Unit | Page | Verses | Attributions | Biblical | Comment |
---|
1 | | Rom.1.1 | | | |
1ex | 64r | Rom.1.1 | α | Παῦλος | ζητητεον οὖν τινος ἕνεκεν αὐτοῦ τὸ ὄνομα ὁ θεὸς Σαῦλον λεγόμενον Παῦλον μετωνομασεν καὶ φαμὲν ὅτι τοῦτο καὶ ἐν τῆ μὲν παλαιὰ καὶ ἐν τῆ καινὴ διαθήκη πολλαχῶς εὑρήσεις ἐν μὲν τῆ παλαιὰ τὸν Ἀβραὰμ ὁ λέγεται περατης μετωνομασεν Ἀβραὰμ ὁ ἑρμηνεύεται πατὴρ ὁμοίως καὶ τὴν Σαραν στειραν οὖσαν ἡνίκα ἔμελλε τικτειν μετωνομασε Σαρραν ὁ ἑρμηνεύεται ματηρ ἀλλὰ καὶ τὸν Ἰακὼβ ἡνίκα ἐν τῶ Ἰακὼβ επαλαισεν τοῦ αγγελλου μετωνομασεν αὐτον Ἱερουσαλὴμ ὁ ερμενευεται νοῦς ὁρῶν θεο καὶ μυρία ἕτερα ὀνόματα καὶ μάλιστα ὅσους ἐξ απιστιας εἰς πσιτιν μετηγαγεν ὁ θεὸς καὶ τῆ μεταθεσει τῶν ὀνομάτων αὐτοὺς ετιμησεν ἐν δὲ τῆ καινὴ διαθήκη ὡς καὶ τῆς παλαιᾶς ὧν κύριος ὁ Χριστὸς καὶ τῆς νέας μεσίτης ἐκλεξάμενος τοὺς ἑαυτοῦ αυτοπτας καὶ ὑπηρέτας τον μὲν Σίμωνα μετωνομασεν Κηφᾶν ὁ ἑρμηνεύεται Πέτρος Ἰάκωβον δὲ καὶ Ἰωάννην τοὺς υἱοὺς Ζεβεδειου ἐκάλεσεν Βοανεργες τουτέστιν υἱοὺς βροντῆς ἵνα οὖν μὴ δὲ ἐν τοῦτω τῶν ἀποστόλων ἔλαττον ἔχῃ ἀπὸ τοῦ Σαύλου Παῦλον μετωνομασεν ὅθεν τῶ ὀνόματι τοῦτω εγκαλλωπιζομενος πανταχοῦ τὸ ονονα τοῦτω τῶ ὀνομασι προτασσει |
1Ph | 64r | Rom.1.1 | | | |
2 | 64r | Rom.1.1 | | | |
2ex | 64r | Rom.1.1 | β | δοῦλος | εἰπὼν ἐνταῦθα εἰπὼν Παῦλος δοῦλος ἐσήμανε πολλοὺς είναι τοὺς τῆς δουλείας τρόπους ένα μὲν τὸν κατὰ τρόπον τῆς δημιουργίας κατὰ τὸ πάντα δουλουσα ἕτερον τὸν ἀπὸ τῆς πίστεως ὡς αὐτός που φησιν χάρις δὲ τῶ θεῶ ὅτι ἡ τε δοῦλοι τῆς ἁμαρτίας ὑπηκούσατε δὲ εκκαθαρας καρδίας τοῦ δουλεύειν θεῶ καὶ τῶ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῆ δικαιοσύνη καὶ ἕτερον τὸν ἀπὸ τῆς πολιτείας καθώς φησιν ὁ θεὸς Μωσῆς ὁ θεράπων μου τε τελευτηκεν ἐπεὶ οὖν ἐν πᾶσι τοῖς τροποις τῆς δουλείας δοῦλος ἦν ὁ Παῦλος ἀντὶ μέγιστο ἀξιώματος τοῦτο τίθησι λέγων |
3 | 64r | Rom.1.1 | γ | Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ | Τὸ Ιησυς τὸ ἀνθρώπινον δηλοῖ τὸ δὲ Χριστὸς τὴν τοῦ πνεύματος χρισιν |
3ex | 64r | Rom.1.1 | * | | ταῦτα δὲ τὰ ὀνόματα ὡς ὄντα τῆς οἰκονομίας προβαλλεται κατωθεν {αναβενων /ἀναβαίνων }* ἄνω καὶ γὰρ τὸ Ιησυς ὄνομα φέρων ὁ ἄγγελος ἦλθεν ἐκ τῶν οὐρανῶν ὅτε ετικτετο ἐκ τῆς παρθένου καὶ Χριστὸς δὲ ἀπὸ τοῦ χρισθηναι λέγεται ὁ καὶ αὐτο τῆς σαρκὸς ἦν καὶ ποιῶ φησιν ἐλαίῳ εκρισθη ἐλαίῳ μὲν οὐκ εχρισθη πνεύματι δὲ οἶδεν δὲ καὶ τοὺς τοιούτους Χριστους καλεῖν ἡ θεία γραφὴ τὸ γὰρ προηγουμενον ἐν τῆ κρίσει τὸ πνεῦμά ἐστι δι' οὐ καὶ τὸ ἔλαιον παραλαμβάνεται καί που Χριστους καλεῖ ἡ γραφὴ τοὺς μὴ χρισθεντας ἐλαίῳ ὡς ἐν τῶ μὴ ἅπτεσθε τῶν Χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρευεσθε καίτοι γε οὐδε ἡ κατασκευη τοῦ ἐλαίου τῆς χρισεως τὸ τηνικαυτὰ ἦν |
4 | 64v | Rom.1.1 | δ | κλητὸς ἀπόστολος | ευγνωμονως ὁμολογεῖ ὅτι οὐχ ἑκὼν προσῆλθεν ἀλλὰ κληθεὶς οὐκ εἰς πίστιν μόνον ἀλλὰ καὶ εἰς ἀποστολήν |
5 | 64v | Rom.1.1 | ε | ἀφωρισμένος | Άλλος μέν φησιν ἐν ἄλλῳ ἐγὼ δὲ εἰς εὐαγγέλιον αφωρισμαι |
5Ph | 64v | Rom.1.1 | | | |
6 | 64v | Rom.1.1 | ϛ | εἰς εὐαγγέλιον θεοῦ | θεὸν γὰρ ὄντα τὸν Χριστὸν εὐηγγελίζετο τὸν γὰρ πατηρα προηδεσαν ἐκ τῆς παλαιᾶς οὐδὲν δέ φησιν ἐρῶ σκυθρωπον ὡς οἱ προφῆται ἂλλ εὐαγγελίζομαι θεὸν ενανθρωπηκοτα |
7 | 64v | Rom.1.1-Rom.1.3 | ζ | ὁ προεπηγγείλατο διὰ τὴν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυίδ | Μηδείς φησι καινοτομειν με νομίσηι πάλαι ἐπήγγελται τὸ Εὐαγγέλιον τοῦτο ὑπό τε νόμου καὶ προφητῶν τὸ δὲ ἐν Γραφαῖς δηλοῖ ὅτι οὐ μόνον ἔλεγον οἱ προφῆται ἀλλὰ καὶ ἔγραφον |
7ex | 64v | Rom.1.3 | | | |
8 | 64v | Rom.1.3-Rom.1.4 | η | κατὰ σάρκα τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει | κατὰ σάρκα κατὰ γὰρ πνεῦμα υἱος θεοῦ ἦν τοῦ ὁρισθέντος |
9 | 64v | Rom.1.4 | * | | τουτέστιν αποδειχθεντος ἀποφανθέντος διά τε τῶν προφητῶν διά τε τῶν τοσούτων θεοσημειων διά τε τῆς ἀναστάσεως |
9Ph | 64v | Rom.1.4 | | | |
10 | 64v | Rom.1.4 | θ | υἱοῦ θεοῦ ἐν δυνάμει | τουτέστιν οὐ χάριτι ὡς οἱ πολλοὶ ἀλλὰ δυνάμει οἰκεῖα ἦν ενηργει ἐν ταῖς θεοσημειαις |
11 | 64v | Rom.1.4 | * | κατὰ πνεῦμα ἁγιωσύνης | καὶ ἐκ τοῦ ἁγίου φησι πνεύματος ὁ παρέχει τοῖς εἰς αὐτον πιστεύουσιν |
12 | 64v | Rom.1.4 | ι | ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν | καὶ ἐκ τῆς ἀναστάσεώς φησι ἧς αὐτος ἀνέστη καὶ τῆς τοῦ θανάτου καταλυσεως |
12Ph | 64v | Rom.1.4 | | | |
13 | 65r | Rom.1.4-Rom.1.5 | ια | δι'oυ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως | οὐκ ἐξ οἰκείων φησι κατορθωμάτων ἐλάβομεν τὴν ἀποστολὴν ἀλλὰ τὸ πᾶν χάριτος καὶ δωρεᾶς ἐστι |
14 | 65r | Rom.1.5 | * | | καίτοι τοῦ πνεύματος ἡ ἀποστολὴ αὐτοῦ ὡς ἐν ταῖς πράξεσι κεῖται ἀλλὰ πάντα κοινὰ οἶδε τὰ τῆς ἁγίας τριάδος |
14Ph | 65r | Rom.1.5 | | | |
15 | 65r | Rom.1.5 | * | | εἰπὼν δὲ εἰς ὑπακοὴν πίστεως δηλοῖ ὅτι οὐ δεῖ πολυπραγμονεῖν γεννησιν καὶ οὐσίαν θεοῦ ἀλλὰ μόνον ὑπακούειν |
16 | 65r | Rom.1.5 | ιβ | ἐν πᾶσι τοῖς εθνησιν | εἰ γὰρ καὶ μὴ αὐτος πάντα περιηλθεν ἀλλὰ καὶ διὰ τῶν λοιπῶν ἀποστόλων πάντες ευηγγελισθησαν |
17 | 65r | Rom.1.5 | ιγ | ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ | οὐχ ἵνα τὴν οὐσίαν φησι τοῦ θεοῦ περιεργασωνται ἂλλ ἵνα τῶι ὀνόματι αὐτοῦ πιστεύσωσιν |
18 | 65r | Rom.1.5-Rom.1.6 | ιδ | ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ | ἐν οἷς ἔθνεσι τουτέστι μεθ' ὧν ἐθνῶν καὶ ὑμεῖς ἐκλήθητε οὐ γὰρ ἀφ' ἑαυτῶν ηκατε καταστελλει δὲ αὐτῶν τὸ φρόνημα ὡσεὶ ἔλεγε μὴ νομίσητε ὡς βασιλευουσα πόλις πλέον τι τῶν ἄλλων ἔχειν ἀλλὰ μετὰ τῶν λοιπῶν ἐθνῶν ἐκλήθητε |
19 | 65r | Rom.1.6-Rom.1.7 | ιε | πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ αγαποτοις θεοῦ κλητοῖς ἁγίοις | οὐ γάρ ἐστι παρ' αὐτω διαστολὴ πλουσίου καὶ πενητος |
20 | 65r | Rom.1.7 | * | | πρῶτον δὲ τὸ ἀγαπητοῖς θεοῦ τέθεικεν εἶτα τὸ κλητοῖς ἁγίοις δηλῶν ἐκ τῆς ἀγάπης είναι θεοῦ τὸν ἁγιασμον |
21 | 65r | Rom.1.7 | * | | ἐκ δὲ τῆς κλήσεως τῆς τοῦ θεοῦ ἡμᾶς εὐεργεσίας ἀναμιμνήσκει |
21Pha | 65r | Rom.1.7 | | | |
21Phb | 65r | Rom.1.7 | | | |
22 | 65r | Rom.1.7 | ιϛ | χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ | οὐδεὶς γάρ φησιν ἐξ ἔργων δύναται σωθῆναι |
23 | 65r | Rom.1.7 | * | | ἡ δὲ ἀπὸ θεοῦ χάρις καὶ εἰρήνη τὸ βέβαιον ἔχει τὸ δὲ ἀπὸ πατρὸς τὴν υἱοθεσίαν ἐνδείκνυται |
24 | 65r | Rom.1.7-Rom.1.8 | ιζ | πρῶτον μὲν εὐχαριστῶ τῶ θεῶ μου | ἔδει γὰρ ἐξ εὐχαριστίας προοιμιασασθαι εὐχαριστεῖ δὲ οὐ μόνον ὑπὲρ τῶν ἰδίων κατορθωμάτων ἀλλὰ καὶ ὑπὲρ τῶν τοῦ πλησίον τοῦτο γὰρ ἀγάπης |
25 | 65r | Rom.1.8 | ιη | διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν | ἀγάπης σημεῖον τὸν γὰρ ἁπάντων θεὸν ιδιοποιεται |
26 | 65r | Rom.1.8 | * | | αὐτος γὰρ ἡμῖν αἴτιος τῆς εἰς τὸν πατέρα εὐχαριστίας ὁ καὶ προσλαβόμενος ἡμᾶς καὶ τῶ ἰδίῳ καταλλαξας αἵματι πρὸς αὐτον |
27 | 65r | Rom.1.8 | ιθ | ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῶ κόσμῳ | οὐκ ἀπεικὸς γὰρ τὴν τῶν Ῥωμαίων πίστιν λαλεῖσθαι παρὰ πάντων |
28 | 65v | Rom.1.8-Rom.1.9 | κ | μάρτυς γὰρ μου ἐστιν ὁ θεὸς ὦ λατρεύω ἐν τῶ πνεύματι μου | εἰκοτως τὸν θεὸν ἄγει μάρτυρα ἀγνώστους γὰρ ἀνθρώπους πείθειν βούλεται |
30 | 65v | Rom.1.9 | * | | ὅτι οὐ τῆ ἐμή φησι σπουδὴ υπερξε τὸ λατρεύειν θεῶ ἡ τοι δουλειυειν ἀλλὰ τῆ τοῦ πνεύματος χάριτι ἡ ὅτι οὐ σαρκική μου ἐστι ἡ λατρεία ἀλλὰ πνευματική |
29 | 65v | Rom.1.9 | κα | ἐν τῶ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ | πολλοί φησι λατρείας τρόποι ἐγὼ δὲ ἐν τῶ εὐαγγελίζεσθαι λατρεύω ἐκ τούτου δείκνυσι κατὰ τὸ ἀναγκαῖον μεριμνῶν ὑπὲρ αὐτῶν ὃς τὸν λόγον δεξαμενων καὶ δέχεσθαι μελλόντων |
31 | 65v | Rom.1.9-Rom.1.10 | κβ | ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου | ὁρᾷς ὅτι ἄνω εἰπὼν εἰς εὐαγγέλιον θεοῦ τοῦ Χριστοῦ ἔλεγεν |
32 | 65v | Rom.1.10 | * | | ἀγάπης εἰλικρινοῦς τὸ καὶ μεμνῆσθαι καὶ ἀδιαλείπτως τοῦτο ποιεῖν καὶ μάλιστα ἐν προσευχαῖς |
33 | 65v | Rom.1.10 | κγ | δεόμενος εἰ πως ἤδη ποτε | καὶ γὰρ ἐλθεῖν ηπειγετο καὶ παρὰ τὸ θέλημα τοῦ θεοῦ τοῦτο πρᾶξαι οὐκ ηβούλετο τὸ δὲ ηδε ποτε τουτέστιν ὀψέ ποτε ὅπερ ἐστι σφόδρα επειγομενου σημεῖον |
34 | 65v | Rom.1.10 | κδ | εὐοδωθήσομαι ἐν τῶ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς | ευκολιαν φησιν εἰ σχοιην καὶ ἐπὶ καλῷ τὴν πρὸς ὑμᾶς ὁδόν |
35 | 65v | Rom.1.10-Rom.1.11 | κε | ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς | οὐχ ἁπλῶς δέ φησι καὶ ανοητως ἰδεῖν ὑμᾶς σπουδαζω ἂλλ ώστε χαρίσματα δοῦναι λέγει δὲ τὴν διδαχὴν καὶ τὴν κατηχησιν τοῦτο γὰρ τὸ στηριχθῆναι εἰκὸς ἀκμὴν σαλευομένων αὐτῶν |
36 | 65v | Rom.1.11 | κϛ | ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν | τὸ ἵνα τι μετριαζοντος ἐστιν ὡσεὶ εἶπεν ἵνα μικροντι τὸ δὲ μεταδῶ δηλοῖ ὅτι οὐκ ἐμόν τι δώσω ἂλλ ὅπερ καὶ ἐγὼ ἔλαβον |
37 | 65v | Rom.1.11 | κζ | εἰς τὸ στηριχθῆναι ὑμᾶς | οὐ γὰρ μικρὸν χάρισμα τὸ μὴ σαλευεσθαι τῆ πίστει |
37Ph | 65v | Rom.1.11 | | | |
38 | 65v | Rom.1.11-Rom.1.12 | κη | τοῦτο δὲ ἐστι συμπαρακληθῆναι ὑμῖν | ἐπειδὴ στηριγμοῦ ἐμνήσθη ἵνα μὴ λυπηση αὐτοὺς ὡς ὅτι σαλευονται ἐπάγη συμπαρακληθῆναι τουτέστιν ἵνα καὶ ἐγὼ ὑμᾶς καὶ ὑμεῖς ἐμε παρακαλεσητε τῆς γὰρ ἀλλήλων φησι δεόμεθα παρακλήσεως διὰ τῆς ενουσης ἡμῖν πίστεως σφόδρα δὲ μετριαζει ἑνὶ δὲ καὶ οὕτως νοῆσαι τὴν παράκλησιν ὡς ἵνα φησιν ὑμεῖς μὲν εἰς τὴν πίστιν παρ' ἐμοῦ παρακληθητε ἐγὼ δὲ εἰς ευφροσυνην ὁρῶν ὑμᾶς πεπιστευκότας |
38Ph | 65v | Rom.1.12 | | | |
38ex | 65v | Rom.1.12 | κθ | διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ | πολλῶν γὰρ πιστῶν συνοδος μεγιστην ἐργάζεται παράκλησιν |
39 | 65v | Rom.1.12-Rom.1.13 | λ | oυ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοὶ ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἐκωλύθην | εἰ οὖν εὐχὴ ἐλθεῖν τι μὴ παραγινη ἐκωλύθην φησιν |
40 | 66r | Rom.1.13 | λα | ἄχρι τοῦ δεῦρο | οὐκέτι περιεργάζεται τὴν αἰτίαν τῆς κωλυσεως οὐ γὰρ ἡμῶν ἀπαιτεῖν θεὸν εὐθύνας ὧν κελεύει ἀλλὰ μόνον ὑπακούειν |
41 | 66r | Rom.1.13 | λβ | ἵνα καρπὸν τινα σχῶμεν καὶ ἐν ὑμῖν | πάντως εἴποι τις ἂν διὰ τοῦτο εκωλυθης ὅτι οὐ κατὰ θεὸν ἐλθεῖν εβουλου οὐμενοῦν καρπὸν γὰρ ἔχειν καὶ ἐν ὑμῖν ἤθελον καρπὸν δὲ λέγει τὸ εἰς πίστιν αὐτοὺς έναγαγειν |
41Ph | 66r | Rom.1.13 | | | |
42 | 66r | Rom.1.13 | λγ | καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι | τῶ συναπτειν αὐτοὺς τοῖς λοιποῖς καταστελλεει αὐτῶν τὸ φρόνημα |
43 | 66r | Rom.1.13-Rom.1.14 | λδ | Ἕλλησι τε καὶ βαρβάροις σοφοῖς τε καὶ ἀνοήτοις | ὥσπερ φησιν Ἕλλησι καὶ βαρβάροις οὕτω καὶ ὑμῖν ὀφειλέτης εἰμι |
44 | 66r | Rom.1.14 | λε | ὀφειλέτης εἰμι | οὐδέν φησιν ἴδιον δίδωμι ὀφειλέτης εἰμι πᾶσιν ευαγγελισασαι καὶ πληρῶσαι τὴν δοθεῖσάν μοι ἐντολήν |
45 | 66r | Rom.1.14-Rom.1.15 | λϛ | οὕτω τὸ κατ' ἐμε πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι | ὥσπερ γάρ φησιν Ἕλλησι καὶ βαρβάροις σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμι οὕτω καὶ ὅσον ἧκεν εἰς τὴν ἐμὴν σπουδὴν καὶ προθυμίαν καὶ ὑμῖν εὐαγγελίσασθαι χρεωστῶ τὸ γὰρ ὀφειλέτης εἰμι ἀπὸ κοινοῦ δεκτεον |
46 | 66r | Rom.1.15-Rom.1.16 | λζ | οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Xριστου | ἐπειδὴ τοῖς ἀπίστοις πολλὰ αδοξα δοκεῖ είναι ἐν τῶ Εὐαγγελίῳ οἷον ὁ σταυρὸς ὁ θάνατος ἡ τῶν Ἰουδαίων παροινία τέως αὐτοὺς τοῦτο διδάσκει μηδὲν ἐν αὐτω αδοξον υπονοειν καὶ διὰ τοῦτο αισχυνεσθαι εἶτα προβαινων λοιπὸν καὶ εξαιρει τὸ Εὐαγγέλιον |
46ex | 66r | Rom.1.16 | * | | καὶ ἄλλως νοητέον ἐπειδὴ πολλοῖς προτερημασιν οἱ Ῥωμαῖοι μέγα ἐφρόνουν οἷον πλουτω δυναστεια σοφία ὑμεῖς μέν φησιν ἐπὶ τούτοις φρονῆτε ἐγὼ δὲ Χριστὸν κηρυξων ἔρχομαι ἐν μέσῳ ὑμῶν καὶ οὐκ αἰσχύνομαι δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν τῶν δεχομένων |
47 | 66r | Rom.1.16 | λη | δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῶ πιστεύοντι | καλῶς τὸ εἰς σωτηρίαν ἑνὶ γὰρ καὶ εἰς τιμωρίαν δύναμις θεοῦ εἰς σωτηρίαν δὲ οὐ παντὶ ἀλλὰ τῶ πιστεύοντι τοῖς γὰρ ἀπειθοῦσι κόλασιν απειλει τὸ Εὐαγγέλιον |
47Ph | 66r | Rom.1.16 | | | |
48 | 66r | Rom.1.16 | λθ | Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι | ῥήματος μόνον τιμὴ τὸ πρῶτον οὐ χάριτος πλεονασμος |
49 | 66r | Rom.1.16-Rom.1.17 | μ | δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτω ἀποκαλύπτεται | ἵνα γὰρ μὴ σωτηρίαν καὶ δικαιοσύνην ἀκούων ἐνταῦθα μόνον αὐτὴν συμβαίνειν νομίσῃς ἐπάγει τὸ ἀποκαλύπτεσθαι ὅπερ καὶ τὴν ἐκεῖ δηλοῖ ὥς νυν αὐτῆς μὴ πάσης πεφανερωμενης |
49Ph | 66r | Rom.1.17 | | | |
50 | 66v | Rom.1.17 | μα | ἐκ πίστεως εἰς πίστιν καθὼς γέγραπται | τὸν Εὐαγγέλιον δηλάδη |
50Pha | 66v | Rom.1.17 | | | |
50Phb | 66v | Rom.1.17 | | | |
51 | 66v | Rom.1.17 | * | | ἀπὸ πίστεως αρχεται καὶ εἰς πίστιν ὀφείλει ληξαι ὡς οὐκ ὀφειλοντων ἡμῶν ἅπαντα τὰ ἐν αὐτω περιεργαζεσθαι |
51exa | 66v | Rom.1.17 | | | |
51exb | 66v | Rom.1.17 | | | |
51exc | 66v | Rom.1.17 | | | |
52 | 66v | Rom.1.17 | μβ | ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται | ἵνα γὰρ μὴ δόξῃ απιθανον είναι τὸ ῥῆμα ὅτι πίστις σωτηρίαν δωρειται παράγει τὸν Αμβακουν μαρτυρουντα |
53 | 66v | Rom.1.18 | μγ | ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ | ἐν τῆ τῆς κρίσεως ἡμέρα |
54 | 66v | Rom.1.18 | μδ | ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων | ἡ μὲν γὰρ δικαιοσύνη μονοειδης ποικιλη δὲ ἡ περὶ τὰ δόγματα ἀσεβεῖ ὁμοίως ποικιλη καὶ ἡ περὶ τὴν πολιτείαν κακία |
55 | 66v | Rom.1.18 | με | τῶν τὴν ἀλήθειαν ἐν ἀδικία κατεχόντων | ἀλήθεια μὲν ἡ τοῦ θεοῦ γνῶσις ἀδικία δὲ ἡ τῶν εἰδώλων ἀπάτη ἐκεῖνοι οὖν τὴν ἀλήθειαν ἐν ἀδικία κατέχουσιν ὅσοι τὸ σέβας τοῦ θεοῦ περιαπτουσιν εἰδώλοις τὸ δὲ κατεχόντων οἷον φυλαττοντων |
55Ph | 66v | Rom.1.18 | | | |
56 | 66v | Rom.1.18-Rom.1.19 | μϛ | διότι τὸ γνωστὸν τοῦ θεοῦ | ἡ γὰρ γνῶσις τοῦ θεοῦ φανερά φησιν ἐστι καὶ αὐτοῖς καὶ πᾶσι διὰ γὰρ τῆς ὁρωμένης κτίσεως ὁ αορατος θεὸς γινώσκεται τοιγαροῦν οἱ τοιοῦτοι ἑκοντες αποπλανωνται |
56Ph | 66v | Rom.1.19 | | | |
57 | 66v | Rom.1.19 | μζ | φανερὸν ἐστιν ἐν αὐτοῖς | διὰ τοῦ καλλους καὶ τοῦ μεγεθους ταύτης τῆς κτίσεως |
58 | 66v | Rom.1.19 | μη | ὁ γὰρ θεὸς αὐτοῖς ἐφανέρωσε | τῶ τὴν κτίσιν προθηναι πᾶσι διδάσκαλον τῆς οἰκείας μεγαλειότητος οἱ οὐρανοὶ γάρ φησι διηγουνται δόξαν θεοῦ |
59 | 66v | Rom.1.19-Rom.1.20 | μθ | τὰ γὰρ ἀορατα αὐτοῦ | ἐπειδὴ εἶπεν ὅτι τὴν ἰδίαν γνῶσιν ὁ θεὸς αὐτοῖς ἐφανέρωσεν αὐτοὶ δὲ αὐτον ἑκοντες παρεδραμον νυν τοῦτο ἀποδείκνυσι καί φησι ὅτι δι' ὧν ἐποίησεν ὁ θεὸς οἷον διά τε τῶν αορατων διὰ τῶν ὁρατῶν ἔδειξεν αὐτοῦ τὸ μεγαλεῖον ἡ κτίσις γὰρ φωνὴν αφιεισα διὰ τῆς οψεως τὸν δημιουργὸν ἀνακηρύττει ἀορατα δέ φησι ἀγγέλους καὶ πᾶσαν τὴν ἐν οὐρανοῖς δύναμιν ὅρα οὖν τι φησι καὶ τὰ ἀορατα αὐτοῦ διὰ τῶν ὁρατῶν αὐτοῦ ποιηματων γίνεται δῆλα πως ὁ γὰρ οὐρανόν φησι ὁρῶν ἐν θυμηθησεται πάντως ὅτι καὶ ἐν τος αὐτοῦ ἐστι τινα λειτουργικὰ πνεύματα ὥστε τὸ αφανες ἐκ τοῦ φανεροῦ σαφηνιζεται |
59Ph | 66v | Rom.1.20 | | | |
60 | 66v | Rom.1.20 | ν | ἀπὸ κτίσεως κόσμου τοῖς ποημασι νοούμενα καθορᾶται | ἵνα γὰρ μὴ συναιδους θεοῦ νομίσῃς τοὺς ἀγγέλους ὑπο κτίσιν αὐτοὺς ἄγει τὰ ἀορατα γάρ φησιν ποία ταῦτα τὰ αποκτισεως κόσμου εἰς γένεσιν παραχθεντα καλῶς δὲ τὸ καθορᾶται ἐκ γὰρ τῶν ὁρατῶν τὰ νοητα γινώσκεται |
60ex | 66v | Rom.1.20 | | | |
60Ph | 66v | Rom.1.20 | | | |
61 | 67r | Rom.1.20 | να | ἡ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης | αποκοινουνοουμεν ἡ καθορᾶται |
62 | 67r | Rom.1.20 | νβ | εἰς τὸ είναι αὐτοὺς ἀναπολογήτους | τοσούτων γὰρ ὄντων τῶν δεικνυντων τὸ τοῦ θεοῦ μεγαλεῖον τι απολογησονται οἱ ἑκοντες αποτυφλωθεντες οὐκ αυτὴ δὲ σπουδὴ τῶ θεῶ {γέγονεν τουτέστι τὰ αναπαγoμενα εἰ /γέγονεν εἰ }* καὶ οὕτως ἐξέβη |
63 | 67r | Rom.1.20-Rom.1.21 | νγ | διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδοξασαν | ἔγνωσαν γὰρ διὰ τῆς κτίσεως ἂλλ ἑκοντες παρεδραμον καὶ οὐχ ὡς θεὸν ἐδοξασαν |
63Pha | 67r | Rom.1.21 | | | |
63Phb | 67r | Rom.1.21 | | | |
64 | 67r | Rom.1.21 | νδ | ἡ εὐχαρίστησαν | ανθ ὧν γὰρ εδειδοξασαι καὶ εὐχαριστῆσαι ὅτι τὸν ορωμενον κόσμον δι' ἡμᾶς συνεστησατο ἐκ τοῦ ἐναντίου καὶ ἠτίμασαν |
65Ph | 67r | Rom.1.21 | | | |
66 | 67r | Rom.1.21 | νε | ἂλλ εμεαταιωθησαν | ἐπλανήθησαν φησι καὶ τοῦ παντὸς ἐξέπεσον |
67 | 67r | Rom.1.21 | νϛ | ἐν τοῖς διαλογισμοῖς αὐτῶν | εἰπὼν ὅτι ἑκοντες ετυφλωθησαν λέγει καὶ τὴν αἰτίαν ηδε ἐστι τὸ πάντα λογισμοῖς επιτρεψαι καὶ οὐχὶ πίστει βουλόμενοι γὰρ ἐν σχήματι καταλαβειν ἐπλανήθησαν οὐ δυνηθεντων τῶν λογισμῶν πρὸς τὸ πέρας εξικεσθαι οἷον πόθεν δῆλον ὅτι οὐρανὸν ἡ γῆν ἐποίησέ τις δὲ πατὴρ θεοῦ ἡ τις αἰτία τῆς ὑποστάσεως ἡ αὕτη ἡ ὑπόστασις |
68 | 67r | Rom.1.21 | νζ | καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία | νεφεσι γὰρ ὁμοιωθέντες οἱ λογισμοὶ εσκοτισαν αὐτῶν τὴν καρδίαν ασυνετον δέ φησι διὰ τὸ μὴ θελησαι πίστει τὸ πᾶν παραλαβεῖν |
69 | 67r | Rom.1.21-Rom.1.22 | νη | φάσκοντες είναι σοφοὶ ἐμωράνθησαν | ηδε αἰτία τοῦ τὸ πᾶν τοῖς λογισμοῖς επιτρεψαι τὸ πᾶν τὸ οιεσθαι σοφοὶ είναι καὶ ἑαυτοῖς ἀρέσκειν πρὸς πᾶσαν καταληψιν διὸ καὶ ἐμωράνθησαν τι γὰρ ανοητοτερον τοῦ λίθοις προσκυνεῖν καὶ ξύλοις |
70 | 67r | Rom.1.22-Rom.1.23 | νθ | [cap]{καὶ ἤλλαξαν τοῦ ἀφθάρτου /καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου }* τοῦ ἀφθάρτου θεοῦ | εἶχον οὖν τὴν ειδησιν τοῦ θεοῦ ἀλλὰ ταύτην δοντες αντελαβον δόξαν καὶ σέβας εἰδώλων δόξαν δὲ θεοῦ τὸ δημιουργικον τὸ προνοητικὸν ταύτην τοιγαροῦν προσεκυρωσαν εἰδώλοις ἐν ομοιωμασιν ἀνθρώπων καὶ πετεινῶν καὶ τῶν λοιπῶν οὐκ αισχυνονται οἱ σοφοὶ τὰ θεοῦ ἴδια καὶ εξαιρετα ερπετοις συναψαντες |
71 | 67r | Rom.1.23 | ξ | ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν | καὶ αὐτο τὸ είναι τὸν ἄνθρωπον φθαρτὸν ἦρκε αὐτῶν ἐλέγξαι τὴν ανοιαν τὸ δὲ καὶ ἐν τοῖς ομοιωμασι τοῦ αὐτοῦ τὴν θεοῦ {δόξαν τῆς ἄγαν /δόξαν ἂλλ εξασθαι τῆς ἄγαν }* ἐστι παραπληξιας |
72 | 67v | Rom.1.24 | ξα | διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς | οὐκ αὐτος παραδοὺς απαγε ἂλλ αὐτος μὲν αὐτῶν ημελησεν ἀναξίων ὄντων κηδεμονιας λοιπὸν δὲ λαβὼν αὐτοὺς ὁ σατανᾶς πάρεδωκεν εἰς απαρεδωκε τὴν οὖν τοῦ θεοῦ συγχώρησιν παράδοσιν λέγει |
72Ph | 67v | Rom.1.24 | | | |
72exa | 67v | Rom.1.24 | | | |
72exb | 67v | Rom.1.24 | * | | ἡ τάχα ἑαυτοὺς παρέδωκαν ἐπειδὴ τούτου επεθυμουν αὐτοὶ ἐν γὰρ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν φησι |
73 | 67v | Rom.1.24-Rom.1.25 | ξβ | οἵτινες μετήλλαξαν | ὁρᾷς πάλιν τὸ μετήλλαξαν σημαινον ὅτι κατὰ ηδησιν μετήλλαξαν |
