Unit | Page | Verses | Attributions | Biblical | Comment |
---|
1 | 6r | Rom.1.1 | α | Παῦλος | Τὸ ἀποῦσι γράφειν αἴτιον τοῦ κεῖσθαι αὐτοῦ τὸ ὄνομα διὰ τοῦτο δὲ ἀπὸ Σαύλου εἰς Παῦλον μετετέθη ἵνα μὴ δὲ ἐν τοῦτω ἔλαττον τι ἔχοι τοῦ κορυφαίου Πέτρου |
1Ph | 6r | Rom.1.1 | | | |
2 | 6r | Rom.1.1 | β | δοῦλος Ἰησοῦ Χριστοῦ | πολλοὶ δουλείας τρόποι καὶ πάντας ἔσχεν ὁ Παῦλος εἰς ὁ τῆς δημιουργίας εἰς ὁ τῆς πίστεως ἄλλος ὁ τῆς ἀποστολῆς |
3 | 6r | Rom.1.1 | γ * | | Τὸ Ιησυς τὸ ἀνθρώπινον δηλοῖ τὴν δὲ τοῦ πνεύματος χρίσιν τὸ Χριστός |
4 | 6r | Rom.1.1 | δ | κλητὸς ἀπόστολος | ευγνωμονως ὁμολογεῖ ὅτι οὐχ ἑκὼν προσῆλθεν ἀλλὰ κληθεὶς κληθεὶς δὲ οὐκ εἰς πίστιν μόνην ἀλλὰ καὶ εἰς ἀποστολήν |
5 | 6r | Rom.1.1 | ε | ἀφωρισμένος | Άλλος μέν φησιν ἐν ἄλλοις ἐγὼ δὲ εἰς εὐαγγέλιον ἀφώρισμαι |
5Ph | 6r | Rom.1.1 | | | |
6 | 6r | Rom.1.1 | ϛ | εἰς εὐαγγέλιον θεοῦ | θεὸν γὰρ ὄντα τὸν Χριστὸν εὐηγγελίζετο τὸν γὰρ πατηρα προηδεσαν ἐκ τῆς παλαιᾶς οὐδὲν δέ φησιν ἐρῶ σκυθρωπὸν ὡς οἱ προφῆται ἂλλ εὐαγγελίζομαι θεὸν ἐνηνθρωπηκότα |
7 | 6r | Rom.1.2-Rom.1.3 | ζ | ὁ προεπηγγείλατο διὰ τὴν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυίδ | Μηδείς φησι καινοτομεῖν με νομίσῃ πάλαι ἐπήγγελτο τοῦτο τὸ Εὐαγγέλιον τὸ δὲ ἐν Γραφαῖς δηλοῖ ὅτι οὐ μόνον ἔλεγον οἱ προφῆται ἀλλὰ καὶ ἔγραφον |
7ex | 6r | Rom.1.3 | | | |
8 | 6r | Rom.1.3 | η | κατὰ σάρκα | κατὰ γὰρ πνεῦμα υἱος θεοῦ ἦν |
9 | 6r | Rom.1.4 | θ | τοῦ ὁρισθέντος υἱοῦ θεοῦ | τοῦ ἀποδειχθέντος καὶ ἀποφανθέντος διά τε τῶν προφητῶν διά τε τῶν τοσούτων θεοσημειῶν διά τε τῆς ἀναστάσεως |
9Ph | 6r | Rom.1.4 | | | |
10 | 6r | Rom.1.4 | ι | ἐν δυνάμει | τουτέστιν οὐ χάριτι ὡς οἱ πολλοὶ ἀλλὰ δυνάμει οἰκεῖα ἦν ἐνήργει ἐν ταῖς θεοσημείαις |
11 | 6r | Rom.1.4 | ια | κατὰ πνεῦμα ἁγιωσύνης | καὶ ἐκ τοῦ ἁγίου φησι πνεύματος ὁ παρέχει τοῖς εἰς αὐτον πιστεύουσιν |
12 | 6r | Rom.1.4 | ιβ | ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν | καὶ ἐκ τῆς ἀναστάσεώς φησι καὶ τῆς τοῦ θανάτου καταλύσεως ἀναστάσεως δὲ ἧς αὐτος ἀνέστη ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός |
12Ph | 6r | Rom.1.4 | | | |
13 | 6r | Rom.1.5 | ιγ | δι' οὐ ἐλάβομεν χάριν | οὐκ ἐξ οἰκείων φησι κατορθωμάτων ἐλάβομεν τὴν ἀποστολὴν ἀλλὰ τὸ πᾶν χάριτος καὶ δωρεᾶς ἐστι |
14 | 6r | Rom.1.5 | ιδ | καὶ ἀποστολὴν εἰς ὑπακοήν | καίτοι τοῦ πνεύματος ἡ ἀποστολὴ αὐτοῦ ὡς ἐν ταῖς πράξεσι κεῖται ἀλλὰ πάντα κοινὰ οἶδεν τὰ τῆς ἁγίας τριάδος |
14Ph | 6r | Rom.1.5 | | | |
15 | 6r | Rom.1.5 | ιε | πίστεως | καὶ γὰρ οὐ δεῖ πολυπραγμονεῖν γέννησιν καὶ οὐσίαν θεοῦ ἀλλὰ μόνον ὑπακούειν |
16 | 6r | Rom.1.5 | ιϛ | ἐν πᾶσι τοῖς ἔθνησιν | εἰ γὰρ καὶ μὴ αὐτος πάντα περιῆλθεν ἀλλὰ καὶ οὕτως πάντες ευγγελισθησαν διὰ τῶν λοιπῶν ἀποστόλων |
17 | 6r | Rom.1.5 | ιζ | ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ | οὐχ ἵνα τὴν οὐσίαν φησι τοῦ θεοῦ περιεργασωμεθα ἂλλ ἵνα τῶι ὀνόματι αὐτοῦ πιστεύσωσιν |
18 | 6r | Rom.1.6 | ιη | ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ | ἐν οἷς ἔθνεσι τουτέστι μεθ' ὧν ἐθνῶν καὶ ὑμεῖς ἐκλήθητε οὐ γὰρ ἀφ' ἑαυτῶν ἥκατε καταστέλλει δὲ αὐτῶν τὸ φρόνημα ὡσεὶ ἔλεγεν μὴ νομίσητε ὡς βασιλεύουσα πόλις πλέον τι τῶν ἄλλων ἔχειν ἀλλὰ μετὰ τῶν λοιπῶν ἐθνῶν ἐκλήθητε |
19 | 6r | Rom.1.7 | ιθ | πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ | Οὐ γὰρ εσι [sic!]παρ' αὐτω διαστολὴ πλουσίου καὶ πένητος |
20 | 6r | Rom.1.7 | κ | ἀγαπητοῖς θεοῦ | πρῶτον τὸ ἀγαπητοῖς τέθεικε θεοῦ εἶτα τὸ κλητοῖς ἁγίοις δηλῶν ἐκ τῆς ἀγάπης είναι θεοῦ τὸν ἁγιασμον |
21 | 6r | Rom.1.7 | κα | κλητοῖς ἁγίοις | πανταχοῦ κλητοῖς λέγων τῆς τοῦ θεοῦ ἡμᾶς εὐεργεσίας ἀναμιμνήσκει |
21Pha | 6r | Rom.1.7 | | | |
21Phb | 6r | Rom.1.7 | | | |
22 | 6v | Rom.1.7 | κβ | χάρις ὑμῖν καὶ εἰρήνη | οὐδεὶς γάρ φησιν ἐξ ἔργων δύναται σωθῆναι |
23 | 6v | Rom.1.7 | κγ | ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ | ἡ γὰρ ἀπὸ θεοῦ χάρις καὶ εἰρήνη τὸ βέβαιον ἔχει τὸ δὲ ἀπὸ πατρὸς τὴν υἱοθεσίαν ἐνδείκνυται |
24 | 6v | Rom.1.8 | κδ | πρῶτον μὲν εὐχαριστῶ | ἔδει γὰρ ἐξ εὐχαριστίας προοιμιάσασθαι εὐχαριστεῖν δὲ οὐ μόνον ὑπὲρ τῶν ἰδίων κατορθωμάτων ἀλλὰ καὶ ὑπὲρ τῶν τοῦ πλησίον τοῦτο γὰρ ἀγάπης |
25 | 6v | Rom.1.8 | κε | τῶ θεῶ μου | ἀγάπης σημεῖον τὸν γὰρ ἁπάντων θεὸν ἰδιοποῖεται |
26 | 6v | Rom.1.8 | κϛ | διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν | αὐτος γὰρ ἡμῖν αἴτιος τῆς εἰς τὸν πατέρα εὐχαριστίας ὁ καὶ προσλαβόμενος ἡμᾶς καὶ τῶ ἰδίῳ αἵματι πρὸς αὐτον καταλλάξας |
27 | 6v | Rom.1.8 | κζ | ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῶ κόσμῳ | τὴν γὰρ τῶν Ῥωμαίων πίστιν οὐκ ἀπεικὸς ἦν λαλεῖσθαι παρὰ πάντων |
28 | 6v | Rom.1.9 | κη | μάρτυς γάρ μου ἐστιν ὁ θεός | εἰκοτως τὸν θεὸν ἄγει μάρτυρα ἀγνώστους ἀνθρώπους πείθειν βουλόμενος |
29 | 6v | Rom.1.9 | κθ Θεοδωρ(ητου) | ὦ λατρεύω | οἷον δουλεύω πολλὰ γὰρ εἴδη λατρείας καὶ γὰρ καὶ ὁ προσευχόμενος καὶ ὁ νηστείᾳ χρώμενος καὶ ὁ τοῖς θείοις λόγοις προσέχων καὶ μέντοι καὶ ὁ τῆς τῶν ξένων θεραπείας επιμελόμενος θεῶ λατρεύει ὁ δέ γε θεῖος ἀπόστολος λατρεύειν ἔφησε θεῶ τὸ τοῦ υἱοῦ προσφέρων τοῖς ἔθνεσιν εὐαγγέλιον καὶ λατρεύειν ἐν τῶ πνεύματι τουτέστιν ἐν τῶ διδομένῳ χαρίσματι ἐκ τούτου δείκνυσι κατὰ τὸ ἀναγκαῖον μεριμνῶν ὑπὲρ αὐτῶν ὡς τὸν λόγον δεξαμένων καὶ δέχεσθαι μελλόντων |
30 | 6v | Rom.1.9 | λ | ἐν τῶ πνεύματί μου ἐν τῶ εὐαγγελίῳ | ἡ τοῦτό φησιν ὅτι οὐ τῆ ἐμὴ σπουδὴ υπερξε μοι τὸ λατρεύειν θεῶ ἀλλὰ τῆ τοῦ πνεύματος χάριτι ἡ ὅτι οὐ σαρκική μου ἐστιν ἡ λατρεία ἀλλὰ πνευματική |
31 | 6v | Rom.1.9 | λα | τοῦ υἱοῦ αὐτοῦ ὡς ἀδιαλείπτως | ὁρᾷς ὅτι ἄνω εἰπὼν εἰς εὐαγγέλιον θεοῦ τοῦ Χριστοῦ ἔλεγεν |
32 | 6v | Rom.1.9-Rom.1.10 | λβ | μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου | ἀγάπης εἰλικρινοῦς τὸ καὶ μεμνῆσθαι καὶ ἀδιαλείπτως τοῦτο ποιεῖν καὶ μάλιστα ἐν προσευχαῖς |
33 | 6v | Rom.1.10 | λγ | δεόμενος εἰ πως ἤδη ποτε | καὶ γὰρ ἐλθεῖν ἠπείγετο καὶ παρὰ τὸ θέλημα τοῦ θεοῦ τοῦτο πρᾶξαι οὐκ ἐβούλετο τὸ δὲ ἤδε ποτε ἀντὶ τοῦ ὀψέ ποτε ὅπερ ἐστι σφόδρα επειγομένου |
34 | 6v | Rom.1.10 | λδ | εὐοδωθήσομαι ἐν τῶ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς | εὐκολίαν φησι σχοίην καὶ ἐπὶ καλῷ τὴν πρὸς ὑμᾶς ὁδόν |
35 | 6v | Rom.1.11 | λε | ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς | οὐχ ἁπλῶς δέ φησι καὶ ἀνόητως ἰδεῖν ὑμᾶς σπουδάζω ἂλλ ώστε χάρισμα μεταδοῦναι λέγει δὲ τὴν διδαχὴν καὶ τὴν κατήχησιν τοῦτο γὰρ τὸ στηριχθῆναι εἰκὸς ἀκμὴν σαλευομένων αὐτῶν |
36 | 6v | Rom.1.11 | λϛ | ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν | τὸ ἵνα τι μετριάζοντος ἐστιν ὡσεὶ εἶπεν ἵνα μικροντι τὸ δὲ μεταδῶ δηλοῖ ὅτι οὐκ ἐμόν τι δώσω ἂλλ ὅπερ καὶ ἐγὼ ἔλαβον |
37 | 6v | Rom.1.11 | λζ | εἰς τὸ στηριχθῆναι ὑμᾶς τοῦτο δὲ ἐστιν | οὐ γὰρ μικρὸν χάρισμα τὸ μὴ σαλεύεσθαι τῆ πι[στει] |
37Ph | 6v | Rom.1.11 | | | |
38 | 6v | Rom.1.12 | λη | συμπαρακληθῆναι ἐν ὑμῖν | ἐπειδὴ στηριγμοῦ ἐμνήσθη ἵνα μὴ λυπήση αὐτοὺς ὡς ὅτι σαλεύονται ἐπάγει τὸ συμπαρακληθῆναι τοῦτ' ἐστιν ἵνα καὶ ἐγὼ ὑμᾶς καὶ ὑμεῖς ἐμε παρακαλέσητε τῆς γὰρ ἀλλήλων φησι δεόμεθα παρακλήσεως διὰ τῆς ἐνούσης ἡμῖν πίστεως σφόδρα δὲ μετριάζει ἑνὶ δὲ καὶ οὕτως νοῆσαι τὴν παράκλησιν ἵνα ὑμεῖς μὲν παρ' ἐμοῦ εἰς τὴν πίστιν παρακληθῆτε ἐγὼ δὲ εἰς εὐφροσύνην ὁρῶν ὑμᾶς πεπιστευκότας |
39 | 6v | Rom.1.12-Rom.1.13 | λθ | διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοὶ ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς | πολλῶν γὰρ πιστῶν συνοδος μεγίστην ἐργάζεται παρακλησις |
38Ph | 6v | Rom.1.13 | | | |
40 | 7r | Rom.1.13 | μ | καὶ ἐκωλύθην | εἰ οὖν εὐχὴ ἐλθεῖν καὶ ἐπὶ ὠφέλεια ἔρχῃ τι μὴ παραγίνῃ ἐκωλύθην φησιν |
41 | 7r | Rom.1.13 | μα | ἄχρι τοῦ δεῦρο | οὐκέτι δὲ περιεργάζεται τὴν αἰτίαν τῆς κωλύσεως οὐ γὰρ ἡμῶν τὸ ἀπαιτεῖν εὐθύνας θεὸν ὧν κελεύει ἀλλὰ μόνον ὑπακούειν |
42 | 7r | Rom.1.13 | μβ | ἵνα τινα καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθώς | πάντως εἴποι τις διὰ τοῦτο ἐκωλύθης ὅτι οὐ κατὰ θεὸν ἐλθεῖν ἐβούλου οὐμενοῦν φησι καρπὸν γὰρ ἔχειν καὶ ἐν ὑμῖν ἤθελον καρπὸν λέγων τὸ εἰς πίστιν αὐτοὺς έναγαγειν |
41Ph | 7r | Rom.1.13 | | | |
43 | 7r | Rom.1.13 | μγ | καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν | τῶ συνάπτειν αὐτοὺς τοῖς {λοιπούς /λοιποῖς }* καταστελλεει αὐτῶν τὸ φρόνημα |
44 | 7r | Rom.1.14 | μδ | Ἕλλησί τε καὶ βαρβάροις σοφοῖς τε καὶ ἀνοήτοις | ὥσπερ φησιν Ἕλλησι καὶ βαρβάροις οὕτω καὶ ὑμῖν ὀφειλέτης εἰμι |
45 | 7r | Rom.1.14 | με | ὀφειλέτης εἰμι | οὐδὲν ἴδιον φησι δίδωμι ὀφειλέτης εἰμι πᾶσιν εὐαγγελίσασαι καὶ πληρῶσαι τὴν δοθεῖσάν μοι ἐντολήν |
46 | 7r | Rom.1.15 | μϛ | οὕτως τὸ κατ' ἐμε πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι | ὥσπερ φησιν Ἕλλησι καὶ βαρβάροις σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμι οὕτως καὶ ὅσον ἧκεν εἰς τὴν ἐμὴν σπουδὴν καὶ προθυμίαν καὶ ὑμῖν εὐαγγελίσασθαι χρεωστῶ τὸ γὰρ ὀφειλέτης εἰμι ἀπὸ κοινοῦ δεκτέον |
47 | 7r | Rom.1.16 | μζ | οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ | ἐπεὶ δὲ τοῖς ἀπίστοις πολλὰ ἄδοξα δοκεῖ είναι ἐν τῶ Εὐαγγελίῳ οἷον ὁ σταυρὸς ὁ θάνατος ἡ τῶν Ἰουδαίων παροινία τέως αὐτοὺς τοῦτο διδάσκει μηδὲν ἐν αὐτω ἄδοξον ὑπονοεῖν καὶ διὰ τοῦτο αισχύνεσθαι εἶτα λοιπὸν προβαίνων καὶ ἐξαίρει τὸ Εὐαγγέλιον |
46ex | 7r | Rom.1.16 | κ(αι) αλλως | | ἐπειδὴ πολλοῖς προτερήμασιν οἱ Ῥωμαῖοι μέγα ἐφρόνουν οἷον πλουτῷ δυναστεια σοφία ὑμεῖς μέν φησιν ἐπὶ τούτοις φρονεῖτε ἐγὼ δὲ θεὸν κηρύξων ἔρχομαι ἐν μέσῳ ὑμῶν καὶ οὐκ αἰσχύνομαι διατὶ δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν τῶν δεχομένων |
48 | 7r | Rom.1.16 | μη | δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῶ πιστεύοντι | καλῶς τὸ εἰς σωτηρίαν ἑνὶ γὰρ καὶ εἰς τιμωρίαν δύναμις θεοῦ εἰς σωτηρίαν δὲ οὐ παντὶ ἀλλὰ τῶ πιστεύοντι τοῖς γὰρ ἀπειθοῦσι κόλασιν ἀπειλεῖ τὸ Εὐαγγέλιον |
47Ph | 7r | Rom.1.16 | | | |
49 | 7r | Rom.1.16 | μθ | Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι | ῥήματος μόνον τιμὴ τὸ πρῶτον οὐ χάριτος πλεονασμός |
50 | 7r | Rom.1.17 | ν | δικαιοσύνη γὰρ θεοῦ | ἵνα γὰρ μὴ σωτηρίαν καὶ δικαιοσύνην ἀκούων ἐνταῦθα μόνον αὐτὴν συμβαίνειν νομίσῃς ἐπάγει τὸ ἀποκαλύπτεσθαι ὅπερ καὶ τὴν ἐκεῖ δηλοῖ ὥς νυν αὐτῆς μὴ πάσης πεφανερωμένης |
49Ph | 7r | Rom.1.17 | | | |
51 | 7r | Rom.1.17 | να | ἐν αὐτω ἀποκαλύπτεται | τῶ Εὐαγγελίῳ δηλονότι |
50Pha | 7r | Rom.1.17 | | | |
50Phb | 7r | Rom.1.17 | | | |
52 | 7r | Rom.1.17 | νβ | ἐκ πίστεως εἰς πίστιν καθὼς γέγραπται | ἀπὸ πίστεως ἄρχεται καὶ εἰς τὸν πιστεύσαντα λήγει ἡ ὅτι ἐκ πίστεώς τε ἄρχεται καὶ εἰς πίστιν ὀφείλει λήξαι ὡς οὐκ ὀφειλοντων ἡμῶν ἅπαντα τὰ ἐν αὐτω περιεργάζεσθαι |
51exa | 7r | Rom.1.17 | τ(ου) α(υ)τ(ου) s | εἰς πίστιν καθὼς γέγραπται | δεῖ γὰρ πιστεῦσαι τοῖς προφεταις καὶ δι' ἐκείνων εἰς τὴν τοῦ Εὐαγγελίου πίστιν ποδηγηθῆναι |
51exb | 7r | Rom.1.17 | αλλ(ως) | | ὁ γὰρ τῶ δεσπότῃ πιστεύων Χριστῷ καὶ τοῦ βαπτίσματος τὴν χάριν δεξάμενος ποδηγεῖται διὰ τούτων εἰς τὸ πιστεῦσαι τοῖς μέλλουσιν ἀγαθοῖς τῆ ἐκ νεκρῶν ἀναστάσει τῆ αἰωνίῳ ζωὴ καὶ τῆ βασιλεία τῶν οὐρανῶν |
51exc | 7r | Rom.1.17 | Ακακι(ου) * | | τῶ μὲν Ἰουδαίῳ ἐκ τῆς τοῦ θέτου νόμου πίστεως εἰς τὴν διὰ Ἰησοῦ Χριστοῦ τῶ δὲ Ἕλληνι ἐκ τῆς τοῦ φυσικοῦ εἰς τὴν αὐτὴν Ἰησοῦ Χριστοῦ πίστιν |
53 | 7v | Rom.1.17 | νγ | ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται | ἵνα γὰρ μὴ δόξῃ ἀπίθανον είναι τὸ ῥῆμα ὅτι πίστις σωτηρίαν δωρεῖται καὶ διακιοσύνην παράγει τὸν Αμβακουν μάρτυρα |
54 | 7v | Rom.1.18 | νδ | ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν | ἐν τῆ τῆς κρίσεως ἡμέρα |
55 | 7v | Rom.1.18 | νε | ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων | ἡ μὲν γὰρ δικαιοσύνη μονοειδὴς ποικίλη δὲ ἡ περὶ τὰ δόγματα ἀσεβεῖ καὶ ἡ περὶ τὴν πολιτείαν κακία |
56 | 7v | Rom.1.18 | νϛ | τῶν τὴν ἀλήθειαν ἐν ἀδικίαι κατεχόντων | ἀλήθεια μὲν ἡ τοῦ θεοῦ γνῶσις ἀδικία δὲ ἡ τῶν εἰδώλων ἀπάτη ἐκεῖνοι οὖν τὴν ἀλήθειαν ἐν ἀδικία κατέχουσιν ὅσοι τὸ σέβας τοῦ θεοῦ περιάπτουσιν εἰδώλοις τὸ δὲ κατεχόντων οἷον φυλαττόντων |
55Ph | 7v | Rom.1.18 | | | |
57 | 7v | Rom.1.19 | νζ | διότι τὸ γνωστὸν τοῦ θεοῦ | ἡ γὰρ γνῶσις τοῦ θεοῦ φανερά φησιν ἐστιν ἐν αὐτοῖς καὶ πᾶσι διὰ γὰρ τῆς ὁρωμένης κτίσεως ὁ ἀόρατος θεὸς γινώσκεται τοιγαροῦν οἱ τοιοῦτοι ἑκοντες ἀποπλανῶνται |
56Ph | 7v | Rom.1.19 | | | |
58 | 7v | Rom.1.19 | νη | φανερὸν ἐστιν ἐν αὐτοῖς ὁ γὰρ θεὸς αὐτοῖς | διὰ τοῦ κάλλους καὶ μεγέθους τῆς κτίσεως |
59 | 7v | Rom.1.19 | νθ | ἐφανέρωσε | τῶ τὴν κτίσιν προθεῖναι πᾶσι διδάσκαλον οἱ οὐρανοὶ γάρ φησι διηγοῦνται δόξαν θεοῦ |
60 | 7v | Rom.1.20 | ξ | τὰ γὰρ ἀορατα αὐτοῦ | ἐπειδὴ εἶπεν ὅτι τὴν ἰδίαν γνῶσιν ὁ θεὸς αὐτοῖς ἐφανέρωσεν αὐτοὶ δὲ αὐτον ἑκοντες παρέδραμον νυν τοῦτο ἀποδείκνυσι καί φησιν ὅτι δι' ὧν ἐποίησεν ὁ θεὸς οἷον διά τε τῶν ἀόρατων διά τε τῶν ὁρατῶν ἔδειξεν ἑαυτοῦ τὸ μεγαλεῖον ἡ κτίσις γὰρ φωνὴν ἀφιεῖσα διὰ τῆς ὄψεως τὸν δημιουργὸν ἀνακήρυσσει ἀορατα δέ φησιν ἀγγέλους καὶ πᾶσαν τὴν ἐν οὐρανοῖς δύναμιν ποιήματα δὲ τὰ ὁρώμενα οἷον οὐρανὸν θάλασσαν ὅρα οὖν τι φησι καὶ τὰ ἀορατα αὐτοῦ φησι διὰ τῶν ὁρατῶν γίνεται δῆλα ὁ γὰρ οὐρανόν φησιν ὁρῶν ἐν θυμηθησεται πάντως ὅτι καὶ ἐν τος αὐτοῦ ἐστι τινα λειτουργικὰ πνεύματα ὥστε τὸ ἀφανὲς ἐκ τοῦ φανεροῦ σαφηνίζεται |
59Ph | 7v | Rom.1.20 | | | |
61 | 7v | Rom.1.20 | ξα | ἀπὸ κτίσεως κόσμου τοῖς ποημασι νοούμενα καθορᾶται | ἵνα γὰρ μὴ συναιδους θεῶ νομίσῃς τοὺς ἀγγέλους ὑπο κτίσιν αὐτοὺς ἄγει τὰ ἀορατα γάρ φησι ποία ταῦτα τὰ ἀπὸ κτίσεως κόσμου εἰς γένεσιν παραχθέντα καλῶς δὲ τὸ καθορᾶται ἐκ γὰρ τῶν ὁρατῶν τὰ νοητὰ γινώσκεται |
60ex | 7v | Rom.1.20 | Κυ(ριλλου) s | ἡ τε ἀΐδιος αὐτοῦ δύναμις | Πῶς γινώσκεται διὰ τῆς δημιουργίας ἡ ἀΐδιος αὐτοῦ δύναμις ὅτι φθαρτὴν ἐχοντων τὴν φύσιν τῶν παρηγμένων εἰς γένεσιν καὶ κεκλημένων ἐν χρόνῳ πρὸς ὕπαρξιν ἔσται που πάντως ὁ τούτων δημιουργὸς ἄφθαρτος καὶ ἀΐδιος |
60Ph | 7v | Rom.1.20 | | | |
62 | 7v | Rom.1.20 | ξβ | καὶ θειότης εἰς τὸ είναι αὐτούς | αποκοινουνοουμεν ἡ καθορᾶται |
63 | 7v | Rom.1.20 | ξγ | ἀναπολογήτους | τοσούτων γὰρ ὄντων τῶν δεικνύντων τὸ τοῦ θεοῦ μεγαλεῖον τι ἀπολογήσονται οἱ ἑκοντες αποτυφλοθεντες οὐκ αυτὴ δὲ σπουδὴ τῶ θεῶ γέγονεν ἄπαγε εἰ καὶ οὕτως ἐξέβη |
64 | 7v | Rom.1.21 | ξδ | διότι γνόντες τὸν θεόν | ἔγνωσαν γὰρ διὰ τῆς κτίσεως ἂλλ ἑκοντες παρέδραμον καὶ οὐχ ὡς θεὸν ἐδοξασαν |
63Pha | 7v | Rom.1.21 | | | |
63Phb | 7v | Rom.1.21 | | | |
65 | 8r | Rom.1.21 | ξε | οὐχ ὡς θεὸν ἐδοξασαν ἡ εὐχαρίστησαν | ανθ ὧν γὰρ εδειδοξασαι καὶ εὐχαριστῆσαι ὅτι τὸν ὀρώμενον κόσμον δι' ἡμᾶς συνεστήσατο ἐκ τοῦ ἐναντίου καὶ ἠτίμασαν |
65Ph | 8r | Rom.1.21 | | | |
66 | 8r | Rom.1.21 | ξϛ | ἂλλ εμεαταιωθησαν | ἐπλανήθησαν φησι καὶ τοῦ παντὸς ἐξέπεσον |
67 | 8r | Rom.1.21 | ξζ | ἐν τοῖς διαλογισμοῖς αὐτῶν | εἰπὼν ὅτι ἑκοντες ἐτυφλώθησαν λέγει καὶ τὴν αἰτίαν ἤδε ἐστι τὸ πάντα λογισμοῖς ἐπιτρέψαι καὶ οὐχὶ πίστει βουλόμενοι γὰρ ἐν σχήματι τὸν ἀσχημάτιστον καὶ ἐν εἴκοσι σωματικαῖς τὸν άσώματον καταλαβεῖν ἐπλανήθησαν οὐ δυνηθέντων τῶν λογισμῶν πρὸς τὸ πέρας ἐξικέσθαι οἷον πόθεν δῆλον ὅτι οὐρανὸν ἡ γῆν ἐποίησέν τις δὲ πατὴρ θεοῦ ἡ τις αἰτία τῆς ὑποστάσεως ἡ αὕτη ἡ ὑπόστασις |
68 | 8r | Rom.1.21 | ξη | καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία | νεφεσι γὰρ ὁμοιωθέντες οἱ λογισμοὶ ἐσκότισαν αὐτῶν τὴν καρδίαν ἀσύνετον δέ φησι διὰ τὸ μὴ θελῆσαι πίστει τὸ πᾶν παραλαβεῖν |
69 | 8r | Rom.1.22 | ξθ | φάσκοντες είναι σοφοὶ ἐμωράνθησαν | ἤδε αἰτία τοῦ τὸ πᾶν τοῖς λογισμοῖς ἐπιτρέψαι τὸ οἴεσθαι σοφοὺς είναι καὶ ἑαυτοῖς ἀρκεῖν πρὸς πᾶσαν κατάληψιν διὸ καὶ ἐμωράνθησαν τι γὰρ ἀνοητότερον τοῦ λίθοις καὶ ξύλοις προσκυνεῖν |
70 | 8r | Rom.1.23 | ο | καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ | εἶχον οὖν τὴν εἴδησιν τοῦ θεοῦ ἀλλὰ ταύτην δόντες ἀντέλαβον δόξαν καὶ σέβας εἰδώλων δόξαν δὲ θεοῦ τὸ δημιουργικὸν τὸ προνοητικὸν ταύτην τοιγαροῦν προσεκύρωσαν εἰδώλοις ἐν ὁμοιώμασιν ἀνθρώπων καὶ πετηνῶν καὶ τῶν λοιπῶν καὶ αἰσχύνονται οἱ σοφοὶ τὰ θεοῦ ἴδια καὶ ἐξαίρετα ἑρπετοῖς προσάψαντες |
71 | 8r | Rom.1.23 | οα | ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν | καὶ αὐτο τὸ είναι τὸν ἄνθρωπον φθαρτὸν ἦρκε αὐτῶν ἐλέγξαι τὴν ἄνοιαν τὸ δὲ καὶ ἐν τοῖς ὁμοιώμασι τοῦ φθαρτοῦ προσκυρῶσαι τὴν τοῦ θεοῦ δόξαν τῆς ἄγαν ἐστι παραπληξίας |
72 | 8r | Rom.1.24 | οβ | διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς | οὐκ αὐτος παραδοὺς ἄπαγε ἂλλ αὐτος μὲν αὐτῶν ἠμέλησεν ἀναξίων ὄντων κηδεμονίας λοιπὸν δὲ λαβὼν αὐτοὺς ὁ σατανᾶς πάρεδωκεν εἰς απαρεδωκεν τὴν συγχώρησιν οὖν τοῦ θεοῦ παράδοσιν λέγει |
72Ph | 8r | Rom.1.24 | | | |
72exa | 8r | Rom.1.24 | | | |
72exb | 8r | Rom.1.24 | Οικουμενιου * | | ἡ τάχα ἑαυτοὺς παρέδωκαν ἐπειδὴ τοῦτο ἐπεθύμουν ἐν γὰρ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν φησι |
73 | 8r | Rom.1.25 | ογ | οἵτινες μετήλλαξαν | ὁρᾷς πάλιν τὸ μετήλλαξαν σημαῖνον ὅτι κατὰ εἴδησιν μετήλλαξαν |
74 | 8r | Rom.1.25 | οδ | τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῶ ψεύδει | τουτέστιν ἐπὶ θεοῦ λέγεσθαι καὶ νοεῖσθαι τὸ ἀληθὲς δυνάμενα περιέθηκαν τῶ ψεύδει τουτέστι τοῖς εἰδώλοις |
74exa | 8r | Rom.1.25 | Θεοδω(ρητου) s | τοῦ θεοῦ ἐν τῶ ψεύδει | ἀλήθειαν θεοῦ καλεῖ τὸ θεὸς ὄνομα ψεῦδος δὲ τὸ χειροποίητον εἴδωλον δέον αὐτοὺς τὸν ἀληθῆ προσκυνῆσαι θεὸν τῆ κτίσει τὸ θεῖον σέβας προσήνκεγκαν |
74exb | 8r | Rom.1.25 | Σευηρι(ανου) * | | ὅτι ὁ μὲν θεὸς ἀληθῶς ἐστι θεὸς τὰ δὲ εἴδωλα οἷς προσεκύνησαν ψευδως προσαγορευονται θεοί |
75 | 8v | Rom.1.25 | οε | καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν | σέβοντες καὶ λατρεύοντες διετέλεσαν |
76 | 8v | Rom.1.25 | οϛ | τῆ κτίσει παρὰ τὸν κτίσαντα ὃς ἐστιν | ἀεὶ τῆ συγκρίσει φοβερώτερον ποιεῖ τὸν λόγον τῆ κτίσει φησι παρὰ τὸν κτίσαντα |
77 | 8v | Rom.1.25 | οζ | εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν | ἂλλ οὐ παρὰ τοῦτό φησι παρεβλάβη τι ὁ θεὸς εἰς τὴν οἰκείαν δόξαν ὁ μὲν γὰρ ἔμεινεν καὶ οὕτως εὐλογητὸς εἰς τοὺς αἰῶνας αὐτῶν δὲ αἱ προλεχθεῖσαι ἀμοιβαὶ καὶ αἱ προλεχθησόμεναι ἀτιμίαι τοῦ σώματος καὶ ἀντιδόσεις |
78 | 8v | Rom.1.26 | οη | διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας αἵ τε γὰρ θήλειαι αὐτῶν | διὰ τοῦτο ποῖον ἐπειδὴ ἐλάτρευσαν τῆ κτίσει παρὰ τὸν κτίσαντα |
79 | 8v | Rom.1.26 | οθ | μετήλλαξαν τὴν φυσικὴν χρῆσιν | ἔχοντες γὰρ ἐκ φύσεως μίξιν νόμιμον μετήλλαξαν αὐτήν |
80 | 8v | Rom.1.26-Rom.1.27 | π | εἰς τὴν παρὰ φύσιν ὁμοίως τε καὶ οἱ ἄρρενες ἀφέντες | αἰσχρότατον τι λέγει ἐπικεκαλυμμένως |
81 | 8v | Rom.1.27 | πα | τὴν φυσικὴν χρῆσιν τῆς θηλείας | δείκνυσιν ὅτι οὐ μόνον τοῖς θείοις νόμοις ἀλλὰ καὶ τοῖς τῆς φύσεως ἐπολέμουν |
82 | 8v | Rom.1.27 | πβ | ἐξεκαύθησαν ἐν τῆ ὀρέξει αὐτῶν εἰς ἀλλήλους ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἦν | πολλὴν μανίαν καὶ οἶστρον δηλοῖ τὸ ἐξεκαύθησαν |
83 | 8v | Rom.1.27 | πγ * | | οὐκ εἶπεν τὴν ἐπιθυμίαν ἀλλὰ τὴν ἀσχημοσύνην δηλῶν ὅτι καὶ αὐτὴν τὴν φύσιν κατησχυναν |
84 | 8v | Rom.1.27 | πδ * | | ὁρᾷς ὅτι οὐκ ἀγνοίας ἦν τὰ πάθη ἂλλ ὅτι σπουδὴν εἶχον ἐργάζεσθαι αυτὰ τὸ γὰρ κατὰ ἐπίτασίν τινα καὶ φιλονεικίαν δηλοῖ ὡς εἰ τις φιλονεικοίη ὅπως μᾶλλον προσκρουσθη θεῶ |
85 | 8v | Rom.1.27 | πε | ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες | ἦν προσῆκον ἦν ἥτις αὐτοῖς ὠφείλετο τοιούτοις οὖσιν |
86 | 8v | Rom.1.27 | πϛ * | | τὸν ὀφειλόμενον μισθὸν τῆ πλάνη αὐτῶν πλάνην δέ φησι τὸ προσκυνῆσαι τῆ κτίσει ἦν ἀπολαμβάνουσιν ἐν ἑαυτοῖς γυνὴ ἀπὸ γυναικὸς καὶ ἀνὴρ ἀπὸ ἀνδρὸς ἐν ασχημονουντες ἐπειδὴ γὰρ τοῖς περὶ γεέννης λόγοις οὐκ ἐπίστευον ταύτην αὐτοῖς ἀντιμισθίαν ὁ Παῦλος προφέρει ἦν καὶ ἠρυθρίων |
87 | 8v | Rom.1.28 | πζ | καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει | ὁρᾷς ὅτι οὐκ ἀγνοίας ἦν ἡ πλάνη ἂλλ εἰδήσεως μᾶλλον δὲ καὶ τούτων τινας αἰνίττεται εἰ καὶ ὡς ἐπὶ ἑτέροις ἐσχημάτισται ὁ λόγος |
88 | 8v | Rom.1.28 | πη | παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα | τῆ γὰρ ἀποστροφὴ τοῦ θεοῦ εἰσάγεται νοῦς ἀδόκιμος παρὰ τῶν δαιμόνων τοῦτο παράδοσιν ἔθος καλεῖν τῆ γραφή |
89 | 9r | Rom.1.29-Rom.1.30 | πθ | πεπληρωμένους πάσῃ ἀδικία πορνεία πονηρίᾳ πλεονεκξια κακία μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας ψιθυριστὰς καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους | οὐδέν φησι συμμετρον ἀλλὰ πεπληρωμένους πάσης ἀδικίας ὅταν γὰρ ἀποστροφὴ γένηται θεοῦ εἰκοτως πάντα ἀντεισέρχεται τὰ κακὰ εἶτα γενικῶς εἰπὼν τὴν ἀδικίαν λοιπὸν καὶ τοῖς ἐιδικωτέροις αὐτῆς ἐπεξέρχεται |
89ex | 9r | Rom.1.30 | Γενναδιου s | πεπληρωμένους πάσηι ἀδικίαι πορνείαι πονεριαι πλεονεκξιαι κακίαι μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας ψιθυριστὰς καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους | καὶ ἑνὶ τοῦτω τῶ τῆς ἀδικίας προσρήματι κοινῇ τὰ εἰς άλληλους αὐτῶν πάντα περιλαβὼν ἁμαρτήματα ἐν τοῖς ἑξῆς ἀπαριθμεῖται καθ' ἕκαστον καὶ πονηρίαν μὲν λέγει τὸν ἐκ κατασκευῆς εἰς τινα παρὰ τοῦ πόνον γινόμενον πλεονεξίαν δὲ τὴν ὑπὲρ τῆς ἐπιθυμίας τοῦ πλείονος βλάβην κακίαν δὲ τὴν τοῦ κακῶσαὶ τὸν πέλας σπουδὴν φθόνον δὲ τὴν ἐπὶ τοῖς τοῦ πλησίον καλοῖς βασκανίαν φόνον δὲ τὴν μέχρις ἀναιρέσεως κίνησιν ἔριν δὲ τὴν ἐπίψογὸν φιλονεικίαν δόλον τὰς ἐπὶ λύμῃ τῶν ἀδελφῶν ἐπιβουλάς τε καὶ μηχανὰς κακοήθειαν δὲ τὴν κακοτροπίαν ψιθυρισμὸν δὲ τὴν υπ ὀδόντα τῶν παρόντων κακολογίαν καταλαλίαν δὲ τὴν εἰς ἅπαντας ὑπό τινων βλασφημίαν θεοστυγεῖς δὲ οὐ τοὺς ὑπο θεοῦ στυγομενου οὐ γὰρ αὐτω τοῦτο δεῖξαι πρόκειται νυν ἀλλὰ τοὺς μισοῦντας θεὸν ὑβριστὰς δὲ τοὺς θρασεῖς καὶ λοιδόρους ὑπερηφάνους δὲ τοὺς κατὰ τῶν οὐκ ἐχόντων ἐφ' οἷς ἔχουσι φυσωμένους ἀλαζόνας δὲ τοὺς ἐφ' οἷς οὐκ ἔχουσιν αὐχοῦντας ὡς ἔχοντας ἐφευρετὰς δὲ κακῶν τοὺς ἐπὶ τοῖς παλαιοῖς κακοῖς ἕτερα καινοτομοῦντας κακὰ γονεῦσι δὲ ἀπειθεῖς τοὺς καὶ μέχρι γονέων ἀγνώμονας ἀσυνέτους δὲ τοὺς ἀσυνειδήτους ὧν οὐδὲν ἀφρονέστερον ἀσυνθέτους δὲ τοὺς ταῖς συνθήκαις μὴ ἐμμένοντας ἃς ἂν πρός τινας συνθῶνται ἀστόργους δὲ τοὺς ἀπηνεῖς καὶ ἀφίλους ἀσπόνδους δὲ τοὺς ἀδιαλλάκτους καὶ μνησικάκους ἀνελεήμονας δὲ τοὺς ἀκαμπεῖς καὶ ἀνενδότους πρὸς ἔλεον |
90 | 9r | Rom.1.30 | ϟ | ἀλαζόνας | εἰ γὰρ ὁ κατορθῶν τῆι ἀλαζονεία χρησάμενος ἐκένωσεν τὰ κατορθωθέντα ποίας ἂν εἰ ἡ τιμωρίας ἄξιος ὁ ἐν ἁμαρτίαις αλαζομενουμενος |
91 | 9r | Rom.1.30 | ϟα | εφευρεστας κακῶν γονεῦσιν ἀπειθεῖς | ὅπερ μελετώντων καὶ σπουδαζόντων ἴδιον οὐ μὴν ἀγνοούντων |
92 | 9r | Rom.1.31 | ϟβ | ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀσπόνδους ἀνελεήμονας | ἀποσχοινίζοντας ἀπὸ πάντων τουτέστι πάντας μισοῦντας καὶ ἀποστρεφομένους |
93 | 9v | Rom.1.32 | ϟγ | οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες ὅτι οἱ τὰ τοιαῦτα | πάλιν δείκνυσιν αὐτοὺς ἐν γνώσει ἁμαρτάνοντας δικαίωμα δὲ τὰς ἐντολὰς λέγει |
93Ph | 9v | Rom.1.32 | | | |
94 | 9v | Rom.1.32 | ϟδ | πράσσοντες ἄξιοι θανάτου εἰσιν οὐ μόνον αυτά | τι δὲ τὸ δικαίωμα τοῦ θεοῦ ὅτι οἱ τὰ τοιαυτὰ πράσσοντες φησιν ἄξιοι θανάτου εἰσι τοῦτο γὰρ δικαίωμα καὶ ἡ ἐντολὴ τοῦ θεοῦ |
95 | 9v | Rom.1.32 | ϟε | ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι | δύο τίθησιν ἐγκλήματα τὸ ποιεῖν τε καὶ συμπράττειν τοῖς ποιοῦσι καὶ εἰς τὸ κακὸν παρακαλεῖν τὸν πλησίον |
95ex | 9v | Rom.1.32 | Ισιδωρου s | ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι | τινες μὴ νοήσαντες τὸ εἰρημένον ἀλλὰ διαπορήσαντες καὶ παραπεποιῆσθαι τὰς ἀποστολικὰς λέξεις νομίσαντες οὕτως αὐτὰς ἡρμήνευσαν οὐ μόνον οἱ ποιοῦντες αὐτὰ ἀλλὰ καὶ οἱ συνευδοκοῦντες τοῖς πράσσουσιν οὕτως γὰρ εἶχεν ἔφασαν τὸ παλαιὸν ἀντίγραφον ἵνα μεῖζον ἡ τὸ ποιεῖν καὶ ἔλαττον τὸ συνευδοκεῖν ἐγὼ δὲ οὔτε ἡμαρτῆσθαι ἐν τοῦτω φήσας τὰ ἀποστολικὰ βιβλία οὔτε καταδραμὼν τῶν μὴ νενοηκότων φράσας τοῖς ἐντευξομένοις ἐπιτρέψω τὴν ψῆφον φημι τοίνυν ὅτι ἐπειδὴ τοῦ πλημμελεῖν τὸ ἐπαινεῖν τοὺς πλημμελοῦντας πολλῷ ἀργαλεώτερον ἐστι καὶ μεῖζον εἰς κολάσεως λόγον εἰκοτως εἴρηται οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν ὁ μὲν γὰρ μετὰ τοῦ πλημμελεῖν καταγινώσκων τῆς ἁμαρτίας δυνήσεται χρόνῳ ποτε ἑαυτὸν ἀνακτήσασθαι μεγίστην βοήθειαν ἔχων εἰς τὸ μεταγνῶναι τὴν κατάγνωσιν τῆς ἁμαρτίας ὁ δὲ ἐπαίνων τὴν πονηρίαν τῆς ἐκ τοῦ μετανοῆσαι βοηθείας ἑαυτὸν ἀποστερεῖ ἐπεὶ τοινων δι' εφθαρμενης ἐστι γνώμης καὶ ψυχῆς ἀνίατα νοσούσης αὕτη ἡ ψῆφος εἰκοτως τοῦ πλημμελοῦντος ὁ τὴν ἁμαρτίαν ἐπαίνων πολλῷ παρανομώτερος κέκριται |
96 | 9v | Rom.2.1 | ϟϛ | διὸ ἀναπολόγητος εἰ ὦ ἄνθρωπε πᾶς ὁ κρίνων ἐν ὦ γὰρ κρίνεις τὸν ἕτερον | ᾔδει τῆ πόλει ἐγχειρισθεῖσαν τοῦ κόσμου τὴν ἡγεμονίαν καὶ λοιπὸν πρὸς τοὺς ἄρχοντας ἀποτείνεται ὁ δὲ αὐτος καὶ πρὸς ἰδιώτας ἁρμοζει λόγος |
99Ph | 9v | Rom.2.1 | | | |
97 | 9v | Rom.2.1-Rom.2.2 | ϟζ | σεαυτὸν κατακρίνεις τὰ γὰρ αυτὰ πράσσεις ὁ κρίνων οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστι | ὁ γὰρ τὰ κακὰ πράσσων κατακρίνων δὲ τοὺς τὰ ὁμοία πράσσοντας καθ' ἑαυτοῦ πρώτου τὴν κατάκρισιν ἐκφέρει |
