουδαίων ἀμύθητοι πιστεύσαντες καὶ πιστεύειν μέλλοντες
64359vRom.11.25-Rom.11.26μγ ἄχρις οὐ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ καὶ οὕτως πᾶς Ἰσραὴλ σωθησηται καθὼς γέγραπται πλήρωμα ἐθνῶν φησι πάντας τοὺς ἐξ ἐθνῶν πιστεύειν μέλλοντας ὅταν τοιγαροῦν πάντες εἰσέλθωσιν εἰς τὴν πίστιν τότε καὶ ὁ Ἰσραὴλ πιστεύσας σωθήσεται Ἰσραὴλ δέ φησι τοὺς ἐν τῶι Ἰουδαϊσμῶι ἀπομεμενηκότας ὅτι θήσεις γὰρ αὐτούς φησι νῶτον καὶ ἐν τοῖς περιλοίποις τουτέστι καταλοίποις ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν
643ex59vRom.11.26Διονυσιου αλεξανδ(ρειας) s καὶ οὕτως πᾶς Ιηλ σωθησηται καθὼς γέγραπται ἀντὶ τοῦ οἱ πλείονες
64459vRom.11.26μδ * τουτέστιν ἀποστρέψει μὲν ἐξ ἁμαρτιῶν ἐπιστρέψει δὲ πρὸς ἑαυτόν
64559vRom.11.26με ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ ἵνα μή τις εἰς τοὺς ἤδη πεπιστεκουτας ἐξ Ἰουδαίων νομίσῃ τὴν γραφὴν ἁρμόζειν λέγει σημεῖον δι' οὐ δείκνυται ὅτι μέλλει ἡ προφητεία ποῖον τοῦτο ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν εἰ οὖν μήπω ἀφείλετο ἄρα μέλλει ἡ γραφὴ ὅθεν ἐπάγει ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ
64659vRom.11.27μϛ καὶ αυτὴ αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν τότε φησιν ἐκβήσεται ἡ ἐπαγγελία τοῦ θεοῦ
64759vRom.11.28μζ κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑμᾶς ὅσον μέν φησι ἧκεν εἰς τὸ εὐαγγέλιον δι' ὑμᾶς τοὺς ἐξ ἐθνῶν ἐχθροὶ εἰσιν οἱ Ἰουδαῖοί πως ὑμῶν γὰρ τὴν πίστιν εὐαγγελισθέντων φιλονεικότεροι γενόμενοι ἀπεσκίρτησαν τῆς πίστεως
647Ph59vRom.11.28Φωτ(ιου) * κατὰ μὲν τοῦ εὐαγγέλιον Εἰ ἐχθροὶ γεγόνασιν οἱ Ἰουδαῖοι διὰ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας πῶς ἀνωτέρω ἔλεγεν ἐφ' ὅσον μὲν εἰμι ἐγὼ ἀποστολος τὴν διακονίαν μου δοξάζω διὰ τί φησιν εἴ πως παραζηλώσω μου τὴν σάρκα εἰ γὰρ διὰ τῆς πίστεως τῶν ἐθνῶν παραζηλοῦσι καὶ μιμοῦνται οἱ Ἰουδαῖοι καὶ πιστοὶ γίνονται πῶς δι' αὐτοὺς ἐχθροὶ γίνονται πάλιν τῆς πίστεως καὶ τοῦ εὐαγγελίου ἀλλὰ πρῶτον φαμὲν ὅτι οὐκ ἔφη διὰ τῆς πίστεως τῶν ἐξ ἐθνῶν παραζηλοῦν καὶ μιμεῖσθαι τοὺς Ἰουδαίους ἀλλὰ διὰ τὸ δοξάζεσθαι αὐτοὺς διὰ τὸ ἐπαινεῖσθαι ἡ γὰρ δόξα καὶ ὁ ἔπαινος ὁ εἰς τοὺς ἐξ ἐθνῶν ἀνερεθίσει αὐτοὺς καὶ εἰς ζῆλον καὶ μίμησιν παρακαλέσει ὥστε οὐκ ἐναντία ἐστὶν ἀλλήλων τὰ εἰρημένα δεύτερον δὲ οὐδὲ κατ' ἀποφασιν ἔφη ὅτι παραζηλώσουσιν οἱ Ἰουδαῖοι ἀλλ' ἀμφιβολως καὶ διστάζων εἴ πως γὰρ φησὶ παραζηλώσω μου τὴν σάρκα οἷον ἴσως τάχα ὥστε εἰ καὶ διὰ τῆς αὐτῶν πίστεως οὐχὶ δὲ διὰ τῆς δόξης καὶ τῶν ἐπαίνων ἔλεγε παραζηλοῦν τοὺς Ἰουδαίους οὐδ' οὕτως ἐμάχετο διὰ μὲν γὰρ τοῦ εἰπεῖν ἐχθροὶ δι' ὑμᾶς τῶν Ἰουδαίων τὴν ἀπιστίαν λέγει καὶ τὴν αἰτίαν δι' ἣν σφοδρότερον ἀπεχθάνονται τῇ πίστει διὰ δὲ τοῦ εἴ πως παραζηλώσω μου τὴν σάρκα τὴν ἰδίαν ἐνδείκνυται σπουδὴν καὶ προθυμίαν ἣν εἶχεν εἰς τὸ σῶσαι τοὺς ἐξ Ἰουδαίων καὶ χωρὶς δὲ τῶν εἰρημένων οὐδ' οὕτως ἐμάχετο τὰ λεχθέντα κἂν ἄμφω ἀποφαντικῶς εἴρητο καὶ γὰρ οὐδὲν ἐκώλυέν τινας μὲν τῶν πεπιστευκότων ἀνερεθισθέντας τῇ πίστει τῶν ἐθνῶν παραζηλῶσαι καὶ πιστεῦσαι καὶ τῶν μὴ πεπιστευκότων πάλιν πολλοὺς ἀπεχθείᾳ καὶ μίσει τῷ πρὸς τοὺς ἐξ ἐθνῶν σκληροτέρους καὶ ἀπειθεστέρους γενέσθαι τῷ εὐαγγελικῷ κηρύγματι ὡς ἔστι καὶ ἐπ' αὐτῶν ἰδεῖν τῶν πραγμάτων οἱ μὲν γὰρ μιμούμενοι τοὺς ἐξ ἐθνῶν προσέρχονται τῇ πίστει καὶ σώζονται οἱ δὲ τούτοις ἀπεχθανομενοι σφοδρότεροι ἐχθροὶ καὶ τῆς πίστεως καθίστανται
64860rRom.11.28-Rom.11.29μη κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας ἀμεταμέλητα γὰρ τὰ χαρίσματα κατὰ δὲ τὸ ἐκλελέχθαι πατρόθεν ὑπο θεοῦ ἀγαπητοὶ εἰσιν
648ex60rRom.11.29Οικουμενιου * εἶτα ἐπειδὴ έναπομεμενηκασι τῆι ἀπιστίαι καὶ διὰ τοῦτο οὐκ εἰσιν ἀγαπητοὶ ἀσφαλῶς λαλῶν φησι διὰ τοὺς πατέρας ὡσεὶ εἶπεν εἰ καὶ αὐτοὶ διὰ τὴν ἀπιστίαν οὐκ ἀγαπητοὶ διὰ μέντοι τοὺς πατέρας ἔτι ἀγαπῶνται ὅθεν καὶ σωτηρίαν ἐκδέχονται
649ex60rRom.11.29μθ Οικου(μενιου) καὶ ἡ κλῆσις τοῦ θεοῦ ἡ γενομένη φησι περὶ τὸ ἔθνος
65060rRom.11.30-Rom.11.31ν ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῶι θεῶι νυν δὲ ἠλεήθητε τῆι τούτων ἀπειθείαι οὕτως καὶ οὗτοί νυν ἠπείθησαν τῶι ὑμετέρωι ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι δείκνυσιν ἐνταῦθα τοὺς ἐξ ἐθνῶν πρότερον κεκλημένους εἶτα ἐπειδὴ οὐχ ὑπήκουσαν τοὺς Ἰουδαίους ἐκλεχθέντας καὶ τὸ αὐτο πάλιν συμβὰν μετὰ ταῦτα ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν οἱ Ἰουδαῖοι πιστεῦσαι πάλιν ἐκλήθη τὰ ἔθνη καὶ κληθέντα τὸ δεύτερον ἐπίστεσυσαν ἂλλ οὐκ εἰς τὴν ἐκβολὴν τῶν Ἰουδαίων τελευτᾷ ἂλλ εἰς τὸ καὶ αὐτοὺς ἐλεηθῆναι πάλιν
650Ph60rRom.11.31Φωτ(ιου) * ὥσπερ γὰρ καὶ ὑμεῖς ἠπειθήσατε Προτρέπεται τοὺς Ἰουδαίους ἐπὶ τὴν εἰς Χριστὸν πίστιν διὰ τούτων καὶ ἅμα καὶ χρηστὰς ἐλπίδας αὐτοῖς ὑποτείνει καὶ πᾶσαν αἰσχύνην ἀναιρεῖ μὴ αἰσχυνθῇς φησὶ κἂν ἠπείθησας προσελθεῖν μηδ' ἀπελπίσῃς ὡς βραδύτερον προσερχόμενος τεύξῃ καὶ ὀψὲ προσϊὼν τοῦ ἐλέους καὶ γὰρ καὶ τὰ ἔθνη κληθέντα ἠπείθησε πρότερον ἀλλὰ νῦν ἐπίστευσαν μήτε τὴν προτέραν αἰσχυνθέντα ἀπείθειαν μήτε ὑπὸ τῆς βραδυτῆτος εἰς τὴν σωτηρίαν παρεμποδισθέντα μηδ' αὐτὸς τοίνυν ὦ Ἰουδαῖε μὴτ' αἰσχυνθῇς μὴτ' ἀπελπίσῃς ἀλλὰ πρόσελθε προθύμως τῇ πίστει καὶ πάντως ἐλεηθήσῃ ἢ οὖν προτροπῆς καὶ {παραινέσεως ἐπέχει /παραινέσεως τόπον ἐπέχει }* τὰ εἰρημένα ἢ καὶ προφητείας πιστούμενα τὸ μέλλον ἀπὸ τῆς τῶν ἐκβεβηκοτων παραθέσεως καὶ μαρτυρίας τὸ δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ καὶ ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει φησὶν οὐχ ὅτι ἡ ἀπείθεια τῶν Ἰουδαίων αἰτία γέγονε τοῦ ἐλεηθῆναι τὰ ἔθνη οὐδ' ὅτι τὸ ἔλεος τῶν ἐθνῶν αἴτιον γέγονε τῆς Ἰουδαίων ἀπειθείας ἀλλὰ ταῦτά φησι δεικνὺς καὶ διδάσκων ὅτι ὁ θεὸς οὐδέποτε διέλιπε τὸ αὐτου ποιῶν καὶ τὸ ἔλεος αὐτοῦ πηγάζων κἂν πάλαι μὲν γὰρ ἠπείθει τὰ ἔθνη νῦν δ' ἀπειθοῦσιν οἱ Ἰουδαῖοι αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν οὐ διαλιμπάνει καὶ δῆλον ἐκ τοῦ καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους ἀπειθούντων τῶν ἐθνῶν καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη ἀπειθούντων τῶν Ἰουδαίων καὶ τὸ ἔτι σαφέστερον ὅτι καὶ ἔτι τοὺς Ἰουδαίους κἂν ἠπείθησαν ἐλεήσει ἅμα δὲ καὶ ἔνδειξὶς ἐστι πρὸς τοὺς Ἰουδαίους ὅτι κἂν αὐτοὶ φησὶν ἐξέστητε τῆς πίστεως μὴ νομίσητε ὅτι ἔλαττον τι ἔσχεν ἡ πίστις ὥσπερ γὰρ πάλαι τῶν ἐθνῶν ἐξεστηκοτων οὐδὲν ἔλαττον ἔσχε τὰ τῆς εἰς θεὸν θεραπείας οὕτω καὶ νῦν ὑμῶν ἀποσχιζομένων τῆς πίστεως οὐδὲν ἔλαττον τὰ τῆς πίστεως ἕξει ἐσχημάτισται δὲ πρὸς τοὺς ἐξ ἐθνῶν τὰ εἰρημένα ἀνεπαχθέστερον τὸν πρὸς τοὺς Ἰουδαίους ἔλεγχον βουλόμενος ποιεῖσθαι δυνατὸν δὲ καὶ πρὸς τοὺς ἐξ ἐθνῶν ἐκλαβεῖν εἰρῆσθαι ταῦτα ὡστε μὴ μεγαλοφρονεῖν ὅτι ἐπίστευσαν ἐλέει γὰρ καὶ ὑμεῖς πεπιστεύκατε καὶ οἱ ἀπειθήσαντες φησὶν ἐλεηθήσονται καὶ πιστεύσουσιν
65160vRom.11.32να συνέκλεισε γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν συνέκλεισε τουτέστιν ἤλεγξεν ἀπειθοῦντας
65260vRom.11.32νβ ἵνα τοὺς πάντας ἐλεήσῃ ἵνα φησι τοὺς ἑτέρους διὰ τῆς τῶν ἑτέρων σώσῃ φιλονεικίας τούτους δι' ἐκείνων κἀκείνους διὰ τούτων
652Ph60vRom.11.32Φωτ(ιου) * συνεκελεισε Πῶς συνέκλεισεν εὐεργετῶν καὶ προνοούμενος καὶ οἰκτείρων τὶ οὖν ἀπειθεῖς γεγονότες οὐ δώσουσι δίκην καὶ τὶ τοῦτο πρὸς τὸν εὐεργέτην ἐκεῖνος μὲν γὰρ ἵνα πάντας ἐλεήσῃ πάντων προὐνοει καὶ εὐεργετεῖ εἰ δὲ ἠπείθησαν ἐκεῖνοι οὐδὲν τοῦτων πρὸς τὸν εὐεργέτην ὅμως οὖν καὶ οὕτως ἐπιστρέφοντας ἐλεήσει καὶ οὐκ ἀποστραφήσεται Ἢ οὕτως ἠπείθησε τὰ ἔθνη πάλαι ἠπείθησαν νῦν οἱ Ἰουδαῖοι καίτοι ἔδει κἀκείνους τηλικούτοις τέρασι καὶ σημείοις εὐεργετουμένους τοὺς Ἰουδαίους ὁρῶντας μὴ ἀπειθῆσαι καὶ τοὺς Ἰουδαίους νῦν μείζονα βλέποντας θαυματουργούμενα πρὸ τῶν ἐθνῶν τῇ πίστει προσελθεῖν ἀλλ' οὔτε τὰ ἔθνη τότε οὔτε νῦν οἱ Ἰουδαῖοι τὸ ἄμεινον σφίσιν εἵλοντο ὥστε δῆλον ὅτι καὶ τότε οἱ Ἰουδαῖοι καὶ νῦν τὰ ἔθνη ἐλέει θεοῦ καὶ φιλανθρωπίᾳ καὶ πρὸς τὴν πίστιν ἐχειραγωγήθησαν καὶ τῆς σωτηρίας ἔτυχον
65360vRom.11.33νγ ὦ βάθος ὅτι μὲν βάθος εἶδε πόσον δὲ οὐκέτι
65460vRom.11.33νδ πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ ἐννοήσας τὴν ἐξ ἀρχῆς σοφὴν τοῦ θεοῦ οἰκονομίαν καί τι πρὸς αὐτον εἰπεῖν ἀπορήσας ἐθαύμασε μόνον
65560vRom.11.33νε ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ οὐ γὰρ μόνον γνωσθῆναι οὐ δύναται ἂλλ οὐδε ζητηθῆναι
65660vRom.11.33νϛ καὶ ἀνεξιχνίαστοι οὐ γὰρ μόνον καταληφθῆναι οὐ δύναται ἂλλ οὐδε ἐρευνηθῆναι
65760vRom.11.33νζ αἱ ὁδοὶ αὐτοῦ αἱ οἰκονομία φησι
65860vRom.11.34νη τις γὰρ ἔγνω νοῦν κυρίου ἡ τις σύμβουλος αὐτοῦ ἐγένετο αὐτός φησι τὰ ἑαυτοῦ οἶδε μόνος
65960vRom.11.35νθ ἡ τις προέδωκεν αὐτω καὶ ἀνταποδοθήσεται αὐτῶι οὐδενί φησιν ἀμοιβὴν χρεωστῶν εὐεργετεῖ ἂλλ αὐτος ἀεὶ κατάρχεται τῶν δορεῶν
66060vRom.11.36ξ ὅτι ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ αὐτος εὗρε τὰ ἀγαθά φησιν
66160vRom.11.36ξα αὐτός φησι καὶ ἐποίησε τὰ ὄντα
66260vRom.11.36ξβ καὶ εἰς αὐτον τὰ πάντα αὐτός φησι συγκρατεῖ τὰ γενόμενα
66360vRom.11.36ξγ αὐτῶι ἡ δόξα εἰς τοὺς αιωανς ἀμήν ἐπειδὴ μεγάλα εἶπε καὶ ἄγνωστα εἰς δοξολογίαν ἐτελεύτησεν
663Ph60vRom.11.36Φωτ(ιου) * Τὸ συνέκλεισεν ὁ θεὸς δύο δύναται δηλοῦν ἢ ὅτι ἀπειθεῖς ἐποίησεν ὅπερ οὐκ ἔχει χώραν ἢ ὅτι ἀπειθεῖς ἀπέδειξεν ὅπερ ἐστὶν ἀληθὲς διὰ γὰρ τῆς πολλῆς αὐτοῦ προνοίας καὶ εὐεργεσίας ἣν διὰ παντὸς εἰς ἀνθρώπους ἐπεδείξατο μᾶλλον αὐτῶν τὴν ἀπείθειαν καὶ ἀγνωμοσύνην ἐστηλίτευσέ τε καὶ ἐθριάμβευσεν δῆλον δ' ὅτι τῶν μὴ πεπιστευκότων εἰς αὐτον εἴτε ἐξ Ἰουδαίων εἴτε ἐξ ἐθνῶν εἶεν διὸ καὶ τὸ πάντας φησὶ τοὺς ἐκ τῶν δύο λαῶν ἀπιστήσαντας περιλαμβάνων
66461rRom.12.1ξδ παρακαλῶ οὖν ὑμᾶς ἀδελφοὶ διὰ τῶν οἰκτίρμων τοῦ θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν αὐτοί φησιν οἱ οἰκτιρμοὶ τοῦ θεοῦ δι' ὧν ἐσώθητε παρακαλοῦσιν ὑμᾶς αὐτοὺς γὰρ εἰσφέρει τὴν ἱκετηρίαν ποιουμένους ὅπως ἀξίαν αὐτῶν μετέλθητε πολιτείαν
66561rRom.12.1ξε θυσίαν ζῶσαν ἐπειδὴ εἶπε θυσίαν ἵνα μή τις νομίσῃ ὅτι κατασφάξαι ἑαυτοὺς κελευόμεθα ἐπήγαγε ζῶσαν πως δὲ ἔσται θυσία τὸ σῶμα ὁράτωσαν ὀρθὰ οἱ ὀφθαλμοὶ ἡ γλῶσσα καὶ ἡ χεὶρ ἡ μὲν εἰς υμνωδιαν θεοῦ ἡ δὲ εἰς ἐντολὰς ἀσχολείσθω καὶ γίνεται θυσία ζῶσα τὸ σῶμα
66661rRom.12.1ξϛ ἁγίαν εὐάρεστον τῶι θεῶι διαιρῶν ταύτην τὴν θυσίαν ἀπὸ τῆς Ἰουδαϊκῆς φησιν ἁγίαν εὐάρεστον καὶ λογικὴν ἡ γὰρ Ἰουδαϊκὴ σωματικὴ οὖσα οὐ σφόδρα ἦν ἁγία ἡ ευραρεστος
666Ph61rRom.12.1Φωτ(ιου) * παραστῆσαι τὰ σώματα Εἰς τὰ δύο προτρέπεται εἰς τὴν τοῦ βίου ἐπιμέλειαν καὶ εἰς τὴν τῆς πίστεως σπουδὴν δι' ὧν μὲν γάρ φησι παραστῆσαι τὰ σώματα ὑμῶν καὶ ἑξῆς ἀρίστην πολιτείαν πολιτεύεσθαι παραινεῖ δι' ὧν δὲ τὴν λογικὴν ὑμῶν λατρείαν φησὶν τὴν ὀρθοτητα τῆς πίστεως διώκειν αὐτοὺς ἀπαιτεῖ προτίθησι δὲ τὰ τῆς πολιτείας ἐπειδὴ τῷ καθαρῷ βίῳ καὶ ὁ τῆς εὐσεβείας ἀκολουθεῖν εἴωθε λόγος ὅρα δὲ πῶς εἶπεν ἄμφω εὐφυῶς καὶ δριμέως παραστήσατε γὰρ φησὶ τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ εἶτα μὴ ἀρκεσθεὶς τούτοις ἐπάγει καὶ ἕτερον ποῖον κατὰ τὴν λογικὴν λατρείαν ὑμῶν φησὶν τοῦτ' ἔστι κατὰ τοὺς ἐκείνης νόμους συμφώνως ἐκείνῃ κατ' ἐκείνην ἐν μηδενὶ διαφωνοῦντες αὐτῇ τοῦτο γὰρ ἐστιν ἁγίαν καὶ ζῶσαν καὶ εὐάρεστον θεῷ θυσίαν παραστῆσαι τὰ σώματα ἡμῶν τὸ μηδὲν ἔξω τῶν κατὰ τὴν λατρείαν ἡμῖν νομοθετηθέντων πολιτεύεσθαι δεῖ γὰρ ἄμφω τὴν πίστιν τῷ βίῳ καὶ τὸν βίον συνομολογεῖν τῇ πίστει ὥσπερ γὰρ ὁ πίστιν ἐπαγγελλόμενος ὀρθὴν φαῦλος δὲ τὸν τρόπον δι' ὧν πράττει τὴν ὁμολογίαν ἐλέγχει τῆς πίστεως οὕτω καὶ ὁ πράξεις επιδεικνύμενος ἀγαθὰς πίστιν δὲ πρεσβεύων δυσσεβῆ δι' ὧν δυσσεβεῖ καὶ τὰ πράξεις φαυλίζει καὶ θριαμβεύει μηδένα καρπὸν αὐταῖς ἐνεῖναι πνευματικὸν δεῖ ἄρα πολιτεύεσθαι κατὰ τὴν λογικὴν λατρείαν ἡμῶν
66761rRom.12.1ξζ τὴν λογικὴν λατεριαν ὑμῶν τὴν πνευματικήν φησι διακονίαν τὴν κατὰ Χριστὸν πολιτείαν ὡς εἰ εἶπε παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν διὰ λογικὴς λατρείας τουτέστι τῆς ἀναιμάκτου ἡ ὅτι προσενέγκατε θυσίαν ζῶσαν καὶ τὴν λογικὴν λατρείαν ἀπὸ κοινοῦ τὸ προσενέγκατε
668ex61vRom.12.2ξη Οικου(μενιου) καὶ μὴ συσχηματίζεσθε ἡ ὅτι μὴ συμμεταβάλλεσθε τοῖς καιροῖς
66961vRom.12.2ξθ τῶι αἰῶνι τούτωι καί πως ἄν τις ἑαυτὸν προσενέγκῃ θυσίαν ζῶσαν πως μὴ συσχηματίζεσθε τουτέστι μὴ τυποῦτε ἑαυτοὺς κατὰ τὸ σχῆμα τοῦ κόσμου τούτου οὐδὲν γὰρ ὑγιὲς ἔχει ἡ μόνιμον διὸ καὶ σχῆμα αὐτο καλεῖ Δηλῶν τὸ μὴ μένον τοῦτο δὲ εἰπὼν δηλοῖ τὸ ἐπίκηρον
669Ph61vRom.12.2Φωτ(ιου) * Εἰπὼν μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ τοῦτ' ἔστι μὴ συμμεταβάλλεσθε καὶ συμμετατίθεσθε ταῖς διδασκαλίαις τῶν ἐκ τοῦ αἰῶνος τούτου τοῦ ῥέοντος καὶ οὐχ ἱσταμένου τὴν διδασκαλίαν προσαγοντων τοῦτο εἰπὼν ἵνα μή τινες τῶν Ἰουδαίων εἴπωσιν οὐκοῦν οὐδ' ὅλως δεῖ ἡμᾶς μετατίθεσθαι καὶ μετασχηματίζεσθαι ἀπὸ τῆς παραδεδομένης ἡμῖν ἀπὸ τοῦ νόμου διδασκαλίας διὰ τοῦτο ἐπάγει ἀλλὰ μεταμορφοῦσθε τοῦτ' ἔστιν ὅτι δεῖ ὑμᾶς κατὰ τὸ θέλημα τοῦ θεοῦ μετατίθεσθαι πολὺ δὲ τὸ μέσον τῆς ἀπὸ τοῦ κόσμου διδασκαλίας καὶ τῆς κατὰ τὸ θέλημα τοῦ θεοῦ σοφίας καὶ ἡ μὲν καὶ αὐτὸ τὸ σχῆμα τὸ νομικὸν ἀπολλυσιν εἰς ἄλλο σχῆμα κακίας καὶ διαφθορᾶς ἄγουσα ἡ δὲ οὐ μόνον οὐκ ἀπολλυσι τὸ τοῦ νόμου σχῆμα ἐν σχήματι γὰρ καὶ τύπῳ καὶ σκιᾷ τὰ τοῦ νόμου ὑπῆρχεν ἀλλὰ καὶ βελτιοῖ αὐτο τὴν λειπομένην αὐτῷ μορφὴν καὶ τὸ κάλλος ἀπαρτίζουσα καὶ ἀναπληροῦσα διὸ καλῶς μὴ συσχηματίζεσθε φησὶν ἀλλὰ μεταμορφοῦσθε τὸ μὲν γὰρ ἐστιν ἀπώλεια τὸ δὲ σωτηρία καὶ τελειότης