74 | 67v | Rom.1.25 | ξγ | τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῶ ψεύδει | τουτέστι τὰ ἀληθῶς ἐπὶ θεοῦ λέγεσθαι καὶ νοεισθαι δυνάμενα περιέθηκαν τῶ ψεύδει τουτέστι τοῖς εἰδώλοις |
74exa | 67v | Rom.1.25 | | | |
74exb | 67v | Rom.1.25 | | | |
75 | 67v | Rom.1.25 | ξδ | καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν | σεβοντες καὶ λατρεύοντες διετελεσαν |
77 | 67v | Rom.1.25 | ξε | τῆι κτίσῃ παρὰ τὸν κτίσαντα ὃς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν | ἂλλ οὐ παρὰ τοῦτό φησι παρεβλαβη τι ὁ θεὸς εἰς τὴν οἰκείαν δόξαν ὁ μὲν γὰρ ἔμεινε καὶ οὕτως εὐλογητὸς εἰς τοὺς αἰῶνας αὐτῶν δὲ {αμοιβαι προλεχθησαι /αμοιβαι αἱ προλεχθησαι }* καὶ λεχθησομεναι ἀτιμίαι τοῦ σώματος καὶ αντιδοσεις |
78 | 67v | Rom.1.25-Rom.1.26 | ξϛ | διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας | διὰ τοῦτο ποῖον ἐπειδὴ ἐλάτρευσαν τῆ κτίσει παρὰ τὸν κτίσαντα |
76 | 67v | Rom.1.26 | * | | ἀεὶ γὰρ τῆ συγκρισει φοβερωτερον ποιεῖ τὸν λόγον πως ὅτι τῆ κτίσει φησι ἐλάτρευσαν παρὰ τὸν κτισανατα |
79 | 67v | Rom.1.26 | ξζ | αἱ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν | ἔχουσαι ἐκ φύσεως μιξιν νομιμον μετήλλαξαν αὐτήν |
80 | 67v | Rom.1.26 | ξη | εἰς τὴν παρὰ φύσιν | αισχροτατον τι λέγει επικεκαλυμμενως |
81 | 67v | Rom.1.26-Rom.1.27 | ξθ | ὁμοίως καὶ οἱ αρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας | δείκνυσιν ὅτι οὐ μόνον τοῖς θείοις νόμοις ἀλλὰ καὶ τοῖς τῆς φύσεως πολεμουσιν |
82 | 67v | Rom.1.27 | ο | ἐξεκαύθησαν ἐν τῆ ὀρέξει αὐτῶν εἰς ἀλλήλους | πολλὴν μανίαν καὶ οιστρον δηλοῖ δι' αὐτοῦ ἐξεκαύθησαν |
83 | 67v | Rom.1.27 | οα | ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι | οὐκ εἶπε τὴν ἐπιθυμίαν κατεργαζόμενοι ἀλλὰ τὴν ἀσχημοσύνην δηλονότι καὶ αὐτὴν κατησχυναν τὴν φύσιν |
84 | 67v | Rom.1.27 | * | | ὁρᾷς ὅτι οὐκ ἀγνοίας ἦν τὰ πάθη ἂλλ ὅτι σπουδὴν εἶχον ἐργάζεσθαι αυτὰ τὸ γὰρ {κατ' επιτασιν /κατὰ επιτασιν }* καὶ φιλονεικιαν τινα δηλοῖ ὡς εἰ τις φιλονεικοιη ὅπως μᾶλλον προσκρουη θεῶ |
85 | 68r | Rom.1.27 | οβ | καὶ τὴν ἀντιμισθίαν ἦν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες | ἦν προσῆκον ἦν ἥτις αὐτοῖς ωφειλετο τοιούτοις οὖσιν |
86 | 68r | Rom.1.27 | * | | οἷον τὸν μισθόν φησι τὸν ὀφειλόμενον τῆ πλάνη αὐτῶν πλανην δέ φησι τὸ προσκυνῆσαι τῆ κτίσει ἦν καὶ απολαμβανουσιν ἐν ἑαυτοῖς γυνὴ ἀπὸ γυνὴ ἀπὸ γυναικὸς ἀνὴρ ἀπὸ ἀνδρὸς ασχημονουντες ἐπειδὴ γὰρ τοῖς περὶ γεέννης λόγοις οὐκ ἐπίστευον ταύτην αὐτοῖς ἀντιμισθίαν ὁ Παῦλος προφέρει ἦν καὶ ηριθρυων |
87 | 68r | Rom.1.27-Rom.1.28 | ογ | καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει | ὁρᾷς ὅτι οὐκ ἀγνοίας ἦν ἡ πλάνη ἂλλ ειδησεως μᾶλλον δὲ καί τινας αἰνίττεται τούτων ἡ καὶ ὡς ἐπὶ ἑτέροις ἐσχημάτισται ὁ λόγος |
88 | 68r | Rom.1.28 | οδ | παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα | τῆ γὰρ αποστροφη τοῦ θεοῦ εισαγεται νοῦς ἀδόκιμος παρὰ τῶν δαιμόνων ταύτην παράδοσιν ἔθος καλεῖν τῆ γραφή |
89 | 68r | Rom.1.28-Rom.1.30 | οε | πεπληρωμένους πάσῃ ἀδικία πονηρίᾳ πορνεία πλεονεκξια κακία μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας ψιθυριστὰς καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους | οὐδέν φησι μέτρον ἀλλὰ πεπληρωμένους οἷον πλήρεις ὄντας ἐν ἀδικία πάσῃ ὅταν γὰρ αποστροφη γένηται θεοῦ εἰκοτως πάντα αντεισερχεται τὰ κακὰ εἶτα γενικως εἰπὼν τὴν ἀδικίαν λοιπὸν καὶ τοῖς ιδικωτεροις αὐτῆς επεξερχεται |
89ex | 68r | Rom.1.30 | | | |
90 | 68r | Rom.1.30 | οϛ | ἀλαζόνας | εἰ γὰρ ὁ κατορθων τῆ ἀλαζονεία χρησάμενος ἐκένωσε τὰ κατορθωθεντα ποσης ἂν ἡ τιμωρίας ἄξιος ὁ ἐν ἁμαρτίαις αλαζομενομενος |
91 | 68r | Rom.1.30 | οζ | εφευρεστας κακῶν γονεῦσιν ἀπειθεῖς | ὅπερ μελετωντων καὶ σπουδαζοντων ἴδιον οὐ μὴν αγνοουντων |
92 | 68r | Rom.1.30-Rom.1.31 | οη | ἀσυνέτους ἀσυνθέτους ἀσπόνδους ἀστόργους ἀνελεήμονας | τουτέστιν αποσχοινιζοντας ἀπὸ πάντων πάντας μισοῦντας καὶ αποστρεφομενους |
93 | 68r | Rom.1.31-Rom.1.32 | οθ | οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες | πάλιν δείκνυσιν ἐν γνώσει αὐτοὺς ἁμαρτάνοντας δικαίωμα δὲ τὰς ἐντολὰς λέγει |
93Ph | 68r | Rom.1.32 | | | |
94 | 68v | Rom.1.32 | π | ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσιν | τι δὲ τὸ δικαίωμα τοῦ θεοῦ ὅτί φησιν οἱ τὰ τοιαυτὰ πράσσοντες ἄξιοι εἰσι θανάτου τοῦτο γὰρ τοῦ θεοῦ τὸ δικαιωμω |
95 | 68v | Rom.1.32 | πα | οὐ μόνον αυτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκουσι τοῖς πράσσουσι | δύο τίθησιν ἐγκλήματα τὸ ποιεῖν τε καὶ συμπραττειν τοῖς ποιοῦσι καὶ εἰς τὸ κακὸν παρακαλεῖν τὸν πλησίον |
95ex | 68v | Rom.1.32 | | | |
96 | 68v | Rom.1.32-Rom.2.1 | πβ | διὸ ἀναπολόγητος εἰ ὦ ἄνθρωπε πᾶς ὁ κρίνων | ᾔδει τὴν πόλιν εγχειρισθεισαν τοῦ κόσμου τὴν ηγεμονιαν καὶ λοιπὸν πρὸς τοὺς ἄρχοντας ἀποτείνεται ὁ δὲ αὐτος καὶ πρὸς τοὺς ιδιωτας ἁρμοζει λόγος |
99Ph | 68v | Rom.2.1 | | | |
97 | 68v | Rom.2.1 | πγ | ἐν ὦ γὰρ κρίνεις τὸν ἕτερον σεαυτὸν κατακρίνεις τὰ γὰρ αυτὰ πράσσεις ὁ κρίνων | ὁ γὰρ κακὰ πράσσων κατακρίνων δὲ τοὺς τὰ ὁμοία πράσσοντας καθ' ἑαυτοῦ πρώτου τὴν κατάκρισιν εκφερει |
98 | 68v | Rom.2.1-Rom.2.2 | πδ | οἴδαμεν γὰρ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας | ὧδε μὲν γὰρ οὐ κατὰ ἀλήθειαν ἐστι τὸ κρίμα πολλοὶ γὰρ ἔνοχοι διαφευγουσι καὶ αθωοι κατακρινονται ἐκεῖ δὲ κατὰ ἀλήθειαν ἐστι τὸ τοῦ θεοῦ κρίμα οὔτε ἄδικον αθωοι οὔτε δίκαιον κατακρίνῃ ὅταν εἰς κρίσιν καταστη |
99 | 68v | Rom.2.2-Rom.2.3 | πε | λογίζηι δὲ τοῦτο ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αυτὰ ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ | πολλοὶ γὰρ ἡγοῦνται ὅτι εἰ καὶ ἐγώ φησι ἁμαρτάνω ἄλλους δὲ κωλυω ἁμαρτεῖν μισθὸν ἐκ τούτου ἔχω ἂλλ ακουσεται τὸ ἰατρὲ θεράπευσον σεαυτὸν τὴν γὰρ καταδίκην σὺ σαυτω ἐπήγαγε πρώτῳ |
100 | 68v | Rom.2.3-Rom.2.4 | πϛ | ἡ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ {τῆς μακροθυμίας /τῆς μακροθυμίας τοῦ θεοῦ }* καταφρονεῖς | μακροθυμεῖ μὲν πλὴν εὰν μὴ επιστραφωμεν τὴν ῥομφαίαν αὐτοῦ στιλβωσει |
101 | 68v | Rom.2.4 | πζ | ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιαν σε ἄγει | διὰ τοῦτο γὰρ μακροθυμεῖ οὐχ ἵνα τῆι μακροθυμίαι χρηση εἰς ἀφορμὴν μείζονος καταφρονησεως ἂλλ ἵνα διάστημα μετανοίας λαβης ἐπιμένων οὖν αποληψη |
102 | 68v | Rom.2.4-Rom.2.5 | πη | κατὰ δὲ τὴν σκληρότητὰ σου καὶ ἀμετανόητον καρδίαν | ὅταν γάρ τις μήτε χρηστότητι μαλασσηται μήτε ὀργὴν δειλια τι τούτου σκληροτερον |
103 | 69r | Rom.2.5 | πθ | θησαυρίζεις σεαυτῷ ὀργήν | τὸ πάντως φυλαχθησομενον δηλοῖ καὶ ὅτι σὺ σαυτω αἴτιος σὺ γὰρ αποτιθης καὶ θησαυρίζεις |
104 | 69r | Rom.2.5-Rom.2.6 | ϟ | ἐν ἡμέρα ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας θεοῦ ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ | ἵνα μὴ ὀργὴν θεοῦ ἀκούων πάθος νομίσῃς ἐπήγαγεν ἀποκαλύψεως καὶ δικαιοκρισίας ἔνθα γὰρ δικαιοκρισια οὐκ ἐστι πάθος τότε γὰρ μάλιστα ἡ δικαιοκρισια ἀποκαλύπτεται ὅταν ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ |
105ex | 69r | Rom.2.6 | | | |
106 | 69r | Rom.2.6-Rom.2.7 | ϟα | τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ | οὐ γὰρ μόνον ἡ πίστις ἀρκεῖ ἀλλὰ καὶ ἔργων χρεία ὑπομονὴν δὲ εἰπὼν γενναίως ἔχειν διδάσκει πρὸς τοὺς πειρασμούς |
106Ph | 69r | Rom.2.7 | | | |
107 | 69r | Rom.2.7 | ϟβ | δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον | τὸ ὑπερβατον ζητοῦσι ζωὴν αἰώνιον |
108 | 69r | Rom.2.7 | * | | τὰς γὰρ περὶ ἀναστάσεως ἀνοίγει θύρας |
109 | 69r | Rom.2.7-Rom.2.8 | ϟγ | τοῖς δὲ ἐξ ἐριθείας | πάλιν δείκνυσι φιλονεικίας είναι καὶ ῥαθυμίας τὰ ἁμαρτήματα |
110ex | 69r | Rom.2.8 | | | |
110 | 69r | Rom.2.8-Rom.2.9 | ϟδ | καὶ ἀπειθοῦσι {μὲν ἀλήθεια /μὲν τῆ ἀλήθεια }* πειθομένοις δὲ τῆ ἀδικία θυμὸς καὶ ὀργὴ θλῖψις καὶ στενοχωρία | τις γὰρ πιστεύει ὅτι καλὸν ἡ ἀδικία καὶ κακὸν ἡ ἀλήθεια δῆλον οὖν ὡς ἐν γνώσει ἐστιν ἡ ἁμαρτία τοῦτο γὰρ μάλιστα τὸ πειθομένοις δηλοῖ ἑκὼν γὰρ πειθεται ὁ πειθομενος |
111 | 69r | Rom.2.9 | ϟε | ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργεζομενου τὸ κακόν | οὐκ ἑνί φησι βασιλεὺς οὐκ ἑνὶ δυνάστης ὃς διαφευξεται |
112 | 69r | Rom.2.9 | ϟϛ | Ἰουδαίου τε πρῶτον καὶ Eλληνος | ὅσω γὰρ πλείονος διδασκαλίας ἠξίωται τοσούτῳ πλέον ἁμαρτάνων τιμωρηθησεται |
113ex | 69r | Rom.2.9 | | | |
114 | 69r | Rom.2.9-Rom.2.10 | ϟζ | δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῶ εργεζομενω τὸ ἀγαθον | καλῶς τὸ εἰρήνη ἐκεῖ γὰρ οὐδεὶς διὰ φθόνον μαχησεται τῶ τιμηθεντι ἡ δοξασθεντι |
115 | 69r | Rom.2.10 | ϟη | Ἰουδαίῳ τε πρῶτον | ἵνα μὴ νομιζωσιν οἱ Ἰουδαῖοι {τό /τόν }* ἀκροβυστον κἂν θεοσεβὴς ἡ ἔλαττον ἔχειν συνάπτει αὐτούς |
116 | 69r | Rom.2.10 | ϟθ | καὶ Eλληνι | Ελληνα οῦτον ειδωλατρην λέγει ἀλλὰ τὸν ἀκροβυστον μὲν θεοσεβη δὲ εἰ καὶ μὴ πιστόν |
117 | 69r | Rom.2.10-Rom.2.11 | ρ | οὐ γὰρ ἐστι προσωποληψία παρὰ τῶ θεῶ | οὐ γὰρ προσώπων ἂλλ ἔργων ἐστιν ἡ ζήτησις |
118 | 69r | Rom.2.11-Rom.2.12 | ρα | ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται | ἔνθεν ἄχρι φυλῶν πλειόνων μάχην εἰσάγει ἐθνικῶν καὶ Ἰουδαίων καὶ συνηγορει αὐτος τοῖς εθνικοις μὲν φύσει δὲ τὰ δικαία πράττουσι τοῦτο δὲ ποιεῖ θέλων τὸν μὲν νόμον ἐκβαλεῖν τὴν δὲ πίστιν αντεισαγαγειν |
118exa | 69v | Rom.2.12-Rom.2.13 | ρβ | καὶ ὅσοι ἐν νόμωι ἥμαρτον διὰ νόμου κριθήσονται οὐ γὰρ οἱ {ἀκροαταὶ νόμου /ἀκροαταὶ τοῦ νόμου }* δίκαιοι παρὰ τῶι θεῶ | δεῖξαι θέλει ἐν δύο ἁμαρτήσασιν Ἰουδαίῳ καὶ ακροβυστω χείρω τὸν Ἰουδαῖον τιμωρεισθαι ὅσω καὶ νόμου ὁδηγοῦ ευπορησας ἥμαρτεν ἀνόμως δὲ αμαρτοντα εἰσάγει τὸν ἀκροβυστον ὅς φησιν ἀνόμως ἀπολεῖται τουτέστιν οὐ μετὰ ἀκριβείας νόμου ὁ δηλοῖ τὴν συμμετρον ἀπώλειαν ἐν νομως δὲ αμαρτοντα λέγει τὸν Ἰουδαῖον ὅς φησιν διὰ τοῦ νόμου ὃν καὶ παραβεβηκε κριθησεται τουτέστι κατακριθήσεται δηλοῖ δὲ τοῦτο τὴν ἐπὶ τὸ χεῖρον ἀπώλειαν κρίσιν δὲ αὐτὴν καλεῖ καὶ οὐκ ἀπώλειαν διὰ τὸ ἡγεῖσθαι δικαστηριον εἰ χεῖρον ὁ Ἰουδαῖος τιμωρεῖται κατὰ τὴν παραγραφην πως ἐπὶ μὲν τοῦ Ἕλληνος ἀπολοῦνται εἶπεν ἐπὶ δὲ τοῦ Ἰουδαίου κριθήσονται ὧν τὸ μὲν ἀναμφίβολον κακὸν είναι δοκεῖ τὸ δὲ αμφιβολον ἀλλὰ πρόσχες κρίμα ἐνταῦθα τὸ κατάκριμα λέγει τουτέστι τὴν ἀναμφίβολον ἀπώλειαν δηλοῖ ἂλλ ἑνὶ τιμωρία παρὰ τὴν τιμωρίαν καὶ τὰ δύο οὐκ ἀναμφίβολον ἀπωλείας |
118exb | 69v | Rom.2.13 | | | |
118exc | 69v | Rom.2.13 | | | |
119 | 69v | Rom.2.13 | ργ | ἂλλ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται | {ἴσως γὰρ ἀνθρώπους πλανωσιν ἂλλ οὐ τοὺς ακροατας τοῦ νόμου δίκαιοι ὁ θεὸς ἀλλὰ τοὺς ποιητας /ἂλλ οὐ τοὺς ακροατας τοῦ νόμου δίκαιοι ὁ θεὸς ἴσως γὰρ ἀνθρώπους πλανωσιν ἀλλὰ τοὺς ποιητας }* |
120 | 69v | Rom.2.13-Rom.2.14 | ρδ | ὅταν γὰρ ἔθνη τὰ μo * νόμον ἔχοντα φύσει τὰ τὸ τοῦ νόμου ποιῇ | τοῖς τῆς φύσεως λογισμοῖς χρώμενοι πρὸς δικαιοπραγιαν |
120ex | 69v | Rom.2.14 | | | |
121 | 69v | Rom.2.14 | ρε | οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος | θαυμάσιο οὖν οὗτοι οἱ νόμου παιδαγωγὸ μὴ δεηθεντες αὐτοὶ νομοθεται εἰσιν ἑαυτῶν καὶ πληρωται τῆς νομοθεσίας |
122 | 69v | Rom.2.14-Rom.2.15 | ρϛ | οἵτινες ἐν δείκνυται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν | οὐ γὰρ δέονται τοῦ ἐν γράμμασι νόμου φησι ἀλλὰ τούτων ἡ καρδία εγγραπτον ἔχει κατανοουμενον τὸν νόμον |
123 | 69v | Rom.2.15 | ρζ | συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως | ἀρκεῖ γὰρ ἀντὶ τοῦ νόμου τὴν οἰκείαν ἔχειν συνείδησιν μαρτυροῦσαν τοῖς καλοῖς ἔργοις |
124 | 70r | Rom.2.15 | ρη | καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἡ καὶ ἀπολογουμένων | ἐν ἐκείνῳ γὰρ τῶ κριτηριω οὐ δεόμεθα τῶν εξωθην ἡ κατηγορούντων ἡ μαρτυρούντων ἡμῖν τὰ χρηστὰ ἂλλ οἱ ἑκάστου λογισμοὶ καὶ τὸ συνειδὸς ἡ κατηγορεῖ ἡ απολογειται |
124Ph | 70r | Rom.2.15 | | | |
125 | 70r | Rom.2.15-Rom.2.16 | ρθ | ἐν ἡμέρα ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων | οἱ μὲν γὰρ ἄνθρωποι τὰ φανερὰ ὁ δὲ θεὸς τῶν κρυπτων ἐστι εξετασης |
126 | 70r | Rom.2.16 | ρι | κατὰ τὸ εὐαγγέλιον μου διὰ Ἰησοῦ Χριστοῦ | ὁ γὰρ πατήρ φησι κρίνει οὐδένα τὴν δὲ κρίσιν πᾶσαν δέδωκε τῶ υἱῷ |
127 | 70r | Rom.2.16-Rom.2.17 | ρια | ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ | εἰπὼν ὅτι οὐδὲν τῶ θεοσεβει μὲν ακροβυστω δὲ λείπει πρὸς τὸ σωθῆναι εὰν ἡ τοῦ νόμου μόνον ποιητὴς τίθησι λοιπὸν καὶ ἐφ' οἷς μέγα ἐφρόνουν {Ἰουδαῖοι /οἱ Ἰουδαῖοι }* δεικνὺς ὅτι οὐδὲν τούτων ὠφελεῖ τὸν μὴ ὀρθῶς βιουντα καὶ πρῶτον αὐτο τὸ ὄνομα τέθεικεν ἴδε σύ φησιν Ἰουδαῖος ἐπονομάζῃ ἐδοκει γὰρ καὶ αὐτο τὸ ὄνομα μέγα τι είναι ὥς νυν τὸ τῶν χριστιανῶν |
128 | 70r | Rom.2.17 | * | | οὐ γὰρ κατὰ ἀλήθειαν εἰ μὴ πληροῖς τὸν νόμον |
128ex | 70r | Rom.2.17 | | | |
129 | 70r | Rom.2.17 | ριβ | καὶ ἐπαναπαύῃ τῶ νόμῳ | μέγα φησι ἐπὶ τῶι νόμωι φρονεῖς καὶ ἐν τρυφας αὐτω ὡς ηξιωμενος νομουθειου παρὰ τοὺς λοιποὺς τὸ δὲ ἐπαναπαύῃ δηλοῖ ὅτι οὐ καματω αὐτῶν ἡ κατορθώμασιν ἐδόθη ἀλλὰ θεία χάριτι |
130 | 70r | Rom.2.17 | ριγ | καὶ καυχᾶσαι ἐν θεῶ | ὡς μόνος αγαπηθεις παρὰ τοὺς λοιποὺς ἀνθρώπους δοκεῖ δὲ αὐτοὺς καὶ εἰς απονοιαν σκωπτειν |
131 | 70r | Rom.2.17-Rom.2.18 | ριδ | καὶ γινώσκεις τὸ θέλημα | καίτοι τὸ γινώσκειν μὲν μὴ ποιεῖν δὲ πλείονα παρεσκευαζε τὴν κόλασιν ἂλλ ὅμως καὶ ἐπὶ τοῦτω μέγα ἐφρόνουν ὅθεν οὐ λέγει ποιεῖς ἀλλὰ γινώσκεις τὸ τοῦ θεοῦ θέλημα |
132 | 70r | Rom.2.18 | ριε | καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου | ἡ γὰρ τοῦ νόμου κατηχησις οἶδε τῶν συμφερόντων ἀκριβῆ δοκιμασιαν εκδιδαξαι οὗτοι δὲ μὴ ποιοῦντες καὶ ἐπὶ τῶ εἰδέναι τὴν τῶν συμφερόντων δοκιμασιαν ἐφρόνουν μέγα |
133 | 70r | Rom.2.18-Rom.2.20 | ριϛ | πέποιθας τε σεαυτὸν ὁδηγὸν είναι τυφλῶν φῶς τῶν ἐν σκότει παιδευτὴν ἀφρόνων διδάσκαλον νηπίων | οὐκ εἰ φησιν ὁδηγος ἂλλ οὕτως περὶ σεαυτοῦ λογίζῃ τυφλοὺς δὲ λέγει καὶ ἐν σκότει καὶ αφρονας καὶ νηπιους τοὺς προσκαλουμενους αὐτοῖς προσηλύτους οἱ οὔπω ειδησιν εἶχον τοῦ νόμου τούτοις γὰρ τοῖς ονομασιν ἀπὸ κενοδοξιας αὐτοὶ τοὺς προσηλύτους ἐκάλουν διὸ καὶ αὐτος ηρεμα επονηδιζων αὐτοῖς τοῖς τοιούτοις ονομασιν ἐχρήσατο |
134 | 70v | Rom.2.20 | ριζ | ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῶ νόμῳ | εὐφυῶς εἶπε μόρφωσιν γνώσεως καὶ ἀληθείας δηλονότι οὐκ αὐτὴν ἔχουσι τὴν ἀληθῆ γνῶσιν καὶ εὐσέβειαν ἂλλ επιπλαστον εἰκονα τινα σχῆμα μὲν ἔχουσαν ἀληθείας οὐκ οὖσαν δὲ καλῶς δὲ κεῖται ἐν τῶ νόμῳ ἔδει γὰρ τὴν εἰκονα τὴν ἀληθῆ ἐν τῶ συνειδοτι καὶ ἐν ταῖς πράξεσι κεκτησθαι σὺ δέ φησι μέγα {φρονεῖς /φρονης }* ὡς {ὅτι νόμος /ὅτι ὁ νόμος }* ἔχει τὴν εἰκονα ταύτην ἂλλ οὐδὲν τοῦτο πρός σε ἐπεὶ μὴ ποιητὴς εἰ τοῦ νόμου |
134Ph | 70v | Rom.2.20 | | | |
135 | 70v | Rom.2.20-Rom.2.22 | ριη | ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις | εἶτα ἀκολουθον ἦν εἰπεῖν ὅτι οἱ τὰ τοιαῦτα παρὰ τοῦ θεοῦ λαβόντες καὶ μὴ φυλαττοντες αυτὰ μείζονος ἔσονται τιμωρίας ἔνοχοι ὅσω καὶ ἐν γνώσει ἡ ἁμαρτία ἀλλὰ τέως οὐ σφόδρα αὐτῶν καθαπτεται ἀλλὰ κατὰ ἐρώτησιν προσάγων τὸν λόγον τοῦτο αὐτο ἐνδείκνυται |
135ex | 70v | Rom.2.22 | | | |
136 | 70v | Rom.2.22 | ριθ | ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς | ὁ μὲν νόμος καὶ τὰ ἐν τοῖς εἰδώλοις χρηματαβδελυκτα εἶχε διὰ τοῖς δαιμοσιν ανατεθηναι ὑμεῖς δέ φησι τὰ μὲν εἴδωλα {βδελυσεσθαι /βδελύσσεσθαι }* φατε τὰ δὲ ἐν αὐτοῖς χρήματα αρπαζετε ἄρα οὖν οὐδε τὰ εἴδωλα κατὰ ἀλήθειαν βδελυσσεσθε |
136Ph | 70v | Rom.2.22 | | | |
137 | 70v | Rom.2.22-Rom.2.23 | ρκ | ὃς ἐν νόμῳ καυχᾶσαι δα τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις | καυχᾶσαι ὡς τιμηθεὶς παρὰ θεοῦ διὰ τὸν νόμον τι τοίνυν τῆ παραβάσει ἀτιμάζεις τὸν νόμον καὶ συνατιμαζεις τὸν θεόν |
138 | 70v | Rom.2.24 | ρκα | τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι' ὑμᾶς βλαφθημειται ἐν τοῖς ἔθνεσι καθὼς γέγραπται | ἐπειδὴ βαρυ εἶπεν ὅτί φησι τὸν θεὸν ἀτιμάζεις τὸν προφήτην Ἠσαΐαν παράγει μάρτυρα ὡς εἰ εἶπεν οὐκ ἐμὸς ὁ λόγος οὗτος ἀλλὰ τοῦ Ἠσαΐου |
139 | 70v | Rom.2.24 | * | | καὶ γὰρ οἱ ἐξ ἐθνῶν ὁρῶντες αὐτοὺς κακῶς πολιτευομενους εἰς βλασφημίας εξεφεροντο ὡς λέγειν τούτους φησι ἔδει αγαπησαι τὸν θεὸν ἡ δοῦναί τι αὐτοῖς οὐκ ᾔδει κακοὺς ὄντας καὶ ἐσομένους |
140 | 70v | Rom.2.24 | | | |
141 | 70v | Rom.2.24-Rom.2.25 | ρκβ | περιτομὴ μὲν γὰρ ὠφελεῖ εὰν νόμον πράσσῃς | ἐπειδὴ μέγα τι ἐδοκει ἡ περιτομὴ τελευταιον κατὰ αὐτὴν καί φησιν ἂλλ {ἐρεῖτε μέγα /ἐρεῖτέ τι μέγα }* καὶ ὠφέλιμον τι χρῆμα ἡ περιτομὴ εισκρινει γὰρ τῶ λαῷ τοῦ θεοῦ Ναί φησι ὁμολογῶ ἀλλὰ τότε ὅταν νόμον πράσσῃς |
142 | 71r | Rom.2.25 | ρκγ | εὰν δὲ παραβάτης νόμου ἧς ἡ περιτομὴ σου ἀκροβυστία γέγονεν | βούλεται δεῖξαι ὅτι περιτομή ἐστι νοητη ἧς τύπος ἡ αισθητη περιτομὴ καὶ καθαρσκιο καὶ τὰ περιττα περιτετμησθαι περιττὸν δὲ πᾶν ὅσον οὐ φίλον θεῶ ἐκ δὴ τούτου ἐστι τις ἀκροβυστος μὲν τὸ σῶμα τὴν δὲ τοιαύτην ἔχων περιτομὴν καὶ πάλιν ἐμπερίτομος τὸ σῶμα ἀκροβυστος δὲ τὴν ψυχὴν ἀκροβυστίαν γὰρ καὶ περιτομὴν τὴν ἀληθῆ δηλονότι ἀγαθῶν καὶ πονηρῶν πράξεις χαρακτηριζουσιν |
142Pha | 71r | Rom.2.25 | | | |
142Phb | 71r | Rom.2.25 | | | |
144 | 71r | Rom.2.25-Rom.2.26 | ρκδ | εὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ | τουτέστιν οἱ τὴν ἀκροβυστίαν ἔχοντες ἐθνικοί |
143 | 71r | Rom.2.26 | * | | εἰς νοητὴν ἀκροβυστίαν φησι μετὰ πεφοιτηκεν σου ἡ περιτομὴ διά σε τὸν κακῶς χρώμενον τέως γὰρ οὐ βούλεται φανερῶς ατιμασαι τὴν περιτομήν |
145 | 71r | Rom.2.26 | ρκε | οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται | οὐκ εἶπεν ὅτι νίκα τὴν περιτομὴν τέως γὰρ επαχθες ἦν ἂλλ ὅτι εἰς περιτομὴν λογισθήσεται παρὰ θεῶ δηλονότι |
146 | 71r | Rom.2.26-Rom.2.27 | ρκϛ | καὶ κρίνει | τουτέστι κατάκρινει ὡς καὶ εἴρηται ἄνδρες Νινευῖται ἀναστήσονται καὶ {κρινοῦσι /κατακρινουσι }* τὴν γενεὰν ταύτην |
146Ph | 71r | Rom.2.27 | | | |
147 | 71r | Rom.2.27 | ρκζ | ἡ ἐκ φύσεως ἀκροβυστία | ἐκ φύσεως ἀκροβυστίαν λέγει τὸν ἐν σαρκὶ ἀκροβυστον οὗτος τοιγαροῦν πληρῶν τὰ ἀπὸ τοῦ νόμου κατάκρινει σε τὸν περιτομὴν ἔχοντα καὶ ὅσον ηκε τερουντα εἰς τὸ γράμμα νόμον ταῖς δὲ πράξεσι παραβαίνοντα αὐτον |
147Ph | 71r | Rom.2.27 | | | |
148 | 71r | Rom.2.27 | ρκη | τὸν νόμον τελοῦσα σε τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου | διὰ γὰρ νόμου γραπτοῦ καὶ περιτομῆς προαχθεις ἐγένου πάντων παραβάτης |
148ex | 71r | Rom.2.28 | ρκθ | οὐ γὰρ ὁ ἐν τῶ φανερῷ Ἰουδαῖός ἐστι οὐδε ἡ ἐν τῶ φανερῷ ἐν σαρκὶ περιτομή | λοιπὸν {οριζη /ὁρίζει }* τις ὁ ὄντως Ἰουδαῖος καί τις ὁ ὄντως ἀκροβυστος καὶ δοκεῖ μὲν μὴ ἐκβάλλειν τὸν Ἰουδαῖον ἀλλὰ τὸν παραβάτην πολὺ δὲ καταβαλλει αὐτοὺς σημαίνων πάντα πρὸς ἐπίδειξιν αὐτοὺς ποιοῦντας |