98 | 9v | Rom.2.2 | ϟη | κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας | ὧδε μὲν γὰρ οὐ κατὰ ἀλήθειαν ἐστι τὸ κρίμα πολλοὶ γὰρ καὶ ἔνοχοι διαφευγουσιν καὶ ἀθῶοι κατακρίνονται ἐκεῖ δὲ κατὰ ἀλήθειαν ἐστιν καὶ ὧδε δὲ τὸ τοῦ θεοῦ κρίμα οὔτε ἄδικον ἀθῶοι οὔτε δίκαιον κατάκρινει ὅταν εἰς κρίσιν καὶ ἐνταῦθα καταστῇ τισιν |
99 | 10r | Rom.2.3 | ϟθ | λογίζῃ δὲ τοῦτο ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αυτὰ ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ | πολλοὶ γὰρ ἡγοῦνται ὅτι εἰ καὶ ἐγώ φησι ἁμαρτάνω ἄλλους δὲ κωλύω ἁμαρτεῖν μισθὸν ἐκ τούτου ἔχω ἀλλὰ ἀκούσεται τὸ ἰατρὲ θεράπευσον σεαυτὸν τὴν γὰρ καταδίκην φησιν σὺ σαυτῷ ἐπήγαγε πρώτῳ |
100 | 10r | Rom.2.4 | ρ | ἡ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς ἀγνοῶν | μακροθυμεῖ μὲν πλὴν εὰν μὴ ἐπιστραφῶμεν τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει |
101 | 10r | Rom.2.4 | α | ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει | διὰ τοῦτο γὰρ μακροθυμεῖ οὐχ ἵνα τῆ μακροθυμία χρήσῃ εἰς ἀφορμὴν μείζονος καταφρονήσεως ἂλλ ἵνα διάστημα μετανοίας λάβῃς ἐπιμένων οὖν ἀπολήψῃ |
102 | 10r | Rom.2.5 | β | κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν | ὅταν γάρ τις μήτε χρηστότητι μαλάσσηται μήτε ὀργὴ [sic!]δειλιᾷ τι τούτου σκληρότερον |
103 | 10r | Rom.2.5 | γ | θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρα | τὸ πάντως φυλαχθησόμενον δηλοῖ καὶ ὅτι σὺ σαυτῷ αἴτιος σὺ γὰρ ἀποτιθεὶς καὶ θησαυρίζεις |
104 | 10r | Rom.2.5 | δ | ὀργῆς καὶ ἀποκαλύψεως | ἵνα μὴ ὀργὴν θεοῦ ἀκούων πάθος νομίσῃς ἐπήγαγεν ἀποκαλύψεως δικαιοκρισίας ἔνθα γὰρ δικαιοκρισία οὐκ ἐστι πάθος τότε γὰρ μάλιστα ἡ δικαιοκρισία ἀποκαλύπτεται ὅταν ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ |
105ex | 10r | Rom.2.5-Rom.2.6 | ε Οικουμενιου | καὶ δικαιοκρισίας τοῦ θεοῦ ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ | ὡς πρὸς τὴν ἑρμηνείαν τὸ καὶ παρέλκεται |
106 | 10r | Rom.2.7 | ϛ | τοῖς μὲν καθ' ὑπομονὴν ἔργου | οὐ γὰρ μόνον ἡ πίστις ἀρκεῖ ἀλλὰ καὶ ἔργων χρεία ὑπομονὴν δὲ εἰπὼν γενναίως ἔχειν διδάσκει πρὸς τοὺς πειρασμούς |
106Ph | 10r | Rom.2.7 | | | |
107 | 10r | Rom.2.7 | ζ | ἀγαθοῦ δόξαν καὶ τιμήν | τὸ ὑπερβατον ζητοῦσι ζωὴν αἰώνιον |
108 | 10r | Rom.2.7 | η | καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον | τὰς περὶ ἀναστάσεως ἀνοίγει θύρας |
109 | 10r | Rom.2.8 | θ | τοῖς δὲ ἐξ ἐριθείας | πάλιν δείκνυσι φιλονεικίας είναι καὶ ῥαθυμίας τὰ ἁμαρτήματα |
110ex | 10r | Rom.2.8 | ι Οικουμ(ενιου) | καὶ ἀπειθοῦσι μὲν τῆ ἀλήθεια πειθομένοις δὲ τῆ ἀδικία θυμὸς καὶ ὀργή | παρέλκεται ὁ καί |
110 | 10r | Rom.2.8 | ι | καὶ ἀπειθοῦσι μὲν τῆι ἀληθείαι πειθομένοις δὲ τῆι ἀδικίαι θυμὸς καὶ ὀργή | τις γὰρ πιστεύει ὅτι καλὸν ἡ ἀδικία καὶ κακὸν ἡ ἀλήθεια δῆλον οὖν ὡς ἐν γνώσει ἐστιν ἡ ἁμαρτία τοῦτο γὰρ μάλιστα τὸ πειθομένοις δηλοῖ ἑκὼν γὰρ πείθεται ὁ πειθόμενος |
111 | 10v | Rom.2.9 | ια | θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργεζομενου τὸ κακὸν Ἰουδαίου τε | οὐκ ἑνί φησι βασιλεὺς οὐκ ἑνὶ δυνάστης ὃς διαφεύξεται |
112 | 10v | Rom.2.9 | ιβ | πρῶτον | ὅσω γὰρ πλείονος διδασκαλίας ἠξίωται τοσούτῳ πλέον ἁμαρτάνων τιμωρηθησεται |
113ex | 10v | Rom.2.9 | ιγ Οικουμενιου | καὶ Ἕλληνος | ἐξέσται φησιν |
114 | 10v | Rom.2.10 | ιδ | δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῶ εργεζομενω τὸ ἀγαθον Ἰουδαίῳ | καλῶς τὸ εἰρήνη ἐκεῖ γὰρ οὐδεὶς διὰ φθόνον μαχήσεται τῶ τιμηθέντι ἡ δοξασθέντι |
115 | 10v | Rom.2.10 | ιε | τε πρῶτον | ἵνα μὴ νομίζωσιν Ἰουδαῖοι τὸν ἀκροβυστον κἂν θεοσεβὴς ἡ ἔλαττον ἔχειν συνάπτει αὐτούς |
116 | 10v | Rom.2.10 | ιϛ | καὶ Ἕλληνι | Ἕλληνα οῦτον ειδωλατρην λέγει ἀλλὰ τὸν ἀκροβυστον μὲν θεοσεβῆ δὲ καὶ πιστόν |
117 | 10v | Rom.2.11 | ιζ | οὐ γὰρ ἐστι προσωποληψία παρὰ τῶ θεῶ | οὐ γὰρ προσώπων ἂλλ ἔργων ἐστιν ἡ ζήτησις |
118 | 10v | Rom.2.12-Rom.2.13 | ιη | ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῶ θεῶ | ἔνθεν ἄχρι φυλλων πλειόνων μάχην εἰσάγει ἐθνικῶν καὶ Ἰουδαίων καὶ συνηγορεῖ τοῖς ἐθνικοῖς μὲν φύσει δὲ τὰ δικαία πράττουσιν τοῦτο δὲ ποιεῖ θέλων τὸν μὲν νόμον ἐκβαλεῖν τὴν δὲ πίστιν ἀντεισαγαγεῖν |
118exa | 10v | Rom.2.13 | ιη | ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῶ θεῶ | δεῖξαι θέλει ἐν δύο ἁμαρτήσασιν Ἰουδαίῳ καὶ ἀκροβύστω χεῖρον τὸν Ἰουδαῖον τιμωρεῖσθαι ὅσω καὶ νόμου ὁδηγοῦ εὐπορήσας ἥμαρτεν ἀνόμως δὲ ἁμαρτόντα εἰσάγει τὸν ἀκροβυστον ὅς φησιν ἀνόμως ἀπολεῖται τουτέστιν οὐ μετὰ ἀκριβείας νόμου ὁ δηλοῖ τὴν συμμετρον ἀπώλειαν ἐν νομως δὲ ἁμαρτόντα λέγει τὸν Ἰουδαῖον ὅς φησι διὰ τοῦ νόμου ὃν καὶ παραβέβηκε κριθήσεται τουτέστι κατακριθήσεται δηλοῖ δὲ τοῦτο τὴν χείρονα ἀπώλειαν κρίσιν δὲ αὐτὴν καλεῖ καὶ οὐκ ἀπώλειαν διὰ τὸ ἡγεῖσθαι τὸ δικαστηριον εἰ χεῖρον οὖν ὁ Ἰουδαῖος τιμωρεῖται κατὰ τὴν {γραφήν /παραγραφήν }* πως ἐπὶ μὲν τοῦ Ἕλληνος ἀπολοῦνται εἶπεν ἐπὶ δὲ τοῦ Ἰουδαίου κριθήσονται ὧν τὸ μὲν ἀναμφίβολον κακὸν είναι δοκεῖ τὸ δὲ ἀμφίβολον ἀλλὰ πρόσχες κριμαι ἐνταῦθα τὸ κατάκριμα λέγει τουτέστι τὴν ἀναμφίβολον ἀπώλειαν δηλοῖ ἀλλὰ ἑνὶ τιμωρία παρὰ τιμωρίαν καὶ τὰ δύο οὐκ ἀναμφίβολον ἀπωλείας |
118exb | 10v | Rom.2.13 | Ιωαννου s | ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῶ θεῶ | ἐνταῦθα οὐ μόνον ἰσοτιμίαν δείκνυσιν Ἰουδαίου καὶ Ἕλληνος ἀλλὰ καὶ πολὺ τὸν Ἰουδαῖον βαρούμενον ἀπὸ τῆς τοῦ νόμου δόσεως ὁ μὲν γὰρ Ἕλλην ἀνόμως κρίνεται τὸ δὲ ἀνόμως ἐνταῦθα οὐ τὸ χαλεπώτερον ἀλλὰ τὸ ἡμερώτερον λέγει τουτέστι οὐκ ἔχει κατηγοροῦντα τὸν νόμον τὸ γὰρ ἀνόμως τουτέστι χωρὶς τῆς ἐκείνου κατάκρισεως φησιν ἀπὸ τῶν τῆς φύσεως λογισμῶν καταδικάζεται μόνον ὁ δὲ Ἰουδαῖος ἐννόμως τουτέστι μετὰ τῆς φύσεως καὶ τοῦ νόμου κατηγοροῦντος ὅσω γὰρ πλείονος ἀπέλαυσεν ἐπιμελείας τοσούτῳ μείζονα δώσει δίκην |
118exc | 10v | Rom.2.13 | | | |
119 | 11r | Rom.2.13-Rom.2.14 | ιθ | ἂλλ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα | ἴσως γὰρ ἀνθρώπους πλανῶσιν ἂλλ οὐ τοὺς ἀκροατὰς τοῦ νόμου δίκαιοι θεὸς ἀλλὰ τοὺς ποιητάς |
120 | 11r | Rom.2.14 | κ | φύσει τὰ τὸ τοῦ νόμου ποιῇ οὗτοι νόμον μὴ ἔχοντες | τοῖς τῆς φύσεως λογισμοῖς χρωμένους πρὸς δικαιοπραγίαν |
120ex | 11r | Rom.2.14 | Ιω(αννου) s | φύσει τὰ τὸ τοῦ νόμου ποιῇ οὗτοι νόμον μὴ ἔχοντες | φύσει ὅταν εἴπῃ τοῖς ἐκ φύσεως λέγει λογισμοῖς |
121 | 11r | Rom.2.14-Rom.2.15 | κα | ἑαυτοῖς εἰσι νόμος οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου | θαυμάσιο οὖν οὗτοι οἱ νόμου παιδαγωγὸ μὴ δεηθέντες αὐτοὶ νομοθέται τε εἰσιν ἑαυτῶν καὶ πληρωταὶ τῆς νομοθεσίας |
122 | 11r | Rom.2.15 | κβ | γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν | οὐ γὰρ δέονται τοῦ ἐν γράμμασι νόμου φησιν ἀλλὰ τούτοις ἡ καρδία ἔγγραπτον ἔχει κατανοούμενον τὸν νόμον |
123 | 11r | Rom.2.15 | κγ | συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως | ἀρκεῖ γὰρ ἀντὶ νόμου τὴν οἰκείαν συνείδησιν ἔχειν μαρτυροῦσαν |
124 | 11r | Rom.2.15-Rom.2.16 | κδ | καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἡ καὶ ἀπολογουμένων ἐν ἡμέρα ὅτε κρίνει ὁ θεός | ἐν ἐκείνῳ γὰρ τῶ κριτηρίῳ οὐ δεόμεθα τῶν ἔξωθην ἡ κατηγορούντων ἡ μαρτυρούντων ἡμῖν τὰ χρηστὰ ἂλλ οἱ ἑκάστου λογισμοὶ καὶ τὸ συνειδὸς ἡ κατηγορεῖ ἡ απολογειται |
124Ph | 11r | Rom.2.16 | | | |
125 | 11r | Rom.2.16 | κε | τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου | οἱ μὲν γὰρ ἄνθρωποι τὰ φανερὰ ὁ δὲ θεὸς τῶν κρυπτων ἐστι ἐξετασής |
126 | 11r | Rom.2.16 | κϛ | διὰ Ἰησοῦ Χριστοῦ | ὁ γὰρ πατήρ φησι κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῶ υἱῷ |
127 | 11r | Rom.2.17 | κζ | ἴδε σὺ Ἰουδαῖος | εἰπὼν ὅτι οὐδὲν τῶι θεοσεβεῖ μὲν ἀκροβύστω δὲ λείπει πρὸς τὸ σωθῆναι εὰν ἡ μόνον τοῦ νόμου ποιητὴς τίθησι λοιπὸν καὶ ἐφ' οἷς μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι δεικνὺς ὅτι οὐδὲν τούτων ὠφελεῖ τὸν μὴ ὀρθῶς βιοῦντα καὶ πρῶτον αὐτο τὸ ὄνομα τέθεικεν ἴδε σύ φησιν Ἰουδαῖος ἐπονομάζῃ ἐδοκει γὰρ καὶ αὐτο τὸ ὄνομα μέγα τι είναι ὥς νυν τὸ τῶν χριστιανῶν |
128 | 11r | Rom.2.17 | κη | ἐπονομάζῃ | οὐ γὰρ εἰ κατὰ ἀλήθειαν εἰ μὴ πληροῖς τὸν νόμον |
128ex | 11r | Rom.2.17 | Θεοδ(ωρητου) s | καὶ ἐπαναπαύῃ τῶ νόμῳ | οὐ γὰρ κάμνεις φησιν ὡς ὁ ἔξω νόμου πολιτευόμενος τὸ πρακτέον ἐπιζητῶν ἂλλ ἔχεις τὸν νόμον σαφῶς ἅπαντα σε διδάσκοντα |
129 | 11r | Rom.2.17 | κθ | καὶ ἐπαναπαύῃ τῶ νόμῳ | μέγα φησιν ἐπὶ τῶ νόμῳ φρονεῖς καὶ ἐν τρυφας αὐτω ὡς ἡξιωμένος νομουθειου παρὰ τοὺς λοιποὺς τὸ δὲ ἐπαναπαύῃ δηλοῖ ὅτι οὐ καμάτῳ αὐτῶν ἡ κατορθώμασιν ἐδόθη ἀλλὰ θεία χάριτι |
130 | 11v | Rom.2.17 | λ | καὶ καυχᾶσαι ἐν θεῶ | ὡς μόνος ἀγαπηθεὶς παρὰ τοὺς λοιποὺς ἀνθρώπους δοκεῖ δὲ αὐτοὺς καὶ εἰς ἀπόνοιαν σκώπτειν |
131 | 11v | Rom.2.18 | λα | καὶ γινώσκεις τὸ θέλημα | καίτοι τὸ γινώσκειν μὲν μὴ ποιεῖν δὲ πλείονα παρεσκέυαζε τὴν κόλασιν ἂλλ ὅμως καὶ ἐπὶ τοῦτω μέγα ἐφρόνουν ὅθεν οὐ λέγει ποιεῖς ἀλλὰ γινώσκεις τὸ τοῦ θεοῦ θέλημα |
132 | 11v | Rom.2.18 | λβ | καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου | ἡ γὰρ τοῦ νόμου κατήχησις οἶδε τῶν συμφερόντων ἀκριβῆ δοκιμασίαν ἐκδιδάξαι οὗτοι δὲ μὴ ποιοῦντες καὶ ἐπὶ τῶ εἰδέναι τὴν τῶν συμφερόντων δοκιμασίαν μέγα ἐφρόνουν |
133 | 11v | Rom.2.19-Rom.2.20 | λγ | πέποιθάς τε σεαυτὸν ὁδηγὸν είναι τυφλῶν φῶς τῶν ἐν σκότει παιδευτὴν ἀφρόνων διδάσκαλον νηπίων ἔχοντα τημ μόρφωσιν τῆς γνώσεως καὶ τῆς αλαηθειας ἐν τῶ νόμῳ | οὐκ εἰ φησιν ὁδηγος ἂλλ οὕτω περὶ σεαυτοῦ λογίζῃ τυφλοὺς δὲ λέγει καὶ ἐν σκότει καὶ ἄφρονας καὶ νηπίους τοὺς προσκολλωμένους αὐτοῖς προσηλύτους οἱ οὔπω εἴδησιν εἶχον τοῦ νόμου τούτοις γὰρ τοῖς ὀνόμασιν ἀπὸ κενοδοξίας αὐτοὶ τοὺς προσηλύτους ἐκάλουν διὸ καὶ αὐτος ἠρέμα ἐπονειδίζων αὐτοῖς τοῖς τοιούτοις ὀνόμασιν ἐχρήσατο |
134 | 11v | Rom.2.20 | λδ * | | εὐφυῶς εἶπεν μόρφωσιν γνώσεως καὶ εὐσεβείας δηλῶν ὅτι οὐκ αὐτὴν ἔχουσι τὴν ἀληθῆ γνῶσιν καὶ εὐσέβειαν ἂλλ ἐπίπλαστον εἰκονα τινα σχῆμα μὲν ἔχουσαν ἀληθείας οὐκ οὖσαν δὲ καλῶς δὲ κεῖται τὸ ἐν τῶ νόμῳ ἔδει γὰρ τὴν εἰκονα τὴν ἀληθῆ ἐν τῶ συνειδότι καὶ ἐν ταῖς πράξεσι κεστῆσθαι σὺ δέ φησι μέγα φρονεῖς ὡς ὅτι ὁ νόμος ἔχει τὴν εἰκονα ταύτην ἂλλ οὐδὲν τοῦτο πρός σε ἐπεὶ μὴ ποιητὴς εἰ τοῦ νόμου |
134Ph | 11v | Rom.2.20 | | | |
135 | 11v | Rom.2.21-Rom.2.22 | λε | ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις | εἶτα ἀκολουθον ἦν εἰπεῖν ὅτι οἱ τὰ τοιαῦτα παρὰ θεοῦ λαβόντες καὶ μὴ φυλάττοντες αυτὰ μείζονος ἔσονται τιμωρίας ἔνοχοι ὅσω καὶ ἐν γνώσει ἡ ἁμαρτία ἀλλὰ τέως οὐ σφόδρα αὐτῶν καθάπτεται ἀλλὰ κατ' ἐρώτησιν προάγων τὸν λόγον τοῦτο αὐτο ἐνδείκνυται |
135ex | 11v | Rom.2.22 | | | |
136 | 11v | Rom.2.22 | λϛ | ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς | ὁ μὲν νόμος καὶ τὰ ἐν τοῖς εἰδώλοις χρήματα βδελυκτὰ εἶχεν διὰ τὸ δαίμοσιν ἀνατεθῆναι ὑμεῖς δέ φησι τὰ μὲν εἴδωλα βδελύσσεσθαι φατὲ τὰ δὲ ἐπ' αὐτοῖς χρήματα ἀρπάζετε ἄρα οὖν οὐδε τὰ εἴδωλα κατὰ ἀλήθειαν βδελύσσεσθε |
136Ph | 11v | Rom.2.22 | | | |
137 | 11v | Rom.2.23 | λζ | ὃς ἐν νόμῳ καυχᾶσαι δα τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις | καυχᾶσαι ὡς τιμηθεὶς παρὰ τοῦ θεοῦ διὰ τὸν νόμον τι τοίνυν τῆ παραβάσει ἀτιμάζεις τὸν νόμον καὶ συνατιμάζεις τὸν θεόν |
138 | 12r | Rom.2.24 | λη | τὸ γάρ | ἐπειδὴ βαρὺ εἶπεν ὅτι τὸν θεὸν ἀτιμάζεις τὸν προφήτην παράγει μάρτυρα ὡς εἰ εἶπεν οὐκ ἐμὸς ὁ λόγος ἀλλὰ τοῦ Ἠσαΐου |
139 | 12r | Rom.2.24 | λθ | ὄνομα τοῦ θεοῦ | οἱ γὰρ ἐξ ἐθνῶν ὁρῶντες αὐτοὺς κακῶς πολιτευομένους εἰς βλασφημίας ἐξεφέροντο τούτους λέγοντες ἔδει αγαπησαι τὸν θεὸν ἡ δοῦναί τι αὐτοῖς οὐκ ᾔδει κακοὺς ὄντας καὶ ἐσομένους |
140 | 12r | Rom.2.24 | μ | δι' ὑμᾶς βλαφθημειται ἐν τοῖς ἔθνεσι καθὼς γέγραπται | οὐ μόνον φησιν ὑμεῖς ἀτιμάζετὲ τὸν θεὸν ἀλλὰ καὶ ἄλλοις προσφασιν παρέχετε |
141 | 12r | Rom.2.25 | μα | περιτομὴ μὲν γὰρ ὠφελεῖ εὰν νόμον πράσσῃς εὰν δὲ παραβάτης νόμου ἧς | ἐπειδὴ μέγα τι ἐδοκει ἡ περιτομὴ τελευταῖον ἐπ' αὐτὴν ἦλθεν καί φησιν ἂλλ ἐρεῖτε μέγα καὶ ὠφέλιμον τι χρῆμα ἡ περιτομὴ εἰσκρίνει γὰρ τῶ λαῷ τοῦ θεοῦ ναί φησιν ὁμολογῶ ἀλλὰ τότε ὅταν νόμον πράσσῃς |
142 | 12r | Rom.2.25 | μβ | ἡ περιτομή σου | βούλεται δεῖξαι ὅτι περιτομὴ ἐστι νοητὴ ἧς τύπος ἡ αἰσθητὴ τὸ κεκαθάρθαι καὶ τὰ περιττὰ περιτετμῆσθαι περιττὸν δὲ πᾶν ὅσον οὐ φίλον θεῶ ἐκ δὴ τούτου ἐστι τις ἀκροβυστος μὲν τὸ σῶμα τὴν δὲ τοιαύτην ἔχων περιτομὴν καὶ πάλιν ἐμπερίτομος μὲν τὸ σῶμα ἀκροβυστος δὲ τὴν ψυχὴν ἀκροβυστίαν δὲ καὶ περιτομὴν τὴν ἀληθῆ δηλονότι αἱ αγαθαι καὶ πονηρᾶι πράξεις χαρακτηρίζουσιν |
142Pha | 12r | Rom.2.25 | | | |
142Phb | 12r | Rom.2.25 | | | |
143 | 12r | Rom.2.25 | μγ | ἀκροβυστία γέγονεν | εἰς νοητὴν ἀκροβυστίαν φησι μετὰ πεφοιτηκεν σου ἡ περιτομὴ διά σε τὸν κακῶς χρώμενον τέως γὰρ οὐ βούλεται φανερῶς ἀτιμάσαι τὴν περιτομήν |
144 | 12r | Rom.2.26 | μδ | εὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομήν | τουτέστιν οἱ τὴν ἀκροβυστίαν ἔχοντες ἐθνικοί |
145 | 12r | Rom.2.26 | με | λογισθήσεται | οὐκ εἶπεν ὅτι νίκα τὴν περιτομὴν τέως γὰρ ἐπαχθὲς ἦν ἂλλ ὅτι εἰς περιτομὴν λογισθήσεται παρὰ θεῶ δηλονότι |
146 | 12r | Rom.2.27 | μϛ | καὶ κρίνει | τουτέστι κατάκρινει ὡς καὶ εἴρηται ἄνδρες Νινευῖται ἀναστήσονται καὶ κρινοῦσι τὴν γενεὰν ταύτην |
146Ph | 12r | Rom.2.27 | | | |
147 | 12r | Rom.2.27 | μζ | ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα | ἐκ φύσεως ἀκροβυστίαν λέγει τὸν ἐν σαρκὶ ἀκροβυστον οὗτος τοιγαροῦν πληρῶν τὰ ἀπὸ τοῦ νόμου κατάκρινει σε τὸν περιτομὴν ἔχοντα καὶ ὅσον ἧκεν εἰς τὸ γράμμα τὸν νόμον ταῖς δὲ πράξεσι παραβαίνοντα αὐτον |
147Ph | 12r | Rom.2.27 | | | |
148 | 12r | Rom.2.27-Rom.2.28 | μη | σε τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου οὐ γὰρ ὁ ἐν τῶ φανερῷ Ἰουδαῖὸς ἐστιν οὐδε ἡ ἐν τῶ φανερῷ ἐν σαρκί | διὰ γὰρ νόμου γραπτοῦ καὶ περιτομῆς προαχθεὶς ἐγένου πάντων παραβάτης |
148ex | 12r | Rom.2.28 | μη | σε τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου οὐ γὰρ ὁ ἐν τῶ φανερῷ Ἰουδαῖὸς ἐστιν οὐδε ἡ ἐν τῶ φανερῷ ἐν σαρκί | λοιπὸν ὁρίζει τις ὁ ὄντως Ἰουδαῖος καί τις ὁ ὄντως ἀκροβυστος καὶ δοκεῖ μὲν μὴ ἐκβάλλειν τὸν Ἰουδαῖον ἀλλὰ τὸν παραβάτην πολὺ δὲ καταβαλλει αὐτοὺς σημαίνων πάντα πρὸς ἐπίδειξιν αὐτοὺς ποιοῦντας |
149 | 12r | Rom.2.28 | μθ | περιτομή | τοῦτο εἰπὼν ἐξέβαλεν τὰ σωματικα πάντα |
150 | 12r | Rom.2.29 | ν | ἂλλ ὁ ἐν τῶ κρυπτῷ Ἰουδαῖος | οἷον ὁ νοητος |
151 | 12v | Rom.2.29 | να | καὶ περιτομή | οὐ γὰρ χρεία φησι τὴν σαρκικὴν περιτέμνειν ἀκροβυστίαν ἀλλὰ τὴν καρδίαν ἐκ τῶν κακῶν πράξεων εἰπὼν δὲ ἐν πνεύματι προδοποιεῖ τῆ πίστει οἱ γὰρ πιστοὶ διὰ πνεύματος ἁγίου τὴν περιτομὴν ἔχουσι τῶν ἁμαρτιῶν |
152 | 12v | Rom.2.29 | νβ | καρδίας ἐν πνεύματι οὐ γράμματι οὐ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων | ὁ τὴν καρδίαν φησι τετμημενος ἀπὸ πάσης ἀκαθαρσίας οὗτος γὰρ ἀληθῶς Ἰουδαῖος ὁ τὸν νόμον πληρῶν |
153 | 12v | Rom.2.29 | νγ | ἂλλ ἐκ τοῦ θεοῦ | τῆς γὰρ κρυπτης καὶ ἐν καρδία περιτομῆς οὐκ ἔσται ἐπαινέτης ἄνθρωπος ἂλλ ὁ ἐτάζων καρδίας καὶ νεφροὺς θεός |
154 | 12v | Rom.3.1 | νδ | τι οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου ἡ τις ἡ ὠφέλεια τῆς περιτομῆς | αντιτιθησιν ἑαυτῷ εἰ οὖν φησι κατὰ τὸν σὸν λόγον οὐδὲν ὠφελεῖ οὔτε τὸ είναι Ἰουδαῖον οὔτε τὸ περιτέμνεσθαι ἀλλὰ καὶ βλαπτει ὡς οἱ παραβαίνοτες μείζονος εἰσι τιμωρίας ἄξιοι τι δήποτε ἡμᾶς καὶ ἐξελέξατο ὁ θεὸς διατὶ δὲ καὶ περιτέμνεσθαι προσέταξεν ἦν μὲν οὖν πρὸς τὴν ἀντίθεσιν εἰπεῖν ὅτι τύπος ἦν ἡ περιτομὴ ταύτης τῆς διὰ πίστεως ἐν πνεύματι περιτομῆς καὶ ὁ Ἰουδαῖος τοῦ νοητοῦ Ἰουδαίου τοῦ ἐξομολογουμένου θεῶ Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται ἀλλὰ ταύτην τέως ἀφεὶς τὴν λύσιν ἀπαράδεκτον είναι ἔτι οὖσαν εἰς ἑτέραν ἦλθεν ὅτι ὠφελεῖ ὁ Ιουδαισμος κατὰ τοῦτό φησιν ἔμαθον ὁδὸν σωτηρίας ἔλαβον νόμον ὁδηγὸν τῶν πρακτέων εἰ δὲ μὴ ἐφύλαξαν ἑαυτοῖς μεμφέσθωσαν ἐμοι γὰρ τέως φησι πρὸς τοὺς μὴ παραβαίνοντας ὁ λόγος |
154ex | 12v | Rom.3.1 | Θεοδωρ(ητου) s | τι οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου ἡ τις ἡ ὠφέλεια τῆς περιτομῆς | τὴν Ιουδαικην καταστείλας ὀφρὺν καὶ δείξας μάτην αὐτοὺς ἐπὶ τῆ περιτομὴ καὶ τῶ νόμῳ καὶ τῆ Ἰουδαίου προσηγορίᾷ μεγαλαυχουμένους ἵνα μή τις ὑπολάβη δυσμενείᾳ τοῦτο καὶ ἀπεχθείᾳ ποιεῖν ἐπάγει τι τὸ περισσὸν τοῦ Ἰουδαίου ἡ τις ἡ ὠφέλεια τῆς περιτομῆς εἰ τῶν ἀλλοφύλων φησιν ἐθνῶν τινες θεοσεβείᾳ καὶ ἀρετὴ κοσμούμενοι τῶν θείων ἀναῤῥήσεων ἀπολαύουσι τι δήποτε τῶν ἐθῶν ἐχώρισεν τὸν Ἰσραὴλ ὁ θεὸς καὶ τὴν περιτομὴν αὐτοῖς δέδωκεν τὸ γὰρ περισσὸν τοῦ Ἰουδαίου τὴν περιτομὴν λέγει εἶτα ἐπάγει πολὺ κατὰ πάντα τρόπον ἐξελέξατο γὰρ αὐτῶν τοὺς προγόνους τῆς Αἰγυπτίων ἠλευθέρωσεν δυναστείας πολυθρυλήτους διὰ τὰς παντοδαπὰς θαυματουργίας ἀπέφηνε νόμον εἰς βοήθειαν ἔδωκεν προφήτας ἐπεστήσεν τοῦτο γὰρ λέγει πολὺ κατὰ πάντα τρόπον ταῦτα μέντοι πάντα σιγήσας τοῦ νόμου τὴν θέσιν τίθησι μόνον πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ |
155 | 12v | Rom.3.2 | νε | πολὺ κατὰ πάντα τρόπον | συντιθεται είναι τὸ περισσὸν καὶ ὠφέλιμον |
156 | 12v | Rom.3.2 | νϛ | πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ | ὅτι ὅλως φησιν ἐνεχείρισθησαν τὸν νόμον οὗτος γὰρ τὰ Λόγια τοῦ θεοῦ |
157 | 13r | Rom.3.3 | νζ | τι γὰρ εἰ ἠπίστησάν τινες μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει | εἶτα ἵνα μὴ λέγωσι ναί φησιν ἐνεχείρισεν ἡμῖν ὁ θεὸς τὸν νόμον καί τις ὠφέλεια τοῦ νόμον ἐγχειρισθῆναι ὁπότε πολλοὶ οὐκ ἐπίστευσαν αὐτω καί τι φησι πρὸς τὸν θεὸν ει ὑμεῖς ἠπιστήσατε μὴ γὰρ ἀνάγκη σῶσαι ὑμᾶς εἶχεν ὁ θεὸς ἄκοντας μὴ γὰρ ἐπειδή φησι τινες ἠπίστησαν παρὰ τοῦτο τὴν πίστιν τοῦ θεοῦ τουτέστι τὴν εὐεργεσίαν κατήργησαν καὶ ἐματαιοποίησαν οὐ μενοῦν εἰ γὰρ καὶ αὐτοὶ οὐκ ἐβουλήθησαν σωθῆναι ὁ μέντοι θεὸς τὸ αὐτοῦ πεποίηκεν |
158 | 13r | Rom.3.4 | νη | μὴ γένοιτο γινέσθω δὲ ὁ θεὸς ἀληθὴς πᾶς δὲ ἄνθρωπος ψεύστης καθὼς γέγραπται | οὐκ ἐπειδή φησιν ηπειθεσαν Ἰουδαῖοι διὰ τοῦτο παρεβλάβη τι ἡ δωρεὰ τοῦ θεοῦ ἡ ἠλαττώθη ἀλλὰ πάντα γέγονεν ἵνα δι' ἐλεγχθῇ καὶ τοῦ θεοῦ τὸ ἀληθὲς ἐφ' οἷς ἐπηγγείλατο τοῖς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τῶν ἀνθρώπων τὸ ψευδες ἐψεύσαντο γὰρ τῆ ἀπιστία τὸν θεόν |
158ex | 13r | Rom.3.4 | Οικουμενιου * | | θεοῖς λατρεύσαντες καὶ δαίμοσιν |
158Pha | 13r | Rom.3.4 | | | |
158Phb | 13r | Rom.3.4 | | | |
159 | 13r | Rom.3.4 | νθ | ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῶ κρίνεσθαί σε | παράγει καὶ τὸν Δαυὶδ τὸ αὐτο λέγοντα ὅτι διὰ τοῦτό φησι καὶ ἀναξίους εὐεργετεῖ θεὸς ἵνα τε δειχθῇ αὐτοῦ τὸ ἀγαθον καὶ ἵνα νικήσῃ εἰς κρίσιν τοῖς ἀνθρώποις καταστάς |
160 | 13r | Rom.3.5 | ξ αντιθεσις | εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ | ὁ θεός φησιν εὐεργέτησεν ἡμεῖς δὲ αὐτον ἐψευσάμεθα καὶ διὰ τὴν ἡμετέραν κακίαν ὤφθη μᾶλλον ἐλεήμων ὅσω καὶ ἀναξίους εὐεργετεῖ διὰ τοῦτο τοιγαροῦν καὶ νίκα ἐν τῆ κρίσει ἡμεῖς οὖν αὐτω ἀγνωμονήσαντες τὴν πρόφασιν τῆς νίκης παρέσχομεν διατὶ οὖν κολάζει ἡμᾶς δι' οὓς ὤφθη νικῶν |
160ex | 13r | Rom.3.5 | λυσις | | εἰ αἴτιος αὐτω σὺ τῆς νίκης κολάζει δέ σε ἀδικεῖ εἰ δὲ ἄδικος οὐκ ἐστι κολάζει δὲ ἄρα οὐ σὺ αὐτω τῆς νίκης αἴτιος ἐν ἦν γὰρ αὐτω καὶ ἄλλως νικᾷν κἂν σὺ μὴ ὤφθης κακὸς οὐ γὰρ ὁ μὴ κακὸς ἤδη καὶ ἄξιος θεοῦ ἀγάπην ἐπισπάσασθαι |
160Ph | 13r | Rom.3.5 | | | |
161 | 13r | Rom.3.5 | ξα | δικαιοσύνην συνίστησι τι ἐροῦμεν μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν | εἰ δέ φησιν ἐκ τῆς ἡμῶν ἀδικίας μᾶλλον δείκνυται ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη τοῦ θεοῦ ὅτι δὴ οὔτε ἡ ἡμῶν ἀδικία ἐκώλυσεν αὐτον τὰ δικαία ποησαι τουτέστιν εἰς τέλος ἀγαγεῖν τὰ ὑποσχεθέντα τῶ Ἀβραὰμ καὶ οὐκ ἂν ἄλλως ὤφθη ὁ θεὸς δίκαιος καὶ ἀληθὴς εἰ μὴ ἡμεῖς γεγόναμεν ἄδικοι εἰ τοῦτὸ ἐστιν ἄρα ἀδίκως κολάζει τοὺς αἰτίους αὐτω ἀληθείας γενομένους εἰ δὲ μὴ ἀδίκως κολάζει ἄρα οὐχ ἡμεῖς αὐτω τῆς ἀληθείας αἴτιοι |
162 | 13r | Rom.3.5 | ξβ | κατὰ ἄνθρωπον λέγω | ἐπειδὴ γὰρ ἀνθρωπίνοις λογισμοῖς ἐχρήσατο οὐκ ὄντα ἄδικον δεικνὺς τὸν θεὸν ἐπάγει κατὰ ἄνθρωπον λέγω φησι τοὺς λογισμοὺς τούτους ἐπεὶ καὶ ἄλλοι φησιν εἰσι λογισμοὶ θειότεροι ὡς εἰ εἶπεν κατὰ ἀνθρώπινον λογισμὸν λαλήσωμεν ἄδικὸς ἐστιν ὁ θεὸς μὴ γένοιτό πως οὖν ὀργὴν ἐπάγει ἡ δῆλον ὅτι οὐχ ἡμεῖς αὐτω τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης αἴτιοι ἂλλ αὐτος ἑαυτῷ |
163 | 13v | Rom.3.6 | ξγ | μὴ γένοιτο ἐπεί πως κρίνει ὁ θεὸς τὸν κόσμον | εἰ ἦν φησιν ἄδικος οὐκ ἂν ἔκρινε τὸν κόσμον αὐτο γὰρ τὸ κρίνειν δηλοῖ ὅτι δίκαιὸς ἐστιν φύσις γὰρ αυτὴ τοῦ κρίνειν τὸ τὸν δίκαιον κρίνειν τοὺς ἀδίκους |
164 | 13v | Rom.3.7 | ξδ | εἰ γὰρ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῶ ἐμῷ ψεύσματι ἐπερίσσευσεν | τὸ αὐτο πάλιν λέγει εἰ γὰρ διὰ τοῦτό φησιν ἐπερίσσευσεν ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνην καὶ ἡ νίκη τοῦ θεοῦ ἐπειδὴ ἐγὼ ἠδίκησα καὶ ἐψευσάμην αὐτον ἀλόγως κρίνομαι ἔδει γάρ με καὶ ἀμοιβῶν ἀξιωθῆναι ὡς αἴτιον αὐτω τῆς νίκης καὶ ἀληθείας ἀλλά νυν οὐκ ἐγὼ αἴτιος τοιγαροῦν καὶ κρίνομαι |
165 | 13v | Rom.3.7 | ξε | εἰς τὴν δόξαν αὐτοῦ τι ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι | ἵνα δοξάζηται επινικη καὶ δικαιοσύνη καὶ ἀλήθεια |
166 | 13v | Rom.3.8 | ξϛ | καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθὼς φασί τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά | τι κρινόμεθα φησι ὡς ἁμαρτωλοὶ οἱ αἴτιοι νίκης θεῶ γενόμενοι καὶ μὴ γίνεται καθώς τινες ἡμᾶς νομίζουσι λέγειν τοιγαροῦν καὶ κωμωδουσιν ὅτι ποιήσωμεν τὸ κακὸν ἵνα ἐκ τούτου νικήσας ὁ θεὸς ἀμείψεται ἡμᾶς εὐεργεσίαις ὡς αἰτίους νίκης αὐτω γενομέμους ἐξ ὧν κακῶς ἐπράξαμεν |
166ex | 13v | Rom.3.8 | s * | | καὶ μὴ γένηται ἐκεῖνο φησιν ὅπερ λέγειν νομιζόμεθα ὅτι ἐκ τῆς ἀδικίας ἡμῶν εὐεργετεῖ ἡμᾶς ὁ θεὸς ὡς αἰτίους αὐτω νίκης μὴ γένηται δὲ ἐκεῖνο ποῖον τὸ ἐλθεῖν τὰ ἀγαθὰ καὶ τὸ ευεργετησθαι παρὰ θεῶ ὡς αἰτίους αὐτω νίκης νυν γάρ φησι τὸ ἐναντίον καὶ τιμωρούμεθα |
167 | 13v | Rom.3.8 | ξζ | ὧν τὸ κρίμα ἔνδικὸν ἐστι | ἤκουσαν Ἕλληνες τῶν Χριστιανῶν λεγόντων ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις καὶ αὐτοὶ μὲν ταῦτα ἔλεγον ὅτι πλεονάσας ὁ κόσμος ἁμαρτημάτων αὐτον τὸν υἱον τοῦ θεοῦ ἐπεπάσατο εἰς σωτηρίαν καὶ ἐκ τούτου ἐπλεόνασεν εἰς ἡμᾶς ἡ χάρις αὐτοὶ δὲ διασύροντες τὸ εἰρημένον ἔφασκον τοὺς Χριστιανοὺς λέγειν δεῖν ἁμαρτάνειν ἵνα πλεονάσῃ ἡ χάρις ὧν φησι δηλονότι τῶν οὕτως βλασφημούντων ἡμᾶς τὸ κρίμα ἔνδικὸν ἐστιν ὅτι τὰ καλῶς εἰρημένα κακῶς μεθερμηνεύοντες διασύρουσιν |
168 | 13v | Rom.3.9 | ξη | τι οὖν προεχομεθὰ οὐ πάντως | διὰ τοῦ νόμου φησι καὶ τῆς περιτομῆς οὐδὲν προκατέχομεν πλέον ὧν ἔχομεν |
168ex | 13v | Rom.3.9 | Σευηρι(ανου) s | τι οὖν προεχομεθὰ οὐ πάντως | τι οὖν κατέχομεν περισσὸν προητιασαμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας καὶ τὰ ἑξῆς ἐλλειπῶς εἴρηται τῶ γάρ τι οὖν κατέχομεν περισσὸν ἀκολουθον ἦν ἐπαγαγεῖν τὴν ἐκ πίστεως δικαιοσύνην ὅπερ ἐν τοῖς ἑξῆς προϊὼν λέγει δικαιοσύνην θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ τι οὖν κατέχομεν φησι περισσὸν ἡμεῖς τὴν ἐκ πίστεως δικαιοσύνην προητιασαμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πως δὲ προητιασατο ἐν τῶ Ἕλληνας μὲν ἀπελέγξαι διαφθείραντας τὴν φυσικὴν γνῶσιν ἐν οἷς ἔφη ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν καὶ ὅτι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδοξασαν ἡ εὐχαρίστησαν Ἰουδαίους δὲ παραβεβηκότας τὸν νόμον δι' ὧν φησιν ὃς ἐν νόμῳ καυχᾶσαι καὶ δείξας ὅτι παρ' οἷς μὲν ἡ φύσις ἠσθένησεν παρ' οἷς δὲ καὶ ἡ φύσις καὶ ὁ νόμος ἀκολούθως τὴν ἐκ τοῦ Εὐαγγελίου χάριν εἰσάγει καί φησι τι καὶ ἔχομεν ἡμεῖς ἐκ τῆς χάριτος περισσὸν καὶ ἐξαίρετον τὴν πίστιν τὴν διὰ Ἰησοῦ Χριστοῦ δικαιοσύνης οὖσαν ἀπεργαστικήν |
168Pha | 13v | Rom.3.9 | | | |
168Phb | 13v | Rom.3.9 | | | |
169 | 14r | Rom.3.9 | ξθ | προητιασαμεθα | ἄνω εἰπών τι τὸ περισσὸν τοῦ Ἰουδαίου καὶ διδάξας ἔχειν τι περισσὸν τὸν Ἰουδαῖον διὰ τὸ ἐγχειρισθῆναι τὸν νόμον νυν δείκνυσι μηδὲν ἔχειν περισσὸν ὡς μὴ φυλάξαντας αὐτον μὴ ὅτι καὶ ἔλαττον ὅσον τὸ ἐν γνώσει ἁμαρτάνειν χεῖρόν τι οὖν ἔχομεν φησιν ἡμεῖς οἱ Ἰουδαῖοι πλέον τι οὐδέν φησι τι δήποτε ὅτι πάντες ὑπο ἁμαρτίαν ἐσμεν Ἰουδαῖοί τε καὶ Ἕλληνες |
170 | 14r | Rom.3.9 | ο | γὰρ Ἰουδαίους | οὐδὲν οὖν φησι τῶ Ἰουδαίῳ πλέον ἐκ τοῦ νόμου οὐκ ἐφύλαξεν γὰρ οὐδε τῶ ακροβυστη ἥμαρτεν γὰρ οὐδεὶς οὖν ἔχει πλέον τοῦ άλλου καὶ γὰρ πάντας ἠτιασάμεθα τουτέστιν ἠλέγξαμεν ὄντας ὑφ' ἁμαρτίαν εἶτα ἵνα μὴ δόξῃ ἐπαχθὴς είναι τὸν Δαυὶδ καὶ Ἠσαΐαν φέρει μάρτυρας |
171 | 14r | Rom.3.9-Rom.3.11 | οα | τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν είναι καθὼς γέγραπται οὐκ ἐστι δίκαιος οὐδε εἰς οὐκ ἐστιν ὁ συνιῶν οὐκ ἐστιν ὁ ἐκζητῶν τὸν θεόν | τοὺς ἐν ἀκροβυστίαι δηλονότι |
172 | 14r | Rom.3.12 | οβ | πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν οὐκ ἐστι ποιῶν χρεστοτητα οὐκ ἐστι ἕως ἑνός | ἅμα τῶι ἐκκλῖναι ἀπὸ θεοῦ ἀχρεῖοὶ καὶ ἀπεῤῥιμμένοι γεγένηνται |