67061vRom.12.2ο ἀλλὰ μεταμορφοῦσθε τὸ τοῦ κόσμου σχῆμα καλῶν τὸ τῆς ἀρετῆς μορφὴν καλεῖ δεικνὺς τὸ φυσικὸν αὐτῆς κάλλος
67161vRom.12.2οα τῆι ἀνακαινώσει τοῦ νοὸς ὑμῶν ἐπειδὴ ἄνθρωπον ὄντα οὐκ ἐστι μὴ ἁμαρτεῖν φησιν ἀνακαίνου σαυτὸν ἀεὶ διὰ μετανοίας οὐδὲν γὰρ οὕτως παλαιὸ ψυχὴν καὶ σῶμα ὡς ἁμαρτία
67261vRom.12.2οβ εἰς τὸ δοκιμάζειν ὑμᾶς τι τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθον ἡ τοῦτό φησι ἀνακαινώθητι ἵνα μάθῃς τι τε τὸ συμφέρον καί τι τὸ θέλημα τοῦ θεοῦ ἡ ὅτι οὕτως δυνήσῃ ἀνακαινωθῆναι εὰν μάθῃς τι τε τὸ συμφέρον καί τι τὸ θέλημα τοῦ θεοῦ
67361vRom.12.2ογ καὶ εὐάρεστον καὶ τέλειον πρὸς Ιουδαους ἀποτείνεται οἵτινες εἴχοντο τοῦ νόμου λέγων ὅτι καὶ ὁ νόμος μὲν θέλημα ἦν θεοῦ ἂλλ οὐκ εὐάρεστον οὔτε τέλειον ἀλλὰ διὰ τὴν ἀσθένειαν φησιν ὑμῶν συγχωρήθεν τέλειον δὲ καὶ εὐάρεστον ἡ νέα διαθήκη
67461vRom.12.3οδ λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῶι ὄντι ἐν ὑμῖν ἄνω διὰ τῶν οἰκτίρμων εἰρηκώς νυν διὰ τῆς χάριτος φησιν οὐδαμοῦ ἀξιοπιστον ἑαυτὸν νομίζων πρὸς τὸ πεῖσαι διὰ τοῦτό ποτε μὲν τοὺς οἰκτιρμούς ποτε δὲ τὴν χάριν προβάλλεται εἰπὼν δὲ διὰ τῆς χάριτος τῶν εὐεργεσιῶν ὑπομιμνήσκει τοῦ θεοῦ
674Ph62rRom.12.3Φωτ(ιου) * παντὶ τῶν ὄντι ἐν ὑμῖν Τὸ παντὶ τῷ ὄντι ἐν ὑμῖν διαφόρως ἐγχωρεῖ νοηθῆναι ἢ ὅτι λέγω παντὶ τῷ ὄντι ἐν ὑμῖν τοῦτ' ἔστι πᾶσι λέγω πᾶσι παραινῶ καὶ ταύτην τὴν ἐξουσίαν ἐκ τῆς χάριτος ἔχω ἢ λέγω μὴ ὑπερφρονεῖν ὑμᾶς ἐν παντὶ χαρίσματι τῷ ὄντι ἐν ὑμῖν ταύτην γὰρ τὴν ἔννοιαν καὶ τὰ ἐπαγομενα δηλοῖ ἐν οἷς φησιν ἑκάστῳ ὁ θεὸς ἐμέρισε καὶ ἑξῆς σοφῶς δὲ λίαν καὶ συνετῶς προέταξε μέλλων αὐτοὺς νουθετεῖν εἰς τὸ μὴ ὑπερφρονεῖν τὸ διὰ τῆς χάριτος τοῦ θεοῦ ἐπειδὴ γὰρ καὶ τὸ νουθετεῖν καὶ ἐπιτάττειν ἄλλοις ἐνίοτε ἐξ ὑπερφροσύνης γίνεται προλαβὼν ἰάσατο τοὺς τοιούτους λογισμοὺς οὐκ ἔστι φησὶν ἐξ ἐμῆς ὁρμῆς τὸ νουθετεῖν ὑμᾶς διὰ τῆς χάριτος τοῦτο ποιῶ τοῦ θεοῦ αὐτὸς κελεύει αὐτοῦ τὸ ἐπίταγμα πληρῶ δεῖ οὖν πείθεσθαι καὶ μὴ ἀντιλέγειν
67562rRom.12.3οε μὴ ὑπερφρονεῖν παρ' ὁ δεῖ φρονεῖν μὴ παρὰ τὰ μέτρα φησιν ἡμῶν φρονῶμεν τοῦτο γὰρ ἀνοίας ἡ ἀπονοίας ἐστιν
67662rRom.12.3οϛ ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν φρόνησιν γὰρ ἐλάβομεν οὐχ ἵνα εἰς ἀπόνοιαν αὐτῆι χρησώμεθα καὶ μωράνωμεν αὐτὴν ἂλλ ἵνα εἰς σωφροσύνην τουτέστιν εἰς τὸ ὑγιαίνειν τὴν διάνοιαν ταύτην γάρ νυν σωφροσύνην καλεῖ οὐ τὴν πρὸς τὴν ἀσέλγειαν ἀντιδιαστελλομένην
67762rRom.12.3οζ ἑκάστωι ὡς ὁ θεὸς ἐμέρισε μέτρον ἦσαν τινες παρ' αὐτοῖς χαρισμάτων ἠξιωμένοι καὶ οἱ μὲν ἐφρόνουν μέγα ἐπ' αὐτοῖς καὶ ἀπενοοῦντο κατὰ τῶν ἄλλων οἱ δὲ ἐζήλουν καί φησι τι ἀπονοῇ ἡ τι παραζηλοῖς εἰ ὁ θεὸς ἐμέρισε πάντως καλῶς καὶ συμφερόντως ἐμέρισε στοιχείτω τοιγαροῦν ἕκαστος ὧι ἔχει καὶ μήτε ὑπεραιρέσθω θεοῦ γὰρ δόσις ἐστιν ουσον κατόρθωμα μήτε ζηλούτω ὁ θεὸς γὰρ ἐμέρισε καὶ οἶδεν τὸ εκαστως πρέπον καὶ ἁρμόδιον
67862rRom.12.3οη πίστεως ἐξ ὧν εἰς αὐτό φησι ἐμμενέτω καὶ μήτε ζηλούτω μήτε υπεραιυρεσθω πίστεως δέ φησι χαρίσματος
678Ph62rRom.12.3Φωτ(ιου) * ἑκάστωι ὡς ὁ θεός Πῶς ἐμέρισεν κατὰ φιλοτιμίαν μὴ γένοιτο ἀλλὰ πῶς κατὰ τὸ μέτρον τῆς πίστεως πίστεως δὲ οὐ τῆς κατὰ τὴν λατρείαν φησὶν πάντες γὰρ πιστοὶ καὶ εὐσεβεῖς καὶ τέλειοι ἐν αὐτῇ εἰσι δηλονότι οἱ χαρισμάτων ἀξιωθέντες ἀλλὰ τῆς κατὰ τὰ χαρίσματα νῦν φησι πίστεως καθὼς καὶ ἐν Εὐαγγελίοις εἴρηται κύριε δὸς ἡμῖν πίστιν καὶ πάλιν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως καὶ πάλιν διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν δῆλον γὰρ ὡς ἕτερον τοῦτο τὸ σημαινόμενον τῆς πίστεως παρὰ τὸ ἐπὶ τῆς εὐσεβείας λαμβανόμενον
67962rRom.12.4οθ καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν τι γὰρ σύ φησι μέγα φρονεῖς τι δὲ σὺ ζηλοῖς οὐ πάντες ἐσμεν σῶμα ἐν μέλη δὲ ἀλλήλων καὶ οὐκ εἶπεν ὁ εὐτελὲς δοκῶν ἔχειν χάρισμα μέλος ἐστι τοῦτο μεῖζον ἔχοντος ἂλλ ὅτι καὶ ὁ τὸ μεῖζον ἔχων τοῦ τὸ εὐτελὲς τῆι ἀνακρίσει θέλων καὶ τούτους καταστεῖλαι κἀκείνους παραμυθήσασθαι
68062rRom.12.5π οὕτως οἱ πολλοὶ ἐν σῶμὰ ἐσμεν ἐν Χριστῶι ὁ δὲ καθ' εἰς ἀλλήλων μέλη πρὸς τοῦτο αὐτο ὅρα ἡ παραβολὴ ὥσπερ φησι τὰ μέλη διάφορον ἐγκεχείρισται πρᾶξιν οὕτως διαφορὰ ἐδόθη παρὰ τοῦ πνεύματος χαρίσματα
68162vRom.12.6πα ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν εἰ ὁ θεὸς ἐχαρίσατο σύ τι μέγα φρονεῖς μὴ γὰρ σὸν κατόρθωμα τὰ χαρίσματα θεοῦ φησιν ἡ δόσις
68262vRom.12.6πβ διαφορά καλῶς τὸ διαφορὰ ἵνα δείξῃ οὐ τὸ μὲν μέγα τὸ δὲ μικρὸν μεγάλα γὰρ ἅπαντα ἀλλὰ ποικίλα καὶ ἁρμόδια
682Ph62vRom.12.6Φωτ(ιου) * ἔχοντες δεῖ χαρίσματα ∆υσὶ τρόποις ἐσχημάτισται ὅλον τὸ χωρίον τοῦτο ἕως τοῦ εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει ποίοις τούτοις τῷ λεγομένῳ ἀπὸ κοινοῦ καὶ τῷ ἐλλειπτικῷ καὶ γὰρ τὸ ἔχοντες ἀπὸ κοινοῦ καθ' ἕκαστον κῶλον παραλαμβάνεται οἷον εἴτε προφητείαν ἔχει τις εἴτε διακονίαν ἔχει τις τοῦτο δὲ τὸ ἀπὸ κοινοῦ καὶ ζεῦγμα καλεῖται ὅτι συζεύγνυσι πληθυντικὸν ἑνικῷ καὶ μετοχὴν ῥήματι οὕτως οὖν ἀπὸ κοινοῦ τὸ ἔχοντες κατὰ τὸ ζεῦγμα λαμβανόμενον ἀπηρτισμένην κατὰ τοῦτο τέως τὴν ἔννοιαν καὶ τὰ χωρία ποιεῖ ἐλλειπτικῷ δὲ πάλιν ἐσχημάτισται ὅτι λείπει τι πρὸς αὐτοτέλειαν τοῦ νοήματος οἷον τὸ μενέτω ἐν ᾧ ἔλαβεν ἕκαστος χαρίσματι ἢ ἀρκείσθω ἢ στοιχείτω ἤ τι τοιοῦτον οἷον εἴτε προφητείαν ἔχει τις εἴτε διακονίαν μενέτω ἕκαστος καὶ ὁ τὴν προφητείαν ἔχων καὶ ὁ τὴν διακονίαν καὶ ὁ τὴν διδασκαλίαν καὶ ὁ τὴν παράκλησιν ἔχων καὶ ἁπλῶς ἕκαστος ἐν ᾧ ἔλαβε χαρίσματι καὶ πολλὴ ἐστιν ἡ τῶν τοιούτων χρῆσις παρὰ τῷ θαυμασίῳ Παύλῳ καὶ μὴ θαυμάσῃς εἰ ἀμαθὴς ὢν τούτων ἐκέχρητο τούτοις ἡ γὰρ χάρις ἡ τὰ μείζω χορηγοῦσα καὶ τῶν εὐτελῶν πολλάκις παρεῖχε τὴν γνῶσιν οὐχ ὡς μέγα τι τούτων ὑπαρχοντων τὶ γὰρ ἂν καὶ εἴη περὶ λέξεις καὶ συλλαβὰς καὶ τὴν τούτων συνθήκην μικρολογουμένων ἀνθρώπων πόνος καὶ ὀνοματα οὔκουν ὡς μεγάλων τινῶν ὄντων τούτων ἐκέχρητο τούτοις ἀλλ' εἰς τὸ καταισχύνειν τοὺς ἐπὶ τοῖς τοιούτοις μέγα φρονοῦντας καὶ κερδῆσαι αὐτοὺς εἰς ταπεινοφροσύνην καὶ ὑπακοὴν τῆς αὐτοῦ νουθεσίας ἄοκνα γὰρ ὑπῆρχεν ἅπαντα Παύλῳ ὅσα σωτηρίαν ἔφερεν ἀνθρώποις διὸ καὶ χρήσεις ποιητικῶν στίχων καὶ ἱστορίας Ἑλληνικὰς καὶ μυρία τοιαῦτα οὐκ ὀκνεῖ προκομίζειν ἂν μόνον καὶ διὰ τούτων ἐλπίζῃ τινὰ σωτηρίαν ἀνθρώπων ἁρπάσαι βαβαὶ τῆς τηλικαύτης ψυχῆς καὶ σπουδῆς καλῶς δὲ καὶ τῷ τοιούτῳ κέχρηται τῶν λόγων εἴδει καὶ πάλιν τοῦ ἀποστολικοῦ καὶ ἁπλοῦ καὶ εὐγενοῦς καὶ ἀπεριέργου χαρακτῆρος οὐκ ἀφίσταται εἰ μὲν γὰρ οὐδ' ὅλως ἐκέχρητο τούτοις ἀδυναμίαν ἂν οἱ πάντα τολμῶντες καὶ ἰδιωτισμὸν ᾐτιάσαντο ὅπου καὶ νῦν τινες μὴ συνιέντες τὰ τοιαῦτα ἀπορίαν αὐτὸν τῶν τοιούτων ἔχειν ἐξ ὧν οὐδ' αὐτοὶ συνίσασιν ὑπολαμβάνουσιν εἰ δ' αὖ πάλιν τούτοις διὰ παντὸς ἐχρῆτο ὁ ἀποστολικὸς χαρακτὴρ ἐν τοῖς παρεωραμένοις ἐτίθετο διῄτησιν οὖν συνετῶς καὶ πανσοφως ἄμφω ἐχρήσατο μὲν γὰρ ἐκείνοις ὥστε δεῖξαι ῥᾴδιον εἶναι βουλομένῳ τὸ τοιοῦτον καὶ ὅτι οὐκ ἀγνοεῖ ἐνέμεινε δὲ τῷ ἀποστολικῷ χαρακτῆρι τὴν εὐγένειαν καὶ τὸ ἀπερίεργον καὶ καθαρὸν καὶ αὐτοφυὲς τοῦ λόγου τιμῶν τὶ οὖν μὴ καὶ οἱ λοιποὶ οὕτω τοὺς ἑαυτῶν κατέμιξαν λόγους ἀρκεῖ καὶ οὗτος μόνος δεῖξαι ὅτι κἀκείνοις ῥᾷον ἦν εἴπερ ἐβούλοντο ποιεῖν καίτοι καὶ ἐν ταῖς ἐκείνων ἐπιστολαῖς ἐστιν εἰ καὶ σπανιώτερον τὰ τοιαῦτα εὑρεῖν εἰ δὲ τὸ ἔχοντες χαρίσματα μηδαμοῦ ἀναπαυστέον μέχρι τοῦ εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς ἄλλη μὲν διάνοια ἀνακύψει μονοσχημάτιστος δὲ ἡ σύνταξις ἔσται εἰς πνεῦμα δὲ λίαν ἡ περίοδος ἀποτεταμένη
68363rRom.12.6πγ εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως νυν δείκνυσιν ὅτι τῶν δοκούντων μειζόνων χαρισμάτων οἱ λαμβάνοντες εἰσιν αἴτιοι πρὸς τὸ λαβεῖν εἰ γὰρ καὶ χάρις ἐστι τοσοῦτον μέντοι ἐπιῤῥει ὅσον ἂν εὕρῃ σκεῦος ἐπιτήδειον ἑαυτῶι καταστῆσαν διὰ τῆς πίστεως
683ex63rRom.12.6 s πίστεως ἔχομεν φησιν
68463rRom.12.7-Rom.12.8πδ εἴτε διακονίαν ἐν τῆι διακονίαι εἴτε ὁ διδάσκων ἐν τῆι διδασκαλία εἴτε ὁ παρακαλῶν ἐν τῆ παρακλήσει ἡ διακονία γενικόν τι ἐστι πάντα γὰρ εἰς διακονίαν δίδοται τὰ χαρίσματα λοιπὸν δὲ καὶ τοῖς ἰδικοῖς ἐπεξέρχεται
684exa63rRom.12.8 s διακονίαν ἔλαβε τις
684exb63rRom.12.8 s τῆι διακονίαι μενέτω φησιν
684exc63rRom.12.8 s ὁ διδάσκων ἔλαβε φησι χάρισμα διδασκαλίας ἀπὸ κοινοῦ τὸ μενέτω
684exd63rRom.12.8 s παρακαλῶν χάρισμα φησιν ἔλαβε παρακλήσεως ἐν τῆι παρακλήσει μενέτω
68563rRom.12.8πε ὁ μεταδιδοὺς ἐν ἁπλότητι λοιπὸν δείκνυσιν ὅτι οἱ κακῶς τοῖς χαρίσμασι χρώμενοι ἀνόνητα αυτὰ ποιοῦσιν
685Ph63rRom.12.8Φωτ(ιου) * ὁ μεταδιδυος Ἐπειδὴ τὰ χαρίσματα ἢ ἐν δοσει τὴν ἐνέργειαν αὐτῶν ἐπιδείκνυσιν ἢ ἐν προστασίᾳ ἢ ἐν ἐλέῳ φησὶν ὅτι οὐχ ἁπλῶς ταῦτα δεῖ ἐπιτελεῖν ἀλλὰ διδόναι μὲν μετὰ ἁπλοτητος καὶ χαρᾶς οὐχ ὡς ζημιούμενον τι ἀλλὰ μᾶλλον κερδαίνοντα καὶ προΐστασθαι μὴ ἀμελῶς ἀλλ' ὑπὲρ ἑαυτοῦ σπουδάζοντα καὶ ἐλεεῖν ἱλαρῶς καὶ εὐθύμως ὡς αὐτον τι καρπούμενον ἔσται δὲ ταῦτα πῶς ἂν ἀγάπην ἔχωμεν πρὸς ἀλλήλους ἀγάπην δὲ μὴ πεπλασμένην καὶ ἐν ὑποκρίσει ἀλλ' ἄπλαστον καὶ ἀνυποκριτον καὶ τελείαν καὶ ἀληθῶς ἀγάπην
68663rRom.12.8πϛ * ὁ προϊστάμενος ἐν σπουδῆι οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι μόνον
68763rRom.12.8πζ ὁ ἐλεῶν ἐν ἱλαρότητι μὴ ὡς ζημιούμενος ἂλλ ὡς αὐτος μᾶλλον κερδαίνων ἔνθεν γὰρ συμβήσεται τὸ ἱλαρόν
68863rRom.12.9πη ἡ ἀγάπη ἀνυπόκριτος μὴ πλάσμα ἀγάπης ἔστω ἀλλὰ ἀγάπη ἧς οὔσης κατορθοῦται τὰ εἰρημένα
688ex63rRom.12.9 s υποκριτος ἔστω φησιν
68963rRom.12.9πθ ἀποστυγοῦντες τὸ πονηρὸν κολλώμενοι τῶι ἀγαθῶι μὴ μόνον ἀπεχόμενοι ἀλλὰ καὶ λίαν μισοῦντες τοῦτο γὰρ δηλοῖ τὸ ἀπὸ εἶτά φησι μὴ μόνον μισήσητε τὸ πονηρὸν ἀλλὰ καὶ ἔχεσθε τοῦ ἀγαθοῦ τὸ δὲ κολλώμενοι τὴν πρὸς αὐτο διάθεσιν ἐμφαίνει
69063rRom.12.9ϟ * ἑνὶ γὰρ είναι ἀγάπην καὶ ἐπὶ αἰσχροῖς
690Ph63rRom.12.9Φωτ(ιου) * κολλώμενοι τῶι αγαζωι Πῶς ἐστι κολληθῆναι τῷ ἀγαθῷ ἐν τῇ φιλαδελφίᾳ φησὶ τοῦτ' ἔστι διὰ τῆς φιλαδελφίας ἐν τούτῳ γὰρ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταὶ ἐστε καὶ ἑξῆς ὁ δὲ μαθητὴς φυλάττων τὰ μαθήματα κεκόλληται καὶ ἥνωται τῷ διδασκάλῳ ὅπερ ἐστὶ τὸ κυρίως ἀγαθον ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀλλὰ πόθεν φύεται ἡ φιλαδελφία πόθεν ἐστὶ θηρᾶσαι αὐτὴν ἐκ τοῦ προηγεῖσθαι ἀλλήλους φησὶ τῇ τιμῇ ὡς ἀληθῶς γὰρ ἀρχὴν λαμβάνει φιλία ἀσφαλῆ ἐὰν ἕκαστος ἀγωνίζηται προλαβεῖν εἰς τὸ τιμῆσαι τὸν πλησίον
69163vRom.12.10ϟα τῆ φιλαδελφία εἰς ἀλλήλους φιλόστοργοι τῆι τιμῆι ἀλλήλους προηγούμενοι εἰ γὰρ σχοίητέ φησι φιλαδελφίαν φιλήσετε πάντως ἀλλήλους ἀδελφοὶ γὰρ ἐστε εἶτα λέγει πως ἂν ἡ φιλαδελφία κατορθωθείη εἰ ἕκαστος φησι ἡγεῖται τῆς πρὸς ἀδελφον τιμῆς
69263vRom.12.11ϟβ τῆι σπουδῆι μὴ ὀκνηροί καὶ γὰρ τοῦτο ἀγάπην τίκτει ὅταν μὴ τιμῶμεν μόνον ἀλλὰ καὶ ὑπερσπουδάζωμεν
69363vRom.12.11ϟγ τῶι πνεύματι ζέοντες ζεον ἐν ἑαυτοῖς ἔχετε καὶ διατεθερμαμένον τὸ ἅγιον πνεῦμα ἔσται δὲ τοῦτο εὰν ζῶμεν ἐν καλοῖς ἔργοις
69463vRom.12.11ϟδ τῶι κυρίωι δουλεύοντες διὰ τῶν εἰρημένων γὰρ ἐκγενήσεται ἡμῖν δουλεύειν τῶι κυρίωι
69563vRom.12.12ϟε τῆι ἐλπίδι χαίροντες πως δ' ἂν γένοιτο ζέειν τῶι πνεύματι εὰν τῆι ἐλπίδι χαίρητέ φησιν οὐδὲν γὰρ οὕτως πρὸς πάντα ποιεῖ πρόθυμον ὡς ἐλπὶς καλὴ καὶ εάν φησιν υπομενητε καὶ εὰν εὐχὴν ἀδιάλειπτον ἔχητε
69663vRom.12.12ϟϛ τῆι θλίψει ὑπομένοντες ἡ γὰρ ὑπομονὴ τίκτει δοκιμήν
69763vRom.12.12ϟζ τῆι προσευχῆι προσκαρτεροῦντες ταύτης γὰρ βοηθούσης ἔσται ῥάιδια πάντα
69863vRom.12.13ϟη ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες ἐν οἷς ἂν ἐν χρεία γένωνται
69963vRom.12.13-Rom.12.14ϟθ τὴν φιλοξενίαν διώκοντες εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς μὴ μείνῃς φησιν ἐκεῖνον ἐλθεῖν πρός σε ἐρυθριᾷ γὰρ ἀλλὰ σὺ δίωξον αὐτον
70063vRom.12.14ρ εὐλογεῖτε καὶ μὴ καταρᾶσθε διδάξας πως δέοι διακεῖσθαι πρὸς τοὺς ἀδελφοὺς διδάσκει πως καὶ πρὸς τοὺς πολεμίους ὅρα δὲ οὐκ εἶπε μὴ ἀμύνου μηδὲ καταρῶ ἂλλ ὁ μεῖζον εὐλόγει καὶ ὑπερεύχου
70163vRom.12.15α χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων μὴ μόνον φησι ῥήμασιν εὐλογεῖτε ἀλλὰ καὶ ἔργοις χαίρουσι μὲν συγχαίροντες ἀλγοῦσι δὲ συναλγοῦντες μεῖζον δὲ τὸ συγχαίρειν χαίρουσιν ὅσον ἡ εὐημερία τῶν πλησίον καὶ φθόνου πρόφασις τοῖς ἀσεβέσι γίνεται
70263vRom.12.16β τὸ αὐτο εἰς ἀλλήλους φρονοῦντες μὴ τὰ ὑψηλὰ φρονουτες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι οἷον μέγαν σεαυτὸν νομίζεις τοιοῦτον νόμιζε καὶ τὸν ἀδελφον κἂν πένης ἦι ἐπεὶ μὴ ἐστι πλούτου καὶ πενίας διάκρισις παρὰ θεῶι πως δ' ἂν γένοιτό σοι τοῦτο εὰν μὴ φρονῇς περὶ σεαυτοῦ ὑψηλὰ ἀλλὰ συμφέρῃ καὶ συναπάγῃ τοῖς ταπεινοῖς καὶ εἰς τὴν ἐκείνων συγκαταβαίνης εὐτέλειαν ἐκ δὴ τούτων τὴν κενοδοξίαν καταστέλλει εἰκὸς γὰρ ἦν αὐτοὺς διὰ τὴν πόλιν τούτωι κατισχῆσθαι τῶι πάθει
702Pha63vRom.12.16Φωτ(ιου) * Ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες τὴν πρὸς τοὺς ἁγίους ἐλεημοσύνην εἰσάγει διὸ καὶ ἐφύλαξεν αὐτὴν ἐν ἐξαιρέτῳ ἄνω μὲν περὶ καθολικῆς εἶπεν ἐλεημοσύνης κοινωνοῦντες φησὶν κοινωνία γὰρ τὸ πρᾶγμα σὺ μὲν γὰρ εἰσφέρεις χρήματα αὐτοῖς ἐκεῖνοι δὲ σοὶ τὴν πρὸς θεὸν παρρησίαν καὶ τὰ μυρία ἀγαθά
702Phb64rRom.12.16Φωτ(ιου) * μὴ τὰ ὑψηλὰ φρονοῦντες Πως δ' ἂν γένηταί σοι τοῦτο εὰν μὴ φρονῇς περὶ ἑαυτοῦ ὑψηλὰ ἀλλὰ συμφέρῃ κα συναπάγῃ τοῖς ταπεινοῖς καὶ εἰς τὴν ἐκείνων συγκαυαβαινης εὐτέλειαν ἐκ δὲ τούτων τὴν κενοδοξίαν καταστέλλει εἰκὸς γὰρ ἦν αὐτοὺς διὰ τὴν πόλιν τούτωι κατεσχῆσθαι τῶι πάθει
70364rRom.12.16γ μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς τουτέστι μὴ ἡγεῖσθε είναι σοφοὶ καὶ μηδενὸς νοήματος ἐνδεεῖς φησιν γὰρ ἡ γραφὴ οὐ αἱ οἱ συνετὸ παρ' ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες
70464rRom.12.17δ μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες εἰ γὰρ ψεκτὸς καὶ ἄθλιος ὁ ποιῶν τὸ κακὸν ἵνα τι μὴ φεύγῃς τὴν μίμησιν τῶν κακῶν ἀλλὰ τῶ ἀμύνασθαι ἔνοχον σαυτὸν καθιστὰς καὶ κοινωνὸν τῆι ἀσέβεια
70564rRom.12.17ε προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων τοῦτό φησιν ὅτι πρόνοιαν ποιεῖσθε τοῦ καλοὶ φαίνεσθαι ἐν τῶι μηδενὶ διδόναι ψόγου πρόφασιν ἡ ἐπειδὴ ἄνω εἶπε μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες προσέθηκε καὶ τὸ προνοούμενοι καλὰ ὡς εἰ ἔλεγεν οὐκ ἀρκεῖ μόνον τὸ μὴ ἀποδιδοναι κακὰ ἀλλὰ δεῖ καὶ προνοεῖν τοῦ ποιήσαντος ἡμᾶς κακῶς καὶ γὰρ καὶ ἄνω οὐκ ἠρκέσθη τῶ μὴ καταρᾶσθαι τοὺς διώκοντας ἀλλὰ καὶ εὐλογεῖν προσέταξεν
70664rRom.12.18ϛ εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες ἐστι γὰρ ὅτε οὐ δυνατὸν ἔνθα περὶ εὐσεβείας ὁ λόγος τὸ δὲ ἐξ ὑμῶν τουτέστι σὺ τὸ σὸν ποίησον καὶ μὴ παράσχῃς ἔχθρας ἀφορμὴν μὴ Ἕλληνι μὴ Ἰουδαίωι τοῦτο γὰρ τὸ μετὰ πάντων
70764rRom.12.19ζ μὴ ἑαυτοὺς ἐκδικοῦντες ἀγαπητοὶ ἀλλὰ δότε τόπον τῆι ὀργῆι ἐπειδὴ τοῦτο ἀκολουθον τὸν ἠδικημένον ἐκδικίας τυχεῖν τοῦτο αὐτο ἐπαγγέλλεται σοι φησι μὴ ἐκδικήσῃς σεαυτὸν καὶ ὁ θεός σε ἐκδικεῖ δότε γάρ φησι τόπον καὶ χώραν τῆι ὀργῆι τοῦ θεοῦ ἐλθεῖν ἂν γὰρ σὺ μὴ ἀμύνηι ἥξει ἡ ὀργή
707ex64rRom.12.19Ιω(αννου) * ἐπειδὴ τοῦτο μάλιστα ὁ ἀδικηθεὶς ἐπιθυμεῖ ἰδεῖν ἐκδικίας ἑαυτὸν ἀπολαύοντα τοῦτο αὐτον μετὰ πολλῆς δίδωσι περιουσίας ἂν γὰρ αὐτος μὴ ἀμύνῃ θεὸς ἔσται ὁ τιμωρὸς συγχώρησον οὖν αὐτῶι ἐπεξελθεῖν τοῦτο γὰρ τὸ δότε τόπον τῆι ὀργῆι
70864rRom.12.19η γέγραπται γάρ παραμυθούμενος πλέον τὸν ἠδικημένον ἤγαγε τὴν μαρτυρίαν
70964rRom.12.19θ ἐμοι εδικησις ἐγὼ αντανποδωσω λέγει κύριος ἐμοι τουτέστι παρ' ἐμοι
71064rRom.12.20ι εὰν οὖν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε αὐτον εὰν διψᾷ πότιζε αὐτον τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ μὴ μόνον φησι εἰρηνεύετε καὶ μὴ ἀμύνεσθε ἀλλὰ καὶ εὐεργετεῖτε τρέφοντες ποτίζοντες εἶτα ἐπειδὴ βαρὺ ἦν ἐπάγει ὅτι πῦρ αὐτῶι σωρεύσεις τοῦτο ποιῶν τοῦτο δὲ εἶπε καὶ τοῦτον παραμυθούμενος καὶ τὸν ἠδικηκότα φοβῶν
710Ph64vRom.12.20Φωτ(ιου) * τοῦτο γὰρ ποιῶν ἄνθρακας Εἰ καὶ σοῦ εὐεργετοῦντος τὸν ἐχθρον ὁ θεὸς ἐκδικῶν σε ὀργίζεται αὐτῷ καὶ πῦρ πειρασμῶν καὶ κακώσεων ἃ κατὰ τοῦ πλησίον ἐκεῖνος ἐτέκταινεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στρέφει ἀλλ' οὖν σὺ μὴ διὰ τοῦτο θελήσῃς αὐτὸν εὐεργετεῖν ἵνα ἐν τοιούτοις αὐτὸν κακοῖς ἴδῃς ἐπεὶ ἐνικήθης ὑπὸ τοῦ κακοῦ κἀκεῖνος {μὲν ἃ /μὲν οὐδὲν ἧττον ἃ }* ἔδει παθεῖν αὐτὸν πάσχει σὺ δὲ ἀπώλεσας τὸν μισθὸν νικηθεὶς ὑπὸ τοῦ κακοῦ μᾶλλον δὲ εἰ τοιαύτην σου τὴν γνώμην ὁ θεὸς ἴδῃ οὐδ' ἐκδικεῖ τὸν γὰρ ἀγαθον τὸν πρᾷον τὸν ἀδικηθέντα ἐκδικεῖ ἀλλ' οὐχὶ τὸν διὰ τοῦ θυμοῦ καὶ τῆς προαιρέσεως ἑαυτὸν ἐκδικήσαντα καὶ διὰ πράξεως ἀγαθῆς τῆς εὐεργεσίας πονηρευσάμενον τὴν διαφθορὰν ἰδεῖν τοῦ λυπήσαντος εὐεργέτει οὖν σὺ ἵνα νικήσῃς τὸ κακὸν καὶ ἵνα γένῃ υἱος ὡς ὁ κύριος φησι τοῦ ἐν οὐρανῶι πατρός
71164vRom.12.21ια μὴ νικῶ ὑπο τοῦ κακοῦ ἀλλὰ νίκα ἐν τῶι ἀγαθῶι τὸ κακόν μαλαξας πρότερον τὸν ἀδικηθέντα καὶ πείσας αὐτον εὐεργετεῖν διὰ τοῦ εἰπεῖν ἄνθρακας σωρεύσεις νυν ὑψηλοτερον αὐτῶι παραινεῖ εἰ γὰρ τοιαύτη φησι διαθέσει τρέφεις ἵνα πῦρ αὐτω σωρεύσεις οὐκ ἐνίκησας τὸ κακὸν ἂλλ ἡττήθης αὐτῶι ἐγὼ δέ σε φησι νικᾷν τὸ κακὸν βούλομαι τοιγαροῦν μὴ διαθέσει κακοποιῷ εὐεργετεῖ ὑπὲρ γὰρ παραμυθίας σου φησιν εἴρηται τὰ εἰρημένα οὐχ ἵνα οὕτω ποιῇς
711Ph64vRom.12.21Φωτ(ιου) * Οὐκοῦν οὐ δεῖ φησὶ ποιεῖν ἵνα μὴ σωρεύωμεν ἄνθρακας ἀλλ' ἑτέρως ἐπὶ τὴν κεφαλὴν τὴν σὴν ἄνθρακας σωρεύειν θέλεις καὶ γὰρ τοῦτο ποιεῖ μνησικακία οὐ γὰρ σὺ τοῦτο ποιεῖς ἀλλ' ἐκεῖνος ὁ θηριώδης εἰ γὰρ εὐεργετοῦντος σου μένει φυλάττων ἐκεῖνος τὴν ἀπέχθειαν ἑαυτῷ τὸ πῦρ ἀνῆψεν αὐτὸς ἔφλεξεν αὐτοῦ τὴν κεφαλὴν σὺ δὲ ἀναίτιος εἶ μὴ γίνου τοῦ θεοῦ φιλανθρωπότερος ἐπεὶ μυρία πείσῃ δεινὰ μηδὲ σοφιζώμεθα τὰ προστάγματα τοῦ θεοῦ εἶπεν τοῦτο ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις σὺ δὲ λέγεις φείδομαι τοῦ ἐχθροῦ εἴθε σαυτοῦ ἐφροντιζες μὴ ποίει σκοπῷ τοιούτῳ μᾶλλον δὲ κἂν τοιούτῳ ποίησον σκοπῷ ἀλλ' οὐ ποιεῖς οὐ λέγω σοι ὅτι ἄνθρακας πυρὸς σωρεύσεις ἀλλὰ καὶ ἕτερον τι πλέον λέγω μόνον ποίησον ταῦτα γὰρ πάντα ἵνα σε ἐκκαλέσῃ τε φησὶν ὁ Παῦλος ἐλπίδι τῆς τιμωρίας λῦσαι τὴν ἔχθραν οὐδὲ γὰρ ἐστιν εὐεργετοῦντα καὶ εὐεργετούμενον μεῖναι ἐχθρον
71264vRom.13.1ιβ πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω πολλὴν τοῦ κεφαλαίου τούτου πανταχοῦ ποιεῖται πρόνοιαν δεικνὺς οὐκ ἐπὶ καταστροφῆι τῆς κοινῆς εὐταξίας τοὺς τοῦ Χριστοῦ νόμους είναι καὶ ὅτι ἀρκοῦσι καὶ οἱ διὰ τὴν ἀλήθειαν πολεμοῦντες φησιν ἡμῖν καί τι δεῖ καὶ ἡμᾶς περιττοὺς ἐπινοεῖν ἡμῖν αὐτοῖς πολεμίους
71364vRom.13.1ιγ οὐ γὰρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ θεοῦ οὐ περὶ τοῦ καθεκαστον ἄρχοντος ταῦτα λέγει ἀλλὰ περὶ αὐτῆς τῆς ἀρχῆς ἐπειδὴ γὰρ τὸ ὁμότιμον στασιῶδες ἦν εἰσήγαγεν ὁ θεὸς τὰς ἐξουσίας
71465rRom.13.1ιδ αἱ δὲ {οὖσαι ὑπο /οὖσαι ἐξουσίαι ὑπο }* ὑπο θεοῦ τεταγμέναι εἰσιν κατὰ τοῦ αὐτοῦ εἶπεν εἰπὼν γὰρ οὐκ ἐστι ἐξουσία εἰ μὴ ὑπο θεοῦ πάλιν τὸ αὐτο λέγει αἱ δὲ οὖσαι φησιν ἐξουσίαι ὑπο τοῦ θεοῦ τεταγμέναι εἰσιν οἷον γεγονυῖαι ὁ θεός φησιν ἔταξε καὶ διωκησεν αὐτάς
71565rRom.13.2ιε ώστε ὁ ἀντιτασσόμενος τῆι ἐξουσίαι τῆι τοῦ θεοῦ διαταγῆι ἀνθέστηκεν ἵνα μὴ εὐτελίζεσθαι νομίζωσιν οἱ τοῦ Χριστοῦ δοῦλοι ὑποτασσόμενοι ἄρχουσιν δείκνυσιν ὅτι χρὴ πείθεσθαι καὶ μὴ ἀντιτάσσεσθαι μηδὲ ἀπειθεῖν τοῖς ἄρχουσιν ὡς ὅ γε τοῦτο ποιῶν φησι θεῶι ἀντιλέγει τῶι πεποιηκότι τὰς ἀρχάς
715Ph65rRom.13.2Φωτ(ιου) * ώστε αντιττασσομενος Κερδαίνεις κἀντεῦθεν φησὶν ὑποτασσομενος οὐ μόνον ὅτι ἐντολὴν πληροῖς ἀλλ' ὅτι καὶ τὸν θεὸν τιμᾷς τιμῶν τὴν ὑπ' αὐτοῦ τεταγμένην ἐξουσίαν καὶ τὸν ταύτην χειρίζοντα μακάριος οὖν ὁ οὕτω καὶ διὰ ταῦτα τὴν ἐξουσίαν τιμῶν καὶ ὑποτασσομενος ὥσπερ ἄθλιος ὁ διὰ ταῦτα μὴ ὑποκείμενος καὶ διπλοῦν γὰρ ἀποφέρεται κρίμα πρῶτον ἐκ τοῦ θεοῦ ὅτι τὴν ὑπ' αὐτοῦ τεταγμένην καὶ ὁρισθεῖσαν ἀρχὴν ἐξουθενεῖ δεύτερον καὶ ἐκ τῶν ἠτιμασμένων ἀρχοντων ὅρα δὲ καὶ τὸ κέρδος τῶν ἀρχοντων κωλύουσι τοὺς φαύλους προτρέπονται τοὺς σπουδαίους δι' ὧν αὐτοὺς τιμῶσι καὶ ἐπαινοῦσιν εἰς ἀρετὴν χρὴ οὖν αὐτοὺς ἀποδέχεσθαι καὶ διὰ τοῦτο καὶ ὅτι θεοῦ διάκονοὶ εἰσι τῷ θελήματι αὐτοῦ ὑπηρετούμενοι καὶ τρίτον ὅτι τὰ ἴδια λιπόντες ὑπὲρ τῶν κοινῶν φροντίζουσι τῇ τῶν πλησίον ὠφελείᾳ προσκαρτεροῦντες καὶ τῆς ἰδίας ἀνέσεως τὸν ὑπὲρ ἐκείνων πόνον ἀποδεχομενοι τὶς τούτοις εἰ καὶ μήτις φόβος ἐπέκειτο ἐξ αὐτοῦ τοῦ συνειδότος τῆς κρίσεως οὐκ ἂν ἀγάσαιτο καὶ ἐν πατέρων θήσειͅ καὶ προστατῶν λόγῳ μακάριοὶ εἰσιν οἱ τοιοῦτοι ἄρχοντες
71665rRom.13.2ιϛ οἱ δὲ ανθετηκοτες ἑαυτοῖς κρίμα λήψονται κατάκρισιν φησι τὴν παρὰ θεοῦ ἑαυτοῖς ἐπισπῶνται
71765rRom.13.3ιζ οἱ γὰρ ἄρχοντες οὐκ εἰσι φόβος τι ἀλγεῖς φησιν ὑποταγεὶς τῆι ἐξουσίαι τι δὲ φοβῇ αὐτὴν καὶ τρέμεις μὴ γὰρ ἐπιτιμᾷ τοῖς καλῶς ζῶσι δὲ μὴ γὰρ ἐστι φοβερὸς τῶι τῆς ἀρετῆς ἐπιμελομένωι
71865rRom.13.3ιη τῶν ἀγαθῶν ἔργων τουτέστι τοῖς τὰ ἀγαθὰ πράττουσι
71965rRom.13.3ιθ ἀλλὰ τῶν κακῶν τουτέστι τῶν τὰ κακὰ πραττόντων
72065rRom.13.3κ θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν τὸ ἀγαθον ποιεῖ καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς εἰ δὲ θέλεις φησι μὴ μόνον είναι σοι τὸν ἄρχοντα ἤπιον ἀλλὰ δὴ καὶ ἐπαινοῦντα τὸ ἀγαθον ποιεῖ
72165vRom.13.4κα θεοῦ γὰρ διάκονὸς ἐστι σοι εἰς τὸ ἀγαθον τοσοῦτον γάρ φησιν ἐπαινέσει σε τὸ ἀγαθον πράττοντα ὅτι δεῖ καὶ συμπράξει σοι πρὸς τοῦτο ὁ γὰρ φόβος πρόφασις σοι γίνεται καλῶς βιοῦν διὰ τοῦτο δὲ εἶπεν θεοῦ αὐτον είναι διάκονον εἰς τὸ ἀγαθον ὅτι διακονεῖ τῆι βουλῆι τοῦ θεοῦ τοὺς ἀγαθοὺς ἐπαίνων καὶ τοὺς κακοὺς κολάζων ἐκ δὲ τούτου εἰς ἀγαθόν σε συνωθεῖ
721Ph65vRom.13.4Φωτ(ιου) * θεοῦ γὰρ διάκονος ἐστι σοι καὶ σοὶ φησὶν ἐστὶ διάκονος εἰς τὸ ἀγαθον τοῦ θεοῦ δηλονότι διάκονος ὑπάρχων πῶς δὲ ἐστι σοὶ διάκονος κωλύων τοὺς κακοὺς καὶ τὴν ἀπ' αὐτῶν βλάβην σοι ἀφαιρούμενος καὶ ἄδειαν παρέχων εἰς τὸ ποιεῖν σε τὸ ἀγαθον διακονεῖ δὲ σοὶ εἰς τὸ ἀγαθον καὶ ὅταν σε ἐπὶ τοῖς κακοῖς φοβῇ ἀνακοπτων σε ἐκεῖθεν καὶ προτρεπόμενος ἐπ' ἀρετὴν ἔτι δὲ καὶ τιμῶν καὶ ἀποδεχομενος προτρέπει εἰς αὐτὸ τοῦτο
72265vRom.13.4κβ εὰν δὲ τὸ κακὸν ποιῇς φοβοῦ οὐ γὰρ εἰκῆ οὐκ ἄρα ὁ ἄρχων αἴτιος σοι τοῦ φοβοῦ ἀλλὰ τὸ πράττειν κακῶς
72365vRom.13.4κγ τὴν μάχαιραν φορεῖ ὁρᾷς πως ἐφόβησε μὲν τὸν ὑπήκοον καθώπλισε δὲ τὸν ἄρχοντα
72465vRom.13.4κδ θεοῦ γὰρ διάκονὸς ἐστιν ἔκδικος εἰς ὀργὴν τῶι τὸ κακὸν πράσσοντι ὁ γὰρ τοὺς κακῶς βιοῦντας τιμωρούμενος θεῶ διακονεῖ εἰς ὀργήν
72565vRom.13.5κε διὸ ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν ἀνάγκη οὖν φησι τοῖς ἄρχουσιν ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν τοῦ θεοῦ τὴν κατὰ τῶν μὴ ὑποτασσομένων τῆι ἀρχῆι γινομένην ἀλλὰ καὶ διὰ τὴν συνείδησιν τουτέστιν ἵνα μὴ δόξης ἀσυνείδητός τις είναι καὶ ἀγνώμων τῶι εὐεργέτῃ καὶ τῶι διακονῶ τοῦ θεοῦ μὴ ὑποτασσομενος
725Pha65vRom.13.5Φωτ(ιου) * ∆ι ἀνάγκη ὑποτάσσεσθαι εἰ γὰρ διάκονος ἐστι θεοῦ εἰ ἐπαίνους ἕξεις ἐξ αὐτῆς οὐ μόνον δεῖ διὰ τὴν ἐξ αὐτῆς ὀργὴν ἐγγινομένην τοῖς ἁμαρτάνουσιν ὑποτάσσεσθαι αὐτῇ ἀλλά γε πολλῷ μᾶλλον προσήκει καὶ ὡς διάκονον θεοῦ καὶ ὡς ἐπαινοῦσαν καὶ ἐπαλείφουσαν ἐπ' ἀρετὴν τιμῆς αὐτὴν ἀξιοῦν καὶ γὰρ κἂν μηδεὶς ᾖ φόβος αὐτὴ ἡ συνείδησις εἰς ὑπακοὴν αὐτῆς καὶ ὑποταγὴν προτρέπεται
725Phb65vRom.13.5Φωτ(ιου) * οὐ μόνον διὰ τὴν ὀργήν διὰ μὲν τὴν ὀργὴν οἱ φαῦλοι καὶ μὴ θέλοντες ὑποτάσσονται διὰ δὲ τὴν συνείδησιν ὀφείλουσιν οἱ σπουδαῖοι ἑκοντες καὶ σὺν προθυμίᾳ ὑποτάσσεσθαι
72665vRom.13.6κϛ διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε καὶ τοσοῦτόν φησιν εὐεργετοῦσιν αἱ ἐξουσίαι ὅτι καὶ φόρους τελεῖτε μισθὸν ὥσπερ τῆς κηδεμονίας καὶ τῆς προνοίας παρέχοντες
72765vRom.13.6κζ λειτουργοὶ γὰρ θεοῦ εἰσιν τουτέστιν ὑπουργοὶ θεοῦ καὶ λειτουργοῦντες θεῶι τοῦτο τὸ ἡμῶν κήδεσθαι
72865vRom.13.6κη εἰς αὐτο τοῦτο προσκαρτεροῦντες τῶν οἰκείων φησι ἀμελοῦντες εἰς τὰς ὑπὲρ ὑμῶν φροντίδας ἀπησχόληνται
72965vRom.13.7κθ ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλὰς τῶ τὸν φόρον τὸν φόρον ἔδειξε χρέος ὃν τὸ πρᾶγμα διὰ τοῦτο γὰρ ὀφειλὰς εἶπεν
73065vRom.13.7λ τῶ τὸν φόβον τὸν φόβον τὸ τέλος τὸ τέλος φόβον καλεῖ τὴν ἐπιτεταμένην τιμὴν οῦτον ἐκ τοῦ πονηροῦ συνειδότος φόβον
73166rRom.13.7λα τῶ τὴν τιμὴν τὴν τιμήν οὐ μόνον χρήματα φησι χρεωστεῖτε ἀλλὰ καὶ τὴν τιμήν
73266rRom.13.8λβ μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους ἐπὶ τὴν μητηρα τῶν ἀγαθῶν ἦλθε τὴν ἀγάπην δεικνὺς αὐτὴν χρέος οὖσαν καὶ ὄφλημα
73366rRom.13.8λγ ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκε εἶτα δείκνυσι τι τὸ κέρδος τῆς ἀγάπης ὅτί φησιν ὁ ταύτην πληρῶν τὸν νόμον ὅλον πληροῖ καὶ λέγει πως
733Ph66rRom.13.8Φωτ(ιου) * ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον Πῶς ὁ ἀγαπῶν τὸν πλησίον νόμον πεπλήρωκεν ἢ αὐτοθεν δῆλον ἀγαπῶν γὰρ οὐκ ἂν τοῦ ἀγαπωμένου τὸν γάμον διορύξῃ εἰς αὐτὸ τὸ κεφάλαιον τοῦ βίου ἐπιβουλεύων τὸν φιλούμενον καὶ ζημιῶν ἀλλ' οὐδὲ μιαιφόνους χεῖρας ὁπλίσῃ κατ' αὐτοῦ οὐ μὴν οὐδὲ κλέπτειν ἐπιχειρήσῃ οὐδ' ἄλλως πως εἰς ἐπιθυμίαν τινὸς τῶν αὐτοῦ καταστὰς ἀφαιρήσεται βίᾳ λαβὼν οὐδὲν γὰρ τούτων ἐστὶ φιλοῦντος οὐ μὴν οὐδὲ μαρτυρίαν ψευδῆ κατὰ τοῦ πλησίον μαρτυρήσει οὐδ' ἐπίορκον ὅρκον ὀμοσει πατέρα δὲ καὶ μητέρα πῶς ὁ τὸν πλησίον φιλῶν οὐ διαφερόντως φιλήσει καὶ τιμήσει πῶς δ' οὐχὶ τὸ θεῖον οὗτος ὡς ἀληθῶς ἐξ ὅλης αὐτοῦ τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ ἀγαπήσει καὶ δοξολογήσει ὁ δὲ τούτοις ἑαυτὸν περιφράξας ποίαν ἄλλην ἀρετὴν ταῖς προαιρημέναις οὐ συναυξήσει καὶ συναπαρτίσει ὥστε ὁ ἀγαπῶν τὸν πλησίον ὅλον τὸν νόμον πεπληρωκὼς ἂν εἴη ἐπειδὴ δὲ τὸ τῆς ἀγάπης ὄνομα εἰώθασιν οἱ ἄνθρωποι καὶ ἐπὶ τῶν ἀναξίων διαθέσεων τῆς κλήσεως ταύτης τιθέναι ὑπογραφὴν αὐτῆς αὐτὸς ἀποδίδωσιν ποίαν ἔφησεν ἀγάπην παριστὰς ἐν αὑτῇ περιέχειν τὸν νόμον καὶ συγκεφαλαιοῦσθαι τῶν ἀρετῶν τὸ πλῆθος ἡ ἀγάπη γὰρ φησὶν ἣν ἔφην συνάπτουσα τοὺς πλησίον ἀλλήλοις οὕτως ἑνοποιεῖ ὡς ἑκάτερον οὐχ ἕτερον νομίζειν τὸν συναφθέντα ἀλλὰ νομίζειν ἄλλον αὐτὸν εἶναι ἐκεῖνον ἐξ οὗ δηλονότι οὐδὲν ἑκάτερος τῷ πλησίον ἐργάζεται κακὸν εἶτα ἐπαναληπτικὸν πλήρωμα οὖν νόμου ἡ ἀγάπη ἀντὶ τοῦ ἀληθῶς ἄρα καὶ δικαίως ἔφην ὅτι ὁ ἀγαπῶν νόμον πεπλήρωκεν
73466rRom.13.9λδ τὸ γὰρ οὐ μοιχεύσεις οὐ φονεύσεις οὐ κλέψεις οὐ ψευδομαρτυρήσεις οὐκ ἐπιθυμήσεις καὶ εἰ τις ἕτερα ἐντολὴ ἐν τούτωι τῶι λόγωι ανακελφαλαιουται εἰπὼν ὅτι ὁ ἀγαπῶν τὸν νόμον ὅλον πληροῖ δείκνυσι πως ὅτί φησι πᾶσαι αἱ ἐντολαὶ διὰ τῆς ἀγάπης πληροῦνται ἂλλ οὐκ εἶπε πληροῦνται ἁπλῶς ἂλλ ἀνακεφαλαιοῦνται τουτέστι συντόμως καὶ ἐν βραχεῖ λόγωι τὸ πᾶν γίνεται καὶ ὅλον πληροῦται τῶν ἐντολῶν τὸ ἔργον διὰ βραχέων
73566rRom.13.9λε ἐν τῶι ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν τὸ ὡς ἑαυτὸν τὴν ἐπιτεταμένην ἀγάπην δηλοῖ
73666vRom.13.10λϛ ἡ ἀγάπη τῶ πλησίον κακὸν οὐκ ἐργάζεται πλήρωμα οὖν νόμου ἡ ἀγάπη εἶδές πως τὰς ἀρετὰς ἑκατέρας ἔχει ἡ ἀγάπη τὴν τῶν κακῶν ἀποχὴν λέγω καὶ τὴν ποίησιν τῶν ἀγαθῶν ἰδοὺ ἡ ἀποχὴ τῶν κακῶν τῶ πλησίον φησι κακὸν οὐκ ἐργάζεται ἰδοὺ ἡ ποίησις τῶν ἀγαθῶν πλήρωμα φησι νόμου ἡ ἀγάπη τὸν γὰρ πλησίον ευποιει ἅπασα δὲ ἡ σπουδὴ τοῦ νόμου τοῦτο βούλεται