149 | 71r | Rom.2.28 | | | |
150 | 71r | Rom.2.29 | ρλ | ἂλλ ὁ ἐν τῶ κρυπτῷ Ἰουδαῖος | οἷον ὁ νοητος |
151 | 71r | Rom.2.29 | ρλα | καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι οὐ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἂλλ ἐκ τοῦ θεοῦ | οὐ γὰρ χρεία φησι τὴν σαρκικην περιτέμνειν ἀκροβυστίαν ἀλλὰ τὴν καρδίαν ἐκ τῶν κακῶν πράξεων ἐν πνεύματι {προδοποιει /προδοποιειν }* τῆ πίστει οἱ γὰρ πιστοὶ διὰ πνεύματος ἁγίου τὴν περιτομὴν ἔχουσι τῶν ἁμαρτιῶν |
152 | 71r | Rom.2.29 | * | | ὁ γὰρ τὴν καρδίαν {φησι τετμημενος /φησιν περιτετμημος }* ἀπὸ πάσης ἀκαθαρσίας οὗτος ὁ ἀληθῶς Ἰουδαῖος ὁ τὸν νόμον πληρῶν |
153 | 71r | Rom.2.29 | * | | τῆς γὰρ κρυπτης καὶ ἐν καρδία περιτομῆς οὐκ ἔσται επαινετης ἄνθρωπος ἂλλ ὁ εταζων καρδίας καὶ νεφρούς |
154 | 71v | Rom.2.29-Rom.3.1 | ρλβ | τι οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου ἡ τις ἡ ὠφέλεια τῆς περιτομῆς | αντιτιθησιν ἑαυτῷ εἰ οὖν φησι κατὰ τὸν σὸν λόγον οὐδὲν ὠφελεῖ οὔτε τὸ είναι Ἰουδαῖον οὔτε τὸ περιτέμνεσθαι ἀλλὰ καὶ βλαπτει οἱ παραβαινοτες γὰρ μείζονος εἰσι τιμωρίας ἄξιοι τι δήποτε ἡμᾶς καὶ ἐξελέξατο ὁ θεὸς διατὶ δὲ καὶ περιτέμνεσθαι προσέταξεν ἦν μὲν οὖν πρὸς τὴν ἀντίθεσιν εἰπεῖν ὅτι τύπος ἦν ἡ περιτομὴ ταύτης τῆς διὰ πίστεως ἐν πνεύματι περιτομῆς καὶ ὁ Ἰουδαῖος τοῦ νοητου Ἰουδαίου τοῦ εξομολογουμενου θεῶ Ἰούδας γὰρ εξομολογησις ἑρμηνεύεται ἀλλὰ ταύτην τέως ἁφῆς τὴν λύσιν απαραδεκτον ἔτι οὖσαν εἰς ἑτέραν ἦλθεν ὅτι ὠφελεῖ ὁ Ιουδαισμος κατὰ τοῦτό φησιν ὅτι ἔμαθον ὁδὸν σωτηρίας ἔλαβον νόμον ὁδηγὸν τῶν πρακτεων εἰ δὲ μὴ ἐφύλαξαν ἑαυτοῖς μεμφεσθωσαν ἐμοι γὰρ τέως φησι πρὸς τοὺς μὴ παραβαίνοντας ὁ λόγος |
154ex | 71v | Rom.3.1 | | | |
155 | 71v | Rom.3.1-Rom.3.2 | ρλγ | πολλὴ κατὰ πάντα τρόπον | συντιθεται είναι τὸ περισσὸν καὶ ὠφέλιμον |
156 | 71v | Rom.3.2 | ρλδ | πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ | ὅτι ὅλως φησιν ενεχειρισθησαν τὸν νόμον οὗτος γὰρ τὰ λόγια τοῦ θεοῦ |
157 | 71v | Rom.3.2-Rom.3.4 | ρλε | τι γὰρ εἰ ἠπίστησαν τινες μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει μὴ γένοιτο | εἶτα ἵνα μὴ λέγωσι ναί φησιν ενεχειρισεν ἡμῖν τὸν νόμον καί τις ὠφέλεια τοῦ νόμον εγχειρισθηναι ὁπότε πολλοὶ οὐκ ἐπίστευσαν αὐτω καί τι φησι πρὸς τὸν θεὸν εἰ ὑμεῖς ηπιστησατε μὴ γὰρ ἀνάγκην σῶσαι ὑμᾶς εἶχεν ὁ θεὸς ακοντας μὴ γὰρ ἐπειδή φησι τινες ἠπίστησαν παρὰ τοῦτο τὴν πίστιν τοῦ θεοῦ τουτέστι τὴν εὐεργεσίαν κατηργησαν τουτέστιν εματαιοποιησαν οὐ μενοῦν εἰ γὰρ καὶ αὐτοὶ οὐκ ἠβουλήθησαν σωθῆναι ὁ μέντοι θεὸς τὸ αὐτοῦ πεποίηκε |
158 | 71v | Rom.3.4 | ρλϛ | [cap]{γενέσθω /γινέσθω }* δὲ ὁ θεὸς ἀληθὴς πᾶς δὲ ἄνθρωπος ψεύστης | οὐκ ἐπειδή φησιν ηπειθεσαν οἱ Ἰουδαῖοι διὰ τοῦτο παρεβλαβη τι ἡ δωρεὰ τοῦ θεοῦ ἡ ηλαττωθη ἀλλὰ πάντα γέγονεν ἵνα δι' ἐλεγχθῇ καὶ τοῦ θεοῦ τὸ ἀληθὲς ἐφ' οἷς καί φησιν ἐπηγγείλατο τοῖς αμφι τὸν Ἀβραὰμ καὶ τῶν ἀνθρώπων τὸ ψεῦδος εψευσαντο γὰρ τῆ ἀπιστία τὸν θεόν |
158ex | 71v | Rom.3.4 | * | | θεοῖς λατρεύσαντες καὶ δαίμοσι |
158Pha | 71v | Rom.3.4 | | | |
158Phb | 71v | Rom.3.4 | | | |
159 | 72r | Rom.3.4 | ρλζ | καθὼς γέγραπται ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῶ κρίνεσθαι σε | παράγει καὶ τὸν Δαυὶδ τὸ αὐτο λέγοντα ὅτι διὰ τοῦτό φησι καὶ αναξιους εὐεργετεῖ ὁ θεὸς ἵνα τε δειχθῇ αὐτοῦ τὸ ἀγαθον καὶ ἵνα νικήσῃ εἰς κρίσιν τοῖς ἀνθρώποις καταστάς |
160 | 72r | Rom.3.4-Rom.3.5 | ρλη | εἰ δὲ ἡ ἀδικία ἡμῶν | ὁ θεός φησιν ευεργετησεν ἡμεῖς δὲ αὐτον εψευσαμεθα καὶ διὰ τὴν ἡμετέραν κακίαν ὤφθη μᾶλλον ἐλεήμων ὅσω καὶ αναξιους εὐεργέτῃ διὰ τοῦτο τοιγαροῦν καὶ νίκα ἐν τῆ κρίσει ἡμεῖς οὖν αὐτω αγνωμονησαντες τὴν πρόφασιν τῆς νίκης παρεσχομεν διατὶ οὖν {κολάζῃ /κολάζει }* ἡμᾶς δι' οὓς ὤφθη νικῶν |
160ex | 72r | Rom.3.5 | * | | εἰ αἴτιος αὐτω σὺ τῆς νίκης κολάζει δέ σε {αδικη /αδικει }* εἰ δὲ ἄδικος οὐκ ἐστι κολάζει δὲ ἄρα οὐ σὺ αὐτω τῆς νίκης αἴτιος ἐν ἦν γὰρ αὐτω καὶ ἄλλως νικαν κἂν σὺ μὴ ὤφθης κακὸς οὐ γὰρ ὁ μὴ κακὸς ἤδη καὶ ἄξιος θεοῦ ἀγάπην επισπασασθαι |
160Ph | 72r | Rom.3.5 | | | |
161 | 72r | Rom.3.5 | ρλθ | θεοῦ δικαιοσύνην συνίστησι τι ἐροῦμεν μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν | εἰ δέ φησι ἐκ τῆς ἡμῶν ἀδικίας μᾶλλον δείκνυται ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη τοῦ θεοῦ ὅτι δὴ οὔτε ἡ ἡμῶν ἀδικία ἐκώλυσεν αὐτον τὰ δικαία ποησαι τουτέστιν εἰς τέλος ἀγαγεῖν τὰ υποσχεθεντα τῶ Ἀβραὰμ καὶ οὐκ ἂν ἄλλως ὁ θεὸς ὤφθη δίκαιος καὶ ἀληθὴς εἰ μὴ ἡμεῖς γεγόναμεν ἄδικοι εἰ τοῦτό ἐστιν ἄρα ἀδίκως κολάζει τοὺς αἰτίους αὐτω ἀληθείας γενομένους εἰ δὲ μὴ ἀδίκως κολάζει ἄρα οὐχ ἡμεῖς αὐτω τῆς ἀληθείας αἴτιοι |
162 | 72r | Rom.3.5-Rom.3.6 | ρμ | κατὰ ἄνθρωπον λέγω μὴ γένοιτο | ἐπειδὴ γὰρ ανρθωπινοις λογισμοῖς ἐχρήσατο οὐκ ὄντα ἄδικον δεικνὺς τὸν θεὸν ἐπάγει κατὰ ἄνθρωπον λέγω φησι τοὺς λογισμοὺς τούτους φησι ἐπεὶ εἰσί φησι καὶ ἄλλοι λογισμοὶ θειοτεροι ὡς εἰ εἶπεν κατὰ ἀνθρώπινον λογισμὸν λαλησωμεν ἄδικός ἐστιν ὁ θεὸς μὴ γένοιτό πως οὖν ὀργὴν ἐπάγει ἡ δῆλον ὅτι οὐχ ἡμεῖς αὐτω τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης ἂλλ αὐτος |
163 | 72r | Rom.3.6 | ρμα | ἐπεὶ πως κρίνει ὁ θεὸς τὸν κόσμον | εἰ ἦν φησιν ἄδικος οὐκ ἂν ἔκρινε τὸν κόσμον αὐτο γὰρ τὸ κρίνειν δηλοῖ ὅτι δίκαιός ἐστι φύσις γὰρ αυτὴ τοῦ κρίνειν τὸ τὸν δίκαιον κρίνειν τοὺς ἀδίκους |
164 | 72v | Rom.3.6-Rom.3.7 | ρμβ | εἰ {γὰρ ἀλήθεια /γὰρ ἡ ἀλήθεια }* τοῦ θεοῦ ἐν τῶ ἐμῷ ψεύσματι ἐπερίσσευσε | τὸ αὐτο πάλιν λέγει εἰ γὰρ διὰ τοῦτό φησιν ἐπερίσσευσεν ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνην καὶ ἡ νίκη τοῦ θεοῦ ἐπειδὴ ἐγὼ ἠδίκησα καὶ εψευσαμην αὐτον αλογως κρίνομαι ἔδει γάρ με καὶ αμοιβων ἀξιωθῆναι ὡς αἴτιον αὐτω νίκης καὶ ἀληθείας ἀλλά νυν οὐκ ἐγὼ αἴτιος τοιγαροῦν καὶ κρίνομαι |
165 | 72v | Rom.3.7 | ρμγ | εἰς τὴν δόξαν αὐτοῦ τι ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι | ἵνα δοξάζηται επινικη καὶ δικαιοσύνη καὶ ἀλήθεια |
166 | 72v | Rom.3.7-Rom.3.8 | ρμδ | καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθὼς φασὶ τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά | τι κρινομεθα φησι ὡς ἁμαρτωλοὶ αἴτιοι νίκης τῶ θεῶ γενωμενοι καὶ μὴ γίνεται καθωςω ἡμᾶς τινες νομιζουσι λέγειν τοιγαροῦν καὶ κωμωδουσιν ὅτι ποιήσωμεν τὸ κακὸν ἵνα ἐκ τούτου νικησας ὁ θεὸς αμειψεται ἡμᾶς ευεργεσιαις ὡς αἰτίους νίκης αὐτω γενομεμους ἐξ ὧν κακῶς ἐπράξαμεν |
166ex | 72v | Rom.3.8 | * | | καὶ μὴ γένηται ἐκεῖνο φησιν ὅπερ λέγειν νομιζομεθα ὅτι ἐκ τῆς ἀδικίας ἡμῶν εὐεργετεῖ ἡμᾶς ὁ θεὸς ὡς αἰτίους αὐτω νίκης γενομένους νυν γάρ φησι τὸ ἐναντίον καὶ τιμωρουμεθα |
167 | 72v | Rom.3.8 | ρμε | ὧν τὸ κρίμα ἔνδικον ἐστι | ἤκουσαν οἱ Ἕλληνες τῶν Χριστιανῶν λεγόντων ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις καὶ αὐτοὶ μὲν ταῦτα ἔλεγον ὅτι πλεονασας ὁ κόσμος ἁμαρτημάτων αὐτον τὸν υἱον τοῦ θεοῦ επεπασατο εἰς σωτηρίαν καὶ ἐκ τούτου ἐπλεόνασεν εἰς ἡμᾶς ἡ χάρις αὐτοὶ δὲ διασυροντες τὸ εἰρημένον ἔφασκον τοὺς Χριστιανοὺς λέγειν δεῖν ἁμαρτάνειν ἵνα πλεονάσῃ ἡ χάρις ὧν φησι δηλονότι τούτων οὕτω βλασφημούντων ἡμᾶς τὸ κρίμα ἔνδικόν ἐστιν ὅτι τὰ καλῶς εἰρημένα κακῶς μεθερμηνευοντες διασύρουσιν |
168 | 72v | Rom.3.8-Rom.3.9 | ρμϛ | τι οὖν προεχομεθά | διὰ τοῦ νόμου φησι καὶ τῆς περιτομῆς οὐδὲν προκατέχομεν πλέον ἡ ὧν ἔχομεν |
168ex | 72v | Rom.3.9 | | | |
168Pha | 72v | Rom.3.9 | | | |
168Phb | 72v | Rom.3.9 | | | |
169 | 72v | Rom.3.9 | * | οὐ πάντως | ἄνω εἰπών τι τὸ περισσὸν Ἰουδαίου καὶ διδάξας ἔχειν τι περισσὸν τὸν Ἰουδαῖον διὰ τὸ ὅλως πιστευθῆναι τὸν νόμον καὶ εγχειρισθηναι νυν δείκνυσι μηδὲν αὐτοὺς ἔχειν περισσὸν ὡς μὴ φυλάξαντας τὸν νόμον εἰ μὴ ὅτι καὶ ἔλαττον ὅσον τὸ ἐν γνώσει ἁμαρτάνειν χεῖρόν τι οὖν ἔχομεν φησι ἡμεῖς οἱ Ἰουδαῖοι πλέον οὐδέν τι δήποτε ὅτι πάντες ὑφ' ἁμαρτίαν ἐσμεν Ἰουδαῖοί τε καὶ Ἕλληνες |
170 | 73r | Rom.3.9-Rom.3.11 | ρμζ | προητιασαμεθα γὰρ Ioυδαιους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν είναι καθὼς γέγραπται οὐκ ἐστι δίκαιος οὐδε εἰς οὐκ ἐστιν ὁ συνιῶν οὐκ ἐστιν ὁ ἐκζητῶν τὸν θεόν | οὐδὲν οὖν φησι πλέον τῶ Ἰουδαίῳ πλέον ἐκ τοῦ νόμου οὐκ ἐφύλαξε γὰρ οὐδε τῶ ακροβυστω ἥμαρτε γὰρ οὐδεὶς οὖν ἔχει πλέον τοῦ άλλου πλέον καὶ γὰρ πάντας ητιασαμεθα τουτέστιν ηλεγξαμεν ὄντας ὑφ' ἁμαρτίαν εἶτα ἵνα μὴ δόξῃ επαχθης τὸν Δαυὶδ καὶ τὸν Ἠσαΐαν φέρει μάρτυρας |
171 | 73r | Rom.3.11 | | | |
172 | 73r | Rom.3.11-Rom.3.12 | ρμη | πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν οὐκ ἐστι ποιῶν χρεστοτητα οὐκ ἐστι ἕως ἑνός | ἅμα τῶ εκκλιναι ἀπὸ θεοῦ ἀχρεῖοὶ καὶ απερριμμενοι γεγένηνται |
173 | 73r | Rom.3.12-Rom.3.15 | ρμθ | τάφος ανεωγμενος ὁ λάρυγξ αὐτῶν ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν ἰὸς ἀσπίδων ὑπο τὰ χείλη αὐτῶν ὧν τὸ στόμα ἄρας καὶ πικρίας γέμει ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα | ταῦτα τοῖς καταλαλοῦσιν ἁρμοζει λέγεσθαι |
173ex | 73r | Rom.3.15 | * | | ἀνοίγοντες γὰρ τὰ στόματα αὐτῶν λέγουσι βλασφημίας [βὰ τιν] δυσωδίαν ἔχουσι δηλοῖ οἱ πονηροὶ λογισμοὶ κινοῦσι κατὰ τῆς ψυχῆς καὶ ἀνοίγοντες τὰ στόματα αὐτῶν τὰς ἡδυπαθείας τὰς λαιμαργίας τὰς πλεονεξίας ταύτας ἔχοντες ἐν ἑαυτοῖς τὸ [φυ] νεωπαίω ἐξομοιοῦντα πολλὴν δυσωδίαν καὶ ὀσμὴν εὐ [δ'] ἀναπέμποντας λάρυγξ δὲ ἐστὶν ὁ λαιμος |
174 | 73r | Rom.3.16 | ρν | {συντριμα /σύντριμμα }* καὶ ταλαπωρια ἐν ταῖς ὁδοῖς αὐτῶν | ὁδούς φησι τὴν πολιτείαν καὶ τὴν ζωὴν {συντριμα /σύντριμμα }* δὲ καὶ ταλαιπωριαν τὰς ἁμαρτίας λέγει οὐδὲν γὰρ οὕτως ἐπὶ τριβει καὶ εξιτηλον ποιεῖ ψυχὴ καὶ σῶμα ὡς ἁμαρτία |
175 | 73r | Rom.3.16-Rom.3.18 | ρνα | καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν οὐκ ἐστι φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν | ὁδὸν εἰρήνης τὴν χρηστην λέγει πολιτείαν |
176 | 73r | Rom.3.18-Rom.3.19 | ρνβ | οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῶ νόμῳ λαλεῖ | ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι καί τι πρὸς ἡμᾶς ταῦτα πάντως γὰρ περὶ ἡμῶν εἴρηται ναί φησι πρὸς ὑμᾶς πάντες γὰρ τοῦτο ισμεν ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῶ νόμῳ λαλεῖ ποία γὰρ ἦν φησιν ἀνάγκη ἑτέρων κατηγορεῖν καὶ οὐχὶ τῶν οἰκείων τὸν Δαυὶδ καὶ ἄλλους ἐλέγχειν τὸν εἰς διόρθωσιν Ἰουδαίων αποσταλεντα Ἠσαΐαν |
177exa | 73r | Rom.3.19 | | | |
177exb | 73r | Rom.3.19 | | | |
177exc | 73r | Rom.3.19 | | | |
177 | 73v | Rom.3.19 | ρνγ | ἵνα πᾶν στόμα φραγῇ καὶ ὑποδικος γένηται πᾶς ὁ κόσμος τῶ θεῶ | δείκνυσι μεγαλορημονας τοὺς Ἰουδαίους διὰ τοῦτο τοιγαροῦν καὶ ἠλέγχοντο ὑπο τῶν προφητῶν ἵνα τῶν μεγαλορημονων απορραφη τὰ στόματα |
178 | 73v | Rom.3.19 | | | |
178Ph | 73v | Rom.3.19 | | | |
178ex | 73v | Rom.3.19 | | | |
179 | 73v | Rom.3.19 | * | | εἶτα ἵνα μὴ αναξιοπαθησωσιν Ἰουδαῖοι συγκαταριθμουμενοι παντὶ τῶ κόσμῳ εἰς τὸ υποδικοι είναι πάλιν τὰ κατ' αὐτοὺς ἐξετάζει |
180 | 73v | Rom.3.19 | | | |
181 | 73v | Rom.3.19-Rom.3.20 | ρνδ | διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ | καί τι λέγω ὅτι οὐδὲν ωφελεισθε Ἰουδαῖοι ἐκ τοῦ νόμου εἰς τὸ μὴ γενέσθαι ἅμα τῶ παντὶ κόσμῳ υποδικοι μενοῦνγε εξεταζων τις ευρισκη καὶ βλαβεντας ὑμᾶς ὑπο τοῦ νόμου οὐ παρὰ τὴν αὐτοῦ φύσιν ἀλλὰ παρὰ τὴν ὑμῶν κακίαν πως ὅτι τὸ γνῶναι τὴν ἁμαρτίαν διὰ τοῦ νόμου ἔχετε τὸ δὲ ἐν {γνώσῃ /γνώσει }* ἁμαρτάνειν χαλεπωτερον τοῦ ἐν ἄγνοια |
181ex | 73v | Rom.3.20 | | | |
182 | 73v | Rom.3.20 | * | | δείξας δὲ αὐτοὺς οὐδὲν ωφελουμενους ἐκ τοῦ νόμου καὶ εἰς ἐπιθυμίαν ἀγαγὼν Μεθοδου σῶσαι δυναμενης εὐκαίρως λοιπὸν εἰς τὴν πίστιν εισβαλλει τοῦ Χριστοῦ |
183 | 73v | Rom.3.20 | ρνε | διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας | εἰ μετὰ νόμου φησιν ημαρτησαμεν πως ἂν σωθειημεν εἴποι τις καὶ μάλιστα χωρὶς νόμου πως διὰ τῆς ἐκ θεοῦ δικαιοσύνης ὅπου δὲ θεὸς δίδωσι μὴ αμφιβαλλε ὦ ἄνθρωπε |
184 | 73v | Rom.3.20 | | | |
185 | 73v | Rom.3.20-Rom.3.21 | ρνϛ | νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπο τοῦ νόμου καὶ τῶν προφητῶν | τὸ φανερούμενον δῆλον ὡς ἦν μὲν εκρυπτετο δὲ τὴν οὖν καινοτομίαν φευγων καὶ τὸ δοκεῖν πρόσφατον είναι τὸ κήρυγμα εἶπε πεφανέρωται καὶ οὐχ ἁπλῶς ἀλλὰ καὶ {προμαρτυρηθησα /προμαρτυρηθεισα }* ὑπο Μωϋσέως οὗτος γὰρ ὁ νόμος ἀλλὰ καὶ τῶν προφητῶν |
186 | 73v | Rom.3.22 | ρνζ | δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ | ποία δικαιοσύνη εἴποι τις ἡ πως διδομενη ὑπο θεοῦ διὰ πίστεώς φησιν Ἰησοῦ Χριστοῦ εἶτα ἵνα μὴ δοξωσι ξένον τι ἀκούειν εἰ ὅλως ἑνὶ σώζεσθαι μηδὲν αὐτοὺς συνεισενεγκοντας δείκνυσιν ὅτι καὶ τὸ πιστεῦσαι συνεισενεγκαι ἐστιν ανδρειας γὰρ δεῖται ψυχῆς τὸ πιστεῦσαι διὸ καί φησιν διὰ πίστεως δεικνὺς καὶ ἡμᾶς ἐκ τούτου συνεισφεροντας |
186Ph | 73v | Rom.3.22 | | | |
186ex | 73v | Rom.3.22 | | | |
187 | 73v | Rom.3.22 | ρνη | εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας | πάλιν δείκνυσι μηδὲν Ἰουδαίους ἔχοντας πλέον τῶν ἐξ ἐθνῶν |
188 | 74r | Rom.3.22-Rom.3.23 | ρνθ | οὐ γὰρ ἐστι διαστολὴ πάντες γὰρ ἥμαρτον | μὴ γάρ μοι φησιν εἴπῃς ἐγὼ μὲν Ἰουδαῖός εἰμι ὁ ἄνωθεν εἰδὼς θεὸν οὗτος δὲ ξένος καὶ βάρβαρος ὅλως εἰ πάντες ἥμαρτον ἔχουσι καὶ τὸ πάντως ομοτιμως σωθῆναι |
189 | 74r | Rom.3.23-Rom.3.24 | ρξ | καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ δικαιούμενοι δωρεὰν τῆ αὐτοῦ χάριτι | μὴ γάρ μοι εἴπῃς φησι ὅτι Ελληνεις πλέον ἥμαρτον μὴ σὺ κατοπιν οὐκ εἰ τῆς δόξης καὶ τῆς εὐεργεσίας τοῦ θεοῦ καὶ δωρεὰν τουτέστιν ἄνευ σων κατορθωμάτων σωζη καὶ πάλιν ὡς μηδὲν ἕτερον συνεισενεγκαι πλὴν πίστεως δικαιουμενος δὲ καὶ δωρεὰν δικαιοῦται καὶ κατοπιν ἔρχεται τῆς τοῦ θεοῦ δόξης καὶ εὐεργεσίας |
189Pha | 74r | Rom.3.24 | | | |
189Phb | 74r | Rom.3.24 | | | |
190 | 74r | Rom.3.24 | ρξα | διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Xριστω Ἰησοῦ | πως δὲ δικαιοῦται διὰ τῆς ἀφέσεως τῶν παραπτοματων ἧς τυγχάνομεν ἐν Χριστῷ Ἰησοῦ ἀντὶ τοῦ διὰ Ἰησοῦ Χριστοῦ |
191 | 74r | Rom.3.24-Rom.3.25 | ρξβ | ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ τῆς πίστεως | εὐδοκία γὰρ τοῦ πατρὸς ἐξ ιλασμα γεγένηται τῶν ἡμετέρων ἁμαρτημάτων τὸ δὲ προέθετο δηλοῖ παλαιὰν τὴν περὶ τούτου βουλήν |
192 | 74r | Rom.3.25 | ρξγ | ἐν τῶ αὐτοῦ αἵματι | ὁ μὲν πατὴρ προέθετο ὁ δὲ υἱος τὸ αἷμα ἐξέχεεν ὑπὲρ ἡμῶν κοινῇ οὖν ἡ χάρις τῆς ἁγίας τριάδος συνήργησε γὰρ καὶ τὸ πνεῦμα |
193 | 74r | Rom.3.25 | ρξδ | εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ | ὥσπερ ἔνδειξις τουτέστιν ἀποδειξις πλουσίου τὸ καὶ ἑτέρους πλουτίζειν οὕτως καὶ ὁ Χριστὸς ἐνδείξασθαι βουλόμενος τὴν δικαιοσύνην αὐτοῦ καὶ τοὺς ἀνθρώπους ἐδικαίωσε |
194 | 74r | Rom.3.25-Rom.3.26 | ρξε | διὰ τὴν πάρεσιν τῶν προγεγονότων αμρτηματων ἐν τῆ ἀνοχὴ τοῦ θεοῦ | ἀποδειξις δὲ τῆς δικαιοσύνης αὐτοῦ μάλιστα γέγονεν ὅτι {παρημενους /παρειμενους }* τουτέστι νενεκρωμενους ταῖς ἁμαρτίαις ἐδικαίωσεν εἶτα ἐπιτείνει τῶν ἀνθρώπων τὸ ἔγκλημα τὸ τὰς ἁμαρτίας γενέσθαι ἐν τῆ ἀνοχὴ τοῦ θεοῦ ὅτε γάρ φησιν ἔδει μετανοῆσαι δοθησης ἀνοχῆς τότε ἡμάρτομεν τοὺς οὖν ἀσύγγνωστα πταισαντας νυν δὲ διὰ πίστεως σώζει |
194Ph | 74r | Rom.3.26 | | | |
195 | 74r | Rom.3.26 | ρξϛ | πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῶ νυν καιρῷ | τὸ γὰρ νεκρωθεντα ταῖς ἁμαρτίαις νυν σώζεσθαι ὅτε καιρὸς τιμωρίας ὑπάρχει τοῦτο ἀποδειξις τῆς δικαιοσύνης αὐτοῦ |
195ex | 74r | Rom.3.26 | * | | ἔδει γὰρ τὰς πρὸς τὸν Ἀβραὰμ πληρωθῆναι ὑποσχέσεις καὶ ἐν εὐλογηθήσονται ἐν τῶ σπέρματί σου πάντα τὰ ἔθνη τοῦτο οὖν δικαιοσύνη τὸ ἀληθεῦσαι καὶ ἐπὶ τοῖς αναξιοις τοῦ σώζεσθαι |
195Ph | 74r | Rom.3.26 | | | |
196 | 74v | Rom.3.26 | ρξζη | εἰς τὸ είναι αυτον δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ | ἰδοὺ ἡ ἔνδειξις τῆς δικαιοσύνης τὸ μὴ μόνον είναι δίκαιον τὸν θεὸν ἀλλὰ καὶ τὸ δικαιοῦν τὸν διὰ πίστεως Ἰησοῦ οικειωθεντα θεοῦ καὶ λαὸν γινόμενον |
197 | 74v | Rom.3.27 | * | που οὖν ἡ καύχησις * | που λοιπὸν τῶν Ἰουδαίων ἡ καύχησις δείκνυσιν δὲ αὐτοὺς εἰκῆ καυχωμένους ἐξεκλείσθη οὐκ εἶπεν ηφανισθη ἂλλ ἐξεκλείσθη δεικνὺς ὅτι καὶ χώραν εἶχέ ποτε νυν μέντοι ἡ πίστις απεκλεισεν αὐτήν |
197 | 74v | Rom.3.27 | * | ἐξεκλείσθη | οὐκ εἶπεν ηφανισθη ἂλλ ἐξεκλείσθη δεικνὺς ὅτι καὶ χώραν εἶχέ ποτε νυν μέντοι ἡ πίστις απεκλεισεν αὐτήν |
198 | 74v | Rom.3.27 | ρξθ | διὰ ποίου νόμου τῶν ἔργων οὐχὶ ἀλλὰ διὰ νόμου πίστεως | νόμου ἔργων τῶν ἔργων περιφραστικῶς καὶ νόμου πίστεως περιφραστικῶς φησιν οὖν ουδι ἔργων ὧν ἐπράξαμεν ἡ Ἰουδαίων ἐξεκλείσθη καύχησις ἀλλὰ διὰ πίστεως ὡς εἰ εἶπε πᾶσα ἐκείνη ἡ καύχησις καὶ τὰ δοκοῦντα προτερηματα διὰ τῆς πίστεως ἀπεκλείσθη οὐδε ἡ θεντων ἡμῶν ἔργων |
199 | 74v | Rom.3.27-Rom.3.28 | ρο | λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου | τοιγαροῦν φησι λέγομεν ἐκ πίστεως δικαιοῦσθαι ἄνθρωπον χωρὶς τῆς ἐκ νόμου παρατηρήσεως |
200 | 74v | Rom.3.28-Rom.3.29 | ροα | ἡ Ἰουδαίων ὁ θεὸς μόνον οὐχὶ δὲ καὶ ἐθνῶν ναὶ καὶ ἐθνῶν | εἰ γὰρ μόνους τοὺς ἐκ τοῦ νόμου ορμωμενους ἡ τῶ νόμῳ στοιχουντας ἐδικαίου καὶ οὐχὶ πάντα ἄνθρωπον πιστεύοντα μονομερης ἂν ἦν |
201 | 74v | Rom.3.29-Rom.3.30 | ροβ | ἐπείπερ εἰς ὁ θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως | καὶ οἱ ἀπὸ τοῦ νόμου καὶ οἱ ἐκτὸς τοῦ νόμου πίστεως δέονται πρὸς τὸ σωθῆναι |
202 | 74v | Rom.3.30-Rom.3.31 | ρογ | νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως μὴ γένοιτο | εθορυβουντο Ἰουδαῖοι ὡς εκβαλλομενου τοῦ νόμου διὰ τῆς πίστεως λέγει οὖν ὅτι οὐ μόνον οὐ καταργεῖ ἡ πίστις τὸν νόμον ἀλλὰ καὶ ἵστησι πως ὅτι ὁ νόμος σῶσαι βουλόμενος οὐκ {ἰσχύ /ἰσχύει }* ἡ δὲ πίστις σώζει τὸν οὖν σκοπὸν τοῦ νόμου πληρουσα ἡ πίστις ἵστησιν αὐτον |
203 | 74v | Rom.3.31 | ροδ | ἀλλὰ νόμον ἱστῶμεν | εἰπὼν ἱστῶμεν ἔδειξε σαλευόμενον |
203exa | 74v | Rom.3.31 | | | |
203exb | 74v | Rom.3.31 | | | |
203exc | 74v | Rom.3.31 | | | |
204 | 74v | Rom.3.31-Rom.4.1 | ροε | τι οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα | μέγα ἐφρόνουν ἐπὶ τῶ Αμβρααμ οἱ Ἰουδαῖοι καὶ ἀεὶ προεφερον ὅτι Αβρραμ περιετμήθη σκοπὸς οὖν αὐτω δεῖξαι ὅτι καὶ αὐτον Ἀβραὰμ τὸν κατὰ σάρκα ἡμῶν πατέρα εὑρηκέναι καί τινος αὐτον επιτετυχηκεναι λέγομεν δικαιοσύνης τῆς δι' ἔργων ἡ τῆς διὰ πίστεως καὶ δείκνυσιν ὅτι τῆς διὰ πίστεως ὅθεν καὶ ευρημα αὐτὴν καλεῖ ἐπειδὴ μὴ ἐξ ἔργων αὐτὴν ἐκτήσατο ἂλλ ἀπὸ πίστεως ἥτις χάριτι θεοῦ παρεχεται |
204ex | 74v | Rom.4.1 | | | |
204Ph | 74v | Rom.4.1 | | | |
205 | 74v | Rom.4.1 | * | | καλῶς δὲ ὡς πρὸς Ἰουδαίους τὸ κατὰ σάρκα κατὰ πίστιν γὰρ καὶ ἐπαγγελίαν ἡμεῖς οἱ πιστοὶ τέκνα ἐσμεν τοῦ Ἀβραὰμ καθὼς καὶ ἡ γραφή φησιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα τῶ Ἀβραάμ |