173 | 14r | Rom.3.13-Rom.3.15 | ογ | τάφος ανεωγμενος ὁ λάρυγξ αὐτῶν ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν ἰὸς ἀσπίδων ὑπο τὰ χείλη αὐτῶν ὧν τὸ στόμα ἄρας καὶ πικρίας γέμει ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα | ταῦτα τοῖς καταλαλοῦσιν πρέπει |
174 | 14r | Rom.3.16 | οδ | σύντριμμα καὶ ταλαπωρια ἐν ταῖς ὁδοῖς αὐτῶν | ὁδούς φησι τὴν πολιτείαν καὶ τὴν ζωὴν σύντριμμα δὲ καὶ ταλαιπωρίαν τὰς ἁμαρτίας οὐδὲν γὰρ οὕτως ἐπὶ τριβει καὶ ἐξίτηλον ποιεῖ ψυχὴν καὶ σῶμα ὡς ἁμαρτία |
175 | 14r | Rom.3.17-Rom.3.18 | οε | καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν οὐκ ἐστι φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν | ὁδὸν εἰρήνης τὴν χρηστὴν λέγει πολιτείαν |
176 | 14r | Rom.3.19 | οϛ | οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῶ νόμῳ λαλεῖ | ἵνα μὴ λέγωσιν Ἰουδαῖοι καί τι πρὸς ἡμᾶς ταῦτα πάντως γὰρ περὶ ἡμῶν εἴρηται ναί φησι πρὸς ὑμᾶς πάντες γὰρ τοῦτο ἴσμεν ὅτι ὅσα ὁ νόμος λέγει νόμον δὲ λέγει πᾶσαν τὴν παλαιὰν τοῖς ἐν τῶ νόμῳ λαλεῖ ποία γὰρ ἦν φησιν ἀνάγκη ἑτέρων κατηγορεῖν καὶ οὐχὶ τῶν οἰκείων τὸν Δαυὶδ καὶ ἄλλους ἐλέγχειν τὸν εἰς διόρθωσιν Ἰουδαίων ἀποσταλέντα Ἠσαΐαν |
177exa | 14r | Rom.3.19 | s | τοῖς ἐν τῶ νόμῳ λαλεῖ | σὺν πολλὴ καὶ τοῦτο τέθεικεν ἀκριβείᾳ οὐ γὰρ εἶπεν περὶ τῶν ἐν νόμῳ ἀλλὰ τοῖς ἐν τῶ νόμῳ πολλὰ γὰρ καὶ περὶ Βαβυλωνιων λέγει Περσῶν τε καὶ Μήδων καὶ Αἰγυπτίων καὶ ἑτέρων πλείστων ἐθνῶν ἂλλ ὅμως Ἰουδαῖος καὶ τὰς περὶ τούτων προῤῥησεις προσέφερον |
177exb | 14r | Rom.3.19 | s | τοῖς ἐν τῶι νόμωι λαλεῖ | τουτέστι τοῖς ὑπο νόμον |
177exc | 14r | Rom.3.19 | | | |
177 | 14r | Rom.3.19 | οζ | ἵνα πᾶν στόμα φραγῇ | δείκνυσι μεγαλορήμονας τοὺς Ἰουδαίους διὰ τοῦτο τοιγαροῦν ἠλέγχοντο ὑπο τῶν προφητῶν ἵνα τῶν μεγαλορημόνων ἀπορραφῇ τὰ στόματα |
178 | 14v | Rom.3.19 | οη | καὶ ὑποδικος γένηται | τοιοῦτόν τι αἰνίττεται διὰ τοῦτό φησιν οἱ προφῆται διήλεγξαν καὶ ἔδειξαν τοὺς Ἰουδαίους εἰκῆ μεγαλορήμονας μᾶλλον δὲ ὅλον τὸν κόσμον υπεθυνον ἁμαρτίαις ἵνα προοδοποιήσωσι τῆ πίστει καὶ γὰρ γινώσκοντες οἱ ἄνθρωποι ὅτι οὔτε ἀπὸ νόμου καὶ περιτομῆς οὔτε ἀπὸ ἀκροβυστίας ἑνὶ σωθῆναι εὐχερῶς τῶ Χριστῷ προσέλθωσι τῶ χάριτι σωζοντι τὸ γένος τῶν ἀνθρώπων |
178Ph | 14v | Rom.3.19 | | | |
178ex | 14v | Rom.3.19-Rom.3.20 | s | πᾶς ὁ κόσμος τῶ θεῶ διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται | οὐ μόνον φησιν Ἰουδαῖοι |
179 | 14v | Rom.3.20 | οθ | διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται | εἶτα ἵνα μὴ ἀναξιοπαθήσωσιν Ἰουδαῖοι συγκαταριθμούμενοι παντὶ τῶ κόσμῳ εἰς τὸ ὑπόδικοι είναι πάλιν τὰ κατ' αὐτοὺς ἐξετάζει |
180 | 14v | Rom.3.20 | π | πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ | οὐδε γὰρ ἐπλήρωσε τὰ ἐν τῶ νόμῳ |
181 | 14v | Rom.3.20 | πα | διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας | καί τι λέγω ὅτι οὐδὲν ὠφελεῖσθε Ἰουδαῖοι ἐκ τοῦ νόμου εἰς τὸ μὴ γενέσθαι ἅμα τῶ παντὶ κόσμῳ ὑπόδικοι μενοῦνγε ἐξετάζων τις εὑρήσει καὶ βλαβέντας ὑμᾶς ὑπο τοῦ νόμου οὐ παρὰ τὴν αὐτοῦ φύσιν ἀλλὰ παρὰ τὴν ὑμῶν κακίαν πως ὅτι τὸ γνῶναι τὴν ἁμαρτίαν διὰ τοῦ νόμου ἔχετε τὸ δὲ ἐν γνώσει ἁμαρτάνειν χαλεπώτερον τοῦ ἐν ἄγνοια |
181ex | 14v | Rom.3.20 | Γενναδιου s | διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας | εἰς τοῦτό φησιν ὁ νόμος ἐλυσιτέλησεν ἐγνώρισεν ἡμῖν τὴν ἁμαρτίαν οὐ τῶ ἀπαγορεῦσαι μόνον τὴν πρᾶξιν τῶν ἀτοπων ἀλλὰ καὶ τῶ παρακούοντας αὐτοῦ τιμωρεῖσθαι μὴ ἐπιφερομένης γὰρ κολάσεως τοῖς ἁμαρτάνουσιν οὐκ ἂν ἐγνωρίσαμεν αὐτὴν διὰ τούτων τοίνυν πάντων ἀκριβῶς συστήσας ὑφ' ἁμαρτίαν πάντας ὄντας ἐπάγει λοιπὸν δεικνὺς τοῦ οἰκείου λόγου τὸ περιττόν |
182 | 14v | Rom.3.21 | πβ | νυνὶ δὲ χωρὶς νόμου | επιδειξεας αὐτοὺς μηδὲν ὠφελουμένους ἐκ τοῦ νόμου καὶ εἰς ἐπιθυμίαν ἀγαγὼν Μεθόδου σῶσαι δυναμένης εὐκαίρως εἰς τὴν πίστιν εἰσβάλλει Χριστοῦ |
183 | 14v | Rom.3.21 | πγ | δικαιοσύνη θεοῦ | εἰ μετὰ νόμου φησιν ἡμαρτήσαμεν πως ἂν σωθείημεν εἴποι τις χωρὶς νόμου διὰ τῆς ἐκ θεοῦ δικαιοσύνης φησιν ὅπου δὲ θεὸς δίδωσι μὴ ἀμφίβαλλε ἄνθρωπε |
184 | 14v | Rom.3.21 | πδ | δικαιοσύνη θεοῦ | ἡ παρὰ θεοῦ δεδομένη |
185 | 14v | Rom.3.21 | πε | πεφανέρωται μαρτυρουμένη ὑπο τοῦ νόμου καὶ τῶν προφητῶν | τὸ φανερούμενον δῆλον ὡς ἦν μὲν ἐκέκρυπτο δὲ τὴν οὖν καινοτομίαν φεύγων καὶ τὸ δοκεῖν πρόσφατον είναι τὸ κήρυγμα εἶπεν πεφανέρωται καὶ οὐχ ἁπλῶς ἀλλὰ καὶ προμαρτυρηθεῖσαν ὑπο Μωσέως οὗτος γὰρ ὁ νόμος καὶ τῶν προφητῶν |
186 | 14v | Rom.3.22 | πϛ | δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας | ποία δικαιοσύνη εἴποι τις ἡ πως διδομένη ὑπο θεοῦ διὰ πίστεώς φησιν Ἰησοῦ Χριστοῦ εἶτα ἵνα μὴ δοξωσι ξένον τι ἀκούειν εἰ ὅλως ἑνὶ σώζεσθαι μηδὲν αὐτοὺς συνεισενεγκόντας δείκνυσιν ὅτι καὶ τὸ πιστεῦσαι συνεισενεγκεῖν ἐστιν ἀνδρείας γὰρ δεῖται ψυχῆς τὸ πιστεῦσαι διὸ καί φησι διὰ πίστεως δεικνὺς καὶ ἡμᾶς ἐκ τούτου συνεισφέροντας |
186Ph | 14v | Rom.3.22 | | | |
186ex | 15r | Rom.3.22 | Γενναδιου s | εἰς πάντας | εἰς πάντας μὲν τοὺς Ἰουδαίους φησιν ὡς οἴκοθεν καὶ ἐξ ἑαυτῶν ἐσχηκότας τῆς σωτηρίας τὸν αἴτιον ἐπὶ πάντας δὲ τοὺς ἐθνικοὺς λέγει ὡς ἀπὸ τῶν Ἰουδαίων καὶ ἐπὶ τούτοις ἐκταθείσης τῆς χάριτος ὅμως μέντοι καὶ τούτων κἀκείνων μετασχήσειν τῆς χάριτος ἔφησεν οὐχ ἁπλῶς ἀλλὰ τοὺς πιστεύοντας καὶ πάλιν ὅτι κοινῇ δικαίως ἡ χάρις κατὰ πάντων |
187 | 15r | Rom.3.22 | πζ | καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας οὐ γὰρ ἐστι διαστολή | πάλιν δείκνυσι μηδὲν Ἰουδαίους ἔχοντας πλέον τῶν ἐξ ἐθνῶν |
188 | 15r | Rom.3.23 | πη | πάντες γὰρ ἥμαρτον | μὴ γάρ μοι φησιν εἴπῃς ἐγὼ μὲν Ἰουδαῖὸς εἰμι ἄνωθεν εἰδὼς θεὸν οὗτος δὲ ξένος καὶ βάρβαρος ὅλως εἰ πάντες ἥμαρτον ἔχουσι καὶ τὸ πάντες ὁμοτίμως σωθῆναι |
189 | 15r | Rom.3.23-Rom.3.24 | πθ | καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ δικαιούμενοι δωρεὰν τῆι αὐτοῦ χάριτι | μὴ γάρ μοι εἴπῃς φησι ὅτι Ελληνεις πλέον ἥμαρτον μὴ σὺ κατόπιν οὐκ εἰ τῆς δόξης καὶ τῆς εὐεργεσίας τοῦ θεοῦ καὶ δωρεὰν τουτέστιν ἄνευ σῶν κατορθωμάτων σώζῃ καὶ πάλιν ὡς μηδὲν ἕτερον συνεισενέγκαι πλὴν πίστεως δικαιούμενος δὲ δωρεὰν δικαιοῦται καὶ κατόπιν ἔρχεται τῆς τοῦ θεοῦ δόξης καὶ εὐεργεσίας |
189Pha | 15r | Rom.3.24 | | | |
189Phb | 15r | Rom.3.24 | | | |
190 | 15r | Rom.3.24 | ϟ | διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ | πως δὲ δικαιοῦται διὰ τῆς ἀφέσεως τῶν παραπτομάτων ἧς τυγχάνομεν ἐν Χριστῷ Ἰησοῦ διὰ Ἰησοῦ Χριστοῦ |
191 | 15r | Rom.3.25 | ϟα | ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ τῆς πίστεως | εὐδοκία γὰρ τοῦ πατρὸς ἐξ ιλασμα γεγένηται τῶν ἡμετέρων ἁμαρτιῶν τὸ δὲ προέθετο δηλοῖ παλαιὰν τὴν περὶ τούτου βουλήν |
192 | 15r | Rom.3.25 | ϟβ | ἐν τῶ αὐτοῦ αἵματι εἰς ἔνδειξιν | ὁ μὲν γὰρ πατὴρ προέθετο ὁ δὲ υἱος τὸ αἷμα ἐξέχεεν ὑπὲρ ἡμῶν κοινῇ οὖν ἡ χάρις τῆς ἁγίας τριάδος συνήργησεν γὰρ καὶ τὸ πανάγιον πνεῦμα |
193 | 15r | Rom.3.25 | ϟγ | τῆς δικαιοσύνης αὐτοῦ | ὥσπερ ἔνδειξις τουτέστιν ἀποδειξις πλουσίου τὸ καὶ ἑτέρους πλουτίζειν οὕτως καὶ ὁ Χριστὸς ἐνδείξασθαι βουλόμενος τὴν δικαιοσύνην αὐτοῦ καὶ τοὺς ἀνθρώπους ἐδικαίωσεν |
194 | 15r | Rom.3.25 | ϟδ | διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων | ἀποδειξις δὲ τῆς δικαιοσύνης αὐτοῦ μάλιστα γέγονεν ὅτι παρειμένους τουτέστι νενεκρωμένους ταῖς ἁμαρτίαις ἐδικαίωσεν εἶτα ἐπιτείνει τῶν ἀνθρώπων τὸ ἔγκλημα τῶ τὰς ἁμαρτίας γενέσθαι ἐν τῆ ἀνοχὴ τοῦ θεοῦ ὅτε γάρ φησιν ἔδει μετανοῆσαι δοθείσης ἀνοχῆς τότε ἡμάρτομεν τοὺς οὖν ἀσύγγνωστα πταίσαντας νυν δὲ διὰ πίστεως σώζει |
194Ph | 15r | Rom.3.25 | | | |
195 | 15r | Rom.3.26 | ϟε | ἐν τῆ ἀνοχὴ τοῦ θεοῦ πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῶ νυν καιρῷ | τὸ γὰρ νεκρωθέντα ταῖς ἁμαρτίαις νυν σώζεσθαι ὅτε καιρὸς τιμωρίας ὑπάρχει τοῦτο ἀποδειξις τῆς δικαιοσύνης |
195ex | 15r | Rom.3.26 | Οικ(ουμενιου) s | ἐν τῆ ἀνοχὴ τοῦ θεοῦ πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῶ νυν καιρῷ | ἔδει γὰρ τὰς πρὸς τὸν Ἀβραὰμ πληρωθῆναι ὑποσχέσεις τὸ καὶ ἐνευλογηθήσονται ἐν τῶ σπέρματί σου πάντα τὰ ἔθνη τοῦτο οὖν δικαιοσύνη τὸ ἀληθεῦσαι καὶ ἐπὶ τοῖς ἀναξίοις τοῦ σώζεσθαι |
195Ph | 15r | Rom.3.26 | | | |
196 | 15r | Rom.3.26 | ϟε * | εἰς τὸ είναι αὐτον δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ | ἰδοὺ ἡ ἔνδειξις τῆς δικαιοσύνης τὸ μὴ μόνον είναι δίκαιον τὸν θεὸν ἀλλὰ καὶ τὸ δικαιοῦν τὸν διὰ πίστεως τοῦ Ἰησοῦ οἰκεῖον θεοῦ καὶ λαὸν γινόμενον |
197 | 15v | Rom.3.27 | ϟζ | που οὖν ἡ καύχησις ἐξεκλείσθη διὰ ποίου νόμου | τούτων τοίνυν οὕτως γεγενημένων καὶ τοῦ πατρὸς σώζοντος τὸν ἐκ πίστεως Ἰησοῦ οἰκειωθέντα που λοιπὸν τῶν Ἰουδαίων ἡ καύχησις δείκνυσιν αὐτοὺς εἰκῆ καυχωμένους ἐξεκλείσθη οὐκ εἶπεν ἠφανίσθη ἂλλ ἐξεκλείσθη δεικνὺς ὅτι καὶ χώραν εἶχέ ποτε νυν μέντοι ἡ πίστις ἀπέκλεισεν αὐτήν |
198 | 15v | Rom.3.27 | ϟη | τῶν ἔργων οὐχὶ ἀλλὰ διὰ νόμου πίστεως | νόμου ἔργων τῶν ἔργων περιφραστικῶς καὶ νόμου πίστεως τῆς πίστεως περιφραστικῶς φησιν οὖν ουδι ἔργων ὧν ἐπράξαμεν ἡ Ἰουδαίων καύχησις ἐξεκλείσθη ἀλλὰ διὰ πίστεως ὡς εἰ εἶπεν πᾶσα ἐκείνη ἡ καύχησις καὶ τὰ δοκοῦντα προτερήματα διὰ τῆς πίστεως ἀπεκλείσθη οὐδὲν θεντων ἡμῶν ἔργων |
199 | 15v | Rom.3.28 | ϛθ | λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου | τοιγαροῦν λέγομεν φησιν ἐκ πίστεως δικαιοῦσθαι ἄνθρωπον χωρὶς τῆς ἐκ νόμου παρατηρήσεως |
200 | 15v | Rom.3.29 | ρ | ἡ Ἰουδαίων ὁ θεὸς μόνον οὐχὶ δὲ καὶ ἐθνῶν ναὶ καὶ ἐθνῶν | εἰ γὰρ μόνους τοὺς ἐκ τοῦ νόμου ὁρμωμένους ἡ τῶ νόμῳ στοιχοῦντας {ἐδικαίου καί /ἐδικαίου ὁ θεὸς καί }* οὐ πάντα τὸν πιστεύοντα μονομερὴς ἂν ἦν |
201 | 15v | Rom.3.30 | α | ἐπείπερ εἰς ὁ θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως | καὶ οἱ ἀπὸ τοῦ νόμου καὶ οἱ ἐκτὸς νόμου πίστεως δέονται πρὸς τὸ σωθῆναι |
202 | 15v | Rom.3.31 | β | νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως μὴ γένοιτο | ἐθορύβουν Ἰουδαῖοι ὡς ἐκβαλλομένου τοῦ νόμου διὰ τῆς πίστεως λέγει οὖν ὅτι οὐ μόνον οὐ καταργεῖ ἡ πίστις τὸν νόμον ἀλλὰ καὶ ἵστησι πως ὅτι ὁ νόμος σῶσαι βουλόμενος οὐκ ἰσχύει ἡ δὲ πίστις σώζει τὸν οὖν σκοπὸν τοῦ νόμου πληροῦσα ἡ πίστις ἵστησιν αὐτον |
203 | 15v | Rom.3.31 | γ | ἀλλὰ νόμον ἱστῶμεν | εἰπὼν ἱστῶμεν ἔδειξε σαλευόμενον |
203exa | 15v | Rom.3.31 | Ιω(αννου) s | ἀλλὰ νόμον ἱστῶμεν | ἔργον ἦν τοῦ νόμου ώστε δίκαιον ποιῆσαι τὸν ἄνθρωπον ἂλλ οὐκ ἴσχυσε τοῦτο ποιῆσαι πάντες γάρ φησιν ἥμαρτον ἡ πίστις δὲ ἐλθοῦσα τοῦτο κατώρθωσεν ὁμοῦ γάρ τις ἐπίστευσε καὶ ἐδικαιώθη οὐκοῦν ἔστησε τοῦ νόμου {τὸ θέλημα /τὸ θέλημα ἡ ὁ πιστεύσας }* |
203exb | 15v | Rom.4.1 | Θεοδ(ωρητου) s | τι οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι | ἄνωθεν ὁ νόμος καὶ οἱ προφῆται τὰ περὶ τῆς πίστεως προεθέσπισαν δεχομενοι τοίνυν τὴν πίστιν βεβεαιοῦμεν τὸν νόμον |
203exc | 15v | Rom.4.1 | τ(ου) αυτ(ου) Θεοδ(ωρητου) | | ποίαν φησι πρὸ τοῦ πιστεῦσαι θεῶ τὸν Ἀβραὰμ δικαιοσύνην αὐτοῦ δι' ἔργων γεγενημένην ἠκούσαμεν κατὰ σάρκα γὰρ τὴν ἐν ἔργοις λέγει ἐπειδὴ διὰ τῆς σαρκὸς ἐκτελοῦμεν τὰ ἔργα |
204 | 15v | Rom.4.1 | δ | τι οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι | μέγα ἐφρόνουν ἐπὶ τῶ Ἁμβραὰμ οἱ Ἰουδαῖοι καὶ ἀεὶ προέφερον ὅτι Ἁβρρὰμ περιετμήθη σκοπὸς οὖν αὐτω δεῖξαι ὅτι καὶ αὐτος Ἀβραὰμ οὐκ ἐξ ἔργων ἂλλ ἐκ πίστεως ἐδικαιώθη καί φησι τι οὖν λέγομεν Ἀβραὰμ τὸν κατὰ σάρκα πατέρα ἡμῶν εὑρηκέναι καί τινος αὐτον ἐπιτευχηκέναι δικαιοσύνης τῆς δι' ἔργων ἡ τῆς διὰ πίστεως καὶ δείκνυσιν ὅτι τῆς διὰ πίστεως ὅθεν καὶ εὕρημα αὐτὴν καλεῖ ἐπεὶ μὴ ἐξ ἔργων αὐτὴν ἐκτήσατο ἂλλ ἐκ πίστεως ἥτις χάριτι Χριστοῦ παρέχεται |
204ex | 16r | Rom.4.1 | Γενναδιου s | κατὰ σάρκα | μεθ' υπερβατος ἐστιν ἡ ῥῆσις οὑτωσί πως κειμένη τι οὖν ἐροῦμεν Ἀβραὰμ τὸν κατὰ σάρκα πατέρα ἡμῶν εὑρηκέναι ἀνέλθωμεν φησιν ἐπὶ τὸν ἀρχηγὸν τοῦ κατὰ σάρκα γένους ἡμῶν ὃν ἐκ πάντων ἐθνῶν ἐκλεξάμενος ὁ θεὸς εὐλόγησεν τε καὶ εἰς τοὺς ἐξ αὐτοῦ δι' αὐτοῦ τὰ τῆς εὐλογίας ὑπέσχετο παραπέμψειν δῆλον γὰρ ὅτι ὅπως ἂν ἔχοι τὰ κατ' αὐτον οὕτως σχήσει καὶ τὰ ἡμέτερα |
204Ph | 16r | Rom.4.1 | | | |
205 | 16r | Rom.4.1 | ε | κατὰ σάρκα | καλῶς πρὸς Ἰουδαίους τὸ κατὰ σάρκα κατὰ πίστιν γὰρ καὶ ἐπαγγελίαν ἡμεῖς οἱ πιστοὶ τέκνα ἐσμεν τοῦ Ἀβραὰμ καθὼς ἡ γραφή φησιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα |
206 | 16r | Rom.4.2 | ϛ | εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη ἔχει καύχημα ἂλλ οὐ πρὸς τὸν θεόν | δύο δείκνυσιν ὅτί τε ἐκ πίστεως Ἀβραὰμ ἐδικαιώθη καὶ ὅτι μείζων ἡ διὰ πίστεως δικαιοσύνη καί φησιν εἰ ἐξ ἔργων καὶ κατορθωμάτων Ἀβραὰμ ἐδικαιώθη ἔχει μὲν καύχημα ἂλλ οὐ πρὸς τὸν θεὸν ἂλλ ἐφ' ἑαυτῷ ὡς κατωρθωκότι ὁ δὲ ἐκ πίστεως σωθεὶς ἐπεὶ μὴ ἔχει εἰς ἑαυτὸν καυχήσασθαι οὐδὲν γὰρ ἔργον ἔπραξεν εἰς τὸν θεὸν καυχᾶται μεῖζον δὲ τὸ εἰς θεὸν καυχᾶσθαι ἤπερ εἰς ἑαυτὸν τὰ μὲν γὰρ κατορθώματα πολλάκις καὶ ἀφανίζεται ἑτέραις πλημμελείαις ἡ δὲ εἰς θεὸν καύχησις ἄτρεπτος μένει |
207 | 16r | Rom.4.3 | ζ | τι γὰρ ἡ γραφὴ λέγει ἐπίστευσεν δὲ Ἀβραὰμ τῶ θεῶ καὶ ἐλογίσθη αὐτω εἰς δικαιοσύνην | φέρει τὴν γένεσιν μαρτυροῦσαν ὅτι Ἀβραὰμ ἐκ πίστεως ἐδικαιώθη |
208 | 16r | Rom.4.4 | η | τῶ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα | δείκνυσι μείζονα τὴν κατὰ χάριν δικαιοσύνην ἦν ἡ πίστις παρέχει οὕτως τῶ μὲν γὰρ κατορθοῦντι φησιν κατὰ ὀφειλὴν κεχρεώστηται ἡ ἀντιμισθία τι δὲ δύναται καὶ ὁ πάνυ ἐνάρετος κατορθῶσαι καὶ ὀφειλέτην ἔχειν θεὸν ὁ δέ γε ἐκ πίστεως δικαιούμενος κατὰ χάριν δικαιοῦται ἔνθα δὲ θεὸς χαρίζεται πάντως μεγάλα χαρίζεται τι γὰρ χαρίζεται υἱοθεσίαν παρέχει ἀδελφοὺς ποιεῖ Χριστοῦ κληρονόμους θεοῦ συγκληρονόμους Χριστοῦ ἅτινά ποτε ἂν παρέσχεν ἡμῖν τὰ κατορθώματα |
208ex | 16r | Rom.4.4 | | | |
209 | 16r | Rom.4.5 | θ | τῶ δὲ μὴ ἐργαζομένῳ πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ λογίζεται ἡ πίστις αὐτοῦ | μὴ δὲ τὴν πίστιν νομίσῃς εὐχερῶς παραγίνεσθαί τινι ἀνδρείας γὰρ δεῖται καὶ διεσμηγμένης ψυχῆς |
210 | 16r | Rom.4.5 | ι | εἰς δικαιοσύνην | ὁρᾷς ὅτι τῶ μὲν ἐργαζομένῳ μισθὸς κατὰ τὰ ἔργα λογίζεται τῶ δὲ πιστῷ δικαιοσύνη μυρίων δὲ μισθῶν ἐστι περιεκτικὴ ἡ δικαιοσύνην |
211 | 16r | Rom.4.6 | ια | καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ὦ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων | καὶ ὁ Δαυὶδ τῆ ἐκ πίστεως δικαιοσύνη ψηφίζεται τὸν ἁγιασμον χωρὶς ἔργων |
212 | 16v | Rom.4.7-Rom.4.8 | ιβ | μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ αιμαρτιαι μακάριος ἀνὴρ ὦ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν | μακαρισμὸς ἐστιν ἡ κορυφὴ τῶν ἀγαθῶν δοκεῖ μέν πως ἀλλόκοτος είναι ἡ μαρτυρία οὐ γὰρ ἔχει μακάριος ὦ ἡ πίστις εἰς δικαιοσύνην χωρὶς ἔργων λογίζεται πλὴν σφόδρα ἐστι κατάλληλος εἰ γὰρ μακάριος ὦ αἱ ἁμαρτίαι κατὰ χάριν ἀφέθησαν τρισμακάριστος δηλονότι ὃν ἐδικαίωσεν κατὰ καριν ὁ θεός |
212Ph | 16v | Rom.4.8 | | | |
213 | 16v | Rom.4.9-Rom.4.10 | ογ * | ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἡ καὶ ἐπὶ τὴν ἀκροβυστίαν λέγομεν γὰρ ὅτι ἐλογίσθη τῶ Ἁβρρὰμ ἡ πίστις εἰς δικαιοσύνην πως οὖν ἐλογίσθη ἐν περιτομὴ ὄντι ἡ ἐν ἀκροβυστία | εἶτά φησιν οὗτος ὁ τῶ Δαυὶδ εἰρημένος μακαρισμὸς ἐπὶ τὴν περιτομὴν ἦλθεν ἡ καὶ ἐπὶ τὴν ἀκροβυστίαν καὶ μᾶλλον δείκνυσιν ἐπὶ τὴν ἀκροβυστίαν αὐτον ἐληλυθότα καὶ χώραν ἔχοντα τῶ τὸν Ἀβραὰμ ἐν ἀκροβυστία ὄντα σωθῆναι καὶ δικαιωθῆναι |
214 | 16v | Rom.4.10 | ιδ * | | εἶτα κατασκευάζει τὸ ἐπὶ τὴν ἀκροβυστίαν μᾶλλον ἔχειν χώραν καί φησι τῶ Ἀβραὰμ ἐλογίσθη δικαιοσύνη διὰ πίστεως ἴδωμεν τοιγαροῦν ἐν περιτομω ὄντι αὐτω ἡ ἀκροβύστω καὶ δῆλόν φησι ὡς ἀκροβύστω ὁρᾷς οὖν ὅτι μᾶλλον ἐπὶ τὴν ἀκροβυστίαν χώραν ἔχει |
215 | 16v | Rom.4.10 | ιε | οὐκ ἐν περιτομὴ ἂλλ ἐν ἀκροβυστία | εἰ οὖν ἐν ἀκροβυστία ὧν ἐδικαιώθη ἄρα μᾶλλον ὁ τῶ Δαυὶδ εἰρημένος μακαρισμὸς ἐπὶ τὴν ἀκροβυστίαν χώραν ἔχει ἡ ἐπὶ τὴν περιτομήν |
215ex | 16v | Rom.4.11 | s | καὶ σημεῖον ἔλαβε περιτομῆς σφαγιδα τῆς δικαιοσύνης | ἡ περιτομὴ ἐδόθη διὰ τρεῖς αἰτίας ταύτας ώστε σημεῖον είναι πίστεως καὶ τοῦ ἁβραμιαίου γένους δηλωτικὴν καὶ σύμβολον καὶ αἴνιγμα πολιτείας καθαρᾶς καὶ σώφρονος ώστε οὐχ ὡς δικαιοσύνης ποιητικὴ ἐδόθη ἀλλὰ σφραγὶς καὶ σημεῖον τῆς ἐκ πίστεως δικαιοσύνης |
216 | 16v | Rom.4.11 | ιϛ | καὶ σημεῖον ἔλαβεν περιτομῆς σφραγῖδα τῆς δικαιοσύνης | δοκοῦσαν ἀντίθεσιν λύει τοσοῦτόν φησι μεγάλη ἡ περιτομὴ καὶ ταύτης χωρὶς οὐκ ἑνὶ δικαιωθῆναι ὅτι καὶ αὐτος ὁ ἐν ἀκροβυστία κατὰ τὸν σὸν λόγον δικαιωθεὶς περιτομῆς ἐδεήθη καί φησιν οὐ διά τι ἕτερον περιετμήθη ἡ διὰ τὸ σημεῖον καὶ ἀπόδειξιν ἐπιφέρεσθαι τὴν περιτομὴν τῆς ἐν τῆ ἀκροβυστία ὑπαρξάσης αὐτω δικαιοσύνης εἰ δὲ σημείου ἕνεκεν καὶ σφραγῖδος ἔλαβεν αὐτὴν οὐδὲν αὕτη πρὸς τὴν δικαιοσύνην συνετέλεσεν ἀλλὰ μόνον τὸ τοιῶσδε δεδικαιῶσθαι εσημαινεν τουτέστιν ὅτι ἐν τῆ ἀκροβυστία ὧν ἠξιώθη τῆς δικαιοσύνης |
216Ph | 16v | Rom.4.11 | | | |
217 | 17r | Rom.4.11 | ιζ | τῆς πίστεως τῆς ἐν τῆ ἀκροβυστία εἰς τὸ είναι αὐτον πατέρα | τῆς ἐκ πίστεως ὑπαρξάσας |
218 | 17r | Rom.4.11 | ιη | πάντων | διά τι δὲ ὅλως ἐδεήθη αὐτῆς εἰ μηδὲν συνετέλει ἐν τῆ δικαιοσύνη πρῶτον μὲν καθὼς ἄνω λέγει εἰς τὸ είναι αὐτὴν σημεῖον ἔπειτα ἵνα κοινὸς γένηται πατὴρ τῶν τε ἐν περιτομὴ τῶν τε ἐν ἀκροβυστία |
219 | 17r | Rom.4.11 | ιθ | τῶν πιστευόντων | οὐχ ἁπλῶς τῶν οἷον δήποτε ἀλλὰ τῶν πιστευόντων εἰς τὸν Χριστόν |
220 | 17r | Rom.4.11 | κ | δι' ἀκροβυστίας εἰς τὸ λογισθῆναι | τῶν ἐν ἀκροβυστία ὄντων καὶ πιστευόντων |
221 | 17r | Rom.4.11 | κα | καὶ αὐτοῖς τὴν δικαιοσύνην | διὰ πίστεως δηλονότι χωρὶς ἔργων |
221Ph | 17r | Rom.4.11 | | | |
222 | 17r | Rom.4.12 | κβ | καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον | ὥσπερ γὰρ οἱ ἐν ἀκροβυστία οὐ διὰ τοῦτο μόνον σχοῖεν τὸν Ἀβραὰμ πατέρα διὰ τὸ ἐν ἀκροβυστία αὐτον πεπιστευκέναι εἰ μὴ καὶ τὴν πίστιν μιμήσαιντο οὕτως οὐδε οἱ ἐν περιτομὴ σχήσουσι διὰ τὸ μόνον περιτμηθῆναι τὸν Ἀβραὰμ εὰν μὴ καὶ τὴν πίστιν αὐτοῦ μιμήσωνται δῆλον ὡς καὶ ἐκπεσοῦνται τῆς πρὸς Ἀβραὰμ συγγενείας οἱ Ἰουδαῖοι ἐὰν μὴ πιστεύσωσι |
223 | 17r | Rom.4.12 | κγ | ἀλλὰ καὶ τοῖς στοιχοῦσι | στοιχοῦσι πειθομένοις ἐμμένουσιν |
223Ph | 17r | Rom.4.12 | | | |
224 | 17r | Rom.4.12 | κδ | τοῖς ἴχνεσι τῆς πίστεως | τοῖς ἴχνεσι τῆ μιμησε τῆ ὁμοιώσει |
225 | 17r | Rom.4.12 | κε | τῆς ἐν ἀκροβυστία τοῦ πατρὸς ἡμῶν Ἀβραάμ | πάλιν ὑπομιμνήσκει ὅτι ἐν ἀκροβυστία ἐπίστευσε καὶ ὕστερον περιετμήθη |
226 | 17r | Rom.4.13 | κϛ | οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῶ Ἀβραὰμ ἡ τῶ σπέρματι αὐτοῦ τὸ κληρονόμον αὐτον είναι τοῦ κόσμου | θαυμάσιον λέγει οὕτως φησι ἡ περιτομὴ χωρὶς πίστεως οὐκ ἰσχύει δικαιῶσαι οὐδε προπάτορα σοι ποιεῖ ὡς ἰουδαῖε τὸν Ἀβραὰμ ὅτι οὐδε ὁ νόμος ἐφ' ὦ μεγαφρονεις συνετέλεσεν τι εἰς τὰς ἐπαγγελίας τῶ Ἀβραὰμ ἀλλὰ μόνῃ ἡ πίστις ἀκροβύστω γὰρ ἔτι ὄντι καὶ πρὸ τοῦ νόμου ἐδόθησαν αἱ ἐπαγγελίαι πιστεύσαντι εἰ οὖν αὐτος ὁ νόμος οὐδὲν εἰς τὰς ἐπαγγελίας συνετέλεσεν σχολῇ γοῦν ἡ περιτομὴ πρὸς δικαιοσύνην ἐξαρκέσει |
226ex | 17r | Rom.4.13 | Σευηρια(νου) s | τὸ κληρονόμον αὐτον είναι τοῦ κόσμου | κληρονόμους τοῦ κόσμου τοὺς δικαίους ἔσεσθαι φησιν ὅτι τῶν ἀσεβῶν ἐκ μέσου γενομένων καὶ παραδοθέντων κολάσει ἐν τῆ τῆς κρίσεως ἡμέρα τὸν συμπάντα λοιπὸν κόσμον ἕξουσιν οἱ δίκαιοι ἀνακαινισθέντα καὶ αὐτῶν ἔσται τὰ οὐράνια ἀγαθὰ καὶ τὰ ἐπίγεια |
227 | 17r | Rom.4.13 | κζ | ἀλλὰ διὰ δικαιοσύνης πίστεως | τῆς πίστεώς φησι |
227Ph | 17r | Rom.4.13 | | | |
228 | 17r | Rom.4.14 | κη | εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι κεκένωται ἡ πίστις | ὁ γὰρ ἐχόμενος τοῦ νόμου ὡς σώζοντος ἀτιμάζει τὴν διὰ πίστεως σωτηρίαν κληρονόμοι δὲ οἷον τῆς τῶν οὐρανῶν βασιλείας |
229 | 17v | Rom.4.14 | κθ | καὶ κατήργηται ἡ ἐπαγγελία | ὡς οὐ χρειωδεις οὖσαι κατήργηνται αἱ ἐπαγγελίαι τουτέστιν ἄπρακτο γεγόνασιν πως εἰ γὰρ ἡ πίστις καταργεῖται δι' ἦν αἱ ἐπαγγελίαι δῆλον ὅτι συγκαταργοῦνται αἱ ἐπαγγελίαι εἰ δὲ αὗται καταργηθῶσιν οὔτε ὁ Ἀβραὰμ πατήρ τινος |
230 | 17v | Rom.4.15 | λ | ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται οὐ γὰρ οὐκ ἐστι νόμος οὐδε παράβασις | καὶ οὕτως φησι οὐ διὰ τοῦ νόμου βεβαιοῦνται αἱ ἐπαγγελίαι ὅτι τρόπον τινα καὶ ἐμποδίζονται πως ὅτι ὁ νόμος ὀργὴν καταργαζεται παραβαθεὶς δηλονότι οὐδεὶς γὰρ αὐτον ἴσχυσεν πληρῶσαι ἔνθα δὲ ὀργή πως ἥξουσιν αἱ ἐπαγγελίαι ἡ δὲ πίστις φησι τὴν χάριν εἰσάγει τοῦ θεοῦ χάριτος δὲ οὔσης ἔρχονται καὶ πληροῦνται αἱ ἐπαγγελίαι |
231 | 17v | Rom.4.16 | λα | διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν εἰς τὸ είναι βεβαίαν τὴν ἐπαγγελίαν | ἔνθα γὰρ χάρις θεοῦ οὐκέτι ἀμφίβολοι αἱ ἐπαγγελίαι ἀλλὰ βεβαίαι θεὸς γάρ φησιν ὁ δικαίων χάριτί τις ὁ κατακρίνων |
232 | 17v | Rom.4.16 | λβ | παντὶ τῶ σπέρματι | τὸ ὑπερβατον παντὶ τῶ σπέρματι Ἀβραάμ |
233 | 17v | Rom.4.16 | λγ | οὐ τῶ ἐκ τοῦ {νόμου ἀλλά /νόμου μόνον ἀλλά }* καί | ἐκ τοῦ νόμου λέγει τοὺς ἐξ Ἰουδαίων πιστεύσαντας |
234 | 17v | Rom.4.16-Rom.4.17 | λδ | τῶ ἐκ πίστεως Ἀβραὰμ ὃς ἐστι πατὴρ πάντων ἡμῶν καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε | τοὺς χωρὶς νόμου πιστοὺς γενομένους ὅρα δέ πως λοιπὸν συνάπτει τοὺς δύο λαοὺς καὶ πάντων ποιεῖ πατέρα τὸν Ἀβραάμ |
235 | 17v | Rom.4.17 | λε | κατέναντι οὐ ἐπίστευσεν θεοῦ τοῦ ζωοποιοῦντος | κατέναντι τουτέστιν ὥσπερ ὁ θεὸς οὐκ ἐστι μερικὸς ἀλλὰ πάντων θεὸς οὕτως καὶ ὁ Ἀβραὰμ πάντων πατήρ |
235Ph | 17v | Rom.4.17 | | | |
235exa | 17v | Rom.4.17 | s | | |
235exb | 17v | Rom.4.17 | s | κατέναντι οὐ ἐπίστευσε θεοῦ τοῦ ζωοποιοῦντος | ὥσπερ γάρ φησι πάντων ἐστι ποιητὴς ὁ θεὸς καὶ πάντων θεός τε καὶ κηδεμὼν οὕτω καὶ τὸν Ἀβραὰμ πάντων πατηρα κεχειροτόνηκεν οὐκ Ἰουδαίων μόνων ἀλλὰ πάντων τῶν πιστευόντων |
235exc | 17v | Rom.4.17 | s | κατέναντι οὐ ἐπίστευσε θεοῦ τοῦ ζωοποιοῦντος | ἀντὶ τοῦ ἐνώπιον πρὸ προσώπου οὐ ἐπίστευσεν θεοῦ |
236 | 17v | Rom.4.17 | λϛ | τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα | τὸν μὲν τῆς ἀναστάσεως καταβάλλεται λόγον πλὴν προφορως καὶ εἰς τὸ προκείμενον ἐπίστευσεν φησιν ὁ Ἀβραὰμ τῶ θεῶ ὅτι καὶ τοὺς νεκροὺς ζωοποιεῖ διὰ τοῦτο καὶ τὸ δοῦναι αὐτον σπέρμα γεγηρακότι ὁ γὰρ τοὺς νεκροὺς ζωοποιῶν καὶ τὰ μὴ ὄντα οὐσιῶν πολλῷ μᾶλλον δυνήσται τῶ νεκρωμενω {διὰ γερας /διὰ τὸ γερας }* σώματι δοῦναι σπέρμα |
236Pha | 17v | Rom.4.17 | | | |
236Phb | 17v | Rom.4.17 | | | |
236ex | 17v | Rom.4.18 | Σευηριανου s | ὃς παρ' ἐλπίδα | παρ' ἐλπίδα τῆς οἰκείας φύσεως ἐπ' ἐλπίδι τῆς τοῦ ἐπαγγειλαμένου δυνάμεως |
237 | 17v | Rom.4.18 | λζ | ὃς παρ' ἐλπίδα | τὴν ἀνθρωπίνην |
238 | 17v | Rom.4.18 | λη | ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτον πατέρα | τῆ τοῦ θεοῦ |
239 | 18r | Rom.4.18 | λθ | πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον οὕτως ἔσται τὸ σπέρμα σου | τῶν κατὰ πίστιν καὶ ἐπαγγελίαν τις δὲ αὐτοῦ υἱος διὰ πίστεως καὶ ἐπαγγελίας δοθεὶς δηλονότι Ἰσαὰκ ὁ γὰρ Ἰσμαὴλ κατὰ σάρκα ἦν αὐτοῦ |
240 | 18r | Rom.4.19 | μ | καὶ μὴ ἀσθενήσας τῆ πίστει οὐ κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον | πολλὰ μὲν ἦν τὰ ἀσθενῆ καὶ ἀδύναμον αὐτοῦ τὴν πίστιν γενέσθαι παρασκευάζοντα ἂλλ οὐδε πρὸς ἐν ἠσθένησεν ἡ γενναία ψυχὴ πρῶτον ὅτι πρὸς οὐδε ἐν τοιοῦτον παράδειγμα ἰδεῖν ἠδύνατο ἀλλὰ πρώτῳ ἡ τῆς παρ' ἐλπίδα παιδοποιίας δέδοται ἐπαγγελία δεύτερον τὸ {νενεκρῶσθαι /εννεκρωσθαι }* αὐτοῦ τῶ γερα τὸ σῶμα τρίτον τὸ συνενεκρῶσθαι τὴν μήτραν Σάρρας καὶ ἀδυνάτως ἔχειν πρὸς παιδοποιΐαν |
241 | 18r | Rom.4.19 | μα | ἑκατονταετής που ὑπάρχων καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας | καλῶς τὸ ἑκατονταετής που οὐ γὰρ ἦν ἑκατονταετὴς ἂλλ ἐνενήκοντα ἐννέα |
242 | 18r | Rom.4.20 | μβ | εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ | οὐ γὰρ ἦν ἔργων ἀποδειξις ἀλλὰ ψιλὰ ῥήματα |
243 | 18r | Rom.4.20 | μγ | οὐ διεκρίθη τῆ ἀπιστία | οὐκ εἶπεν οὐκ ἐπίστευσεν ἂλλ οὐ διεκρίθη τῆ ἀπιστία τουτέστιν οὐδε ἐνεδοίασεν οὐδε ἀμφέβαλεν |
244 | 18r | Rom.4.20 | μδ | ἂλλ ἐνεδυναμώθη τῆ πίστει | εἰπὼν ἐνεδυναμώθη δείκνυσι πολλῷ καμάτῳ καὶ δυνάμει ψυχῆς κατορθουμένην τὴν πίστιν |
245 | 18r | Rom.4.20 | με | δοὺς δόξαν τῶ θεῶ | πως ἐνεδυναμώθη δοὺς δόξαν φησι τῶ θεῶ τουτέστιν οὐ περιεργασάμενος πως ἐγχωρεῖ τοῦτο γενέσθαι ἂλλ εὐθὺς πιστεύσας καὶ εὐλογήσας ὡς εὐεργέτην τὸν θεὸν ὡς ἤδε δεδωκότα τὸ ἐπαγγελθέν |
246 | 18r | Rom.4.21 | μϛ | καὶ πληροφορηθεὶς ὅτι ὁ ἐπήγγελται δυνατὸς ἐστι καὶ ποιῆσαι | οὐκ εἶπε πιστεύσας ἂλλ ἐμφαντικώτερον πληροφορηθείς |
247 | 18r | Rom.4.22 | μζ | διὸ καὶ ἐλογίσθη αὐτω εἰς δικαιοσύνην | ὁρᾷς ὅτι ἀπὸ πίστεως ἐδικαιώθη |
248 | 18r | Rom.4.23 | μη | οὐκ ἐγράφη δὲ δι' αὐτον μόνον ὅτι ἐλογίσθη αὐτω | εἶτα ἵνα μὴ λέγωσιν οἱ ἀκροαταὶ καί τι πρὸς ἡμᾶς ἐκεῖνος γὰρ ἐδικαιώθη ἐπάγει ὅτι ταῦτα οὐ χάριν μόνου τοῦ πατριάρχου γέγραπται ἀλλὰ καὶ δι' ἡμᾶς ἵνα παράδειγμα τὸν Ἀβραὰμ ἔχοντες πιστοί τε ὁμοίως γινώμεθα καὶ ὁμοίως ἡ πίστις ἡμῖν εἰς δικαιοσύνην λογίζηται |