736ex66vRom.13.10Σευηρι(ανου) * s πληροῦτε φησι τὸ τῆς ἀγάπης ἔργον εἰδότες τὸν καιρὸν κατεπείγοντα καὶ ἀρετὴν ἀπαιτοῦντα νυν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἡ ὅτε ἐπιστεύσαμεν τουτέστι νυν ὅτε ἔγνωμεν τῶν ἔργων τὰ ὠφελιμώτερα κοῦφον ἡμῖν γέγονε τὸ σωθῆναι ἤπερ ὅτε κατηχούμεθα ἔτι τὸν τῆς πίστεως λόγον οὐ γὰρ ἅμα τῶ πιστεῦσαι εἰς Χριστὸν καὶ τὴν ἀκριβῆ τῶν πρακτέων κατάληψιν εἴχομεν
736Ph66vRom.13.10Φωτ(ιου) * καὶ τοῦτο εἰδότες τὸν καιρόν τοῦτο τοῖς ἄνω συνήρτηται καὶ πρὸς ἐκεῖνα ἀποδίδοται ἐπίτασις μᾶλλον ὂν καὶ προτροπὴν ἐμφαῖνον τῶν εἰρημένων ποίοις δὲ ἄνω πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω καὶ ἀποδοτε πᾶσι τὰς ὀφειλὰς καὶ μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους ταῦτα οὖν φησὶ ποιεῖτε διά τε τὰ προειρημένα καὶ διὰ τοῦτο μάλιστα διὰ ποῖον εἰδοτες τὸν καιρὸν ὅτι συντέτμηται ὁ τῆς ζωῆς ἡμῶν χρόνος καὶ δεῖ ἡμᾶς εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες ὡς ἐξ ὕπνου κἂν νῦν γοῦν ἐγερθῆναι φανερὸν γὰρ ὅτι νῦν μᾶλλον πρὸς τὸ τέλος ἐσμὲν τῆς ζωῆς ἡμῶν ἢ ὅτε ἐπιστεύσαμεν σωτηρίαν δὲ καλεῖ τὸ τέλος τῆς ζωῆς ὅτι τότε τοῖς ἀξίοις ἡ σωτηρία καὶ ἡ ἀπολαυσις ἀποκαλύπτεται μᾶλλον διὸ καὶ ἡμέραν αὐτο καλεῖ ὡς ἡδονὴν παρέχουσαν καὶ φωτίζουσαν καὶ φανεροποιοῦσαν τὰ πρὶν ἐν ἀγνοίᾳ τῇ κατὰ πεῖραν καὶ κατ' ἀπολαυσιν κείμενα μόνῃ δὲ τῇ ἐλπίδι θεωρούμενα εἰκοτως δὲ τὸν παρόντα βίον νύκτα καλεῖ πρὸς τὴν μέλλουσαν ἡμέραν πολλὰ γὰρ τῶν ἐν τούτῳ νῦν ὡς ἐν νυκτὶ κρυπτομένων ἐκεῖ φανερὰ ὡς ἐν λαμπρᾷ ἡμέρᾳ γενήσεται καὶ πολλὰ τῶν ἀγνοουμένων ἐνταῦθα ὡς ἐν σκότει ἐκεῖ ὡς ἐν φωτὶ ἐπιγνωσθήσεται πάσης σκηνῆς λυομένης καὶ παντὸς προσωπείου περιαιρουμένου καὶ τῆς ἐπιπροσθούσης ἀχλύος τοῖς λογισμοῖς ἐκκαθαιρομένου συνετμήθη οὖν φησὶν ἡ νὺξ τοῦτ' ἔστιν ὁ βίος ἡμῶν καὶ ἐγγίζει τὸ τέλος ἤ τοι ἡ ἡμέρα ἤδη πλησιάζει τῆς τελευτῆς καὶ τῆς ἀνταποδοσεως χρὴ οὖν διὰ ταῦτα πᾶσαν ἐντολὴν προθύμως ἐπιτελεῖν ἀγαπᾶν ἀλλήλους ἀποδιδοναι πᾶσι τὰς ὀφειλὰς ὑποτάσσεσθαι ταῖς ἀρχαῖς καὶ γὰρ καὶ ὀλίγος ὁ πόνος ἤδη οὐκ εἰς μῆκος οἱ ἀγῶνες εἴ τι καὶ δέοι ἀγωνίσασθαι ἐκτείνονται βραχὺ λίαν γέγονε τὸ στάδιον τῆς ζωῆς ἡμῶν μηδεὶς ὀκνείτω πάντες σπουδάσωμεν
73766vRom.13.11λζ καὶ τοῦτο εἰδότες τὸν καιρόν εἰδότες φησι ποῖον τοῦτο τὸν καιρόν φησι
73866vRom.13.11λη ὅτι ὥρα ἡμᾶς ἤδη ἐγγύς φησι τὸ τέλος καὶ δεῖ ἡμᾶς ἐπείγεσθαι εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐργασίαν
73966vRom.13.11λθ ἐξ ὕπνου ἐγερθῆναι τῆς ῥαθυμίας ἀναστῆναι
74066vRom.13.11μ νυν γὰρ ἐγγύτερον ἡμῶν τοῦ γὰρ παρόντος βίου ὑποσυρόμενο κατὰ μικρὸν ἐγγύτερος ὁ τῆς ἀναστάσεως γίνεται καιρός
74167rRom.13.11μα ἡ σωτηρία εὰν μὲν οὖν ὦμεν ὡς δεῖ παρεσκευασμένοι σωτήριος ἡμῖν ἔσται ἡ τῆς κρίσεως ἡμέρα εἶδε μὴ ὀλέθριος πλὴν αὐτος ἐκ τῶν χρηστοτέρων δηλοῖ τὴν ἡμέραν ἐκείνην
74267rRom.13.11μβ ἡ ὅτε ἐπιστεύσαμεν εἰκὸς ἦν τούτους ἐν ἀρχῆι μὲν ὡς νεαροὺς ζέειν νυν δὲ ἀπομεμαράνθαι τοῦτο οὖν αἰνίττεται ὅτι ὅσον φησιν ἐγγύτερον ἡμῶν ἡ σωτηρία σπουδάζειν μᾶλλον προσήκει ἡ ραθυμειν
74367rRom.13.12μγ ἡ νὺξ προέκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν νύκτα τὸν παρόντα καλεῖ βίον οὐδὲν γὰρ ὀνειράτων διαφέρει τὰ ἐν αὐτῶι ἡμέραν δὲ τὸν μέλλοντα χρόνον διὰ τὸ τὰ κρυπτὰ ἐν αὐτῶι φανεροῦσθαι
74467rRom.13.12μδ ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός ἔργα σκότους φησι τὰς πονηρᾶς πράξεις ὅπλα δὲ φωτὸς τὴν ἀρετὴν ὡς μὲν οὖν ὅπλα ἀσφαλίζεται ὡς δὲ φωτὸς λαμπρύνει
74567rRom.13.13με ὡς ἐν ἡμέραι εὐσχημονως περιπατήσωμεν ἄνω εἰρηκὼς μέλλειν τὴν τῆς κρίσεως ἡμέραν νυν αὐτὴν ἐφίστησι πτοῶν τὸν ἀκροατὴν τὸ δὲ περιπατήσωμεν ἀνεπαχθῆ ποιεῖ τὸν λόγον καὶ γὰρ καὶ ἑαυτὸν ἔμιξεν
745Ph67rRom.13.13Φωτ(ιου) * ὡς ἐν ἡμέραι ευσχη μονως Ὡς ἐν ἡμέρᾳ ὡς ἤδη παρούσης ὡς ἐνεστηκυίας τῆς ὅσον οὔπω παρεσομένης ἡμέρας οὕτω πολιτευσώμεθα εὐσχημονως τὶ δὲ ἐστι τὸ εὐσχημονως ἑρμηνεύει αὐτὸς ἐπάγων μὴ κώμοις καὶ ἑξῆς εὐσχημονως δέ φησι λίαν ἐντρέπων ὅτι εἰ καὶ μὴ κόλασις ἦν ἀποκειμένη τοῖς ἁμαρτάνουσι καὶ ἀπολαυσις τοῖς κατορθοῦσιν ἔδει τὸ αἰσχρὸν καὶ ἀπρεπὲς καὶ ἀσχημονοῦν φεύγοντας ἔχεσθαι τῆς ἀρετῆς ὅτε δὲ καὶ τὰ ῥηθέντα ἑκατέρῳ βίῳ ἀκολουθεῖ τὶ χρὴ ποιεῖν
74667rRom.13.13μϛ μὴ κώμοις καὶ μέθαις οὐ τὸ πίνειν ἀλλὰ τὸ ἀμέτρως κωλύει
74767rRom.13.13μζ μὴ κοίταις καὶ ἀσελγείαις οὐ τὴν μίξιν ἀναιρεῖ ἀλλὰ τὴν πορνείαν
74867rRom.13.13μη μὴ ἔριδι καὶ ζήλωι ἔριδι περὶ θυμοῦ λέγει ζήλωι δὲ περιβασκανιας
74967rRom.13.14μθ ἂλλ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν ὁ γὰρ αὐτον ἐνδεδυμένος ἔχει καθόλου τὴν ἀρετήν πως δὲ αὐτον ἐνδυτέον εἰ πάντα ἡμῖν αὐτος εἴη ἔσωθεν καὶ ἔξωθεν ἐν ἡμῖν φαινόμενος τὸ δὲ μηδέ ποτε αὐτοῦ ἀπολείπεσθαι ἔνδυμα καλεῖ
75067rRom.13.14ν καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας εἰπὼν μηδεῖν προνοεῖν τῆς σαρκὸς ἐπάγει εἰς ἐπιθυμίας ἵνα μὴ νομίσῃς ὅτι οὐδε ἐν τοῖς ἀναγκαίοις ἡμᾶς δεῖ προνοεῖσθαι τῆς σαρκὸς οἷον ἐν βρώσει ἡ ἐνδύματι προνοητέον τοιγαροῦν αὐτῆς πρὸς διαμονὴν οὐ πρὸς ἀσελγείας
75167vRom.14.1να τὸν δὲ ασεθενουντα τῆι πίστει προσλαμβάνεσθε Ἦσαν τινες ἐξ Ἰουδαίων πιστεύσαντες οἵτινες ἔτι τοῦ νόμου ἐχόμενὸ πολλὰ τῶν βρωμάτων ἐβδελύσσοντο καὶ διὰ τὸ μὴ γίνεσθαι δηλοῖ λάχανα ἤσθιον μόνα ἵνα δόξῃ ἐγκρατείας ἀλλὰ μὴ βδελυγμοῦ είναι ἡ παρατήρησις ἦσαν δὲ καὶ ἄλλοι ἀπὸ Ἰουδαίων πιστοὶ οἱ ἑδραίως πεπιστευκότες οὐ παρετηροῦντο τὰ βρώματα πρὸς τούτους τοιγαροῦν τοὺς εἰλικρινεῖς πιστοὺς ἀποτείνων τὸν λόγον τῶν τὰ βρώματα βδελυττομένων καθάπτεται ἀσθενοῦντας καλῶν τῆι πίστει
751Ph67vRom.14.1Φωτ(ιου) * τὸν δὲ ἀσθενοῦντα Ὅρα τὸ συνετὸν καὶ δραστήριον καὶ προνοητικὸν τοῦ Παύλου δεξιούμενος ἐπιπλήττει τὸν τοῖς βρώμασι διακρινόμενον τὸ μὲν ἵνα μὴ ἀποσκιρτήσῃ ἀκράτου τοῦ ἐλέγχου προτεινομένου τὸ δὲ ἵνα μὴ δόξῃ καλὸν ποιεῖν ἀνεπιτίμητος μένων διὸ προσλαμβάνεσθε αὐτον φησὶν ἀσθενὴς ἐστιν μὴ κρίνῃς αὐτον φησὶν διὰ τὶ οὐχὶ ὅτι οὐ ποιεῖ κακὸν ἀλλ' ὅτι κύριον ἔχει τὸν κρίνοντα αὐτὸν ἄλλον τούτῳ καὶ ἐκεῖνον παραμυθούμενος ὡς ἔφημεν ἐπὶ τῷ μὴ κατακρίνεσθαι ὑπὸ τοῦ πλησίον καὶ διδοὺς πάλιν ἐννοεῖν ὅτι κἂν οὗτος αὐτὸν οὐ κρίνει ἀλλ' οὖν ὑπὸ κρίμα ἐστὶ παρατηρούμενος τὰ βρώματα εἰ γὰρ καὶ οὗτος οὐ κρίνει σε μονονουχὶ λέγων ἀλλ' ἔχεις κύριον τὸν κρίνοντά σε διὸ δεῖ σε τῆς τοιαύτης ἀποσχέσθαι σμικρολογίας κωλύει δὲ περὶ βρωμάτων κρίνειν ἀλλήλους ἵνα μὴ κατ' ἀρχὰς τῆς πίστεως περὶ ταῦτα ἐρίζοντες καὶ {φιλονεικοῦντες /διαφιλονεικοῦντες }* ἐκ τούτου καὶ εἰς αὐτὰ τὰ καίρια διαστῆναι κινδυνεύσωσιν καὶ τὸ κεφάλαιον αὐτὴν τὴν εἰς Χριστὸν πίστιν ζημιωθῶσιν τὶ οὖν ἂν {ἴδωμεν περὶ /ἴδωμεν νῦν περὶ }* τὰ βρώματα Ἰουδαϊκῶς παρατηρούμενον οὐ μὴ κατακρίνομεν καὶ μάλιστά γε πῶς οὖν φησιν μὴ κρίνετε καὶ οὐ μὴ κριθῆτε οὐ περὶ πίστεως ἢ τῶν εἰς πίστιν συντελούντων τοῦτο δεῖ ἐκλαμβάνειν μὴ γένοιτο οὐδὲ περὶ τῶν ἀνέδην πραττομένων ἀτοπων ἀλλὰ περὶ τῶν κατὰ τὸν βίον ἔργων περὶ τῶν ὑπονοουμένων περὶ τῶν ὡς αὐτὸς ὁ δεσπότης κάρφους λόγον ἐχοντων περὶ τούτων γὰρ καὶ τῶν τοιούτων οὐδὲ στόμα διᾶραι δεῖ καὶ μάλιστα οἷς
75267vRom.14.1νβ μὴ εἰς διακρίσεις διαλογισμῶν μία μὲν κατ' αὐτῶν πληγὴ τὸ εἰπεῖν ἀσθενοῦντας τῆι πίστει δευτέρα δὲ τὸ προσλαμβάνεσθε δείκνυσι γὰρ αὐτῶν πολλῆς δεομένων ἐπιμελείας τρίτη τὸ μὴ εἰς διακρίσεις λογισμῶν δηλοῖ γὰρ τοσοῦτον αὐτοὺς πταίοντας ὡς καὶ τοὺς κοινωνοῦντας αὐτοῖς τῆς φιλίας διακρίνεσθαι
75367vRom.14.2νγ ὃς μὲν πιστεύει φαγεῖν πάντα ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει ὁ μὲν εἰλικρινῶς φησι πιστεύων καὶ μηδεμίαν ἔχων Ιουδαικην παρατήρησιν πάντα ἀβδελύκτως ἐσθίει ἀνακηρύττει δὲ αὐτον ἀπὸ τῆς πίστεως ὁ δέ γε φησι περὶ τὴν πίστιν ἀσθενῶν λάχανα ἐσθίει ἐν ταυτῷ καὶ διελέγχει αὐτον ὅτι οὐ δι' ἐπαινουμένην ἐγκράτειαν ἐσθίει τὰ λάχανα κἂν τοῦτο ὑποκρίνεται ἀλλὰ κατὰ ασθενιαν πίστεως
75468rRom.14.3νδ ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω οὐκ εἶπε διορθούσθω ἀλλὰ μὴ ἐξουθενείτω δεικνὺς ὅτι καταγέλαστα πράττει δεῖ γὰρ αὐτον ἀδελφικῶς διορθοῦσθαι καὶ οὐχ ὡς βδελυκτὸν ἐξουθενεῖν
75568rRom.14.3νε καὶ ὁ μὴ ὁ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω ὥσπερ γὰρ οἱ διὰ πίστιν ἀδιακρίτως ταῦτα ἐσθίοντες ἐξουθένουν τοὺς παρατηρουμένους οὕτως ἐκεῖνοι Τούτους ὡς γαστριμάργους ἔκρινον ὅρα δὲ ἐπὶ τῶν ἐσθιόντων εἰπὼν ὁ θεὸς γὰρ αὐτον προσελάβετο ἐπὶ τῶν παρατηρουμένων οὐδὲν τοιοῦτον εἶπεν
75668rRom.14.3νϛ ὁ θεὸς γὰρ αὐτον προσελάβετο ὁ θεὸς γὰρ αὐτόν φησιν πρὸς ἑαυτὸν ἐφειλκύσατο καὶ ἀπήλλαξε πάσης Ἰουδαϊκῆς παρατηρήσεως
756ex68rRom.14.4Σευηρου * s σύ τις εἰ ὁ κρίνων ἀλλότριον οἰκέτην ὁ οἰκέτης Χριστοῦ ὃν προσελάβετο ὁ Χριστὸς ἀλλοτριος ἐστι τοῦ νόμου τις οὖν εἰ ὁ κρίνων ἀπὸ τοῦ νόμου τὸν τοῦ νόμου ἀλλότριον
75768rRom.14.4νζ σύ τις εἰ ὁ κρίνων ἀλλότριον οἰκέτην πρὸς τὸν εἰλικρινῆ πιστὸν ὁ λόγος αὐτῶι ἐκ δὲ τούτου δῆλον ὅτι οὐ μόνον ἐξουθένουν ἀλλὰ καὶ ἔκρινον τοὺς τὰ λάχανα ἐσθίοντας
75868rRom.14.4νη τῶι ἰδίωι κυρίωι στήκει ἡ πίπτει τοῦ θεοῦ φησιν ἐστι καὶ τῶι θεῶι διαφέρει καὶ ἡ πτῶσις αὐτοῦ καὶ ἡ ἔγερσις οὐκ ἐπειδὴ οὖν οὐκ ἄξια Ποιεῖ κατακρίσεως μὴ κρίνε αὐτόν φησιν ἂλλ ὅτι ἀλλοτριος ἐστιν οἰκέτης
75968rRom.14.4νθ σταθήσεται δὲ δυνατὸς γὰρ ἐστιν ὁ θεὸς στῆσαι αὐτον πάλιν πλήττει τοὺς ἀσθενεῖς καὶ παρατηρουμένους τὰ βρώματα εἰπὼν γὰρ σταθήσεται δηλοῖ ὅτι σαλεύονται καὶ τοσοῦτον ὡς θεοῦ δεῖσθαι στεῤῥοποιοῦντος
76068rRom.14.5ξ ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν ὃς δὲ κρίνει πᾶσαν ἡμέραν εἰκὸς ἦν τινας τῶν συνεχῶς νηστευόντων κατακρίνειν τοὺς μὴ συνεχῶς νηστεύοντας οἷς τὸ κατακρίνειν καὶ σφόδρα ἐγκαλεῖν ἀπαγορεύει ἦσαν γὰρ νεήλυδες ἐν τῆι πίστει καὶ ἐδεδοίκει μὴ ἡ πολλὴ ἔγκλησις τέλεον αὐτοὺς ἀποσχίσῃ τῆς πίστεως ὀργισθέντας ταῖς ἐγκλήσεσι
760Ph68rRom.14.5Φωτ(ιου) * ὃς μὲν κρίνει ἡμέραν συμπαρατίθησι τῷ προειρημένῳ κεφαλαίῳ καὶ ἕτερον καί φησιν ὅτι οὐ μόνον ἐπὶ τοῦ προειρημένου οὐ δεῖ κατακρίνειν καὶ ἐξουθενεῖν τὸν πλησίον ἀλλ' οὐδ' ἐπὶ τοῦ ῥηθῆναι μέλλοντος ἔστι δὲ τοῦτο τοιοῦτον οἱ μὲν ἡμέραν παρ' ἡμέραν ἤσθιον οἱ δὲ καθ' ἡμέραν φησὶν οὖν ὅτι οὐ δεῖ ἐπὶ τούτων κρίνειν καὶ κατακρίνειν ἀλλήλους οὔτε τὸν ἐσθίοντα νηστεύει γὰρ ὁ πλησίον καὶ ἀγαθον ποιεῖ ποιῶν αὐτὸ διὰ τὸν θεὸν οὔτε πάλιν τὸν νηστεύοντα δεῖ κατακρίνειν τὸν μὴ νηστεύοντα παρ' ἡμέραν οὐ γὰρ νομοθεσίας ἐστὶν ἵνα ἡ παράβασις προξενῇ κρίμα ἀλλὰ μόνης προαιρέσεως
76168rRom.14.5ξα ἕκαστος ἐν τῶι ἰδίῳ νοῒ πληροφορείσθω μὴ περὶ πάντων δέξῃ τὸ ἕκαστος τῶι ἰδίωι νοῒ πληροφορείσθω ἂλλ ἐπὶ νηστείας μόνον καὶ τοῦτο ἐπειδὴ ἀρτιπαγεῖς ἦσαν ἐν τῆι πίστει οἱ Ῥωμαῖοι καὶ συγκατεβαίνεν αὐτοῖς ὡς εἰ γε καὶ περὶ πίστεως δέξῃ τὸ εἰρημένον τοῦ παντὸς ἐξέπεσες
76268vRom.14.6ξβ ὁ φρονῶν τὴν ἡμέραν κυρίωι φρονεῖ κατὰ τὸν ἴδιον νοῦν ἕκαστος πληροφορείσθω ἡ ὅτι καλῶς ποιεῖ νηστεύων ἀεὶ ἡ ὅτι καλῶς ποιεῖ οὐ νηστεύων ἀεί
762ex68vRom.14.6Οικου(μενιου) * οὐ δεκτέον τὸ ῥητον ἐπὶ δόγματος πίστεως ὅμως καὶ αὐτος προεῖπεν
762exb68vRom.14.6 s ὁ φρονῶν τὴν ἡμέραν κυρίωι φρονεῖ ἀμφότεροι γὰρ οὗτός τε κἀκεῖνος ἑνὶ χρῶνται σκοπῶι τιμῆι τῆι περὶ τὸν θεὸν ὅ τε γὰρ παραφυλαττόμενος τὴν ἡμέραν οἴεται θεοῦ νόμον πληροῦν ὅτε ἀδιαφορῶν περὶ τοῦτο πᾶσαν ὡς ὑπο θεοῦ γενομένην ἡμέραν δι' ὁμοίας ἔχει τιμῆς
76368vRom.14.6ξγ καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίωι οὐ φρονεῖ καὶ ὁ ἐσθίων κυρίωι ἐσθίει οὕτω φησι φρονῶν ώστε καθ' ἡμέραν νηστεύειν διὰ τὸν κύριον οὕτω φρονεῖ πᾶν δὲ ὁ διὰ τὸν κύριον γίνεται καλὸν ἐστι φησι
763Ph68vRom.14.6Φωτ(ιου) * ὁ φρονῶν τὴν ἡμέραν τοῦτο φανερὸν ἐκ τοῦ προειρημένου ἡμῖν ὅτι τοῦτο λέγει ὅτι ὁ κρίνων καὶ λογιζόμενος καλὸν εἶναι καθ' ἡμέραν φαγεῖν τῷ κυρίῳ φρονεῖ τοῦτ' ἔστιν ἐν κυρίῳ τοῦτο λογίζεται τοῦτ' ἔστι διὰ τὸν κύριον αὐτὸ ποιεῖ καὶ ὁ μὴ κρίνων τοῦτο μηδὲ λογιζόμενος ὅτι καλὸν ἐστι καθ' ἡμέραν φαγεῖν διὰ τὸν κύριον τοῦτο κρίνει καλὸν εἶναι καὶ λογίζεται αἰτία γὰρ ἐστιν αὐτῷ ταῦτα εἰρημένα τοῦ ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω πῶς λέγεις τοῦτο Παῦλε καλῶς εἶπον φησὶν ἐπειδὴ καὶ ὁ νηστεύων ὑπὲρ ἡμέραν καὶ ὁ ἐσθίων καθ' ἡμέραν εἰς ἀρέσκειαν κυρίου τοῦτο ποιοῦσι καὶ οὐ δεῖ κρίνειν ὅλως ἀλλήλους ἐπὶ τούτῳ εἶτα καὶ ἐπιτείνει τὴν αἰτίαν καί φησιν καὶ γὰρ ὁ ἐσθίων εὐχαριστεῖ τῷ θεῷ ἐν τῷ ἐσθίειν ὅτι ἔδωκεν ἀνθρώποις πόρον καὶ συνέχειαν ζωῆς καὶ ὁ νηστεύων εὐχαριστεῖ ὅτι ἔδωκεν ἀνθρώποις καρτερίαν καὶ ὑπομονὴν καὶ μεθόδους δι' ὧν τις δύναται περιγενέσθαι τῶν τῆς σαρκὸς παθῶν ὁ δὲ ἄλλως πως νηστεύων ἢ ἐσθίων κατάκριτος ὥσπερ τῶν αἱρέσεών τινες Ταῦτα οὖν περὶ τῶν νηστευόντων καὶ ἐσθιοντων ἰδικῶς ἐκληπτέον ἀλλὰ μὴ ἐπὶ ἄλλων τινῶν οὐ γὰρ ἐπὶ πάντα ὁ κανὼν οὗτος διήκει ἀλλ' ὡς ἔφημεν ἰδικος ἐστιν ἐπὶ τούτου μόνου καὶ τῶν ὁμοίων παραλαμβανόμενος διὸ οὐδ' ἐπὶ τοῦ πρὸ μικροῦ εἰρημένου κεφαλαίου ἁρμοζει οἷον ἐπὶ τοῦ ἐν τοῖς βρώμασι διακρινομένου καὶ γὰρ ἐκεῖνος μὴ ἐσθίων οὐχὶ εἰς δόξαν οὐκ ἐσθίει τοῦ Χριστοῦ ἀλλ' ὡς ἀσθενὴς καὶ ἀστήρικτος ἐν τῇ πίστει ἀλλ' ἐκεῖνον μὲν οὐ δεῖ κατακρίνειν διὰ τὸν καιρὸν ὅτι ἀρχὴ τοῦ κηρύγματος ἦν τὸν δὲ ἐσθίοντα καθ' ἡμέραν καὶ νηστεύοντα ὑπὲρ ἡμέραν οὐ δεῖ ὅλως οὐδέτερον οὐδ ετέρῳ μέμψιν ἐπάγειν ὅτι ἄμφω εἰς δόξαν κυρίου ποιοῦσιν ὃ ποιοῦσιν καὶ τὰ εφἑξῆς ὅσα περὶ τὴν αὐτὴν ἔννοιαν στρέφεται ἐπὶ τῶν νηστευόντων ὑπὲρ ἡμέραν καὶ ἐσθιοντων καθ' ἡμέραν ἐκληπτέον μόνον οἷον σὺ δὲ τὶ κρίνεις τὸν ἀδελφον σου καὶ ἄρα οὖν ἕκαστος ἡμῶν λόγον δώσει τῷ θεῶ περὶ αυτουͅ εἶτα λαβὼν ἐντεῦθεν ἀφορμὴν καὶ ἀναμνήσας ὅτι κύριον ἔχομεν καὶ τοῦ βήματος αὐτοῦ εἰς παραίνεσιν ἀνάγει τὸν λόγον καθολικὴν τὶ φησὶ τοῦτο ἐκεῖνο λέγω οὕτω δεῖ πρὸς ἀλλήλους διακεῖσθαι ὥστε ἐν μηδενὶ τὸ ὅσον ἐφ' ἡμῖν ἐπάγειν ἀλλήλοις πρόσκομμα ἢ σκάνδαλον τῷ ἀδελφῷ δὲ εἴρηκε καὶ ἐκ τοῦ ὀνοματος δυσωπῆσαι θέλων τὶ φησὶ σκανδαλίζεις ἀδελφος σοὺ ἐστιν μέλος σοὺ ἐστιν ἕνα πατέρα ἔχετε ἕνα δημιουργὸν ἂν οὖν ἀναιρεθῇ ἀφ' ὑμῶν τὰ σκάνδαλα καὶ τὰ προσσκομματα πολλῷ μᾶλλον ἀναιρεθήσεται τὸ κρίνειν καὶ κατάκρινει οὐχὶ μόνον τὸ ἐπὶ τούτῳ κρίνειν καὶ κατακρίνειν ἢ ἐπὶ τούτῳ ἀλλ' ἁπλῶς καὶ καθόλου ἀναιρεθήσεται τὸ κρίνειν ὅλως ἀλλήλους καὶ κατακρίνειν καὶ τότε ἔσται ὡς ἀληθῶς ὅ τε κρινόμενος τρισμακάριστος καὶ ὁ μὴ κρίνων παραπλήσιος ἐν ἀρετῇ καὶ ἁγιοτητι ζώντων ἡμῶν καὶ τοῦ κρίνειν καὶ κρίνεσθαι πᾶσαν ἐκποδὼν ποιησαμένων πρόφασιν ὦ Παύλου φωνῆς ὦ οἰκοδομου θεμέλιος τοῦτο κρίνατε φησὶ τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον ταύτην κρηπῖδα πρώτην καταβάλεσθε ἂν αὕτη ἑδρασθῇ ἐν ὑμῖν ἡ κρηπὶς ῥᾷον τἄλλα ἐποικοδομεῖν ἐστιν