206 | 75r | Rom.4.1-Rom.4.2 | ροϛ | εἰ γὰρ Aβρααμ ἐξ ἔργων ἐδικαιώθη ἔχει καύχημα ἂλλ οὐ πρὸς τὸν θεόν | δύο δείκνυσιν ὅτί τε ἐκ πίστεως Ἀβραὰμ ἐδικαιώθη καὶ ὅτι μείζων ἡ διὰ πίστεως δικαιοσύνη καί φησι εἰ ἐξ ἔργων καὶ κατορθωμάτων Ἀβραὰμ ἐδικαιώθη ἔχει μὲν καύχημα ἂλλ οὐ πρὸς τὸν θεὸν ἂλλ ἐφ' ἑαυτῷ ὡς κατωρθωκοτι ὁ δὲ ἐκ πίστεως σωθεις ἐπεὶ μὴ {ἔχῃ /ἔχει }* εἰς ἑαυτὸν καυχήσασθαι οὐδὲν γὰρ ἔργον ἔπραξεν εἰς τὸν θεὸν καυχαται μεῖζον δὲ τὸ εἰς θεὸν καυχᾶσθαι ἤπερ εἰς ἑαυτὸν τὰ μὲν γὰρ κατορθωματα πολλάκις καὶ αφανιζεται ἑτέραις πλημμελειαις ἡ δὲ εἰς θεὸν καύχησις ατρεπτος μένει |
207 | 75r | Rom.4.2-Rom.4.3 | ροζ | τι γὰρ ἡ γραφὴ λέγει ἐπίστευσεν δὲ Ἀβραὰμ τῶ θεῶ καὶ ἐλογίσθη αὐτω εἰς δικαιοσύνην | φέρει τὴν γένεσιν μαρτυροῦσαν ὅτι Ἀβραὰμ ἐκ πίστεως ἐδικαιώθη |
208 | 75r | Rom.4.3-Rom.4.4 | ροη | τῶ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα | δείκνυσι μείζονα τὴν κατὰ χάριν δικαιοσύνην ἦν ἡ πίστις παρέχει οὕτως τῶ μὲν γὰρ {κατορθουντι κατά /κατορθουντι φησι κατά }* ὀφειλὴν ἡ ἀντιμισθία κεχρεωστηται τι δὲ δύναται καὶ ὁ πάνυ εναρεταις κατορθῶσαι καὶ ὀφειλέτην ἔχειν θεὸν ὁ δέ γε ἐκ πίστεως δικαιουμενος κατὰ χάριν δικαιοῦται ἔνθα δὲ θεὸς χαρίζεται πάντως μεγάλα χαρίζεται τι γὰρ χαρίζεται υἱοθεσίαν παρέχει ἀδελφοὺς {ποιῇ /ποιεῖ }* Χριστοῦ κληρονόμους θεοῦ συγκληρονομους Χριστοῦ ἅτινά ποτε ἂν παρέσχεν ἡμῖν τὰ οἰκεῖα κατορθωματα |
208ex | 75r | Rom.4.4 | | | |
209 | 75r | Rom.4.4-Rom.4.5 | ροθ | τῶ δὲ μὴ ἐργαζομένῳ πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ λογίζεται ἡ πίστις αὐτοῦ | μὴ δὲ τὴν πίστιν νομίσῃς ευχερως παραγινεσθαι τινι ανδρειας γὰρ δεῖται καὶ διεσμηγμενης ψυχῆς |
210 | 75v | Rom.4.5 | ρπ | εἰς δικαιοσύνην | ὁρᾷς ὅτι τῶ μὲν ἐργαζομένῳ μισθὸς {κατὰ ἔργα /κατὰ τὰ ἔργα }* λογίζεται τῶ δὲ πιστῷ δικαιοσύνη μυρίων δὲ μισθων ἐστι περιεκτικη ἡ δικαιοσύνην |
211 | 75v | Rom.4.5-Rom.4.6 | ρπα | καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ὦ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων | καὶ ὁ Δαυὶδ τῆι ἐκ πίστεως δικαιοσυνηψηφιζεται τὸν ἁγιασμον χωρὶς ἔργων |
212 | 75v | Rom.4.6-Rom.4.8 | ρπβ | μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ αιμαρτιαι μακάριος ἀνὴρ ὦ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν | μακαρισμός ἐστιν ἡ κορυφη τῶν ἀγαθῶν δοκεῖ μὲν οὖν πως {αλοκοτος /αλλοκοτος }* είναι ἡ μαρτυρία οὐ γὰρ {ἔχῃ /ἔχει }* μακάριος ὦ ἡ πίστις εἰς δικαιοσύνην χωρὶς ἔργων λογίζεται πλὴν σφόδρα ἐστι κατάλληλος εἰ γὰρ μακάριος ὦ αἱ ἁμαρτίαι κατὰ χάριν ἀφέθησαν τρισμακάριστος δηλονότι ὃν ἐδικαίωσε κατὰ καριν ὁ θεός |
212Ph | 75v | Rom.4.8 | | | |
213 | 75v | Rom.4.8-Rom.4.9 | ρπγ | ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἡ καὶ ἐπὶ τὴν ἀκροβυστίαν | εἶτά φησιν οὗτος ὁ τῶι Δαυὶδ ειρημενος μακαρισμὸς ἐπὶ τὴν περιτομὴν ἦλθεν ἡ καὶ ἐπὶ τὴν ἀκροβυστίαν καὶ μᾶλλον δείκνυσιν ἐπὶ τὴν ἀκροβυστίαν αὐτον ἐληλυθότα καὶ χώραν ἔχοντα τῶ τὸν Ἀβραὰμ ἀκροβυστον ὄντα σωθῆναι καὶ δικαιωθῆναι |
214 | 75v | Rom.4.9-Rom.4.10 | ρπδ | λέγομεν γὰρ ὅτι ἐλογίσθη τῶ Αβρραμ ἡ πίστις εἰς δικαιοσύνην πως οὖν ἐλογίσθη ἐν περιτομὴ ὄντι ἡ ἐν ἀκροβυστία | εἶτα κατασκευάζει τὸ ἐπὶ τὴν ἀκροβυστίαν μᾶλλον ἔχειν χώραν καί φησι τῶ Ἀβραὰμ ἐλογίσθη δικαιοσύνη διὰ πίστεως ἴδωμεν τοιγαροῦν ἐν περιτομω ὄντι τῶ Ἀβραὰμ ἡ τοιαύτη ἐλογίσθη δικαιοσύνη ἡ ακροβυστω δῆλον ὡς ακροβυστω ὁρᾷς οὖν ὅτι μᾶλλον ἡ ἀκροβυστία χώραν ἔχει |
215 | 75v | Rom.4.10 | ρπε | οὐκ ἐν περιτομὴ ἂλλ ἐν ἀκροβυστία | εἰ οὖν ἐν ἀκροβυστία ὧν ἐδικαιώθη ἄρα μᾶλλον ὁ τῶ Δαυὶδ ειρημενος μακαρισμὸς ἐπὶ τὴν ἀκροβυστίαν ἔχει χώραν ἡ ἐπὶ τὴν περιτομήν |
215ex | 75v | Rom.4.10 | | | |
216 | 75v | Rom.4.10-Rom.4.11 | ρπϛ | καὶ σημεῖον ἔλαβε περιτομῆς σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῆ ἀκροβυστία | δοκουσαν ἀντίθεσιν λύει τωσουτον φησι μεγάλη ἡ περιτομὴ καὶ {ταύτῃ /ταύτης }* χωρὶς οὐκ ἑνὶ δικαιωθῆναι ὅτι καὶ αὐτος ὁ ἐν ἀκροβυστία κατὰ τὸν σὸν λόγον δικαιωθεὶς περιτομῆς ἐδεήθη καί φησιν οὐ διά τι ἕτερον περιετμήθη ἡ διὰ τὸ σημεῖον καὶ ἀπόδειξιν ἐπιφέρεσθαι τὴν {περιτομὴν οὐδέν /περιτομὴν κἂν οὐδέν }* αὕτη πρὸς τὴν δικαιοσύνην συνετέλεσεν ἀλλὰ μόνον τὸ τοιωσδε δεδικαιωσθαι εσημαινε τουτέστιν ὅτι ἐν τῆ ἀκροβυστία ὧν ἠξιώθη τῆς δικαιοσύνης |
216Ph | 75v | Rom.4.11 | | | |
217 | 75v | Rom.4.11 | * | | τῆς ἐκ πίστεως υπαρξασας |
218 | 76r | Rom.4.11 | ρπζ | εἰς τὸ είναι αὐτον πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίας | διά τι δὲ ὅλως φησιν ἐδεήθη περιτομῆς εἰ μηδὲν συνετέλει ἡ περιτομὴ ἐν τῆ δικαιοσύνη διά τι ἐδεήθη πρῶτον μὲν καθὼς ἄνω λέγει εἰς τὸ είναι αὐτὴν σημεῖον ἔπειτα ἵνα κοινὸς γένηται πατὴρ τῶν τε ἐν περιτομὴ τῶν τε ἐν ἀκροβυστία |
219 | 76r | Rom.4.11 | * | | οὐχ ἁπλῶς δὲ πατὴρ τῶν οιων δήποτε ἀλλὰ τῶν πιστευόντων εἰς τὸν Χριστόν |
220 | 76r | Rom.4.11 | * | | τῶν ἐν ἀκροβυστία ὄντων καὶ πιστευόντων |
221 | 76r | Rom.4.11 | ρπη | εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην | διὰ πίστεως δηλονότι χωρὶς ἔργων |
221Ph | 76r | Rom.4.11 | | | |
222 | 76r | Rom.4.11-Rom.4.12 | ρπθ | καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον | ὥσπερ γὰρ οἱ ἐν ἀκροβυστία οὐ διὰ τοῦτο μόνον ἔχοιεν τὸν Ἀβραὰμ πατέρα διὰ τὸ ἐν ἀκροβυστία αὐτον πεπιστευκεναι εἰ μὴ καὶ τὴν πίστιν μιμησοιντο οὕτως οὐδε οἱ ἐν περιτομὴ σχωσι τι κέρδος διὰ τὸ μόνον περιτμηθῆναι τὸν Ἀβραὰμ εὰν μὴ καὶ τὴν πίστιν αὐτοῦ μιμησωνται δῆλον ὡς καὶ εκπεσουνται τῆς πρὸς Ἀβραὰμ συγγενείας οἱ Ἰουδαῖοι ἐὰν μὴ πιστεύσωσιν |
223 | 76r | Rom.4.12 | ρϟ | ἀλλὰ καὶ τοῖς στοιχοῦσι | πειθομένοις εμμενουσιν |
223Ph | 76r | Rom.4.12 | | | |
224 | 76r | Rom.4.12 | ρϟα | τοῖς ἴχνεσι | τῆ μιμησει τῆ ομοιωσει |
225 | 76r | Rom.4.12 | ρϟβ | τῆς πίστεως τῆς ἐν τῆ ακρoβυστια τοῦ πατρὸς ἡμῶν Ἀβραάμ | πάλιν ἐν τῆ {μιμηση /μιμησει }* ὅτι ἐν ἀκροβυστία ἐπίστευσε καὶ ὕστερον περιετμήθη |
226 | 76r | Rom.4.12-Rom.4.13 | ρϟγ | οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῶ Ἀβραὰμ ἡ τῶ σπέρματι αὐτοῦ τὸ κληρονόμον αὐτον είναι τοῦ κόσμου | θαυμάσιον λέγει οὕτως φησι ἡ περιτομὴ χωρὶς πίστεως οὐκ {ἰσχύ /ἰσχύει }* δικαιῶσαι οὐδε προπάτορα σοι ὦ ἰουδαῖε ποιεῖ τὸν Ἀβραὰμ ὅτι οὐδε ὁ νόμος ἐφ' ὦ μεγαφρονεις συνετελεσε τι εἰς τὰς ἐπαγγελίας τῶ Ἀβραὰμ ἀλλὰ μόνῃ ἡ πίστις ακροβυστω γὰρ ἔτι ὄντι καὶ πρὸ τοῦ νόμου ἐδόθησαν αὐτω αἱ ἐπαγγελίαι πιστεύσαντι εἰ οὖν αὐτος ὁ νόμος οὐδὲν εἰς τὰς ἐπαγγελίας συνετελεσε σχολῇ γοῦν ἡ περιτομὴ πρὸς δικαιοσύνην εξαρκεση |
226ex | 76r | Rom.4.13 | | | |
227 | 76r | Rom.4.13 | ρϟδ * | ἀλλὰ διὰ δικαιοσύνης πίστεως | τῆς πίστεώς φησι |
227Ph | 76r | Rom.4.13 | | | |
228 | 76r | Rom.4.13-Rom.4.14 | ρϟε * | εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι κεκένωται ἡ πίστις | ὁ γὰρ εχομενος τοῦ νόμου ὡς σωζοντος ατιμαζει τὴν διὰ πίστεως σωτηρίαν κληρονόμοι δὲ οἷον τῆς οὐρανῶν βασιλείας |
229 | 76v | Rom.4.14 | ρϟϛ * | καὶ κατήργηται ἡ ἐπαγγελία | ὡς οὐ χρειωδεις οὖσαι κατηργηνται αἱ ἐπαγγελίαι τουτέστιν ἄπρακτο γεγόνασι πως εἰ γὰρ ἡ πίστις καταργεῖται δι' ἦν αἱ ἐπαγγελίαι δηλονότι συγκαταργουνται αἱ ἐπαγγελίαι εἰ δὲ αὗται καταργηθωσιν οὔτε ὁ Ἀβραὰμ πατήρ τινος |
230 | 76v | Rom.4.14-Rom.4.15 | ρϟζ | ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται οὐ γὰρ οὐκ ἐστι νόμος οὐδε παράβασις | καὶ οὕτως φησι οὐ διὰ τὸν νόμον βεβαιουνται αἱ ἐπαγγελίαι ὅτι τρόπον τινα καὶ εμποδιζονται πως ὅτι ὁ νόμος ὀργὴν καταργαζεται παραβαθεὶς δηλονότι οὐδεὶς γὰρ αὐτον ἴσχυσε πληρῶσαι ἔνθα δὲ ὀργή πως ἥξουσιν αἱ ἐπαγγελίαι ἡ δέ γε πίστις φησι τὴν χάριν εἰσάγει τοῦ θεοῦ χάριτος δὲ οὔσης ἔρχονται καὶ πληρουνται αἱ ἐπαγγελίαι |
231 | 76v | Rom.4.15-Rom.4.16 | ρϟη | διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν εἰς τὸ είναι βεβαίαν τὴν ἐπαγγελίαν | ἔνθα γὰρ χάρις θεοῦ οὐκ ἔτι αμφιβολοι αἱ ἐπαγγελίαι ἀλλὰ βεβαιοῖ θεὸς γάρ φησι ὁ δικαίων χάριτί τις ὁ κατακρίνων |
232 | 76v | Rom.4.16 | ρϟθ | παντὶ τῶ σπέρματι | τὸ ὑπερβατον παντὶ τῶ σπέρματι Ἀβραάμ |
233 | 76v | Rom.4.16 | {ρ /ς }* | οὐ τῶ ἐκ τοῦ νόμου μόνον | ἐκ νόμου λέγει τουτέστι τοὺς ἐξ Ἰουδαίων εἰς τὴν πίστιν ἐλθόντας |
234 | 76v | Rom.4.16-Rom.4.17 | ςα | ἀλλὰ καὶ τῶ ἐκ πίστεως Ἀβραὰμ ὃς ἐστι πατὴρ πάντων ἡμῶν καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικα σε | τοὺς χωρὶς νόμου πιστοὺς {γενομένους ὅρα /γενομένους φησιν ὅρα }* δέ πως λοιπὸν συνάπτει τοὺς δύο λαοὺς καὶ πάντων ποιεῖ πατέρα τὸν Ἀβραάμ |
235 | 76v | Rom.4.17 | ςβ | κατέναντι οὐ ἐπίστευσε θεοῦ | κατέναντι τουτέστιν ὥσπερ ὁ θεὸς οὐκ ἐστι μερικως ἀλλὰ πάντων θεὸς οὕτω καὶ ὁ Ἀβραὰμ πάντων πατὴρ καὶ ὥσπερ θεὸς πάντων πατὴρ οὕτω καὶ ὁ Ἀβραὰμ πάντων πατήρ |
235Ph | 76v | Rom.4.17 | | | |
235exa | 76v | Rom.4.17 | | | |
235exb | 76v | Rom.4.17 | | | |
235exc | 76v | Rom.4.17 | | | |
236 | 76v | Rom.4.17 | ςγ | τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα | τὸν μὲν τῆς ἀναστάσεως {καταβαλεται /καταβαλλεται }* λόγον πλὴν προφορως καὶ εἰς τὸ προκείμενον ἐπίστευσε φησι ὁ Ἀβραὰμ τῶ θεῶ ὅτι καὶ τοὺς νεκροὺς ζωοποιεῖ διὰ τοῦτο καὶ τὸ δοῦναι αὐτον σπέρμα γεγηρακοτι ὁ γὰρ τοὺς νεκροὺς ζωοποιων καὶ τὰ μὴ ὄντα ουσιων πολλῷ μᾶλλον δυνησται τῶ νενεκρωμενω διὰ τὸ γῆρας σώματι δοῦναι σπέρμα |
236Pha | 76v | Rom.4.17 | | | |
236Phb | 76v | Rom.4.17 | | | |
236ex | 76v | Rom.4.17 | | | |
237 | 77r | Rom.4.17-Rom.4.18 | ςδ | ὃς παρ' ἐλπίδα | [cap]{τὴν ἀνθρωπίνην /τὴν ἀνθρωπίνην δηλονότι }[/cap]* |
238 | 77r | Rom.4.18 | * | ἐπ' ἐλπίδι ἐπίστευσεν | {τῆ τοῦ θεοῦ /τῆ τοῦ θεοῦ δηλονότι }[/cap]* |
239 | 77r | Rom.4.18 | * | [cap]{γενέσθαι /εἰς τὸ γενέσθαι }* αὐτον πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον οὕτως ἔσται τὸ σπέρμα σου | τῶν κατὰ πίστιν καὶ ἐπαγγελίαν τις δὲ αὐτοῦ υἱος διὰ πίστεως καὶ ἐπαγγελίας δοθεὶς δηλονότι ὁ Ἰσαὰκ ὁ γὰρ Ἰσμαὴλ κατὰ σάρκα ἦν αὐτοῦ |
240 | 77r | Rom.4.18-Rom.4.19 | ςε | καὶ μὴ ἀσθενήσας τῆ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον | πολλὰ μὲν ἦν τὰ ἀσθενῆ καὶ αδυναμον αὐτοῦ τὴν πίστιν γενέσθαι παρασκευαζοντα ἂλλ οὐδε πρὸς ἐν ἠσθένησεν ἡ γενναια ψυχὴ πρῶτον ὅτι πρὸς οὐδε ἐν τοιοῦτον παράδειγμα ἰδεῖν ἠδύνατο ἀλλὰ πρώτῳ ἡ τῆς παρ' ἐλπίδα παιδοποιιας δέδοται ἐπαγγελία δεύτερον τὸ νενεκρωσθαι αὐτοῦ τὸ σῶμα τρίτον τὸ νενεκρωσθαι τὴν μήτραν Σάρρας καὶ αδυναμον είναι πρὸς παιδοποιιαν |
241 | 77r | Rom.4.19 | ςϛ | ἑκατονταετὴς που ὑπάρχων καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας | καλῶς τὸ ἑκατονταετής που οὐ γὰρ ἦν ἑκατονταετὴς ἂλλ {ενηκοντα ἐννέα /ενηκοντα ἐννέα ητων ἦν }* |
242 | 77r | Rom.4.19-Rom.4.20 | ςζ | εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ | οὐ γὰρ ἦν ἔργον ἡ ἀποδειξις ἀλλὰ ψιλα ῥήματα |
243 | 77r | Rom.4.20 | ςη | οὐ διεκρίθη τῆ ἀπιστία | οὐκ εἶπεν οὐκ ἐπίστευσεν ἂλλ οὐ διεκρίθη τῆ ἀπιστία τουτέστιν οὐδε ενεδοιασεν οὐδε αμφεβαλεν |
244 | 77r | Rom.4.20 | ςθ | ἂλλ ἐνεδυναμώθη τῆ πίστει | εἰπὼν ἐνεδυναμώθη δείκνυσι πολλῷ καματω καὶ δυνάμει ψυχῆς καὶ πονω κατορθουμενην τὴν πίστιν |
245 | 77r | Rom.4.20 | ςι | δοὺς δόξαν τῶ θεῶ | πως ἐνεδυναμώθη δοὺς δόξαν φησι τῶ θεῶ {τουτέστιν /τουτηστιν }* οὐ περιεργασαμενος πως ἐγχωρεῖ τοῦτο γενέσθαι ἂλλ εὐθὺς πιστεύσας καὶ εὐλογήσας ὡς εὐεργέτην τὸν θεὸν ὡς ηδε δεδωκοτα ὁ ἐπηγγείλατο |
246 | 77r | Rom.4.20-Rom.4.21 | ςι * | καὶ πληροφορηθεὶς ὅτι ὁ ἐπήγγελται δυνατὸς ἐστι καὶ πληρῶσαι | οὐκ εἶπε πιστεύσας ἀλλὰ ἐμφαντικώτερον πληροφορηθείς |
247 | 77r | Rom.4.21-Rom.4.22 | ςια | διὸ καὶ ἐλογίσθη αὐτω εἰς δικαιοσύνην | ὁρᾷς ὅτι ἀπὸ πίστεως ἐδικαιώθη |
248 | 77r | Rom.4.22-Rom.4.24 | ςιβ | οὐκ ἐγράφη δὲ δι' αὐτον μόνον ὅτι ἐλογίσθη αὐτω ἀλλὰ καὶ δι' ἡμᾶς οἷς μέλλει λογίζεσθαι | εἶτα ἵνα μὴ λέγωσιν οἱ ἀκροαταὶ καί τι πρὸς ἡμᾶς ἐκεῖνος γὰρ ἐδικαιώθη ἐπάγει ὅτι ταῦτα οὐ χάριν μόνου τοῦ πατριάρχου γέγραπται ἀλλὰ καὶ δι' ἡμᾶς ἵνα παράδειγμα τὸν Ἀβραὰμ ἔχοντες πιστοί τε ὁμοίως γινώμεθα καὶ ὁμοίως ἡμῖν ἡ πίστις εἰς δικαιοσύνην λογιζηται |
249 | 77r | Rom.4.24-Rom.4.25 | ςιγ | τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα τὸν κύριον ἡμῶν ἐκ νεκρῶν ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν | εὐφυῶς εισεβαλεν εἰς τὸν περὶ τοῦ κυρίου λόγον καί φησιν οὐ διὰ τὰς οἰκείας ἁμαρτίας ἀπέθανεν ἐπεὶ οὔτε αὐτῶν ἀναστῆναι ἔδει ὥσπερ οὐδε πρὸ {τούτου τις ἀλλά /τούτου τις ἀναστῆναι ἀλλά }* διὰ τὰς ἁμαρτίας ἡμῶν ἵνα ἡμᾶς ἀπαλλάξη αὐτῶν |
250 | 77v | Rom.4.25 | ςιδ | καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν | ἵνα φησι δικαιωση ἡμᾶς καὶ ἀπαλλάξη ἁμαρτιῶν οὐ γὰρ διὰ τοῦτο οἰκειωσάμενος τὰς ἁμαρτίας ἡμῶν δίκην θανάτου δέδωκεν ὑπὲρ ἡμῶν ἵνα ἡμᾶς υπευθυνους καὶ χρεωστας ἔχῃ θανάτου ἂλλ ἵνα δικαιωση ἡμᾶς καὶ τελεον ανευθυνους ἀφῇ |
251 | 77v | Rom.4.25-Rom.5.1 | ςιε | δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν θεόν | πως δὲ ἄν τις ειρηνευσοι πρὸς τὸν θεὸν ἀκολουθῶν ταῖς ἐντολαῖς αὐτοῦ ὡς ὅ γε ἁμαρτάνων {πολεμη /πολεμεῖ }* θεῶ |
251Ph | 77v | Rom.5.1 | | | |
252 | 77v | Rom.5.1 | ςιϛ | διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | εἰ γὰρ δι' αὐτοῦ τῶν προγενομενων ελυτρωθημεν ἁμαρτιῶν δι' αὐτοῦ πάλιν καὶ τῆς εἰς αὐτον πίστεως μενουμεν μὴ ἁμαρτάνοντες καὶ γὰρ ευχερες μᾶλλον φυλάξαι ἡ κτησασθαι τὰ ἀγαθὰ τῆ αὐτοῦ συνεργια |
253 | 77v | Rom.5.1-Rom.5.2 | ςιζ | δι' οὐ καὶ τὴν προσαγωγήν | δι' αὐτοῦ γὰρ προσηχθημεν τῶ πατρὶ εἰ οὖν μακρὰν ὄντες ἐγγὺς γεγόναμεν τῶ θανάτῳ αὐτοῦ πολλῷ μᾶλλον ἐγγὺς ὄντες ειρηνευσομεν πρὸς αὐτον χάριτι Χριστοῦ |
254 | 77v | Rom.5.2 | ςιη | εσκηκαμεν τῆ πίστει εἰς τὴν χάριν ταύτην | θεὶς τὰ τοῦ Χριστοῦ καὶ τὰ ἡμῶν τίθησι πρὸς γὰρ τὰς αφατους δωρεᾶς τοῦ Χριστοῦ ἡμεῖς οὐδὲν πλὴν πίστεως εἰσηνέγκαμεν |
254Ph | 77v | Rom.5.2 | | | |
255 | 77v | Rom.5.2 | ςιθ | ἐν ἡ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ | τουτέστι τὸ καταζιωθηναι τῆς τοῦ θεοῦ γνώσεως τοῦ προσαχθῆναι αὐτω τὸ ἁμαρτιῶν ἀπαλλαγῆναι καὶ ὅσα τὸ βάπτισμα χαρίζεται τὸ δὲ ἑστήκαμεν βεβειοτητα δηλοῖ |
255Ph | 77v | Rom.5.2 | | | |
256 | 77v | Rom.5.2-Rom.5.4 | ςκ | οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργεζεται ἡ δὲ ὑπομονὴ δοκιμήν | οὐ μόνον δέ φησιν ἐπὶ τοῖς δοθεισι καὶ τοῖς μέλλουσιν ἀγαθοῖς καυχώμεθα ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις είναι δοκοῦσιν οἷον ταῖς θλίψεσί τι δήποτε ὅτι πρὸς ὑπομονὴν ἡμᾶς αἱ θλιψης αλειφουσιν τις δὲ τῆς ὑπομονῆς τὸ κέρδος δοκιμους φησι ποιεῖ τι δὲ τοῦ γενέσθαι δοκιμους τὸ ὄφελος ἐλπίδα ἡμῖν προξενεῖ τῶν μελλόντων ἀγαθῶν ὁ δέ γε ἐλπίζων ταῦτα οὐκ ἂν καταισχυνθειη ὁ μὲν γὰρ ἐπ' ἄνθρωπον ἐλπίζων ἴσως καὶ ψευσθειη τῆς ἐλπίδος ὁ δὲ ἐπὶ θεῶ οὐκέτι πλὴν οὐ μόνον φησιν ἐν οἷς ἑστήκαμεν ἀγαθοῖς ἀλλὰ καὶ ἐν τοῖς προσδοκωμενοις ὡς ἤδη παρουσι καυχώμεθα τοῦτο γὰρ πίστεως ἀκριβοῦς καλῶς δὲ δόξης εἶπεν εκβαινοντα γὰρ τὰ επαγγελλομενα δοξάζεσθαι τὸν ἐπαγγειλάμενον κατασκευάζει |
256Pha | 77v | Rom.5.4 | | | |
256Phb | 77v | Rom.5.4 | | | |
257 | 77v | Rom.5.4-Rom.5.5 | ςκα | ἡ δὲ δοκιμὴ ἐλπίδα ἡ δὲ ἐλπὶς οὐ κατάισχυνει | ἄρα γε οἱ κακῷ συνειδοτι πληττομενοι οὐδε ελπιζουσιν αντιδοσιν ἀγαθοῦ καὶ κακοῦ ὁ γὰρ βούλεται ἕκαστος τοῦτο καὶ νομίζει |
258 | 77v | Rom.5.5 | ςκβ | ὅτι ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν | καὶ πόθεν γάρ φησι δῆλον ὅτι ἐκεῖ δώσει ἡμῖν τὰ ἀγαθὰ ὁ θεὸς πόθεν ἐξ ὧν ἐνταῦθα ἔδωκέν τι δέδωκε τὸ πνεῦμά φησιν ὅπερ ἐκ μονης ἀγάπης θεοῦ ἧς ἠγάπησεν ἡμᾶς επεφοιτησεν ἡμῖν οὐ γὰρ ἡμεῖς οικειοις κατορθώμασιν επεσπασαμεθα τὴν χάριν τοῦ πνεύματος |
258ex | 77v | Rom.5.5 | * | | καλῶς δὲ τὴν ἀγάπην τοῦ θεοῦ ἡ ἐστιν ἡ δόσις τοῦ πνεύματος εἶπεν εκκεχυσθαι οἷον δαψιλῶς δεδοσθαι ἐν ταῖς καρδίαις ἡμῶν νοητη γὰρ ἡ ενοικησις τοῦ προσκυνητου καὶ {τρισαγιου /παναγίου }* πνεύματος καινῷ μόνῳ καὶ καρδία καταλεπτη |
259 | 78r | Rom.5.5-Rom.5.7 | ςκγ | ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ αποθανειv | εἰπὼν τοῦ ἁγίου πνεύματος τὴν δόσιν μεταβαινει εἰς τὸν θεόν |
259Ph | 78r | Rom.5.7 | | | |
260 | 78r | Rom.5.7 | * | | τὰ μέλλοντα πιστωσαμενος ἐκ τῆς τοῦ ἁγίου πνεύματος δωσεως νυν καὶ ἐκ τοῦ θανάτου τοῦ Χριστοῦ πιστοῦται εἰ γάρ φησι ὑπὲρ ἀνδρὸς ἐναρέτου οὐκ ἄν τις ἕλοιτο ἀποθανεῖν σκοπεῖ μοι τοῦ δεσπότου τὴν αγαθοτητα ὅτι τὸν υἱον ὑπὲρ ἀσεβῶν τῆ ἁμαρτία |
261 | 78r | Rom.5.7 | | | |
262 | 78r | Rom.5.7-Rom.5.8 | ςκδ | συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε | συνίστησι τουτέστι βεβαιοῖ δείκνυσι |
263 | 78r | Rom.5.8-Rom.5.9 | ςκε | πολλῷ οὖν μᾶλλον δικαιωθέντες νυν ἐν τῶ αἵματι αὐτοῦ σωθησόμεθα δι' αὐτοῦ | εἰ γὰρ τότε φησι οὐ περιειδεν ὅτε καὶ ἁμαρτωλοὶ ἦμεν καὶ χρεία ἦν πρὸς τὸ σῶσαι καὶ τοῦ θανάτου τοῦ Χριστοῦ αὐτοῦ πόσῳ μᾶλλον νυν οὐ περὶ ιδοι ἀλλὰ σώσει ὅτε οὔτε ἁμαρτωλοί ἐσμεν δικαιωθέντες τῶι αἵματι τοῦ Χριστοῦ οὔτε ἔτι χρεία θανατωθῆναι τὸν υἱον αὐτοῦ |
264 | 78r | Rom.5.9 | ςκϛ | ἀπὸ τῆς ὀργῆς | τῆς μελλούσης κολάσεως |
265 | 78r | Rom.5.9-Rom.5.10 | ςκζ | εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῶ θεῶ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῆ ζωὴ αὐτοῦ | οὐκέτι γάρ φησι χρεία ὡς τὸ πρότερον δοῦναι τὸν υἱον εἰς θάνατον ἀλλὰ ζῶντος ἔσται ἡ σωτηρία οὐδὲν οὖν φησι δυσχερές |
266 | 78r | Rom.5.10-Rom.5.11 | ςκη | οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν τῶ θεῶ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | ἵνα μὴ ερυθριωμεν καὶ αδημονωμεν ὅτι τοσοῦτον γεγόναμεν ἀσεβεῖς ὡς χρείαν γενέσθαι καὶ τοῦ θανάτου τοῦ υἱοῦ τοῦ θεοῦ πρὸς τὸ σωθῆναι ἡμᾶς {ἐπάγει /ἐπάγη }* οὐ μόνον δὲ ἐσώθημεν φησιν ἀλλὰ καὶ καυχᾶσθαι ὀφείλομεν τοιγαροῦν καὶ καυχώμεθα ὅτι ὅλως ἀπέθανε Χριστὸς ὑπὲρ ἡμῶν ὄντων ἀσεβῶν τοῦτο γὰρ τὴν τοῦ πατρὸς ἀγάπην δηλοῖ ὅτι καὶ ὑπὲρ ἀσεβῶν τὸν υἱον ἔδωκε τοὺς δὲ αγαπωμενους ὑπο θεοῦ οὐκ εγκαλυπτεσθαι οὐδε ἀδημονεῖν ἂλλ αγαλλεσθαι καὶ καυχᾶσθαι ἐν θεῶ προσήκει |
267 | 78r | Rom.5.11 | ςκθ | δι' οὐ νυν τὴν καταλλαγὴν ἐλάβομεν | τὴν οἷον εἰ οἰκείωσιν καὶ τὸ διαλλαγηναι ἡμῖν οργιζομενον τὸν θεόν |
268 | 78v | Rom.5.11-Rom.5.12 | ςλ | διὰ τοῦτο ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος | κατασκευάσας ἄνω πολλαχῶς τὸ δεδικαιωσθαι ἡμᾶς τῆ τε μετουσίᾳ τοῦ πνεύματος καὶ τῶ θανάτῳ τοῦ υἱοῦ νυν καὶ ἐκ τοῦ εὔλογο αὐτο κατασκευάζει ὅτί φησι καὶ εὔλογον ἦν τοὺς διὰ ένα ανθρωοπον ἁμαρτωλοὺς καὶ θνητους γενομένους ἐπεὶ εζηλωσαμεν αὐτοῦ τὴν παρακοὴν διὰ τὸν ἕνα ἄνθρωπον τὸν κύριον δηλάδη σωθῆναι δικαιωθεντας καὶ απαθανατισθεντας |