249 | 18r | Rom.4.24 | μθ | ἀλλὰ καὶ δι' ἡμᾶς οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν | εὐφυῶς εἰσέβαλεν εἰς τὸν περὶ τοῦ κυρίου λόγον καί φησιν οὐ διὰ τὰς οἰκείας ἁμαρτίας ἀπέθανεν ἐπεὶ οὐδε ανασταθηναι αὐτον ἔδει ὥσπερ οὐδε πρὸ τούτου τις ἀλλὰ διὰ τὰς ἡμῶν ἁμαρτίας ἵνα ἐξ ἑαυτῶν ἡμᾶς ἀπαλλάξη |
250 | 18v | Rom.4.25 | ν | ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν | ἵνα φησι δικαιώσῃ ἡμᾶς καὶ ἀπαλλάξη ἁμαρτιῶν οὐ γὰρ διὰ τοῦτο οἰκειωσάμενος τὰς ἁμαρτίας ἡμῶν δίκην θανάτου δέδωκεν ὑπὲρ ἡμῶν ἵνα ἡμᾶς ὑπευθύνους καὶ χρεωστας ἔχῃ θανάτου ἂλλ ἵνα δικαιώσῃ ἡμᾶς καὶ τέλεον ἀνευθύνους ἀφῇ |
251 | 18v | Rom.5.1 | να | δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου | πως δ' ἄν τις εἰρηνέυοι πρὸς τὸν θεὸν ἀκολουθῶν ταῖς ἐντολαῖς αὐτοῦ ὡς ὅ γε ἁμαρτάνων πολεμεῖ θεῶ |
251Ph | 18v | Rom.5.1 | | | |
252 | 18v | Rom.5.1 | νβ | ἡμῶν Ἰησοῦ Χριστοῦ | εἰ γὰρ δι' αὐτοῦ τῶν προγενομένων ἐλυτρώθημεν ἁμαρτιῶν δι' αὐτοῦ πάλιν καὶ τῆς εἰς αὐτον πίστεως μενοῦμεν μὴ ἁμαρτάνοντες καὶ γὰρ εὐχερὲς μᾶλλον φυλάξαι ἡ κτήσασθαι τὰ ἀγαθὰ τῆ αὐτοῦ συνεργίᾳ |
253 | 18v | Rom.5.2 | νγ | δι' οὐ καὶ τὴν προσαγωγὴν ἐσκήκαμεν | δι' αὐτοῦ γὰρ προσήχθημεν τῶ πατρὶ εἰ οὖν μακρὰν ὄντες ἐγγὺς γεγόναμεν τῶ θανάτῳ αὐτοῦ πολλῷ μᾶλλον ἐγγὺς ὄντες εἰρηνεύσομεν πρὸς αὐτον χάριτι αὐτοῦ |
254 | 18v | Rom.5.2 | νδ | τῆ πίστει | θεὶς τὰ τοῦ Χριστοῦ καὶ τὰ ἡμῶν τίθησι πρὸς γὰρ τὰς ἀφάτους δωρεᾶς τοῦ Χριστοῦ ἡμεῖς οὐδὲν πλὴν πίστεως ηνεγκαμεν |
254Ph | 18v | Rom.5.2 | | | |
255 | 18v | Rom.5.2 | νε | εἰς τὴν χάριν ταύτην ἐν ἡ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ | τουτέστι τὸ καταζιωθηναι τῆς τοῦ θεοῦ γνώσεως τὸ προσαχθῆναι αὐτω τὸ ἁμαρτιῶν ἀπαλλαγῆναι καὶ ὅσα τὸ βάπτισμα χαρίζεται τὸ δὲ ἑστήκαμεν βεβειοτητα δηλοῖ |
255Ph | 18v | Rom.5.2 | | | |
256 | 18v | Rom.5.3-Rom.5.4 | νϛ | οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργεζεται ἡ δὲ ὑπομονὴ δοκιμὴν ἡ δὲ δοκιμή | οὐ μόνον δέ φησιν ἐπὶ τοῖς δοθεῖσι καὶ τοῖς μέλλουσιν ἀγαθοῖς καυχώμεθα ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις είναι δοκοῦσιν οἷον ταῖς θλίψεσί τι δήποτε ὅτι πρὸς ὑπομονὴν ἡμᾶς ἀλείφουσιν τις δὲ τῆς ὑπομονῆς τὸ κέρδος δοκίμους φησι ποιεῖ τι δὲ τοῦ γενέσθαι δοκίμους τὸ ὄφελος ἐλπίδα ἡμῖν προξενεῖ τῶν μελλόντων ἀγαθῶν ὁ δέ γε ταῦτα ἐλπίζων οὐκ ἂν καταισχυνθείη ὁ μὲν γὰρ ἐπ' ἄνθρωπον ἐλπίζων ἴσως καὶ ψευσθείη τῆς ἐλπίδος ὁ δὲ ἐπὶ θεὸν οὐκέτι πλὴν οὐ μόνον φησιν ἐν οἷς ἑστήκαμεν ἀγαθοῖς ἀλλὰ καὶ ἐν τοῖς προσδοκωμένοις ὡς ἤδη παροῦσι καυχώμεθα τοῦτο γὰρ πίστεως ἀκριβοῦς καλῶς δὲ δόξης εἶπεν εκβαινοντα γὰρ τὰ ἐπαγγελλόμενα δοξάζεσθαι τὸν ἐπαγγειλάμενον ποιεῖ |
256Pha | 18v | Rom.5.4 | | | |
256Phb | 18v | Rom.5.4 | | | |
257 | 19r | Rom.5.4-Rom.5.5 | νζ | ἐλπίδα ἡ δὲ ἐλπὶς οὐ κατάισχυνει | ἄρα γε οἱ κακῷ συνειδότι πληττόμενοι οὐδε ἐλπίζουσιν ἀντίδοσιν ἀγαθοῦ καὶ κακοῦ ὁ γὰρ βούλεται ἕκαστος τοῦτο καὶ νομίζει |
258 | 19r | Rom.5.5 | νη | ὅτι ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν | καὶ πόθεν φησι δῆλον ὅτι ἐκεῖ δώσει ἡμῖν ἀγαθὰ ὁ θεὸς πόθεν ἐξ ὧν ἐνταῦθα δέδωκέν τι δὲ ἔδωκεν τὸ πνεῦμά φησιν ὅπερ ἐκ μόνης ἀγάπης θεοῦ ἧς ἠγάπησεν ἡμᾶς ἐπεφοίτησεν ἡμῖν οὐ γὰρ ἡμεῖς οἰκείοις κατορθώμασιν ἐπεσπασάμεθα τὴν χάριν τοῦ πνεύματος |
258ex | 19r | Rom.5.5 | Οικου(μενιου) * | | καλῶς δὲ τὴν ἀγάπην τοῦ θεοῦ ἡ ἐστιν ἡ δόσις τοῦ πνεύματος εἶπεν ἐκκεχύσθαι οἷον δαψιλῶς δεδόσθαι ἐν ταῖς καρδίαις ἡμῶν νοητὴ γὰρ ἡ ἐνοίκησις τοῦ προσκυνητοῦ καὶ τρισαγίου πνεύματος καινῷ μόνῳ καὶ καρδία λεπτή |
259 | 19r | Rom.5.6 | νθ | ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν | εἰπὼν τοῦ ἁγίου πνεύματος τὴν δόσιν μεταβαίνει εἰς τὸν θεόν |
259Ph | 19r | Rom.5.6 | | | |
260 | 19r | Rom.5.6 | ξ | ἀσθενῶν | τὰ μέλλοντα πιστωσάμενος ἐκ τῆς τοῦ ἁγίου πνεύματος δωρεᾶς νυν καὶ ἐκ τοῦ θανάτου τοῦ Χριστοῦ πιστοῦται εἰ γάρ φησιν ὑπὲρ ἀνδρὸς ἐναρέτου οὐκ ἄν τις ἕλοιτο ἀποθανεῖν σκοπεῖ μοι τοῦ δεσπότου τὴν ἀγαθότητα ὅτι τὸν υἱον ὑπὲρ ἀσεβῶν ἔδωκε τῆ ἁμαρτία |
261 | 19r | Rom.5.6-Rom.5.7 | ξα Οικου(μενιου) | κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν | τουτέστι κατὰ τὸν εὔκαιρον καὶ προσήκοντα καιρὸν καὶ χρόνον |
262 | 19r | Rom.5.8 | ξβ | συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν | συνίστησι βεβαιοῖ δείκνυσι |
263 | 19r | Rom.5.9 | ξγ | πολλῷ οὖν μᾶλλον δικαιωθέντες νυν ἐν τῶ αἵματι σωθησόμεθα δι' αὐτοῦ | εἰ γὰρ τότε φησιν οὐ περιεῖδεν ὅτε καὶ ἁμαρτωλοὶ ἦμεν καὶ χρεία ἦν πρὸς τὸ σῶσαι καὶ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ πόσῳ μᾶλλον νυν οὐ περὶ ιδοι ἀλλὰ σώσει ὅτε οὔτε ἁμαρτωλοὶ ἐσμεν δικαιωθέντες τῶ αἵματι τοῦ Χριστοῦ οὔτε ἔτι χρεία θανατωθῆναι τὸν υἱον αὐτοῦ |
264 | 19r | Rom.5.9-Rom.5.10 | ξδ | ἀπὸ τῆς ὀργῆς εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῶ θεῶ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν | τῆς μελλούσης κολάσεως |
265 | 19r | Rom.5.10 | ξε | τῆ ζωὴ αὐτοῦ | οὐκέτι γάρ φησι χρεία ὡς τὸ πρότερον δοῦναι τὸν υἱον εἰς θάνατον ἀλλὰ ζῶντος ἔσται ἡ σωτηρία οὐδὲν οὖν φησι δυσχερές |
266 | 19v | Rom.5.11 | ξϛ | οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν τῶ θεῶ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι' οὐ νυν | ἵνα μὴ ἐρυθριῶμεν καὶ ἀδημονῶμεν ὅτι τοσοῦτον γεγόναμεν ἀσεβεῖς ὡς χρείαν γενέσθαι καὶ τοῦ θανάτου τοῦ υἱοῦ πρὸς τὸ σωθῆναι ἡμᾶς ἐπάγει οὐ μόνον δὲ ἐσώθημεν φησιν ἀλλὰ καὶ καυχᾶσθαι ὀφείλομεν τοιγαροῦν καὶ καυχώμεθα ὅτι ὅλως ἀπέθανε Χριστὸς ὑπὲρ ἡμῶν ὄντων ἀσεβῶν τοῦτο γὰρ τὴν ἄγαν τοῦ πατρὸς ἀγάπην δηλοῖ ὅτι καὶ ὑπὲρ ἀσεβῶν τὸν υἱον δέδωκεν τοὺς δὲ ἀγαπωμένους ὑπο θεοῦ οὐκ ἐγκαλύπτεσθαι οὐδε ἀδημονεῖν ἂλλ ἀγάλλεσθαι καὶ καυχᾶσθαι ἐν θεῶ προσήκει |
267 | 19v | Rom.5.11 | ξζ | τὴν καταλλαγὴν ἐλάβομεν | τὴν οἷον οἰκείωσιν καὶ τὸ διαλλαγῆναι ἡμῖν ὀργιζόμενον πρὸ τούτου τὸν θεόν |
268 | 19v | Rom.5.12 | ξη | διὰ τοῦτο ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος | κατασκευάσας ἄνω πολλαχῶς τὸ δεδικαιῶσθαι ἡμᾶς τῆ τε μετουσίᾳ τοῦ πνεύματος καὶ τῶ θανάτῳ τοῦ υἱοῦ νυν καὶ ἐκ τοῦ εὔλογο αὐτο κατασκευάζει ὅτί φησι καὶ εὔλογον ἦν τοὺς διὰ ένα ανθρωοπον ἁμαρτωλοὺς καὶ θνητους γινομένους ἐπεὶ ἐζηλώσαμεν αὐτοῦ τὴν παρακοὴν διὰ τὸν ἕνα ἄνθρωπον τὸν κύριον δηλάδη σωθῆναι δικαιωθέντας καὶ ἀπαθανατισθέντας |
268Ph | 19v | Rom.5.12 | | | |
269 | 19v | Rom.5.12 | ξθ | καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν | ἐφ' ὦ Ἀδὰμ δι' ὃν Ἀδὰμ ἡ ὅτι ἐπ' αὐτω καὶ οἱ ἄλλοι |
270 | 19v | Rom.5.12 | ο Οικου(μενιου) | ἐφ' ὧι πάντες ἥμαρτον | ἵνα μή τις ἀδικίαν ἐγκαλέσῃ τῶ θεῶ ὅτι τοῦ Ἀδὰμ πταίσαντος ἡμεῖς ἀποθνήσκομεν ἐπάγει ἐφ' ὦ πάντες ἥμαρτον ὡσεὶ ἔλεγεν αὐτος μὲν τὴν ἀρχὴν παρεσχε καὶ τὴν αἰτίαν ὅτι πάντες ἡμάρτομεν κατὰ ὁμοίωσιν αὐτοῦ |
270Ph | 19v | Rom.5.12 | | | |
271 | 19v | Rom.5.13 | οα | ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου | θέλει δεῖξαι ὅτι οὐ τοσοσυτον διὰ τὰς ἁμαρτίας ἡμῶν ἀποθνήσκομεν ὅσον διὰ τὸν Ἀδὰμ χώραν δεδωκότα τῶ θανάτῳ ἐκ τῆς παρακοῆς καί φησιν ἦν μὲν ἐν τοῖς ἀνθρώποις καὶ πρὸ τοῦ νόμου ἡ ἁμαρτία πλὴν οὐκ ἐλογίζετο αὐτοῖς διὰ τὸ μὴ είναι νόμον τὸν ἀπαγορεύοντα τὴν ἁμαρτίαν μὴ λογιζομενης οὖν τῆς ἁμαρτίας ἀπέθνησκον οἱ ἄνθρωποί τι δήποτε ἄρα οὐ πρόδηλον ὅτι διὰ τὴν τοῦ Ἀδὰμ κατάκρισιν |
271exa | 19v | Rom.5.13 | Οικου(μενιου) | | ὅρα δὲ τὴν ἀσφάλειαν τοῦ ἀπόστολο ἵνα μὴ δόξωμεν λοιπὸν ἀδικεῖσθαι διὰ ἄλλον ἀποθνήσκοντες εἶπεν ἁμαρτία ἦν ἐν κόσμῳ εἰ καὶ μὴ ἐλογίζετο τοιγαροῦν οὐ μόνον διὰ τὸν Ἀδὰμ ἀλλὰ καὶ διὰ τὴν ἁμαρτίαν ἀπεθνήσκομεν |
271exb | 19v | Rom.5.13 | κ(αι)(παλιν) τ(ου) αυτ(ου) | | ἐγὼ νομίζω ἁμαρτίαν λέγειν αὐτον ἐνταῦθα τὴν ἐκ τῆς παραβάσεως τοῦ Μωσέως νόμου καὶ τῶν ἐκεῖσε ἐπιταγμάτων συνισταμένην οἷον τοῦ δεῖν περιτέμνεσθαι τοῦ σαββατίζειν καὶ τάδε μὲν ἐσθίειν τῶνδε δὲ ἀπέχεσθαι ἐπεὶ ἡ καθόλου ἁμαρτία ἦν καὶ αυτὴ τῆ τῶν ἀνθρώπων φύσει γινωσκομένη καὶ ἦν καὶ ἐνελογεῖτο οἷον ἀνδροφονία κλοπὴ παιδοφθορία καὶ τὰ ὁμοία καὶ μάρτυρες τούτων Κάϊν Λάμεχ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ οἱ Σοδομῖται ἐπὶ γὰρ τούτων τῶν ἁμαρτιῶν καὶ ὁ φυσικὸς ἔκειτο νόμος ὁ γὰρ δημιουργὸς παράγων εἰς γένεσιν τὸν ἄνθρωπον τῶν τε πρακτέων τῶν τε οὐ πρακτέων φυσικήν τινα γνῶσιν ἐνέθηκεν φασὶ δέ τινες τῶν πατέρων ὧν ἐστι καὶ Γρηγόριος ἐν τῶι τοῦ ἀνθρώπου ποιήματι καὶ τὴν ἐντολὴν τὸν Ἀδὰμ δοθεῖσαν φαγεῖν ἐκ τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν ξύλου νόμον είναι ἁμαρτιῶν τούτων δὴ τῶν καθόλου ἀπείργοντα τὸ γὰρ ξύλον τὸ ποιητικὸν τῆς γνώσεως τοῦ καλοῦ καὶ πονηροῦ ἁμαρτίαν είναι ἐδέξαντο |
271Ph | 19v | Rom.5.13 | | | |
272 | 20r | Rom.5.14 | οβ | ἂλλ ἐβασίλευεν ὁ θάνατος ἀπὸ Ἀδάμ | εἱρμόν φησιν λαβὼν τὴν Ἀδὰμ παράβασιν |
272Ph | 20r | Rom.5.14 | | | |
273 | 20r | Rom.5.14 | ογ | μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῶ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ | Μωσέα φησι πᾶσαν τὴν παλαιὰν ὡς ἐκεῖ εἰ Μωσέως οὐκ ακουσι τὸν οὖν ἄχρι τῆς ἐπιδημίας τοῦ Χριστοῦ χρόνον Μωσέα λέγει φησιν οὖν ὅτι ἄχρι τῆς παλαιᾶς διαθήκης ἐπεκράτει ὁ θάνατός νυν δὲ ἐν τῆ νέα χάριτι Χριστοῦ λέλυται τῶ αἵματι τοῦ θεοῦ ἡμῶν μὴ ἁμαρτήσαντας δέ φησι τοὺς πρὸ τοῦ νόμου |
273ex | 20r | Rom.5.14 | Οικουμενιου * | | οὐκ ἐπειδὴ οἱ πρὸ τοῦ νόμου οὐχ ἡμάρτανον μᾶλλον γὰρ ἐκεῖνοι τῶν μετὰ τὸν νόμον ἀλλὰ διὰ τὴν αἰτίαν ἦν αὐτος εἶπεν ὅτι ἁμαρτία μὲν ἦν καὶ ἐνηργεῖτο παρὰ τῶν ἀνθρώπων οὐκ ἐλογίζετο δὲ αὐτοῖς διὰ τὸ μὴ είναι νόμον τὸν τὴν ἁμαρτίαν ἀπαγορεύοντα ὅσον οὖν πρὸς τὸ μὴ λογίζεσθαι πρὸ τοῦ νόμου τὴν ἁμαρτίαν ἁμαρτία γάρ φησιν οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου ἀναμάρτητο ἦσαν τὸ τηνικάδε οἱ ἄνθρωποι καίτοι ἁμαρτάνοντες |
273Ph | 20r | Rom.5.14 | | | |
274 | 20r | Rom.5.14-Rom.5.15 | οδ | ὃς ἐστι τύπος τοῦ μέλλοντος ἂλλ οὐχ ὡς τὸ παράπτωμα | ὅς φησιν Ἀδὰμ τύπος ἦν τοῦ μέλλοντος ἔρχεσθαι τουτέστι τοῦ Χριστοῦ πως ὥσπερ φησι τῶ θανάτῳ τοῦ Ἀδὰμ πάντες ἀπέθνησκον οὕτως τῶ θανάτῳ τοῦ Χριστοῦ πάντες ζησόμεθα καὶ ἀναστησομεθα ὁ οὖν τύπος ἐκ τοῦ ἐναντίου συμβέβηκεν |
274ex | 20r | Rom.5.15 | Ιω(αννου) s | ὃς ἐστι τύπος τοῦ μέλλοντος ἂλλ οὐχ ὡς τὸ παράπτωμα | ὥσπερ ἐκεῖνος τοῖς ἐξ αὐτοῦ καίτοι γε μὴ φαγοῦσιν ἀπὸ τοῦ ξύλου γέγονεν αἴτιος θανάτου διὰ τὴν βρῶσιν εἰσαχθέντος οὕτως καὶ ὁ Χριστὸς τοῖς ἐξ αὐτοῦ καίτοι γε μὴ δικαιοπραγήσασι γέγονε πρόξενος δικαιοσύνης |
275 | 20r | Rom.5.15 | οε * | | ὅρα τι λέγει οὐχ οὕτως ἰσχύει φησι τὸ παράπτωμα τοῦ Ἀδὰμ ὅσον τὸ χάρισμα τοῦ θεοῦ εἰ οὖν τοσοῦτον ἴσχυσε τὸ παράπτωμα τοῦ Ἀδὰμ καίτοι ἀσθενὲς ὃν καὶ κατὰ πολὺ ἡττώμενον τῶ χαρίσματι τοῦ θεοῦ ώστε καὶ τοὺς μὴ ἁμαρτήσαντας θανατῶσαι πόσῳ μᾶλλον ὑπερισχύσει τὸ χάρισμα τοῦ θεοῦ καὶ τοὺς μὴ κατορθώσαντας ζωοποιῆσαι τῆ ἀναστάσει |
276 | 20r | Rom.5.15 | οϛ | οὕτως καὶ τὸ χάρισμα εἰ γὰρ τῶ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον | βούλεται δεῖξαι μείζονα ἐνεργήσασαν τὴν τοῦ Χριστοῦ χάριν ἤπερ ἐνήργησε τὸ τοῦ Ἀδὰμ παράπτωμα καί πως τοῦτο καὶ γὰρ ὁρῶμεν τὰ ἴσα ἐνεργήσαντα εἰ καὶ ἐναντία τὰ ἐνεργηθέντα ὥσπερ γὰρ ἡ ὑπακοὴ τοῦ Χριστοῦ εἰς πάντας ἀνθρώπους παρέπεμψε τὴν ζωὴν καὶ τὴν ἀνάστασιν τὸν ἴσον τρόπον καὶ ἡ παρακοὴ τοῦ Ἀδὰμ εἰς πάντας ἀνθρώπους παρέπεμψε τὸν θάνατόν πως οὖν φησι οὐχ ὡς τὸ παράπτωμα οὕτως καὶ τὸ χάρισμα |
276ex | 20r | Rom.5.15 | Οικου(μενιου) * | | καὶ οὕτως ἔχοντος τοῦ πράγματος καθὼς εἶπας μεῖζον ἐνήργησεν ἡ χάρις τοῦ θεοῦ καὶ οὐ κατὰ τοῦτο λέγω μεῖζον ὡς ἄν τις οἰηθείη καθ' ὁ μείζων καὶ διαφορωτέρα ἡ ζωὴ τοῦ θανάτου ἂλλ ὅτι καὶ αὐτω τῶ ἔργῳ καὶ τῆ ἐνέργεια μεῖζον εἰργάσατο ἡ Χριστοῦ ὑπακοὴ τῆς Ἀδὰμ παραβάσεως πως ὅτι ὁ μὲν θάνατος ὁ τὴν ἀρχὴν ἐκ τοῦ Ἀδὰμ λαβὼν συνεργίαν ἔσχεν καὶ τὴν ἡμῶν ἁπάντων ἁμαρτίαν ἵνα κατὰ πάντων ἰσχύσῃ οὐ πάντως ἰσχύειν μέλλων εἰ καθαροὶ παντὸς ῥύπου ἔμειναν οἱ ἄνθρωποι ἡ δέ γε Χριστοῦ χάρις καὶ ἄνευ τῆς ἡμῶν συνερεργιας εἰς πάντας ἀφίκετο καὶ τοῦτο δηλοῖ τὸ τὴν χάριν τῆς ἀναστάσεως μὴ μόνον εἰς τοὺς πιστοὺς ἐνεργεῖσθαι τοὺς οἷον δόξαντας τὴν πίστιν συνεισφέρειν ἀλλὰ καὶ εἰς τοὺς ἀπίστους οἷον Ιουδαδιους καὶ Ἕλληνας μεῖζον οὖν τὸ μὴ προσδεηθὲν τῆς ἀφ' ἡμῶν συμμαχίας τοῦ δεηθέντος καὶ τῆς ἡμῶν αὐτῶν εἰς τὸ ἴσχυσα συνεργιας |
277 | 20v | Rom.5.15 | οζ | πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῆ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε | οὐ μόνον φησιν ἡ χάρις τοῦ πατρὸς ἀλλὰ δὴ καὶ τοῦ υἱοῦ τοῦτο δὲ κατασκευαστικὸν ἐστι τοῦ δυνατὸ ὅτί φησι χάρις πατρὸς καὶ υἱοῦ ὅπου δὲ πατὴρ καὶ υἱος εὔδηλον ὅτι καὶ τὸ πνεῦμα δύναται πάντας σῶσαι |
278 | 20v | Rom.5.16 | οη | καὶ οὐχ ὡς | καὶ οὐχ ὥσπερ ἡ ἁμαρτία φησι τοῦ Ἀδὰμ οὕτως καὶ ἡ δωρεὰ τοῦ θεοῦ ἂλλ ἡ δωρεὰ μείζων πως τὸ μὲν γὰρ κρίμα τουτέστι τὸ κατάκριμα ἐκ τοῦ ἑνὸς Ἀδὰμ εἰς πάντας ἦλθεν ἀνθρώπους τὸ δὲ χάρισμα καὶ ἡ δωρεὰ τοῦ θεοῦ τοσοῦτον ὑπερίσχυσεν ώστε καὶ αὐτὴν τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν ἐξαλεῖψαι καὶ οὐ μόνον ἐκείνην ἀλλὰ καὶ τὰ λοιπὰ ἁμαρτήματα τῶν ἀνθρώπων ἅπερ μετὰ τὴν ἁμαρτίαν ἐκείνην ἥμαρτον καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ εἰς δικαίωμα τουτέστιν εἰς δικαιοσύνην ἅπαντας ἤγαγεν πολὺ δὲ τὸ μέσον ἀμνηστίας ἁμαρτιῶν καὶ δικαιοσύνης |
279 | 20v | Rom.5.16 | οθ | δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα | ἡ σύνταξις καὶ οὐχ οὕτως φησι τὸ δώρημα ὡς ἡ διὰ τοῦ ἑνὸς {αμαρτηστατος /αμαρτησταντος }* παράβασις καὶ ἁμαρτία ἂλλ ἡ δωρεά φησι πολλῷ μᾶλλον |
280 | 20v | Rom.5.17 | π | εἰ γὰρ τῶ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνός | πάλιν τὸ αὐτο κατασευαζει καί φησιν εἰ γὰρ τῶ παραπτώματι τοῦ Ἀδὰμ διὰ τὸν ένα αὐτον ὁ θάνατος ἐβασίλευσεν πολλῷ μᾶλλον ἡμεῖς οἱ τὴν χάριν λαβόντες καὶ τὴν δωρεὰν καὶ τὴν δικαιοσύνην οὐχ ὑπαχθησόμεθα θανάτῳ ἀλλὰ ζήσομεν |
280Ph | 20v | Rom.5.17 | | | |
281exa | 20v | Rom.5.17 | πα Οικου(μενιου) | πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῆι βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ | περισσείαν φησι τὴν δαψίλειαν τοῦτο δὲ κατασκευαστικὸν ἐστι τοῦ πάντως ἐν ζωὴ βασιλεῦσαι ὅσω καὶ ἡ χάρις οὐ φειδωλῶς οὐδε μεμετρημένως ἐδόθη ἂλλ ἐκ περισσείας |
281exb | 20v | Rom.5.17 | s | πολλῷ μᾶλλον περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῆι βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ | οὐ μόνον ἵνα ζήσωμεν ἐδόθη ἡ χάρις τοῦ θεοῦ καὶ ἡ ἁμαρτία ἀναιρεθῇ καὶ ἡ κόλασις συναναιρέθη ἂλλ ἵνα καὶ υἱοὶ θεοῦ γενώμεθα καὶ συγκληρονόμοι Χριστοῦ καὶ κληρονόμοι πατρὸς καὶ σύσσωμοι τοῦ υἱοῦ καὶ ἀλλὰ μυρία ἀγαθὰ διὰ τοῦτό φησιν οἱ τὴν περισσείαν τῆς χάριτος λαμβάνοντες |
282 | 20v | Rom.5.18 | πβ | ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα οὕτω καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς | πάλιν τῶ αὐτω ἐπαγωνίζεται λόγῳ ἐπειδὴ γὰρ παράδοξον ἐδοκει τῆι τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ ζωὴ καὶ δωρεὰ καὶ κατορθώματι ἅπαν σώζεσθαι τὸ γένος τῶν ἀνθρώπων πολλαχῶς αὐτο κατασκευάζει |
283 | 21r | Rom.5.19 | πγ | ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου | τὸ αὐτο πάλιν λέγει ἐπὶ χειρημα |
284 | 21r | Rom.5.19 | πδ | ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί | τουτέστι θανάτῳ καὶ κολάσει |
284ex | 21r | Rom.5.19 | Οικου(μενιου) * | | ἡ διὰ τὸ τάξει καὶ εἰρμῷ εἰς πάντας τοὺς τοῦ γένους διαβῆναι τὴν τοῦ προπάτορος ἁμαρτίαν πάντων κατά τινα μίμησιν καὶ διδαχὴν ἐπιτελούντων αὐτήν |
285 | 21r | Rom.5.19 | πε | οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί | ὑπήκοος γὰρ γέγονε τῶ πατρὶ μέχρι θανάτου θανάτου δὲ σταυροῦ |
286 | 21r | Rom.5.20 | πϛ | νόμος δέ | καθαίρει τοῦ νόμου τὴν δόξαν πρὸς Ἰουδαίους γὰρ ἦν αὐτω ὁ ἄγων καί φησιν οὐ μόνον οὐδὲν ἡμᾶς ὤνησεν ὁ νόμος ἀλλὰ καὶ ηὔξησεν τὰς ἁμαρτίας ἐκ τοῦ παραβαίνεσθαι τὸ δὲ ἵνα οὐκ αἰτιολογικῶς κεῖται ἀλλὰ τὸ ὅπως ἐξέβη δηλοῖ οὐ γὰρ διὰ τοῦτο ἐδόθη ἵνα πλεονάσῃ τὴν ἁμαρτίαν ἄπαγε ἂλλ ἵνα σώσῃ καὶ παιδεύσῃ μὴ φυλαχθεὶς δὲ ηυξεσεν τὴν ἁμαρτίαν οὐ παρὰ τὴν οἰκείαν φύσιν ἀλλὰ παρὰ τὴν τῶν μὴ φυλαξάντων αὐτον ραθυμιαν καὶ παράβασιν |
286ex | 21r | Rom.5.20 | Γενναδιου s | νόμος δέ | ἔοικε τοῦτο τῆ πρὸς Γαλάτας ὁ νόμος τῶν παραβάσεων χάριν προσετέθη τὸ γὰρ ἵνα κἀνταῦθα κατὰ τὸ ἰδίωμα τέθεικεν σηναίνει γὰρ τὸ ἀκολουθον τοῖς γὰρ μετὰ τὸ Ἀδάμ φησιν ἅπασι μᾶλλον δὲ καὶ αὐτω τῶ Ἀδὰμ νόμου δοθέντος ἐπλεόνασεν τὸ παράπτωμα ὅσω γὰρ τὰ παραγγέλματα πλείω τοσούτῳ παραβαινομένων αὐτῶν καὶ τὰ παραπτώματα |
286Ph | 21r | Rom.5.20 | | | |
287 | 21r | Rom.5.20 | πζ | παρεισῆλθεν | τὸ πρὸς καιρὸν αὐτοῦ δείκνυσιν |
288 | 21r | Rom.5.20 | πη | ἵνα πλεονάσῃ τὸ παράπτωμα | πολλὰς γὰρ δοὺς ἐντολὰς παραβαθεὶς ἐπλεόνασεν |
289 | 21r | Rom.5.20 | πθ | οὐ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία | μὴ φοβηθῇς φησιν ὅτι ἐπλεόνασεν ἡ ἁμαρτία καὶ γὰρ τῆ τῶν ἀνθρώπων παραβάσει εἰς δέον καὶ συμφέρον ἐχρήσατο ἄπορον τοῖς ἀπόροις μηχανώμενος ὁ θεὸς ἐκ γὰρ τούτου ἡ χάρις διὰ Χριστοῦ μείζων καὶ πολυποθητεα γεγένηται ἧς οὕτως γενομένης ἡ πίστις μᾶλλον ἐπέδωκεν οὐκοῦν ἐκ τοῦ πλεονασμοῦ τῆς ἁμαρτίας οὐχ ἡ κόλασις ἐπλεονάσθη ἂλλ ἡ σωτηρία γέγονεν ἐρασμιωτέρα |
290 | 21r | Rom.5.20 | ϟ | ὑπερεπερίσσευσεν ἡ χάρις | οὐ γὰρ μόνον τῶν ἁμαρτημάτων ἀπήλλαξεν ἂλλ καὶ μυρία ἀγαθὰ δέδωκεν |
290ex | 21r | Rom.5.20 | | | |
291 | 21r | Rom.5.21 | ϟα | ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῶ θανάτῳ | ἡ γὰρ ἁμαρτία ενταξει βασιλέως ὁ δὲ θάνατος ενταξει στρατιώτου καὶ ὑπουργοῦ γεγένηται ἐν τῶ θανάτῳ διὰ τοῦ θανάτου |
292 | 21r | Rom.5.21 | ϟβ | οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον | χάρις μὲν γὰρ καὶ χάρις θεοῦ καὶ δικαιοσύνη μείζων κατορθοῖ ἁμαρτίας καὶ θανάτου ὅμως αὐτος ἐκ περιουσίας εἶπεν οὕτως |
292Ph | 21r | Rom.5.21 | | | |
293 | 21r | Rom.5.21 | ϟγ | διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν | διὰ τῆς τοῦ Χριστοῦ δηλονότι δικαιοσύνης |
294 | 21v | Rom.6.1 | ϟδ | τι οὖν ἐροῦμεν | τι οὖν φησι διὰ τῆς τῶν εἰρημένων ἀκολουθίαν ἔλθωμεν εἰς τοιάδε ῥήματα καὶ λέγει ποία |
295 | 21v | Rom.6.1 | ϟε | ἐπιμενοῦμεν τῆ ἁμαρτία ἵνα ἡ χάρις πλεονάσῃ | ἐπειδὴ εἶπεν ἄνω οὐδε ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις ἵνα μὴ τοῖς ἀνοήτοις είναι δόξῃ τὰ εἰρημένα προτροπὴ ἁμαρτίας ἀναιρεῖ αυτά |
296 | 21v | Rom.6.2 | ϟϛ | μὴ γένοιτο | ὅπερ ἐπὶ τῶν ὡμολογημένων ὡς ἀτοπων εἰώθαμεν λέγειν |
297 | 21v | Rom.6.2 | ϟζ | οἵτινες ἀπεθάνομεν τῆ ἁμαρτία πως ἔτι ζήσομεν ἐν αὕτη | ἡ ὅτι τὸ αὐτῆς φησι μέρος ἐνεκρώθημεν πως οὖν ἔνεστιν ἐκ τῆς αὐτῆς καὶ νεκροῦσθαι καὶ ζῆν ἡ ὅτι νεκροί φησι γεγόναμεν τῆ ἁμαρτία πιστεύσαντες τῶ Χριστῷ καὶ βαπτισθέντες οὐδει οὖν φησι τοὺς τὴν σωτεριον νέκρωσιν ὑπομείναντας ζῆσαι τὴν κακὴν ζωὴν τῆς ἁμαρτίας ἐνεκρώθημεν δὲ τῆ ἁμαρτία πως εἰς τὸ μὴ ὑπακούειν φησιν αὐτῆς |
297ex | 21v | Rom.6.2 | Σευηριανου s | οἵτινες ἀπεθάνομεν τῆ ἁμαρτία πως ἔτι ζήσομεν ἐν αὕτη | ἐπειδὴ βαπτιζόμενοι ὁμολογοῦμεν ἀποτεθνηκέναι τῶ κόσμῳ καὶ ἀποτάττεσθαι τῆ ἁμαρτία καὶ τῶ διαβόλῳ |
298 | 21v | Rom.6.3-Rom.6.4 | ϟη | ἡ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν συνετάφημεν οὖν αὐτω διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν | ἐπιπληκτικωτέρῳ λόγῳ κέχρηται ἑρμενεύων πως ἀπεθάνομεν τῆ ἁμαρτία καί φησιν ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν εἰς τοῦτο ἐβαπτίσθημεν εἰς τὸ καὶ αὐτοὶ ἀποθανεῖν θάνατον γὰρ μιμεῖται τὸ βάπτισμα τοῦτο γὰρ δηλοῖ τὸ εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν εἰ γὰρ καὶ μὴ σωματικὸς ἐστι θάνατος τὸ βάπτισμα ἁμαρτιῶν μέντοι |
298Ph | 21v | Rom.6.4 | | | |
299 | 21v | Rom.6.4 | ϟθ | διὰ τῆς δόξης τοῦ πατρός | πιθανὴν ποιεῖ τὴν ἀνάστασιν διὰ τῆς τοῦ ἐγείραντος δόξης καλῶς δὲ τὸν πατέρα φησιν ἐγηγερκέναι νηπίοις γὰρ ἔτι διαλέγεται |
299ex | 21v | Rom.6.4 | Θεοδωριτου * s | διὰ τῆς δόξης τοῦ πατρός | δόξαν τοῦ πατρὸς τὴν θεότητα καλεῖ τοῦ Χριστοῦ καὶ γὰρ ἐν ἑτέρῳ φησιν ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ πατὴρ τῆς δόξης |
300 | 21v | Rom.6.4 | ρ | οὕτως καὶ ἡμεῖς | ἀκολουθον ἦν εἰπεῖν οὕτως καὶ ἡμεῖς ἀναστησομεθα ἂλλ εἰς πολιτείαν ἦλθεν ἑτέραν ἡμᾶς ἀπαιτῶν ἀνάστασιν τὴν διὰ χρηστῆς πολιτείας ἐν ἡ νεκροῦται μὲν ἡ ἁμαρτία ἀνίσταται δὲ βίος ἐνάρετος |
301 | 21v | Rom.6.4 | α | ἐν καινότητι ζωῆς περιπατήσωμεν | ὁ πόρνος ἐν ὦ μηκέτι πορνεύη καὶ ἅρπαξ μὴ ἀρπάζη τοῦτο καινότης ζωῆς |
301Pha | 21v | Rom.6.4 | | | |
301Phb | 21v | Rom.6.4 | | | |
302 | 22r | Rom.6.5 | β | εἰ γὰρ σύμφυτοι γεγόναμεν τῶ ὁμοιώματι | ὁμοιοτητα δεῖξαι ἐπιχειρεῖ ἡμῶν τε καὶ τοῦ Χριστοῦ καί φησιν εἰ σύμφυτοι οἷον συμμέτοχοι γεγόναμεν τοῦ θανάτου σύμφυτους δὲ λέγει διὰ τοῦτο ὥσπερ τὸ σῶμα τὸ δεσποτικὸν ταφὲν ἐν τῆ γῆ ἔφυσεν σωτηρίαν τῶ κόσμῳ οὕτω καὶ τὸ ἡμῶν φησιν ταφὲν ἐν τῶ βαστισματι ἔφυσεν ἡμῖν αὐτοῖς δικαιοσύνην |
303 | 22r | Rom.6.5 | γ | τοῦ θανάτου αὐτοῦ | ὁμοίωμα γὰρ θανάτου ἔχομεν ἐν τῶ βαπτίσματι οὐ σωματικὸν θάνατον αἱ γὰρ τρεῖς κατάδυσεις καὶ ἀναδύσεις τοῦ βαπτίσματος θάνατον καὶ ἀνάστασιν σημαίνουσιν |
303exa | 22r | Rom.6.5 | τ(ου) αγι(ου) Κυριλλ(ου) εν τ(ω) ΙΒ βιβ(λιω) κ(α)τ(ά) Ιουλ(ιανου) * | | ὁμοίωμα θανάτου ὁ Χριστοῦ θάνατος διὰ τὸ μὴ απομεμενηκενα αὐτον τῶ θανάτῳ ἀλλὰ ἀναβιῶναι τριήμερον |
303exb | 22r | Rom.6.5 | | | καὶ πάλιν ὁμοίωμα θανάτου τὸ πάθος ἦν ἐν τῶ Χριστῷ καὶ μάλα εἰκοτως ἀνεβίω γὰρ καὶ οὐ μεμένηκε νεκρός |
304 | 22r | Rom.6.5 | δ | ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα | τῆς ὅταν ἀναστῶμεν |
304ex | 22r | Rom.6.5 | Οικουμε(νιου) * | | καὶ ὅρα ἀγαθότητα θεοῦ τὸν μὲν θάνατον τοῦ κυρίου ὡς ἐν εἰκόνι ἀπεθάνομεν τῆς δὲ ἀναστάσεως ἀληθῶς κοινωνήσομεν |
305 | 22r | Rom.6.6 | ε | τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη | εἶτα λέγει πως ἡμῖν ἔσται ἐπίδοξος ἡ ἀνάστασις καί φησι τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος τουτέστιν ὁ κατεγνωσμένος βίος συνεσταυρώθη τῶ Χριστῷ διὰ τοῦ βαπτίσματος ἐφ' ὦ τε φησι καταργηθῆναι τὸ σῶμα τῆς ἁμαρτίας τουτέστιν ἵνα νέκρωσιν αἱ κακαὶ πράξεις ὑπομείνωσιν ἃς λέγει καὶ σῶμα ἁμαρτίας |
305Ph | 22r | Rom.6.6 | | | |
305ex | 22r | Rom.6.6 | Θεοδ(ωρητου) s | ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη | παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ἐκάλεσεν ἀλλὰ τὴν πονηρὰν γνώμην ταύτην δὲ ἔφη τῶ βαπτίσματι νεκρωθῆναι |
306 | 22r | Rom.6.6 | ϛ | ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῆ ἁμαρτία | εἰς τοῦτό φησιν ἵνα καταργηθῇ καὶ νεκρωθῇ εἰς τὸ μηκέτι ὑποπεσεῖν ἁμαρτία νέκρωσιν δέ φησι τὸ ὅσον εἰς τὸ ἁμαρτάνειν ἵνα εἴη νεκρὸν νεκρὸς γὰρ οὐχ ἁμαρτάνει |
306ex | 22r | Rom.6.6 | Κυριλλου s | ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῆι ἁμαρτίαι | κατήργηται δὲ καὶ τὸ σῶμα τῆς ἁμαρτίας τουτέστιν τῶν ἐν αὕτη κινημάτων ἡ ἔμφυτος ἀγριότης κατασείουσα μὲν ἀεὶ πρὸς τὰ αἰσχίω τὸν νοῦν ἐνιεῖσα δὲ ὥσπερ πηλῷ τὰς γεωδεστέρας ἡδονὰς καὶ τοῦτό φησι τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ὧι ἠσθένει διὰ τῆς σαρκὸς ὁ πατὴρ τὸν ἑαυτοῦ υἱον πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῆ σαρκὶ ὁρᾷς πως τὸ σῶμα τῆς ἁμαρτίας κατήργηται κατακέκριται γὰρ ἐν τῆ σαρκὶ τῆς ἁμαρτίας τὸ κέντρον καὶ νενέκρωται μὲν ἐν πρώτῳ Χριστῷ διέβη δὲ παρ' αὐτοῦ τε καὶ δι' αὐτοῦ καὶ εἰς ἡμᾶς ἡ χάρις |
307 | 22r | Rom.6.7 | ζ | ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας | ὁρᾷς ὅτι ὅσον εἰς τὸ ἁμαρτάνειν δεῖ ἡμᾶς είναι νεκροὺς ὁ γὰρ ἀποθανών φησι δεδικαίωται τουτέστιν ἀπήλλακται καὶ ἠλευθέρωται ἀπὸ τῆς ἁμαρτίας τινες δὲ τοῦτο περὶ τοῦ βαπτίσματος ἐδέξαντο ἐν ὦ συνετάφημεν τῶ Χριστῷ |
307Ph | 22r | Rom.6.7 | | | |
308 | 22r | Rom.6.8 | η | εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτω | εἶτα λοιπὸν καθαρῶς τὴν ἀνάστασιν εὐαγγελίζεται καί φησιν εἰ ἀπεθάνομεν σὺν Χριστῷ ὥσπερ καὶ ἀπεθάνομεν διὰ βαπτίσματος πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτω τὴν μακαρίαν ἐκείνην καὶ ἀγήρω δηλονότι ζωὴν τὴν μετὰ τὴν ἀνάστασιν |
308Pha | 22r | Rom.6.8 | | | |
308Phb | 22r | Rom.6.8 | | | |
309 | 22r | Rom.6.9 | θ | εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει θάνατος αὐτοῦ οὐκέτι κυριερύει | καὶ πόθεν φησι δηλονότι συζήσομεν τῶ Χριστῷ καὶ γὰρ αὐτο τοῦτο ἄδηλον μήπως καὶ αὐτος ὁ ἐγερθεὶς Χριστὸς πάλιν ἀποθάνῃ ἄπαγε φησι τοῦτο γὰρ χρὴ πεπληροφορῆσθαι ὅτι ὁ Χριστὸς οὐκέτι ἀποθανεῖται διὰ γὰρ τοῦτο καὶ ἀπέθανεν ἵνα καταργήσῃ τὸν θάνατον |
309ex | 22r | Rom.6.9 | Οικου(μενιου) s | οὐκέτι αποθνεσκει θάνατος αὐτοῦ οὐκέτι κυριερύει | πως γὰρ δι' ὃν καὶ οἱ λοιποὶ ζησόμεθα συναναπεμπομένου τοῦ ὅλου τῆ ἀπαρχὴ ἡμῶν |
310 | 22v | Rom.6.10 | ι | ὁ γὰρ ἀπέθανε τῆ ἁμαρτία ἀπέθανεν ἐφάπαξ | καὶ τοσοῦτόν φησι οὐκέτι ἀποθανεῖται ὅτι καὶ ἐκεῖνο τὸ ἅπαξ ὁ ἀπέθανεν οὐχ ὡς ὑπεύθυνος θανάτου κατὰ τοὺς λοιποὺς ἀνθρώπους ἀπέθανεν ἀλλὰ διὰ τὴν τοῦ κόσμου ἁμαρτίαν ἵνα ταύτην ἀνέλῃ καὶ θανατώσῃ |