76469rRom.14.6ξδ εὐχαριστεῖ γὰρ τῶι θεῶι καὶ ὁ μὴ ἐσθίων κυρίωι οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῶι θεῶι εἰ οὖν φησι τὸ καίριον γίνεται τὸ διὰ πάντων εὐχαριστεῖσθαι τὸν θεόν τι διαφέρεσθε περὶ τῆς νηστείας οὕτω σφοδρω ὀλίγον γὰρ τὸ μέσον συγκαταβατικῶς μὲν οὕτως λέγει πλήν πως δύναται Χριστῶι εὐχαριστεῖν ὁ μὴ ἐσθίων ὡς γὰρ τοῦ νόμου ἐχόμενος οὐκ ἐσθίει
76569rRom.14.7ξε οὐδεὶς γὰρ ἡμῶν ἑαυτῶι ζῆ καὶ οὐδεὶς ἑαυτῶι ἀποθνήσκει ἔχομεν φησι κύριον ὧι καὶ ζῶμεν εὰν ζῶμεν ὧι καὶ ἀποθνήσκομεν εὰν ἀποθνήσκωμεν εἰ οὖν τῶι κυρίωι διαφέρει ἡμῶν ἡ ζωὴ καὶ ὁ θάνατος αὐτος οἰκονομήσει τὰ καθ' ἡμᾶς καὶ οὐ χρεία κρίνειν τὸν πλησίον ἡ ἐξουθενεῖν
76669rRom.14.8ξϛ εάν τε γὰρ ζῶμεν τῶι κυρίωι ζῶμεν εάν τε ἀποθνήσκωμεν τῶι κυρίωι ἀποθνήσκομεν ζωῆς γὰρ αὐτος καὶ θανάτου μόνος ἔχει τὴν ἐξουσίαν
76769rRom.14.8ξζ εάν τε οὖν ζῶμεν εάν τε ἀποθνήσκωμεν τοῦ κυρίου ἐσμεν τὸν λογισμὸν ἐπήγαγε τοῦ καὶ ζῶντας ἡμᾶς καὶ ἀποθανόντας είναι τοῦ Χριστοῦ πρὸς δὲ τούτοις κἀκεῖνο δείκνυσιν ὅτί φησιν εἰ τοσαύτηι περὶ ἡμᾶς ἐχρήσατο πρόνοια ὡς καὶ σταυρωθῆναι οὐκ ἂν ἡμῶν καταφρονήσει εἰ γὰρ καὶ ἀποθανόντων ἡμῶν προνοεῖ πολλῷ μᾶλλον ζώντων τοῦτο δὲ πρὸς τοὺς κατακρίνοντας λέγει ὅτι φροντισθῶσι παρὰ θεῶι οἱ ἀσθενεῖς τῆι πίστει διὰ τὴν τοσαύτην αὐτοῦ περὶ πάντας πρόνοιαν καὶ τὸν ὀλιγόπιστον δὲ ἐντρέπει τῶν εὐεργεσιῶν ὑπομιμνήσκων τοῦ θεοῦ
76869rRom.14.9ξη εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν ἵνα καὶ νεκρῶν δικαιώματά φησι προαπέθετο τῆς ἡμετέρας δεσποτείας
76969rRom.14.9ξθ καὶ ζώντων κυριεύσῃ τουτέστι ψυχῶν καὶ σωμάτων αἱ μὲν γὰρ εἰσιν ἀθάνατοι τὰ δὲ θνητὰ οὕτως καὶ ὁ ἅγιος Μεθόδιος ἐν τῶι περὶ ἀναστάσεως λόγωι
77069rRom.14.10ο * σὺ δέ τι κρίνεις τὸν ἀδελφόν σου πρὸς τὸν ολογοπιστον πάλιν αὐτω ὁ λόγος
77169rRom.14.10οα ἡ καὶ σύ τι ἐξουθενεῖς τὸν ἀδελφόν σου πρὸς τὸν ἐδραῖον τῆι πίστει ὁ λόγος οὗτος
77269rRom.14.10οβ πάντες γὰρ παραστησόμεθα τῶι βήματι τοῦ Χριστοῦ τῶι ὀνόματι τοῦ ἀδελφοῦ λύει αὐτοῖς τὴν ἔριν
77369vRom.14.11ογ γέγραπται γὰρ ζῶ ἐγὼ λέγει κύριος δοκεῖ μὲν διὰ τῆς παραγωγῆς τῆς προφητείας καταστέλλειν τὸν πιστὸν εἰς τὸ μὴ ἐξουθενεῖν τὸν Ἰουδαΐζοντα πλὴν ὅλον τὸ χωρίον εἶπε κατάσειων τὴν ψυχὴν τοῦ Ἰουδαΐζοντος ἔτι ὧδε μὲν τῆι μνήμη τῆς χρήσεως ἄνω δὲ ταῖς εὐεργεσίαις αὐτοῦ τοῦ Χριστοῦ ἐντρέπων εἰ γὰρ τῶι Χριστῶι φησιν πάντες παραστησόμεθα καὶ αὐτος ἡμᾶς καὶ οὐχ ὁ νόμος τὰς εὐθύνας ἀπαιτήσει τι σὺ ἔχῃ ἔτι τοῦ νόμου καὶ οὐ καθάπαξ ἐπιλαμβάνῃ τοῦ Χριστοῦ
77469vRom.14.11οδ ὅτι ἐμοι κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα τὴν ἁπάντων αὐτῶι δεσποτείαν μαρτυρεῖ
77569vRom.14.11οε ἐξομολογήσεται τῶι θεῶι τὰς οἰκείας ἁμαρτίας ἐξ αὐτοῦ τοῦ συνειδότος ἅτε κριτῆι
776ex69vRom.14.12οϛ Οικου(μενιου) ἄρα οὖν {ἕκαστος περί /ἕκαστος ἡμῶν περί }* ἑαυτοῦ λόγον δώσει τῶι θεῶι εἴρηται περὶ τοῦ θεοῦ καὶ πατρὸς ὅτι αὐτος κρίνει οὐδένα τὴν δὲ κρίσιν δέδωκε τῶι υἱῶι δῆλον οὖν ὡς περὶ τοῦ κριτοῦ εἴρηται τῶι Παύλωι τὸ ἐξομολογήσεται τῶι θεῶι καὶ τὸν λόγον δώσει τῶι θεῶι ἄρα θεὸς ὁ Χριστὸς κἂν οἱ ἀσεβεῖς μὴ βούλωνται
77769vRom.14.13οζ μηκέτι οὖν ἀλλήλους κρίνωμεν ἀλλὰ τοῦτο κρίνατε μᾶλλον πάλιν τοῦ πρώτου ἔχεται λόγου ἵνα {μὴ διά /μὴ δόξηι διά }* φόβον τῆς κρίσεως μνησθῆναι ἀλλὰ διά τινα λόγου ἀκολουθίαν
77869vRom.14.13οη τὸ μὴ τιθέναι πρόσκομμα τῶι ἀδελφῶι ἡ σκάνδαλον τοῦτο καὶ πρὸς τὸν εἰλικρινῆ πιστὸν καὶ τὸν ἔτι ἰουδαΐζοντα ἁρμοζει καὶ γὰρ καὶ ὁ τέλειος ἐσκανδαλίζετο τῆι τῶν βρωμάτων παρατηρήσει τοῦ πλησίον καὶ ὁ τὰ βρώματα παραιτούμενος τῆι σφοδρᾶι ἐπιπλήξει τοῦ εἰλικρινῶς πιστοῦ ώστε μία συμβουλὴ τοὺς δύο διορθοῦται ἀπέχεσθαι τούτων ἃ σκανδάλου πρόφασις τῶ πλησίον γίνεται
77969vRom.14.14οθ οἶδα καὶ πέπεισμαι ἐν κυρίωι Ἰησοῦ ἔτι περὶ τῆς τῶν βρωμάτων παρατηρεσεως ὁ λόγος αὐτω ἐπεὶ οὖν εἶπεν οἶδα καὶ πέπεισμαι ὅτι οὐδὲν κοινὸν ἵνα μὴ εἴπῃ ὁ ἔτι ἰουδαΐζων καί τι εἰ σὺ εἰ πεπεισμένος τοῦ νόμου τὸ ἐναντίον εἰσηγουμένου προστίθησι τὸ ἐν κυρίωι Ἰησοῦ δεικνὺς ὅτι παρ' αὐτοῦ ταῦτα μεμάθηκε καὶ πεπληροφόρηται καὶ οὐκ ἀφ' ἑαυτοῦ λέγει
779Ph69vRom.14.14Φωτ(ιου) * οἶδα καὶ πέπεισμαι Ἐντεῦθεν πάλιν εἰς τὰ περὶ βρωμάτων ἐπάνεισι καὶ παραινεῖ τοὺς δυνατοὺς κατὰ τὴν πίστιν ἀντιλαμβάνεσθαι τῶν ἀσθενῶν καὶ δείκνυσιν ἐξ ὧν λέγει καλὸν μὲν καὶ τὸ ἐν βρώμασιν ἐκεῖνον διακρινόμενον πειρᾶσθαι διορθοῦν ἄμεινον δὲ τὸ ἀδυνατοῦντα ἐν τούτῳ ὑπερορᾶν τὸ ἐλάττωμα καὶ χειραγωγεῖν παντὶ τρόπῳ ἐπὶ τὸ κερδῆσαι καὶ σῶσαι αὐτον
779ex70rRom.14.14Θεοδω(ρητου) * s οὐδέν φησι κοινὸν δι' αὐτοῦ ἵνα γὰρ μὴ λέγωσι σύ τις ὧν ἀντινομοθετεῖς Μωσῇ τὸν Μωσέως δεσπότην εἰς μέσον παράγει διδάσκων ὡς αὐτος τὰς νομικὰς παρατηρήσεις ἔπαυσε καὶ οὐδὲν εἴασε νομίζειν ἀκάθαρτον ἔδεσμα τὸ γὰρ δι' αὐτοῦ τουτέστι διὰ τὴν εὐαγγελικὴν αὐτοῦ νομοθεσίαν
779exb70rRom.14.14 s οὐδὲν κοινὸν δι' ἑαυτοῦ τῆι φύσει τουτέστιν ἀκάθαρτον
779exc70rRom.14.14Σευηρι(ανου) * δι' αὐτοῦ τουτέστι τοῦ θεοῦ
78070rRom.14.14π ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ εἰ μὴ τῶι λογιζομένωι τι κοινὸν είναι ἐκείνωι κοινόν διὰ τήν νυν δοθεῖσάν φησιν χάριν παρ' αὐτοῦ οὐδὲν φύσει κοινὸν ἀλλὰ ποτης προαιρέσεως τοῦ μετιόντος γίνεται κοινὸν ὅθεν καὶ ἐκείνῳ μόνον γίνεται κοινὸν οὐχὶ δὲ καὶ πᾶσιν ἐκείνῳ γάρ φησιν κοινόν
78170rRom.14.15πα εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται ὠνείδιζον γὰρ αὐτοὺς οἱ πιστοὶ ὡς ἰουδαΐζοντας ἔτι καὶ διὰ τοῦτο παρατηρουμένους τὰ βρώματα οὐ βούλεται οὖν αὐτοὺς ἐν τοῖς μὴ πάνυ μεγάλοις πλήττεσθαι σφοδρῶς φοβούμενος μή πως ολιγοθυμήσαντες τέλεον ἀποστῶσι τῆς πίστεως εἰ οὖν καὶ μηδὲν ἐν βρώμασι κοινόν φησιν πλὴν ἀπόσχου τῆς σφοδρᾶς ἐγκλήσεως τοῦ ἀδελφοῦ σου οἰκονομικῶς διὰ τὴν εἰρημένην αἰτίαν
78270rRom.14.15πβ οὐκέτι κατὰ ἀγάπην περιπατεῖς βούλεται γὰρ είναι ἀγάπην εἰδὼς πάντα δι' αὐτῆς κατὰ μέρος κατορθοῦσθαι
78370rRom.14.15πγ μὴ τῶι βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὐ Χριστὸς ἀπέθανε μὴ ἐπειδὴ σὺ πάντα ἐσθίεις πιστὸς ὧν ἐγκαλῶν σφοδρῶς ἐκείνῳ ἐκβάλῃς αὐτον τέλεον τῆς πίστεως καὶ γὰρ καὶ ὑπὲρ αὐτοῦ ὁ Χριστὸς ἀπέθανεν ὅθεν ὀφείλεις οἰκονομικῶς συγκαταβαίνειν αὐτω
783ex70rRom.14.15Οικου(μενιου) * ὦ δὲ συμβουλεύει καὶ τοὺς πιστοὺς ἀπέχεσθαι βροματων διὰ τὴν τῶν ὀλιγοπίστων συγκατάβασιν ὅπερ καὶ παριὼν λέγει
78470rRom.14.16πδ μὴ βλασφημείσθω οὖν ὑμῶν ἐγκαλῶν γὰρ καὶ ἀεὶ φιλονεικῶν πρὸς αὐτον διὰ τὴν τήρησιν τῶν βρωμάτων οὐ μόνον αὐτον φιλονεικότερον ποιεῖς ἀλλὰ καὶ πρόφασιν δίδως τοῖς ἔξωθεν βλασφημεῖν ἡμῶν τὴν πίστιν διὰ τὰς τοιαύτας μάχας
78570rRom.14.16πε τὸ ἀγαθον ἡ πίστις
785ex70rRom.14.16Οικου(μενιου) * καλῶς μὲν διδάσκεις ἂλλ ἡ μάχη αἰτία βλασφημίας γίνεται
785Ph70rRom.14.16Φωτ(ιου) * με βλασφημείσθω ἀγαθὸν μὲν γὰρ τὸ διὰ τὸ ἐστηριγμένον εἶναι τῇ πίστει μὴ διακρίνεσθαι ἐν τοῖς βρώμασιν ἐρίζοντες δὲ καὶ διαφιλονεικοῦντες σφόδρα πρὸς τοὺς διακρινομένους ποιεῖτε τὸ ἀγαθὸν ὑμῶν βλασφημεῖσθαι ἐλεγχομενοι γὰρ ἐκεῖνοι συνελαύνονται λέγειν πρὸς ὑμᾶς ὡς οὐ διὰ πίστιν τοῦτο ποιεῖτε ἀλλὰ τὴν γαστέρα θεραπεύοντες εἰ οὖν καὶ μὴ δι' ἄλλο τι ἐχρῆν τῆς περὶ τοῦτο ἔριδος ἀποσχέσθαι ἀλλ' οὖν καὶ αὐτὸ τοῦτο τὸ μὴ βλασφημεῖσθαι τὸ ἀγαθὸν ὑμῶν ἱκανον ἐστιν εἰς τὸ πεῖσαι ὑμᾶς τὴν ἔριν εἰς ἀγάπην καὶ ὁμονοιαν διαλῦσαι οὐ γὰρ ἐστι τούτῳ παρορᾶν τὰ τῆς πίστεως ἀλλὰ τιμᾶν ἐν τῷ τὰς κατ' αὐτῆς κωλύειν βλασφημίας εἰκὸς δὲ καὶ τῶν ἔξω τινὰς τὰς ἔριδας διακούοντας ἐπιγελᾶν καὶ τὰ τῶν Χριστιανῶν χλευάζειν καὶ βλασφημεῖν δι' ἃ πάντα ἄμεινον ἦν ἀντὶ τοῦ ἐρίζειν περὶ τὰ μὴ καίρια ὁμονοοῦντας περὶ τὰ καίρια καὶ τῇ ἀγάπῃ συνηρμοσμένους πᾶσαν διαβολῆς καὶ βλασφημίας πρόφασιν ἐκκοπτειν ταῦτα γὰρ ἐστι τὰ εἰσάγοντα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ἡ ἐν πίστει εἰρήνῃ καὶ ἡ ἐν ἁγίῳ πνεύματι χαρὰ καὶ ἡ δικαιοσύνη
78670vRom.14.17πϛ οὐ γὰρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις παῦσαι βούλεται ἐκείνους τῶν ἐγκλήσεων οὐ γὰρ διὰ βρώσεως ἡ πόσεως φησιν ἔχομεν εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ
786Ph70vRom.14.17Φωτ(ιου) * οὐ γὰρ ἐστι ἡ βασιλεία Εἰπὼν οὐ γὰρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις δείκνυσι τὴν περὶ τὰ βρώματα αὐτῶν ἔριν σφοδροτάτην οὖσαν καὶ πέρα τοῦ μέτρου καὶ αἰνίττεται ὡς εἰ ἦν βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις οὐκ ἂν πλέον διηγωνίσασθε ἂν ἅμα δὲ καὶ ἐντρεπτικῶς ὅτι εἰ ὑπὲρ τούτων οὕτω ποιεῖτε τὶ χρὴ πράττειν ὑπὲρ δικαιοσύνης καὶ εἰρήνης καὶ τῆς πνευματικῆς χαρᾶς
78770vRom.14.17πζ ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίωι ποία οὖν ἐστι τὰ εἰσάγοντα εἰς τὴν βασιλείαν δικαιοσύνη εἰρήνη χαρὰ τουτέστιν ὁ ἐνάρετος βίος ἡ πρὸς τὸν ἀδελφον εἰρήνη ἡ ἐκ τῆς ὁμονοίας χαρὰ ἐπειδὴ δὲ ἑνὶ εἰρήνη καὶ χαρὰ καὶ ἐπὶ αἰσχροῖς προστίθησι τὸ ἐν πνεύματι ἁγίωι ὡς εἰ εἶπεν ταύτην λέγω τὴν εἰρήνην καὶ χαρὰν τὴν ἐν πνεύματι ἁγίωι γινομένην τουτέστι διὰ τοῦ ἁγίου πνεύματος εἰσηγουμένην
787Ph70vRom.14.17Φωτ(ιου) * Ὁ γὰρ ἐν τούτοις δουλεύων οὕτω πράττων αὐτὰ ὡς χρεωστῶν ὡς ὀφειλέτης μετὰ φοβοῦ καὶ μετὰ συντριμμοῦ ὡς πιστὸς δοῦλος θεοῦ ὁ γὰρ φυσιούμενος καὶ ἀλαζονευομενος ἐν τούτοις οὔτε δουλεύει θεῷ οὔτε εὐάρεστος αὐτῷ ἐστιν
78870vRom.14.18πη ὁ γὰρ ἐν τούτοις δουλεύων τῶι Χριστῶι εὐάρετος τῶι θεῶι ἑνὶ καὶ ἀπὸ κενοδοξίας ἐγκαλεῖν καὶ οὐ διὰ φόβον ἡ δι' ἀγάπην θεοῦ διὸ ἐπάγει ὁ γὰρ ἐν τούτοις δουλεύων τῶι Χριστῶι ὃ ἐστιν ἐν δικαιοσύνηι καὶ χαρᾶι καὶ εἰρήνηι πνευματικῆι
78970vRom.14.18πθ καὶ δόκιμος τοῖς ἀνθρώποις καὶ γὰρ οἱ ἄνθρωποί σε θαυμάσουσιν ὁρῶντες εἰρήνην ἔχοντα καὶ χαρὰν καὶ δικαιοσύνην ἤπερ διὰ τὰ βρώματα
79070vRom.14.19ϟ ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους ἐπεὶ οὖν ταῦτα ἀνωμολόγηταί φησι καὶ ὅτι καλὸν δέδεικται ἡ εἰρήνην ταύτην φησι μετερχώμεθα δι' ἧς ἔσται καὶ ἡ πάντων οἰκοδομή
79170vRom.14.20ϟα μὴ ἕνεκεν βρώματος κατάλυε οὐ μόνον φησι οὐκ οἰκοδομεῖς ἐγκαλῶν ἀεὶ διὰ τὰ βρώματα ἀλλὰ καὶ ἦν ἔχει πίστιν καταλύεις φιλονεικοτέρους αὐτοὺς ποιῶν καὶ ἀποστῆναι τέλεον τῆς πίστεως παροξύνων
792ex70vRom.14.20ϟβ Οικου(μενιου) τὸ ἔργον τοῦ θεοῦ ὁ θεός φησι διὰ σταυροῦ ᾠκοδόμησε σὺ δὲ τὴν οἰκοδομὴν καταλύεις αὐτοῦ
79370vRom.14.20ϟγ πάντα μὲν καθαρά ἵνα μὴ τῆι πολλῆι τῶν ὑγιαινόντων ἐπιπλήξει βεβαιώσῃ τῶ ἀσθενεῖ τὸ παρατηρεῖσθαι τὰ βρώματα καὶ εἰς αὐτον χωρεῖ λοιπόν
79470vRom.14.20ϟδ ἀλλὰ κακὸν τῶι ἀνθρώπωι τῶι διὰ προσκόμματος ἐσθίοντι τῶι μετὰ κακοῦ φησι συνειδότος ἐσθίοντι καὶ γὰρ εἰ ἀναγκασθεὶς φάγῃς φησιν οὐδὲν ὠφέλησας μετὰ γὰρ διακρίσεως βέβρωκας οὐ γὰρ τὸ φαγεῖν ποιεισε καθαρὸν ἂλλ ἡ γνώμη μεθ' ἧς ἐσθίεις
79571rRom.14.21ϟε καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον ἐνταῦθα οὐ μόνον τῶι πιστῶι παραινεῖ μὴ σφόρδα καθάπτεσθαι τοῦ ἀσθενοῦντος ἀλλὰ καὶ συγκαταβῆναι αὐτῶι καὶ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον κἂν ὰλλ ὅτι δέοι παραιτῆσαι διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ σου μεγίστην γὰρ ἔχει συγκαταβάσεως ἀφορμὴν ἡ ἀσθένεια
79671rRom.14.21ϟϛ μηδὲ ἐν ὧι ὁ ἀδελφός σου προσκόπτει ἡ σκανδαλίζεται ἡ ἀσθενεῖ ὅρα πως ἐν τῶι πρὸς τὸν πιστὸν λόγωι τῶν ὀλιγοπίστων καθάπτεται προσκόπτειν γὰρ εἶπεν ὅπερ τυφλωττόντων ἴδιον σκανδαλίζεται ὅπερ εὐσκανδαλίστων ἀσθενεῖ ὅπερ ὀλιγοπίστων
79771rRom.14.22ϟζ σὺ πίστιν ἔχεις κατὰ σεαυτὸν ἔχε πίστιν ἐνταῦθα τὴν περὶ τῶν προκειμένων λέγει οἷον βρωμάτων ὡς ἥγε περὶ δογμάτων ὁμολογεῖσθαι πᾶσιν οφελει ἐνταῦθα δὲ καὶ κενοδοξεῖν αἰνίττεται τὸν τέλειον τέλειος εἰ φησιν καὶ ἀπηρτισμένος τι πομπεύεις τὴν ἀρετὴν ἴστω ὁ θεὸς τὸ πρᾶγμα
79871rRom.14.22ϟη μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ὧι δοκιμάζει τουτέστιν ἐν ὧι ἂν δοκιμάσῃ πράγματι τοιῶσδε ἡ τοιῶσδε οἷον φαγει τόδε ἡ μὴ φαγεῖν πως δὲ ἔσται τοῦτο ἀπὸ καθαρὸ συνειδότος ἐπειδὴ γὰρ εἶπεν κατὰ σεαυτὸν ἔχε τὴν πίστιν φησιν ὅτι κἂν πάντες σε μέμφωνται οἰκονομικῶς τι ποιοῦντα ἡ διὰ σωτηρίαν τοῦ ἀδελφοῦ τὸ δὲ σὸν συνειδὸς οὐ κατακρινεισε μακάριος εἰ ἐκ δὴ τούτων τὸν ἀσθενῆ πλήττει εἰ γὰρ ἐκ τοῦ συνειδότος ὁ στέφανος καὶ ὁ μακαρισμὸς τῶι πιστῶι δηλονότι καὶ ἡ κατάκρισις μὴ οὖν κατὰ διάκρισιν ἔσθιε διὰ τὴν ἀνάγκην φησιν