268Ph | 78v | Rom.5.12 | | | |
269 | 78v | Rom.5.12 | ςλα | καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν ἐφ' ὦ πάντες ἥμαρτον | ἐφ' ὦ Ἀδὰμ δι' ὃν Ἀδὰμ ἡ ὅτι ἐπ' αὐτω καὶ οἱ ἄλλοι |
270 | 78v | Rom.5.12 | * | | ἵνα δὲ μή τις ἀδικίαν ἐγκαλέσῃ τῶ θεῶ ὅτι τοῦ Ἀδὰμ πταισαντος ἡμεῖς ἀποθνήσκομεν ἐπάγει ἐφ' ὦ πάντες ἥμαρτον ὡσεὶ ἔλεγεν αὐτος μὲν τὴν ἀρχὴν παρεσχε καὶ τὴν αἰτίαν ἡμεῖς δὲ πάντες ἡμάρτομεν κατὰ ὁμοίωσιν αὐτοῦ |
270Ph | 78v | Rom.5.12 | | | |
271 | 78v | Rom.5.12-Rom.5.13 | ςλβ | ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου | θέλει δεῖξαι ὅτι οὐ τοσοσυτον διὰ τὰς ἁμαρτίας ἡμῶν ἀποθνήσκομεν ὅσον διὰ τὸν Ἀδὰμ χώραν τῶ θανάτῳ ἐκ παρεσχηκοτα ἐκ τῆς παρακοῆς καί φησι ἦν μὲν ἐν τοῖς ἀνθρώποις καὶ πρὸ τοῦ νόμου ἁμαρτία πλὴν οὐκ ἐλογίζετο αὐτοῖς διὰ τὸ μὴ είναι νόμον τὸν απαγορευοντα τὴν ἁμαρτίαν μὴ λογιζομενης οὖν τῆς ἁμαρτίας απεθνησκον οἱ ἄνθρωποί τι δήποτε ἄρα οὐ πρόδηλον ὅτι διὰ τὴν τοῦ Ἀδὰμ κατάκρισιν |
271exa | 78v | Rom.5.13 | * | | ὅρα δὲ τὴν ἀσφάλειαν τοῦ ἀπόστολο ἵνα μὴ δοξωμεν λοιπὸν αδικεισθαι δι' ἄλλον ἀποθνήσκοντες εἶπεν ἁμαρτία ἦν ἐν κόσμῳ καὶ εἰ μὴ ἐλογίζετο τοιγαροῦν οὐ μόνον διὰ τὸν Ἀδὰμ ἀλλὰ καὶ διὰ τὴν ἁμαρτίαν απεθνησκομεν |
271exb | 78v | Rom.5.13 | | | ἐγὼ νομίζω ἁμαρτίαν λέγειν αὐτον ἐνταῦθα τὴν ἐκ τῆς παραβάσεως τοῦ Μωσέως νόμου καὶ τῶν ἐκεῖσε επιταγματων συνισταμενην οἷον τοῦ δεῖν περιτέμνεσθαι τοῦ σαββατιζειν καὶ τάδε μὲν ἐσθίειν {τῶν δέ /τωνδε δέ }* ἀπέχεσθαι ἐπεὶ ἡ καθόλου ἁμαρτία ἦν καὶ αυτὴ τῆ τῶν ἀνθρώπων φύσει γινωσκομένη καὶ ἦν καὶ ενελογειτο οἷον ανδροφονια κλοπη παιδοφθορια καὶ τὰ ὁμοία καὶ μάρτυς τούτων ὁ Κάϊν ὁ Λάμεχ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ οἱ Σοδομιται ἐπὶ γὰρ τούτων τῶν ἁμαρτιῶν καὶ ὁ φυσικὸς ἔκειτο νόμος ὁ γὰρ δημιουργὸς παράγων εἰς γένεσιν τὸν ἄνθρωπον τῶν τε πρακτεων τῶν τε οὐ πρακτεων φυσικήν τινα γνῶσιν αὐτω εντεθεικεν φασὶ δέ τινες τῶν πατέρων ὁμοίως καὶ ὁ ἐν ἅγιος Γρηγοριος ὁ θεολογος ὑπάρχειν ἐν τῶι τοῦ ἀνθρώπου ποιηματι καὶ τὴν ἐντολὴν τὴν δοθεῖσαν τῶ Ἀδὰμ μὴ φαγεῖν ἐκ τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν {ξύλου νόμον /ξύλου καὶ νόμον }* είναι ἁμαρτιῶν τούτων δὴ τῶν καθόλου απειργοντα τὸ γὰρ ξύλον τὸ ποιητικον τῆς γνώσεως τοῦ καλοῦ καὶ πονηροῦ ἁμαρτίαν είναι ἐδέξαντο |
271Ph | 78v | Rom.5.13 | | | |
272 | 79r | Rom.5.13-Rom.5.14 | ςλγ | ἂλλ εβασιλευεν ὁ θάνατος ἀπὸ Aδαμ μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῶ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ | εἱρμόν φησιν λαβὼν τὴν Ἀδὰμ παράβασιν |
272Ph | 79r | Rom.5.14 | | | |
273 | 79r | Rom.5.14 | * | | μωσέα δέ φησι πᾶσαν τὴν παλαιὰν κατὰ τὸ εἰρημένον εἰ Μωσέως οὐκ ακουσι τὸν οὖν ἄχρι τῆς ἐπιδημίας αὐτοῦ χρόνον Μωσέα λέγει φησιν οὖν ὅτι ἄχρι τῆς παλαιᾶς διαθήκης επεκρατη ὁ θάνατός νυν γὰρ ἐν τῆ νεα χάριτι Χριστοῦ λέλυται τῶι αἵματι τοῦ θεοῦ ἡμῶν μὴ ἁμαρτήσαντας δέ φησι τοὺς πρὸ τοῦ νόμου |
273ex | 79r | Rom.5.14 | * | | οὐκ ἐπειδὴ οἱ πρὸ τοῦ νόμου οὐκ ἡμάρτανον μᾶλλον γὰρ ἐκεῖνοι τῶν μετὰ τὸν νόμον ἀλλὰ διὰ τὴν αἰτίαν ἦν αὐτος εἶπεν ὅτι ἁμαρτία μὲν ἦν καὶ ἐνηργεῖτο παρὰ τῶν ἀνθρώπων οὐκ ἐλογίζετο δὲ αὐτοῖς διὰ τὸ μὴ είναι νόμον τὸν τὴν ἁμαρτίαν απαγορευοντα ὅσον οὖν πρὸς τὸ μὴ λογίζεσθαι πρὸ τοῦ νόμου τὴν ἁμαρτίαν ἁμαρτία γάρ φησι οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου ἀναμάρτητο ἦσαν τὸ τηνικαδε οἱ ἄνθρωποι καίτοι ἁμαρτάνοντες |
273Ph | 79r | Rom.5.14 | | | |
274 | 79r | Rom.5.14 | ςλδ | ὃς ἐστι τύπος τοῦ μέλλοντος | ὅς φησι Ἀδὰμ τύπος ἦν τοῦ μέλλοντος ἔρχεσθαι τουτέστι τοῦ Χριστοῦ πως {ὥσπερ φησι /ὥσπερ γάρ φησι }* τῶ θανάτῳ τοῦ Ἀδὰμ πάντες απεθνησκον οὕτως τῶ θανάτῳ τοῦ Χριστοῦ πάντες ζησόμεθα ὁ οὖν τύπος ἐκ τοῦ ἐναντίου συμβέβηκεν |
274ex | 79r | Rom.5.14 | | | |
275 | 79r | Rom.5.14-Rom.5.15 | ςλε | ἂλλ οὐχ ὡς τὸ παράπτωμα οὕτως καὶ τὸ χάρισμα εἰ γὰρ τῶ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον | ὅρα τι λεγειουχ οὕτως ἰσχύει φησι τὸ παράπτωμα τοῦ Ἀδὰμ ὅσον τὸ χάρισμα τοῦ θεοῦ εἰ οὖν τοσοῦτον ἴσχυσε τὸ παράπτωμα τοῦ Ἀδὰμ καίτοι ἀσθενὲς ὃν καὶ κατὰ πολὺ ηττωμενον τῶ χαρίσματι ώστε καὶ τοὺς μὴ ἁμαρτήσαντας θανατῶσαι πόσῳ μᾶλλον υπερισχυσει τὸ χάρισμα τοῦ θεοῦ καὶ τοὺς μὴ κατορθωσαντας ζωοποιῆσαι τῆ ἀναστάσει |
276 | 79r | Rom.5.15 | * | | βούλεται δὲ δεῖξαι μείζονα ενεργησασαν τὴν τοῦ θεοῦ χάριν ἤπερ ἐνήργησε τὸ τοῦ Ἀδὰμ παράπτωμα καί πως τοῦτο καὶ γὰρ ὁρῶμεν τὰ ἴσα ενεργησαντα εἰ καὶ ἐναντία τὰ ενεργηθεντα ὥσπερ γὰρ ἡ ὑπακοὴ τοῦ Χριστοῦ εἰς πάντας ἀνθρώπους παρεπεμψε τὴν ζωὴν καὶ τὴν ἀνάστασιν τὸν ἴσον τρόπον καὶ ἡ παρακοὴ τοῦ Ἀδὰμ εἰς πάντας ἀνθρώπους παρεπεμψε τὸν θάνατόν πως οὖν φησι οὐχ ὡς τὸ παράπτωμα οὕτως καὶ τὸ χάρισμα |
276ex | 79r | Rom.5.15 | * | | καὶ οὕτως ἔχοντος τοῦ πράγματος καθὼς {εἶπας /ειπομεν }* μεῖζον ἐνήργησεν ἡ χάρις τοῦ θεοῦ καὶ οὐ κατὰ τοῦτο λέγω μεῖζον ὡς ἄν τις οἰηθείη καθ' ὁ μείζων καὶ διαφορωτερα ἡ ζωὴ τοῦ θανάτου ἂλλ ὅτι καὶ αὐτῶι τῶι ἔργωι καὶ τῆ ἐνέργεια μεῖζον εἰργάσατο ἡ Χριστοῦ ὑπακοὴ τῆς Ἀδὰμ παραβάσεως πως ὅτι ὁ μὲν θάνατος ὁ τὴν ἀρχὴν ἐκ τοῦ Ἀδὰμ λαβὼν συνεργίαν ἔσχε καὶ τὴν ἡμῶν ἁπάντων ἁμαρτίαν ἵνα κατὰ πάντων ισχυση οὐ πάντως ἰσχύειν μέλλων εἰ δ' ἂν καθαροὶ παντὸς μωμου ἔμειναν οἱ ἄνθρωποι ἡ δέ γε Χριστοῦ χάρις καὶ ἄνευ τῆς ἡμῶν συνερεργειας εἰς πάντας ἀφίκετο καὶ τοῦτο δηλοῖ τὸ τὴν χάριν τῆς ἀναστάσεως μὴ μόνον εἰς τοὺς πιστοὺς ενεργεισθαι τοὺς οἷον δοξαντας τὴν πίστιν συνεισφερειν ἀλλὰ καὶ εἰς τοὺς ἀπίστους οἷον Ιουδαδιους καὶ Ἕλληνας μεῖζον οὖν τὸ μὴ προσδεηθεν τῆς ἀφ' ἡμῶν συμμαχίας τοῦ δεηθεντος καὶ τῆς ἡμῶν αὐτῶν εἰς τὸ ἴσχυσα συνεργειας |
277 | 79v | Rom.5.15 | ςλζ * | πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῆ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς {επερισευσε /ἐπερίσσευσε }* | οὐ μόνον φησι ἡ χάρις τοῦ πατρὸς ἀλλὰ δὴ καὶ τοῦ υἱοῦ τοῦτο δὲ κατασκευαστικόν ἐστι τοῦ δυνατὸ ὅτί φησι χάρις πατρὸς καὶ υἱοῦ ὅπου δὲ πατὴρ καὶ υἱος εὔδηλον ὅτι καὶ τὸ πνεῦμα πάντας δύναται σῶσαι |
278 | 79v | Rom.5.15-Rom.5.16 | ςλη | καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα | καὶ οὐχ ὥσπερ ἡ ἁμαρτία φησι τοῦ Ἀδὰμ οὕτω καὶ ἡ δωρεὰ τοῦ θεοῦ ἂλλ ἡ δωρεὰ μείζων πως τὸ μὲν γὰρ κρίμα τουτέστι τὸ κατάκριμα ἐκ τοῦ ἑνὸς τοῦ Ἀδὰμ εἰς πάντας ἦλθεν ἀνθρώπους τὸ δὲ χάρισμα καὶ ἡ δωρεὰ τοῦ θεοῦ τοσοῦτον υπερισχυσεν ώστε καὶ αὐτὴν τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν εξαλειψαι καὶ οὐ μόνον ἐκείνην ἀλλὰ καὶ τὰ λοιπὰ ἁμαρτήματα τῶν ἀνθρώπων ἅπερ μετὰ τὴν ἁμαρτίαν ἐκείνην ἥμαρτον καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ εἰς δικαίωμα τουτέστιν εἰς δικαιοσύνην ἅπαντας ἤγαγεν πολὺ δὲ τὸ μέσον αμνηστιας ἁμαρτιῶν καὶ δικαιοσύνης |
279 | 80r | Rom.5.16 | ςλθ | | ἡ συνταξιςκαι οὐχ οὕτως φησι τὸ δώρημα ὡς ἡ διὰ τοῦ ἑνὸς ἁμαρτήσαντος παράβασις καὶ ἁμαρτία ἂλλ ἡ δωρεά φησι πολλῷ μᾶλλον |
280 | 80r | Rom.5.16-Rom.5.17 | ςμα * | εἰ γὰρ τῶ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνός | πάλιν τὸ αὐτο κατασευαζει καί φησιν εἰ γὰρ τῶ παραπτώματι τοῦ Ἀδὰμ διὰ τὸν ένα αὐτον ὁ θάνατος ἐβασίλευσε πολλῷ μᾶλλον ἡμεῖς οἱ τὴν χάριν λαβόντες καὶ τὴν δωρεὰν καὶ τὴν δικαιοσύνην οὐχ υπαχθησομεθα θανάτῳ ἀλλὰ ζήσομεν |
280Ph | 80r | Rom.5.17 | | | |
281exa | 80r | Rom.5.17 | ςμβ | πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῆι βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ | περισσείαν φησι τὴν δαψιλειαν τοῦτο δὲ κατασκευαστικόν ἐστι τοῦ πάντως ἐν ζωὴ βασιλεῦσαι ὅσω καὶ ἡ χάρις οὐ φειδωλως οὐδε μεμετρημενως ἐδόθη ἂλλ ἐκ περισσείας |
281exb | 80r | Rom.5.17 | * | | {οὐ μόνον ἵνα /οὐ μόνον γὰρ ἵνα }* ζήσωμεν ἐδόθη ἡ χάρις τοῦ θεοῦ καὶ ἵνα ἡ ἁμαρτία ἀναιρεθῇ καὶ ἡ κολασις συναναιρεθη ἂλλ ἵνα καὶ υἱοὶ θεοῦ γινώμεθα καὶ συγκληρονόμοι Χριστοῦ καὶ κληρονόμοι πατρὸς καὶ συσσωμοι τοῦ υἱοῦ καὶ ἀλλὰ μυρία ἀγαθὰ διὰ τοῦτό φησι οἱ τὴν περισσείαν τῆς χάριτος λαμβάνοντες |
282 | 80r | Rom.5.17-Rom.5.18 | ςμγ | ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα οὕτως καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς | πάλιν τῶ αὐτω επαγωνιζεται λόγῳ ἐπειδὴ γὰρ παράδοξον ἐδοκει τῆ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ ζωὴ καὶ δωρεὰ καὶ κατορθώματι ἅπαν σώζεσθαι τὸ γένος τῶν ἀνθρώπων πολλαχῶς αὐτο κατασκευάζει |
283 | 80r | Rom.5.18-Rom.5.19 | ςμδ | ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου | τὸ αὐτο πάλιν λέγει ἐπὶ χειρημα |
284 | 80r | Rom.5.19 | ςμε | ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί | τουτέστι οχοι θανάτῳ καὶ κολασει |
284ex | 80r | Rom.5.19 | * | | ἔδει γὰρ τάξει καὶ ειρμω εἰς πάντας τοὺς τοῦ γένους διαβῆναι τὴν τοῦ προπάτορος ἁμαρτίαν πάντων κατά τινα μίμησιν καὶ διδαχὴν επιτελουντων αὐτήν |
285 | 80r | Rom.5.19 | ςμϛ | οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί | ὑπήκοος γὰρ γέγονε τῶ πατρὶ μέχρι θανάτου θανάτου δὲ σταυροῦ |
286 | 80r | Rom.5.19-Rom.5.20 | ςμζ | νόμος δὲ περεισηλθεν ἵνα πλεονάσῃ τὸ κατάκριμα | καθαίρει τοῦ νόμου τὴν δόξαν πρὸς Ἰουδαίους γὰρ ἦν αὐτω ὁ ἄγων καί φησι οὐ μόνον οὐδὲν ἡμᾶς ωνησεν ὁ νόμος ἀλλὰ καὶ ηὔξησε τὰς ἁμαρτίας ἐκ τοῦ παραβαινεσθαι τὸ δὲ ἵνα οὐκ αιτιολογικως κεῖται ἀλλὰ τὸ ὅπως ἐξέβη δηλοῖ οὐ γὰρ διὰ τοῦτο ἐδόθη ἵνα πλεονάσῃ τὴν ἁμαρτίαν απαγε ἂλλ εδωθη μὲν ἵνα ἡμᾶς σώσῃ καὶ παιδευση μὴ φυλαχθεις δὲ ηυξεσε τὴν ἁμαρτίαν οὐ παρὰ τὴν οἰκείαν δὲ φύσιν αὔξησιν ἀλλὰ παρὰ τὴν τῶν μὴ φυλαξάντων αὐτον ραθυμιαν καὶ παράβασιν |
286ex | 80r | Rom.5.20 | | | |
286Ph | 80r | Rom.5.20 | | | |
287 | 80r | Rom.5.20 | * | | τὸ πρὸς καιρὸν αὐτοῦ δείκνυσιν |
288 | 80r | Rom.5.20 | * | | πολλὰς γὰρ δοὺς ἐντολὰς παραβαθεὶς {ἐπλεονασε /επελονασε τὸ κατάκριμα }* |
289 | 80 v | Rom.5.20 | ςμη | οὐ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία | μὴ φοβηθῇς φησι ὅτι επλεονασθη ἡ ἁμαρτία καὶ γὰρ τῆ τῶν ἀνθρώπων παραβάσει εἰς δέον καὶ συμφέρον ἐχρήσατο πορον τοῖς αποροις μηχανωμενος ὁ θεὸς ἐκ γὰρ τούτου ἡ χάρις ἡ διὰ Χριστοῦ μείζων καὶ πολυποθητεα γεγένηται ἧς οὕτω γενομένης ἡ πίστις μᾶλλον επεδωκεν οὐκ οὖν ἐκ τοῦ πλεονασμου τῆς ἁμαρτίας οὐχ ἡ κολασις επλεονασθη ἂλλ ἡ σωτηρία ερασμιωτερα γέγονεν |
290 | 80 v | Rom.5.20 | ςμθ | [cap]{υπερπερισσευσεν /ὑπερεπερίσσευσεν }* ἡ χάρις | οὐ γὰρ μόνον τῶν ἁμαρτημάτων απηλλαξεν ἂλλ καὶ μυρία ἔδωκεν ἀγαθά |
290ex | 80 v | Rom.5.20 | | | |
291 | 80 v | Rom.5.20-Rom.5.21 | ςν | ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῶ θανάτῳ | ἡ γὰρ ἁμαρτία ενταξει βασιλέως ὁ δὲ θάνατος ενταξει στρατιωτου καὶ υπουργου γεγένηται ἐν τῶ θανάτῳ διὰ τοῦ θανάτου |
292 | 80 v | Rom.5.21 | ςνα | οὕτως καὶ ἡ χάρις βασιλεύσῃ | χάρις μὲν γὰρ καὶ χάρις θεοῦ καὶ δικαιοσύνη μείζω κατορθοῖ ἁμαρτίας καὶ θανάτου ὅμως αὐτος ἐκ περιουσίας εἶπεν οὕτως |
292Ph | 80 v | Rom.5.21 | | | |
293 | 80 v | Rom.5.21 | ςνβ | διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τοῦ κυρίου ἡμῶν | διὰ τῆς τοῦ Χριστοῦ δηλονότι δικαιοσύνης |
294 | 80 v | Rom.5.21-Rom.6.1 | ςνγ | τι οὖν ἐροῦμεν | τι οὖν φησι διὰ τὴν τῶν εἰρημένων ἀκολουθίαν λοιπὸν ἑξῆς ελθωμεν εἰς τοιάδε ῥήματα καὶ λέγει ποία |
295 | 80 v | Rom.6.1 | ςνδ | ἐπιμενοῦμεν τῆ ἁμαρτία ἵνα ἡ χάρις πλεονάσῃ | ἐπειδὴ εἶπεν ἄνω οὐδε ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις ἵνα μὴ τοῖς ἀνοήτοις είναι δόξῃ τὰ εἰρημένα προτροπη ἁμαρτίας ἀναιρεῖ αυτά |
296 | 80 v | Rom.6.1-Rom.6.2 | ςνε | μὴ γένοιτο | ὅπερ ἐπὶ τῶν ωμολογημενων ἀτοπων εἰώθαμεν λέγειν |
297 | 80 v | Rom.6.2 | ϛ * | οἵτινες ἀπεθάνομεν τῆ ἁμαρτία πως ἔτι ζήσομεν ἐν αὕτη | ἡ ὅτι τὸ αὐτῆς φησι μέρος ενεκρωθημεν πως οὖν ἐν ἐστιν ἐκ τῆς αὐτῆς καὶ νεκρουσθαι καὶ ζῆν ἡ ὅτι {φησι γεγόναμεν /φησι νεκροὶ γεγόναμεν }* τῆ ἁμαρτία πιστεύσαντες τῶ Χριστῷ καὶ βαπτισθέντες οὐδει οὖν φησι τοὺς τὴν σωτεριον νέκρωσιν ὑπομείναντας ζησαι τὴν κακὴν ζωὴν τῆς ἁμαρτίας ενεκρωθημεν δὲ τῆ ἁμαρτία πως εἰς τὸ μὴ ὑπακούειν φησι αὕτη |
297ex | 80 v | Rom.6.2 | | | |
298 | 81r | Rom.6.2-Rom.6.4 | ςνζ | ἡ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Iησουν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν συνετάφημεν οὖν αὐτω διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν | ἐπιπλέκων τῶ επιπληκτικω λόγῳ κέχρηται πως ἀπεθάνομεν * τῆ ἁμαρτία καί φησι ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν εἰς τοῦτο ἐβαπτίσθημεν εἰς τὸ καὶ αὐτοὶ ἀποθανεῖν θάνατον γὰρ μιμειται τὸ βάπτισμα τοῦτο γὰρ δηλοῖ τὸ εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν εἰ γὰρ καὶ μὴ σωματικος ἐστι θάνατος τὸ βάπτισμα ἁμαρτιῶν μέντοι |
298Ph | 81r | Rom.6.4 | | | |
299 | 81r | Rom.6.4 | ςνη | διὰ τῆς δόξης τοῦ πατρός | πιθανην ποιεῖ τὴν ἀνάστασιν διὰ τῆς τοῦ ἐγείραντος δόξης καλῶς δὲ τὸν πατέρα λέγει εγηγερκεναι νηπίοις γὰρ ἔτι διαλέγεται |
299ex | 81r | Rom.6.4 | | | |
300 | 81r | Rom.6.4 | ςνθ | οὕτως καὶ ἡμεῖς | ἀκολουθον ἦν εἰπεῖν οὕτως καὶ ἡμεῖς ἀναστησομεθα ἂλλ εἰς πολιτείαν ἦλθεν ἑτέραν ἡμᾶς ἀπαιτῶν ἀνάστασιν τὴν διὰ χρηστης πολιτείας ἐν ἡ νεκρουται μὲν ἡ ἁμαρτία ἀνίσταται δὲ βίος εναρετος |
301 | 81r | Rom.6.4 | ςξ | ἐν καινότητι ζωῆς περιπατήσωμεν | ὁ πόρνος ἐν ὦ μηκέτι πορνευει καὶ ὁ ἅρπαξ μὴ αρπαξει τοῦτο καινοτης ζωῆς |
301Pha | 81r | Rom.6.4 | | | |
301Phb | 81r | Rom.6.4 | | | |
302 | 81r | Rom.6.4-Rom.6.5 | ςξα | εἰ γὰρ σύμφυτοι γεγόναμεν τῶ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ | ὁμοιοτητα δεῖξαι ἐπιχειρεῖ ἡμῶν τε καὶ τοῦ Χριστοῦ καί φησι εἰ σύμφυτοι οἷον συμμέτοχοι γεγόναμεν τοῦ {θαναυτου /θανάτου αὐτοῦ }* συμφυτους δὲ καλεῖ διὰ τοῦτο ὥσπερ τὸ σῶμα τὸ δεσποτικον ταφεν ἐν τῆ γῆ εφυσε σωτηρίαν τῶ κόσμῳ οὕτως καὶ τὸ ἡμῶν ταφεν ἐν τῶ βαστισματι εφυσε δικαιοσύνην ἡμῖν αὐτοῖς |
303 | 81r | Rom.6.5 | * | | ὁμοίωμα γὰρ θανάτου ἐσχήκαμεν ἐν τῶ βαπτίσματι οὐ σωματικον θάνατον αἱ γὰρ τρεῖς κατάδυσεις αἱ ἐν τῶ βαπτίσματι καὶ αἱ αναδυσεις θάνατον καὶ ἀνάστασιν σημαινουσιν |
303ex | 81r | Rom.6.5 | * | | ὁ γὰρ ἐν ἅγιος Κυριλλος ἐν τῶ δωδεκατω αὐτοῦ βιβλίῳ τωδε κατὰ Ιουλιανου φησι ὅτι ὁμοίωμα ἦν θανάτου ὁ Χριστοῦ θάνατος διὰ τὸ μὴ μεμενηκεναι αὐτον τῶ θανάτῳ ἀλλὰ αναβιωναι τριημερον |
303exb | 81r | Rom.6.5 | * | | καὶ πάλιν ὁμοίωμα θανάτου τὸ πάθος ἦν ἐν Χριστῷ καὶ μάλα εἰκοτως ανεβιω γὰρ καὶ οὐ μεμενηκε νεκρός |
304 | 81r | Rom.6.5 | ςξβ | ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα | τῆς ὅταν αναστωμεν |
304ex | 81r | Rom.6.5 | * | | καὶ ὅρα αγαθοτητα θεοῦ τὸν μὲν θάνατον τοῦ κυρίου ὡς ἐν εἰκόνι ἀπεθάνομεν οἷον διὰ τοῦ βαπτίσματος τῆς δὲ ἀναστάσεως ἀληθῶς κοινωνησομεν |
305 | 81v | Rom.6.5-Rom.6.6 | ςξγ | τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη | εἶτα λέγει πως ἡμῖν ἔσται επιδοξος ἡ ἀνάστασις καί φησι τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος τουτέστιν ὁ κατεγνωσμένος βίος συνεσταυρώθη τῶ Χριστῷ διὰ τοῦ βαπτίσματος ἐφ' ὦ τε φησι καταργηθῆναι τὸ σῶμα τῆς ἁμαρτίας |
305Ph | 81v | Rom.6.6 | | | |
305ex | 81v | Rom.6.6 | | | |
306 | 81v | Rom.6.6 | ςξδ | ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῆ ἁμαρτία | εἰς τοῦτό φησι ἵνα καταργηθῇ καὶ νεκρωθη εἰς τὸ μηκέτι υποπεσειν ἁμαρτία νέκρωσιν δέ φησι τὸ ὅσον εἰς τὸ ἁμαρτάνειν ἵνα εἴη νεκρὸν ὁ γὰρ νεκρὸς οὐχ ἁμαρτάνει |
306ex | 81v | Rom.6.6 | | | |
307 | 81v | Rom.6.6-Rom.6.7 | ςξε | ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας | ὁρᾷς ὅτι ὅσον εἰς τὸ ἁμαρτάνειν δεῖ ἡμᾶς είναι νεκροὺς ὁ γάρ φησιν ἀποθανὼν δεδικαίωται τουτέστιν ἀπήλλακται καὶ ἠλευθέρωται ἀπὸ τῆς ἁμαρτίας τινες δὲ τοῦτο περὶ τοῦ βαπτίσματος ἐδέξαντο ἐν ὦ συνετάφημεν τῶ Χριστῷ |
307Ph | 81v | Rom.6.7 | | | |
308 | 81v | Rom.6.7-Rom.6.8 | ςξϛ | εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτω | εἶτα λοιπὸν καθαρῶς τὴν ἀνάστασιν εὐαγγελίζεται καί φησι εἰ ἀπεθάνομεν σὺν Χριστῷ ὥσπερ καὶ ἀπεθάνομεν διὰ τοῦ βαπτίσματος πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτω τὴν μακαρίαν ἐκείνην δηλονότι καὶ αγηρω ζωὴν τὴν μετὰ τὴν ἀνάστασιν |
308Pha | 81v | Rom.6.8 | | | |
308Phb | 81v | Rom.6.8 | | | |
309 | 81v | Rom.6.8-Rom.6.9 | ςξζ | εἰδότες ὅτι Xριστος ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει | καὶ πόθεν φησι δηλονότι συζήσομεν τῶ Χριστῷ καὶ γὰρ αὐτο τοῦτο ἄδηλον μήπως καὶ αὐτος ὁ Χριστὸς ἐγερθεὶς πάλιν ἀποθάνῃ απαγε φησι τοῦτο γὰρ χρὴ πεπληροφορησθαι ὅτι ὁ Χριστὸς οὐκέτι ἀποθανεῖται διὰ τοῦτο γὰρ καὶ ἀπέθανεν ἵνα καταργήσῃ τὸν θάνατον |
309ex | 81v | Rom.6.9 | ςξη | θάνατος αὐτοῦ οὐκέτι κυριερυει | πως γὰρ δι' ὃν καὶ οἱ λοιποὶ ζησόμεθα συναναπεμπομενου τοῦ ὅλου τῆ ἀπαρχὴ ἡμῶν |
310 | 81v | Rom.6.9-Rom.6.10 | ςξθ | ὁ γὰρ ἀπέθανε τῆ ἁμαρτία ἀπέθανεν ἐφάπαξ | καὶ τοσοῦτόν φησι οὐκέτι ἀποθανεῖται ὅτι καὶ ἐκεῖνο τὸ ἅπαξ ὁ ἀπέθανεν οὐχ ὡς υπευθυνος θανάτῳ κατὰ τοὺς λοιποὺς ἀνθρώπους ὧν ἀπέθανεν ἀλλὰ διὰ τὴν τοῦ κόσμου ἁμαρτίαν ἵνα αὐτὴν ανελη καὶ θανατωση |
311 | 81v | Rom.6.10 | ςο | ὁ δὲ ζῆ ζῆ τῶ θεῶ | τοῦτο ὡς θεὸς απαυστως καὶ ακαταλυτως ὡς γὰρ νοεῖται τῆ ἁμαρτία τουτέστι διὰ τὴν ἁμαρτίαν οὕτως νοεῖται τῶ θεῶ τουτέστι διὰ τὸ είναι θεός |
311ex | 81v | Rom.6.10 | * | | καὶ οὕτως νοήσεις ὥσπερ λέγομεν ἐπὶ τοῦ καθ' ἡμᾶς ἀνθρώπου ἀπέθανε τῆ σαρκὶ ζῆ δὲ τῆ ψυχὴ κατὰ δοτικὴν ἀποδιδόντες τὸν λόγον οὕτω μοι νόει τῶ θεῶ ζῆ τουτέστι τῶ είναι θεὸς οὐκ ἐπειδὴ καὶ τῶ είναι ψυχὴ οὐκ ἔζη ἀλλὰ τὸ αμαχωτερον ἔθηκε τῶ είναι αὐτον θεόν |
312 | 82r | Rom.6.10-Rom.6.11 | ςοα | οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν είναι τῆ ἁμαρτία | εἶτα ἵνα μὴ λέγωσι καί τι φησι πρὸς ἡμᾶς εἰ ἅπαξ ἀποθανὼν ὁ Χριστὸς οὐκέτι ἀποθνήσκει φησι οὕτω καὶ ὑμεῖς ἑαυτοὺς λογίζεσθε οὕτω πως ὅτι ἀποθανεῖσθε μὲν διὰ τὴν ἁμαρτίαν ἅπαξ ζήσεσθε δὲ τῶ θεῶ καὶ γὰρ ἐν αὐτω ζῶμεν καὶ κινούμεθα καί ἐσμεν καθὼς ἀλλαχοῦ φησι ἡ οὕτως ὥσπερ ὁ Χριστὸς ἀπέθανέ φησι καὶ ζῆ οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς ἐχρῆν είναι νεκροὺς μὲν ὅσον πρὸς τὸ μὴ ἁμαρτεῖν ζῶντας δὲ τῶ θεῶ διὰ Ἰησοῦ Χριστοῦ τουτέστι συμμαχουντος Χριστοῦ |
313 | 82r | Rom.6.11 | ςοβ | ζῶντας δὲ τῶ θεῶ ἐν Χριστῷ Ἰησοῦ τῶ κυρίῳ ἡμῶν | διὰ Ἰησοῦ Χριστοῦ διὰ γὰρ τοῦ θανάτου αὐτοῦ ἡ ζωὴ ἡμῶν |
313ex | 82r | Rom.6.11 | | | |
314 | 82r | Rom.6.11-Rom.6.12 | ςογ | μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία | ἐπεὶ οὖν νεκροὺς ὑμᾶς φησι είναι χρὴ ὅσον εἰς τὴν ἁμαρτίαν μὴ κρατειτω ὑμῶν ἡ ἁμαρτία καλῶς δὲ ἐν τῶ θνητῷ ὑμῶν σώματι διὰ γὰρ τοῦ σώματος ἡ ἁμαρτία ὡς ἐπὶ πολὺ μὴ βασιλευτω οὖν φησιν εἰς τὸ ὑπακούειν αὕτη τοῦτο γὰρ βασιλευσθαι |