311 | 22v | Rom.6.10 | ια | ὁ δὲ ζῆ ζῆ τῶ θεῶ | τοῦτο ὡς θεὸς ἀπαύστως καὶ ἀκαταλύτως ὡς γὰρ νοεῖται τῆ ἁμαρτία τουτέστι διὰ τὴν ἁμαρτίαν οὕτως νοεῖται τῶ θεῶ τουτέστι διὰ τὸ είναι θεός |
311ex | 22v | Rom.6.10 | Οικου(μενιου) * | | καὶ οὕτως νοήσεις ὥσπερ λέγομεν ἐπὶ τοῦ καθ' ἡμᾶς ἀνθρώπου ἀπέθανεν τῆ σαρκὶ ζῆ δὲ τῆ ψυχὴ κατὰ δοτικὴν ἀποδιδόντες τὸν λόγον οὕτω μοι νόει τῶ θεῶ ζῆ τουτέστι τῶ είναι θεὸς οὐκ ἐπειδὴ καὶ τῶ είναι ψυχὴ οὐκ ἔζη ἀλλὰ τὸ ἀμαχώτερον τέθεικεν τὸ είναι αὐτον θεόν |
312 | 22v | Rom.6.11 | ιβ | οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν είναι τῆ ἁμαρτία ζῶντας δὲ τῶ θεῶ | εἶτα ἵνα μὴ λέγωσι καί τι φησι πρὸς ἡμᾶς εἰ ἅπαξ ἀποθανὼν ὁ Χριστὸς οὐκέτι ἀποθνήσκει φησιν οὕτω καὶ ὑμεῖς ἑαυτοὺς λογίζεσθε πως ὅτι ἀποθανεῖσθε μὲν διὰ τὴν ἁμαρτίαν ἅπαξ ζήσετε δὲ τῶ θεῶ καὶ γὰρ ἐν αὐτω ζῶμεν καὶ κινούμεθα καὶ ἐσμεν καθὼς ἀλλαχοῦ φησιν ἡ οὕτως ὥσπερ ὁ Χριστός φησιν ἀπέθανεν καὶ ζῆ οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς χρεὼν είναι νεκροὺς μὲν ὅσον πρὸς τὸ μὴ ἁμαρτάνειν ζῶντας δὲ εἰς τὰ κατὰ θεὸν διὰ Ἰησοῦ Χριστοῦ τουτέστι συμμαχοῦντος Χριστοῦ |
313 | 22v | Rom.6.11 | ιγ | ἐν Χριστῷ Ἰησοῦ τῶ κυρίῳ ἡμῶν | διὰ Ἰησοῦ Χριστοῦ διὰ γὰρ τοῦ θανάτου αὐτοῦ ἡ ζωὴ ἡμῶν |
313ex | 22v | Rom.6.11 | Θεωδορητου s * | | βασιλεία τυραννίδος ταύτῃ διαφέρει τῶ τὴν μὲν τυραννίδα ἀκόντων γίνεσθαι τῶν ὑπηκόων τὴν δὲ βασιλείαν βουλομενων τῶν ἀρχομένων παραινεῖ τοίνυν μηκέτι τῆ δυναστεια τῆς ἁμαρτίας συντίθεσθαι κατέλυσε γὰρ αὐτῆς τὴν βασιλείαν ὁ δεσπότης ἐνανθρωπήσας καὶ ἅτε δὴ θνητοῖς ἔτι καὶ παθητὸν ἔχουσι σῶμα νομοθετῶν σύμμετρα τῆ ἀσθένεια νομοθετεῖ καὶ οὐ λέγει μὴ τυραννείτω ἀλλὰ μὴ βασιλευέτω τὸ μὲν γὰρ ἴδιον ἐκείνης τὸ δὲ τῆς ἡμετέρας γνώμης ἡ μὲν γὰρ παθημάτων κίνησις καὶ ὄχλησις κατὰ φύσιν ἡμῖν γίνεται τῶν δὲ ἀπειρημένων ἡ πρᾶξις τῆς γνώμης ἐξηρτήται |
314 | 22v | Rom.6.12 | ιδ | μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία | ἐπεὶ οὖν νενκρους ὑμᾶς φησιν είναι χρὴ ὅσον εἰς τὴν ἁμαρτίαν μὴ κρατείτω ὑμῶν ἡ ἁμαρτία καλῶς δὲ ἐν τῶ θνητῷ σώματι διὰ γὰρ τοῦ σώματος ἡ ἁμαρτία ὡς ἐπὶ τὸ πολὺ μὴ βασιλευτω εἰς τὸ ὑπακούειν αὕτη τοῦτο γὰρ βασιλευσθαι |
315 | 22v | Rom.6.12 | ιε | ἐν τῶ θνετω ὑμῶν σώματι εἰς τὸ ὑπακούειν αυτὴ ἐν ταῖς ἐπιθυμίαις | παραμυθεῖται αὐτοὺς ἐν τῶ εἰπεῖν θνητῷ σώματι δεικνὺς ὅτι πρόσκαιρὸς ἡ πάλη ἡ πρὸς ἁμαρτίαν πρόσκαιρον γὰρ καὶ τὸ σῶμα |
315Ph | 22v | Rom.6.12 | | | |
316 | 22v | Rom.6.12-Rom.6.13 | ιϛ | αὐτοῦ μηδὲ περιστανετε τὰ μέλη ὑμῶν | τουτέστι τὸ σώματος οἷον μὴ ἀποτελεῖτε |
317 | 22v | Rom.6.13 | ιζ | ὅπλα | τὸ γὰρ σῶμα ἄγεται καθὰ ἂν ἄγῃ τις δύναται γάρ τις τὴν χεῖρα καὶ ὅπλον ἐλεημοσύνης καὶ ἁρπαγῆς ποιῆσαι τὴν γλῶσσαν καὶ εὔφημον καὶ δύσφημον ὡς οὕτως καὶ τὰ λοιπά |
318 | 23r | Rom.6.13 | ιη | ἀδικίας τῆ ἁμαρτία ἀλλὰ παραστήσατε ἑαυτούς | καλῶς τὴν ἁμαρτίαν ἀδικίαν ἐκάλεσεν ἡ γὰρ ἑαυτόν τις ἀδικεῖ δι' αὐτῆς ἡ τὸν πλησίον |
319 | 23r | Rom.6.13 | ιθ | τῶ θεῶ ὡς ἐκ νεκρῶν | τέως ἐκ τῶν ὀνομάτων τὸ διάφορον οἷον γὰρ ἐστι μὴ παραστῆσαι ἑαυτὸν τῆ ἁμαρτία ἀλλὰ τῶ θεῶ |
319Ph | 23r | Rom.6.13 | | | |
320 | 23r | Rom.6.13 | κ | ζῶντας καὶ τὰ μέλη ὑμῶν | οὕτως ἑαυτούς φησι παραστήσατε τῶ θεῶ ὡς ἄξιον ὅτι νενεκρωμένους ὑμᾶς ταῖς πάλαι ἁμαρτίαις ἤγουν τὸ ὑπο θανάτου βασιλεύεσθαι εζωοποιησεν |
321 | 23r | Rom.6.13 | κα | ὅπλα δικαιοσύνης τῶ θεῶ | ὁ γὰρ εἰς ὅπλα δικαιοσύνης τὰ μέλη παραστήσας τῶ θεῶ ἑαυτὸν παρίστησιν |
321ex | 23r | Rom.6.14 | s | ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει | ποία ἁμαρτία οὐ κυριεύσει ἡ πρὸ τοῦ βαπτίσματος δηλονότι ἦν ἀφίησιν ἡ χάρις τοῦ Χριστοῦ τοῦτο δὲ ὁ νόμος ποιεῖν οὐκ ἠδύνατο οὐκ ἐστε οὖν φησι ὑπο νόμον τὸν μὴ δυνάμεον ῥύσασθαι ἀλλὰ μᾶλλον τιμωρούμενον |
321Ph | 23r | Rom.6.14 | | | |
322 | 23r | Rom.6.14 | κβ | ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει οὐ γὰρ ἐστε ὑπο νόμον ἂλλ ὑπο χάριν | εάν φησι μὴ ἑαυτοὺς ὑποκλίνωμεν τῆ ἁμαρτία οὐχ ἁλισκόμεθα πως ὅτι οὐκ ἐσμεν ὑπο τὸν νόμον ἔτι τὸν ἀπαγορεύοντα μὲν τὴν ἁμαρτίαν ῥύσασθαι δὲ μὴ δυνάμενον ἂλλ ὑπο τὴν χάριν Χριστοῦ τὴν καὶ τὰς προγενομένας ἀφεῖσαν ἁμαρτίας καὶ εἰς τὸ μέλλον φρουροῦσαν ἐὰν ἡμεῖς μὴ ραθυμησωμεν |
323 | 23r | Rom.6.15 | κγ | τι οὖν ἁμαρτήσωμεν ὅτι οὐκ ἐσμεν ὑπο νόμον ἂλλ ὑπο χάριν μὴ γένοιτο | ἵνα μὴ ραθυμος ὁ ἀκροατὴς γένηται ὡς μὴ κυριευθησόμενος ὑπο τῆς ἁμαρτίας διὰ τὸ είναι ὑπο χάριν τὴν φρουροῦσαν ἀσφαλίζεται αὐτον |
323Ph | 23r | Rom.6.15 | | | |
324 | 23r | Rom.6.16 | κδ | οὐκ οἴδατε ὅτι ὦ παριστάνετε | ποιεῖτε ἀποδείκνυτε παρασκευάζετε |
325 | 23r | Rom.6.16 | κε | ἑαυτοὺς δούλους εἰς ὑπακοήν | οὐ λέγω φησι τὴν γέενναν οὐδε τὰ ἐκεῖ δικαιωτήρια αυτὴ ἡ αἰσχύνη οὐχ ἱκανὴ ἀναχαιτίσαι ὑμᾶς ὅτι καταδουλοῦτε ἑαυτοὺς τῆ ἁμαρτία ὑπο Χριστοῦ ἐλευθερωθέντες |
326 | 23r | Rom.6.16 | κϛ | δοῦλοὶ ἐστε ὦ ὑπακούετε | ἐκείνου φησιν ἐστε τοῦ πράγματος δοῦλοι ὦ ὑπακούετε |
327 | 23r | Rom.6.16 | κζ | ἤτοι ἁμαρτίας εἰς θάνατον | ἤτοι τῆς εἰς θάνατον ἀγούσης ἁμαρτίας φησιν ἡ τῆς ὑπακοῆς τοῦ θεοῦ τῆς εἰς δικαιοσύνην ἀγούσης |
328 | 23r | Rom.6.16 | κη | ἡ ὑπακοῆς εἰς δικαιοσύνην | ἀπὸ κοινοῦ δοῦλοὶ ἐστε |
329 | 23r | Rom.6.17 | κθ | χάρις δὲ τῶ θεῶ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας ὑπηκούσατε | φοβήσας αὐτοὺς τῆ δουλεία τῆς ἁμαρτίας καὶ τῶ ἐκ ταύτης θανάτῳ τῶν εὐεργεσιῶν ὑπομιμνήσκει τοῦ θεοῦ παραμυθούμενος τε αὐτοὺς καὶ δεινκὺς εὐκολώτερον τὸ μέλλον πρὸς σωτηρίαν |
330 | 23r | Rom.6.17 | λ | δὲ ἐκ καρδίας | μηδενός φησι βιασαμένου μηδὲ ἀναγκάσαντος τοῦτο δὲ καὶ ἐγκώμιον ἐστιν αὐτῶν |
331 | 23v | Rom.6.17 | λα | εἰς ὃν παρεδόθητε τύπον διδαχῆς | εἶτα ἐπειδὴ εἶπεν αὐθαίρετον αὐτῶν είναι τὴν προθυμίαν λοιπὸν λέγει καὶ τὴν τοῦ θεοῦ βοήθειαν ὑμεῖς μὲν γάρ φησιν ἑκοντες ὑπηκούσατε ὁ δὲ θεὸς ὑμᾶς εἰς τὸν τύπον τοῦτον τῆς διδαχῆς παρέδωκεν ποῖον τὸ ὀρθῶς ζῆν ἐθέλειν καὶ ὑγιαίνειν περὶ τὰ δόγματα τύπον δέ φησι διδαχῆς οἷον ὅρον καὶ κανόνα |
332 | 23v | Rom.6.18 | λβ | ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῆ δικαιοσύνη | οὐ μόνον γάρ φησιν ὁ θεὸς ἠλευθέρωσεν ἡμᾶς τῆς ἁμαρτίας ἀλλὰ καὶ ἐδούλωσε τῆ δικαιοσύνη |
332Ph | 23v | Rom.6.18 | | | |
333 | 23v | Rom.6.19 | λγ | ἀνθρώπινον λέγω διὰ τὴν ασθενενιαν | συμμετρον τι φησι λέγω καὶ μικρὸν οὐχ ὑπερβαῖνον τὸ τῆς φύσεως ἀσθενές |
334ex | 23v | Rom.6.19 | * s | ἀνθρώπινον λέγω διὰ τὴν ασθενενιαν | τῆ φύσει μέτρῳ φησι τὴν παραίνεσιν οἶδα γὰρ τὰ ἐν τῶ θνητῷ σώματι κινούμενα πάθη |
334 | 23v | Rom.6.19 | λδ | τῆς σαρκὸς ὑμῶν | οὐκ εἶπεν τῆς προαιρέσεως ἡ τῆς προθυμίας ὅπερ ἦν ἐκείνων ἀδίκημα ἀλλὰ τῆς σαρκός φησιν ὁ παραγνωμην αὐτῶν ἐγίνετο ἀνεπαχθῆ τὸν λόγον ποιῶν |
335 | 23v | Rom.6.19 | λε | ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῆ ἀκαθαρσία καὶ τῆ ἀνομία εἰς τὴν ἀνομίαν οὕτως νυν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῆ δικαιοσύνη εἰς ἁγιασμον | πολλῷ μὲν μείζονα ἔδει τῶ Χριστῷ τὴν δουλείαν παρασχεῖν καὶ τῆ δικαιοσύνη ἤπερ ὅσην παρέσχετε τῆ ἀκαθαρσία καὶ τῆ ἀνομία πλὴν διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς τὴν ἴσην ἀπαιτῶ |
336 | 23v | Rom.6.20 | λϛ | ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐλεύθεροι ἦτε τῆ δικαιοσύνη | ὅτε φησιν ἐν ἁμαρτίαις ἐζῆτε τοσοῦτον ὑπηκούετε τῆ ἁμαρτία ὡς μηδ ὅτι οὖν πράττειν καλὸν τοῦτο γὰρ δηλοῖ τὸ ἐλεύθεροι ἦτε τῆ δικαιοσύνη τουτέστιν ἐν οὐδενὶ ἦτε ὑποτεταγμένοι αὕτη οὐκοῦν καί νυν ἐπεὶ μετέστητε εἰς τὴν δικαιοσύνην ἐλεύθεροι γένεσθε τῆ ἁμαρτία τοῦτο γὰρ συνυπακούειν ὁ σκοπὸς τοῦ ἀνώτερο κεφαλαίου ἀπαιτεῖ |
337 | 23v | Rom.6.21 | λζ | τινα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νυν ἐπαισχύνεσθε | τι οὖν τὸ ὄφελος ὑμῖν φησιν τῆς ταλαιπωρίας οὐδὲν δηλονότι τὸ ἐπαισχύνεσθαι ὑμᾶς νυν οὕτως γὰρ κακὸν ἡ ἁμαρτία ὅτι καὶ μετὰ ἀπαλλαγὴν αἰσχυνεταί τις ἐπ' αυτή |
338 | 23v | Rom.6.21-Rom.6.22 | λη | τὸ γὰρ τέλος ἐκείνων θάνατος νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῶ θεῶ ἔχετε | οὐ μόνον ἀπὸ τὰ αἰσχύνης ἀλλὰ καὶ ἀπὸ τῶν ἀποτελεσμάτων κατασκευάζει τὸ μοχθηρὸν τῆς ἁμαρτίας τὸ τέλος ἐκείνων φησι θάνατον ἔχει τοῦτον δὴ τὸν νοητόν |
339 | 24r | Rom.6.22 | λθ | τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμον τὸ δὲ τέλος | ἐκείνων μέν φησιν ὁ καρπὸς θάνατος καὶ αἰσχύνη τούτων δὲ ὁ καρπὸς ἁγιασμὸς καὶ ζωὴ ἂλλ ὅμως καὶ τούτων οὕτως ὄντων φησιν καὶ οὕτως τῶ θεῶ δουλεύσατε ὥσπερ καὶ τῆ ἀκαρθασίᾳ καὶ τῆ ἀνομία |
340 | 24r | Rom.6.22 | μ | ζωὴν αἰώνιον | ἐκ τῶν δεδομένων τὰ προσδοκώμενα πιστοῦται τουτέστιν ἀπὸ τοῦ ἁγιασμο τὴν αἰώνιον ζωήν |
341 | 24r | Rom.6.23 | μα | τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος * | τὰ ὀψώνια οἷον ὁ καρπὸς ὅρα δὲ ἐξ ὧν ἐπεξέρχεται τῶ λόγῳ ἀσφαλεστέρους τε αὐτοὺς πρὸς τὸ μέλλον ποιεῖ καὶ εὐχαρίστους ὧν ἐῤῥύσθησαν |
342 | 24r | Rom.6.23 | μβ | τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰῶνος ἐν Χριστῷ Ἰησοῦ τῶ κυρίῳ ἡμῶν | οὐκ εἶπεν ὁ μισθὸς τῶν κατορθωμάτων ἀλλὰ χάρισμα δεικνὺς ὅτι οὐκ ἐκ καμάτων ἀλλὰ κατὰ χάριν ἀπηλλάγησαν τῶν ἁμαρτιῶν |
343 | 24r | Rom.7.1 | μγ | ἡ ἀγνοεῖτε ἀδελφοὶ γινώσκουσι γὰρ νόμον λαλῶ | μετ' ἐγκωμίου |
344 | 24r | Rom.7.1 | μδ | ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῆ | εἶπεν ἄνω ὅτι ἀπεθάνομεν τῆι ἁμαρτίαι τοιγαροῦν οὐ κυριεύει ἡμῶν τῶν ὅσον ἐπ' αὐτῆι νεκρῶν νυν δὲ θέλει δεῖξαι ὅτι οὔτε ὁ νόμος ἡμῶν κυριεύει ἀνθρώπινον δὲ λέγει παράδειγμα εἶτα προϊὼν δείκνυσιν ὅτι οὐ μόνον ἡμεῖς ἀπεθάνομεν τῶι νόμωι ἀλλὰ καὶ ὁ νόμος ἀπέθανεν τῆι ἐπιφανείαι τοῦ Χριστοῦ |
345 | 24r | Rom.7.2 | με | ἡ γὰρ ὕπανδρος γυνὴ τῶ ζῶντι ἀνδρὶ δέδεται νόμῳ εὰν δὲ ἀποθάνῃ | οὐκ εἶπεν ἀνδρὸς ἡ γυναικὸς ἀλλὰ ἀνθρώπου ἵνα ἀμφοτέρους δηλώσῃ |
345Pha | 24r | Rom.7.2 | | | |
345Phb | 24r | Rom.7.2 | | | |
346 | 24r | Rom.7.2-Rom.7.3 | μϛ | ὁ ἀνὴρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρὸς ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρματίσει εὰν γένηται ἀνδρὶ ἑτέρῳ | ενταξει τοῦ ἀνδρὸς τέθεικεν τὸν νόμον ενταξει δὲ γυναικὸς τοὺς πιστευαντας |
346Ph | 24r | Rom.7.3 | | | |
347 | 24r | Rom.7.3 | μζ | εὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ ἐλευθέρα ἐστιν ἀπὸ τοῦ νόμου τοῦ μὴ είναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ | ἐν τῶ παραδείγματι τὸν νόμον ὑποτίθεται ἀποθανόντα ἂλλ οὐκ ἐν τῶ συμπεράσματι ἵνα μὴ ἐπαχθῆ ποιήσῃ τὸν λόγον |
348 | 24v | Rom.7.4 | μη | ώστε ἀδελφοί μου καὶ ὑμεῖς ἐθανατώθητε τῶ νόμῳ | ἐν τῶ συμπεράσματι οὐκ εἰσάγει ἀποθανόντα τὸν νόμον διὰ τὸ μὴ δόξα είναι ἐπαχθὴς Ἰουδαίοις γὰρ λαλεῖ ἀλλὰ τοὺς πιστεύσαντας εἰσάγει τῶ θανάτῳ Χριστοῦ ἀποθανόντας ἀπὸ τοῦ νόμου διὸ καὶ ἐλευθερωθέντας εἰ οὖν τοῦ νόμου ἀποθανόντος οὐκ ἐστι παραβάτης ὁ καταλιμπάνων αὐτον καὶ πιστεύων τῶ Κυρίῳ πολλῷ μᾶλλον ἂν καὶ αὐτός τις ἀποθάνῃ ὥσπερ φησι καὶ ἡμεῖς ἀποθάνουμεν λέλυται ἀπὸ τοῦ νόμου καὶ οὐκ ἐστι παραβάτης ὁ πιστεύων τῶ Χριστῷ |
348ex | 24v | Rom.7.4 | | | |
349 | 24v | Rom.7.4 | μθ | διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ * τῶ | τοῦ θανατωθέντος ὑπὲρ ἡμῶν συναπεθάνομεν γὰρ αὐτω ἐν τῶ βαπτίσματι καὶ οὐκ ἐσμεν ἑαυτῶν ἠγοράσθημεν γὰρ τιμῆς |
350 | 24v | Rom.7.4 | ν | ἐκ νεκρῶν ἐγερθέντι | ὡς τοῦ νόμου ἀποθανόντος διὸ οὔτε παραβάται εὑρεθησόμεθα |
351ex | 24v | Rom.7.4 | Θεοδωρητου /β s | ὅτε γὰρ ἦμεν ἐν τῆ σαρκί | τουτέστιν ἐν τῆ κατὰ νόμον πολιτείᾳ σάρκα γὰρ τὰς τῆ σαρκὶ δεδομένας νομοθεσίας ὠνόμασεν τὰς περὶ βρώσεως καὶ πόσεως καὶ λέπρας καὶ τῶν τοιούτων |
351 | 24v | Rom.7.4 | να | ἵνα καρποφορήσωμεν τῶ θεῶ | εἶτα προτρέπει ἐλπίσι κρείττοσι τότε γάρ φησι τῶ θανάτῳ ἐκαρποφοροῦμεν τὸ πᾶν ἐκεῖνο πράττοντες νυν δὲ τῶ θεῶ |
352 | 24v | Rom.7.5 | νβ | ὅτε γὰρ ἦμεν ἐν τῆ σαρκὶ τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου | τουτέστιν ἐν τῶ σαρκικῷ βίῳ οὐκ εἶπε δὲ ἐν τῶ νόμῳ ἵνα μὴ ἀπαράδεκτος γένηται ἔτι γὰρ ἔσεβον τὸν νόμον |
353 | 24v | Rom.7.5 | νγ | ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν | οὐ γὰρ ᾔδειν φησι τὴν ἐπιθυμίαν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις τὰ οὖν διὰ τοῦ νόμου γνωριζόμενα καὶ πάλιν οὐκ εἶπεν ἐνεργεῖ τὰ μέλη ἵνα μὴ κατηγορήσῃ τῆς σαρκὸς ἀλλὰ ἐνηργεῖτο |
354 | 24v | Rom.7.5 | νδ | εἰς τὸ καρποφορμῆσαι τῶ θανάτῳ | δεικνὺς ἔξωθεν παραγενόμενα ἐνέργεια τοῦ σατανᾶ εἰς τὸ συνεισενεγκεῖν τῶ θανάτῳ διὰ γὰρ τῶν ἁμαρτιῶν τῶ θανάτῳ καρποφοροῦμεν |
355 | 24v | Rom.7.6 | νε | νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες ἐν ὦ κατειχόμεθα | πάλιν τὸ ἐπαχθὲς φεύγων οὐκ εἶπεν κατήργηται ὁ νόμος ἂλλ ἡμεῖς ἀπὸ τοῦ νόμου τουτέστιν ἀπολελύμεθα καὶ ηυλυτωμεθα διά τι ἐπειδὴ ἀπεθάνομεν διὰ τῆς ἁμαρτίας αυτὴ γὰρ ἡ κατέχουσα καὶ ἠγέρθημεν οὐ διὰ τοῦ νόμου ἀλλὰ διὰ τοῦ Χριστοῦ δῆλον οὖν ὅτι ἀπὸ μὲν τοῦ νόμου ἀπολελύμεθα ὡς ἀποθανόντος ὑπετάγημεν δὲ τῶ ρυσαμένῳ ἡμᾶς τοῦ θανάτου Χριστῷ |
348ex | 24v | Rom.7.6 | του αγιου Βασιλιου * s | νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες ἐν ὦ κατειχόμεθα | τοῦ νόμου ἐπεξιέναι τοῖς ἀδικοῦσιν ἡ πλήττουσιν ἐπιτρέποντος ὁ κατὰ τὸ εὐαγγέλιον ἐπὶ τῆ πρώτη πληγὴ καὶ τῆ ἀφαιρέσει τοῦ χιτῶνος μακροθυμήσας τεθνηκετω νόμῳ καὶ τέθνηκεν ἡ τοι κατήργηται τοῦτω ὁ νόμος προσθεὶς δὲ καὶ τὸ ἱμάτιον καὶ τὴν ἑτέραν στρέψας σιαγόνα ἐν καινότητι ζωῆς περιπάτει |
356 | 25r | Rom.7.6 | νϛ | ώστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος | εἶτα ἵνα μὴ νομίσωσιν ὅτι ἀπολυθέντες τοῦ νόμου λοιπὸν ἃ βούλονται ἀκινδύνως πράττουσιν ἐπάγει άλλην δουλείαν ἀκριβεστέραν τὴν τοῦ πνεύματος καλῶς δὲ τὸ καινότητι ἐπειδὴ οὐ τὰ αυτὰ ἐν τῆ νέα ἐπιτετάγμεθα ἅπερ οἱ πάλαι ἐν τῶ νόμῳ ἀλλὰ καινὰ καὶ νέα παραγγέλματα καὶ φιλοσοφώτερα ὡσεὶ εἶπεν ἵνα δουλεύωμεν τοῖς νέοις τοῖς ἐκ τοῦ πνεύματος ἐπιταγεῖσι καὶ γὰρ τοῖς μὲν ἀρχαίοις τὸ μὴ φονεύειν ἡμῖν δὲ τὸ μὴ δὲ ὀργίζεσθαι ἐκείνοις μὴ μοιχεύειν ἡμῖν δὲ τὸ μηδὲ περιέργως ὁρᾷν ἐπιτέτακται |
357 | 25r | Rom.7.6 | νζ | καὶ οὐ παλαιότητι γράμματος | οὐκέτι γὰρ ὁ νόμος ἐπιτάσσει ἀλλὰ τὸ πνεῦμα εἰπὼν δὲ παλαιότητι ἔδειξε τὸ σαθρὸν τοῦ νόμου καὶ ἀχρεῖον πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον φησι ἐγγὺς ἀφανισμοῦ |
357Ph | 25r | Rom.7.6 | | | |
358 | 25r | Rom.7.7 | νη | τι οὖν ἐροῦμεν ὁ νόμος | ἐπειδὴ εἶπεν ἵνα δουλεύωμεν ἐν καινότητι πνεύματος ὡς τοῦ μὲν πνεύματος σώζοντος τοῦ δὲ νόμου μὴ σώζοντος φησι τι οὖν εἴποι τις ὅτι ὁ νόμος ἁμαρτωλὸς ἐστιν ἡ ἁμαρτίας πρόξενος οὐ τοῦτό φησι λέγω ἂλλ ὅτι πρόξενός μοι τοῦ γνῶναι τὴν ἁμαρτίαν οὐκοῦν καὶ χειρόνως τιμωρηθῆναι ὅτι ἐν γνώσει λοιπὸν ἁμαρτάνω ὅμως κατὰ μικρὸν δείκνυσι τὸν νόμον καὶ κατασκευαστικὸν τῆς ἁμαρτίας οὐ μὴν παρὰ τὴν οἰκείαν φύσιν ἀλλὰ παρὰ τὴν αὐτῶν κακίαν |
359 | 25r | Rom.7.7 | νθ | ἁμαρτία μὴ γένοιτο ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις | μετετραπη φησιν ὁ νόμος τὴν φύσιν καὶ γέγονεν εἰς ἁμαρτίαν ὠθῶν οὐχί φησιν |
359ex | 25r | Rom.7.7 | Σευηρι(ανου) s | αμρτια μὴ γένοιτο ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις | οὐκ εἶπεν ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἐποίησα εἰ μὴ διὰ νόμου ἂλλ οὐκ ἔγνων ώστε οὐ τοῦ ποιεῖν ἀλλὰ τοῦ διαγνιωσκειν τὴν ἁμαρτίαν ὁ νόμος αἴτιος παιδευτικὸς ὧν καὶ μὴ συγχωρῶν διὰ τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλογων ἐκπίπτειν φύσιν |
360 | 25r | Rom.7.8 | ξ | ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατεργασατο ἐν ἐμοι | οὐχ ὁ νόμος αἴτιος φησι τῆς ἁμαρτίας ἂλλ ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἡ ἐστιν ὁ νόμος ἐξηπάτησέν με ὅρα πως ἠρέμα δείκνυσιν πρόφασιν τῆς ἁμαρτίας τὸν νόμον φανερῶς δὲ οὐ λέγει ἵνα μὴ προστῇ αὐτοῖς |
360ex | 25r | Rom.7.8 | Σευη(ριανου) s | ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατεργασατο ἐν ἐμοι | ἁμαρτίαν ἔοικεν λέγειν τὸν διάβολον ὥσπερ οὖν τὴν σωτηρία ζωὴν ἡ γραφὴ καλεῖ καὶ δικαιοοσυνην τῶι ζωῆς καὶ δικαιοσύνης αἴτιον είναι οὕτως καὶ τὴν ἐναντίαν δύναμιν ἐκ τῆς οἰκείας ἐνεργείας ποτε μὲν ἁμαρτίαν ποτε δὲ ψεῦδος καὶ θάνατον καλεῖ οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς εἰπὼν ἡ ἁμαρτία ἀνέζησεν τὸν διάβολον δηλοῖ λοιπὸν οὖν διὰ τῆς ἐντολῆς ἀφορμὴν ὁ διάβολος ἔλαβεν ὅτι τὰ παραγγέλματα τοῦ νόμου ὡς ὕλην τινα τῆς ἑαυτοῦ τέχνης ποιησάμενος εἰς τὸ ἐναντίον ταῖς ἐντολαῖς περιέτρεπε τὸν ἄνθρωπον δῆλον δὲ ὅτι δι' ἑαυτοῦ ὁ ἀπόστολος τὸν κοινὸν ἄνθρωπον δηλοῖ |
361 | 25r | Rom.7.8 | ξα | πᾶσαν ἐπιθυμίαν χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά | καλῶς τὸ πᾶσαν ἦν γὰρ καὶ πρὸ τοῦ νόμου ἐπιθυμία ἐπεὶ διά τι ὁ κατακλυσμὸς γέγονε καὶ τὰ σόδομα ἀπώλετο ἀλλά νυν φησι καὶ ἃς οὐκ ᾔδειν ἐπιθυμίας ἔμαθον ἐκ τοῦ νόμου καὶ μαθὼν ἐποίησα |
361Ph | 25r | Rom.7.8 | | | |
362 | 25v | Rom.7.9 | ξβ | ἐγὼ δὲ ἔζων | ἀνενέργητος εἰ γὰρ ἐνήργει καὶ πρὸ τοῦ νόμου ἂλλ οὐ τοσοῦτον καθεύδειν ἐδόκουν φησιν αἱ πλείους ἁμαρτίαι καὶ τεθαναναι οὐ γὰρ ᾔδειν τὰς πλείους καὶ ἐν ἄγνοια πράττων οὐχ οὕτως ἡμάρτανον |
363 | 25v | Rom.7.9 | ξγ | χωρὶς νόμου | ποτε ἔζων χωρὶς νόμου πρὸ τοῦ δοθῆναι τὴν ἐντολὴν τοῖς πρωτοπλάστοις τὴν ἐν παραδείσῳ ζωήν |
364 | 25v | Rom.7.9 | ξδ | ποτε ἐλθούσης | πρὸ Μωσέως δηλονότι ἔζων φησιν οὐκ ἤμην νεκρὸς τῶ πλήθει τῶν ἁμαρτιῶν τότε γὰρ μόνον εἶχον κατήγορον τὸν φυσικὸν νόμον νυνὶ δὲ καὶ τὸν γραπτὸν νόμον ὁρᾷς πως ἐκ περιστάσεως ἔβλαψεν ὁ νόμος |
365 | 25v | Rom.7.9-Rom.7.10 | ξε | δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν ἐγὼ δὲ ἀπέθανον καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αυτὴ εἰς θάνατον | ἐντολήν φησι τὸν νόμον εἰπὼν δὲ ἀνέζησεν ἔδειξεν ὅτι ἦν μὲν ἡ ἁμαρτία ἂλλ ἡσύχαζεν ὁ δὲ νόμος εὐεργετῶν ἐφανέρωσεν αὐτὴν ἵνα φύγωμεν αὐτὴν ἂλλ ἡ περίστασις τοὺς μὴ φυγόντας ἔβλαψεν ἡ οὖν εἰς ζωήν μοι δοθεῖσα οὕτως γὰρ εἶχε φύσεως εἰς θάνατόν μοι γέγονε διὰ τὴν ἐμῶν ραθυμιαν οὐ διὰ τὴν αὐτῆς φύσιν |
366 | 25v | Rom.7.11 | ξϛ | ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με καὶ δι' αὐτῆς ἀπέκτεινεν | πάλιν τὰ αὐτὰ ποικίλως κατασκευάζει καὶ εἰκοτως μεγάλην γὰρ εἶχεν δόξαν ὁ νόμος δείκνυσιν οὖν αὐτον μηδὲν ὠφελοῦντα ἂλλ ἐκ περιστάσεως καὶ βλάψαντα ποιεῖ δὲ τοῦτο ἵνα εὐπαράδεκτος γένηται κηρύσσων τοῦ ἀφεῖναι μὲν τὸν νόμον προσδραμεῖν δὲ τῆ πίστει Χριστοῦ |
366Ph | 25v | Rom.7.11 | | | |
367 | 25v | Rom.7.12-Rom.7.13 | ξζ | ώστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθὴ τὸ οὖν ἀγαθον ἐμοι γέγονε θάνατος μὴ γένοιτο | οὐ γὰρ τῆς τοῦ νόμου φύσεως ἦν τὸ βεβλάφθαι με ἀλλὰ τῆς ἡμῶν φησι κακίας καὶ ῥαθυμίας ανθ ὧν οὐκ ἐφυλάξαμεν τὰ ἐπιταχθέντα |
367Ph | 25v | Rom.7.13 | | | |
367ex | 25v | Rom.7.13 | Θεοδωρ(ητου) s | ώστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθὴ τὸ οὖν ἀγαθον ἐμοι γέγονε θάνατος μὴ γένοιτο | νόμον τὸν Μωσαϊκὸν λέγει ἐντολὴν δὲ τὴν τῶ Ἀδὰμ δεδομένην ἁγίαν μὲν ὡς τὸ δέον διδάξασαν δικαίαν δὲ ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐπενεγκοῦσαν ἀγαθὴν δὲ ὡς ζωὴν τοῖς φυλάσσουσιν εὐτρεπίζουσαν |
368 | 25v | Rom.7.13 | ξη | ἂλλ ἡ ἁμαρτίαν ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον | ἵνα φησι δειχθῇ πως μιαρὰ καὶ ἰταμὴ καὶ ἰσχυρὰ ἡ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ τουτέστιν τοῦ νόμου αὐτοῦ τὸν θάνατον κατειργάσατο μεγίστην δὲ δηλοῖ τῆς ἁμαρτίας τὴν ἰσχὺν δεῖξαι θέλων τοῦ Χριστοῦ τὴν δωρεὰν ὅση ὅτι ταύτης ἡμᾶς τῆς ἰσχυρᾶς καὶ ἀφύκτου ἀπήλλαξεν |
368Ph | 25v | Rom.7.13 | | | |
369 | 26r | Rom.7.13 | ξθ | ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς | ἵνα φησι δειχθῇ αὐτῆς ὁ ἅπας Ἰὸς καὶ ἡ πᾶσα κακία τὸ γὰρ καθ' ὑπερβολὴν ἐπιτάσεως ἐστιν οὐ μικρὸν οὖν ὤνησεν ὁ νόμος πᾶσαν αὐτῆς τὴν πικρίαν ἀποκαλύψας ἵνα διὰ γοῦν τοῦτο φύγωμεν αὐτήν |
370 | 26r | Rom.7.14 | ο | οἴδαμεν γὰρ ὅτι | ἐπειδὴ εἶπε τὸν νόμον αἴτιον τῆς ἁμαρτίας εἰ καὶ μὴ παρὰ τὴν αὐτοῦ φύσιν ἵνα μὴ νομίσωσιν αὐτον κατὰ τοῦ νόμου λέγειν οὐ μόνον αὐτον κατηγορίας ἀπαλλάσσει ἀλλὰ καὶ ἐγκωμιάζει αὐτον κατηγορεῖ δὲ τῶν μὴ φυλαξάντων |
371 | 26r | Rom.7.14 | οα | ὁ νόμος πνευματικὸς ἐστιν | διδάσκαλος φησιν ἀρετῆς πολέμιος ἁμαρτιῶν |
371Ph | 26r | Rom.7.14 | | | |
371ex | 26r | Rom.7.14 | Οικου(μενιου) * | | δῶρόν φησι τοῦ ἁγίου πνεύματος καὶ ὥσπερ ὑπαγόρευσις |
372 | 26r | Rom.7.14 | οβ | ἐγὼ δὲ σαρκικὸς εἰμι | αὐτος ὁ ἄνθρωπος οὐ καθὸ ἐστιν ἄνθρωπος ἀλλὰ καθὸ οὕτως ἑαυτοὺς ἤξαμεν ὑπο τὴν ἐπιθυμίαν φησι κείμενος τῆς σαρκὸς καὶ ἐπιτελῶν τὰ ἀρέσκοντα τῶ σώματι |
373 | 26r | Rom.7.14 | ογ | πεπραμένος ὑπο τὴν ἁμαρτίαν | μετὰ γὰρ τοῦ θανάτου φησι καὶ ὁ τῶν παθῶν ὑπεισῆελθεν ἐσμὸς οἷον ὀργὴ λύπη ἐπιθυμία κακὴ τούτοις φησι παραδεδομένος ἤμην τοῦτο γὰρ τὸ πεπραμένος παρεδεδόμην δὲ τῶν παθῶν ἀρχὴν λαβόντων τὴν ἐν Ἀδὰμ παράβασιν |
374 | 26r | Rom.7.15 | οδ | ὁ γὰρ κατεργάζομαι οὐ γινώσκω | εἶτα λέγει πως πεπράμεθα ὑπο τὴν ἁμαρτίαν οὐ γινώσκω φησιν πως ἀπατῶμαι καὶ συναρπάζομαι εἰς τὴν ἁμαρτίαν κλέπτομαι φησιν ὡς μικροῦ {μή /μηδέ }* εἰδέναι τι πάσχω |
374Pha | 26r | Rom.7.15 | | | |
374Phb | 26r | Rom.7.15 | | | |
375 | 26r | Rom.7.15 | οε | οὐ γὰρ ὁ θέλω τοῦτο ποιῶ ἂλλ ὁ μισῶ τοῦτο πράσσω | οὐ τοῦτο λέγει ὅτι βιάζεται με καὶ ἄκοντα ἡ ἁμαρτία ἀλλὰ τὸ ἀπατηλὸν αὐτῆς δεῖξαι θέλει καὶ ὅπως ἐκ τοῦ καταγλυκαίνειν τὴν αἴσθησιν συναρπάζει ὅτι πολλάκις οὐ καταγινώσκω πράγματος καὶ ὁ μισῶ εἰς τοῦτο συναρπάζομαι |
376 | 26r | Rom.7.16-Rom.7.17 | οϛ | εἰ δὲ οὐ θέλω τοῦτο ποιῶ σύμφημι τῶ νόμῳ ὅτι καλὸς νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτο ἂλλ ἡ οἰκοῦσα | οὐ μικρὸν ἐγκώμιον τοῦ νόμου λέγει αὐτο γὰρ τὸ μὴ θέλειν τὴν ἁμαρτίαν παρὰ τῆς διδαχῆς ἔχω τοῦ νόμου πως οὖν αἴτιος ὁ διδάξας τὸ κακὸν αἴτιος δὲ ὁ οὕτως χαῦνος ὡς διὰ τὸ πρὸς καιρὸν ἡδὺ τῆς ἁμαρτίας ἐκεῖνα πράττων ὧν καὶ αὐτὸς ἐστι κατήγορος καὶ πρὶν πράξει καὶ μετὰ τὸ πρᾶξαι |
377 | 26v | Rom.7.17-Rom.7.18 | οζ | ἐν ἐμοι ἁμαρτία οἶδα γὰρ ὅτι οὐκ οἰκεῖν ἐν ἐμοι | καί πως ἁμαρτία κατεργάζεται αὐτο τὸ ἡδύ μοι φησι τοῦ πραγαματος προβάλλεται καὶ οὕτως εξαπαταμε μὴ ἐμμένειν οἷς κέκρικα καὶ βεβούλευμαι |
377ex | 26v | Rom.7.18 | Οικου(μενιου) s | οἶδα γὰρ ὅτι οὐκ οἰκεῖν ἐν ἐμοι | τὸ αὐτεξούσιον θέλει δεῖξαι καὶ ὅτι ὁ ἄνθρωπος κύριος τῆς ἐπ' ἄμφω τοῦ τε ἀγαθοῦ καὶ κακοῦ ὁ ῥοπῆς φησιν οὖν οὐκ οἰκεῖ ἐν ἐμοι τὸ ἀγαθον οὐκ ἀποκεκληρωμένον καὶ ἀνάγκη τινι παραμένον μοι ἔχω τὸ πράττειν τὰ ἀγαθὰ ὥστε καὶ πρὸς βίαν ἀφέλκειν με τῶν κακῶν τοῦτο γὰρ οἴκησις ἡ εἰς ἀεὶ διαμονὴ καὶ οἷον ἐγκάθισις |
378 | 26v | Rom.7.18 | οη | τουτέστιν ἐν τῆ σαρκί μου ἀγαθον | τὴν ἀπὸ τῆς πραβασεως εἰσοικισθεῖσαν λέγει οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῶ περὶ τῆς ἀναστάσεως |
379 | 26v | Rom.7.18 | οθ | τὸ γὰρ θέλειν παράκειταί μοι τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω | τὸ θέλειν φησιν ἐστι μοι οὐ ποιῶ δὲ διὰ τὴν τῆς ἁμαρτίας συναρπαγὴν καὶ γάρ με συναρπάζει ἐφ' ὦ μὴ πρᾶξαι τὰ παρ' ἐμοῦ ἐπαινούμενα ἀλλὰ τὰ ψεγόμενα |
380 | 26v | Rom.7.19 | π | οὐ γὰρ ὁ θέλω ποιῶ ἀγαθον ἂλλ ὁ οὐ θέλω κακὸν τοῦτο πράσσω | δείκνυσι τοσαύτην τὴν ἀπάτην τῆς ἁμαρτίας καὶ τὴν πείθω ὅτί φησι σπουδή μοι πρᾶξαι τι κακὸν καὶ ὅμως ἔπεισιν ἡ ἐπιθυμία αἰχμαλωτίζουσά με καὶ πείθουσα τῶν δεδογμένων ὑπεριδεῖν καὶ ἐσπουδασμένων καὶ τὰ αὐτῆς πρᾶξαι |
381 | 26v | Rom.7.20 | πα | εἰ δὲ ὁ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτο | σχεδὸν γὰρ καὶ ἀβουλήτως πρὸς τὸ κακὸν συναρπάζομαι ὡς είναι τὸ πᾶν τῶν τὴν ἁμαρτίαν ὑποτιθεμένων δαιμόνων μικρᾶς γὰρ χώρας ἐπιλαβόμενοι ἐκ τῆς ἡμῶν ῥαθυμίας τὸ ὅλον ἀνατρέπουσιν |
382ex | 26v | Rom.7.20 | πβ Οικου(μενιου) | ἂλλ ἡ οἰκοῦσα ἐν ἐμοι ἁμαρτία | ἐπὶ μὲν τοῦ ἀγαθοῦ οὐκ εἶπεν οἴκησιν ἐπὶ δὲ τῆς ἁμαρτίας εἶπεν λοιπὸν γὰρ ἐκ τοῦ διαμαρτάνειν εἰς ἕξιν τινα τῆς ἁμαρτίας ἤλθομεν τὸ γὰρ ἄγαν ἔθος ἴσα φύσεως γίνεται |
383 | 26v | Rom.7.21 | πγ | εὑρίσκω ἄρα τὸν νόμον τῶ θέλοντι | ἀσαφὲς τὸ εἰρημένον ἐστι δὲ ἐπαινῶ τὸν νόμον φησιν κατὰ τὸ συνειδιὸς καὶ αὐτον δὲ εὑρίσκω τὸν νόμον ἐμοι τῶι τὸ καλὸν ποιεῖν προηρημένῳ προτροπὴν παρέχοντα τι οὖν μετὰ τοῦτο τὸ κακὸν πράσσω φησιν ὅτι ἐμοι τὸ κακὸν παράκειται τουτέστιν ὅτι ἐπιμελῶς ἔγκειται ὥστε οὐδε βουλομένῳ μοι τὸ καλὸν πρᾶξαι ἱκανὸς ἐστι ὁ νόμος βοηθῆσαι πλὴν γὰρ τοῦ προτρέψασθαι οὐδὲν ἰσχύει τοιγαροῦν ἀφετέον τὸν νόμον τοῦτο γὰρ τὸ κατασκευαζόμενον αὐτω καὶ προσελευστέον τῶ Χριστῷ ὃς οὐ προτρέπεται μόνον ἀλλὰ καὶ ἀναιρεῖ τὴν προγενομένην ἁμαρτίαν διὰ τοῦ βαπτίσματος καὶ μετὰ τοῦτο σώζει καὶ βοήθει |
383Pha | 26v | Rom.7.21 | | | |
383Phb | 26v | Rom.7.21 | | | |
384 | 27r | Rom.7.21 | πδ | ἐμοι ποιεῖν τὸ καλὸν ὅτι ἐμοι τὸ κακὸν παράκειται | οἷον προτροπὴν καὶ συβουλὴν παρέχοντα |