798Ph71rRom.14.22Φωτ(ιου) * μακάριος ὁ μὴ κρίνων Ἀντιπίπτον λύει τὶ οὖν φησὶν ἂν διὰ τὸν ἀσθενῆ μηδ' ἐγὼ φάγω οὐ παραβάλλομαι αὐτῷ οὐ γίνομαι αὐτῷ ὅμοιος πρὸς οὖν τοῦτο μονονουχὶ λέγει ὅτι μὴ γένοιτο ἡ γὰρ πίστις σου ἡ ἐνώπιον τοῦ θεοῦ καθαρὰ καὶ ἀκίβδηλος μένει εἶτα τὶ δὲ λέγω ὅτι οὐδὲν παραβλάπτῃ ἐκ τούτου καὶ ὅτι ἡ πίστις σου μένει ἐνώπιον τοῦ θεοῦ καὶ μακαρισμὸν προξενεῖς σεαυτῷ ἐὰν διὰ τὴν ὠφέλειαν καὶ σωτηρίαν τοῦ ἀδελφοῦ οὐ τρώγῃς μακάριος γὰρ φησὶν ὁ μὴ κατακρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει τοῦτ' ἔστιν ὁ ἔχων τὸ συνειδὸς αὐτοῦ μαρτυροῦν αὐτῷ οὐκ ἐν τούτῳ μόνον ἐν ᾧ διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ ἀπέχεται βρωμάτων ἀλλὰ καὶ ἁπλῶς ἐν παντὶ πράγματι ὃ ἂν διὰ δοκιμῆς ἀκριβοῦς κατανοήσῃ ὅτι ἀγαθον ἐστιν ἔπειτα πράττῃ αὐτὸ τὴν συνείδησιν ἔχων μαρτυροῦσαν μακάριος ἐστιν ὁ τοιοῦτος τοσοῦτον ἀπέχει τοῦ λαβήν τινα ἕνεκα τούτου δέξασθαι
79971rRom.14.23ϟθ ὁ δὲ διακρινόμενος εὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως πᾶν δὲ ὁ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστιν τοῦτο πάλιν πρὸς τὸν ὑγιαίνοντα τι γὰρ αὐτον ἐκβιάζῃ φαγεῖν ουπως ἐστηριγμένον οὐκ οἶδας ὅτι ὁ διακρινόμενος εὰν φάγῃ κατακέκριται ὅτι μὴ ἐκ πίστεως ἐσθίει ἂλλ ἐξ ἀνάγκης ἡ αἰδοῦς οὔτε γὰρ ἐπίστευσεν αὐτο καθαρὸν είναι καὶ οὕτως ἔφαγε τι οὖν αὐτῶι πρόφασις γίνῃ κατακρίσεως εἶτα λοιπὸν κατὰ ἀποφασιν λέγει ὅτι πᾶν ὁ ἄν τις ποιῇ οὐκ ἐκ πίστεως ἁμαρτάνει
80071vRom.16.24ρ τῶι δὲ δυναμένωι ὑμᾶς τὸ ὑπερβατον τῶι δεδυναμενωι ὑμᾶς στηρίξαι δόξα εἰς τοὺς αἰῶνας ἀμήν
80171vRom.16.24α στηρίξαι λοιπὸν επευχαται τοῖς ἀσθενέσιν ευχεις γὰρ εἶχον χρείαν μᾶλλον ἡ συμβουλῆς εἰπὼν δὲ στηρίξαι δηλοῖ ὅτι σαλεύονται εἶτα ἐπάγει καὶ τὸν τρόπον τοῦ στηριγμοῦ κατὰ τὸ εὐαγγέλιόν μου φησιν
801ex71vRom.16.24Οικουμενιου * ἵνα οὕτως ζῶσι φησιν ὡς τὸ εὐαγγέλιον διαγορεύει
80271vRom.16.24β κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου ὁ Χριστὸς αυτὰ ἐκήρυξέ φησιν οὐκοῦν οὐκ ἀνθρώπων οἱ νόμο τοῦ εὐαγγελίου ἂλλ αὐτοῦ τοῦ Χριστοῦ τὸ ἀξιοπιστον δὲ αὐτῶν δείκνυσιν ἀπό τε τοῦ κηρύγματος καὶ τοῦ ὀνόματος εὐαγγέλιον γὰρ λέγεται ποῖον δὲ τὸ κήρυγμα τοῦ Χριστοῦ αὐτος ὁ Χριστός
80371vRom.16.25γ φανερωθέντος δέ νυν τοῦ δοθέντος φησι κατὰ ἀποκάλυψιν μυστηρίου ποίου τοῦ σεσιγημένου μὲν ἐν τοῖς προλαβοῦσι αἰωνίοις χρόνοις ὃ ἐστι πολλοῖς φανερωθέντος δέ νυν
803ex71vRom.16.25* σημαίνει τὸ είναι αὐτο πολλῆς τιμῆς δῶρον οὐ μόνον ἐκ τοῦ κηρύξαντος Χριστοῦ καὶ ἐκ τοῦ λέγεσθαι εὐαγγέλιον ἀλλὰ καὶ ἐκ τοῦ νυν ἡμῖν κατὰ δωρεὰν φανερωθῆναι εἰ καὶ ἦν προαιώνιον ἐξ ἀρχῆς γὰρ ἦν ὁ υἱος ἀλλά νυν ἐγνώσθη ἀγνοούμενος τὸ πρίν
803Pha71vRom.16.25Φωτ(ιου) * καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ Τὶ ἐστι τὸ κήρυγμα τοῦ Ἰησοῦ ἵνα γινώσκωσίν σε φησὶ καὶ ὃν ἀπέστειλας Ἰησοῦν ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα ἐγὼ καὶ ὁ πατὴρ ἓν {ἐσμεν καί /ἐσμεν καὶ ὡς ὁ Πέτρος φησὶν ὅτι αὐτος ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος καὶ ὅτι τὴν κρίσιν πᾶσαν ὁ υἱὸς ἔχει καί }* πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη
803Phb71vRom.16.25* Τὶς δὲ ἐστιν οὗτος ὁ Ἰησοῦς Χριστὸς ὁ ἐξ ἀρχῆς μὲν συνὼν τῷ πατρὶ φανερωθεὶς δὲ νῦν πῶς φανερωθεὶς τοῦ μυστηρίου φησὶν ἀποκαλυφθέντος ἐν χρόνοις γὰρ αἰωνίοις τοῦτο σεσιγημένον ὑπῆρχε μόνῳ τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ πνεύματι γινωσκόμενον νῦν δὲ τοῦ μυστηρίου ἀποκαλυφθέντος εἰς πάντα τὰ ἔθνη ἐφανερώθη ὁ Χριστὸς υἱὸς ὢν τοῦ θεοῦ καὶ θεὸς ὁμοούσιος ἀλλὰ πῶς ἐφανερώθη διὰ τῶν προφητῶν διὰ τῶν γραφῶν αὐτῶν καὶ πόθεν οὗτοι ἐλάλησαν καὶ ἔγραψαν ἐπιτάττοντος καὶ ἐμπνέοντος αὐτοῖς τοῦ παναγίου πνεύματος τοῦτο γὰρ αἰώνιον θεὸν καλεῖ τοῦτ' ἔστιν ἄχρονον τὶ οὖν τὸ ἔργον τῶν προφητικῶν γραφῶν ἃς διὰ τοῦ πνεύματος ἐλάλησαν γνωρισθῆναι τὸν Χριστὸν πᾶσιν ἔθνεσιν πῶς ὑπακουσάντων αὐτῶν τῇ πίστει διὰ τῶν εὐαγγελισαμένων αὐτοῖς ταύτην ὧν τὸ πλεῖστον μέρος ὁ τοῦ Παύλου δρόμος καὶ τὸ εὐαγγέλιον ἤνυσεν ἔχεις οὖν κἀνταῦθα τὴν τριάδα συναπτομένην διὰ μὲν τοῦ σοφῷ θεῷ τὸν πατέρα διὰ δὲ τοῦ Ἰησοῦ Χριστοῦ δηλονότι τὸν υἱον διὰ δὲ τοῦ κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ τοὺς προφήτας προφητεῦσαι τὸ ἅγιον πνεῦμα καὶ ὅρα τῆς ὡς ἀληθῶς ὑψηλῆς καὶ οὐρανοδρομου διανοίας Παύλου τὸ ὀξυωπὲς ἐπεὶ γὰρ ὡς ἐπίπαν τὸ μὲν σοφὸν εἶναι τὸ πνεῦμα οὐ προσίσταταί τισιν τὸ δὲ ἄχρονον εἶναι προσίσταται τοῖς πολλοῖς ἤμειψε ταῦτα καὶ τὸ μὲν ὃ προὔστη ἄν τισιν εἰ μὴ Παῦλος ἐβοα τίθησιν ἐπὶ τοῦ πνεύματος αἰώνιον θεὸν καλῶν τὸ δὲ ὃ καὶ μὴ μαρτυροῦντος εὔληπτον νομίζειν ἐπὶ τοῦ {πνεύματος /πατρός }* τοῦτο τίθησι μηδὲν δεδιὼς ἐπὶ τοῦ πατρὸς σοφὸν ἀποκαλῶν οὐ γὰρ ἐδεδίει μή τις ἀφαιρήσῃ τῶν πολλῶν ἢ τὸ σοφὸν ἀπὸ τοῦ πνεύματος ἢ τὸ αἰώνιον ἀπὸ τοῦ πατρὸς τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ υἱοῦ τὸ γὰρ χρόνοις αἰωνίοις καὶ τὸ φανερωθέντος τὸ ἄχρονον κηρύσσει τοῦ υἱοῦ περὶ ὃ προσκόπτειν ἔμελλον τινες τοῦτο προθεραπεύων ὥσπερ οὖν ῥηθέντος τοῦ υἱοῦ καὶ τοῦ πνεύματος αἰωνίου καὶ τὸν πατέρα αἰώνιον ἡ ἀκολουθία δίδωσι νοεῖν οὕτω σοφοῦ ῥηθέντος τοῦ πατρὸς καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα εἰκοτως ἐν ἀρρήτῳ καὶ θεοπρεπεῖ σοφίᾳ νοηθεῖεν ἂν καὶ οὔτε τὸ αἰώνιον τοῦ πατρὸς ἀφαιρεθείη οὔτε τὸ σοφὸν τοῦ πνεύματος ἢ τοῦ υἱοῦ ἀποστερηθείη καὶ τὸ εἰπεῖν δὲ τὸν θεῖον Παῦλον ἐπὶ τοῦ πατρὸς ἐνταῦθα σοφῷ συνάψαντα τῶ μόνῳ τῆς ὡς ἀληθῶς ἦν τοῦ πνεύματος σοφίας καὶ τῆς ἐκεῖθεν χορηγουμένης Παύλῳ διανοίας ἐν τούτῳ γὰρ τέθεικεν τὸ μόνῳ ἐν ᾧ πᾶσὶν ἐστι ἀναμφίβολον καὶ τοῖς λίαν φιλονείκοις ὅτι ὁ υἱὸς καὶ τὸ πνεῦμα οὐκ ἀπεστέρηται τούτου τὶ τοῦτο ποιήσας ἵνα καὶ ἐν οἷς ἂν ἑτέροις θεοπρεπέσι νοήμασι καὶ ὀνομασι τὸ μόνον ἐπισυναπτομενον ἀκούσῃς μὴ πρὸς ἀντιδιαστολὴν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὴν φωνὴν ἐκλάβοις ἀλλὰ πρὸς ἀντιδιαστολὴν μὲν τῶν ἄλλων ἁπάντων ἕνωσιν δὲ καὶ συνάφειαν τῆς μοναρχικῆς τριάδος ὁ γὰρ ἐνταῦθα τοῦτο νοεῖν φανερῶς ὑποτιθεὶς καὶ ἐπὶ τῶν παραπλησίων τὴν αὐτὴν ὑποληψιν ἔχειν διακελεύεται ἤκουσας σοφὸν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα συνεξάκουσον σοφὸν αἰώνιον εἶπον τὸν υἱὸν ἢ τὸ πνεῦμα καὶ τὸν πατέρα οὕτω μοι νοησον βασιλέα εἶπον τὸν πατέρα δυνατὸν ἐξουσιαστὴν καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα οὕτω δοξάζειν σε χρὴ μόνον εἶπον καλῶς ἵνα τῇ μοναδικῇ τριάδι συντηρήσω τὸ ἐξαίρετον οὐχ ἵνα σχίσας αὐτὴν ἀφαιρήσω τὸ ἀξίωμα μόνον ὅταν συνάψω τἄλλα πάντα διαστέλλω ἐκείνην δὲ μᾶλλον διὰ τοῦ μόνον ἑνοποιῶ τῆς φυσικῆς σχέσεως οὐ μερίζων τὸ ἀδιάστατον ἀλλὰ συσφίγγων ταῖς τῶν ἀκροατῶν διανοίαις τὴν ἑνοτητα
80472rRom.16.25δ διά τε γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αιωνου θεοῦ πως δέ φησιν ἐφανερώθη διὰ γραφῶν προφητικῶν οὕτως τοῦ πατρὸς ἐπιτάξαντος γενέσθαι ταύτῃ δὲ τὸν ἄπιστον εἰς πίστιν προτρέπεται τι γὰρ φοβῇ εἰλικρινῶς αὐτῶι πιστεῦσαι οἱ προφῆται εἶπον ὁ θεὸς ἐνετείλατο
80572rRom.16.25ε εἰς υποακοην πίστεως ὑπακοῆς γὰρ χρείαν ἔχει ἡ πίστις οὐχὶ περιεργίαν μὴ τοίνυν περιεργάζῃ διά τι νυν ἐφανερώθη καὶ διά τι πάλαι ἐσιγᾶτο
80672rRom.16.25ϛ εἰς πάντα τὰ ἔθνη γνωρισθέντος μὴ φοβοῦ φησιν οὐ σὺ μόνον πιστεύεις ἀλλὰ πᾶσα ἡ οἰκουμένη
80772rRom.16.26ζ μόνωι σοφῶι θεῶι πρὸς ἀντιδιατολην τῶν ψευδων ὑμῶν θεῶν οὐ τοῦ Χριστοῦ ἡ τοῦ πνεύματος μὴ γένοιτο
80872rRom.16.26η διὰ Ἰησοῦ Χριστοῦ ὧι ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν γνωρισθέντος ἐν τοῖς ἔθνεσι διὰ Ἰησοῦ Χριστοῦ ὡς καὶ κηρύξαντος λοιπὸν διὰ μέσου τὸ μόνωι σοφῶι θεῶι ἡ δόξα
808ex72rRom.16.26Οικου(μενιου) * ἡ οὕτως τῶι δὲ δυναμένῳ ὑμᾶς στηρίξαι μόνωι σοφῶι θεῶι στηρίξαι δέ πως διὰ Ἰησοῦ Χριστοῦ δόξα φησιν εἰς τοὺς αἰῶνας
808exb72rRom.16.26* s τὸ ὦ ἡ δόξα πρὸς τὰ τρία ἀκουστέον πρὸς τὸ τῶι δὲ δυναμένῳ ἡμᾶς στηρίξαι μόνωι σοφῶι θεῶι καὶ πρὸς τὸ κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ καὶ πρὸς τὸ διὰ Ἰησοῦ Χριστοῦ τῆς τριάδος γὰρ διὰ τούτων δηλουμένης καὶ τῆι τριάδι τὴν δόξαν ἀνήνεγκεν
80972rRom.15.1θ ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν πρὸς τοὺς ὑγιαίνοντας τρέπει τὸν λόγον διδάσκων δεῖν συγκαταβαίνειν τοῖς ἀσθενέσι χρεωστοῦμεν γὰρ τοῦτό φησιν ὅρα δέ πως εὐτελίζει τοὺς ἀσθενεῖς περὶ μὲν γὰρ τῶν ἄλλων φησιν οἱ δυνατοὶ περὶ τούτων δὲ τὰ ἀσθενήματα καὶ τῶν ἀδυνάτων καὶ τὸ βαστάζειν
81072vRom.15.1ι καὶ μὴ ἑαυτοῖς ἀρέσκειν ἀλλὰ τῶι πλησίον διὰ τῆς συγκαταβάσεως
81172vRom.15.2ια ἕκαστος ἡμῶν τῶ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθον πρὸς οἰκοδομήν δυνατὸς εἰ καὶ πιστὸς λαβέτω σου πεῖραν ὁ ἀσθενὴς διὰ συγκαταβάσεως δεῖ γὰρ ἕκαστον ἡμῶν τῶι πλησίον ἀρέσκειν ἂλλ ἐπειδὴ ἑνὶ ἀρέσκειν καὶ ἐπὶ κακῶι προσέθηκεν εἰς τὸ ἀγαθον πρὸς οἰκοδομὴν τοῦτο γὰρ ποιῶν οἰκοδομήσεις αὐτον καὶ διορθώσεις
81272vRom.15.3ιβ καὶ γὰρ ὁ Χριστὸς ὁ οὐχ ἑαυτῶι ἤρεσεν ἀλλὰ καθὼς γέγραπται εἰ ἠθέλησε φησιν ὁ Χριστὸς τὸ ἑαυτοῦ σκοπεῖν οὐκ ἂν ἔπαθεν εξην γὰρ αὐτῶι μηδὲ ὑβρισθῆναι ὰλλ οὐχ ἑαυτῶι ἤρεσεν οὐ δὲ τοῦ ἰδίου ἐφρόντισεν ἀλλὰ τοῦ ἡμέτερο συμφέροντος
812ex72vRom.15.3Ιω(αννου) * s καὶ γὰρ ὁ Χριστὸς ὁ οὐχ ἑαυτῶι ἤρεσεν ἀλλὰ καθὼς γέγραπται εξην αὐτῶι μὴ ὀνειδισθῆναι μὴ παθεῖν ἅπερ ἔπαθεν εἰ γε τὸ ἑαυτοῦ ἐσκόπησεν ἀλλὰ τὸ ἡμῶν σκοπήσας τὸ ἑαυτοῦ παρεῖδε καὶ ὑβρίσθη καὶ πονηρὰν παρὰ πολλοῖς ἔλαβε δόξαν
81372vRom.15.3ιγ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμε οὐδέν φησι ξένον γέγονεν ἂλλ οἱ ἐν τῆι παλαιᾶι ὀνειδίσαντες καὶ ὑβρίσαντές σε θεὲ πάτερ οὗτοι καὶ κατὰ τοῦ υἱοῦ σου ἐμοῦ ἦλθον
81472vRom.15.4ιδ ὅσα γὰρ προεγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη ταῦτά φησι πρὸς ἡμετέραν διδασκαλίαν γέγραπται ἵνα μὴ μιμώμεθα
81572vRom.15.4ιε ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γαρφῶν τὴν ἐλπίδα ἔχωμεν ἵνα φησι παρακαλούμενοι ὑπο τῶν γραφῶν καὶ διὰ τῆς ἐκεῖ γεγραμμένης ὑπομονῆς νευρούμενοι μένωμεν εἰς τὴν ἐλπίδα τοῦ θεοῦ ἡ γὰρ ὑπομονὴ τῆς ἐλπίδος ἐστι κατάσκευαστικη καὶ ἡ ἐλπὶς πάλιν τῆς ὑπομονῆς
81673rRom.15.5ιϛ ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δώιη ὑμῖν τὸ αὐτο φρονεῖν ἐν ἀλλήλοις δείκνυσιν ὅτι μετὰ τῶν γραφῶν καὶ τῆς ἐξ αὐτῶν διδασκαλίας καὶ παρακλήσεως καὶ εὐχῶν χρεία πρὸς τὸ ἐπισπάσασθαι τὴν τοῦ θεοῦ βοήθειαν
81773rRom.15.5ιζ κατὰ Χριστὸν Ἰησοῦν ἀγάπην αὐτοῖς ἐπεύχεται ἂλλ ἐπειδὴ ἑνὶ καὶ ἐπὶ κακῶι ἀγάπη διαιρῶν ἐκείνης ταύτην ἐπάγει κατὰ Χριστὸν Ἰησοῦν
81873rRom.15.6ιη ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τι δὲ ὄφελος τοῦ ἀγάπην ἔχειν καὶ τὸ αὐτο φρονεῖν μετ' ἀλλήλων αἴτιον φησι γίνεται τοῦ πάντας ὁμοθυμαδὸν μιᾶι ψυχῆι δοξάζειν τὸν θεόν
81973rRom.15.7ιθ διὸ προσλαμβάνεσθε ἀλλήλους ἐπειδὴ ταῦτα οὕτως ἔχει φησι προσλαμβάνεσθε ἀλλήλους τουτέστι καταλλάσσεσθε ἑαυτοῖς καὶ πάλιν ἐν ὑποδείγματι τὸ Χριστὸν φέρει τοῦτο δὲ ποιοῦντες τὸν θεὸν δοξάσετε διὰ τῆς ἀγάπης
82073rRom.15.7κ καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν θεοῦ τὸ ὑπερβατον προσλαμβάνεσθε ἀλλήλους εἰς δόξαν θεοῦ
82173vRom.15.8κα λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς τοῖς ἰουδαΐζουσιν ἐγκαλεὶ καί φησιν ὁ Χριστὸς ἐλθὼν συνέπραξε τῶι πατρὶ εἰς τὸ τὰς παρ' αὐτοῦ δοθείσας τοῖς ἀμφὶ τὸν Ἀβραὰμ ἐπαγγελίας εἰς πέρας ἐλθεῖν συνέπραξε δὲ τὸν νόμον ἅπαντα πληρώσας καὶ περιτμηθεὶς τοῦτο γὰρ λέγει περιτομῆς ἵνα καὶ ταύτῃ βεβαιώσῃ καὶ πληρώσῃ τὸν νόμον
821Ph73vRom.15.8Φωτ(ιου) * Λέγω γὰρ Χριστὸν Ἰησοῦν οἷον πῶς προσελάβετο ὑμᾶς ὁ Χριστὸς οὕτω λέγω φησὶν τοὺς μὲν Ἰουδαίους περιτμηθεὶς καὶ χρηματίσας κατὰ σάρκα ἐκ τοῦ σπέρματος αὐτῶν ἐξ οὗ ἀληθεῦσαί τε συνήργησε τὸν πατέρα καὶ τὰς ἐπαγγελίας ἐκπληρῶσαι ἵνα γὰρ μήτις εἴπῃ καὶ τὶς χρεία τοῦ προσληφθῆναι τοὺς Ἰουδαίους πάλαι τῷ πατρὶ προσῳκειωμένους ὄντας καὶ ἐπαγγελίας ἐκδεχομένους ἃς οὐχ οἷον τε ἦν μὴ ἐκβῆναι ἐπεὶ παναληθὴς ὁ ὑποσχομενος ταῦτα φησὶν ὅτι κἂν προελήφθησαν οἱ Ἰουδαῖοι κἂν ἐπαγγελίας ἐδέξαντο εἰ μὴ προσελάβετο αὐτοὺς ὁ υἱὸς σαρκωθεὶς καὶ περιτμηθεὶς οὔτε τῶν ἐπαγγελιῶν ἠξιώθησαν ἂν ἑαυτοὺς τῶν ἐντολῶν παραβάτας ἀπεργασάμενοι οὒτ' ἂν τὸ περὶ τὴν ἀλήθειαν ἄτρεπτον καὶ ἀμετάβλητον τοῦ πατρὸς εἰς συμφέρον αὐτοῖς ἐχρημάτιζε διὰ τῆς παραβάσεως παρεμποδίζουσι ταύτην ἀποβῆναι διὸ προσλαβόμενος αὐτοὺς καὶ περιτμηθεὶς καὶ τῇ τοῦ πατρὸς ἀληθείᾳ συνέπραξεν καὶ τὰς ἐπαγγελίας τελεσθῆναι καὶ βεβαιωθῆναι συνήργησεν ἀλλὰ τοὺς μὲν Ἰουδαίους οὕτω τε καὶ διὰ ταῦτα τὰ δὲ ἔθνη φησὶ διὰ τὶ προσελάβετο δι' ἄφατον ἔλεος καὶ τοῦ δοξασθῆναι μᾶλλον τὸν πατέρα εἰ γὰρ τὸ τὰς ἐπαγγελίας ἐκπληρῶσαι καὶ μὴ δόξα τισὶ διαψεύσασθαι τὸν πατέρα εἰς δόξαν αὐτοῦ συνετέλει τὸ μηδ' ὑποσχέσθαι μηδ' ἐπαγγείλασθαι ἀλλ' οὕτως ἀθροον χαρίσασθαι τὰ ὑπερφυῆ καὶ μεγάλα καὶ ἀνέλπιστα πῶς οὐχὶ εἰς ἄφατον δόξαν τοῦ πατρὸς συντελέσει
821ex73vRom.15.8 s ἑνὶ καὶ οὕτως νοῆσαι διάκονος γέγονεν ὁ Χριστὸς τῶν Ἰουδαίων τουτέστιν ὑπὲρ τοῦ τοὺς Ἰουδαίους ἐντὸς γενέσθαι τῶν ἐπαγγελιῶν ἵνα καὶ ὁ ταύτας ἐπαγγειλάμενος πατὴρ ἀληθεύσῃ
82273vRom.15.8κβ ὑπὲρ αληθεαις θεοῦ ὑπὲρ τοῦ ἀληθεῦσαί φησι τὸν ἐπαγγειλάμενον πατέρα
822Ph73vRom.15.8Φωτ(ιου) * ∆ιάκονον γεγενῆσθαι ὁ Χριστὸς μόνος ἐπλήρωσε τὸν νόμον πάσας τὰς ἐντολὰς κατορθώσας ἀλλὰ καὶ Ἰουδαῖος ἦν κατὰ σάρκα τοῦτο γὰρ καὶ διὰ τῆς περιτομῆς δηλοῦται ἀλλὰ καὶ οἱ αὑτῷ υἱοθετηθέντες ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ ἐπληθύνθησαν καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ὥστε αὐτὸς καὶ τῷ πατρὶ συνήργησεν εἰς τὸ ἀληθεῦσαι καὶ εἰς τὸ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ἀποπληρωθῆναι καθορθώσας μὲν πᾶσαν ἐντολὴν εἰς Ἀβραὰμ δὲ σπέρμα λογισθεὶς πᾶσάν τε τὴν οἰκουμένην πληρώσας διὰ τῶν πιστῶν