315 | 82r | Rom.6.12 | ςοδ | ἐν τῶ θνετω ὑμῶν σώματι εἰς τὸ ὑπακούειν αὕτη | {παραμυθειται /παραμυθηται }* αὐτοὺς ἐν τῶ εἰπεῖν θνητῷ σῶμα δεικνὺς ὅτι πρόσκαιρὸς ἡ πάλη ἡ πρὸς τὴν ἁμαρτίαν πάλη πρόσκαιρον γὰρ καὶ τὸ σῶμα |
315Ph | 82r | Rom.6.12 | | | |
316 | 82r | Rom.6.12 | ςοε | ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ | τουτέστι τὸ σώματος οἷον μὴ αποτελειται |
317 | 82r | Rom.6.12-Rom.6.13 | ςοϛ | μηδὲ περιστανετε τὰ μέλη ὑμῶν | τὸ γὰρ σῶμα αγεται καθὸ ἂν αγη τις δύναται γάρ τις τὴν χεῖρα καὶ οπλον ἐλεημοσύνης ποιῆσαι καὶ ἁρπαγῆς τὴν γλῶσσαν καὶ ευφημον καὶ δυσφημον καὶ οὕτω πάντα τὰ μέλη |
318 | 82r | Rom.6.13 | ςοζ | ὅπλα ἀδικίας τῆ ἁμαρτία | καλῶς τὴν ἁμαρτίαν ἀδικίαν ἐκάλεσεν ἡ γὰρ ἑαυτόν τις αδικει δι' αὐτῆς ἡ τὸν πλησίον |
319 | 82r | Rom.6.13 | ςοη | ἀλλὰ παραστήσατε ἑαυτοὺς τῶ θεῶ | τέως ἐκ τῶν ὀνομάτων τὸ διαφορον οἷον γάρ ἐστι μὴ παραστῆσαι ἑαυτὸν τῆ ἁμαρτία ἀλλὰ τῶ θεῶ |
319Ph | 82r | Rom.6.13 | | | |
320 | 82r | Rom.6.13 | σου | ὡς ἐκ νεκρῶν ζῶντας | οὕτως φησι παραστήσατε ἑαυτοὺς τῶ θεωως ἄξιον ὅτι νενεκρωμενους ὑμᾶς ταῖς πάλαι ἁμαρτίαις ἤγουν τῶ ὑπο θανάτου βασιλευεσθαι εζωοποιησε |
321 | 82r | Rom.6.13-Rom.6.14 | ςπ | καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῶ θεῶ ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει | ὁ γὰρ εἰς ὅπλα δικαιοσύνης τὰ μέλη παραστήσας τῶ θεῶ ἑαυτὸν παρίστησιν |
321ex | 82r | Rom.6.14 | | | |
321Ph | 82r | Rom.6.14 | | | |
322 | 82v | Rom.6.14 | ςπα | οὐ γὰρ ἐστε ὑπο νόμον ἂλλ ὑπο χάριν | εὰν μή φησι ἑαυτοὺς υποκλινωμεν τῆ ἁμαρτία οὐχ αλισκομεθα πως ὅτι οὐκ ἐσμεν ὑπο νόμον ἔτι τὸν απαγορευοντα μὲν τὴν ἁμαρτίαν ῥύσασθαι ἐπὶ δὲ μὴ δυνάμενον ἂλλ ὑπο τὴν Χριστοῦ χάριν τὴν καὶ τὰς προγενομενας αφιεισαν ἁμαρτίας καὶ εἰς τὸ μέλλον φρουρουσαν ἐὰν ἡμεῖς μὴ ραθυμησωμεν |
323 | 82v | Rom.6.14-Rom.6.15 | ςπβ | τι οὖν ἁμαρτήσομεν ὅτι οὐκ ἐσμεν ὑπο νόμον ἂλλ ὑπο χάριν μὴ γένοιτο | ἵνα μὴ ραθυμος ὁ ἀκροατὴς γένηται ὡς μὴ κυριευθησομενος ὑπο τῆς ἁμαρτίας διὰ τὸ είναι ὑπο χάριν τὴν φρουρουσαν ασφαλιζεται αὐτον |
323Ph | 82v | Rom.6.15 | | | |
324 | 82v | Rom.6.15-Rom.6.16 | ςπγ | οὐκ οἴδατε ὅτι ὧι παριστάνετε ἑαυτούς | ποιεῖτε αποδεικνυετε παρασκευαζετε |
325 | 82v | Rom.6.16 | ςπδ | δούλους εἰς ὑπακοήν | οὐ λέγω φησι τὴν {γεεναν /γέενναν }* οὐδε τὰ ἐκεῖ δικαιωτηρια αυτὴ ἡ αἰσχύνη οὐχ ικανη αναχαιτισαι ὑμᾶς ὅτι καταδουλουτε ἑαυτοὺς τῆ ἁμαρτία ὑπο Χριστοῦ ἐλευθερωθέντες |
326 | 82v | Rom.6.16 | ςπε | δοῦλοι ἐστε ὦ ὑπακούετε | ἐκείνου φησιν ἐστε τοῦ πράγματος δοῦλοι ὦ ὑπακούετε |
327 | 82v | Rom.6.16 | * | ἤτοι ἁμαρτίας εἰς θάνατον | ἤτοι τῆς εἰς θάνατόν φησιν ἀγούσης ἁμαρτίας ἡ τῆς ὑπακοῆς τοῦ θεοῦ τῆς εἰς δικαιοσύνην ἀγούσης |
328 | 82v | Rom.6.16 | ςπϛ | ἡ ὑπακοῆς εἰς δικαιοσύνην | ἀπὸ κοινοῦ δοῦλοί ἐστε |
329 | 82v | Rom.6.16-Rom.6.17 | ςπζ | χάρις δὲ τῶ θεῶ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας | φοβησας αὐτοὺς τῆ δουλεία τῆς ἁμαρτίας καὶ τοῦ ἐκ ταύτης θανάτου τῶν εὐεργεσιῶν υπομιμνησκει τοῦ θεοῦ παραμυθούμενος αὐτοὺς καὶ δεινκυς εὐκολώτερον τὸ μέλλον πρὸς σωτηρίαν |
330 | 82v | Rom.6.17 | ςπη | ὑπηκούσατε δὲ ἐκ καρδίας | μηδενός φησι βιασαμενου μήτε αναγκασαντος τοῦτο δὲ καὶ εγκωμιον ἐστιν αὐτῶν |
331 | 82v | Rom.6.17 | ςϟ | εἰς ὃν παρεδόθητε τύπον διδαχῆς | εἶτα ἐπειδὴ εἶπεν {αυθερετον /αυθιρετον }* αὐτῶν είναι τὴν προθυμίαν λοιπὸν λέγει καὶ τὴν τοῦ θεοῦ βοήθειαν ὑμεῖς μὲν γάρ φησιν ἑκοντες ὑπηκούσατε ὁ δὲ θεὸς ὑμᾶς εἰς τὸν τύπον τοῦτον τῆς διδαχῆς παρέδωκε ποῖον τὸ ὀρθῶς ζῆν ἐθέλειν καὶ ὑγιαίνειν περὶ τὰ δόγματα τύπον δέ φησι διδαχῆς οἷον ὅρον καὶ κανόνα |
332 | 82v | Rom.6.17-Rom.6.18 | ςϟα | ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῆ δικαιοσύνη | οὐ μόνον γάρ φησι ὁ θεὸς ἠλευθέρωσεν ἡμᾶς τῆς ἁμαρτίας ἀλλὰ καὶ εδουλωσεν τῆ δικαιοσύνη |
332Ph | 82v | Rom.6.18 | | | |
333 | 83r | Rom.6.18-Rom.6.19 | ςϟβ | ἀνθρώπινον λέγω | συμμετρον τι φησι λέγω καὶ μικρὸν οὐχ υπερβαινον τὸ τῆς φύσεως ἀσθενές |
334 | 83r | Rom.6.19 | * | | οὐκ εἶπε τῆς προαιρέσεως ἡ τῆς προθυμίας ὅπερ ἦν ἐκείνων ἀδίκημα ἀλλὰ τῆς σαρκός φησιν ὁ παραγνωμην αὐτῶν ἐγίνετο ανεπαχθη τὸν λόγον ποιῶν |
334ex | 83r | Rom.6.19 | | | |
335 | 83r | Rom.6.19 | ςϟγ | διὰ τὴν ασθενενιαν τῆς σαρκὸς ὑμῶν ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῆ ἀκαθαρσία καὶ τῆ ἀνομία εἰς τὴν ἀνομίαν οὕτως νυν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῆ δικαιοσύνη εἰς ἁγιασμον | πολλῷ μὲν μείζονα ἔδει τὴν δουλείαν τῶι Χριστῶι παρασχεῖν καὶ τῆ δικαιοσύνη ἤπερ οσην παρεσχετε τῆ ἀκαθαρσία καὶ τῆ ἀνομία πλὴν διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς τὴν ἴσην απαιτω |
336 | 83r | Rom.6.19-Rom.6.20 | ςϟδ | ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐλεύθεροι ἦτε τῆ δικαιοσύνη | ὅτε φησι ἐν ἁμαρτίαις ἐζῆτε τοσοῦτον υπηκουετε τῆ ἁμαρτία ὡς μηδ ὅτι οὖν πράττειν καλὸν τοῦτο γὰρ δηλοῖ τὸ ἐλεύθεροι ἦτε τῆ δικαιοσύνη τουτέστιν οὐκ ἦτε υποτεταγμενοι αὕτη ἐν οὐδενὶ οὐκοῦν καί νυν ἐπεὶ μετεστητε εἰς τὴν δικαιοσύνην ἐλεύθεροι γίνεσθε τῆ ἁμαρτία τοῦτο γὰρ συνυπακουειν ὁ σκοπὸς τοῦ ἀνώτερο κεφαλαίου ἀπαιτεῖ |
337 | 83r | Rom.6.20-Rom.6.21 | * | τινα οὖν καρπὸν {ειχετο /εἴχετε τότε }* ἐφ' οἷς νυν ἐπαισχύνεσθε | τι οὖν τὸ ὄφελος φησιν ὑμῖν τῆς πάλαι πονηρίας οὐδὲν άλλο ὃν τὸ ἐπαισχύνεσθαι ὑμᾶς νυν οὕτως γὰρ κακὸν ἡ ἁμαρτία ὅτι ερυθριατε πράξαντες αὐτήν |
338 | 83r | Rom.6.21 | ςϟε | τὸ γὰρ τέλος ἐκείνων θάνατος | οὐ μόνον ἀπὸ τῆς αἰσχύνης ἀλλὰ καὶ ἀπὸ τῶν αποτελεσματων κατασκευάζει τὸ μοχθηρον τῆς ἁμαρτίας τὸ τέλος ἐκείνων φησι θάνατον ἔχει οὐ τοῦτον ἀλλὰ τὸν νοητον |
339 | 83r | Rom.6.21-Rom.6.22 | ςϟϛ | νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῶ θεῶ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμον | ἐκείνων μέν φησιν ὁ καρπὸς θάνατος καὶ αἰσχύνη τούτων δὲ ὁ καρπὸς ἁγιασμὸς καὶ ζωὴ ἂλλ ὅμως καὶ τούτων οὕτως ὄντων φησιν κἂν οὕτως τῶ θεῶ δουλευσατε ὥσπερ τῆ ακαρθασια καὶ τῆ ἀνομία |
340 | 83r | Rom.6.22 | ςϟζ | τὸ δὲ τέλος ζωὴν αἰώνιον | ἐκ τῶν δεδομενων τὰ προσδοκωμενα πιστοῦται τουτέστιν ἀπὸ τοῦ ἁγιασμο τὴν αἰώνιον ζωήν |
341 | 83r | Rom.6.22-Rom.6.23 | ςϟη | τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος | τὰ ὀψώνια ἤγουν ὁ καρπὸς ὅρα δὲ ἐξ ὧν επεξερχεται τῶ λόγῳ ασφαλεστερους τε αὐτοὺς πρὸς τὸ μέλλον ποιεῖ καὶ ευχαριστους οἷον ερρυσθησαν |
342 | 83v | Rom.6.23 | τ * | τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰῶνος ἐν Χριστῷ Ἰησοῦ τῶ κυρίῳ ἡμῶν | οὐκ εἶπεν ὁ μισθὸς τῶν κατορθωμάτων {ἀλλὰ χάρισμα /ἀλλὰ τὸ χάρισμα }* δεικνὺς ὅτι οὐκ ἐκ καματων ἀλλὰ κατὰ χάριν απηλλαγησαν τῶν ἁμαρτιῶν |
343 | 83v | Rom.6.23-Rom.7.1 | τα | ἡ ἀγνοεῖτε ἀδελφοὶ γινώσκουσι γὰρ νόμον λαλῶ | μετ' εγκωμιου |
344 | 83v | Rom.7.1-Rom.7.2 | τβ | ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῆ ἡ γὰρ ὕπανδρος γυνὴ τῶ ζῶντι ἀνδρὶ δέδεται νόμῳ | εἶπεν ἄνω ὅτι ἀπεθάνομεν τῆ ἁμαρτία τοιγαροῦν οὐ κυριεύσει ἡμῶν τῶν ὅσον ἐπ' αὕτη νεκρῶν ἡμῶν ὄντων νυν θέλει δεῖξαι ὅτι οὔτε ὁ νόμος ἡμῶν κυριεύει ἀνθρώπινον δὲ λέγει παράδειγμα εἶτα προϊὼν δείκνυσιν ὅτι οὐ μόνον ἡμεῖς ἀπεθάνομεν τῶ νόμῳ ἀλλὰ καὶ ὁ νόμος ἀπέθανεν τῆ ἐπιφανείᾳ τοῦ Χριστοῦ |
345 | 83v | Rom.7.2 | * | | οὐκ εἶπεν δὲ ἀνδρὸς ἡ γυναικὸς ἀλλὰ ἀνθρώπου ἵνα ἀμφοτέρους δηλωση |
345Pha | 83v | Rom.7.2 | | | |
345Phb | 83v | Rom.7.2 | | | |
346 | 83v | Rom.7.2-Rom.7.3 | τγ | εὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρὸς ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρματισει εὰν γένηται ἀνδρὶ ἑτέρῳ | ενταξει τοῦ ἀνδρὸς τέθεικε τὸν νόμον ενταξει δὲ γυναικὸς τοὺς πιστεύοντας τῶ Χριστῷ |
346Ph | 83v | Rom.7.3 | | | |
347 | 83v | Rom.7.3 | τδ | εὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ ἐλευθέρα ἐστιν ἀπὸ τοῦ νόμου τοῦ μὴ είναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ | ἐν τῶ παραδειγματι τὸν νόμον ὑποτίθεται ἀποθανόντα ἂλλ οὐκ ἐν τῶ συμπεράσματι ἵνα μὴ ἐπαχθῆ ποιήσῃ τὸν λόγον |
348 | 83v | Rom.7.3-Rom.7.4 | τε | ώστε ἀδελφοὶ μου καὶ ὑμεῖς ἐθανατώθητε τῶ νόμῳ | ἐν τῶ συμπεράσματι οὐκ εἰσάγει ἀποθανόντα τὸν νόμον διὰ τὸ μὴ δόξα είναι επαχθης Ἰουδαίοις γὰρ λαλεῖ ἀλλὰ τοὺς πιστεύσαντας εἰσάγει τῶ θανάτῳ Χριστοῦ αποθανοντας ἀπὸ τοῦ νόμου διὸ καὶ ἐλευθερωθέντας φησιν οὖν τοῦ νόμου ἀποθανόντος οὐκ ἐστι παραβάτης ὁ πιστεύων τῶ Χριστῷ |
348ex | 83v | Rom.7.4 | | | |
349 | 83v | Rom.7.4 | τϛ | διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς | τοῦ θανατωθεντος ὑπὲρ ἡμῶν συναπεθάνομεν γὰρ αὐτω ἐν τῶ βαπτίσματι καὶ οὐκ ἐσμεν ἑαυτῶν ηγορασθημεν γὰρ τιμῆς |
350 | 83v | Rom.7.4 | τζ | ἑτέρωι τῶι ἐκ νεκρῶν ἐγερθέντι | ὡς τοῦ νόμου ἀποθανόντος διὸ οὔτε παραβάται εὑρεθησόμεθα |
351 | 83v | Rom.7.4 | τη | ἵνα καρποφορήσωμεν τῶ θεῶ | εἶτα προτρέπει ἐλπίσι κρείττοσι τότε γάρ φησι τῶ θανάτῳ εκαρποφορουμεν τὸ πᾶν ἐκείνας πράττοντες νυν δὲ τῶ θεῶ |
351ex | 83v | Rom.7.4 | | | |
352 | 83v | Rom.7.4-Rom.7.5 | τθ | ὅτε γὰρ ἦμεν ἐν τῆ σαρκὶ τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου | τουτέστιν τῶ σαρκικω βίῳ οὐκ εἶπε δὲ ἐν τῶ νόμῳ ἵνα μὴ απαραδεκτος γένηται ἔτι γὰρ εσεβον τὸν νόμον |
353 | 84r | Rom.7.5 | τι | ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν | οὐ γὰρ ᾔδειν φησι τὴν ἐπιθυμίαν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις καὶ πάλιν οὐκ εἶπεν ἐνεργεῖ τὰ μέλη ἵνα μὴ κατηγορήσῃ τῆς σαρκὸς ἀλλὰ ἐνηργεῖτο τὸ οὖν διὰ τοῦ νόμου γνωριζομενα πάθη αἰνίττεται |
354 | 84r | Rom.7.5 | τια | εἰς τὸ καρποφορμησαι τῶ θανάτῳ | δεικνὺς ἔξωθεν παραγενομενα ἐνέργεια τοῦ σατανᾶ εἰς τὸ συνεισενεγκειν τῶ θανάτῳ διὰ γὰρ τῶν ἁμαρτιῶν τῶ θανάτῳ εκαρποφορουμεν |
355 | 84r | Rom.7.5-Rom.7.6 | τιβ | νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες | πάλιν τὸ επαχθες φευγων οὐκ εἶπε κατήργηται ὁ νόμος ἂλλ ἡμεῖς ἀπὸ τοῦ νόμου κατηργήθημεν τουτέστιν απολελυμεθα καὶ ηυλυτωμεθα διά τι ἐπειδὴ ἀπεθάνομεν διὰ τῆς ἁμαρτίας αυτὴ γὰρ ἡ κατεχουσα καὶ ηγερθημεν οὐ διὰ τοῦ νόμου ἀλλὰ διὰ τοῦ Χριστοῦ δῆλον οὖν ὅτι ἀπὸ μὲν τοῦ νόμου απολελυμεθα ὡς ἀποθανόντες υπεταγημεν δὲ τῶ ρυσαμενω τοῦ θανάτου ἡμᾶς Χριστῷ |
356 | 84r | Rom.7.6 | τιγ | ἐν ὦ κατειχόμεθα ώστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος | εἶτα ἵνα μὴ νομισωσιν ὅτι ἀπολυθέντες τοῦ νόμου λοιπὸν ἃ βούλονται ακινδυνως πράττουσιν ἐπάγει άλλην δουλείαν ἀκριβεστέραν τὴν τοῦ πνεύματος καλῶς δὲ τὸ καινότητι ἐπειδὴ οὐ τὰ αυτὰ ἐν τῆ νεα επιτεταγμεθα ἅπερ οἱ πάλαι ἐν τῶ νόμῳ ἀλλὰ καινὰ καὶ νεα παραγγελματα καὶ φιλοσοφωτερα ὡσεὶ εἶπεν ἵνα δουλευωμεν τοῖς νεοις τοῖς ἐκ τοῦ πνεύματος επιταγεισι καὶ γὰρ τοῖς μὲν ἀρχαίοις τὸ μὴ φονευειν ἡμῖν δὲ τὸ μὴ δὲ οργιζεσθαι ἐκείνοις μὴ μοιχεύειν ἡμῖν δὲ τὸ μὴ περιεργως οραν επιτετακται |
357 | 84r | Rom.7.6 | * | | οὐκέτι γὰρ ὁ νόμος ἐπιτάσσει ἀλλὰ τὸ πνεῦμα εἰπὼν δὲ παλαιότητι ἔδειξε τὸ σαθρον τοῦ νόμου καὶ ἀχρεῖον πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ |
357Ph | 84r | Rom.7.6 | | | |
358 | 84r | Rom.7.6-Rom.7.7 | τιδ | τι οὖν ἐροῦμεν ὁ νόμος ἁμαρτία μὴ γένοιτο ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου τὴν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις | ἐπειδὴ εἶπεν ἵνα δουλευωμεν ἐν καινότητι πνεύματος σωζοντος τοῦ δὲ νόμου μὴ σωζοντος φησι τι οὖν εἴποι τις ὅτι ὁ νόμος ἁμαρτωλός ἐστιν ἡ ἁμαρτίας προξενος καὶ οὐ τοῦτό φησι λέγω ἂλλ ὅτι προξενος {μοι τήν /μοι τοῦ τήν }* ἁμαρτίαν γνῶναι οὐκοῦν καὶ χειρονως τιμωρηθηναι ὅτι λοιπὸν ἐν γνώσει ἁμαρτάνω ὅμως κατὰ μικρὸν δείκνυσι τὸν νόμον καὶ κατασκευαστικὸν τῆς ἁμαρτίας οὐ μὴν παρὰ τὴν οἰκείαν φύσιν ἀλλὰ παρὰ τὴν αὐτῶν κακίαν |
359 | 84v | Rom.7.7-Rom.7.8 | τιε | ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς | μετετραπη φησιν ὁ νόμος τὴν φύσιν καὶ γέγονεν εἰς ἁμαρτίαν ωθων οὐχί φησι |
359ex | 84v | Rom.7.8 | | | |
360 | 84v | Rom.7.8 | * | | οὐχ ὁ νόμος γὰρ αἴτιος τῆς ἁμαρτίας ἂλλ ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς τουτέστιν τοῦ νόμου ἐξηπάτησέ με ὅρα πως ηρεμα δείκνυσι πρόφασιν τῆς ἁμαρτίας τὸν νόμον φανερῶς δὲ οὐ λέγει ἵνα μὴ αποστωσιν αὐτοῦ |
360ex | 84v | Rom.7.8 | | | |
361 | 84v | Rom.7.8 | τιϛ | κατειργασατπ ἐν ἐμοι πᾶσαν ἐπιθυμίαν | καλῶς τὸ πᾶσαν ἦν γὰρ καὶ πρὸ τοῦ νόμου ἐπιθυμία ἐπεὶ διά τι ὁ κατακλυσμὸς γέγονεν καὶ τὰ σόδομα ἀπώλετο ἀλλά νυν φησι καὶ ἃς οὐκ ᾔδειν ἐπιθυμίας ἔμαθον ἐκ τοῦ νόμου καὶ μαθὼν επετελεσα |
361Ph | 84v | Rom.7.8 | | | |
362 | 84v | Rom.7.8 | τιζ | χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά | ανενεργητος ὡς εἰ εἶπεν εἰ καὶ ενηργει καὶ πρὸ τοῦ νόμου ἡ ἁμαρτία ἂλλ οὐ τοσοῦτον καθεύδειν φησιν ἐδόκουν αἱ πλείους ἁμαρτίαι καὶ τεθαναναι οὐ γὰρ ᾔδειν τὰς πλείους καὶ ἐν ἄγνοια πράττων οὐχ οὕτως ἡμάρτανον |
363 | 84v | Rom.7.8-Rom.7.9 | τιη | ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτε | ποτε ἔζων χωρὶς νόμου πρὸ τοῦ δοθῆναι τὴν ἐντολὴν τοῖς πρωτοπλαστοις τὴν ἐν τῶ παραδείσῳ ζωήν |
364 | 84v | Rom.7.9 | * | | πρὸ Μωσέως δηλονότι ἔζων φησιν οὐκ ἤμην νεκρὸς τῶ πλήθει τῶν ἁμαρτιῶν τότε γὰρ μόνον εἶχον κατήγορον τὸν φυσικὸν νόμον νυν δὲ καὶ τὸν γραπτὸν ὁρᾷς πως ἐκ περιουσίας ἔβλαψεν ὁ νόμος |
365 | 84v | Rom.7.9-Rom.7.10 | τιθ | ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν ἐγὼ δὲ ἀπέθανον καὶ ηυρεθη μοι ἡ {ἐντολή /ἐντολὴ ἡ }* εἰς ζωὴν αυτὴ εἰς θάνατον | ἐντολήν φησι τὸν νόμον εἰπὼν δὲ ἀνέζησεν ἔδειξεν ὅτι ἦν μὲν ἡ ἁμαρτία ἂλλ ησυχαζεν ὁ δὲ νόμος ὡς ευεργετης ἐφανέρωσεν αὐτὴν ἵνα φυγωμεν αὐτὴν ἂλλ ἡ περιουσια τοὺς μὴ φυγοντας κατεβλαψεν ἡ οὖν εἰς ζωήν μοι δοθεῖσα οὕτω γὰρ εἶχε φύσεως εἰς θάνατόν μοι γέγονε διὰ τὴν ἡμῶν ραθυμιαν οὐ διὰ τὴν αὐτῆς φύσιν |
366 | 84v | Rom.7.10-Rom.7.11 | τκ | ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησὲ με καὶ δι' αὐτῆς ἀπέκτεινεν | πάλιν τὰ αὐτὰ ποικιλως κατασκευάζει καὶ εἰκοτως μεγάλην γὰρ εἶχε δόξαν ὁ νόμος δείκνυσιν οὖν αὐτον μηδὲν ωφελουντα ἂλλ ἐκ περιουσίας καὶ βλαψαντα λοιπὸν καὶ ἵνα ευπαραδεκτος γένηται κηρύσσων τὸ ἀφεῖναι τὸν νόμον προσδραμεῖν δὲ τῆ πίστει Χριστοῦ |
366Ph | 84v | Rom.7.11 | | | |
367 | 85r | Rom.7.11-Rom.7.13 | τκα | ώστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθὴ τὸ οὖν ἀγαθον ἐμοι γέγονε θάνατος μὴ γένοιτο | Οὐ γὰρ τῆς τοῦ νόμου φύσεως ἦν τὸ βεβλαφθαι με ἀλλὰ τῆς ἡμῶν φησι κακίας ανθ ὧν οὐκ εφυλαξαμεν τὰ επιταχθεντα |
367Ph | 85r | Rom.7.13 | | | |
367ex | 85r | Rom.7.13 | | | |
368 | 85r | Rom.7.13 | τκβ | ἂλλ ἡ ἁμαρτίαν ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον | Ἵνα φησι δειχθῇ πως μιαρα καὶ ιταμη καὶ ἰσχυρὰ {ἡ αμαρτιη /ἡ ἁμαρτία ἡ }* διὰ τοῦ ἀγαθοῦ αὐτοῦ τουτέστιν τοῦ νόμου αὐτοῦ τὸν θάνατον κατειργάσατο μεγιστην δὲ δηλοῖ τῆς ἁμαρτίας τὴν ἰσχὺν δεῖξαι θέλων τοῦ Χριστοῦ τὴν δωρεὰν ὅτι ἡμᾶς ταύτης τῆς ἰσχυρᾶς καὶ αφυκτου {απηλαξεν /απηλλαξεν }* |
368Ph | 85r | Rom.7.13 | | | |
369 | 85r | Rom.7.13 | τκγ | ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς | ἵνα φησι δειχθῇ αὐτῆς ὁ ἅπας Ἰὸς καὶ ἡ πᾶσα κακία τὸ γὰρ καθ' ὑπερβολὴν επιτασεως ἐστιν οὐ μικρὸν οὖν ωνησεν ὁ νόμος πᾶσαν αὐτῆς τὴν πικριαν αποκαλυψας ἵνα διὰ γοῦν τοῦτο φυγωμεν αὐτήν |
370 | 85r | Rom.7.13-Rom.7.14 | τκδ | οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικὸς ἐστιν | ἐπειδὴ εἶπε τὸν νόμον αἴτιον τῆς ἁμαρτίας εἰ καὶ μὴ παρὰ τὴν αὐτοῦ φύσιν ἵνα μὴ νομισωσιν αὐτον κατὰ τοῦ νόμου λέγειν οὐ μόνον αὐτον κατηγοριας {απαλαττει /απαλλαττει }* ἀλλὰ καὶ εγκωμιαζει αὐτον κατηγορεῖ δὲ τῶν μὴ φυλαττοντων |
371 | 85r | Rom.7.14 | * | | ὅρα δὴ οὖν τι καὶ ὁ Τίτος ηρμηνευσεν ἐν δ' κατὰ Μανιχαιων διδάσκαλος φησι ἀρετῆς πολεμιος ἁμαρτιῶν |
371Ph | 85r | Rom.7.14 | | | |
371ex | 85r | Rom.7.14 | | | |
372 | 85r | Rom.7.14 | τκε | ἐγὼ δὲ σαρκικος εἰμι | αὐτος ὁ ἄνθρωπος οὐ καθό ἐστιν ἄνθρωπος ἀλλὰ καθὸ οὕτως ἑαυτοὺς ηξαμεν ὑπο τὴν ἐπιθυμίαν φησι κείμενος τῆς σαρκὸς καὶ επιτελων τὰ αρεσκοντα τῶ σώματι |
373 | 85r | Rom.7.14 | τκϛ | πεπραμένος ὑπο τὴν ἁμαρτίαν | μετὰ γὰρ τοῦ θανάτου φησι καὶ ὁ τῶν παθῶν υπεισηελθεν εσμος οἷον ὀργὴ λύπη ἐπιθυμία κακη τούτοις φησι παραδεδομενος εἰμι τοῦτο γὰρ τὸ πεπραμένος παρεδεδομην δὲ τῶν παθῶν ἀρχὴν λαβοντων τὴν ἐν Ἀδὰμ παράβασιν |
374 | 85r | Rom.7.14-Rom.7.15 | τκζ | ὁ γὰρ κατεργάζομαι οὐ γινώσκω | εἶτα λέγει πως πεπραμεθα ὑπο τὴν ἁμαρτίαν οὐ γινώσκω φησι πως απατωμαι καὶ συναρπαζομαι εἰς τὴν ἁμαρτίαν κλεπτομαι γάρ φησιν ὡς μικροῦ μήτε εἰδέναι τι πάσχω |
374Pha | 85r | Rom.7.15 | | | |
374Phb | 85r | Rom.7.15 | | | |
375 | 85v | Rom.7.15 | τκη | οὐ γὰρ ὁ θέλω τοῦτο πράσσω ἂλλ ὁ μισῶ τοῦτο ποιῶ | οὐ τοῦτο λέγει ὅτι βιάζεται με καὶ ἄκοντα ἡ ἁμαρτία ἀλλὰ τὸ απατηλον αὐτῆς δεῖξαι θέλει καὶ ὅπως ἐκ τοῦ καταγλυκαινειν τὴν αισθησιν συναρπαζει ὅτι πολλάκις οὐ καταγινωσκω πράγματος καὶ ὁ μισῶ εἰς αὐτο συναρπαζομαι |
376 | 85v | Rom.7.15-Rom.7.17 | τκθ | εἰ δὲ οὐ θέλω τοῦτο ποιῶ σύμφημι τῶ νόμῳ ὅτι καλὸς νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτο | οὐ μικρὸν εγκωμιον τοῦ νόμου λέγει αὐτο γὰρ τὸ μὴ θέλειν τὴν ἁμαρτίαν παρὰ τῆς διδαχῆς φησι ἔχω τοῦ νόμου πως οὖν αἴτιος ὁ διδάξας τὸ καλὸν αἴτιος δὲ ὁ οὕτως χαυνος ὡς διὰ τὸ πρὸς καιρὸν ηδυ τῆς ἁμαρτίας ἐκεῖνα πράττειν ὧν καὶ αὐτος ὑπάρχει κατήγορος καὶ πρὶν πράξει καὶ μετὰ τὸ πρᾶξαι |
377 | 85v | Rom.7.17 | τλ | ἂλλ ἡ οἰκοῦσα ἐν ἐμοι ἁμαρτία | καί πως ἡ ἁμαρτία κατεργάζεται αὐτο τὸ ηδυ μοι φησι τοῦ πραγαματος {προβαλεται /προβαλλεται }* καὶ οὕτως εξαπαταμε μὴ ἐμμένειν οἷς κέκρικα καὶ βεβουλευμαι |
377ex | 85v | Rom.7.18 | τλα | οἶδα γὰρ ὅτι οὐκ {οικη /οἰκεῖ }* ἐν ἐμοι τουτέστιν ἐν τῆι σαρκὶ μου ἀγαθον | τὸ αὐτεξούσιον θέλει δεῖξαι καὶ ὅτι καὶ ὁ ἄνθρωπος κύριος τῆς ἐπ' ἄμφω τοῦ τε ἀγαθοῦ καὶ κακοῦ ροπης φησι οὖν οὐκ οἰκεῖ ἐν ἐμοι τὸ ἀγαθον οὐκ αποκεκληρωμενον καὶ ἀνάγκη τινι παραμενον μοι ἔχω τὸ πράττειν τὰ ἀγαθὰ ὥστε καὶ πρὸς βίαν αφελκειν με τῶν κακῶν τοῦτο γὰρ οικησις ἡ εἰς ἀεὶ διαμονη καὶ οἷον εγκαθισις |
378 | 85v | Rom.7.18 | | | |
379 | 85v | Rom.7.18 | τλβ | τὸ γὰρ θέλειν παράκειται μοι τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω | τὸ θέλειν φησιν ἐστι μοι οὐ ποιῶ δὲ διὰ τὴν τῆς ἁμαρτίας συναρπαγην καὶ γάρ με συναρπαζει ἐφ' ὦ μὴ πρᾶξαι τὰ παρ' ἐμοῦ επαινουμενα ἀλλὰ τὰ ψεγομενα |