385 | 27r | Rom.7.22 | πε | συνήδομαι γὰρ τῶ νόμῳ τοῦ θεοῦ | τέσσαρες εἰσιν ἐνταῦθα νόμο περὶ ὧν διαλαμβάνει εἰς μὲν ὁ νόμος τοῦ θεοῦ περὶ οὐ φησι συνήδομαι γὰρ τῶ νόμῳ τοῦ θεοῦ δεύτερος δὲ ὁ ἀντιστρατευομενος τρίτος περὶ οὐ φησι τῶ νόμῳ τοῦ νοός μου τέταρτος περὶ οὐ λέγει τῶ νόμῳ τῆς ἁμαρτίας τῶ ὄντι ἐν τοῖς μέλεσί μου τούτων ὁ πρῶτος τὸ εὐαγγελικὸν ἐστι παίδευμα ἔξωθην διὰ τοῦ κηρύγματος εἰσιὸν καὶ ῥυθμίζον τὴν ψυχν ὁ δεύτερος ὁ ἀντιστρατευομενος καὶ οὗτος τῶν ἔξωθεν ἐστιν ἐπεισιόντων κατὰ ἐνέργειαν τοῦ πονηροῦ καὶ τὴν ψυχὴν αἰχμαλωτίζων τρίτος ὅν φησι νόμον νοὸς οὗτὸς ἐστιν ὁ τῆ φύσει ἡμῶν ἐγκατασπαρεὶς παρὰ τοῦ δημιουργὸ ἐπὶ τὰ τῶ θεῶ φίλα παροτρύνων ὁ τέταρτος ὁ τῆς ἁμαρτίας νόμος οὗτὸς ἐστιν ὁ φιλαμαρτήμων ὃς διὰ τῆς πρὸς τὸ κακὸν συνηθείας ἐν εσκιρωσεν ἐν ἡμῖν τὰς ἁμαρτίας ὅρα οὖν πως ἐκ διαμέτρου ἐναντίοις περιεστοιχίσμεθα νόμοις οἱ μὲν γὰρ δύο ἔξωθεν ἡμῖν ἐπεισρέουσιν ὁ μὲν πρὸς ἀγαθοεργίαν προκαλούμενος τουτέστιν ὁ εὐαγγελικὸς ὁ δὲ πρὸς κακίαν παρακαλῶν ὁ ἀντιστρατευομενος τοῦ πονεροῦ νόμος οἱ δὲ λοιποὶ δύο ἔνδον εἰσι καὶ τὴν ψυχὴν συνέχουσὶν ὁ μὲν τοῦ νοὸς παρὰ τοῦ δημιουργὸ ἡμῖν ἐγκατεσπαρμένος καὶ ὁδηγῶν πρὸς τὰ κρεῖττονα ὁ δὲ τέταρτος ὁ καὶ νόμος τῆς ἁμαρτίας διὰ τὴν πρὸς τὸ κακὸν ἕξιν ἐνσκιρωθεὶς ἐν ἡμῖν διὸ πρόσχες πως ἀκριβῶς εἶπεν βλέπω δέ φησιν ἕτερον νόμον ἀντιστρατευομενον τῶ νόμῳ τοῦ νοός μου τοῦτω δὴ τῶ ἐμφύτῳ πρὸς τὰ καλὰ καὶ αἰχμαλωτίζοντὰ μὲν ἐν τῶ νόμῳ τῆς ἁμαρτίας τῶ ὄντι ἐν τοῖς μέλεσί μου ὡς εἰ ἔλεγεν ἔξωθεν εἰσπνέων συγκινεῖ καὶ ἐρεθίζει πάντα τὸν ἐν ἐμοι ἀποκείμενον κονιορτὸν καὶ βόρβορον ὃν ἡ πρὸς ἁμαρτίαν μοι ἕξις ενεπιλωσε καὶ ἐνέκαυσεν |
385ex | 27r | Rom.7.22 | | | οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῶ περὶ ἀναστάσεως λόγῳ καὶ γὰρ καὶ ὁ νόμος τοῦ θεοῦ ὁ εὐαγγελικὸς κινεῖ καὶ ἐρεθίζει τὰ ἐν ἡμῖν ἔμφυτα καὶ ἐγκατεσπαρμένα παρὰ τοῦ δημιουργὸ πρὸς ἀγαθοεργίαν σπέρματα ἕκαστος γὰρ τῶν ἔξωθεν ἐπεισιόντων τὸν οἰκεῖον καὶ κατάλληλον τῶν ἔνδον καὶ ἐν ἡμῖν ὄντων νόμων κινῶν καὶ διερεθίζων ἡ εὐσεβεῖν ἡ ἀσεβεῖν ἡμᾶς προτρέπεται |
385Ph | 27r | Rom.7.22 | | | |
386 | 27r | Rom.7.22-Rom.7.23 | πϛ | κατὰ τὸν ἔσω ἄνθρωπον βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευομενον τῶ νόμῳ τοῦ νοός μου | ἔσω ἄνθρωπον τὸν νοῦν ἤτοι τὴν ψυχὴν καλεῖ φησιν οὖν ὅτι οὐ θέλει ὁ νοῦς πράττειν ἅπερ ὁ νόμος λέγει ἂλλ ἐν αὐτω φησι τῶ καιρῷ τῆς ἁμαρτίας διὰ τῆς ἁμαρτίας συναρπάζομαι ταύτην γάρ φησιν ἕτερον νόμον διὰ τὸ ἴδια τινα καὶ ἔξω τοῦ νόμου ἐπιτάσσειν οὗτος τοιγαροῦν ὁ νόμος ἤτοι ἡ ἁμαρτία ἀπατᾷ με διὰ τῆς ἐν τοῖς μέλεσιν ἡμῶν καὶ ἐν ἡμῖν αὐτοῖς ἐγκειμένης ἐπιθυμίας καὶ αἰχμαλωτίζει με τὴν γὰρ ἐν ἡμῖν πρὸς τὸ συμφέρον ἐνοῦσαν ἐπιθυμίαν εἰς τὰ ἀσύμφορα τρέψασα ἡ ἁμαρτία ἡμῖν αὐτοῖς χρῆται καθ' ἡμῶν επιτειχισμασιν |
387ex | 27v | Rom.7.23 | πζ Οικου(μενιου) | καὶ αἰχμαλωτίζοντά με | καλῶς εἶπεν αἰχμαλωτίζοντά με μάχης γὰρ κινουμένης μεταξὺ τῆς ἁμαρτίας καὶ τῶν τοῦ νόμου ἐπιταγμάτων ἤγουν τοῦ ἀντιλέγοντος λογισμοῦ τῆ ἁμαρτία ἄπεισι νικήσασα ἡ αμρτια αἰχμάλωτον λαβοῦσα τὸν ταλαίπωρον ἄνθρωπον |
388 | 27v | Rom.7.23 | πη | τῶ νόμῳ τῆς ἁμαρτίας τῶ ὄντι | νόμον ἁμαρτίας περιφραστικῶς τὴν ἁμαρτίαν καλεῖ |
389 | 27v | Rom.7.23 | πθ | ἐν τοῖς μέλεσί μου | τῶ διὰ τῶν μελῶν μου φησι πολεμοῦντί μοι τοῦτο δὲ οὐ κατάγνωσις τοῦ σώματος οὐ γὰρ εἰ βασιλέως οἰκίαν τύραννος καταβάλῃ ἤδη τῆς οἰκίας ἡ αἰτία |
390 | 27v | Rom.7.24 | ϟ | ταλαίπωρος ἐγὼ ἄνθρωπός τις με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου | τις με ῥύσεταί φησιν ἐκ τῶν σωματικῶν μου πράξεων τῶν τὸν νοητὸν επαγον τῶν θάνατον ἥτις με ῥύσεται ἀπὸ τοῦ μὴ συναρπάζεσθαι ὑπο τῶν ἐν τῶ σώματι ἐπιθυμιῶν αἱ θάνατὸς εἰσιν ἡμῖν τις με οὖν ἄλλος ἡ ὁ Χριστὸς τοῦτο γὰρ ἠρέμα ἐμφαίνει οὔτε γὰρ ὁ νόμος ῥύεται οὔτε ἡ ἐμὴ προαίρεσις σπουδάζουσα |
391 | 27v | Rom.7.25 | ϟα | εὐχαριστῶ τῶ θεῶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν | ὅτι αὐτός με φησιν ἐρρύσατο διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ |
392 | 27v | Rom.7.25 | ϟβ | ἄρα οὖν αὐτος ἐγὼ τῶ μὲν νοῒ δουλεύω | ὅσον φησιν ἧκεν εἰς τὴν προαίρεσιν τὴν ἐμὴν ὁ ἔλεγεν ἄνω συνήδομαι γὰρ κατὰ τὸν ἔσω ἄνθρωπον τῶ νόμῳ τοῦ θεοῦ |
393 | 27v | Rom.7.25 | ϟγ | νόμῳ θεοῦ τῆ δὲ σαρκὶ νόμῳ ἁμαρτίας | ἡ γὰρ ἁμαρτία διὰ τῆς σαρκὸς καὶ τῶν αὐτῆς ἐπιθυμιῶν τὰ ἑαυτῆς ἐνεργεῖ |
394 | 27v | Rom.8.1 | ϟδ | οὐδὲν ἄρα νυν κατάκριμα | ὁ μὲν νόμος οὕτως φησι ὁ δέ γε Χριστὸς οὐ μόνον τῶν προγενομένων ἀπήλλαξεν ἁμαρτιῶν ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀχειρώτους ἐποίησεν τοῦτο γὰρ δηλοῖ τὸ οὐδὲν ἄρα κατάκριμα οἷον οὐδεμία διὰ ἁμαρτίαν κατάδικη |
395 | 27v | Rom.8.1 | ϟε | τοῖς ἐν Χριστῷ Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα | τι οὖν οὐδε μία κατάδικη οὐ δὲ ἁμαρτία νυν ἀσφαλίζεται αὐτο οὐχί φησιν ἂλλ ἐκείνοις ὅσοι μὴ ἑκοντες σαρκικὴν ζῶσι ζωὴν εἰ γὰρ μόνον προέλοιντο πνευματικῶς ζῆν οὐχ ἁμαρτήσονται ἐπὶ δέ γε τοῦ νόμου οὐδε ὁ βουλόμενος ζῆν ὀρθῶς ἴσχυεν μηδενὸς βοηθοῦντος μηδὲ συνεπισχουντος ἐν δὲ Χριστῷ Ἰησοῦ οἷον τοῖς οὖσιν ἐν τῆ Χριστοῦ πίστει καὶ ἑλομένοις πνευματικὴν ζωήν |
396 | 28r | Rom.8.2 | ϟϛ | ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου | ὥσπερ νόμον ἁμαρτίας τὴν ἁμαρτίαν φησιν οὕτως καὶ νόμον πνεύματος τὸ πνεῦμα ὅπερ φησιν ἐστι ζωῆς χορηγὸν τοῦτο τοιγαροῦν τὸ πνεῦμα διὰ Ἰησοῦ Χριστοῦ αὐτος γὰρ ἡμῖν αἴτιος τῆς δωρεᾶς τοῦ πνεύματος ὁ λύσας τὴν ἁμαρτίαν καὶ ἐπισπασάμενος καθὸ ἐστιν ἄνθρωπος τὸ πνεῦμα καὶ ἡμῖν μεταδους τοῦτο τοιγαροῦν τὸ πνεῦμα ἠλευθέρωσέν με ἀπὸ τῆς ἁμαρτίας καὶ τοῦ ἐντεῦθεν θανάτου ὁδηγοῦν πρὸς τὰ βελτίω |
396Ph | 28r | Rom.8.2 | | | |
397 | 28r | Rom.8.3 | ϟζ | τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ὦ ἠσθένει διὰ τῆς σαρκὸς ὁ θεὸς τὸν ἑαυτοῦ | ὁρᾷς ὅτι οὐ τοῦ νόμου καταψηφίζεται οὐ γὰρ εἶπεν τὸ πονηρὸν τοῦ νόμου ἐν ὦ ἐκακούργει ἀλλὰ τὸ ἀδύνατον καὶ ἐν ὦ ἠσθένει ὡς εἰ εἶπεν ἤθελεν σῶσαι ἂλλ οὐκ ἴσχυεν ἐπειδὴ ἠσθένει διὰ τῆς σαρκὸς τουτέστι τοῦ φρονήματος αὐτῆς οὐ γὰρ τὴν σάρκα διαβάλλει |
398 | 28r | Rom.8.3 | ϟη | υἱον πέμψας | ἄνω εἰπὼν τὸ πνεῦμα ἠλευθερωκέναι νυν τὸν υἱον λέγει κοινῇ γὰρ εὐδοκία τῆς ἁγίας τριάδος σεσώσμεθα |
399 | 28r | Rom.8.3 | ϟθ | ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας | τὸ ἐν ὁμοιώματι οὐ πρὸς τὸ σαρκὸς ὅρα ἀλλὰ πρὸς τὸ σαρκὸς ἁμαρτίας οὐ γὰρ ἄλλην παρὰ τὴν ἡμῶν ἥνωσεν ἑαυτῷ ἄπαγε ἂλλ οὐχ ἁμαρτωλὴν ὡς εἰ εἶπεν ἐν ὁμοιώματι ἁμαρτωλῆς σαρκὸς ἀναμάρτητον δὲ ὁ ἐν ἁγίοις Κύριλλος ἐν βιβλίῳ ἱ τῆς κατὰ Ἰουλιανοῦ τὸ σῶμά φησιν Χριστοῦ οὐκ ἦν ἁμαρτίας σῶμα ἂλλ ὁμοίωμα σαρκὸς ἁμαρτίας |
399ex | 28r | Rom.8.3 | Βασιλ(ιου) εκ τ(ης) πρ(ος) Σωζοπολ(ιτανους) επιστολ(ης) s * | ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας | φαίνεται ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεξάμενος πρὸς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ένανθρωπησεως τὰ δὲ ἀπὸ κακίας πάθη ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν καταῤῥυπαίνει ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι αὐτον σαρκὸς ἁμαρτίας ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἔλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν ἁμαρτίαν δὲ οὐκ ἐποίησεν |
400 | 28r | Rom.8.3 | ρ | καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν | οὐχ ἁπλῶς φησιν οὐδε ἀνεξετάστως καθὸ δὲ δυνατὸς ἐστι κατέκρινε τὴν ἁμαρτίαν ἀλλὰ πρῶτον διελέγξας τὰ μεγιατα πταίουσαν καὶ ἁμαρτάνουσαν |
400Ph | 28r | Rom.8.3 | | | |
401 | 28r | Rom.8.3 | α | ἐν τῆ σαρκί | διὰ τῆς σαρκὸς αὐτοῦ φησι τοῦτο γὰρ τὸ θαυμαστὸν ὅτι διὰ τῆς σαρκὸς τῆς πάλαι ἔνοχο οὔσης τῆ ἁμαρτία κατέκρινεν αὐτήν πως τῶ φυλάξαι δηλάδη ἀναμάρτητον ταύτῃ γὰρ νικήσας αὐτὴν καὶ ἐκόλασεν κόλασις δὲ ἁμαρτίας ἡ ἀναίρεσις αὐτῆς καὶ οὕτω παραδοῦναι εἰς τὸν θεὸν ἐπὶ ἀναιρέσει τῆς ἁμαρτίας |
402 | 28v | Rom.8.4 | β | ἵνα τὸ δικαίωμα * τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα | ἵνα μή τις λέγη καί τι πρὸς ἡμᾶς τοῦτό φησιν ταῦτα ἐποίησεν ὁ Χριστὸς ἵνα ὁ σκοπὸς τοῦ νόμου τοῦτο γὰρ τὸ δικαίωμα πληρωθῇ ἐν ἡμῖν τις δὲ ὁ σκοπὸς τοῦ νόμου τὸ μὴ γενέσθαι ἡμᾶς ὑπευθύνους τῆ ἄρα πληρωθῇ δὲ ἐν ἡμῖν τισιν τοῖς μή φησιν ἐθέλουσι σαρκικῶς ζῆν ἀλλὰ πνευματικῶς ἵνα γὰρ μὴ εἴπῃς ἐνίκησεν ὁ Χριστὸς καὶ οὐκέτι χρεία ζῆν ἀσφαλῶς προσέθηκε τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ὡς εἰ εἶπεν κατώρθωται μὲν ἡμῖν ὁ σκοπὸς τοῦ νόμου διὰ Χριστοῦ πλὴν ἀλλὰ καὶ ἡμῶν χρεία ἐκεῖνος μὲν γὰρ ἔδωκεν τὴν νίκην καὶ τὸν στέφανον ἡμῶν δὲ τὸ δυνηθῆναι κατασχεῖν τὰ δοθέντα διὰ πολιτείας χρηστῆς καὶ πίστεως |
403 | 28v | Rom.8.5 | γ | οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν | οἱ ταῖς σαρκικαῖς φησιν ἐπιθυμίαις ἑαυτοὺς ἐκδεδωκότες ταύτας δὴ καὶ ἐν σπουδὴ ἔχουσιν |
404 | 28v | Rom.8.5 | δ | οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος | ἀπὸ κοινοῦ τὸ φρονυσιν |
405 | 28v | Rom.8.6 | ε | τὸ γὰρ φρόνημα τῆς σαρκὸς * θάνατος | φρόνημα σαρκὸς καλεῖ τὴν γεώδη τῆς διανοίας ὁρμὴν καὶ τὴν εἰς τὰς ἀτόπους πράξεις ῥοπὴν τοῦτο δὲ οὐ διαβολὴ τῆς σαρκὸς οὐ γὰρ εἶπεν ἡ φύσις ἀλλὰ τὸ φρόνημα τὸ δυνάμενον καὶ ὀρθωθῆναι |
406 | 28v | Rom.8.6 | ϛ | τὸ δὲ φρόνημα τοῦ πνεύματος | εἰ πνευματικὸν οὐ μένει ἐν ἡμῖν διάνοια |
407 | 28v | Rom.8.6 | ζ | ζωὴν καὶ εἰρήνη * | τὸ μὲν ζωὴ ὡς πρὸς τὸ εἰρημένον ὅτι τὸ φρόνημα τῆς σαρκὸς θάνατος τὸ δὲ εἰρήνη ὡς πρὸς τὸ ἑξῆς διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν |
408 | 28v | Rom.8.7 | η | διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεὸν τῶ γὰρ νόμῳ τοῦ θεοῦ | φρόνημα σαρκὸς οὐχ ἡ σὰρξ ἀλλὰ τὸ πρὸς ἀκρασίαν αὐτῆς ὅρμημα οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῶ περὶ ἀναστάσεως |
409 | 28v | Rom.8.7 | θ | οὐχ ὑποτάσσεται | εἶπεν τὴν αἰτίαν τῆς ἔχθρας διὰ τὸ μὴ εἴκειν τῶ θείῳ νόμῳ |
409Ph | 28v | Rom.8.7 | | | |
410 | 28v | Rom.8.7 | ι | οὐδε γὰρ δύναται | μὴ θορυβηθῇς ἀκούων τοῦτο οὐ γὰρ τοῦτο λέγει ὅτι ὁ σαρκικὸν φρόνημα ἔχων οὐδέποτε δύναται θεῶ ἀρέσαι ἂλλ ἐν ὦ ἐπιμἐνει ἐν αὐτω οὐκ ἂν ὑποταγείη θεῶ ἐπεί πως μετανοήσαντες πολλοὶ ἐσώθησαν οὐ γὰρ εἶπεν ὅτι ὁ ἔχων αὐτο ἄνθρωπος οὐ δύναται θεῶ ὑποταγῆναι ἂλλ αὐτο τὸ φρόνημα ὃ εἰσιν αἱ πονηρᾶι πράξεις ἃς καὶ καταλιπεῖν ἔξεστιν |
411 | 28v | Rom.8.8 | ια | οἱ δὲ ἐν σαρκὶ ὄντες θεῶ ἀρέσαι οὐ δύνανται | τινες δὲ οἱ ἐν σαρκὶ ὄντες δηλάδη οἱ τὸ φρόνημα τῆς σαρκὸς ἔχοντες ἐκ παραλλήλου γὰρ τὸ αὐτο εἶπεν |
412 | 28v | Rom.8.9 | ιβ | ὑμεῖς δὲ οὐκ ἐστε ἐν σαρκὶ ἂλλ ἐν πνεύματι | διὰ τὴν δοθεῖσάν φησι τοῦ θεοῦ χάριν οὐκ ἐστε ἐν σαρκὶ τουτέστιν ἐν σαρκικαῖς καὶ ἁμαρτωλοῖς πράξεσιν ἂλλ ἐν πνευματικῶ φρονήματι |
413 | 28v | Rom.8.9 | ιγ | εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν | οὐκ ἐστι τὸ εἴπερ ἐνταῦθα ἀμφιβάλλοντος ἀλλὰ πεπεισμένου ἀντὶ τοῦ ἐπειδήπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν ὡς καὶ ἐκεῖ ἐπείπερ δίκαιον παρὰ θεῶ ἀποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν καὶ γὰρ κἀκεῖ τὸ εἴπερ ἐπειδήπερ κεῖται |
413Ph | 28v | Rom.8.9 | | | |
414 | 29r | Rom.8.9 | ιδ | εἰ δέ τις πνεῦμα Χριστοῦ | ἵνα μὴ λυπήση οὐκ εἶπεν εἰ δὲ οὐκ ἔχετε ἀλλὰ εἰ τις ὡς ἐπὶ ἄλλων |
414ex | 29r | Rom.8.9 | Σευηρι(ανου) s | εἰ δέ τις πνεῦμα Χριστοῦ | πνεῦμα Χριστοῦ εἶπεν τὰ χαρίσματα τῆς καινῆς διαθήκης |
415exa | 29r | Rom.8.9 | ιε Οικουμ(ενιου) | πνεῦμα Χριστοῦ οὐκ ἔχει οὗτος οὐκ ἐστιν αὐτοῦ | κοινὸν γὰρ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα |
415exb | 29r | Rom.8.10 | Ιω(αννου) s | εἰ δὲ Χριστὸς ἐν ὑμῖν | ἔδειξεν ὡς οὐ τῆς σαρκὸς κατηγορεῖ ἀλλὰ τῆς ἁμαρτίας τῆ γὰρ ἁμαρτία προσέταξεν τοῦτο γενέσθαι νεκρὸν ἀντὶ τοῦ τὴν ἁμαρτίαν μὴ ἐνεργεῖν πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν προσηγόρευσεν ὡς πνευματικὴν ἤδη γεγενημένην ταύτῃ μετιέναι τὴν δικαιοσύνην κελεύει ἧς καρπὸς ἀξιέραστος ἡ ζωή |
416 | 29r | Rom.8.10 | ιϛ | εἰ δὲ Χριστὸς ἐν ὑμῖν | τὸ λυπηρον ἐπὶ ἄλλο θεὶς καὶ ἑνὸς εἰ δέ τις φησι πνεῦμα θεοῦ τὸ ποθητὸν εἶπεν ἐπὶ αὐτῶν καὶ πληθυντικῶς εἰ δὲ Χριστὸς ἐν ὑμῖν |
417 | 29r | Rom.8.10 | ιζ | τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν | τὸ σῶμά φησιν ἔσται νεκρὸν ὡς πρὸς τὴν τῆς ἁμαρτίας ἐνέργειαν τοῦτο γὰρ τὸ διὰ ἁμαρτίαν |
418 | 29r | Rom.8.10-Rom.8.11 | ιη | τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν | μὴ φοβησθῇς φησιν ἀκούων νεκρὸν ἔχεις γὰρ καὶ ζωὴν τὸ πνεῦμα εἰς δικαιοσύνης ἐνέργειαν ὥσπερ δὲ εἶπεν τὸ μὲν σῶμα νεκρὸν οὕτως ἦν ἀκολουθον εἰπεῖν τὸ δὲ πνεῦμα ζωὴ ἂλλ εἶπε ζωὴ δεικνὺς οὐ μόνον ζῶν τὸ πνεῦμα ἀλλὰ καὶ ζωοποιόν |
418ex | 29r | Rom.8.11 | Κυριλλου s | ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν | ἐγήγερται ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τοῦ πατρὸς ἐνεργουμένης περὶ τὴν σάρκα αὐτοῦ τῆς ζωῆς διὰ τοῦ ἁγίου πνεύματος ὃ ἐστιν αὐτοῦ οὐκοῦν καὶ εἰ ἐγηγέρθαι λέγοιτο παρὰ τοῦ πατρὸς ἀλλὰ καὶ αὐτος ἦν ὁ ανιστας διὰ τοῦ ἁγίου πνεύματος πάντα γὰρ ἐνεργεῖται τὰ θεοπρεπῆ παρὰ τοῦ πατρὸς δι' υἱοῦ ἐν πνεύματι ἐγερεῖ τοίνυν καὶ τὰ ἡμῶν σώματα ἐκ νεκρῶν ὁ Χριστός |
419 | 29r | Rom.8.11 | ιθ | ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν | εἰς τὸν περὶ ἀναστάσεως ἦλθεν λόγον ἐπεὶ οὖν ἐν ταύτῃ πάντες μὲν ἀνίστανται ἂλλ οἱ μὲν εἰς ζωὴν οἱ δὲ εἰς τιμωρίαν οὐκ εἶπεν ἀναστήσει ἀλλὰ ζωοποιήσει τουτέστιν εἰς ζωὴν καὶ δόξαν ἀναστήσει |
420 | 29r | Rom.8.11 | κ | διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν | τὴν αἰτίαν εἶπεν τῆς ζωοποιήσεως ἐνοικοῦν δὲ εἶπεν τὴν δι' ὅλου μόνην δηλῶν |
421 | 29r | Rom.8.12-Rom.8.13 | κα | ἄρα οὖν ἀδελφοὶ ὀφειλέται ἐσμεν οὐ τῆ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε | μετὰ γὰρ τὴν τοσαύτην χάριν χρεωστοῦμεν κατὰ τὸ θέλημα τοῦ θεοῦ ζῆν καὶ οὐκέτι κατὰ σάρκα εἶτα ἵνα μὴ νομισθῇ τὰς ἀναγκαίας ἀναιρεῖν τοῦ σώματος ὑπηρεσίας οἷον τροφὴν ἔνδυμα ἐπάγει τοῦ κατὰ σάρκα ζῆν τουτέστιν ἐν ἁμαρτίαις καὶ εἰς τὸ ἐπιτρέπειν ταῖς σαρκικαῖς ἐπιθυμίαις |
422 | 29r | Rom.8.13 | κβ | ἀποθνήσκειν εἰ δὲ πνεύματι | τὸν ἀθάνατον θάνατον ἐν τῆ γεέννῃ |
423 | 29r | Rom.8.13 | κγ | τὰς πράξεις τοῦ σώματος θανατοῦτε ζήσεσθε | εἶδε διὰ πνεύματος ἁγίου τὰς πράξεις τοῦ σώματος τουτέστι τὰς πονηρᾶς ἀναιρεῖτε ζήσεσθε τὴν μακαρίαν ἐκείνην ζωήν |
424 | 29v | Rom.8.14 | κδ | ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται οὗτοὶ εἰσιν υἱοί | οὐκ εἶπεν ὅσοι πνεῦμα θεοῦ λάβωσιν ἂλλ ὅσοι πνεύματι ἄγονται τουτέστι παντὸς τοῦ β[ιου] ἡνίοχον καὶ ἡγεμόνα προστήσονται πάντες μὲν γὰρ οἱ βαπτιζόμενοι πνεῦμα ἅγιον λαμβάνουσιν ἂλλ οὐ πάντες αὐτω τὴν ἡγεμονίαν ἐνδιδόασιν |
425 | 29v | Rom.8.14 | κε | θεοῦ | ἰδοὺ καὶ τὴν υἱοθεσίαν εὐαγγελίζεται |
426 | 29v | Rom.8.15 | κϛ | οὐ γὰρ ἐλάβετε πνεῦμα | ἐπειδὴ υἱοθεσίας ἐμνήσθη ἦσαν δὲ καὶ Ἰουδαῖοι τούτου ἠξιωμένοι τοῦ ὀνόματος ὡς τὸ υἱος πρωτότοκος μου Ἰσραὴλ καὶ ἐγὼ εἶπα θεοὶ ἐστε καὶ υἱοὶ ὑψίστου πάντες θέλει δεῖξαι πολλὴν τὴν τῶν υἱοθεσιῶν διαφορὰν οὐ γὰρ ἐλάβομεν φησι πνεῦμα δουλείας πάλιν εἰς φόβον οὐχ ὥσπερ φησιν Ἰουδαῖοι πνευματικὸν ἔλαβον νόμον ὡς δοῦλοι εἰς φόβον τοῦτο γὰρ δηλοῖ τὸ πνεῦμα δουλείας αὐτοὶ γὰρ διὰ τοῦ ἐν χερσὶ τοῦ παρακειμένου φοβοῦ ὡς δοῦλοι ἠναγκάζοντο τὰ δέοντα ποιεῖν ἡμεῖς δέ φησιν ὡς υἱοὶ διὰ τὴν ἐν οὐρανοῖς ἐλπίδα τὰ δέοντα ποιοῦμεν οὐκοῦν ἐκείνοις μὲν τοῖς ενταξει δούλων ἐν φόβῳ ζῶσιν ἄχρις ὀνόματος καὶ τιμῆς ἡ υιοθησια ἡμῖν δὲ κατὰ ἀλήθειαν |
426Ph | 29v | Rom.8.15 | | | |
426ex | 29v | Rom.8.15 | Οικου(μενιου) * | | ὥσπερ πάντα τὰ παρ' αὐτοῖς τύπος ἦν τῶν ἡμετέρων οὕτως ἡγοῦμαι κα τὴν υἱοθεσίαν |
427 | 29v | Rom.8.15 | κζ | δουλείας πάλιν εἰς φόβον ἂλλ ἐλάβετε πνεῦμα | τὸν πμευματικον φησι νόμον οὐ γὰρ ἔλαβον καθολικῶς πνεῦμα Ἰουδαῖοι |
428 | 29v | Rom.8.15 | κη | υἱοθεσίας | καί τοι ἀκολουθον ἦν εἰπεῖν ἐλευθερίας ἂλλ ὅμως τὸ μεῖζον λέγει |
429 | 29v | Rom.8.15 | κθ | ἐν ὦ κράζομεν ἀββᾶ ὁ πατήρ | λέγομεν γὰρ πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέθεικε δὲ καὶ τὴν εβραιαν λέξιν ἵνα τὸ γνήσιον δείξῃ διὰ πάντων |
430 | 29v | Rom.8.16 | λ | αὐτο τὸ πνεῦμα συμμαρτυρεῖ τῶ πνεύματι ἡμῶν ὅτὶ ἐσμεν τέκνα θεοῦ | ἐπειδὴ καὶ Ἰουδαῖοι πατέρα ἐκάλουν τὸν θεὸν θέλει δεῖξαι ὅτι αὐτοῖς μὲν οὐκ ἐπετέτραπτο τοῦτο ἡμῖν δὲ ναὶ δῆλον ἐκ τοῦ μαρτυροῦντος πνεύματος καί φησιν αὐτο τὸ πνεῦμα τουτέστιν αὐτος ὁ παράκλητος συμμαρτυρεῖ τῶ πνεύματι ἡμῶν ὃ ἐστι τῶ δοθέντι ἡμῖν παρ' αὐτοῦ χαρίσματι οὐ γὰρ μόνον τοῦ χαρίσματος ἡ τοιαύτη φωνὴ ἀλλὰ καὶ τοῦ δωρησαμένου ἔνθα οὖν τὸ πνεῦμα μαρτυρεῖ ποία ἐστιν ἀμφισβήτησις |
431 | 29v | Rom.8.17 | λα | εἰ δὲ τέκνα καὶ κληρονόμοι | λοιπὸν αὔξει τὴν ἀξίαν ἑνὶ γὰρ τέκνα μὴ κληρονομοῦντα |
432 | 29v | Rom.8.17 | λβ | κληρονόμοι μὲν θεοῦ | ὁρᾷς ὅτι άλλη ἐστιν ἡ υἱοθεσία ἡμῶν παρὰ τὴν τῶν Ἰουδαίων ἡμεῖς γὰρ καὶ κληρονόμοι οἱ δὲ οὐχί φησι γὰρ περὶ αὐτῶν κακοὺς κακῶς ἀπολέσει καὶ τὸν ἀμπελῶνα ἐκδώσει ἄλλοις καὶ πάλιν πολλοί φησιν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται |
433 | 29v | Rom.8.17 | λγ | συγκληρονόμοι δὲ Χριστοῦ | πάλιν αὔξει τὸ ἀξίωμα καὶ φιλονεικεῖ ἐγγὺς ἡμᾶς στῆσαι τοῦ δεσπότου |
434 | 29v | Rom.8.17-Rom.8.18 | λδ | εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα | ἵνα μὴ ραθυμοτεροι τὸ πᾶν χάριτος είναι λογιζόμενοι γενώμεθα ἀπαιτεῖ καὶ τὰ παρ' ἡμῶν εἰ γὰρ ἐν τοῖς λυπηροῖς φησιν κοινωνήσομεν καὶ ἐν τοῖς χρηστοῖς |
435 | 30r | Rom.8.18 | λε | τοῦ νυν καιροῦ | τὸ πρόσκαιρον τῶν παθημάτων δηλοῖ διὰ τοῦ νυν καιροῦ |
436 | 30r | Rom.8.18 | λϛ | πρὸς τὴν μέλλουσαν δόξαν | εἶτα δείκνυσι τὸ ὅλον σχεδὸν τῆς χάριτος ὃν διὰ τὸ νικᾷν ταῖς ἀντιδόσεσι τὸν θεὸν καὶ ὅτι οὐκ ἰσχύομεν ἄξιόν τι τῆς ἐκεῖ ἀντιδόσεως παθεῖν ἡ συνεισενέγκαι |
437 | 30r | Rom.8.18 | λζ | ἀποκαλυφθῆναι εἰς ἡμᾶς | καλῶς τὸ ἀποκαλυφθῆναι ἐστι γὰρ καί νυν ἀλλὰ κέκρυπται |
438 | 30r | Rom.8.19 | λη | ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως | ὁ λέγει τοιοῦτὸν ἐστιν καὶ αὕτη φησιν ἡ κτίσις σφόδρα προσδοκᾷ τὴν μέλλουσαν ἡμῶν δόξαν διά τι ἄφθαρτος φησι πλασθεῖσα διὰ τὰς τῶν ἀνθρώπων ἁμαρτίας φθαρτὴ γέγονεν ἐπεὶ καὶ ἡμεῖς εξαφθαρτων φθαρτὸ γεγόναμεν βούλεται οὖν ἡ κτίσις φησι τοὺς ἀνθρώπους τὴν ἀφθαρσίαν ἀπολαβεῖν ἔσται δὲ τοῦτο ἐν τῆ ἀναστάσει ἵνα καὶ αὕτη τὴν οἰκείαν ἀφθαρσίαν ἀπολάβῃ τοῦ γὰρ ἀνθρώπου δι' ὃν γέγονε φθαρτὴ τὴν ἀφθαρσίαν ἀπολαμβάνοντος καὶ αὕτη τὴν οἰκείαν ἀφθαρσίαν συναπολήψεται προσωποποιία δὲ ἐστι τὸ πᾶν ἵνα τε τῶν ἀγαθῶν τὴν ὑπερβολὴν δηλώσῃ καὶ ἵνα δείξῃ ὅτι ἡμεῖς μᾶλλον ὀφείλομεν σπουδάζειν τῆς τοιαύτης δόξης καὶ ἀφθαρσίας ἐπιτυχεῖν ἤπερ ἡ κτίσις ἐπεὶ μὴ νόμιζε τὴν ἄψυχον καὶ ἀναίσθητον κτίσιν τὰ τοιαῦτα προσδοκᾶν ἡ αἰσθάνεσθαι |
438ex | 30r | Rom.8.19 | s | ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως | σφόδρα προσδοκία |
439 | 30r | Rom.8.19 | λθ * | | οἷον ἐπιτεταμένη προσδοκία |
440 | 30r | Rom.8.19 | μ | τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται | τὸ τέλος ὅταν μέλλωσι δείκνυσθαι τινες υἱοὶ θεοῦ καί τινες υἱοὶ διαβόλου |
441 | 30r | Rom.8.20 | μα | τῆ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη | οἷον τῆ φθορὰ τοῦτο γὰρ κατεκρίθη διὰ τὰς ἡμῶν ἁμαρτίας |
442 | 30r | Rom.8.20 | μβ | οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα | τῆς τοῦ Χριστοῦ δυνάμεως φησι τοῦτο τὸ ἔργον τὸ καὶ ἄκουσαν ὑποτάξαι |
443 | 30r | Rom.8.20-Rom.8.21 | μγ | ἐπ' ἐλπίδι ὅτι καὶ αυτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς | καὶ αυτὴ γάρ φησι τὴν ἀπαλλαγὴν ἐλπίζει ἐπ' ἐλπίδι οὖν ἀπαλλαγῆς ὑπετάγη λοιπὸν ἑαυτὸν ἐφερμηνεύει πως ἐπ' ἐλπίδι ὅτι καὶ αυτὴ ἡ κτίσις ἐλευθερωθήσεται |
444 | 30r | Rom.8.21 | μδ | εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ | εἰς τὴν ἐλευθερίαν οἷον διὰ τὴν ἐλευθερίαν τῆς δόξης τουτέστι δι' ἡμᾶς ἔσται καὶ ἡ κτίσις ἄφθαρτος ὥσπερ καὶ δι' ἡμᾶς γέγονε φθαρτή |
444ex | 30r | Rom.8.21 | Οικου(μενιου) * | | ἡ τὸ εἰς τὴν ἐλευθερίαν δηλοῖ τουτέστιν εἰς τὴν αὐτὴν εἰς ἦν καὶ ἡμεῖς ἐλευθερίαν τῆς φθορᾶς ἐλεύσεται οἷον ἐκ φθαρτῆς ἄφθαρτος ἔσται |
445 | 30r | Rom.8.22 | με | οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις | στενάζει φησι ἡ κτίσις βουλουμένη τὴν φθορὰν ἀποθέσθαι λοιπὸν εἰ δὲ ἡ κτίσις πολλῷ μᾶλλον ἡμεῖς τοῦτο ἐθέλειν ὀφείλομεν καὶ μὴ τοῖς ὧδε κεχηνέναι οἱ καὶ λόγῳ τετιμημένοι καὶ υἱοθεσίαν προσδοκῶντες |
446 | 30r | Rom.8.22 | μϛ | συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νυν | ἐπειδὴ καὶ οἱ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες καὶ ἡμεῖς αὐτοὶ στενάζομεν διὰ τοῦτο συνωδίνει |
447 | 30v | Rom.8.23 | μζ | οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς | οὐ μόνον φησιν ἡ κτίσις στενάζει ἀλλὰ καὶ οἱ ἀρχήν τινα μικρὰν καὶ γεῦσιν τοῦ πνεύματος λαβόντες σπεύδουσι πρὸς τὰ ἐκεῖ μεταβῆναι εἰ γὰρ ἡ ἀπαρχὴ τοῦ πνεύματος τοιαύτη ώστε ποιεῖν θαυματουργίας ἐκ τῆς σκιᾶς τι τὸ τέλειον |
448 | 30v | Rom.8.23 | μη | στενάζομεν | ἵνα μή τις εἴπῃ σὺ εἶπας θεοὶ ἐσμεν καὶ ποίαν ἄλλην προσδοκῶμεν υιοθησιαν φησι τὴν ἀπολύτρωσιν τοῦ σώματος τουτέστι τὴν ἀφθαρσίαν τότε γὰρ βεβαία ἡ υἱοθεσία καὶ τότε ἥξει τὰ αὐτῆς ἀποτελέσματα νυν γὰρ οὔτε ἡ δόξα δήλη ἀλλὰ καὶ προσδοκεια ἐκ πτωσεως διὰ βίου κατεγνωσμένου |
449 | 30v | Rom.8.23 | μθ | υἱοθεσίαν ἀπεκδεχομενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν | εἶτα ἵνα μὴ νομισθῇ τὰ παρόντα διαβάλλειν καὶ δῷ λαβὴν τοῖς αἱρετικοῖς φησιν οὐδε τὰ παρόντα κακὰ ἀλλὰ τὰ προσδοκώμενα βελτίω ἃ ἐστιν υἱοθεσία |
449ex | 30v | Rom.8.23 | Οικουμε(νιου) * | | τότε γὰρ τὰ τῆς υἱοθεσίας ἀποτελέσματα |
449Ph | 30v | Rom.8.23 | | | |
450 | 30v | Rom.8.24 | ν | τῆ γὰρ ἐλπίδι ἐσώθημεν ἐλπὶς δὲ βλεπομένη οὐκ ἐστιν ἐλπὶς ὁ γὰρ βλέπει τις τι καὶ ἐλπίζει | ὡς εἰ ἔλεγεν πάντα λαβόντες παρὰ θεοῦ ἡμεῖς πίστιν αὐτω προσηγάγομεν ἧς μέγα μέρος ἡ τῶν ἐκεῖσε ἐλπὶς μὴ τοιγαροῦν ζητεῖ πάντα σοι ἐνταῦθα παρεῖναι τὰ ἀγαθὰ ἀλλά τινα καὶ τῆ ἐλπίδι ταμίευσαι εἰ δὲ πάντα παρεῖναι θέλεις οὐκέτι ἐλπίζεις ἐλπὶς γὰρ βλεπωμενη οὐκ ἐστιν ἐλπίς |
451 | 30v | Rom.8.25 | να | εἰ δὲ ὁ οὐ βλέπομεν ἐλπίζομεν δι' ὑπομονῆς απεκδοχημεθα | εἰ δέ φησι τὰ μὴ ὁρώμενα ἐλπίζομεν ἐν ὑπομονὴ ἕξομεν τὴν τούτων προσδοκίαν ἡ δὲ ὑπομονὴ ὅτι μέρος μέγιστον ἀρετῆς παντί που δῆλον ώστε ἡ ἐλπὶς καὶ πίστεὼς ἐστι καὶ ὑπομονῆς ποιητική |
452 | 30v | Rom.8.26 | νβ | ωσαύτος δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν | καὶ μὴ νόμιζέ φησιν κάμνειν ὑπομένων οὐ γὰρ εασεισε τὸ πνεῦμα κάμνειν ἂλλ ἀντιλήψεται σου πρὸς τοῦτο ἀσθενεῖς γὰρ ἐσμεν καὶ οὐδε ὑπομονὴν κατορθῶσαι ἰσχύομεν δίχα τῆς τοῦ πνεύματος βοηθείας |
451ex | 30v | Rom.8.26 | Οικου(μενιου) * | | ὡσαύτως δὲ καὶ τὸ πνεῦμα φροντίσει σου εἰ δὲ ἀμελεῖς ἀμεληθήσῃ |
453 | 30v | Rom.8.26 | νγ | τὸ γάρ τι προσευξόμεθα | καί τι λέγω φησιν ὅτι πρὸς κατόρθωσιν ὑπομονῆς δεόμεθα ἀντιλήψεως παρὰ τοῦ ἁγίου πνεύματος καὶ ἐν τοῖς δοκοῦσι φησιν εὐχερέσιν οἷον ἐν τῆ εὐχὴ ἐστιν γὰρ ὅτε ἀσύμφορα αἰτοῦμεν |
454 | 30v | Rom.8.26 | νδ | καθὸ δεῖ οὐκ οἴδαμεν | καὶ ἑαυτὸν ἔμιξεν ἵνα μὴ εὑρέθη ἐπαχθής |
455 | 30v | Rom.8.26 | νε | ἂλλ αὐτο τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις | τὸ παλαιὸν χαρίσματα διαφορὰ πολλοὶ ἐλάμβανον προφητειῶν ἑρμηνειῶν γλωσσῶν ἅπερ πάντα πνεύματα ἐκάλουν καὶ εὐχῆς δὲ χάρισμα ἐλάμβανον τινες ἐπειδὴ γὰρ ἀγνοοῦν τὸ πλῆθος τὸ συμφέρον ᾔτει πολλάκις ἀσύμφορα ἐλάμβανον τινες χάρισμα εὐχῆς καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ ηὔχοντο ὅπερ καὶ αὐτο πνεῦμα ἐλέγετο τοῦτο οὖν λέγει ὅτι καὶ αὕτη ἡ χάρις τῆς εὐχῆς ὑπὲρ ἡμῶν τῶ θεῶ ἐντυγχάνει μεγίστοις στεναγμοῖς τοῦτο δὲ εἶπεν συστῆσαι βουλόμενος ὅτι ἀγνοοῦμεν καθὸ δεῖ προσεύξασθαι εἰ γὰρ μὴ τοῦτό φησι ἦν τις χρεία λαβεῖν τινας χάρισμα εἰς τὸ εὔχεσθαι ὑπὲρ τοῦ λαοῦ |
455ex | 31r | Rom.8.26 | Οικ(ουμενιου) s | ἂλλ αὐτο τὸ πνεῦμα ὑπὲρ ἐν τυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις | τοῦτό νυν ὁ διάκονος πληροῖ λιτανεύων |
455Ph | 31r | Rom.8.26 | | | |
456 | 31r | Rom.8.27 | νε | ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν τι τὸ φρόνημα | αὐτος ὁ παράκλητος ὁ τὰς καρδίας τῶν πνευματικῶν ἀνθρώπων ἐρευνῶν τῶν τὴν χάριν δηλάδη καὶ τὸ πνεῦμα τοῦ εὔχεσθαι λαβόντων |
457 | 31r | Rom.8.27 | νϛ | τοῦ πνεύματος | τῶν πνευματικῶν ἀνθρώπων τῶν τὸ εἰρημένον τῆς εὐχῆς λαβόντων πνεῦμα καὶ χάρισμα |
458 | 31r | Rom.8.27 | νζ | ὅτι κατὰ θεὸν ἐντυγχάνει | οὐκ αγνουντα φησι διδάσκουσιν οἱ πνευματικοὶ τὸν θεὸν ἂλλ οἶδεν ὁ παράκλητος ὅτι κατὰ θεὸν ἐντυγχάνει οὐ κατά τινα βλαβερὰν ἐπιθυμίαν ἀλλὰ κατὰ θεὸν ὃ ἐστι κατὰ τὴν βούλησιν τοῦ θεοῦ |
459 | 31r | Rom.8.27 | νη | ὑπὲρ ἁγίων | τῶν διὰ τῆς εὐχῆς ἁγιαζομένων |
459Ph | 31r | Rom.8.27 | | | |
460 | 31r | Rom.8.28 | νθ | οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεόν | οὕτω φησι διὰ τὴν ἐν τῶ εὔξασθαι ἄγνοιαν βοηθούμεθα ὑπο τοῦ πνεύματος ὅτι καὶ τὰ κακὰ εἰς ἀγαθὰ ἡμῖν περιτρέπει |
461 | 31r | Rom.8.28 | ξ | πάντα συνεργεῖ εἰς ἀγαθον | πάντα φησι καὶ τὰ κακὰ καὶ γὰρ ταῦτα περιστρέφει ὁ θεὸς εἰς ἀγαθὰ εἰς γὰρ εὐδοκίμησιν τῶν πασχόντων περιστρέφεται μεῖζον δὲ τὸ εἰς ἀγαθὰ περιστρέφεσθαι τοῦ μὴ παντελῶς ἐπελθεῖν |