82373vRom.15.8κγ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων ὁ δέ γε νόμος οὐκ ἴσχυσεν αὐτὰς βεβαιῶσαι πως οὖν φησιν οὐκ ἄτοπον τὸν βεβαιώσαντα ἡμῶν τὰς ἐπαγγελίας ἃς οἱ πατέρες ἔλαθὸν Χριστὸν παρορᾶν καὶ τοῦ νόμου ἔχεσθαι τοῦ μὴ ἰσχύσαντος τὰς ἐπαγγελίας ἡμῖν φυλάξαι
82474rRom.15.9κδ τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεὸν καθὼς γέγραπται οἱ μὲν Ἰουδαῖοι κἂν ἐπαγγελίας ἦσαν δεξάμενοι εἰ καὶ μηδὲν ἐξ αὐτῶν ὠφελήθησαν εἰ μὴ Χριστὸς αὐτος ἐβεβαίωσεν ὑμεῖς δέ φησι τὰ ἔθνη ὑπὲρ μόνης φιλανθρωπίας ὀφείλετε τὸν θεὸν δοξάζειν ἐπειδὴ μήτε ἐπαγγελίας εἴχετε ἂλλ ἠλεήθητε τῆς χάριτος τὸ πᾶν ποιησάσης ὅσον οὖν φησιν ἠλεήθητε χάριτι Χριστοῦ τοσοῦτον ὀφειλέται ἐστε τοῦ θεοῦ εἰς τὸ βαστάζειν τοὺς ὀλιγοπίστους ἐξ Ἰουδαίων τοῦτο γὰρ δόξα θεοῦ ἡ ὁμόνοια ὑμῶν καὶ εἰρήνη διαλέγεται γὰρ τοῖς ἐξ ἐθνῶν πιστοῖς οἱ μάλιστα ἐπέκειντο τοῖς παρατηρουμένοις τὰ βρώματα
824ex74rRom.15.9Ιω(αννου) εις το ολο(ν) χω(ριον) από του λεγω δε Χ(ριστο)ν Ι(ησου)ν διακονον s τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεὸν καθὼς γέγραπται Ἐπαγγελία πρὸς τὸν Ἀβραὰμ ἦν γεγενημένη λέγουσα σοὶ δώσω τὴν γῆν καὶ ἐν τῷ σπέρματί σου εὐλογηθήσεται πάντα τὰ ἔθνη ἀλλ’ ἐγένοντο κολάσεως ὑπεύθυνοι μετὰ ταῦτα οἱ τοῦ σπέρματος Ἀβραὰμ ἅπαντες ὁ γὰρ νόμος ὀργὴν αὐτοῖς εἰργάζετο παραβαινόμενος καὶ τῆς ἐπαγγελίας ἀπεστέρει λοιπὸν ἐκείνης τῆς τῶν πατέρων παραγενόμενος τοίνυν ὁ Υἱὸς συνέπραξε τῷ Πατρὶ εἰς τὸ τὰς ἐπαγγελίας ἀληθεῦσαι ἐκείνας πάντα γὰρ τὸν νόμον πληρώσας ἐν ᾧ καὶ περιτομὴ ἦν καὶ ταύτῃ καὶ διὰ τοῦ σταυροῦ ἀπαλλάξας τοὺς ἐπὶ τῇ παραβάσει οὐκ ἀφῆκεν διαπεσεῖν τὴν ἐπαγγελίαν ὅταν οὖν λέγη Διάκονον περιτομῆς τοῦτο λέγει ὅτι ἐλθὼν καὶ πάντα τὸν νόμον πληρώσας καὶ περιτμηθεὶς καὶ γενόμενος σπέρμα τοῦ Ἀβραὰμ ἔλυσεν τὴν κατάραν ἔπαυσεν τὴν ὀργὴν τοῦ Θεοῦ ἐπιτηδείους λοιπὸν ἐποίησεν τοὺς μέλλοντας δέχεσθαι τὴν ἐπαγγελίαν Ἵνα οὖν μὴ λέγωσιν οὗτοι οἱ ἐγκαλούμενοι Πῶς οὖν ὁ Χριστὸς περιετέμετο καὶ πάντα τὸν νόμον ἐφύλαξεν εἰ εἰς τοὐναντίον αὐτον περιτρέπει φησιν οὐ γὰρ ἵνα μείνη ὁ νόμος τοῦτο ἐποίησεν ἀλλ’ ἵνα αὐτὸν λύση καὶ ἀπαλλάξη τῆς ἐκείνου κατάρας εἶτα ἵνα μὴ τοῦτο φυσήση τὸυς ἐξ ἐθνῶν φησὶ τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεὸν Ὃ δὲ λέγει τοιοῦτον ἐστιν οἱ μὲν ἐξ Ἰουδαίων κἂν ἐπαγγελίας εἶχον σὺ δὲ οὐδὲ τοῦτο ἀλλ’ ἀπὸ φιλανθρωπίας ἐσώθης μόνης εἰ καὶ τὰ μάλιστα οὐδὲ ἐκείνοις τι πλέον ἐγένετο ἀπὸ τῆς ἐπαγγελίας εἰ μὴ παρεγένετο ὁ Χριστὸς δόξα δὲ θεοῦ τὸ συνῆφθαι τὸ ὁμοθυμαδὸν εὐφημεῖν τὸ βαστάζειν τὸν ἀσθενέστερον
82574rRom.15.9-Rom.15.11κε διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι καὶ τῶι ὀνόματι σου ψαλῶ καὶ πάλιν λέγει εὐγφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ πάλιν αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη καὶ ἐπαινέσατε αὐτον πάντες οἱ λαοί τὴν μαρτυρίαν φέρει δεικνὺς ὅτι συνῆφθαι δεῖ τοὺς ἐξ Ἰουδαίων τοῖς ἔθνεσι
82674rRom.15.12κϛ καὶ πάλιν Ἠσαΐας λέγει ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ' αὐτῶι ἔθνη ἐλπιοῦσιν τὸ Καὶ παρέλκεται ἵνα ἦι ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ ποία αυτὴ ὁ ἀνιστάμενος φησιν ἄρχειν ἐθνῶν
82774vRom.15.13κζ ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρῶσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῶι πιστεύειν πάλιν εἰς εὐχὴν ἦλθε λέγει δὲ ὁ θεός φησιν ἀπαλλάξει ὑμᾶς τῆς πρὸς ἀλλήλους μάχης καὶ τῆς ἔνθεν ἀθυμίας
82874vRom.15.13κη εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῆι ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου τοῦτο γὰρ παρ' ἡμῶν εἰσενεκτέον τὴν πίστιν ἐκ δὴ τούτου ἔσται ἡμῖν τὸ πάντων αἴτιον τῶν ἀγαθῶν ἡ εἰς θεὸν ἐλπὶς ἦν μεθ' ὑπερβολῆς ἐπεύχεται εἰς τὸ περισσεύειν γάρ φησιν ὅπερ οὐκ ἄλλως ἔσται εἰ μὴ τῆι δυνάμει τοῦ πνεύματος ὁ τοίνυν τὸ πνεῦμα ἔχων τὰ πάντα ἔχει
82974vRom.15.14κθ πέπεισμαι δὲ ἀδελφοί μου καὶ αὐτος ἐγὼ περὶ ὑμῶν οὐ δέομαί φησι παρ' ἑτέρων
829Ph74vRom.15.14Φωτ(ιου) * Ὁ δὲ θεὸς τῆς ἐλπίδος ἐλπίδος ἐστὶ φησὶ θεὸς ὁ θεὸς ἡμῶν ὥστε καλῶς ἐπεύχομαι ὑμᾶς ἐλπίζω γὰρ ἐνεργῆσαι τὴν εὐχὴν ἂν αὐτοὶ μόνον βούλοισθε ἐν δὲ τῷ πιστεύειν χαρᾶς καὶ εἰρήνης τῆς κατὰ τοὺς λογισμοὺς πληρούμενοι ὅπερ ὑμῶν ὑπερεύχομαι ἐστὲ καὶ ἐν τῇ ἐλπίδι περισσεύοντες οἷον πλουτοῦντες καὶ δαψιλῶς διακείμενοι ταῦτα δὲ διὰ τῆς χάριτος καὶ δυνάμεως τοῦ παναγίου παραγίνεται πνεύματος
83074vRom.15.14λ ὅτι καὶ αὐτοὶ μεστοὶ ἐστε ἀγαθωσύνης ἀγαθωσύνην καλεῖ τὴν ἀπηρτισμένην ἀρετὴν τὸ δὲ μεστοὶ ἐπιτάσεως ἐστι ῥῆμα
83174vRom.15.14λα πεπληρωμένοι πάσης γνώσεως τι γὰρ ὅτι φιλάδελφὸς ἐστι τις οὐ δυνάμενος δὲ εἰς δέον τῆι ἀγάπηι χρήσασθαι διὰ τοῦτό φησι πάσης γνώσεως
83274vRom.15.14λβ δυνάμενοι καὶ ἄλλους νουθετεῖν οὐ μόνον ουδεισθε φησι παραινέσεως ἀλλὰ καὶ ἄλλους διδάσκετε
83375rRom.15.15λγ τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀδελφοὶ ἀπὸ μέρους ὡς ἐπαναμιμνήσκων ὑμᾶς ἔδει γὰρ αὐτοὺς κατασκωφθέντας ἱκανῶς καὶ λεᾶναι
833ex75rRom.15.15 s τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀδελφοὶ ἀπὸ μέρους ὡς ἐπαναμιμνήσκων ὑμᾶς ἠρέμα φησι πως ὡς ἂν εἰ ἀναμνήσας τουτέστι μικρὸν ἀναμνήσας ἡ δὲ τοιαύτη σημασία τῶν λεξεων κολάζει τῶ μὴ καθόλου αὐτοὺς ἀναμεμνῆσθαι ὅθεν οὐδέ φησιν διδάσκων ἂλλ ἀναμιμνήσκων
833Pha75rRom.15.15Φωτ(ιου) s τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀδελφοὶ ἀπὸ μέρους ὡς ἐπαναμιμνήσκων ὑμᾶς τολμηροτερρον δὲ εγραφε ἀντὶ τοῦ τρόπον τινὰ καὶ εἴ τις μὴ τὴν διάνοιαν ὅλην βλέπει ἀλλ' αὐτὰς τὰς λέξεις ἐκ μέρους πολυπραγμονεῖ γυμνώσας τὰς διανοίας εἴ τις οὖν ἐκ μέρους σκοπεῖ δόξει ἂν αὐτῷ σκληρότερόν με καὶ τραχύτερον ὑμῖν προσενεχθῆναι διὰ τῶν γραμμάτων ἀλλ' ἐγὼ ὡς ἐπαναμιμνήσκων ἔγραψα καὶ πάλιν ἀνάγκην εἶχον τοῦ γράφειν ὅτι χάρις μοι ἀπὸ θεοῦ ἐδοθη εἰς τὸ κηρύσσειν καὶ διδάσκειν τὰ ἔθνη λειτουργὸς γὰρ εἰμι Χριστοῦ οἷον ὑπουργὸς καὶ ὑπηρέτης καὶ τὶ ἐργάζῃ ἱερουργῶ φησὶ τὸ εὐαγγέλιον αὐτοῦ τοῦτ' ἔστι θυσίαν αὐτῷ ταύτην θύω τὸ εὐαγγέλιον αὐτοῦ καὶ πῶς ἐστι θύειν καὶ ἱερουργεῖν τὸ εὐαγγέλιον ἐκ τοῦ προσφέρειν αὐτῷ φησὶ τὰ δι' αὐτοῦ πιστεύοντα ἔθνη καὶ γίνεσθαι αὐτὰ εὐπροσδεκτα καὶ ἡγιασμένα ἐν πνεύματι ἁγίῳ ὥστε ὁ προσάγων τῇ πίστει τὸ εὐαγγέλιον τοῦ θεοῦ ἱερουργεῖ ἢ ἱερουργοῦντα ἀκουστέον ἁπλούστερον οἷον ἱερῶς ἐργαζομενον καὶ σπουδαίως ἀλλὰ μὴ ὡς ἔτυχε καὶ ἠμελημένως ἢ οὖν οὕτως ἢ μᾶλλον οὕτως ἐκληπτέον τολμηρότερον ἔγραψα ἐκ μέρους ὑμῖν καὶ ὡς ἐπαναμιμνήσκων γράψας ἡ γὰρ ἐπικειμένη μοι ἀνάγκη καὶ σφοδρότερον καὶ ἀκριβέστερον γράφειν ἀπαιτεῖ ἐγὼ δὲ ἐτολμησα καὶ τῆς ἀκριβείας καθυφεῖναι καὶ οὐχ ὡς διδάσκαλος γράφειν ἀλλὰ μετὰ πολλῆς φειδοῦς καὶ ὡς ἐπαναμιμνήσκων καίτοι χρεωστῶν καὶ ἀκριβέστερον καὶ σφοδρότερον εἰς τοῦτο γὰρ ὑπὸ τῆς χάριτος προκεχείρισμαι καὶ ἐν τούτῳ ὑπουργεῖν καὶ δουλεύειν τέταγμαι ὡς ἂν εί τις ἔλεγεν ἴσως ἐν οἷς ἔγραψα καθηψάμην ὑμῶν καὶ ἔδοξε τισιν ὑμῶν σκληρότερον ὑμῖν προσενεχθῆναι ἐγὼ δὲ τοσούτῳ δέω τοῦτο ποιῆσαι ὅτι καὶ φοβοῦμαι μή πως οὕτω μετὰ πολλῆς φειδοῦς καὶ ὑποστολῆς γράψας καὶ εὐθύνας ὑφέξω ὡς τολμήσας ἔλαττον ἔργον διδασκάλου ποιῆσαι
833Phb75rRom.15.15εις του αυτου s Τὶ λέγεις τοσαῦτα γράφων τολμηρότερον λέγεις γράφειν καὶ ἐκ μέρους καὶ ὡς ἐπαναμιμνήσκων καὶ ἐνδεῖν τι νομίζεις τῆς τελειότητος καὶ ἀκριβείας ναὶ φησὶν καὶ γὰρ μείζονα γράφειν καὶ πλείω ὡς τὸ διδάσκειν ἐμπεπιστευμένος χρεωστῶ νῦν δὲ ὡς φειδόμενος καὶ ὡς τολμηρον τι πράττων οὕτως ὑφειμένως ἔγραψα
83475rRom.15.15-Rom.15.16λδ διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπο τοῦ θεοῦ εἰς τὸ είναι με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη οὐκ ἐμὸς ὁ πόνος φησιν ἀλλὰ χάρις ἐστι θεοῦ δείκνυσι δὲ ὅτι οὐδε ἀναμνῆσαι ἂν ἐτόλμησεν εἰ μὴ τὰ ἔθνη ἐπεπίστευτο πολλὰ δὲ μετριάζει
83575rRom.15.16λε ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν οὐκοῦν καὶ παρ' ὑμῶν δικαίως ἂν ἀκουσθείην
83675vRom.15.16λϛ εὐπρόσδεκτος τοιγαροῦν ἐμπιστευθεὶς ταύτην τὴν λειτουργίαν καὶ ἱερουργίαν σπουδὴν ἔχω εἰς ἔργον ἀγαγεῖν τὴν βουλὴν τοῦ θεοῦ ἡ δὲ ἐστιν εὐπρόσδεκτον ὑμῶν γενέσθαι τὴν προσφοράν
83775vRom.15.16λζ ηγιαμενη ἐν πνεύματι ἁγίωι πως δ'αν ἔσεσθε εὐπρόσδεκτοι καὶ ἡγιασμένοι εἰ ἔχετέ φησι τὸ πνεῦμά πως δὲ τοῦτο παραγίνεται διὰ βίου ἀλήπτου ὡς οἴγε μὴ ὀρθῶς βιοῦντες διώκουσιν τὸ ἅγιον πνεῦμα ἀφ' ἑαυτῶν
83875vRom.15.17λη ἔχω οὖν καύχησιν ἐν Χριστῶι Ἰησοῦ τὰ πρὸς τὸν θεόν καυχῶμαι τοιγαροῦν οὐκ ἐν ἐμαυτῷ οὐδε ἐν σπουδῆι ἐμῆι ἂλλ ἐν Χριστῶι ἐν τοῖς πράγμασι τοῖς ἀνήκουσι καὶ διαφέρουσι τῶι πατρὶ ἄρα ἡ εἰς Χριστὸν πίστις τῶι πατρὶ διαφέρει
838Ph75vRom.15.17Φωτ(ιου) * ἔχω οὖν καύχησιν Τὶ οὖν σὺ ἐνεπιστεύθης τὴν τῶν ἐθνῶν προσφορὰν ναὶ φησὶ καὶ καυχήσασθαι δύναμαι ἐν οἷς εἰργασάμην ἐν αὐτοῖς ἡ δὲ καύχησίς μου οὐκ ἐν ἐμοὶ τοῦτ' ἔστιν οὐκ ἐν τῇ ἰσχύϊ ἢ τῇ δυνάμει τῇ ἐμῇ ἀλλ' ἐν Χριστῷ Ἰησοῦ καὶ γὰρ εἴ τι ἂν εἴπω καὶ καυχήσωμαι οὐδὲν ἄλλο τολμήσω λέγειν ἀλλ' ἢ ἅπερ ἐν ἐμοὶ ὁ Χριστὸς κατειργάσατο εἰς τὸ ὑπακοῦσαι καὶ πιστεῦσαι τὰ ἔθνη τὶ οὖν κατειργάσατο λόγον εἰς τὸ κηρύττειν ἔδωκεν σημεῖα καὶ τέρατα εἰς τὸ εὐεργετεῖν καὶ πείθειν ἐχορήγησεν τέλος οὕτως ηὔξησε καὶ ἐπλάτυνε καὶ ἐστήριξε τὴν δι' ἐμοῦ κηρυττομένην πίστιν ὥστε ἀπὸ Ἰερουσαλὴμ ἑξῆς τὴν πρώτην ἤνεγκε βλάστην καὶ πέριξ μέχρι τοῦ Ἰλλυρικοῦ διαριζωθῆναι καὶ διαφῦναι καὶ πληρῶσαι τὸ κήρυγμα τὴν τοσαύτην οἰκουμένην οὐκοῦν καλῶς καὶ ὑμῖν ἔγραψα καὶ ὑπέμνησα τῶν ἐν ἐκείνοις κατορθωθέντων θαρρεῖν καὶ περὶ ὑμᾶς ὑποτιθεμένων καὶ τὴν ἐξουσίαν καὶ ἄδειαν τοῦ νουθετεῖν μετὰ τοῦ πνεύματος ἐγγυωμένων
83975vRom.15.18λθ οὐ γὰρ τολμήσω λαλεῖ τι ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ ἐπειδὴ εἶπεν ἔχω καύχημα προστίθησιν ὅτι οὐ κόμπος φησι ῥημάτων τὰ εἰρημένα οὐδὲν γὰρ εἰπεῖν τολμῶ τῶν μὴ παρὰ Χριστοῦ μοι παρασχεθέντων εἰς τὴν τῶν ἐθνῶν ἱερουργίαν καὶ ἵνα μου τὰ ἔθνη υπακουση ἀλλὰ καὶ σημείων ποιήσεις καὶ τεράτων ἐπιδείξεις μοι παρεσχέθησαν ἀνάγει γὰρ λοιπὸν ἑαυτὸν ἐπειδὴ σφόδρα ἐν τοῖς ἄνω ἐταπείνωσεν ἑαυτὸν εἰπὼν τολμηρότερον ἔγραψα ὑμῖν ἵνα μὴ ὡς εὐτελοῦς ἀπόβλητος ὁ λόγος γένηται
84075vRom.15.18-Rom.15.19μ εἰς ὑπακοὴν ἐθνῶν λόγωι καὶ ἔργωι ἐν δυνάμει σημείων καὶ τεράτων δείκνυσιν ὅτι οὐδὲν ἦν αὐτοῦ ἀλλὰ τὸ πᾶν Χριστοῦ
84175vRom.15.19μα ἐν δυνάμει πνεύματος θεοῦ τὸ ἀξίωμα λέγει τοῦ ἁγίου πνεύματος ὅτι ταῦτα πεποίηκα φησι τῆι δυνάμει αὐτοῦ
84275vRom.15.19μβ ώστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ λοιπὸν ἡ ἀποδειξις τῶν εἰρημένων τῶν μαθητῶν τὸ πλῆθος διὰ τοῦτο δὲ εἶπε καὶ κύκλωι ἵνα μὴ τὴν κατ' εὐθείαν ὁδὸν ἐνθυμηθῇς ἀλλὰ πάντα τὰ πέριξ οὐκ εἶπε κηρύξαι ἂλλ ὁ μεῖζον ἦν πεπληρωκέναι
84376rRom.15.20μγ οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός φιλοτιμία δέ μοι ἦν φησιν ἐκεῖ εὐαγγελίζεσθαι ἔνθα οὔπω ἦν ὀνομασθεὶς ὁ Χριστός τι δή ποτε ἵνα μή φησιν ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ
843ex76rRom.15.20Σευηριανου s οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός οὐχ ὡς ἀπευχόμενος τῶν λοιπῶν ἀποστόλων τὴν κοινωνίαν ἂλλ ὡς πλεονεκτικὸν καὶ ἄδικον κρίνων τὴν τῶν ἀλλοτρίων ἔργων δόξαν ὑφαρπάζειν
84476rRom.15.20-Rom.15.21μδ ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ ἀλλὰ καθὼς γέγραπται ἀλλότριον θεμέλιον φησι τὴν τῶν ἄλλων κηρύκων διδαχὴν ἀλλότριον δὲ ουδια τὸ ἂλλ οἷον τοῦ κηρύγματος ἀλλὰ κατὰ τὸν τοῦ μισθοῦ λόγον καὶ τοῦ καμάτου
84576rRom.15.21με οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἱ οὐκ ἀκηκόασι συνήσουσι δείκνυσιν ὅτι τοῦτο ποιῶν καὶ προφητείαν ἐπλήρου
84676rRom.15.22μϛ διὸ καὶ ἐνεκοπτομην τοῦ ἐν ἀρχῆι αὐτῶι εἰρημένου ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς νυν τὴν αἰτίαν ἀποδίδωσιν ὅτί φησιν ἡ πρὸς τὰ ἔθνη διδασκαλία ἐκώλυσε με
84776rRom.15.22μζ τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς οἷον πολλάκις
84876rRom.15.23μη νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις ὁρᾷς ὅτι οὐ τῆς αὐτῶν δόξης ἐφιέμενος ἔγραψεν οὐ δὲ ὡς ἂν εἴποι τις κολακεύων αὐτοὺς ὡς δυνάστας καὶ γὰρ μονονουχὶ τοῦτο γράφει ἐπειδὴ τὸ ἔργον πεπλήρωκα καὶ οὐδὲν ἔχω ποιῆσαι θέλω ἐλθεῖν πρὸς ὑμᾶς
84976rRom.15.23μθ ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν ἵνα μὴ δόξῃ ἐξευτελίζειν αὐτοὺς γραφῶν ὅτι μηδὲν ἔχων ποιῆσαι ἔρχομαι πρὸς ὑμᾶς τὸν τῆς ἀγάπης ἀναπτύσσει λόγον
85076rRom.15.24ν ὡς εὰν πορεύωμαι εἰς τὴν Σπανίαν ἐλεύσομαι πρὸς ὑμᾶς ἐλπίζω γὰρ διαπορευόμενος θεάσαθαι ὑμᾶς ἵνα μὴ πάλιν νομισθῇ κατὰ κολακείαν εἰρηκέναι τὸ ἐπιποθίαν ἔχων ἀπὸ πολλῶν ἐτῶν κολάζει τὸ εἰρημένον λέγων ὅτι διὰ τοῦτο μάλιστα ἐλθεῖν θέλω ἵνα εἰς τὴν Σπανίαν ἀπέλθω
85176vRom.15.24να καὶ ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ εὰν ὑμῶν πρῶτον εἶτα ἵνα μὴ λέγωσιν ὁδοῦ πάρεργον ἡμᾶς ποιῇ ἐπάγει τὸ ἀφ' ὑμῶν προπεμφθῆναι ἵνα πάλιν τὴν ἀγάπην ἐνδείξηται ἂλλ ἐπειδὴ οὐκ ἦν ἀξιόχρεων τοῦτο προστίθησι τὸ ἐμπλησθῶ ὅπερ πατρὸς ἦν μᾶλλον ἡ διδασκάλου
85276vRom.15.24νβ ἀπὸ μέρους ἐμπλησθῶ οἷον ἐν μέρει οὐδεὶς γὰρ χρόνος τελείως φησιν ἐμπλῆσαί με δύναται τῆς ὑμῶν ἀγάπης
85376vRom.15.25νγ νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλήμ ἐπειδὴ εἶπε μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις ἔρχομαι πρὸς ὑμᾶς ἔμελλε δὲ ἔτι βραδύνειν ἵνα μὴ κεχλευάσθαι νομίσωσι λέγει τὴν αἰτίαν τῆς ἔτι μελλήσεως
85476vRom.15.25νδ διακονῶν τοῖς ἁγίοις εἰ Παῦλος διάκονος ἐννόησον τὸ μέγιστον τοῦ πράγματος