380 | 85v | Rom.7.18-Rom.7.19 | τλγ | οὐ γὰρ ὁ θέλω ποιῶ ἀγαθον ἂλλ o οὐ θέλω κακὸν τοῦτο πράσσω | δείκνυσι τοσαύτην τὴν ἀπάτην τῆς ἁμαρτίας καὶ τὴν πείθω ὅτί φησι σπουδή μοι πρᾶξαι τὸ κακὸν καὶ ὅμως επεισιν ἡ ἐπιθυμία αιχμαλωτιζουσα με καὶ πειθουσα τῶν δεδογμενων υπεριδειν καὶ εσπουδασμενων καὶ τὰ αὐτῆς πρᾶξαι |
381 | 85v | Rom.7.19-Rom.7.20 | τλδ | εἰ δὲ ὁ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτο | σχεδὸν γὰρ καὶ αβουλητως πρὸς τὸ κακὸν συναρπαζομαι ὡς είναι τὸ πᾶν τῶν τὴν ἁμαρτίαν ὑποτιθεμένων δαιμόνων μικρας γὰρ χώρας ἐπιλαβόμενοι ἐκ τῆς ἡμῶν ῥαθυμίας τὸ ὅλον ἀνατρέπουσιν |
382ex | 86r | Rom.7.20 | τλε | ἂλλ ἡ οἰκοῦσα ἐν ἐμοι ἁμαρτία | ἐπὶ μὲν τοῦ ἀγαθοῦ οὐκ εἶπεν οικησιν ἐπὶ δὲ τῆς ἁμαρτίας εἶπε λοιπὸν γὰρ ἐκ τοῦ ἀεὶ ἁμαρτάνειν εἰς ἕξιν τινα τῆς ἁμαρτίας ἤλθομεν τὸ γὰρ ἄγαν ἔθος ἴσα φύσει ἐστι |
383 | 86r | Rom.7.20-Rom.7.21 | τλϛ | εὑρίσκω ἄρα τὸν νόμον τῶ θέλοντι ἐμοι ποιεῖν τὸ καλὸν ὅτι ἐμοι τὸ κακὸν παράκειται | ἀσαφὲς τὸ εἰρημένον ἐστι δὲ ἐπαινῶ φησι τὸν νόμον κατὰ τὸ συνειδιος καὶ αὐτον δὲ εὑρίσκω τὸν νόμον ἐμοι τὸ καλὸν ποιεῖν προηρημενω προτροπὴν παρεχοντα τι οὖν μετὰ τοῦτο κακὸν πράσσω φησι ὅτι ἐμοι τὸ κακὸν παράκειται τουτέστιν ὅτι ἐπιμελῶς ἔγκειται ὥστε οὐδε βουλομένῳ μοι τὸ καλὸν πρᾶξαι ἱκανός ἐστι ὁ νόμος βοηθῆσαι πλὴν γὰρ τοῦ τι προτρέψασθαι οὐδὲν ἰσχύει τοιγαροῦν αφετεον τὸν νόμον τοῦτο γὰρ τὸ κατασκευαζομενον αὐτω καὶ προσελευστεον Χριστῷ ὃς οὐ προτρέπεται μόνον ἀλλὰ καὶ ἀναιρεῖ τὴν προγενομενην ἁμαρτίαν διὰ τοῦ βαπτίσματος καὶ μετὰ τοῦτο σώζει καὶ βοήθει |
383Pha | 86r | Rom.7.21 | | | |
383Phb | 86r | Rom.7.21 | | | |
384 | 86r | Rom.7.21 | * | | οἷον προτροπὴν καὶ συβουλην παρέχων τινα |
385 | 86r | Rom.7.21-Rom.7.23 | τλζ | συνήδομαι γὰρ τῶ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσὶ μου ἀντιστρατευομενον τῶ νόμῳ τοῦ νοὸς μου | τέσσαρες εἰσιν ἐνταῦθα νόμο περὶ ὧν διαλαμβανει εἰς μὲν ὁ νόμος τοῦ θεοῦ δεύτερος δὲ ὁ ἀντιστρατευομενος τρίτος περὶ οὐ φησι τῶ νόμῳ τοῦ νοός μου τέταρτος περὶ οὐ λέγει τῶ νόμῳ τῆς ἁμαρτίας τῶ ὄντι ἐν τοῖς μέλεσί μου τούτων ὁ πρῶτος * τὸ εὐαγγελικόν ἐστι παιδευμα εξωθην διὰ τοῦ κηρύγματος εισιων καὶ ρυθμιζων τὴν ψυχν ὁ δεύτερος * ὁ ἀντιστρατευομενος καὶ οὗτος τῶν ἔξωθεν ἐστιν επεισιων κατὰ ἐνέργειαν τοῦ πονηροῦ καὶ τὴν ψυχὴν αιχμαλωτιζων ὁ τρίτος * ὅν φησι νόμον νοὸς οὗτός ἐστιν ὁ τῆ φύσει ἡμῶν εγκατασπαρεις παρὰ τοῦ δημιουργὸ ἐπὶ τὰ τῶ θεῶ φιλα παροτρυνων ὁ τέταρτος * ὁ τῆς ἁμαρτίας νόμος οὗτός ἐστιν ὁ φιλαμαρτημων ὃς διὰ τῆς πρὸς τὸ κακὸν συνηθείας {ενεσκιρωσεν /ενεσκιρρωσεν }* ἐν ἡμῖν τὰς ἁμαρτίας ὅρα οὖν πως ἐκ διαμετρου ἐναντίοις περιεστοιχισμεθα νόμοις οἱ μὲν γὰρ δύο ἔξωθεν ἡμῖν {επησρευσιν /επεισρευσιν }* ὁ μὲν πρὸς αγαθοεργιαν προκαλουμενος τουτέστιν ὁ ευαγγελικος ὁ δὲ πρὸς κακίαν παρακαλῶν ὁ ἀντιστρατευομενος τοῦ πονερου νόμος οἱ δὲ λοιποὶ δύο ἔνδον εἰσι καὶ τὴν ψυχὴν συνέχουσὶν ὁ μὲν νόμος τοῦ νοὸς παρὰ τοῦ δημιουργὸ ἡμῖν εγκατεσπαρμενος καὶ οδηγων πρὸς τὰ κρεῖττονα ὁ δέ γε τέταρτος ὁ νόμος τῆς ἁμαρτίας διὰ τὴν πρὸς τὸ κακὸν ἕξιν ενσκιρωθεις ἐν ἡμῖν διὸ πρόσχες πως ἀκριβῶς εἶπε βλέπω δέ φησι ἕτερον νόμον ἀντιστρατευομενον τῶ νόμῳ τοῦ νοός μου τοῦτω δὴ τῶ εμφυτω πρὸ τὰ καλὰ καὶ αἰχμαλωτίζοντά με ἐν τῶ νόμῳ τῆς ἁμαρτίας τῶ ὄντι ἐν τοῖς μέλεσί μου ὡς εἰ ἔλεγεν ἔξωθεν εισπνεων συγκινει καὶ ερεθιζει πάντα τὸν ἐν ἐμοι αποκειμενον κονιορτὸν καὶ βορβορον ὃν ἡ πρὸς ἁμαρτίαν μοι εξις ενεπιλωσε καὶ ενεκαυσεν |
385ex | 86r | Rom.7.23 | * | | οὕτως δὲ καὶ ὁ ἐν ἁγίοις Μεθοδιος ἐν τῶ λόγῳ περὶ ἀναστάσεως ἔφη καὶ γὰρ καὶ ὁ νόμος τοῦ θεοῦ ὁ ευαγγελικος κινει καὶ ερεθιζει τὰ ἐν ἡμῖν εμφυτα καὶ εγκατεσπαρμενα παρὰ τοῦ δημιουργὸ πρὸς αγαθοεργιαν σπερματα ἕκαστος γὰρ τῶν ἔξωθεν επεισιοντων τὸν οἰκεῖον καὶ καταλληλον τῶν ενδοθεν ἡμῖν ὄντων νομων κινων καὶ διερεθιζων ἡ εὐσεβεῖν ἡ ἀσεβεῖν ἡμᾶς προτρέπεται |
385Ph | 86r | Rom.7.23 | | | |
386 | 86r | Rom.7.23 | * | | καὶ ταῦτα μὲν ὁ ἐν ἅγιος Μεθοδιος εἰπὼν δὲ κατὰ τὸν ἔσω ἄνθρωπον ἔσω ἄνθρωπον τὸν νοῦν ἤτοι τὴν ψυχὴν καλεῖ καί φησι θέλει ὁ νοῦς πράττειν ἅπερ ὁ νόμος λέγει ἂλλ ἐν αὐτω φησι τῶ καιρῷ τῆς ἁμαρτίας συναρπαζομαι διὰ τῆς ἁμαρτίας ταύτην γάρ φησι ἕτερον νόμον διὰ τὸ ἴδια τινα καὶ ἔξω τοῦ νόμου ἐπιτάσσειν οὗτος τοιγαροῦν ὁ νόμος ἤτοι ἡ ἁμαρτία απατα με διὰ τῆς ἐν τοῖς μέλεσιν ἡμῶν καὶ ἐν ἡμῖν αὐτοῖς εγκειμενης ἐπιθυμίας καὶ αἰχμαλωτίζει με τὴν γὰρ ἐν ἡμῖν πρὸς τὸ συμφέρον ἐνοῦσαν ἐπιθυμίαν εἰς τὰ ασυμφορα τρεψασα ἡ ἁμαρτία ἡμῖν αὐτοῖς χρῆται καθ' ἡμῶν επιτειχισμασι |
387ex | 86v | Rom.7.23 | τλθ | καὶ αἰχμαλωτίζοντὰ με | καλῶς εἶπεν αἰχμαλωτίζοντά με μαχης γὰρ κινουμενης μεταξὺ τῆς ἁμαρτίας καὶ τῶν τοῦ νόμου επιταγματων ἤγουν τοῦ αντιλεγοντος λογισμοῦ τῆ ἁμαρτία απεισι νικήσασα ἡ ἁμαρτία αιχμαλωτον λαβοῦσα τὸν {ταλαιπορον /ταλαιπωρον }* ἄνθρωπον |
388 | 86v | Rom.7.23 | τμ | τῶ νόμῳ τῆς ἁμαρτίας | νόμον ἁμαρτίας περιφραστικῶς τὴν ἁμαρτίαν καλεῖ |
389 | 87r | Rom.7.23 | τμα | τῶι ὄντι ἐν τοῖς μέλεσὶ μου | τὸ διὰ τῶν μελῶν μου φησι πολεμουντι μοι τοῦτο δὲ οὐ καταγνωσις τοῦ σώματος οὐ γὰρ εἰ βασιλέως οἰκίαν τυραννος καταλαβοι ἤδη τῆς οἰκίας ἡ αἰτία |
390 | 87r | Rom.7.23-Rom.7.24 | τμβ | ταλαίπωρος ἐγὼ ἄνθρωπος τις με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου | τις με ῥύσεται ἐκ τῶν σωματικων μου πράξεων τῶν τὸν νοητον επαγον τῶν θάνατον ἥτις με ῥύσεται ἀπὸ τοῦ μὴ συναρπαζεσθαι ὑπο τῶν ἐν τῶ σώματι ἐπιθυμιῶν αἱ θάνατός εἰσιν ἡμῖν τις με οὖν ἕτερος ἡ ὁ Χριστὸς τοῦτο γὰρ ηρεμα ἐμφαίνει οὔτε γὰρ ὁ νόμος ῥύεται οὔτε ἡ ἐμὴ προαίρεσις σπουδαζουσα |
391 | 87r | Rom.7.24-Rom.7.25 | τμγ | εὐχαριστῶ τῶ θεῶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν | ὅτι αὐτός με φησιν {ερυσατο /ἐρρύσατο }* διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ |
392 | 87r | Rom.7.25 | τμδ | ἄρα οὖν αὐτος ἐγὼ τῶ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ | ὅσον φησιν ἧκεν εἰς τὴν προαίρεσιν τὴν ἐμὴν ὅπερ καὶ ἔλεγεν ἄνω συνήδομαι γὰρ κατὰ τὸν ἔσω ἄνθρωπον τῶ νόμῳ τοῦ θεοῦ |
393 | 87r | Rom.7.25 | τμε | τῆ δὲ σαρκὶ νόμῳ ἁμαρτίας | ἡ γὰρ ἁμαρτία διὰ τῆς σαρκὸς καὶ τῶν αὐτῆς ἐπιθυμιῶν τὰ ἑαυτῆς ἐνεργεῖ |
395 | 87r | Rom.7.25-Rom.8.1 | τμϛ | οὐδὲν ἄρα κατάκριμα τοῖς ἐν Xριστω Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα | ἵνα μὴ λέγη τις τι οὖν οὐδε μία κατάδικη οὐ δὲ ἁμαρτία νυν ασφαλιζεται αὐτο οὐχί φησι ἂλλ ἐκείνοις ὅσοι μὴ ἑκοντες σαρκικην ζῶσι ζωὴν εἰ γὰρ μόνον προελοιντο πνευματικῶς ζῆν οὐχ αμαρτησονται ἐπὶ δέ γε τοῦ νόμου οὐδε ὁ βουλόμενος ζῆν ὀρθῶς ἴσχυε μηδενὸς βοηθουντος μηδὲ συνεπισχουντος ἐν δὲ Χριστῷ Ἰησοῦ οἷον τοῖς οὖσιν ἐν τῆ Χριστοῦ πίστει καὶ ελομενοις πνευματικην ζωήν |
394 | 87r | Rom.8.1 | * | | ευκολον τὸ μὴ ἁμαρτάνειν ὁ μὲν γὰρ νόμος φησι κατεδικαζε τοὺς ἁμαρτάνοντας ὁ δέ γε Χριστὸς οὐ μόνον τῶν προγενομενων απηλλαξεν ἁμαρτιῶν ἀλλὰ καὶ πρὸς τὸ μέλλον αχειρωτους ἐποίησε τοῦτο γὰρ δηλοῖ τὸ οὐδὲν ἄρα κατάκριμα οἷον οὐδεμία διὰ ἁμαρτίαν κατάδικη |
396 | 87r | Rom.8.1-Rom.8.2 | τμζ | ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσε με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου | ὥσπερ νόμον ἁμαρτίας τὴν ἁμαρτίαν φησιν οὕτως καὶ νόμον πνεύματος τὸ πνεῦμα ὅπερ φησιν ἐστι ζωῆς χορηγον καὶ δοτικον τοῦτο τοιγαροῦν τὸ πνεῦμα διὰ Ἰησοῦ Χριστοῦ αὐτος γὰρ ὁ αἴτιος ἡμῖν τῆς δωρεᾶς τοῦ πνεύματος ὁ λύσας τὴν ἁμαρτίαν καὶ επισπασαμενος καθό ἐστιν ἄνθρωπος τὸ πνεῦμα καὶ ἡμῖν μεταδους τοῦτο τοιγαροῦν τὸ πνεῦμα ἠλευθέρωσέ με ἀπὸ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου τοῦ ἔνθεν οδηγουν πρὸς τὰ βελτιω |
396Ph | 87r | Rom.8.2 | | | |
397 | 87v | Rom.8.2-Rom.8.3 | τμη | τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ὦ ἠσθένει διὰ τῆς σαρκός | ὁρᾷς ὅτι οὐ τοῦ νόμου καταψηφιζεται οὐ γὰρ εἶπε τὸ πονηρὸν τοῦ νόμου ἐν ὧι εκακουργει ἀλλὰ τὸ ἀδύνατον καὶ ἐν ὧι ἠσθένει ὡς εἰ εἶπεν ἤθελε σῶσαι ἂλλ οὐκ ἴσχυσεν ἐν ὦ φησι ἠσθένει ἐπειδὴ ησεθενει διὰ τῆς σαρκὸς τουτέστι τοῦ σαρκικος καὶ φρονήματος αὐτῆς οὐ γὰρ τὴν σάρκα διαβαλλει |
398 | 87v | Rom.8.3 | τμθ | ὁ θεὸς τὸν ἑαυτοῦ υἱον πέμψας | ἄνω εἰπὼν τὸ πνεῦμα ηλευθερωκεναι νυν τὸν υἱον λέγει κοινῇ γὰρ εὐδοκία τῆς ἁγίας τριάδος σεσωσμεθα |
399 | 87v | Rom.8.3 | τν | ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας | τὸ ἐν ὁμοιώματι οὐ πρὸς τὸ σαρκὸς ὅρα ἀλλὰ πρὸς τὸ σαρκὸς ἁμαρτίας οὐ γὰρ ἄλλην παρὰ τὴν ἡμῶν ηνωσεν ἑαυτῷ απαγε ἂλλ οὐχ αμαρτωλην ὡς εἰ εἶπεν ἐν ὁμοιώματι αμαρτωλης σαρκὸς ἀναμάρτητο δὲ οὕτως γὰρ καὶ ὁ ἐν ἁγίοις Κυριλλος ἐν βιβλίῳ ἱ τῆς κατὰ Ιουλιανου ὅτι σῶμά φησι Χριστοῦ οὐκ ἦν ἁμαρτίας σῶμα ἂλλ ὁμοίωμα σαρκὸς ἁμαρτίας |
399ex | 87v | Rom.8.3 | | | |
400 | 87v | Rom.8.3 | τνα | καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῆ σαρκί | οὐχ ἁπλῶς φησι οὐδε ανεξεταστως καθὸ δυνατός ἐστι κατέκρινε τὴν ἁμαρτίαν ἀλλὰ πρῶτον ελεγξας τὰ μεγιατα πταιουσαν καὶ αμαρτανουσαν |
400Ph | 87v | Rom.8.3 | | | |
401 | 87v | Rom.8.3 | * | | διὰ τῆς σαρκὸς αὐτοῦ φησι τοῦτο γὰρ τὸ θαυμαστὸν ὅτι διὰ τῆς σαρκὸς τῆς πάλαι ἔνοχο οὔσης τῆ ἁμαρτία κατέκρινεν αὐτήν πως τῶ φυλάξαι δηλάδη ἀναμάρτητον ταύτῃ γὰρ νικησας αὐτὴν καὶ εκωλασε κολασις δὲ ἁμαρτίας ἡ αναιρεσης αὐτῆς καὶ οὕτω παραδοῦναι εἰς τὸν θεὸν ἐπὶ ἀναιρέσει τῆς ἁμαρτίας |
402 | 87v | Rom.8.3-Rom.8.4 | τνβ | ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα | ἵνα μή τις λέγη καί τι πρὸς ἡμᾶς τοῦτό φησι ταῦτα ἐποίησεν ὁ Χριστὸς ἵνα ὁ σκοπὸς τοῦ νόμου τὸ μὴ γενέσθαι ἡμᾶς υπευθυνους τῆ ἁμαρτία πληρωθῇ ἐν ἡμῖν τισι τοῖς μή φησι εθελουσι σαρκικῶς ζῆν ἀλλὰ πνευματικῶς ἵνα γὰρ μὴ εἴπῃς ἐνίκησεν ὁ Χριστὸς καὶ οὐκέτι χρεία ζῆν ἀσφαλῶς προστεθεικε τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ὡς εἰ εἶπεν |
403 | 87v | Rom.8.4 | | | |
404 | 87v | Rom.8.4 | | | |
405 | 87v | Rom.8.4 | | | |
406 | 87v | Rom.8.4 | | | |
407 | 87v | Rom.8.4 | | | |
408 | 87v | Rom.8.4 | | | |
409 | 87v | Rom.8.4 | | | |
409Ph | 87v | Rom.8.4 | | | |
410 | 87v | Rom.8.4 | | | |
411 | 87v | Rom.8.4 | | | |
412 | 87v | Rom.8.4 | | | |
413 | 87v | Rom.8.4 | | | |
413Ph | 87v | Rom.8.4 | | | |
414 | 87v | Rom.8.4 | | | |
414exa | 87v | Rom.8.4 | | | |
415ex | 87v | Rom.8.4 | | | |
415exb | 87v | Rom.8.4 | | | |
416 | 87v | Rom.8.4 | | | |
417 | 87v | Rom.8.4 | | | |
418 | 87v | Rom.8.4 | | | |
418ex | 87v | Rom.8.4 | | | |
419 | 87v | Rom.8.4 | | | |
420 | 87v | Rom.8.4 | | | |
421 | 87v | Rom.8.4 | | | |
422 | 87v | Rom.8.4 | | | |
423 | 87v | Rom.8.4 | | | |
424 | 87v | Rom.8.4 | | | |
425 | 87v | Rom.8.4 | | | |
426 | 87v | Rom.8.4 | | | |
426Ph | 87v | Rom.8.4 | | | |
426ex | 87v | Rom.8.4 | | | |
427 | 87v | Rom.8.4 | | | |
428 | 87v | Rom.8.4 | | | |
429 | 87v | Rom.8.4 | | | |
430 | 87v | Rom.8.4 | | | |
431 | 87v | Rom.8.4 | | | |
432 | 87v | Rom.8.4 | | | |
433 | 87v | Rom.8.4 | | | |
434 | 87v | Rom.8.4 | | | |
435 | 87v | Rom.8.4 | | | |
436 | 87v | Rom.8.4 | | | |
437 | 87v | Rom.8.4 | | | |
438 | 87v | Rom.8.4 | | | |
438ex | 87v | Rom.8.4 | | | |
439 | 87v | Rom.8.4 | | | |
440 | 87v | Rom.8.4 | | | |
441 | 87v | Rom.8.4 | | | |
442 | 87v | Rom.8.4 | | | |
443 | 87v | Rom.8.4 | | | |
444 | 87v | Rom.8.4 | | | |
444ex | 87v | Rom.8.4 | | | |
445 | 87v | Rom.8.4 | | | |
446 | 87v | Rom.8.4 | | | |
447 | 87v | Rom.8.4 | | | |
448 | 87v | Rom.8.4 | | | |
449 | 87v | Rom.8.4 | | | |
449ex | 87v | Rom.8.4 | | | |
449Ph | 87v | Rom.8.4 | | | |
450 | 87v | Rom.8.4 | | | |
451 | 87v | Rom.8.4 | | | |
451ex | 87v | Rom.8.4 | | | |
452 | 87v | Rom.8.4 | | | |
453 | 87v | Rom.8.4 | | | |
454 | 87v | Rom.8.4 | | | |
455 | 87v | Rom.8.4 | | | |
455ex | 87v | Rom.8.4 | | | |
455Ph | 87v | Rom.8.4 | | | |
456 | 87v | Rom.8.4 | | | |
457 | 87v | Rom.8.4 | | | |
458 | 87v | Rom.8.4 | | | |
459 | 87v | Rom.8.4 | | | |
459Ph | 87v | Rom.8.4 | | | |
460 | 87v | Rom.8.4 | | | |
461 | 87v | Rom.8.4 | | | |
462 | 87v | Rom.8.4 | | | |
462ex | 87v | Rom.8.4 | | | |
463 | 87v | Rom.8.4 | | | |
464 | 87v | Rom.8.4 | | | |
464ex | 87v | Rom.8.4 | | | |
465 | 87v | Rom.8.4 | | | |
466 | 87v | Rom.8.4 | | | |
467 | 87v | Rom.8.4 | | | |
468 | 87v | Rom.8.4 | | | |
468Ph | 87v | Rom.8.4 | | | |
469 | 87v | Rom.8.4 | | | |
469Ph | 87v | Rom.8.4 | | | |
470 | 87v | Rom.8.4 | | | |
471 | 87v | Rom.8.4 | | | |
472 | 87v | Rom.8.4 | | | |
473 | 87v | Rom.8.4 | | | |
474 | 87v | Rom.8.4 | | | |
475 | 87v | Rom.8.4 | | | |
476 | 87v | Rom.8.4 | | | |
477 | 87v | Rom.8.4 | | | |
477ex | 87v | Rom.8.4 | | | |
478 | 87v | Rom.8.4 | | | |
478ex | 87v | Rom.8.4 | | | |
478Ph | 87v | Rom.8.4 | | | |
479 | 87v | Rom.8.4 | | | |
479Ph | 87v | Rom.8.4 | | | |
480 | 87v | Rom.8.4 | | | |
481 | 87v | Rom.8.4 | | | |
482 | 87v | Rom.8.4 | | | |
483 | 87v | Rom.8.4 | | | |
484 | 87v | Rom.8.4 | | | |
485 | 87v | Rom.8.4 | | | |
486 | 87v | Rom.8.4 | | | |
486exa | 87v | Rom.8.4 | | | |
486exb | 87v | Rom.8.4 | | | |
487 | 87v | Rom.8.4 | | | |
488 | 87v | Rom.8.4 | | | |
489 | 87v | Rom.8.4 | | | |
489ex | 87v | Rom.8.4 | | | |
489Pha | 87v | Rom.8.4 | | | |
489Phb | 87v | Rom.8.4 | | | |
490 | 87v | Rom.8.4 | | | |
491 | 87v | Rom.8.4 | | | |
491Ph | 87v | Rom.8.4 | | | |
492 | 87v | Rom.8.4 | | | |
492Ph | 87v | Rom.8.4 | | | |
493 | 87v | Rom.8.4 | | | |
494 | 87v | Rom.8.4 | | | |
494Ph | 87v | Rom.8.4 | | | |
495 | 87v | Rom.8.4 | | | |
495Ph | 87v | Rom.8.4 | | | |
496 | 87v | Rom.8.4 | | | |
497 | 87v | Rom.8.4 | | | |
498 | 87v | Rom.8.4 | | | |
499 | 87v | Rom.8.4 | | | |
500 | 87v | Rom.8.4 | | | |
501 | 87v | Rom.8.4 | | | |
502 | 87v | Rom.8.4 | | | |
502Ph | 87v | Rom.8.4 | | | |
503 | 87v | Rom.8.4 | | | |
504 | 87v | Rom.8.4 | | | |
505 | 87v | Rom.8.4 | | | |
506 | 87v | Rom.8.4 | | | |
507 | 87v | Rom.8.4 | | | |
507Ph | 87v | Rom.8.4 | | | |
508 | 87v | Rom.8.4 | | | |
509 | 87v | Rom.8.4 | | | |
509ex | 87v | Rom.8.4 | | | |
510 | 87v | Rom.8.4 | | | |
510exa | 87v | Rom.8.4 | | | |
510exb | 87v | Rom.8.4 | | | |
511 | 87v | Rom.8.4 | | | |
511ex | 87v | Rom.8.4 | | | |
512 | 87v | Rom.8.4 | | | |
513 | 87v | Rom.8.4 | | | |
514 | 87v | Rom.8.4 | | | |
515 | 87v | Rom.8.4 | | | |
515ex | 87v | Rom.8.4 | | | |
515Ph | 87v | Rom.8.4 | | | |
516 | 87v | Rom.8.4 | | | |
516Ph | 87v | Rom.8.4 | | | |
517 | 87v | Rom.8.4 | | | |
518 | 87v | Rom.8.4 | | | |
518Pha | 87v | Rom.8.4 | | | |
518Phb | 87v | Rom.8.4 | | | |
519 | 87v | Rom.8.4 | | | |
519Ph | 87v | Rom.8.4 | | | |
520 | 87v | Rom.8.4 | | | |
521 | 87v | Rom.8.4 | | | |
522 | 87v | Rom.8.4 | | | |
523 | 87v | Rom.8.4 | | | |
524 | 87v | Rom.8.4 | | | |
525 | 87v | Rom.8.4 | | | |
526 | 87v | Rom.8.4 | | | |
526Ph | 87v | Rom.8.4 | | | |
527 | 87v | Rom.8.4 | | | |
527Ph | 87v | Rom.8.4 | | | |
528 | 87v | Rom.8.4 | | | |
529 | 87v | Rom.8.4 | | | |
530 | 87v | Rom.8.4 | | | |
531 | 87v | Rom.8.4 | | | |
531ex | 87v | Rom.8.4 | | | |
531Ph | 87v | Rom.8.4 | | | |
532 | 87v | Rom.8.4 | | | |
533 | 87v | Rom.8.4 | | | |
533Ph | 87v | Rom.8.4 | | | |
534 | 87v | Rom.8.4 | | | |
535 | 87v | Rom.8.4 | | | |
536 | 87v | Rom.8.4 | | | |
537 | 87v | Rom.8.4 | | | |
538 | 87v | Rom.8.4 | | | |
539 | 87v | Rom.8.4 | | | |
539ex | 87v | Rom.8.4 | | | |
540 | 87v | Rom.8.4 | | | |
541 | 87v | Rom.8.4 | | | |
541Ph | 87v | Rom.8.4 | | | |
542 | 87v | Rom.8.4 | | | |
542Ph | 87v | Rom.8.4 | | | |
543 | 87v | Rom.8.4 | | | |
544 | 87v | Rom.8.4 | | | |
545 | 87v | Rom.8.4 | | | |
546 | 87v | Rom.8.4 | | | |
547 | 87v | Rom.8.4 | | | |
547Ph | 87v | Rom.8.4 | | | |
548 | 87v | Rom.8.4 | | | |
549 | 87v | Rom.8.4 | | | |
550 | 87v | Rom.8.4 | | | |
550Ph | 87v | Rom.8.4 | | | |
551 | 87v | Rom.8.4 | | | |
552 | 87v | Rom.8.4 | | | |
553 | 87v | Rom.8.4 | | | |
554 | 87v | Rom.8.4 | | | |
555 | 87v | Rom.8.4 | | | |
556 | 87v | Rom.8.4 | | | |
557 | 87v | Rom.8.4 | | | |
558 | 87v | Rom.8.4 | | | |
559 | 87v | Rom.8.4 | | | |
560 | 87v | Rom.8.4 | | | |
560ex | 87v | Rom.8.4 | | | |
561 | 87v | Rom.8.4 | | | |
562 | 87v | Rom.8.4 | | | |
563 | 87v | Rom.8.4 | | | |
564 | 87v | Rom.8.4 | | | |
565 | 87v | Rom.8.4 | | | |
566 | 87v | Rom.8.4 | | | |
566Ph | 87v | Rom.8.4 | | | |
567 | 87v | Rom.8.4 | | | |
568 | 87v | Rom.8.4 | | | |
569 | 87v | Rom.8.4 | | | |
570 | 87v | Rom.8.4 | | | |
571 | 87v | Rom.8.4 | | | |
572 | 87v | Rom.8.4 | | | |
573 | 87v | Rom.8.4 | | | |
574 | 87v | Rom.8.4 | | | |
575 | 87v | Rom.8.4 | | | |
576 | 87v | Rom.8.4 | | | |
577 | 87v | Rom.8.4 | | | |
578 | 87v | Rom.8.4 | | | |
579 | 87v | Rom.8.4 | | | |
580 | 87v | Rom.8.4 | | | |
581 | 87v | Rom.8.4 | | | |
582 | 87v | Rom.8.4 | | | |
583 | 87v | Rom.8.4 | | | |
584 | 87v | Rom.8.4 | | | |
585 | 87v | Rom.8.4 | | | |
585Ph | 87v | Rom.8.4 | | | |
586 | 87v | Rom.8.4 | | | |
587 | 87v | Rom.8.4 | | | |
588 | 87v | Rom.8.4 | | | |
589 | 87v | Rom.8.4 | | | |
590 | 87v | Rom.8.4 | | | |
591 | 87v | Rom.8.4 | | | |
592 | 87v | Rom.8.4 | | | |
593 | 87v | Rom.8.4 | | | |
594 | 87v | Rom.8.4 | | | |
595 | 87v | Rom.8.4 | | | |
596 | 87v | Rom.8.4 | | | |
596Ph | 87v | Rom.8.4 | | | |
597 | 87v | Rom.8.4 | | | |
598 | 87v | Rom.8.4 | | | |
599 | 87v | Rom.8.4 | | | |
600 | 87v | Rom.8.4 | | | |
601 | 87v | Rom.8.4 | | | |
602 | 87v | Rom.8.4 | | | |
603 | 87v | Rom.8.4 | | | |
604 | 87v | Rom.8.4 | | | |
605 | 87v | Rom.8.4 | | | |
606 | 87v | Rom.8.4 | | | |
607 | 87v | Rom.8.4 | | | |
608 | 87v | Rom.8.4 | | | |
608ex | 87v | Rom.8.4 | | | |
609 | 87v | Rom.8.4 | | | |
609Ph | 87v | Rom.8.4 | | | |
610 | 87v | Rom.8.4 | | | |
611 | 87v | Rom.8.4 | | | |
612 | 87v | Rom.8.4 | | | |
613 | 87v | Rom.8.4 | | | |
613Ph | 87v | Rom.8.4 | | | |
614 | 87v | Rom.8.4 | | | |
615 | 87v | Rom.8.4 | | | |
616 | 87v | Rom.8.4 | | | |
617 | 87v | Rom.8.4 | | | |
618 | 87v | Rom.8.4 | | | |
618Pha | 87v | Rom.8.4 | | | |
618Phb | 87v | Rom.8.4 | | | |
619ex | 87v | Rom.8.4 | | | |
619Ph | 87v | Rom.8.4 | | | |
620 | 87v | Rom.8.4 | | | |
621 | 87v | Rom.8.4 | | | |
621ex | 87v | Rom.8.4 | | | |
622 | 87v | Rom.8.4 | | | |
623 | 87v | Rom.8.4 | | | |
624 | 87v | Rom.8.4 | | | |
625 | 87v | Rom.8.4 | | | |
626 | 87v | Rom.8.4 | | | |
627 | 87v | Rom.8.4 | | | |
628 | 87v | Rom.8.4 | | | |
629 | 87v | Rom.8.4 | | | |
630 | 87v | Rom.8.4 | | | |