462 | 31r | Rom.8.28 | ξα | τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν | ἐπειδὴ ἀπίθανον είναι ἐδοκει τὸ περιστρέφεσθαι τὰ κακὰ εἰς ἀγαθὰ προσθεὶς τὴν τοῦ θεοῦ κλῆσιν ἐπιστώσατο τὸ εἰρημένον οὐ γὰρ τοῖς τυχοῦσι φησιν τοῦτο συμβαίνει ἀλλὰ τοῖς ὑπο θεοῦ κληθεῖσιν εἶτα μὴ νομισθῇ μονομερῶς ὁ θεὸς ἐνίους καλέσας φησι τοῖς κατὰ πρόθεσιν δεικνὺς ὅτι πάντες μὲν ἐκλήθημεν ἐκεῖνοι δὲ ὑπήκουσαν διὸ καὶ βοηθοῦνται οἱ κατὰ οἰκείαν πρόθεσιν γενόμενοι κλητοί |
462ex | 31r | Rom.8.28 | | | |
463 | 31r | Rom.8.29 | ξβ | ὅτι οὓς προέγνω καὶ προώρισε | ἀπὸ κοινοῦ κατὰ πρόθεσιν κλητοὺς ὄντας |
464 | 31r | Rom.8.29 | ξγ | συμμόρφους * τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ εἰς τὸ είναι αὐτον πρωτότοκον | ὅπερ ἐστι φησιν ὁ υἱος τοῦ θεοῦ κατὰ φύσιν ἐν τῆ ἐνανθρωπήσει δῆλον δὲ ὡς ἅγιος καὶ ἀναμάρτητος τοῦτο καὶ αὐτοὶ γεγόνασι κατὰ χάριν συμμόρφους γὰρ τοὺς ἰσομόρφους εἰκονα δὲ τοῦ υἱοῦ τὴν οἰκονομίαν καλεῖ καὶ τὸ ἐντεῦθεν αὐτοῦ σῶμα κατὰ γὰρ τὴν οἰκονομίαν σύμμορφοι καὶ ἀδελφοὶ αὐτοῦ οἱ ἄνθρωποι κατὰ δὲ τὴν θεότητα μονογενὴς ἐστιν |
464ex | 31r | Rom.8.29 | Κυ(ριλλου) s | συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ εἰς τὸ είναι αὐτον πρωτότοκον | εἰκὼν τοῦ θεοῦ τις ἂν νοοῖτο σαφηνιεῖ λέγων αὐτὸς Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκονα τοῦ χοϊκοῦ φορεσωμεν καὶ τὴν εἰκονα τοῦ ἐπουρανίου τουτέστι τὴν ἐν ἁγιασμῷ ζωὴν τὴν πρὸς πᾶν ὅτι οὖν ἀμώμητον πολιτείαν ὥσπερ γὰρ εἰκονα τοῦ χοικοῦ τουτέστιν Ἀδὰμ τὴν ἐν παρακοῇ τε καὶ ἁμαρτίαις ζωὴν εἶναὶ φαμὲν οὕτως καὶ εἰκονα τοῦ ἐπουρανίου τουτέστι Χριστοῦ τὸν ἁγιασμὸν καὶ τὴν δικαίοσυνην τὴν ὑπακοήν |
465 | 31r | Rom.8.29-Rom.8.30 | ξδ | ἐν πολλοῖς ἀδελφοῖς οὓς δὲ προώρισε | διὰ πάντων τὴν συγγένειαν ἡμῶν τὴν πρὸς τὸν Χριστὸν σημᾶναι θέλει συγγένειαν δὲ τὴν ἐν τῆ οἰκονομία τῆς σαρκὸς αὐτοῦ |
466 | 31r | Rom.8.30 | ξε | τούτους καὶ ἐκάλεσεν καὶ οὓς ἐκάλεσε | πανταχοῦ τὸ κατὰ πρόθεσιν κλητοὺς ὄντας συνυπάκουε ἐπεὶ ἄτοπον ἅπαντα εἰ ὁ θεός τινας μὲν ευεποιησεν τινας δὲ οὐ τὸ δὲ κατὰ πρόθεσιν συνυπακούομενον αὐτῶν ποιεῖ τὸ κατόρθωμα καὶ προσωποληψίας ἀπαλλάττει τὸν θεόν |
467 | 31v | Rom.8.30 | ξϛ | τούτους καὶ ἐδικαίωσεν οὓς δὲ ἐδικαίωσε | διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας |
468 | 31v | Rom.8.30 | ξζ | τούτους καὶ ἐδοξασε | διὰ τῶν χαρισμάτων διὰ τῆς υἱοθεσίας |
468Ph | 31v | Rom.8.30 | | | |
469 | 31v | Rom.8.31 | ξη | τι οὖν ἐροῦμεν πρὸς ταῦτα | ὡς εἰ ἔλεγεν τούτων οὕτως ὄντων μηδεὶς λοιπὸν περὶ τῶν ὧδε πειρασμῶν ἡ κινδύνων λογοποιεσθω τι γὰρ ἑνὶ εἰπεῖν πρὸς τὴν τοσαύτην ἀγαθότητα τοῦ θεοῦ |
469Ph | 31v | Rom.8.31 | | | |
470 | 31v | Rom.8.31 | ξθ | εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν τις καθ' ἡμῶν | ἵνα γὰρ μὴ λέγωσιν ὅτι βασιλεῖς καθ' ἡμῶν καὶ δῆμο καὶ ἡγεμόνες πάντες γὰρ ἐπεβούλευον τοῖς πιστοῖς φησιν ὅτι ἰσχύει θεὸς τὰς καθ' ἡμῶν ἐπιβουλὰς ἀφορμὴν στεφάνων ποιήσασθαι οὐδεὶς οὖν ὁ καθ' ἡμῶν |
471 | 31v | Rom.8.32 | ο | ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο ἂλλ ὑπὲρ ἡμῶν πάντων παρεδοκεν αὐτον | πως οὖν φησιν ἡμᾶς προήσεται ὁ θεὸς ὃς οὐ μόνον συμμόρφους τοῦ υἱοῦ αὐτοῦ ἐποίησεν ἀλλὰ καὶ ἐδικαίωσεν καὶ εδοξασεν καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ τὸν υἱον ἔδωκεν ὑπὲρ ἡμῶν πάντων φησιν καὶ ἁμαρτωλῶν καὶ τελωνῶν καὶ πορνῶν |
472 | 31v | Rom.8.32 | οα | πως οὐχὶ καὶ σὺν αὐτω τὰ πάντα ἡμῖν χαρίσεται | εἰ τὸν υἱόν φησιν ἔδωκεν εἰς θάνατόν τι δεῖ φησι περὶ τῶν ἄλλων ἀμφιβάλλειν ὁ γὰρ τὸ μέγα δοὺς καὶ τὸ ἔλαττον δώσει |
473 | 31v | Rom.8.33 | οβ | τις ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ | πολλοὶ ἀσεβεῖς ἐμέμφοντο τοὺς πιστεύσαντας φησιν οὖν τις ἱκανὸς ἐγκαλέσαι ημεμψασθαι τοῖς ὑπο θεοῦ ἐκλεχθεῖσι καὶ ὅρα οὐκ εἶπεν δούλοις θεοῦ ἡ πιστοῖς ἀλλὰ ἐκλεκτοῖς ἐπαίρων τὸ ἀξίωμα |
474 | 31v | Rom.8.33 | ογ | θεὸς ὁ δικαίων | οὐκ εἶπεν ὁ ἀφεὶς ἁμαρτίας ἀλλὰ τὸ μεῖζον ὁ δικαίων |
475 | 31v | Rom.8.34 | οδ | τις ὁ κατάκρινων | ὅταν γὰρ θεὸς ψήφῳ τινι οἰκεῖα δικαιώσῃ τις ἐστιν ὁ κατακρίνων τι δὲ καὶ κατακρίνων ὠφελεῖ τὸ δὲ κατακρίνων ὡς ἐπὶ ἁμαρτήμασι |
476 | 31v | Rom.8.34 | οε | Χριστός | κατὰ ἐρώτησιν αυτὰ προάγει ὡς ἀναντιρρήτων ὄντων |
477 | 31v | Rom.8.34 | οϛ | ὁ ἀποθανὼν μᾶλλον δὲ καὶ ἐγερθείς | τις φησιν ὁ κατακρίνων τοῦ μὲν πνεύματος συναντιλαμβανομένου ταῖς ἀσθενείαις ἡμῶν τοῦ δὲ πατρὸς δικαιοῦντος τοῦ δὲ υἱοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος οὓς γὰρ ἡ τριὰς απεδικαιοωσεν τις ὁ κατακρίνων |
477ex | 31v | Rom.8.34 | Οικου(μενιου) * | | καὶ οὕτω δύνῃ νοῆσαι ὡς πρὸς τὸ κατὰ πόδα τοῦ ῥητοῦ εἰ τὸ πνεῦμά φησιν ἀντιλαμβάνεται εἰ ὁ πατὴρ ἐδικαίωσεν τις ὁ κατακρῖναι δυνάμενος ὑπολείπεται φησιν ὁ υἱος ὁ υἱος οὖν φησιν ἔχει κατακρῖναι καί τοι τοσοῦτον ἀγαπᾷ ὡς καὶ θάνατον αἱρήσασθαι ὑπὲρ ἡμῶν καὶ ὧν ἐν δεξιὰ τοῦ πατρὸς καὶ εἰς τὴν ἰδίαν ἐπανελθὼν δόξαν οὐκ ἐπαύσατο τῆς πρὸς ἡμᾶς ἀγάπης ἀλλὰ καὶ παρακελεῖ τὸν πατέρα ὑπὲρ ἡμῶν τοῦτο γὰρ τὸ ἐντυγχάνει τὴν δὲ παράκλησιν οὕτως νόει αὐτω τῶ ἐνηνθρωπηκέναι παρακάλει τὸ πατέρα ὑπὲρ ἡμῶν |
478 | 31v | Rom.8.34 | οζ | ὃς καὶ ἐστιν ἐν δεξιὰ τοῦ θεοῦ ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν | ἵνα γὰρ μὴ ἐλάττωσιν τὴν ἐντυχίαν νομίσῃς θεὶς πρῶτον τὴν ἰσοτιμίαν τῶ είναι ἐν δεξιὰ τοῦ θεοῦ οὕτως εἶπεν τὸ ἐντυγχάνει δεῖξαι θέλων τὴν διάπυρον αὐτοῦ ἀγάπην οὐ γὰρ ὡς αὐτος ἀσθενῶν σῶσαι διὰ τοῦ πατρὸς ἄπαγε |
478ex | 31v | Rom.8.34 | Κυ(ριλλου) s | ὃς καὶ ἐστιν ἐν δεξιᾶι τοῦ θεοῦ ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν | ὡς πρὸς τὸ ἀνθρώπινον εἴρηται ὅ τι ἀρχιερεὺς ἦν |
478Ph | 31v | Rom.8.34 | | | |
479 | 31v | Rom.8.35 | οη | τις ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ | τις οὐδείς φησι τοὺς τοσαύτης ἀγάπης καὶ προνοίας ηξηιωμενους παρὰ θεοῦ |
479Ph | 31v | Rom.8.35 | | | |
480 | 32r | Rom.8.35 | οθ | θλῖψις ἡ στενοχωρία ἡ διωγμὸς ἡ λιμὸς ἡ γυμνότης ἡ κίνδυνος ἡ μάχαιρα | οὐκ εἶπεν χρήματα δόξαν καὶ ὅσα ανθρωπινα καλὰ ἂλλ ἅτινα καὶ βιάζεσθαι πέφυκε τὴν ἀνθρωπίνην φύσιν τὸ δὲ τῆς θλίψεως ὀνόματι πολλὰ δηλοῦται φυλακαὶ ἁλύσεις ἐξορίαι καὶ ὅσα τοιαῦτα |
481 | 32r | Rom.8.36 | π | καθὼς γέγραπται ὅτι | ἐντρέψαι αὐτοὺς βουλόμενος ἤγαγε τὴν μαρτυρίαν εἰ γὰρ οἱ ἐν τῆ παλαιά φησι ζωῆς κατεφρόνουν οἷς τὰ ἔπαθλα γῆ ἵνα καὶ τὰ ἐν τῆ γῆ ἀγαθὰ πόσῳ μᾶλλον ἡμεῖς ὀφείλομεν οἱ τὴν βασιλείαν τῶν οὐρανῶν ἔχοντες τῶν πόνων ἀμοιβήν |
482 | 32r | Rom.8.36 | πα | ἕνεκά σου θανατούμεθα | τῆ ματυρίᾳ τοῦ λόγον πιστοῦται |
483 | 32r | Rom.8.36 | πβ | ὅλην τὴν ἡμέραν | ἐστι γὰρ πρὸ αιρεσει πολλάκις τῆς ἡμέρας καταφρονεῖν |
484 | 32r | Rom.8.36 | πγ | ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς | πᾶσι φησιν εἰς τὸ ἀδικεῖν προκείμεθα οἱ ἀπόστολοι δῆλον ὡς πρόβατα σφαζόμενα μὴ ἀντιλέγοντες |
485 | 32r | Rom.8.37 | πδ | ἂλλ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς | ἐπαίρει τὸν ἀκροατὴν ἵνα μὴ καταπέσῃ θλῖψιν ἀκούσας καὶ διωγμὸν καὶ ὅσα εἶπεν καί φησι πάντων κρατοῦμεν χάριτι Χριστοῦ καὶ οὐκ εἶπεν νικῶμεν ἂλλ ὑπὲρ νικῶμεν τουτέστι δι' ὧν ἐπιβουλευόμεθα στεφανούμεθα οἱ γὰρ ἐπίβουλοι πρόξενο στεφάνων ἡμῖν ἂν εὐχαρίστως φέρωμεν |
486 | 32r | Rom.8.38-Rom.8.39 | πε | πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἕτερα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ | ἐπειδὴ ἄνω τὰ παρόντα εἶπε νυν τὰ μέλλοντα λέγει καί φησιν οὔτε ὁ μέλλων θάνατος οὔτε ἡ μέλλουσα ζωὴ οὔτε ἄγγελοι οὔτε δυνάμεις δύνανταί με χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς διὰ Χριστοῦ μοι φησι προξενηθεισης πάντα μοι φησι μικρὰ πρὸς ἐκείνην τὴν ἀγάπην εἶτα ἐπειδὴ πᾶσαν εἶπε τὴν κτίσιν τὴν ὁρατὴν καὶ νοητὴν προστίθησιν οὔτε τις ἕτερα κτίσις τουτέστιν εἰ καὶ ἄλλη τις παρὰ τὴν οὖσαν ὑποσταίη οὐδε αὕτη μοι είναι τι δοκεῖ πρὸς τὴν ἀγάπην τοῦ θεοῦ ἐπειδὴ δὲ καὶ ἀγγέλων καὶ δυνάμεων ἐμνήσθη μὴ νομίζει τοὺς ἀγγέλους ἡ τὰς δυνάμεις ἀποστῆσαί τινας ἐθέλειν ἀπὸ Χριστοῦ ἄπαγε ἀλλὰ τὸν περὶ θεὸν θερμὸν πόθον σημᾶναι ζητῶν εἰς τούτους ἦλθεν τοὺς λόγους |
486exa | 32r | Rom.8.39 | Θεοδω(ρητου) s | οὔτε βάθος οὔτε τις κτίσις ἕτερα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ | βάθος ὡς οἶμαι τὴν γέενναν ὀνομάζει ὕψος δὲ τὴν βασιλείαν καὶ πρὸς τούτοις τὴν αἰώνιον ζωὴν καὶ τὸν αἰώνιον θάνατον |
486exb | 32r | Rom.8.39 | αλλως | | τουτέστιν οὔτε τὰ ἄγαν ἐπίδοξα οὔτε τὰ ἄγαν ἄδοξα |
487 | 32r | Rom.8.39 | πϛ | τῆς ἐν Χριστῷ Ἰησοῦ τῶ κυρίῳ ἡμῶν | ἄνω πρῶτον εἶπεν τὴν ἀγάπην τοῦ θεοῦ ἵνα μὴ ψεύδεσθαι δόξῃ περὶ τῆς ἰδίας λέγων ἀγάπης ὁ γὰρ ἀγαπηθεὶς οὐ θαυμαστὸν εἰ ἀνταγαπᾷ |
488 | 32r | Rom.9.1-Rom.9.2 | πζ | ἀλήθειαν λέγω ἐν Χριστῷ οὐ ψεύδομαι συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ ὅτι λύπη μοι ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῆ καρδία μου | μέγα θέλει εἰπεῖν διὸ προοδοποιεῖ τῶ πιστευθεναι ὅρα δὲ ἀλήθειαν φησι λέγω ἐν Χριστῷ καὶ οὐ ψεύδομαι καὶ ἡ συνείδησις μοι εἰς τοῦτο μάρτυς σὺν τῶ ἁγίῳ πνεύματι |
489 | 32v | Rom.9.3 | πη | ηὐχόμεν γὰρ αὐτος ἐγώ | ὅρα τὴν ἐπίτασιν οὐκ εἶπεν ἠβουλόμην ἂλλ ηὐχομην |
489ex | 32v | Rom.9.3 | πθ | ἀνάθεμα είναι | δοκεῖ μὲν ἐθέλειν ὑπὲρ τῶν ἀδελφῶν καὶ τῶν συγγενῶν ἀλλοτριωθῆναι Χριστοῦ τοῦτο γὰρ ἡ τοῦ ἀναθέματος δύναμις ὅμως ἀκριβῶς θεωροῦντι φανήσεται ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ ταῦτα εἰρηκώς πως ἐπειδὴ ἑώρα τὸν θεὸν βλασφημούμενον ὑπο τῶν Ἰουδαίων ὅτί φησιν ἡμεῖς οἱ τὸν νόμον καὶ τὰς ἐπαγγελίας δεξάμενοι καὶ προπάτορες αὐτοῦ τοῦ Χριστοῦ εἰς οὓς ἦν ἡ υἱοθεσία ἐκβεβλήμεθα ἀντεισῆλθον δὲ ἄνθρωποι ἄρτι τῶν βωμῶν καὶ τῆς κνίσης ἐξελθόντες ἐπεὶ οὖν ταῦτα λέγοντας ᾔδει ὑπὲρ τοῦ μὴ είναι πρόφασιν βλασφημίας κατὰ τοῦ θεοῦ ηβούλετο ἐπιστρέψαι καὶ τοὺς Ἰουδαίους ὡς καὶ ἀνάθεμα ὑπὲρ τούτου ἐθέλειν γενέσθαι ὅπερ δεικτικὸν ἐστι τῆς ἀγάπης τοῦ Χριστοῦ ὃν γὰρ οὐδεμία κτίσις χωρίσαι ἴσχυσεν πως ἂν ἐχώρισεν ἀγάπη συγγενῶν καὶ ἀδελφῶν |
489Pha | 32v | Rom.9.3 | | | |
489Phb | 32v | Rom.9.3 | | | |
490 | 32v | Rom.9.3 | ϟ | ἀπὸ τοῦ Χριστοῦ | ὁ διδάσκαλος φησι πάντων ὁ μυρίους προσδοκῶν στεφάνους ὁ πάντων τὴν αὐτοῦ ἀγάπην προτιμῶν |
491 | 32v | Rom.9.3 | ϟα | ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα | διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ τοῦτο εἶπεν ηβούλετο γὰρ αὐτον παρὰ πάντων δοξάζεσθαι ἀλλὰ μὴ βουλόμενος δημοσιεῦσαι τὸ χάρισμα χάρισμα γὰρ τὸ οὕτως ἀγαπᾶν τὸν Χριστὸν τοὺς συγγενεῖς ἀγαπᾶν ὑποκρίνεται |
491Ph | 32v | Rom.9.3 | | | |
492 | 32v | Rom.9.4-Rom.9.5 | ϟβ | οἵτινὲς εἰσιν Ἰσραηλῖται ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ ἐπαγγελίαι ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὧν ἐπὶ πάντων θεός | δεῖξαι θέλει ὅτι ὁ θεὸς οὐδὲν παρῆκεν εἰς τὴν τῶν Ἰουδαίων εὐεργεσίαν αὐτοὶ δὲ οἰκεῖα ἀγνωμοσύνῃ πάντων ἐξέπεσον διὸ καταλέγει τὰς δωρεᾶς τοῦ θεοῦ |
492Ph | 32v | Rom.9.5 | | | |
493 | 32v | Rom.9.5 | ϟγ | εὐλογητὸς εἰς τοῦ αἰῶνας ἀμήν | αὐτος τὴν ὑπὲρ πάντων ἀνήγαγεν εὐχαριστίαν εἰ γὰρ καὶ Ἰουδαῖοί φησι βλασφημοῦσιν εἰς αὐτον ἂλλ ἐγώ φησιν οτα ἀπόῤῥητα εἰδὼς καὶ τὴν πρόνοιαν αὐτοῦ ἐπιστάμενος οἶδα ὅτι δοξολογεῖσθαι ὑπάρχει ἄξιος οἷα θεός |
494 | 32v | Rom.9.6 | ϟδ | οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ | ἰδού φησι καὶ ἀνάθεμα ζητῶ γενέσθαι ὑπὲρ τοῦ πιστεῦσαι Ἰουδαίους καὶ ἵνα μὴ δόξῃ ἐψεῦσθαι ὁ θεὸς ἐφ' οἷς ἐπήγγελται καὶ ὅμως εὰν ἴδωμεν ἀκριβῶς οὔτε νυν ἐξέπεσεν ὁ λόγος καὶ ἡ ἐπαγγελία τοῦ θεοῦ ἡ ἐψεύσατο ταῦτα γάρ φησιν εἶπον οὐχ οἷον ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ τουτέστιν οὐκ ἐπειδὴ ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ ἂλλ ἵνα τὴν πρὸς αὐτοὺς ἀγάπην ἐνδείξωμαι καὶ λοιπὸν δείκνυσι πως ὁ λόγος τοῦ θεοῦ καὶ ἡ πρὸς Ἀβραὰμ ἐπαγγελία τοῦ θεοῦ οὐκ ἐκπέπτωκεν ποία δητα ἡ τὸ κατ' ἐπαγγελίαν δὲ αὐτοῦ σπέρμα λέγουσα ἰσάριθμον ἔσεσθαι τοῖς ἄστροις κατ' ἐπαγγελίαν δὲ αὐτοῦ σπέρμα τὸ τῶν πιστῶν καὶ οὐκ ἐκπεπτωκότων τῆς θείας προνοίας |
494Ph | 32v | Rom.9.6 | | | |
495 | 33r | Rom.9.6-Rom.9.7 | ϟε | οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ οὐδ ὅτι εἰσι σπέρμα Ἀβραὰμ πάντες τέκνα ἂλλ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα | καί πως φησιν οὐκ ἐξέπεσεν ὁ λόγος τοῦ θεοῦ πως ὅτι οὐ πάντες οἱ ἐξ Ἰσραὴλ Ἰσραηλῖταὶ εἰσιν τουτέστι σπέρμα Ἀβραὰμ εἶτα σαφηνίζει αὐτο οὐ γὰρ ἐπειδή τινες φησι τέκνα σαρκικὰ τοῦ Ἀβραὰμ ἤδε καὶ τέκνα εἰσι κατ' ἐπαγγελίαν καὶ οἷς ἡ ἐπαγγελία ἐδόθη ἀλλὰ ποία ἐστι τέκνα Ἀβραὰμ ἄκουε φησι τῆς γραφῆς ὅρα δὲ οὐκ εἶπεν ἐξ Ἰακὼβ ἂλλ ἐξ Ἰσραὴλ τὸ τῆς ἀρετῆς γνώρισμα τεθεικὼς τὸ Ἰσραὴλ καὶ δεικνὺς τὴν ἄνωθεν δωρεάν |
495Ph | 33r | Rom.9.7 | | | |
496 | 33r | Rom.9.8 | ϟϛ | τουτέστιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα | εἶτα ἑρμηνεύει τὴν ἀναγνωσθεῖσαν γραφήν τι ἐστι τὸ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα ὅτί φησιν οἱ ἐκ τῆς ἐπαγγελίας εἰσι τέκνα οὐκ εἶπεν δὲ τοῦ Ἀβραὰμ ἀλλὰ τοῦ θεοῦ δεικνὺς οὐ δὲ τὸν Ἰσαὰκ ἁπλῶς είναι τοῦ Ἀβραὰμ ἵνα δείξῃ ὅτι οἱ τὴν υἱοθεσίαν ἔχοντες αὐτοὶ εἰσι κατ' ἐπαγγελίαν τέκνα τοῦ Ἀβραάμ |
497 | 33r | Rom.9.8 | ϟζ | τέκνα θεοῦ | ἐπεὶ τοῦτω τῶ λόγῳ καὶ οἱ Ιδουναιοι ἐπειδὴ ἀπόγονοι εἰσιν Ἀβραὰμ ὅσον τὸ κατὰ σάρκα ὤφειλον είναι τέκνα τοῦ θεοῦ ἂλλ οὐκ εἰσιν κατὰ σάρκα γὰρ αὐτοὶ σπέρμα Ἀβραὰμ ἂλλ ἡμεῖς ἐσμεν καὶ τέκνα τοῦ Ἀβραὰμ οἱ τῆς αὐτῆς αὐτω πίστεως καὶ τέκνα τοῦ θεοῦ διὰ τῆς κολυμβήθρας |
498 | 33r | Rom.9.8-Rom.9.9 | ϟη | ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῆ Σάρρα υἱος | ὅσοι φησι κατὰ τὸν Ἰσαὰκ γεννηθῶσιν οὗτοι εἰσι καὶ σπέρμα Ἀβραὰμ καὶ υἱοὶ θεοῦ ὁ γὰρ Ἰσαὰκ οὐ κατὰ νόμον ἐγεννήθη φύσεως ἀλλὰ κατὰ δύναμιν ἐπαγγελίας οὐκοῦν οἱ γεννώμενο οὕτως υἱοὶ Ἀβραὰμ εἰσιν οὕτως δὲ ἡμεῖς γενώμεθα διὰ τῆς κολυμβήθρας ῥήμασι γὰρ καὶ ἡμεῖς ἐπαγγελίας γεννώμεθα ῥήμασι μὲν διὰ τὸ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος γίνεσθαι τὰς ἐν τῆ κολυμβήθραι κατάδυσεις ἐπαγγελία δὲ καθὸ οἱ προφῆται πρὸ πολλῶν χρόνων τὸ βάπτισμα εὐηγγελίσαντο ὡς τὸ λούσασθε καθαροὶ γένεσθε |
499 | 33r | Rom.9.10 | ϟθ | οὐ μόνον δὲ ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα | καί τι φησι θαυμαστὸν ὅτι τῶν Ἰουδαίων οἱ μὲν πιστεύσαντες εἰς σπέρμα Ἀβραὰμ λογίζονται οἱ δὲ ἄπιστοι οὐκέτι τοῦτο γὰρ καὶ ἐπὶ τῶν παλαιων εὑρήσεις καὶ γὰρ ὁ Ἰσαὰκ λογίζεται μόνος εἰς σπέρμα καίτοι ὄντων καὶ τῶν ἀπὸ Χεττούρας οὐ μόνον δὲ τοῦτό φησιν ἀλλὰ καὶ ἡ Ῥεβέκκα ἐξ ἑνὸς τοῦ Ἰσαὰκ σπέρμα ἔχουσα καὶ δύο γεννήσασα οὐκ ἔσχεν τοὺς δύο ἀρέσαντας θεῶ οὐ δὲ λογιζομένους εἰς σπέρμα Ἀβραὰμ οὕτω φησιν καὶ Ἰουδαῖοι οἱ μὲν πιστοὶ καὶ σπέρμα Ἀβραὰμ εἰσι καὶ σώζονται οἱ δὲ ἄπιστοι οὐκέτι |
500 | 33r | Rom.9.10 | ρ | Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν | ἐξ ὧν οὐκ ἔσχε φησι τοὺς δύο ἀρέσκοντας |
501 | 33v | Rom.9.11 | α | μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθον ἡ κακόν | τοῦ Ἠσαῦ καὶ τοῦ Ἰακώβ |
502 | 33v | Rom.9.11 | β | ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ | ἡ κατὰ πρόγνωσιν ἐκλογή |
502Ph | 33v | Rom.9.11 | | | |
503 | 33v | Rom.9.11-Rom.9.12 | γ | οὐκ ἐξ ἔργων ἂλλ ἐκ τοῦ καλοῦντος ἐρρήθη αὕτη ὅτι ὁ μείζων δουλεύσει τῶ ἐλάσσονι | μήπω γάρ τι πράξαντα τὸν Ἰακὼβ ἐκάλεσεν ἀγαπητὸν τὸν γὰρ Ἰακώβ φησιν ἠγάπησα τὸν δὲ Ἠσαῦ ἐμίσησα |
504 | 33v | Rom.9.13 | δ | καθὼς γέγραπται τὸν Ἰακὼβ ἠγάπησα τὸν δὲ Ἠσαῦ ἐμίσησα | οἱ μὲν γὰρ ἄνθρωποι ἴσως μετὰ τὸ γενέσθαι ὁ δὲ θεὸς πρὸ γενέσεως ἐπίσταται τὰ ἐν τῶ ἀνθρώπῳ |
505 | 33v | Rom.9.14 | ε | τι οὖν ἐροῦμεν μὴ ἀδικία παρὰ τῶ θεῶ μὴ γένοιτο | ὁ μὲν Ἠσαῦ φησιν ὡς κακὸς ἐμισήθη τι δὲ ἐροῦμεν περὶ τῶν ἐν τῆ ἐρήμῳ Ιουδαδιων οὐ πάντες ἐμοσχοποίησαν πως οὖν εἴρηται ἐλεήσω ὃν ἂν ἐλεῶ εἰ γὰρ ἀδικία οὐκ ἐστι παρὰ τῶ θεῶ καὶ ὅμως πάντων μοσχοποιησάντων εἶπεν ἐλεήσω ὃν ἂν ἐλεῶ ἄρα κρυφίοις ὀφθαλμοῖς ὁ θεὸς ἐμβατεύει εἰς τὰς τῶν ἀνθρώπων καρδίας καὶ οὐχ ὥσπερ οἱ ἄνθρωποι οὐκ οὖν οὐδε ἐπὶ τῶν νυν Ἰουδαίων ἀδικεῖ ὁ θεὸς ἀλλὰ καί νυν ὅσοι μὲν ἄξιοι σώζονται πιστεύουσι γὰρ ὅσοι δὲ ἀνάξιοὶ ἀπόλλυνται οὐ πιστεύουσι γάρ |
506 | 33v | Rom.9.15 | ϛ | τῶ γὰρ Μωσῇ λέγει ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω | ὡς εἰ εἶπεν ἐγὼ οἶδά τινες ἄξιοι σωτηρίας καὶ ὅσοι οὐκ ἄξιοι εἰ οὖν Μωσῆς φησι ἠγνόει σχολῇ γοῦν ἡμεῖς γνοίημεν τὰς αἰτίας τῶν γινομένων |
507 | 33v | Rom.9.16 | ζ | ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδε τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ | δεῖ μὲν οὖν θέλειν καὶ τρέχειν καὶ τὴν ἑαυτοῦ ἕκαστον δύναμιν πληροῦν πλὴν ὅτι δίχα βουλῆς θεοῦ οὔτε ὁ θέλων οὔτε ὁ τρέχων ἀνύει τι πλέον |
507Ph | 33v | Rom.9.16 | | | |
508 | 33v | Rom.9.17 | η | λέγει γὰρ ἡ γραφὴ τῶ φαραώ | ἐδοκει αὐτω ἀντικεῖσθαι τι δήποτε ἐκβέβληται οἱ Ιουδαισμος παρὰ τῶ θεῶ ἀντεισήχθη δὲ ἡ πίστις θέλων οὖν ἡμᾶς παιδεῦσαι μὴ ἀπαιτεῖν εὐθύνας τὸν θεὸν ὧν πράττει ἀλλὰ πάντα ἡγεῖσθαι καλὰ κἂν ἡμεῖς ἀγνοῶμεν πολλὰ θεματοφορεῖ τὸ δυστέκμαρτον τῶν τοῦ θεοῦ κριμάτων παριστῶν |
509 | 33v | Rom.9.17 | θ | ὅτι εἰς αὐτο τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοι τὴν δύναμίν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῆ γῆ | τούτου τὴν λύσιν κάτω λέγει ὅτί φησιν ὁ φαραὼ διὰ τὴν οἰκείαν κακίαν ἔπαθεν ἅπερ ἔπαθεν ὡς ὅγε θεὸς σῶσαι αὐτον ἤθελεν τοιγαροῦν καὶ ἐμακροθύμει χώραν αὐτω μετανοίας διδούς |
509ex | 33v | Rom.9.17 | Οικου(μενιου) s | ὅτι εἰς αὐτο τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοι τὴν δύναμίν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῆ γῆ | δύναμις θεοῦ ἡ μακροθυμία καὶ δύναμις μεγίστῃ τις γὰρ οὐ κἂν ἐκπλαγείη τοσοῦτον μακροθυμήσαντος τοῦ θεοῦ φησιν οὖν ὅτι εἰς τοῦτό σε συγκεχώρηκα βασιλεῦσαι ὅπως δειχθῇ πως εἰμι μακρόθυμος |
510 | 34r | Rom.9.18 | ι * | ἄρα οὖν ὃν θέλει ἐλέει ὃν δὲ θέλει σκληρύνει | τὸν ἄξιον ἐλεεῖσθαι ἐλέει τὸν δὲ σκληρὸν καὶ ἀπειθῇ σκληρὸν καὶ ἀπειθῇ είναι συγχωρεῖ οὐ γὰρ κρίσεως ὁ παρὼν καιρὸς ἀλλὰ πολιτείας καὶ αὐτεξουσιότητος τὸ γὰρ σκληρύνει σκληρὸν είναι συγχωρεῖ νοήσεις |
510exa | 34r | Rom.9.18 | Γρεγοριου Νυσης s * | | τὸ ἐσκληρῦνθαι παρὰ θεοῦ τὸν Αἰγύπτιον τύραννον οὐχ ὡς τὴν ἀντιτυπίαν ἐν τῆ ψυχὴ αὐτοῦ τῆς θείας βουλήσεως ἐντιθείσης νοητέον ἂλλ ὡς τῆς προαιρέσεως διὰ τῆς πρὸς τὴν κακίαν προσκλίσεως τὸν ἐκμαλάσσοντα τὴν ἀντιτυπίαν λόγον οὐ δεχομένης |
510exb | 34r | Rom.9.18 | του αγιου Βασι(λειου) * | | ἐσκλήρυνεν ὁ θεὸς τὸν φαραὼ τῆ μακροθυμία καὶ τῆ τῆς τιμωρίας ἀναβολῇ ἐπιτείνων αὐτοῦ τὴν κακίαν ἵνα εἰς τὸν ἔσχατον ὅρον αὐξηθείσης αὐτοῦ τῆς πονηρίας τὸ δίκαιον ἐπ' αὐτω τῆς θείας κρίσεως διαφανῇ |
511 | 34r | Rom.9.19-Rom.9.20 | ια | ἐρεῖς οὖν μοι τι ἔτι μέμφεται τῶ γὰρ βουλήματι αὐτοῦ τις ἀνθέστηκεν μενοῦνγε ὦ ἄνθρωπε σύ τις εἰ ὁ ἀνταποκρινομενος τῶ θεῶ | ὡς ἐξ ἀκολουθίας ἴσως ἐρεῖς τι οὖν λοιπὸν παρ' ἡμᾶς εἶτα ἐπιστομίζει τοὺς πάντα θέλοντας μαθεῖν αποιει ὁ θεὸς καὶ τοὺς λόγους αὐτῶν εἰδέναι ὑπὲρ γὰρ ὧν μανθάνεις φησι χάριν ἔχε ὑπὲρ δὲ ὧν ἀγνοεῖς μὴ δυσχεραινε γινώσκων ὅτι κατάλογον πάντα προβαίνει κἂν σὺ τοὺς λόγους ἀγνοῇς καλὸν δὲ τὸ σύ τις εἰ κοινωνός φησιν εἰ τῆς ἀρχῆς αὐτω ἀλλὰ κριτής τις εἰ |
511ex | 34r | Rom.9.20 | | | |
512 | 34r | Rom.9.20 | ιβ | μὴ ἐρεῖ τὸ πλάσμα τῶ πλάσαντι τι με ἐποίησας οὕτως | οὐ τὸ αὐτεξούσιον ἀναιρῶν λέγει ταῦτα ἄπαγε ἀλλὰ δεικνὺς ὡς πᾶσι τρόποις χρὴ πείθεσθαι τῶ θεῶ κἂν αγνωμεν τοὺς λόγους τῶν γινομένων ὡς ἐν τῶ γε ἀπαιτεῖν τῶν γινομένων εὐθύνας τὸν θεὸν ἡ μὴ ἀπαιτεῖν πεπεῖσθαι προσήκει μηδὲν πηλοῦ διαφέρειν |
513 | 34r | Rom.9.21 | ιγ | ἡ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ | ἔχει φησιν ἐξουσίαν ὁ θεὸς ἐγεῖρων τοὺς νεκροὺς τοὺς μὲν εἰς δόξαν τοὺς δὲ εἰς αἰσχύνην ἔγειραι κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστῳ βεβιωμένων οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῶ περὶ ἀναστάσεως λόγῳ |
514 | 34r | Rom.9.21 | ιδ | ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὁ μὲν εἰς τιμὴν σκεῦος ὁ δὲ εἰς ἀτιμίαν | οὐκ ἐπειδὴ τοὺς μὲν ἀγαθοὺς τοὺς δὲ οὐ τοιούτους ποιεῖ ὁ θεὸς ἄπαγε ἀλλὰ πάντα μὲν τὰ τοῦ θεοῦ χρηστὰ πρὸς πάντας κοινὰ καὶ τό γε ἧκον εἰς αὐτον ηβούλετο πάντας εὐδοκιμεῖν ἂλλ ὡς πρὸς τὴν ἐξουσίαν ἦν ἔχει ὁ θεὸς ποιεῖν αβουλεται τοῦτο αὐτω εἴρηται παντω δὲ καλῶς καὶ πρεπόντως ποιεῖ κἂν ἡμεῖς τοὺς λόγους ἀγνοῶμεν καί φησιν ὥσπερ ὁ κεραμεὺς ὁ θέλει ποιεῖ καὶ ὁ πηλὸς οὐδὲν ἀντιλέγει ἡ περιεργάζεται οὕτως μὴ δὲ σύ φησι περιεργάζου ἡ ἀγνοῶν δυσχεραινε ἃ ἂν θεός σε ἀγνοεῖν βούλεται καὶ γὰρ καὶ ἄγνοια σοι πάντως συμφέρει ἡ γὰρ ἂν ἐδιδάχθης |
515 | 34r | Rom.9.22 | ιε | εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ | μακροθυμίαν ἠθέλησεν ἐνδείξασθαι ἂλλ ἐπειδὴ εἰς ἀπόνοιαν τῆ μακροθυμία τοῦ θεοῦ ἐχρήσατο λοιπὸν ὀργὴν ἐνεδείξατο |
515ex | 34r | Rom.9.22 | Οικου(μενιου) * | | οὐκ ἄρα ὀργῆς πάθει ἥλω θεὸς ἄπαγε ἂλλ ἐπειδὴ ταῦτα ἐποίησεν ἃ ἡμεῖς ὀργιζόμενοι ποιοῦμεν ὀργὴν τὸ πρᾶγμα ἐκ τοῦ ἡμῖν γνωρίμου ἐκάλεσεν |
515Ph | 34r | Rom.9.22 | | | |
516 | 34r | Rom.9.22 | ιϛ | ἤνεγκεν ἐν πολλὴ μακροθυμία | τουτέστιν πάνυ ἐμακροθύμησεν εἰς μετάνοιαν ἄγων ὡς δὲ οὐκ ἦλθεν πρὸς σωφρονισμὸν ἐτιμωρήσατο αὐτον |
516Ph | 34r | Rom.9.22 | | | |
517 | 34v | Rom.9.22 | ιζ | σκεύη ὀργῆς κατηρτισμένα | σκεῦος ἦν ὀργῆς ὁ φαραὼ τουτέστιν ἄνθρωπος τὴν τοῦ θεοῦ ἀνάπτων ὀργὴν ἡ τὴν τοῦ θεοῦ ὀργὴν ἐπισπώμενος καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ εἰς ἀπώλειαν κατηρτισμένος τουτέστιν ἀπηρτισμένος καὶ τέλειος πρὸς τὸ δεῖν ἀπολέσθαι τοῦτο δὲ οὐ παρὰ τὸν θεὸν ἀλλὰ παρὰ τὴν οἰκείαν κακίαν |
518 | 34v | Rom.9.22-Rom.9.23 | ιη | εἰς ἀπώλειαν καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ | τι φησιν ἀλογίαν καταγινώσκεις τοῦ θεοῦ κατὰ ὑποστιγμὴν ἀναγνωστέον |
518Pha | 34v | Rom.9.23 | | | |
518Phb | 34v | Rom.9.23 | | | |
519 | 34v | Rom.9.23 | ιθ | ἐπὶ σκεύη ἐλέους | ὥσπερ φησιν εἰς τὰ σκεύη τῆς ὀργῆς τουτέστι τὸν φαραὼ ἤνεγκεν ὀργὴν πολλὰ πρότερον μακροθυμήσας οὕτως καὶ εἰς σκεύη ἐλέους τουτέστιν εἰς ἀξίους τοῦ ἐλεεῖσθαι ἡμᾶς ἤνεγκεν φιλανθρωπίαν τοῦτο γὰρ συνυπακουστέον |
519Ph | 34v | Rom.9.23 | | | |
520 | 34v | Rom.9.23-Rom.9.24 | κ | ἃ προητοίμασεν εἰς δόξαν οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον | προητοίμασεν δὲ ἐπεὶ ἔγνω ἀξίους ἐλέου διὰ τὴν πίστιν τοῦτο δὲ εἰς δόξαν αὐτοῦ συντείνει |
521 | 34v | Rom.9.24 | κα | ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν | ὁρᾷς ὅτι οὐ μονομερῶς ὁ θεὸς ἀλλὰ καὶ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν σώζει διὰ τῆς πίστεως τοὺς ἀξίους σωτηρίας |
522 | 34v | Rom.9.25 | κβ | ὡς καὶ ἐν τῶ Ὡσηὲ λέγει καλέσω τὸν οὐ λαόν μου λαόν μου | ὅτι δέ φησιν οὐχ ἁπλῶς οὐδ ὡς ἂν εἴποι τις μονομερῶς ἔσωσεν ὁ θεὸς τοὺς ἐξ ἐθνῶν πιστοὺς ἂλλ ἐπειδὴ ἄξιοι ἦσαν σωτηρίας παράγει τὸν προφήτην πρὸ τοσούτων χρόνων τοῦτο προαναφωνοῦντα ἰδοὺ γὰρ ὁ θεὸς καὶ λαὸν καὶ ἠγαπημένην ἐκκλησίαν καὶ υἱοὺς καλεῖ τοὺς ἐξ ἐθνῶν τι δήποτε πάντως διὰ τὴν αὐτῶν εὐγνωμοσύνην καὶ πίστιν |
523 | 34v | Rom.9.25-Rom.9.26 | κγ | καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην καὶ ἔσται ἐν τῶ τόπῳ οὐ ἐρρήθη αὐτοῖς | τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἥτις οὐκ ηγαπη τὸ πρότερον οὐ γὰρ ἐγίνωσκεν θεόν |
524 | 34v | Rom.9.26 | κδ | οὐ λαός μου ὑμεῖς ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος | τὰ γὰρ ἔθνη ἀπηρνεῖτο ὁ θεὸς πάλαι διὰ τὴν δεισιδαιμονίαν |
525 | 34v | Rom.9.27 | κε | Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ εὰν ἡ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης | οὐδέν φησιν υποστελλεομενος βοᾷ |
526 | 34v | Rom.9.27 | κϛ | τὸ κατάλειμμα σωθήσεται | οὐ πάντες φησιν ἀλλὰ μέρος ἐξ αὐτῶν τοῦτο γὰρ τὸ κατάλειμμα |
526Ph | 34v | Rom.9.27 | | | |
527 | 34v | Rom.9.28 | κζ Οικουμε(νιου) | λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνη | τὸ συντελῶν δηλοῖ ὅτι πέρας ἔχουσι πάντες λόγοι πίστεως καὶ γνώσεως θεοῦ καὶ οὐκ ἔσται ἕτερος μετὰ τοῦτον τόν νυν κηρυσσόμεον καθώσπερ ἦν τὰ Ἰουδαίων καὶ μετεπέσεν εἰς τά νυν ἂλλ ἐπὶ συντέλεια πάσης πίστεως καὶ παντὸς λόγου δέδοται ὅ νυν τῆς πίστεως λόγος |
527Ph | 34v | Rom.9.28 | | | |
528 | 34v | Rom.9.28 | κη | ὅτι λόγον συντετμημένον | ἔδωκέν φησιν ὁ δὲ συντετμημένος καὶ συντετελεσμένος λόγος ὁ τῆς πίστεὼς ἐστιν |
529 | 35r | Rom.9.28-Rom.9.29 | κθ | ποιήσει κύριος ἐπὶ τῆς γῆς καὶ καθὼς προείρηκεν Ἠσαΐας | τὴν πίστιν λέγει εὰν γάρ φησιν εἴπῃς ἐν τῶ στόματι σου κύριον Ιησον καὶ πιστεύσῃς ἐν τῆ καρδία σου ὅτι ὁ θεὸς αὐτον ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ ὁρᾷς τὴν συντομίαν |
530 | 35r | Rom.9.29 | λ | εἰ μὴ κύριος σαβαώθ | δυνάμεων στρατιῶν |
531 | 35r | Rom.9.29 | λα | ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν | διά τε τὴν αὐτοῦ χάριν καὶ διὰ τὴν τῶν καταλειφθέντων εὐγνωμοσύνην |