85576vRom.15.26νε εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα οὐ μόνον τὴν αιτιαιν θέλει εἰπεῖν τῆς ἔτι μελλήσεως ἀλλὰ καὶ προτρέψασθαι αὐτοὺς ὁμοίως τοῖς ἄλλοις πέμψαι τοῖς ἐν Ἱερουσαλὴμ τοῦτο γὰρ βούλεται αὐτω τὸ εἰπεῖν καὶ τοὺς πέμποντας
85676vRom.15.26νϛ κοινωνίαν τινα ποιήσασθαι εἰς τοὺς πτωχούς κοινωνίαν καλεῖ τὴν ἐλεημοσύνην καθὸ αὐτοὶ μὲν χρήματα οἱ δὲ {ἅγιοι πρός /ἅγιοι τὴν πρός }* θεὸν παρρησίαν συνεισφέρουσιν
85776vRom.15.26νζ τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ διπλὴ ἡ τῆς ἐπιδόσεως ἀνάγκη διά τε τὴν πενίαν καὶ διὰ τὴν ἀρετήν
85876vRom.15.27νη εὐδόκησαν γὰρ καὶ ὀφειλέται αὐτῶν εἰσιν διά τι δὲ τοῦτο ποιεῖν εβουλευεσαντο ἴσασι φησι χρεωστοῦντες τοῦτο οὐκ ἄρα κατὰ ἐλεημοσύνην ἀλλὰ κατὰ χρέος πέμπουσιν
85976vRom.15.27νθ εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς λοιπὸν λέγει πως εἰσιν αὐτῶν ὀφειλέται δι' αὐτούς φησιν μάλιστα ἦλθεν ὁ Χριστὸς περὶ γὰρ τῶν ἐκ περιτομῆς πιστῶν ὁ λόγος αὐτῶι καὶ αὐτῶν ἦν τὰ ἀγαθὰ καὶ αἱ ἐπαγγελίαι ὥσπερ οὖν τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησε τὰ ἔθνη οὕτω χρὴ αὐτοὺς καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς οὐκέτι δὲ λέγει κοινωνῆσαι ἀλλὰ λειτουργῆσαι ενταξει διακονῶν αὐτοὺς τιθεὶς τῶν ἁγίων φόρους τελούντων ὡς βασιλεῦσι
86076vRom.15.28ξ τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς ὡς ἐν ἀσύλωι τόπωι καὶ ἀσφαλεῖ μέλλων ἀποτίθεσθαι καὶ γὰρ ἐν οὐρανοῖς ἡ μελλεν ἀποτίθεσθαι φησιν καὶ σφραγισάμενος
86176vRom.15.28ξα τὸν καρπὸν τοῦτον ἀπελεύσομαι δι' ὑμῶν καρπὸν καλεῖ τὴν ἐλεημοσύνην δεικνὺς κερδαίνοντα τὸν παρέχοντα
86277rRom.15.28ξβ εἰς τὴν Σπασιαν πάλιν τῆς Σπανιας μέμνηται δεικνὺς τὸ πρὸ τοὺς Σπανίους φίλτρον
86377rRom.15.29ξγ οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι τουτέστιν οἶδα ὅτι ἐρχόμενος πρὸς ὑμᾶς κομῶντας ὑμᾶς τοῖς ἀγαθοῖς εὑρήσω τὸ γὰρ ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τὸ πάντων ἐντὸς είναι τῶν ἀγαθῶν σημαίνει
863ex77rRom.15.29Οικουμενιου * ἡ οὕτως οἶδα ὅτι ἐρχόμενος πρὸς τὸ πληρῶσαι ὑμᾶς τῆς ἐκ τοῦ εὐαγγελίου εὐλογίας ἐλεύσομαι ὃ ἐστιν πρὸς ἀρετὴν καὶ πίστιν ὑμᾶς ἀλείψω
86477rRom.15.30ξδ παρακαλῶ δὲ ὑμᾶς ἀδελφοὶ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος ὡς μὴ αὐτος ὧν ἀξιόχρεως πρὸς τὸ πεῖσαι διὰ τοῦ Χριστοῦ ὑμᾶς φησιν καὶ τοῦ ἁγίου πνεύματος παρακαλῶ ὅρα ὅτι υἱοῦ καὶ πνεύματος ἐμνήσθη οὐκέτι δὲ καὶ πατρὸς τοῦτο δὲ εἴρηται ἵνα ὅτε πατρὸς καὶ υἱοῦ μόνου μέμνηται μὴ θορυβηθῇς διά τι μὴ καὶ τοῦ πνεύματος ἐμνήσθη ἀδιαφόρως γὰρ τὴν ἁγίαν τίθησι τριάδα
86577rRom.15.30ξε συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν μεγίστῃ ταπεινωοφροσύνη ὅτι λέγει τῆς τούτων δεῖσθαι εὐχῆς
86677rRom.15.31ξϛ ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῆι Ἰουδαίαι οὐκ εἶπεν ἵνα συμπλακῶ καὶ νικήσω αὐτοὺς ἀλλὰ ῥυσθῶ θεῖον νόμον πλρων ὅς φησιν εὔχεσθαι μὴ ἐμπεσεῖν εἰς πειρασμόν
86777rRom.15.31ξζ καὶ ἵνα ἡ διακονία μου {ἡ Ἱερουσαλήμ /ἡ εἰς Ἱερουσαλήμ }* σημαίνει πονηρούς τινας καὶ λύκους μᾶλλον ἡ ἀνθρώπους ἐπιθησομένους αὐτῶι
86877rRom.15.31ξη εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις καὶ ἵνα φησιν ἡ θυσία μου εὐπρόσδεκτος γένηται παρὰ θεῶι καὶ ἵνα καὶ αὐτοὶ μετὰ προθυμίας καὶ εὐχαριστίας δέξωνται τὰ ἀπ' ἐμοῦ
86977rRom.15.32ξθ ἵνα ἐν χαρὰ ἔλθω πρὸς ὑμᾶς εἰ γὰρ ῥυσθῶ φησιν ἐκ τῶν ἀπειθούντων καὶ ἡ διακονία μου εὐπρόσδεκτος γένηται ἐν χαρᾶι καὶ οὐκ ἐν ἀθυμίαι ἐλεύσομαι
87077rRom.15.32ο διὰ θελήματος θεοῦ ὁ ἐξ ἀρχῆς εἶπε καί νυν λέγει εἴπως ἤδε ποτε εὐοδωθήσομαι ἐν τῶι θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς
87177rRom.15.32οα καὶ συναναπαύσωμαι ὑμῖν ὁρᾷς αὐτοῦ τὸ ἄτυφον οπυ γὰρ εἶπε διδάξω ὑμᾶς ἡ κατεχήσω ἀλλὰ συναναπαύσομαι τουτέστιν ὑμεῖς ἐμοι διὰ τὴν διδασκαλίαν κἀγὼ ὑμῖν διὰ τὴν τῆς πίστεως ὑμῶν ἐπίδοσιν
871Ph77rRom.15.32Φωτ(ιου) * s καὶ συναναπαύσωμαι ὑμῖν ὅπερ κατ' ἀρχὰς ἔλεγεν τοῦτο δὲ ἐστι συμπαρακληθῆναι διὰ τῆς ἐν ἀλλήλοις πίστεως
87277rRom.15.33οβ ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν ἀμήν τοῦτο πανταχοῦ ἔθος αὐτῶι εὐχὴν τιθέναι μετὰ τὴν παραίνεσιν
87377vRom.16.1ογ συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεχρεαις ὅρα διὰ πόσων αὐτὴν σεμνύνει τῶ πρώτης μεμνῆσθαι τῶ ἀδελφὴν καλέσαι τι δὲ ἴσον τοῦ είναι Παύλου ἀδελφήν
87477vRom.16.2οδ ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίωι ἀξίως τῶν ἁγίων ἡ διὰ τὸν κύριον ἡ κατὰ κύριον καὶ ἀξίως τῶν ἁγίων ὃν τρόπον φησιν πρέπει ἁγίους δέχεσθαι διπλὴν δέδωκεν αὐτῆι θεραπείας ἀφορμὴν καὶ τὸ διὰ τὸν κύριον αὐτὴν {δι' [αυ]χθηναι /δεχθηναι }* καὶ τὸ είναι ἁγίαν
87577vRom.16.2οε καὶ παραστῆτε αὐτῆι ἐν ὧι ἂν ὑμῶν χρηζη πράγματι καὶ γὰρ αυτὴ προστάτις πολλῶν ἐγενήθη ὁρᾷς τὸ ἀνεπαχθὲς οὐκ εἶπεν ὅτι ἀπαλλάξατε αὐτὴν ἐκ τῶν ἐπικειμένων ἀλλὰ παραστῆτε τουτέστι τὰ παρ' ὑμῶν εἰσενέγκατε καὶ χεῖρας ὀρέξατε
87677vRom.16.2οϛ καὶ αὐτοῦ ἐμοῦ μέγας ὁ ἔπαινος καὶ ἱκανὸς αὐτοὺς προτρέψασθαι
87777vRom.16.3οζ ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τὸ μέγιστον ἐγκώμιον τελευταῖον τέθεικε μακαρία γὰρ ὄντως ηδυνηθεισα προστῆναι καὶ ἀναπαῦσαι τὴν ἁγίαν ψυχὴν Παύλου αὐτοῦ ἐμοῦ τουτέστι τοῦ ἀπόστολο τοῦ κήρυκος τοῦ διδασκάλου τῆς οἰκονουμένης
87877vRom.16.3-Rom.16.4οη τοὺς συνεργούς μου ἐν Χριστῶι Ἰησοῦ οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ συνεργησαν φησιν ἐν διδαχῆι ἐν πειρασμοῖς ἐν κινδύνοις μέγας δὲ ὁ ἔπαινος
87977vRom.16.4οθ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν ἡ διὰ τὴν διδασκαλίαν ἡ καὶ διὰ τὴν ἐκ τῶν χρημάτων εἰς αὐτοὺς συνεισφοράν
88077vRom.16.5π καὶ τὴν κατ' οἶκον αὐτῶν ἐκκλησίαν οὕτως δὲ ἦσαν εὐδόκιμοι ὅτι καὶ τὸν οἶκον αὐτῶν ἐκκλησίαν ἐποίησαν ἡ ὅτι πανοικὶ ἦσαν πιστοὶ ὡς τὸν οἶκον λοιπὸν ἐκκλησίαν είναι
88177vRom.16.5πα ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου ὃς ἐστι ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν μέγα τὸ είναι Παύλου ἀγαπητὸν τοῦ κρίσει καὶ οὐ πρὸς χάριν φιλεῖν εἰδότος ἀπαρχὴν δὲ αὐτον λέγει ἡ ὅτι πρῶτος ἐπίστευσεν ἡ ὅτι πλεῖον ἁπάντων εὐλάβειαν ἐπεδείκνυτο ἵνα δὲ μὴ νομίσῃς ὅτι ἐν κοσμικοῖς ἦν πράγμασιν ἀπαρχὴ προστίθησιν εἰς Χριστόν
88278rRom.16.6πβ ἀσπάσασθε Μαριάμ δείκνυσιν ὅτι μετὰ τῆς διδασκαλίας καὶ ἕτερα κέκμηκεν εἰς αὐτούς
88378rRom.16.6πγ ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς οὐ μόνον φησιν εἰς ἑαυτὴν ἐκοπίασεν ἵνα σωθῇ ἀλλὰ καὶ εἰς ἡμᾶς ἀπόστολο τάξιν πληροῦσα καὶ εὐαγγελιστοῦ πως οὖν εἶπε φησιν γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω τῆς ἐν τῶι μέσῳ καὶ κοινωπροεδριας αὐτὴν κωλύων καὶ τῆς ἐν βήματι καθέδρας οὐ τῆς τοῦ λόγου διδασκαλίας
88478rRom.16.7πδ ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου μεῖζον τὸ ἐγκώμιον τὸ συναιχμαλώτους μου χαλεπώτερα γὰρ αἰχμαλώτων ἔπασχον διωκόμενοι ὑβριζόμενοι ἀδικούμενοι
88578rRom.16.7πε οἵτινὲς εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις μέγα μὲν καὶ τὸ είναι ἀποστόλους τὸ δὲ καὶ ἐπισήμους ἐν αὐτοῖς μέγιστον
88678rRom.16.7πϛ οἱ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῶι ὅρα τὴν ἁγίαν ψυχὴν οὐκ ἐπαισχύνεται λέγων ὅτι πρὸ ἐμοῦ ἐπίστευσαν οὗτοι τῶι Χριστῶι
88778rRom.16.8πζ ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν κυρίωι μέγας ὁ ἔπαινος
88878rRom.16.9πη ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῶι καὶ Στάχυν τὸν ἀγαπητόν μου τοῦτο μεῖζον ὅτι καὶ συνήργει ἐν τῆι διδασκαλίαι
88978rRom.16.10πθ ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῶι οἷον ἀνεπίληπτον
89078rRom.16.10ϟ ἀσπάσασθε τοὺς ἐκ τῶν Αριστοβολυ ἴσως οὐκ ἦσαν ὡς οἱ πρῶτοι διὸ οὐδε ὀνομαστὶ αὐτῶν ἐμνήσθη
89178rRom.16.11ϟα ἀσπάσασθε Ηρωδιωνα τὸν συνγγενη μου ἀσπάσασθε τοὺς ἐκ τῶν Νακρίσσου τοὺς ὄντας ἐν κυρίωι ἴσος πᾶσιν ὁ ἔπαινος ὅτι ἐν κυρίωι ἦσαν ὃ ἐστι πιστοί
891PhsRom.16.11Φωτ(ιου) * ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῶι τοῦτον φασὶ πρῶτον ἐπίσκοπων γενέσθαι τοῦ Βυζαντίου ὑπο Ἀνδρέου
892sRom.16.12ϟβ ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίωι περὶ Μαρίας ἄνω ἔλεγεν ἥτις πολλὰ ἐκοπίασε ταύτας δὲ ἔτι κοπιώσας λέγει διὸ μείζων ὁ ἔπαινος
89378vRom.16.12ϟγ ἀσπάσασθε Περσίδα τὴν ἀγαπητὴν ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίωι αὕτη μείζων Τρυφαίνης καὶ Τρυφώσης ὅτί τε ἀγαπητῇ καὶ ὅτι πολλὰ ἐκοπίασεν
89478vRom.16.13-Rom.16.14ϟδ ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίωι καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ ἀσπάσασθε Ἀσύγκριτον Φλέγοντα Ἑρμᾶν Πατρόβαν Ἑρμῆν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς διπλοῦν ἀγαθον τὸ καὶ τὸν υἱον είναι ἀνεπίληπτον καὶ τὴν ματηρα ἐνάρετον τοῦτο γὰρ δηλοῖ τὸ καὶ ἐμοῦ
89578vRom.16.15ϟε ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ μέγα καὶ τούτοις τὸ είναι Παύλου ἀδελφούς
895Ph78vRom.16.15Φωτ(ιου) * τὸν Φιλόλογον φασὶ πρῶτον επιστκοπον γενέσθαι Σινώπης ὑπο Ἀνδρέου
89678vRom.16.15ϟϛ καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους εἰ δὲ ἅγιοι οὐ μικρὸν αὐτοῖς τὸ ἐγκώμιον
89778vRom.16.16ϟζ ἀσπάσασθε ἀλλήλους νυν πάντας ἀναμὶξ τίθησιν ἵνα μή τις λύπη γένηται τοῖς μὴ ὀνομαστὶ μνημονευθεῖσιν
89878vRom.16.16ϟη ἐν φιλήματι ἁγίωι ἑνὶ γὰρ καὶ μὴ ἁγίωι
89978vRom.16.16ϟθ ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ οὐκέτι τὸν δεῖνα ἡ τὸν δεῖνα ἂλλ ἐκοινοποίησεν αὐτοὺς τὸ ὑμᾶς εἰπών
90078vRom.16.17ρ παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί ξένον εἶδος συμβουλῆς ἱκέτου γὰρ ὑπέδυ πρόσωπον καὶ ἀδελφοὺς καλεῖ μετὰ πολλῆς τῆς τιμῆς
90178vRom.16.17α σκοπεῖν τούς ἐρευναν φησι καὶ καταμανθανει δείκνυσι δὲ τὸ δολερὸν αὐτῶν καὶ ὅτι οὐ γίνονται κατάδηλὸ πονηροὶ ὄντες αυτὴ γὰρ μάλιστα ἐκκλησίας ἀνατροπὴ τὸ διηρησθαι ἀπ' ἀλλήλων
90278vRom.16.17β τὰς διχοστασίας μετὰ γὰρ τὴν διχοστασίαν εἴσοδον εὑρίσκει τὰ σκάνδαλα
90378vRom.16.17γ καὶ τὰ σκάνδαλα τι δὲ ἐστι τὰ σκάνδαλα ἑρμηνεύει αἱρέσεις φησι παρὰ τὴν διδαχὴν ἡμῶν ἐπεισιοῦσα
90478vRom.16.17δ παρὰ τὴν διδαχὴν ἦν ὑμεῖς ἐμάθετε ποιοῦντας καὶ ἐκκλίνατε ἀπ' αὐτῶν αἱ γὰρ αἱρέσεις πᾶσαι καὶ τὰ σκάνδαλα ἀπὸ τοῦ δουλεύειν πάθεσι καὶ γαστρὶ διό φησιν ὅτι οὐ δουλεύουσι τῶι Χριστῶι ἀλλὰ τῆι κοιλίαι δοκεῖ δὲ τοὺς ἐξ Ἰουδαίων αἰνίττεσθαι καὶ γὰρ Ἰουδαίων πάντες ὡς γαστριμάργων κατηγοροῦσιν
90579rRom.16.18ε οἱ γὰρ τοιοῦτοι τῶι κυρίωι Ἰησοῦ Χριστῶι οὐ δουλεύουσιν ἀλλὰ τῆι ἑαυτῶν κοιλίαι ἄχρι ῥημάτων ἡ θεραπεία φησιν ἡ δὲ διάνοια δολερὰ πρὸς ὑμᾶς καινὸν δὲ λέγει τρόπον ἀπάτης τὸ πρῶτον αὐτοὺς κολακεύειν
90679rRom.16.18ϛ καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων οὐκ εἶπεν ὑμῶν ἀλλὰ τῶν ἀπλουστέρων
90779rRom.16.19ζ ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο καὶ ὅτι οὐχ ὑμᾶς ἀλλὰ τοὺς ἀκάκους ἐξαπατῶσι δῆλον ἔνθεν ὅτι ἡ ὑμῶν ὑπακοὴ καὶ πείθω εἰς πάντας ἦλθε πολλοὺς δὲ αὐτοῖς ἐφίστησι μάρτυρας ἵνα μὴ ἀναισχυντήσωσι πρὸς τὴν κακὴν διδακήν
90879rRom.16.19η χαίρω οὖν τὸ ἐφ' ὑμῖν τοῖς μὴ ἐξαπατωμένοις φησι
90979rRom.16.19θ θέλω δὲ ὑμᾶς σοφοὺς μὲν είναι εἰς τὸ ἀγαθον ἀκεραίους δὲ εἰς τὸ κακόν ὑπαινίττεται ὅτι καὶ ἐξ αὐτῶν ἦσαν τινες ἀπατώμενοι θέλω γάρ φησιν εἰς μὲν τὸ ἀγαθον είναι ὑμᾶς φρονίμους εἰς δὲ τὰ φαῦλα ἀπείρους κακοῦ
909ex79rRom.16.19Σευηριανου s θέλω δὲ ὑμᾶς σοφοὺς μὲν είναι εἰς τὸ ἀγαθον ἀκεραίους εἰς τὸ κακόν τουτέστιν φρονήσει μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ' ἑτέρων ἀδικεῖσθαι ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπιβουλεύειν
91079rRom.16.20ι ὁ δὲ θεὸς τῆς εἰρήνης ἐπειδὴ ἦσαν διχοστασίαι τὸν τῆς εἰρήνης δοτῆρα ἐπικαλεῖται ἵνα παύσῃ τὰ σκάνδαλα
91179rRom.16.20ια συντρίψει ὁ πολλῷ μεῖζον ἦν τοῦ ὑποτάξαι
91279rRom.16.20ιβ τὸν σατανᾶν ὑπο τοὺς πόδας ὑμῶν ἐν τάχει οὐ μόνον φησι τοὺς τὰ σκάνδαλα παρεμβαλόντας συντρίψει ἀλλὰ καὶ αὐτον τὸν στρατηγὸν αὐτῶν σατανᾶν ἐν τάχει φησιν ἐκ τοῦ χρόνου τὴν παραμυθίαν κατασκευάζων
91379rRom.16.20ιγ ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν ἀνέμνησεν αὐτοὺς τῆς τοῦ θεοῦ χάριτος τῆς ἀεὶ σωσάσης εἰ δὲ ἐχθροὺς ὄντας ἔσωσε φησιν πολλῷ μᾶλλον νυν ὁρᾷς ὅτι μετὰ τῶν ἔργων καὶ χάριτος εἰς τὸ σωθῆναι δεόμεθα μετὰ γὰρ τὸ μαρτυρῆσαι αὐτοῖς ὑπακοὴν τότε τὴν χάριν ἐπηύξατο
91479vRom.16.21ιδ ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος εἶδες ἐγκώμιον τοῦ Τιμοθέου συνήργει δὲ αὐτῶι ἐν τῶι εὐαγγελίωι
91579vRom.16.21ιε οἱ συγγενεῖς μου συγγενεῖς φησι τοὺς εικοτας κατὰ τὴν εὐσέβειαν
91679vRom.16.22ιϛ ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίωι ἀντὶ μεγάλου τέθεικεν ἐπαίνου τὸ είναι ὑπογραφέα Παύλου
91779vRom.16.23ιζ ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς ἐκκλησίας ὅλης τουτέστιν ὁ ξενοδοχοσμου καὶ πολὺς ὁ ἔπαινος ὅτι πᾶσαν αὐτος ἐξενοδόχει τὴν ἐκκλησίαν καὶ τὸν Παῦλον ὃς οὐκ ἂν ἁπλῶς παρ' αὐτῶι ἐξενίσθη
91879vRom.16.23ιη ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφος τὴν ἀξίαν αὐτοῦ τέθεικεν ἵνα γνῷς ὅτι οὐ πλοῦτος οὐκ ἀξίωμα κώλυμα γίνεται τινι πρὸς τὸ ὀρθῶς βιοῦν ἡ πιστεύειν
91979vRom.16.23ιθ ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς χάριτος μέμνηται τὸν εὐεργεσιῶν ὑπομιμνήσκων τοῦ Χριστοῦ
92079vRom.16.23κ μετὰ πάντων ὑμῶν ἀμήν οὕτως ἄρχεσθαι ἀπὸ εὐχῆς καὶ οὕτως καταπαύειν τὸν λόγον προσήκει εἰς εὐχὴν ταύτην γὰρ θεμέλιον ταύτην ὅρον ἀεὶ ποιεῖν αὐτῶι φίλον