631 | 87v | Rom.8.4 | | | |
632 | 87v | Rom.8.4 | | | |
633 | 87v | Rom.8.4 | | | |
634 | 87v | Rom.8.4 | | | |
635 | 87v | Rom.8.4 | | | |
636 | 87v | Rom.8.4 | | | |
637 | 87v | Rom.8.4 | | | |
638 | 87v | Rom.8.4 | | | |
639 | 87v | Rom.8.4 | | | |
640 | 87v | Rom.8.4 | | | |
641 | 87v | Rom.8.4 | | | |
641ex | 87v | Rom.8.4 | | | |
642 | 87v | Rom.8.4 | | | |
643 | 87v | Rom.8.4 | | | |
643ex | 87v | Rom.8.4 | | | |
644 | 87v | Rom.8.4 | | | |
645 | 87v | Rom.8.4 | | | |
646 | 87v | Rom.8.4 | | | |
647 | 87v | Rom.8.4 | | | |
647Ph | 87v | Rom.8.4 | | | |
648 | 87v | Rom.8.4 | | | |
648ex | 87v | Rom.8.4 | | | |
649ex | 87v | Rom.8.4 | | | |
650 | 87v | Rom.8.4 | | | |
650Ph | 87v | Rom.8.4 | | | |
651 | 87v | Rom.8.4 | | | |
652 | 87v | Rom.8.4 | | | |
652Ph | 87v | Rom.8.4 | | | |
653 | 87v | Rom.8.4 | | | |
654 | 87v | Rom.8.4 | | | |
655 | 87v | Rom.8.4 | | | |
656 | 87v | Rom.8.4 | | | |
657 | 87v | Rom.8.4 | | | |
658 | 87v | Rom.8.4 | | | |
659 | 87v | Rom.8.4 | | | |
660 | 87v | Rom.8.4 | | | |
661 | 87v | Rom.8.4 | | | |
662 | 87v | Rom.8.4 | | | |
663 | 87v | Rom.8.4 | | | |
663Ph | 87v | Rom.8.4 | | | |
664 | 87v | Rom.8.4 | | | |
665 | 87v | Rom.8.4 | | | |
666 | 87v | Rom.8.4 | | | |
666Ph | 87v | Rom.8.4 | | | |
667 | 87v | Rom.8.4 | | | |
668ex | 87v | Rom.8.4 | | | |
669 | 87v | Rom.8.4 | | | |
669Ph | 87v | Rom.8.4 | | | |
670 | 87v | Rom.8.4 | | | |
671 | 87v | Rom.8.4 | | | |
672 | 87v | Rom.8.4 | | | |
673 | 87v | Rom.8.4 | | | |
674 | 87v | Rom.8.4 | | | |
674Ph | 87v | Rom.8.4 | | | |
675 | 87v | Rom.8.4 | | | |
676 | 87v | Rom.8.4 | | | |
677 | 87v | Rom.8.4 | | | |
678 | 87v | Rom.8.4 | | | |
678Ph | 87v | Rom.8.4 | | | |
679 | 87v | Rom.8.4 | | | |
680 | 87v | Rom.8.4 | | | |
681 | 87v | Rom.8.4 | | | |
682 | 87v | Rom.8.4 | | | |
682Ph | 87v | Rom.8.4 | | | |
683 | 87v | Rom.8.4 | | | |
683ex | 87v | Rom.8.4 | | | |
684 | 87v | Rom.8.4 | | | |
684exa | 87v | Rom.8.4 | | | |
684exb | 87v | Rom.8.4 | | | |
684exc | 87v | Rom.8.4 | | | |
684exd | 87v | Rom.8.4 | | | |
685 | 87v | Rom.8.4 | | | |
685Ph | 87v | Rom.8.4 | | | |
686 | 87v | Rom.8.4 | | | |
687 | 87v | Rom.8.4 | | | |
688 | 87v | Rom.8.4 | | | |
688ex | 87v | Rom.8.4 | | | |
689 | 87v | Rom.8.4 | | | |
690 | 87v | Rom.8.4 | | | |
690Ph | 87v | Rom.8.4 | | | |
691 | 87v | Rom.8.4 | | | |
692 | 87v | Rom.8.4 | | | |
693 | 87v | Rom.8.4 | | | |
694 | 87v | Rom.8.4 | | | |
695 | 87v | Rom.8.4 | | | |
696 | 87v | Rom.8.4 | | | |
697 | 87v | Rom.8.4 | | | |
698 | 87v | Rom.8.4 | | | |
699 | 87v | Rom.8.4 | | | |
700 | 87v | Rom.8.4 | | | |
701 | 87v | Rom.8.4 | | | |
702 | 87v | Rom.8.4 | | | |
702Pha | 87v | Rom.8.4 | | | |
702Phb | 87v | Rom.8.4 | | | |
703 | 87v | Rom.8.4 | | | |
704 | 87v | Rom.8.4 | | | |
705 | 87v | Rom.8.4 | | | |
706 | 87v | Rom.8.4 | | | |
707 | 87v | Rom.8.4 | | | |
707ex | 87v | Rom.8.4 | | | |
708 | 87v | Rom.8.4 | | | |
709 | 87v | Rom.8.4 | | | |
710 | 87v | Rom.8.4 | | | |
710Ph | 87v | Rom.8.4 | | | |
711 | 87v | Rom.8.4 | | | |
711Ph | 87v | Rom.8.4 | | | |
712 | 87v | Rom.8.4 | | | |
713 | 87v | Rom.8.4 | | | |
714 | 87v | Rom.8.4 | | | |
715 | 87v | Rom.8.4 | | | |
715Ph | 87v | Rom.8.4 | | | |
716 | 87v | Rom.8.4 | | | |
717 | 87v | Rom.8.4 | | | |
718 | 87v | Rom.8.4 | | | |
719 | 87v | Rom.8.4 | | | |
720 | 87v | Rom.8.4 | | | |
721 | 87v | Rom.8.4 | | | |
721Ph | 87v | Rom.8.4 | | | |
722 | 87v | Rom.8.4 | | | |
723 | 87v | Rom.8.4 | | | |
724 | 87v | Rom.8.4 | | | |
725 | 87v | Rom.8.4 | | | |
725Pha | 87v | Rom.8.4 | | | |
725Phb | 87v | Rom.8.4 | | | |
726 | 87v | Rom.8.4 | | | |
727 | 87v | Rom.8.4 | | | |
728 | 87v | Rom.8.4 | | | |
729 | 87v | Rom.8.4 | | | |
730 | 87v | Rom.8.4 | | | |
731 | 87v | Rom.8.4 | | | |
732 | 87v | Rom.8.4 | | | |
733 | 87v | Rom.8.4 | | | |
733Ph | 87v | Rom.8.4 | | | |
734 | 87v | Rom.8.4 | | | |
735 | 87v | Rom.8.4 | | | |
736 | 87v | Rom.8.4 | | | |
736ex | 87v | Rom.8.4 | | | |
736Ph | 87v | Rom.8.4 | | | |
737 | 87v | Rom.8.4 | | | |
738 | 87v | Rom.8.4 | | | |
739 | 87v | Rom.8.4 | | | |
740 | 87v | Rom.8.4 | | | |
741 | 87v | Rom.8.4 | | | |
742 | 87v | Rom.8.4 | | | |
743 | 87v | Rom.8.4 | | | |
744 | 87v | Rom.8.4 | | | |
745 | 87v | Rom.8.4 | | | |
745Ph | 87v | Rom.8.4 | | | |
746 | 87v | Rom.8.4 | | | |
747 | 87v | Rom.8.4 | | | |
748 | 87v | Rom.8.4 | | | |
749 | 87v | Rom.8.4 | | | |
750 | 87v | Rom.8.4 | | | |
751 | 87v | Rom.8.4 | | | |
751Ph | 87v | Rom.8.4 | | | |
752 | 87v | Rom.8.4 | | | |
753 | 87v | Rom.8.4 | | | |
754 | 87v | Rom.8.4 | | | |
755 | 87v | Rom.8.4 | | | |
756 | 87v | Rom.8.4 | | | |
756ex | 87v | Rom.8.4 | | | |
757 | 87v | Rom.8.4 | | | |
758 | 87v | Rom.8.4 | | | |
759 | 87v | Rom.8.4 | | | |
760 | 87v | Rom.8.4 | | | |
760Ph | 87v | Rom.8.4 | | | |
761 | 87v | Rom.8.4 | | | |
762 | 87v | Rom.8.4 | | | |
762ex | 87v | Rom.8.4 | | | |
762exb | 87v | Rom.8.4 | | | |
763 | 87v | Rom.8.4 | | | |
763Ph | 87v | Rom.8.4 | | | |
764 | 87v | Rom.8.4 | | | |
765 | 87v | Rom.8.4 | | | |
766 | 87v | Rom.8.4 | | | |
767 | 87v | Rom.8.4 | | | |
768 | 87v | Rom.8.4 | | | |
769 | 87v | Rom.8.4 | | | |
770 | 87v | Rom.8.4 | | | |
771 | 87v | Rom.8.4 | | | |
772 | 87v | Rom.8.4 | | | |
773 | 87v | Rom.8.4 | | | |
774 | 87v | Rom.8.4 | | | |
775 | 87v | Rom.8.4 | | | |
776ex | 87v | Rom.8.4 | | | |
777 | 87v | Rom.8.4 | | | |
778 | 87v | Rom.8.4 | | | |
779 | 87v | Rom.8.4 | | | |
779Ph | 87v | Rom.8.4 | | | |
779ex | 87v | Rom.8.4 | | | |
779exb | 87v | Rom.8.4 | | | |
779exc | 87v | Rom.8.4 | | | |
780 | 87v | Rom.8.4 | | | |
781 | 87v | Rom.8.4 | | | |
782 | 87v | Rom.8.4 | | | |
783 | 87v | Rom.8.4 | | | |
783ex | 87v | Rom.8.4 | | | |
784 | 87v | Rom.8.4 | | | |
785 | 87v | Rom.8.4 | | | |
785ex | 87v | Rom.8.4 | | | |
785Ph | 87v | Rom.8.4 | | | |
786 | 87v | Rom.8.4 | | | |
786Ph | 87v | Rom.8.4 | | | |
787 | 87v | Rom.8.4 | | | |
787Ph | 87v | Rom.8.4 | | | |
788 | 87v | Rom.8.4 | | | |
789 | 87v | Rom.8.4 | | | |
790 | 87v | Rom.8.4 | | | |
791 | 87v | Rom.8.4 | | | |
792ex | 87v | Rom.8.4 | | | |
793 | 87v | Rom.8.4 | | | |
794 | 87v | Rom.8.4 | | | |
795 | 87v | Rom.8.4 | | | |
796 | 87v | Rom.8.4 | | | |
797 | 87v | Rom.8.4 | | | |
798 | 87v | Rom.8.4 | | | |
798Ph | 87v | Rom.8.4 | | | |
799 | 87v | Rom.8.4 | | | |
800 | 87v | Rom.8.4 | | | |
801 | 87v | Rom.8.4 | | | |
801ex | 87v | Rom.8.4 | | | |
802 | 87v | Rom.8.4 | | | |
803 | 87v | Rom.8.4 | | | |
803ex | 87v | Rom.8.4 | | | |
803Pha | 87v | Rom.8.4 | | | |
803Phb | 87v | Rom.8.4 | | | |
804 | 87v | Rom.8.4 | | | |
805 | 87v | Rom.8.4 | | | |
806 | 87v | Rom.8.4 | | | |
807 | 87v | Rom.8.4 | | | |
808 | 87v | Rom.8.4 | | | |
808ex | 87v | Rom.8.4 | | | |
808exb | 87v | Rom.8.4 | | | |
809 | 87v | Rom.8.4 | | | |
810 | 87v | Rom.8.4 | | | |
811 | 87v | Rom.8.4 | | | |
812 | 87v | Rom.8.4 | | | |
812ex | 87v | Rom.8.4 | | | |
813 | 87v | Rom.8.4 | | | |
814 | 87v | Rom.8.4 | | | |
815 | 87v | Rom.8.4 | | | |
816 | 87v | Rom.8.4 | | | |
817 | 87v | Rom.8.4 | | | |
818 | 87v | Rom.8.4 | | | |
819 | 87v | Rom.8.4 | | | |
820 | 87v | Rom.8.4 | | | |
821 | 87v | Rom.8.4 | | | |
821Ph | 87v | Rom.8.4 | | | |
821ex | 87v | Rom.8.4 | | | |
822 | 87v | Rom.8.4 | | | |
822Ph | 87v | Rom.8.4 | | | |
823 | 87v | Rom.8.4 | | | |
824 | 87v | Rom.8.4 | | | |
824ex | 87v | Rom.8.4 | | | |
825 | 87v | Rom.8.4 | | | |
826 | 87v | Rom.8.4 | | | |
827 | 87v | Rom.8.4 | | | |
828 | 87v | Rom.8.4 | | | |
829 | 87v | Rom.8.4 | | | |
829Ph | 87v | Rom.8.4 | | | |
830 | 87v | Rom.8.4 | | | |
831 | 87v | Rom.8.4 | | | |
832 | 87v | Rom.8.4 | | | |
833 | 87v | Rom.8.4 | | | |
833ex | 87v | Rom.8.4 | | | |
833Pha | 87v | Rom.8.4 | | | |
833Phb | 87v | Rom.8.4 | | | |
834 | 87v | Rom.8.4 | | | |
835 | 87v | Rom.8.4 | | | |
836 | 87v | Rom.8.4 | | | |
837 | 87v | Rom.8.4 | | | |
838 | 87v | Rom.8.4 | | | |
838Ph | 87v | Rom.8.4 | | | |
839 | 87v | Rom.8.4 | | | |
840 | 87v | Rom.8.4 | | | |
841 | 87v | Rom.8.4 | | | |
842 | 87v | Rom.8.4 | | | |
843 | 87v | Rom.8.4 | | | |
843ex | 87v | Rom.8.4 | | | |
844 | 87v | Rom.8.4 | | | |
845 | 87v | Rom.8.4 | | | |
846 | 87v | Rom.8.4 | | | |
847 | 87v | Rom.8.4 | | | |
848 | 87v | Rom.8.4 | | | |
849 | 87v | Rom.8.4 | | | |
850 | 87v | Rom.8.4 | | | |
851 | 87v | Rom.8.4 | | | |
852 | 87v | Rom.8.4 | | | |
853 | 87v | Rom.8.4 | | | |
854 | 87v | Rom.8.4 | | | |
855 | 87v | Rom.8.4 | | | |
856 | 87v | Rom.8.4 | | | |
857 | 87v | Rom.8.4 | | | |
858 | 87v | Rom.8.4 | | | |
859 | 87v | Rom.8.4 | | | |
860 | 87v | Rom.8.4 | | | |
861 | 87v | Rom.8.4 | | | |
862 | 87v | Rom.8.4 | | | |
863 | 87v | Rom.8.4 | | | |
863ex | 87v | Rom.8.4 | | | |
864 | 87v | Rom.8.4 | | | |
865 | 87v | Rom.8.4 | | | |
866 | 87v | Rom.8.4 | | | |
867 | 87v | Rom.8.4 | | | |
868 | 87v | Rom.8.4 | | | |
869 | 87v | Rom.8.4 | | | |
870 | 87v | Rom.8.4 | | | |
871 | 87v | Rom.8.4 | | | |
871Ph | 87v | Rom.8.4 | | | |
872 | 87v | Rom.8.4 | | | |
873 | 87v | Rom.8.4 | | | |
874 | 87v | Rom.8.4 | | | |
875 | 88r | Rom.8.4 | * | * | αὐτὴν ἐκ τῶν επικειμενων ἀλλὰ παραστῆτε τουτέστι τὰ παρ' ὑμῶν εισενεγκατε καὶ χεῖρα ορεξατε |
876 | 88r | Rom.8.4-Rom.16.2 | ψλη | καὶ γὰρ αυτὴ προστάτις ἐγενήθη πολλῶν | μέγας ὁ ἔπαινος καὶ ἱκανὸς αὐτοὺς προτρέψασθαι |
877 | 88r | Rom.16.2 | ψλθ | καὶ αὐτοῦ ἐμοῦ | τὸ μέγιστον εγκωμιον τελευταιον τέθεικε μακαρία γὰρ ὄντως ηδυνηθεισα προστῆναι καὶ αναπαυσαι τὴν ἁγίαν ψυχὴν τοῦ Παύλου αὐτοῦ ἐμοῦ τουτέστι τοῦ ἀπόστολο τοῦ κηρυκος τοῦ διδασκάλου τῆς οικονουμενης |
878 | 88r | Rom.16.2-Rom.16.4 | ψμ * | ἀσπάσασθε {Πρισκ[αν] /Πρίσκιλλαν }* καὶ Ἀκύλαν τοὺς συνεργοὺς μου ἐν Χριστῷ Ἰησοῦ οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν | συνεργησαν φησιν ἐν διδαχὴ ἐν πειρασμοῖς ἐν κινδύνοις μέγας δὲ ὁ ἔπαινος |
879 | 88r | Rom.16.4 | ψμα | οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησία τῶν ἐθνῶν | ἡ διὰ τὴν διδασκαλίαν {διὰ τῶν χρημάτων /διὰ τὴν τῶν χρημάτων }* εἰς αὐτοὺς συνεισφοραν |
880 | 88r | Rom.16.4-Rom.16.5 | ψμβ | καὶ τὴν κατ' οἶκον αὐτῶν ἐκκλησίαν | οὕτω δὲ οὗτοι ἦσαν ευδοκιμοι ὅτι τὸν οἶκον αὐτῶν ἐκκλησίαν ἐποίησαν ἡ ὅτι πανοικὶ ἦσαν πιστοὶ ὡς τὸν οἶκον λοιπὸν ἐκκλησίαν είναι |
881 | 88r | Rom.16.5 | ψμγ | ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητὸν μου ὃς ἐστι ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν | μέγα τὸ είναι Παύλου ἀγαπητὸν τοῦ κρίσει καὶ οὐ πρὸς χάριν φιλεῖν ειδοτος ἀπαρχὴν δὲ αὐτον λέγει ἡ ὅτι πρῶτος ἐπίστευσεν ἡ ὅτι πλεῖον ἁπάντων ευλαβειαν επεδεικνυτο ἵνα δὲ μὴ νομίσῃς ὅτι ἐν κοσμικοις ἦν πράγμασιν ἀπαρχὴ προστίθησιν εἰς Χριστόν |
882 | 88r | Rom.16.5-Rom.16.6 | ψμδ | ἀσπάσασθε Μαριάμ | δείκνυσιν ὅτι μετὰ τῆς διδασκαλίας καὶ ἕτερα κεκμηκεν εἰς αὐτούς |
883 | 88r | Rom.16.6 | ψμε | ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς | οὐ μόνον φησιν εἰς ἑαυτὴν ἐκοπίασεν ἵνα σωθῇ ἀλλὰ καὶ εἰς ὑμᾶς ἀπόστολο {ταξην /τάξιν }* πληρουσα καὶ εὐαγγελιστοῦ πως οὖν εἴρηται διδάσκειν γυναικὶ οὐκ ἐπιτρέπω τῆς ἐν τῶ μέσῳ καὶ δήμῳ προεδριας αὐτὴν κωλύων καὶ τῆς ἐν βήματι καθέδρας οὐ τῆς τοῦ λόγου διδασκαλίας |
884 | 88r | Rom.16.6-Rom.16.7 | ψμϛ | ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου | μεῖζον τὸ εγκωμιον τὸ συναιχμαλώτους μου χαλεπωτερα γὰρ επασχον αιχμαλωτων διωκόμενοι υβριζομενοι ἀδικούμενοι |
885 | 88r | Rom.16.7 | ψμζ | οἵτινες εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις | μέγα μὲν καὶ τὸ είναι ἀποστόλους τὸ δὲ καὶ επισημους ἐν αὐτοῖς μέγιστον |
886 | 88r | Rom.16.7 | ψμη | oι καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ | ὅρα τὴν ἁγίαν ψυχὴν οὐκ ἐπαισχύνεται λέγων ὅτι πρὸ ἐμοῦ ἐπίστευσαν οὗτοι τῶ Χριστῷ |
887 | 88r | Rom.16.7-Rom.16.8 | ψμθ | ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητὸν μου ἐν κυρίῳ | μέγας ὁ ἔπαινος |
888 | 88v | Rom.16.8-Rom.16.9 | ψνα * | ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Xριστω καὶ Στάχυν τὸν ἀγαπητὸν μου | τοῦτο μεῖζον ὅτι καὶ συνήργει ἐν τῆ διδασκαλία |
889 | 88v | Rom.16.9-Rom.16.10 | ψνβ | ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ | οἷον ἀνεπίληπτον |
890 | 88v | Rom.16.10 | ψνγ | ἀσπάσασθε τοὺς ἐκ τῶν Αριστοβολυ | ἴσως οὐκ ἦσαν ὡς οἱ πρῶτοι διὸ οὔτε ονομαστι αὐτῶν ἐμνήσθη |
891 | 88v | Rom.16.11 | ψνδ | ἀσπάσασθε Ηρωδιωνα τὸν συνγγενη μου ἀσπάσασθε τοὺς ἐκ {τῶ Ναρκίσσου /τῶν Ναρκίσσου }* τοὺς ὄντας ἐν κυρίῳ | ισος πᾶσιν ὁ ἔπαινος ὅτι ἐν κυρίῳ ἦσαν τουτέστι πιστοί |
891Ph | 88v | Rom.16.11 | | | |
892 | 88v | Rom.16.11-Rom.16.12 | * | ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ | περὶ τῆς Μαρίας ἄνω ἔλεγεν ὅτι πολλὰ εκοπιασε ταύτας δὲ ἔτι κοπιώσας λέγει διὸ μείζων ὁ ἔπαινος |
893 | 88v | Rom.16.12 | ψνε | ἀσπάσασθε Περσιδα τὴν ἀγαπητὴν ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ | αὕτη μείζων Τρυφαινης καὶ Τρυφωσης ὅτί τε ἀγαπητῇ καὶ ὅτι πολλὰ ἐκοπίασεν |
894 | 88v | Rom.16.12-Rom.16.13 | ψνϛ | ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ | διπλοῦν {ἀγαθον είναι /ἀγαθον τὸ είναι }* είναι καὶ τὸν υἱον ἀνεπίληπτον καὶ τὴν ματηρα εναρετον τοῦτο γὰρ δηλοῖ τὸ καὶ ἐμοῦ |
895 | 88v | Rom.16.13-Rom.16.14 | ψνζ | ἀσπάσασθε Ἀσύγκριτον Φλέγοντα Ἑρμᾶν Πατροβαν Ἑρμῆν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς | μέγα καὶ τούτοις τὸ είναι Παύλου ἀδελφούς |
895Ph | 88v | Rom.16.14 | | | |
896 | 88v | Rom.16.14-Rom.16.15 | ψνη | ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους | εἰ δὲ ἅγιοι οὐ μικρὸν αὐτοῖς τὸ εγκωμιον |
897 | 88v | Rom.16.15-Rom.16.16 | ψνθ | ἀσπάσασθε ἀλλήλους | νυν πάντας αναμιξ τίθησιν ἵνα μή τις λύπη γένηται τοῖς μὴ ονομαστι μνημονευθεισιν |
898 | 88v | Rom.16.16 | ψξ | ἐν φιλήματι ἁγίῳ | ἑνὶ γὰρ καὶ μὴ ἅγιον |
899 | 88v | Rom.16.16 | ψξα | ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ | οὐκέτι τὸν δεινα ἡ τὸν δεινα ἂλλ εκοινοποιησεν αὐτοὺς τὸ ὑμᾶς εἰπών |
900 | 88v | Rom.16.16-Rom.16.17 | ψξβ | παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί | ξένον εἶδος συμβουλῆς ικετου γὰρ υπεδυ πρόσωπον καὶ ἀδελφοὺς καλεῖ μετὰ πολλῆς τῆς τιμῆς |
901 | 88v | Rom.16.17 | ψξγ | σκοπεῖν τοὺς τὰς διχοστασίας | ἐρευναν φησι καὶ καταμανθανειν δείκνυσι δὲ τὸ δολερον αὐτῶν καὶ ὅτι οὐ γίνονται κατάδηλὸ πονηροὶ ὄντες αυτὴ γὰρ μάλιστα ἐκκλησίας ανατροπη τὸ διηρησθαι ἀπ' ἀλλήλων |
902 | 88v | Rom.16.17 | * | καὶ τὰ σκάνδαλα | μετὰ γὰρ τὴν διχοστασιαν εἴσοδον εὑρίσκει τὰ σκάνδαλα |
903 | 88v | Rom.16.17 | ψξδ | παρὰ τὴν διδαχὴν ἦν ὑμεῖς ἐμάθετε ποιοῦντας καὶ εκκλινατε ἀπ' αὐτῶν | τι δέ ἐστι τὰ σκάνδαλα ἑρμηνεύει αἱρέσεις φησι παρὰ τὴν διδαχὴν ὑμῶν επισειουσαι |
904 | 89r | Rom.16.17-Rom.16.18 | ψξε | οἱ γὰρ τοιοῦτοι τῶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῆ ἑαυτῶν κοιλία | αἱ γὰρ αἱρέσεις πᾶσαι καὶ τὰ σκάνδαλα ἀπὸ τοῦ δουλεύειν πάθεσι καὶ γαστρὶ διό φησιν ὅτι οὐ δουλευουσι Χριστῷ ἀλλὰ κοιλία δοκεῖ δὲ τοὺς ἐξ Ἰουδαίων αινιττεσθαι καὶ γὰρ Ἰουδαίων πάντες ὡς γαστριμαργων κατηγορουσί |
905 | 89r | Rom.16.18 | ψξϛ | καὶ διὰ τῆς {χρηλογιας /χρηστολογίας }* καὶ εὐλογίας | ἄχρι φησι ῥημάτων ἡ θεραπεια ἡ δὲ διάνοια δολερα πρὸς ὑμᾶς καινὸν δὲ λέγει τρόπον ἀπάτης τὸ πρῶτον αὐτοὺς κολακευειν |
906 | 89r | Rom.16.18 | ψξζ | ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων | οὐκ εἶπεν ὑμῶν ἀλλὰ τῶν απλουστερων |
907 | 89r | Rom.16.18-Rom.16.19 | ψξη | ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο | καὶ ὅτι οὐχ ὑμᾶς ἀλλὰ τοὺς ακακους ἐξαπατῶσι δῆλον ἔνθεν ὅτι ἡ ὑμῶν ὑπακοὴ καὶ ἡ πείθω εἰς πάντας ἦλθε πολλοὺς δὲ αὐτοῖς εφιστησι μάρτυρας ἵνα μὴ αναισχυντησωσι πρὸς τὴν κακὴν διδακην |
908 | 89r | Rom.16.19 | ψξθ | χαίρω οὖν τὸ ἐφ' ὑμῖν | τοῖς μὴ εξαπατωμενοις φησι |
909 | 89r | Rom.16.19 | ψο | θέλω δὲ ὑμᾶς σοφοὺς μὲν είναι εἰς τὸ ἀγαθον ἀκεραίους δὲ εἰς τὸ κακόν | ὑπαινίττεται ὅτι καὶ ἐξ αὐτῶν ἦσαν τινες απατωμενοι θέλω γάρ φησιν εἰς μὲν τὸ ἀγαθον είναι ὑμᾶς φρονιμους εἰς δὲ τὰ φαῦλα απειρους κακοῦ |
909ex | 89r | Rom.16.19 | | | |
910 | 89r | Rom.16.19-Rom.16.20 | ψοα | ὁ δὲ θεὸς τῆς εἰρήνης | ἐπειδὴ ἦσαν διχοστασίαι τὸν τῆς εἰρήνης δοτηρα ἐπικαλεῖται ἵνα παύσῃ τὰ σκάνδαλα |
911 | 89r | Rom.16.20 | ψοβ | συντρίψει τὸν σατανᾶν ὑπο τοὺς πόδας ὑμῶν ἐν τάχει | ὁ πολλῷ μεῖζον ἦν τὸ ὑποτάξαι |
912 | 89r | Rom.16.20 | * | | οὐ μόνον φησι τοὺς τὰ σκάνδαλα παρεμβαλλοντας συντρίψει ἀλλὰ καὶ αὐτον τὸν στρατηγον αὐτῶν σατανᾶν ἐν τάχει φησιν ἐκ τοῦ χρόνου τὴν παραμυθίαν κατασκευαζων |
913 | 89r | Rom.16.20 | ψογ | ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν | ανεμνησεν αὐτοὺς τῆς τοῦ θεοῦ χάριτος τῆς αὐτοὺς σωσασης εἰ δὲ ἐχθροὺς ὄντας ἔσωσε φησιν πολλῷ μᾶλλον νυν ὁρᾷς ὅτι μετὰ τῶν ἔργων καὶ χάριτος εἰς τὸ σωθῆναι δεόμεθα μετὰ γὰρ τὸ μαρτυρῆσαι αὐτοῖς ὑπακοὴν τότε τὴν χάριν επηυξατο |
914 | 89r | Rom.16.20-Rom.16.21 | ψοδ | ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργὸς μου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος | εἶδες εγκωμιον τοῦ Τιμοθέου συνήργει δὲ αὐτω ἐν τῶ εὐαγγελίῳ |
915 | 89r | Rom.16.21 | * | οἱ συγγενεῖς μου | συγγενεῖς φησι τοὺς εικοτας κατὰ τὴν εὐσέβειαν |
916 | 89r | Rom.16.21-Rom.16.22 | * | ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ | ἀντὶ μεγάλου τεθηκεν ἐπαίνου τὸ είναι {υπογραφεα /υπογραφευς }* Παύλου |
917 | 89r | Rom.16.23 | ψοε | ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς ἐκκλησίας ὅλης | τουτέστιν ὁ ξενοδοχοσμου καὶ πολὺς ὁ ἔπαινος ὅτι πᾶσαν αὐτος εξενοδοχει τὴν ἐκκλησίαν καὶ τὸν Παῦλον ὃς οὐκ ἂν ἁπλῶς παρ' αὐτω εξενισθη |
918 | 89r | Rom.16.23 | ψοϛ | ἀσπάζεται ὑμᾶς Eραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφος | τὴν ἀξίαν αὐτοῦ τέθεικεν ἵνα γνῷς ὅτι οὐ πλοῦτος οὐκ ἀξίωμα κωλυμα γίνεται τινι πρὸς τὸ ὀρθῶς βιουν ἡ πιστευεσαι |
919 | 89r | Rom.16.23-Rom.16.24 | ψοζ | ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | τῆς χάριτος μέμνηται τὸν εὐεργεσιῶν υπομιμνησκων τοῦ Χριστοῦ |
920 | 89r | Rom.16.24 | * | μετὰ πάντων ὑμῶν ἀμήν | οὕτως ἄρχεσθαι ἀπὸ τῆς εὐχῆς καὶ οὕτως καταπαυειν τὸν λόγον προσήκει εἰς εὐχὴν ταύτην γὰρ θεμέλιον ταύτην ὅρον ἀεὶ ποιεῖν αὐτω φίλον |