531ex | 35r | Rom.9.29 | Οικου(μενιου) * | | δύνῃ δὲ τοῦτο καὶ περὶ Χριστοῦ νοῆσαι ὥς φησιν ὁ ἐν ἁγίοις Κύριλλος |
531Ph | 35r | Rom.9.29 | | | |
532 | 35r | Rom.9.30 | λβ | τι οὖν ἐροῦμεν ὅτι ἔθνη | ἰδοὺ ἡ πᾶσα λύσις τινος ἕνεκεν οἱ πιστοὶ ἐσώθησαν οἱ δὲ ἐναπομείναντες τῶ Ἰουδαϊσμῷ οὐκέτι |
533 | 35r | Rom.9.30 | λγ | τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβε δικαιοσύνην | τὸ γὰρ ξένον ὅτι μὴ διώκοντα κατέλαβεν οἱ δὲ Ἰουδαῖοι διώκοντες οὐ κατέλαβον |
533Ph | 35r | Rom.9.30 | | | |
534 | 35r | Rom.9.30-Rom.9.31 | λδ | δικαιοσύνην δὲ τὴν ἐκ πίστεως Ἰσραὴλ δὲ διώκον νόμον δικαιοσύνης | αὕτη γὰρ ἡ ἀληθῶς δικαιοσύνη ὡς ἥγε τοῦ νόμου ψευδής |
535 | 35r | Rom.9.31 | λε | εἰς νόμον δικαιοσύνης | τουτέστι τὴν ἐκ νόμου δικαιοσύνην |
536 | 35r | Rom.9.31 | λϛ | οὐκ ἔφθασεν | οὔτε γὰρ τὰ ἐν τῶ νόμῳ ἐφύλαξεν |
537 | 35r | Rom.9.32 | λζ | διά τι ὅτι οὐκ ἐκ πίστεως ἂλλ ὡς ἐξ ἔργων νόμου | ἠθέλησε φησι δικαιωθῆναί τι οὖν αἴτιον τοῦ μὴ φθάσαι τὴν δικαιοσύνην ὅτι ἐξ ἔργων ἐζήτησὲν δικαιωθῆναί τις δὲ ἐξ ἔργων δικαιοῦται ἄνθρωπος ὧν |
538 | 35r | Rom.9.32 | λη | προσέκοψαν γὰρ τῶ λίθῳ τοῦ προσκόμματος | προσέκοψαν ἠπίστησάν πως δέ τις προσκόπτει ἐὰν ἔξω προσέχῃ ὥσπερ οὗτοι τῶ νόμῳ προσέχοντες |
539 | 35r | Rom.9.33 | λθ | καθὼς γέγραπται ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου | προσκόμματος λίθον καὶ πέτραν σκανδάλου τὸν κύριον καλεῖ ἐκ τῶν εἰς αὐτον προσκοψαν τῶν καὶ σκανδαλισθέντων τὸ ὄνομα ἐπιθείς |
539ex | 35r | Rom.9.33 | Θεοδωρητου | | προσπταίειν εἰώθασιν οἱ ἑτέρωσε τὴν διάνοιαν ἔχοντες καὶ τὴν ὁδὸν προσκοπεῖν οὐκ ἐθέλοντες τοῦτο πεπόνθασιν Ἰουδαῖοι περὶ γὰρ δὴ τὰ περιττὰ τοῦ νόμου κεχηνότες τὸν ὑπο τῶν προφητῶν προαγορευθέντα λίθον ἰδεῖν οὐκ ἠθέλησαν |
540 | 35r | Rom.9.33 | μ | καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτω οὐ καταισχυνηθεσεται | ὁρᾷς ὅτι οὐ μονομερὴς ὁ θεὸς ἀλλὰ πᾶς ὁ πιστεύων εἰς αὐτον σωθήσεται τοῖς μὲν γὰρ ἀπίστοις ἐναντίως ἤπερ ἔχει φύσεως γίνεται τοῖς δὲ πιστοῖς κατὰ φύσιν |
541 | 35v | Rom.10.1 | μα | ἀδελφοὶ ἡ μὲν εὐδοκία | ἡ σφόδρα ἐπιθυμία |
541Ph | 35v | Rom.10.1 | | | |
542 | 35v | Rom.10.1 | μβ | τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν θεὸν ὑπὲρ τοῦ Ἰσραὴλ ἐστιν εἰς σωτηρίαν | μέλλων τῶν Ἰουδαίων καθάπτεσθαι προεισφέρει εὔνοιαν τοῦ λόγου ἵνα μὴ δόξῃ μισοῦντος είναι ἀλλὰ κηδομένου τὰ ῥήματα τῆς ἐπιτιμήσεως φησι δὲ ὅτι καὶ σφόδρα ἐπιθυμῶ καὶ δέομαι αὐτοὺς σωθῆναι |
542Ph | 35v | Rom.10.1 | | | |
543 | 35v | Rom.10.2 | μγ | μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν | δοκεῖ χαρίζεσθαὶ αὐτοῖς μαρτυρῶ φησιν αὐτοῖς ὅτι οὐ διὰ ἄνθρωπὸν εἰσιν ἀπεσχισμένοι Χριστοῦ ἀλλὰ διὰ ζῆλον δῆθεν θεοῦ τοῦτο δὲ κατὰ ἄγνοιαν πράττουσι νομίζοντες γὰρ τὸν νόμον είναι καλὸν ἀπιστοῦσι τῶ σώζειν δυναμένῳ Χριστῷ |
544 | 35v | Rom.10.2 | μδ | ἂλλ οὐ κατ' ἐπίγνωσιν | ζῆλον φησιν ἔχουσιν ἂλλ οὐχ ἵνα ἐπιγνῶσι τὸ ὄντως καλὸν ὃ ἐστιν ὁ Χριστὸς εἰ γὰρ τοιοῦτον ἔσχον ζῆλον ἐπέγνωσαν ἄν |
545 | 35v | Rom.10.3 | με | ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην | ῥῆμα συγγνώμης |
546 | 35v | Rom.10.3 | μϛ | καὶ τὴν ἰδίαν | δικαιοσύνην θεοῦ καλεῖ τὴν εἰς Χριστὸν πίστιν διὰ τὸ χάριτος δεῖσθαι θεοῦ |
547 | 35v | Rom.10.3 | μζ | δικαιοσύνην ζητοῦντες στῆσαι | ἰδίαν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου λέγει ἡ διὰ τὸ μηκέτι ἰσχύειν ἡ διὰ τὸ δεῖσθαι πόνων καὶ ἱδρώτων |
547Ph | 35v | Rom.10.3 | | | |
548 | 35v | Rom.10.3 | μη | τῆ δικαιοσύνη τοῦ θεοῦ | δηλονότι οὐδε ἐν τὴν ἐν νόμῳ ἐπλήρωσαν ζητοῦσι γὰρ στῆσαι οὐκοῦν οὐκ ἔστησαν |
549 | 35v | Rom.10.3 | μθ | οὐχ υπετεγησαν | οἷον πειθήνιον οὐχ ὑπέθηκαν αὐχένα |
550 | 35v | Rom.10.4 | ν | τέλος γὰρ νόμου | τέλος γὰρ νόμου Χριστὸς ἐν τῶ θ βιβλίῳ κατὰ Ἰουλιανοῦ οὕτως κεῖται ὅτι τὸ τέλος καὶ οἷον ἀναίρεσις τοῦ νόμου καὶ πλήρωσις ὁ Χριστός |
550Ph | 35v | Rom.10.4 | | | |
551 | 35v | Rom.10.4 | να | Χριστός | ἐπειδὴ ὅλως καὶ τὴν ἐκ νόμου δικαιοσύνην ἐκάλεσεν ἵνα μὴ νομίσωσιν ὅτι δύναται δικαιῶσαι ὁ νόμος φησι τέλος είναι καὶ πλήρωμα τοῦ νόμου τὸν Χριστὸν τὸ γὰρ τέλειον ὁ νόμος ἐν τῆι εἰς Χριστὸν ἔχει πίστει ὁ οὖν πιστεύων φησι Χριστῶι πληροῖ τὸν νόμον |
552 | 35v | Rom.10.4 | νβ | εἰς δικαιοσύνην παντὶ τῶ πιστεύοντι | εἰς τὸ δικαιοῦν τὸν ὄντως τελειωτὴν τοῦ νόμου τουτέστι τὸν πιστόν |
553 | 35v | Rom.10.5 | νγ | Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου | ὄρος τῆς ἐν νόμῳ δικαιοσύνης |
554 | 35v | Rom.10.5 | νδ | ὅτι ὁ ποιήσας αυτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς | οὐκοῦν οὐκ ἑνὶ σωθῆναι τὸν μὴ πληροῦνται τὰ ἐν αὐτω ἐπεὶ οὖν οὐδεὶς ἀνθρώπων ἐπλήρωσεν ἐξέπεσεν ἡ διὰ νόμου δικαιοσύνη καὶ ἀπρακτεῖ |
555 | 35v | Rom.10.6 | νε | ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει | εἰρηκὼς τὴν ἐκ νόμου δικαιοσύνην λέγει καὶ τὴν ἐκ πίστεως καὶ δείκνυσιν οὐχ οὕτως οὖσαν ἐπίπονον τοιγαροῦν ταύτην μέν τινες ἔφθασαν ἐκείνην δὲ οὐδείς |
556 | 35v | Rom.10.6-Rom.10.7 | νϛ | μὴ εἴπῃς ἐν τῆ καρδίαι σου τις ἀναβήσεται εἰς τὸν οὐρανὸν τουτέστι Χριστὸν καταγαγεῖν ἡ τις καταβήσεται εἰς τὴν ἄβυσσον τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν | ἵνα μὴ νομισθῇ ἡ πίστις εὐκατόρθωτος καὶ εὐκαταφρόνητος διὰ τοῦτο δείκνυσι καὶ αὐτὴν πόνου δεομένην καὶ πρὸς τοὺς ἀφανεῖς λογισμοὺς ἔχουσαν τὴν πάλην μὴ εἴπῃς γὰρ μηδὲ ἐν καρδία τουτέστι μηδὲ ἐνθυμηθῇς ἀλλὰ πάντα λογισμὸν ἔκβαλε ἔξω |
557 | 36r | Rom.10.8 | νζ | ἀλλά τι λέγει ἐγγύς σου τὸ ῥῆμὰ ἐστιν ἐν τῶ στόματι σου καὶ ἐν τῆ καρδία σου τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὁ κηρύσσομεν | σύντομος μὲν ἡ σωτηρία καὶ οὐ δεομένη τῶν ἔξωθεν κόπων ἐν γὰρ τῆ διάνοια καὶ τῆ γλώσσῃ κεῖται πλὴν στεῤῥᾶς δεῖται καὶ νουνεχοῦς ψυχῆς |
558 | 36r | Rom.10.9 | νη | ὅτι εὰν ὁμολογήσῃς ἐν τῶ στόματι σου κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῆ καρδία σου | ἔδειξέν πως ἐν καρδία οἷον ἐν λογισμῷ καὶ γλώσσῃ κεῖται ἡ σωτηρία |
559 | 36r | Rom.10.9 | νθ | ὅ τι ὁ θεὸς αὐτον ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ | τρόπον λέγει δι' ουτις ἐναχθείη πρὸς τὴν πίστιν ἐν νοησον γάρ φησι τὸ δυνατὸν τοῦ ἐγείραντος καὶ οὐ δυσχερανεῖς πρὸς τὴν πίστιν |
560 | 36r | Rom.10.10 | ξ | καρδία γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν | καρδία μὲν γάρ φησι πιστευόμενος ὁ Χριστὸς δίκαιοι στόματι δὲ ὁμολογούμενος σώζει |
560ex | 36r | Rom.10.10 | | | |
561 | 36r | Rom.10.11 | ξα | λέγει γὰρ ἡ γραφὴ πᾶς ὁ πιστεύων ἐπ' αὐτω οὐ καταισχυνθήσεται | τὴν μαρτυρίαν ἤγαγεν ἵνα δείξῃ μὴ οὖσαν ἐν τῆ πίστει διαφορὰν Ἰουδαίου καὶ ἐθνικοῦ πᾶς γάρ φησιν ὁ πιστεύων |
562 | 36r | Rom.10.12 | ξβ | οὐ γὰρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος | τὸ πᾶσι κοινὸν τῆς χάριτος ἀνακηρύττει καὶ ὅπερ ἐποίησεν ἄνω πολλοῖς λόγοις θέλων καταγαγεῖν τὸ φύσημα τῶν Ἰουδαίων νυν διὰ βραχέων ποιεῖ ὅτι οὐκ ἑνὶ μέσον Ἰουδαίου καὶ ἐθνικοῦ |
563 | 36r | Rom.10.12 | ξγ | ὁ γὰρ αὐτος κύριος πάντων | ἄνω περὶ τοῦ πατρὸς ἔλεγεν ἡ Ἰουδαίων ὁ θεὸς μόνον οὐχὶ δὲ καὶ ἐθνῶν νυν δὲ τὸ αὐτο περὶ τοῦ υἱοῦ λέγει οὕτως οὐκ οἶδεν διαφορὰν τῆς ἁγίας τριάδος |
564 | 36r | Rom.10.12 | ξδ | πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτον | δείκνυσι τὸν Χριστὸν σφόδρα ἐφιέμενον τῆς ἡμετέρας σωτηρίας ὅπουγε πλοῦτον ἴδιον ἡγεῖται τὸ πολλοὺς πιστεῦσαι καὶ σωθῆναι τοῦτο δὲ ποιεῖ παιδεύων αὐτοὺς μὴ ἀπογνῶναι ἑαυτῶν ὁ γάρ φησι πλοῦτον οἰκεῖον ἡγούμενος τὸ σώζειν οὐκ ἄν ποτε οκνησει ἡ ἀναβάληται σῶσαι |
565 | 36r | Rom.10.13 | ξε | πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται | εἶπας οὐδὲν πλέον ἔχουσιν Ἰουδαῖοι τῶν ἐθνῶν μάρτυς δὲ ὁ Ἰωήλ |
566 | 36v | Rom.10.14 | ξϛ | πως οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν | εἶπεν πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται πως τοιγαροῦν ἔσται αὐτοῖς ἐπιτυχεῖν τῶν τοῦ προφήτου ῥημάτων ἀνθρώποις πιστεῦσαι μὴ θελήσασιν ἑαυτοὺς τοιγαροῦν μεμφέσθωσαν ἀποκλείουσι τὴν σωτηρίαν ἀφ' ἑαυτῶν |
566Ph | 36v | Rom.10.14 | | | |
567 | 36v | Rom.10.14 | ξζ | πως δὲ πιστεύσουσιν οὐ οὐκ ἤκουσαν | κατὰ τὸ ἀκολουθον γὰρ καὶ τοῦτο συμβαίνει ἐπειδὴ γὰρ τῶν αὐτοῦ λόγων ἀκοῦσαι οὐκ ἠβουλήθησαν εἰκοτως οὐδε ἐπίστευσαν |
568 | 36v | Rom.10.14 | ξη | πως δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος | τοιγαροῦν ἰδού φησι κηρύσσων καὶ προσῆκον ὑμᾶς ἀνασχέσθαι τῶν λόγων καὶ τῶν ἐλέγχων |
569 | 36v | Rom.10.15 | ξθ | πως δὲ κηρύξουσιν εὰν μὴ ἀποσταλῶσι | δείκνυσιν ὅτι οὐκ ἐξ οἰκείας αὐθεντίας ἦλθεν εἰς τὸ κηρύξαι αὐτοῖς ἂλλ ἀποσταλεὶς παρὰ Χριστοῦ τοῦτω ἑαυτὸν αξοπιστον ποιῶν |
570 | 36v | Rom.10.15 | ο | καθὼς γέγραπται | οὐ μόνον φησιν ὅτι ἀπέσταλμαι ἀλλὰ καὶ πάλαι τὸ δεῖν ἀποστολὴν γενέσθαι προείρητο ἀξιοπιστος οὖν κατ' ἄμφω ἐκ τε τῆς ἀποστολῆς ἐκ τε τοῦ προωρίσθαι τὴν ἀποστολήν |
571 | 36v | Rom.10.15 | οα | ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην | οἱ πόδες αὐτῶν ἐνεκωμιάσθησαν διὰ τὸν τοῦ κηρύγματος τρόπον |
572 | 36v | Rom.10.15 | οβ | τῶν εὐαγγελιζομένων τὰ ἀγαθά | εἰ τοίνυν ἄλλως οὐκ ἦν πιστεῦσαι δίχα τοῦ ἀκοῦσαι καὶ δίχα τοῦ κηρύξαι κεκήρυκται δὲ καὶ ἤκουσαν εὔδηλον ὡς ὁ θεὸς μὲν οὐδὲν ἐλλέλοιπεν οἱ δὲ μὴ πιστεύσαντες ἑαυτοῖς μεμφέσθωσαν |
573 | 36v | Rom.10.16 | ογ | ἂλλ οὐ πάντες ὑπήκουσαν τῶ εὐαλγγελίῳ Ἠσαΐας γὰρ λέγει κύριε | ἐπειδὴ τοῦτο αὐτω ἀντέκειτο ὅτι εἰ ἀπὸ θεοῦ ἀπεστάλητε διά τι μὴ πάντες ὑπήκουσαν τῶ εὐαγγελίῳ φησιν ὅτι καὶ τοῦτο πρὸ πολλοῦ ἐλέχθη διὰ γὰρ τὸ είναι ἡμᾶς αὐτεξιουσίους οὐδένα πρὸς βίαν ἄγει ὁ θεός |
574 | 36v | Rom.10.16 | οδ | τις ἐπίστευσεν τῆ ἀκοὴ ἡμῶν | εἰ τοῦτό σε φησι σκανδαλίζει τὸ μὴ πάντας ὑπακοῦσαι αὐτό σε τοῦτο πιστεῦσαι πεισάτω ἐπειδὴ προελέχθη ὡς οὐ πάντες πιστεύσουσι |
575 | 36v | Rom.10.17 | οε | ἄρα ἡ πίστις ἐξ ἀκοῆς | ἐπειδὴ ἀεὶ Ἰουδαῖοι σημεῖα ἐπεζήτουν πρόφασιν λαβὼν τὸ προφητικὸν ἐντρέπει αὐτοὺς ὡς οὐ χρὴ σημεῖα ἐπιζητεῖν ἡ γὰρ πίστις ὡς ὁρᾶτε ἐξ ἀκοῆς οὐκ ἐκ σημείων γίνεται |
576 | 36v | Rom.10.17 | οϛ | ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ | ἐπειδὴ ἀκοὴν εἶπεν ἐπάγει διὰ ῥήματος θεοῦ μή φησιν εὐτελές τι νομίσῃς τὴν ἀκοὴν οὐκ ἐστιν ανθρωπινα ῥήματα λαλούμενα ἀλλὰ θεοῦ |
577 | 36v | Rom.10.18 | οζ | ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν | ἐπειδὴ εἶπεν ἡ πίστις ἐξ ἀκοῆς ἂλλ ἐρεῖ φησι τις μὴ οὐκ ἤκουσαν οἱ Ἰουδαῖοι καί φησιν ὅλη ἡ γῆ ἤκουσεν ὡς μαρτυρεῖ καὶ ὁ προφήτης καὶ οἱ Ἰουδαῖοι παρ' οἷς μάλιστα κεκήρυκται οὐκ εἴχομεν ἀκοῦσαι |
578 | 37r | Rom.10.19 | οη | ἀλλὰ λέγω μὴ οὐκ ἔγνω Ἰσραήλ | ναί φησιν ἐκήρυξαν μὲν πολλοὶ εἰκὸς δὲ τοὺς ἐξ Ἰσραὴλ μὴ γνῶναι τοῦ κηρύγματος τὴν δύναμιν καί πως ἑνὶ τοῦτό φησι ὅτι τὰ μὲν ἔθνη οἷς οὐδὲν προείρητο ἔγνωσαν ὁ δὲ Ἰσραὴλ οὐκ ἔγνω καίτοι προακούσας ἰδοὺ γὰρ αὐτος ὁ νομοθέτης φησιν ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει ὡς οὖν τοὺς ἐξ ἐθνῶν ἑωρᾶτε προσερχομένους τῆ πίστει καὶ ἔτι μὴν ἐρχομένους ἑαυτοὺς δὲ απορριπτεμενους ἔδει ὑμᾶς τὴν αἰτίαν εἰδέναι μᾶλλον δὲ ἑκοντες ἐπελάθεσθε τῶν οὕτω σαφῶν προῤῤήσεων |
579 | 37r | Rom.10.19 | οθ | πρῶτος Μωσῆς λέγει | δεύτερος γὰρ εἶπεν Ἠσαΐας |
580 | 37r | Rom.10.19 | π | ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει | οἷον παρακνισω μεγίστῃ δὲ ἡ τοῦ προστάγματος ἰσχὺς πολλάκις γὰρ ὁ παρακλήσει μὴ πεισθεὶς ἐπείσθη τῶ παρακνισμῷ |
581 | 37r | Rom.10.19 | πα | ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς | τι γὰρ εὐτελέστερον ἡ ἀσυνετώτερον εἰδωλολατρῶν |
582 | 37r | Rom.10.20 | πβ | Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει | ᾑρήσατο φησι καὶ κινδυνεῦσαι μᾶλλον ἡ συνεσκιασμεην εἰπεῖν τὴν οἰκονομίαν |
583 | 37r | Rom.10.20 | πγ | εὑρέθην τοῖς ἐμε μὴ ζητοῦσιν | τινες δὲ οἱ μὴ ζητοῦντες μήτε ἐπερωτῶντες οἱ ἐξ ἐθνῶν δηλάδη ὁρᾷς πόσας εἶχον τοῦ γνῶναι ἀφορμὰς ὁρῶντες γὰρ διὰ τῆς πίστεως εὐδοκιμοῦντα τὰ ἔθνη ὤφειλον ἀνανῆψαι ἀλλὰ ἑκοντες ἐτυφλώθησαν |
584 | 37r | Rom.10.20 | πδ | ἐμφανὴς ἐγενόμην τοῖς ἐμε μὴ ἐπερωτῶσιν | τῶν ἐθνῶν καθαίρει τὸ φρόνημα ὅτί φησι τὸ πᾶν χάριτος ἦν ὅμως ἐστι καὶ τῶν ἐθνῶν τὸ γὰρ τὸν εὑρεθέντα καὶ φανέντα μηκέτι ἐάσαι τῆς αὐτῶν ἦν ἀρετῆς |
585 | 37r | Rom.10.21 | πε | πρὸς δὲ τὸν Ἰσραὴλ λέγει ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου | ὦ κατηγορίας Ἰουδαίων ἵνα γὰρ μὴ λέγωσι διατὶ ἡμῖν μὴ γέγονεν ἐμφανὴς τὸ πλέον ἐπ' αὐτῶν γενόμενον ἔδειξεν ὅτι καὶ παρεκάλει καὶ οὐκ ἠκούσθη ὁ κύριος ὅλην δέ φησι τὴν ἡμέραν οἷον τὸν τῆς ένανθρωπησεως καιρὸν ἡ μᾶλλον πάντα τὸν ἔμπροσθεν ἐξ ἧς ἐξῆλθον ἐξ Αἰγύπτου |
585Ph | 37r | Rom.10.21 | | | |
586 | 37r | Rom.10.21 | πϛ | πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα | ὁ μὲν θεὸς ἐκάλει καὶ οἷον ἐναγκαλίσασθαι ηβούλετο τι δὲ αὐτοὶ ἠπείθουν καὶ ἀντέλεγον |
587 | 37r | Rom.11.1 | πζ | λέγω οὖν | ἄρα οὖν ἐπειδὴ ἠπείθησαν καὶ ἀντεῖπον μὴ ἐν ἀποβολὴ γεγένηνται ὡς μὴ δὲ ἐπιστρέψαι δύνασθαι καὶ διὰ τοῦτο κατηργεῖσθαι τὰς πρὸς Ἀβραὰμ ἐπαγγελίας οὐμενοῦν καὶ γὰρ καὶ λαὸς ἐστιν αὐτοῦ φησι καὶ προέγνω αὐτον τουτέστι πρὸ τῶν ἐθνῶν καὶ ἐγγὺς ὁ ἔλεγχος αὐτος ἐγώ φησιν ὁ κῆρυξ καὶ διδάσκαλος τῶν ἐθνῶν ἰσραηλίτης εἰμι οὐκοῦν οὐκ ἀπώσθητε ἂλλ ἑαυτοὺς ἀπωθεῖσθε |
588 | 37r | Rom.11.1 | πη | μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ μὴ γένοιτο καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμι ἐκ σπέρματος Ἀβραὰμ φυλῆς Βενιαμίν | κατὰ ἐρώτησιν καὶ ἀπαγόρευσιν προάγει τὸν λόγον |
589 | 37v | Rom.11.2 | πθ | οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω | εἰ γὰρ ἀπώσατο οὐκ ἂν ἐξ Ἰουδαίων ἀποστόλους καὶ κήρυκας ἐξελέξατο |
590 | 37v | Rom.11.2-Rom.11.3 | ϟ | ἡ οὐκ οἴδατε ἐν Ἠλίᾳ τι λέγει ἡ γραφὴ ὡς ἐντυγχάνει τῶ θεῶ κατὰ τοῦ Ἰσραὴλ λέγων κύριε τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν | ἵνα μὴ λέγωσιν Ἰουδαῖοι εἶτα σὺ εἰ φησιν ὁ ἅπας λαὸς τοῦ Ἰσραὴλ καὶ εἰς σε μέλλουσιν αἱ πρὸς Ἀβραὰμ ἐπαγγελίαι πέρας λαμβάνειν φησι πρὸς τοῦτο ὅτι πολλοὶ εἰσι σεσωσμένοι ἂλλ ὑμεῖς ἀγνοεῖτε καὶ γὰρ καὶ ὁ Ἠλίας μόνος ᾤετο ὑπολελεῖφθαι ἂλλ ἤκουσεν είναι καὶ ἄλλους οὕτω καί νυν φησι πολλοὶ εἰσιν οἱ ἐξ Ἰουδαίων πιστοὶ ἂλλ ὑμεῖς ἀγνοοῦντες ἐμε μόνον οἴεσθε |
591 | 37v | Rom.11.3 | ϟα | κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσι τὴν ψυχήν μου | εἰ δὲ ὁ Ἠλίας ἠγνόει ὅτι μόνος οὐκ ἦν σχολῇ γ ἂν ὑμεῖς εἰδείητε |
592 | 37v | Rom.11.4 | ϟβ | ἀλλά τι λέγει αὐτω ὁ χρηματισμός | τουτέστιν ὁ λόγος τοῦ θεοῦ |
593 | 37v | Rom.11.4 | ϟγ | κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῆ Βάαλ | δηλοῖ τὸ κατέλιπον ὅτι τῆς τοῦ θεοῦ χάριτος ἦν τὸ πολὺ μέρος |
594 | 37v | Rom.11.5 | ϟδ | οὕτως οὖν | ὥσπερ οὖν τότε φησιν ἐκ παντὸς τοῦ λαοῦ ἑπτακισχίλιοι εὐηρέστουν οὕτω καί νυν ὀλίγοι εὐαρεστοῦσι καὶ αὐτοὶ λογίζονται εἰς σπέρμα τῶ Ἀβραὰμ καὶ οὐκ ἐξέπεσεν ἡ ἐπαγγελία τοῦ θεοῦ |
595 | 37v | Rom.11.5 | ϟε | καὶ ἐν τῶ νυν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν | οὐκοῦν καὶ ἐπὶ τοῦ Ἠλίᾳ χάριτι ἐσώθησαν τοῦτο γὰρ ὁ Κάϊν δηλοῖ σύνδεσμος καὶ πάλιν ὥσπερ ἐν Ἠλίᾳ φησιν ὑπόλειμμα ἐστιν εὐαρέστων κατὰ χάριν ἐπιλεγέντων τὸ δὲ εἰπεῖν ἐκλογὴν ἔδειξεν καὶ τῶν ἐπιλεγέντων τὴν δοκιμὴν οὐ γὰρ ἂν ἀδόκιμοι ἐπελέγησαν τὸ δὲ εἰπεῖν χάριτι ἔδειξεν τὴν τοῦ θεοῦ δωρεάν |
596 | 37v | Rom.11.6 | ϟϛ | εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις εἰ δὲ ἐξ ἔργων οὐκέτι ἐστι χάρις | ἵνα μὴ λέγωσιν ὅτι εἰ καὶ προφῆται προέτρεπον καὶ ὁ θεὸς παρεκάλει καὶ ἡ παραζήλωσις ἱκανὴ ἦν ἡμᾶς πεῖσαι απητουμεθα δὲ φορτικά τινα καὶ διὰ τοῦτο οὐχ ὑπηκούσαμεν φησιν χάρις ἐστι τὸ πᾶν καὶ οὐ χρεία ἔργων εἰς τὸ πιστεῦσαι οὐδε γὰρ οἱ προσελθόντες διὰ ἔργα προγενόμενα ἀξιόχρεοι πρὸς τὴν κλῆσιν ἔδοξαν ἀλλὰ χάρις θεοῦ ἐστι τὸ πᾶν |
596Ph | 37v | Rom.11.6 | | | |
597 | 37v | Rom.11.6 | ϟζ | ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστιν ἔργον | εἰ γὰρ ἡ χάρις ἔργον ἀπαιτεῖται ἄρα τὸ ἔργον οὐκέτι ἐστιν ἔργον τῆς χάριτος προλαβούσης καὶ γενομένης ἔργον καὶ οἷον ἐξωθησάσης τὸ ἔργον ἐκ τοῦ είναι ἔργον |
598 | 38r | Rom.11.7 | ϟη | τι οὖν ὁ ἐπιζητεῖ Ἰσραὴλ τοῦτο οὐκ ἐπέτυχεν | τοῦτο οὐκ ἐρωτῶντος ἐστιν ἂλλ ἐγκαλοῦντος ἑαυτῷ γάρ φησι μάχεται ὁ Ἰουδαῖος ζητῶν δικαιοσύνην ἦν οὐ βούλεται λαβεῖν τοῦτο γάρ φησιν ἐπιζητεῖ ὁ οὐ βούλεται τυχεῖν τὸ γὰρ τοῦτο οὐκ ἐπέτυχεν κατὰ οἰκείαν νοήσεις βούλησιν |
599 | 38r | Rom.11.7 | ϟθ | ἡ δὲ ἐκλογὴ ἐπέτυχεν | οἷον ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν πιστοὶ ἐκλογὴν δὲ εἰπὼν δείκνυσι καὶ τὴν ἐκείνων δοκιμὴν καὶ τὴν τοῦ θεοῦ χάριν τὸ δὲ ἐπέτυχεν δηλοῖ τῶν ἀγαθῶν τὸ μέγεθος |
600 | 38r | Rom.11.7 | ρ | οἱ δὲ λοιποὶ ἐπωρώθησαν | ὅσοι ἐναπέμειναν τῶ Ἰουδαϊσμῷ λοιπὸν μετὰ τὸν ελκεγχον θαῤῥεῖ πώρωσιν αὐτοῖς ἐγκαλεῖν |
601 | 38r | Rom.11.8 | α | καθὼς γέγραπται ἔδωκεν αὐτοῖς ὁ θεός | τὸ ἔδωκεν μὴ ἐνέργειαν ἀλλὰ συγχώρησιν νόει οἷον λαβεῖν συνεχώρησεν |
602 | 38r | Rom.11.8 | β | πνεῦμα κατανύξεως | τὴν περὶ τὸ χεῖρόν νυν ἕξιν καὶ προσοχὴν τῆς ψυχῆς κατάνυξιν καλεῖ κατανυγηναι γὰρ ἐστι τὸ ἐμπαγῆναί που καὶ προσηλωθῆναι καὶ ἐν καλῷ καὶ ἐν κακῷ νυν μέντοι τὸ ἀμετάθετον αὐτῶν πρὸς τὸ κακὸν κατάνυξιν ἐκάλεσεν |
603 | 38r | Rom.11.8 | γ | ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν ἕως τῆς σήμερον ἡμέρας | εἰπὼν ἐπωρώθησαν φέρει τοῦ Ἠσαΐου τὴν μαρτυρίαν ἵνα μὴ δόξῃ ἐπαχθὴς είναι αἰτίαν δὲ τῆς πωρώσεως λέγει τὴν αὐτῶν γεγενῆσθαι φιλονεικίαν ὀφθαλμοὺς γὰρ ἔχοντες εἰς τὸ ἰδεῖν τὰ θαύματα τοῦ Χριστοῦ καὶ ὦτα εἰς τὸ ἀκοῦσαι τὴν διδασκαλίαν οὐδενὶ τούτων εἰς δέον ἐχρήσαντο ἀλλὰ τοὺς μὲν ἐκάμμυσαν τὰ δὲ ἀπέφραξαν ὡς τοῦτο σπουδάζοντες τὸ μὴ σωθῆναι |
604 | 38r | Rom.11.9 | δ | καὶ Δαυὶδ λέγει γενηθετω ἡ τράπεζα αὐτῶν | λοιπὸν τὴν ὑπὲρ τῆς ἀπιστίας ταύτης τιμωρίαν τὸν Δαυὶδ φέρει λέγοντα ἥτις τέλος ἔλαβεν καὶ ἐξῆλθεν |
605 | 38r | Rom.11.9 | ε | εἰς παγίδα καὶ εἰς θήραν | τὰ ἀγαθὰ αὐτῶν καὶ ἡ τρυφῇ εἰς τὸ ἐναντίον περιέστη |
606 | 38r | Rom.11.9 | ϛ | καὶ εἰς σκάνδαλον | εὐάλωτοί φησι τοῖς ἐπηρεάζουσι γένωνται |
607 | 38r | Rom.11.9 | ζ | καὶ εἰς ἀνταπόδομα αὐτοῖς | ἀνταπόδομα εἶπεν δηλῶν ὅτι ταῦτα πάσχοντες ἁμαρτιῶν τίνουσι δίκας |
608 | 38r | Rom.11.10 | η Οικου(μενιου) | σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον | τὸ αὐθαιρέτως μέλλον παρ' αὐτῶν γίνεσθαι ὡς ἐν κατάρας λέγει μέρει ἐπειδὴ γάρ φησιν οὐκ ηβουληθσαν τὸν ἥλιον τῆς δικαιοσύνης εἰδέναι μηδὲ ἴδοιεν |
608ex | 38r | Rom.11.10 | s | καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον | τὸ μέλλειν αὐτοὺς ὑπο Ῥωμαίους γίνεσθαι δηλοῖ τὸ δὲ διὰ παντὸς ὡς οὐδε ελέυθερωθειεν ποτε σημαίνει |
609 | 38r | Rom.11.11 | θ | λέγω οὖν μὴ ἔπταισαν ἵνα πέσωσι μὴ γένοιτο | καθαψαμενος αὐτῶν σφοδρῶς νυν πειρᾶται τινα παραμυθίαν αὐτοῖς εὗρε τὰ μὲν γὰρ ἁμαρτήματα φησι μέγιστα ἄρα δὲ μὴ τοιαῦτα ἔπταισαν ἵνα πεσόντες μὴ δὲ ἀναστῶσιν ἔτι κἂν βοθυληθῶσι μὴ γένοιτό φησιν οἷα γὰρ ἂν ἔπταισαν δεκτὸ εἰσι θεῶ βουληθέντες μόνον πλὴν ὅρα ὅτι καὶ ἐν αὕτη τῆ παραμυθία ὑπευθύνους αὐτοὺς ποιεῖ μεγίστων ἁμαρτημάτων |
609Ph | 38r | Rom.11.11 | | | |
610 | 38v | Rom.11.11 | ι | ἀλλὰ τῶ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν | ὅλον τὸ χωρίον τοῦτο εἴρηται ὅπως καὶ αὐτοὺς παραμυθήσηται καὶ πείσῃ μὴ ἀπογνῶναι καὶ ἵνα τῶν ἐθνῶν κατενέγκῃ τὸ φύσημα καὶ πείσῃ μὴ ἀπονοεῖσθαι διὰ τοῦτό φησιν ἐσώθη τὰ ἔθνη ὅτι αὐτοὶ σωθῆναι οὐκ ἠνέσχοντο ὡς εἴγε ἄξιον ἦν τούτους ἔδει πρώτους σωθῆναι εἶτα τὰ ἔθνη ἐπεὶ οὖν οὗτοί φησιν οὐκ ἠθέλησαν πρωτότυποι γεγόνατε ὑμεῖς ὅθεν καὶ αὐτός φησιν Ἰουδαίῳ τε πρώτῳ καὶ Ἕλληνι καὶ ὁ κύριος πορεύεσθε μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ καὶ τὸ ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον ὁρᾷς ὅτι ἡ ἀπείθεια τῶν Ἰουδαίων χώραν ἔδωκε τοῖς ἔθνεσιν εἰς τὸ γενέσθαι πρωτοτύπους εἰς τὴν πίστιν |
611 | 38v | Rom.11.11 | ια | εἰς τὸ παραζηλῶσαι αὐτούς | ἵνα ἐπειδὴ ἀφ' ἑαυτῶν πιστεῦσαι οὐκ ἠβουλήθησαν κἂν κατὰ ζῆλον πιστεύσωσιν |
612 | 38v | Rom.11.12 | ιβ | εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν | πρὸς παραμυθίαν αὐτοῖς λαλεῖ καὶ προτροπὴν εἰ γάρ φησι τὸ παράπτωμα αὐτῶν καὶ τὸ ἥττημα ἀφορμὴ γέγονεν ἀγαθῶν τοσούτοις πόσῳ μᾶλλων εὰν πάντες σωθῶσιν τοῦτο γὰρ δηλοῖ τὸ πλήρωμα πόσοις ἄρα φησι γένωνται πρόφασις σωτηρίας πάντες σωζόμενοι ἐν ταυτῷ δὲ καὶ τὸ μὴ ἀπογνῶναι αὐτοὺς παιδεύει |
613 | 38v | Rom.11.12 | ιγ | πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν | τουτέστι γέγονεν |
613Ph | 38v | Rom.11.12 | | | |
614 | 38v | Rom.11.13 | ιδ | ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν ἐφ' ὅσον μὲν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος τὴν διακονίαν μου δοξάζω | ὑπὲρ Ἰουδαίων λέγει τῶ τε μὴ δόξα διὰ μῖσος ἐκεῖνα ἃ εἶπεν εἰρηκέναι καὶ ἵνα καταστείλῃ τῶν ἐθνῶν τὸ φρόνημα ὑμᾶς φησι τὰ ἔθνη διὰ δύο αἰτίας ἐπαινῶ καὶ δοξάζω πρῶτον ὅτι τὴν διακονίαν ὑμῶν τουτέστι τὸ κήρυγμα ἐγκεχείρισμαι καὶ ἀνάγκην ἔχω ἐπαινεῖν καὶ δοξάζειν ὑμᾶς ὡς ἐμοὺς μαθητὰς ἔπειτα ἵνα καὶ τῶν Ἰουδαίων τινας οὓς καὶ σῶμα ἴδιον καλεῖ παρακνισθέντας ἐκ τῶν περὶ ὑμῶν ἐπαίνων σώσω λαμπρύνει δὲ κατὰ τοῦτο τὰ ἔθνη ὡς αἰτία γενόμενα σωτηρίας Ἰουδαίοις οἱ μὲν γὰρ ἐξ ἀπωλείας ὑμῖν εἰσί φησιν ἀφορμὴ σωτηρίας τὰ μέντοι ἔθνη εκενοις ἐκ πίστεως |
615 | 38v | Rom.11.14 | ιε | εἰ πως παραζηλώσω μου | ὦ φιλονεικίας Ἰουδαϊκῆς οὐκ εἶπεν πείσω ἀλλὰ παραζηλώσω ὡς οὐκ ἄλλως πεισθησομένων εἰ μὴ ἐξ ἐπιτάσεώς τινος |
616 | 38v | Rom.11.14 | ιϛ | τὴν σάρκα | ἄνω μὲν συγγενεῖς αὐτοὺς καὶ ἀδελφοὺς καλεῖ νυν δὲ σάρκα πλέον αὐτοὺς οἰκειούμενος |
617 | 38v | Rom.11.14 | ιζ | καὶ σώσω τινας ἐξ αὐτῶν | οὐδε οὕτως πάντας ἀλλά τινας οὕτως αὐτῶν ᾔδει τὸ μονότονον |
618 | 38v | Rom.11.15 | ιη | εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν κατάλλαγη κόσμου τις ἡ πρόσληψις | ἐπειδὴ πάλιν αὐτῶν καθήψατο πάλιν αὐτοὺς ἐπαινεῖ τὰ αυτὰ τοῖς ἄνω λέγων εἰ γάρ φησιν ἡ πρόσκρουσις αὐτῶν πρόφασις γέγονε σωτηρίας τῶ κόσμῳ τι ἂν εἴποι τις ὅτι ἔσται εὰν προσληφθῶσι παρὰ θεοῦ τι μὲν οὖν φησιν ἕτερον εἰ μὴ ἀνάστασις ἐκ νεκρῶν ἂλλ ὥσπερ ἡ ἀνάστασις οὐ διὰ τὴν πρόσληψιν αὐτῶν ἔσται οὕτως οὐδε ἡ σωτηρία τῶν ἐθνῶν γέγονεν δι' αὐτοὺς ἀλλὰ λόγους αὐτοῖς χαρίζεται εἰς τὸ προτρέψασθαι |
618Pha | 38v | Rom.11.15 | | | |
618Phb | 38v | Rom.11.15 | | | |
619ex | 39r | Rom.11.15 | ιθ Οικου(μενιου) | εἰ μὴ ζωὴ ἐκ νεκρῶν | ἡ τοῦτό φησι τι ἔσται ἡ πρόσληψις αὐτῶν εἰ μὴ ἵνα εἴπωμεν ὅτι ἀποθανόντας αὐτοὺς ταῖς ἁμαρτίαις ζωοποιεῖ ὁ προσλαμβάνων θεός |
619Ph | 39r | Rom.11.15 | | | |
620 | 39r | Rom.11.16 | κ | εἰ δὲ ἡ ἀπαρχὴ ἁγία | ἀπαρχὴν καὶ ῥίζαν καλεῖ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ φύραμα δὲ καὶ κλάδους τοὺς ἐκ τοῦ γένους αὐτοῦ πιστεύσαντας |
621 | 39r | Rom.11.16 | κα | καὶ τὸ φύραμα καὶ εἰ ἡ ῥίζα ἁγία καὶ οἱ κλάδοι * | εἰ οὖν σὺν τῆ ἀπαρχὴ καὶ τῆ ῥίζῃ ἀνάγκη είναι ἅγιον τότε φύραμα καὶ τοὺς κλάδους οἱ δὲ Ἰουδαῖοι οὐχ ἅγιοι ἄρα καὶ τῆς συγγενείας ἐξέπεσον τοῦ Ἀβραάμ |
621ex | 39r | Rom.11.16 | Οικου(μενιου) * | | ἡ ὅτι αὐτοὺς ἁγίους καλεῖ προτρέπων εἰς τὴν πίστιν ὡσεὶ εἶπεν ἐπιτήδειοὶ ἐστε καὶ πρέποντες τὸ θέλειν ὑμῖν λείπει μόνον |
622 | 39r | Rom.11.17 | κβ | εἰ δέ τινες τῶν κλάδων | ὀλιγότητος σημαντικὴν τέθεικε λέξιν παραμυθούμενος αὐτοὺς ἐπεὶ ἄνω δηλοῖ ὅτι ὀλίγοι ἐσώθησαν ὡς ὅταν λέγη τὸ κατάλειμμα σωθήσεται |
623 | 39r | Rom.11.17 | κγ | ἐξεκλάσθησαν σὺ δὲ ἀγριέλαιος * | τῆ ἀπιστία |
624 | 39r | Rom.11.17 | κδ | ὧν ἐνεκεντρίσθης ἐν αὐτοῖς | ὅσον δείκνυσιν εὐτελεῖς τοὺς ἐξ ἐθνῶν τοσοῦτον πλέον παρακνίζει αὐτοὺς εἰπὼν δὲ ἐνεκεντρίσθης δείκνυσιν ἐν τῆ διαφερούσῃ αὐτοῖς ῥίζῃ ἐφεστηκότας τοὺς ἐξ ἐθνῶν ἄρα οὐ παρακνίζοντος τὰ ῥήματα |
625 | 39r | Rom.11.17 | κε | καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου | τοῦτο ταλαιπωρία Ἰουδαίων τὸ τοὺς κατὰ μηδὲν διαφέροντας κοινωνοὺς τῆς διαφερούσης αὐτοῖς γενέσθαι ῥίζης αὐτοὺς δὲ ἐξωσθῆναι |
626 | 39r | Rom.11.18 | κϛ | μὴ κατάκαυχω τῶν κλάδων * | δείκνυσι τὴν ἄγαν εὐτέλειαν τῶν Ἰουδαίων οὐ γὰρ εἶπεν καυχῶ ἀλλὰ κατάκαυχω ὅπερ ἐπὶ τῶν χαμαὶ κειμένων γίνεται εἶτα καὶ παραδάκνει αὐτοὺς δεικνὺς καυχήσεως ἄξια συμβεβηκέναι τοῖς ἔθνεσιν ἐκ τῆς πίστεως εἰ καὶ μὴ προσήκει καυχᾶσθαι φησιν |
627 | 39r | Rom.11.18 | κζ | εἰ δὲ κατάκαυχασαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἂλλ ἡ ῥίζα σε | καί τι τοῦτο πρὸς τοὺς ἐκκλασθέντας κλάδους οὐδὲν εἰ μὲν γὰρ τῆς ῥίζης κατεκαυχώμην εἶχεν λόγον τοῦτο εἰ δὲ τὴν ῥίζαν ὡς ἁγίαν προσκυνῶ τι πρὸς τοὺς ἐκπεσόντας κλάδους εἰ βασταζομαι ὑπο τῆς ῥίζης ἀλλὰ βούλεται σκιὰν αὐτοῖς ἐξευρεῖν παραμυθίας ἵνα μὴ τῆ περισσοτέρᾳ λύπη καταποθῶσιν ἀλλὰ ἀνανήψωσιν ὡς ὑπολελειμμένης σωτηρίας |
628 | 39r | Rom.11.19 | κη | ἐρεῖς οὖν ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ | ἐσχημάτισται ὁ λόγος ὡς τῶν ἐθνῶν λεγόντων καὶ διά τι μὴ καυχήσομαι τοιούτων μοι φησιν ὑπαρξάντων χρηστῶν οὗτοι ἐξεκλάσθησαν καὶ ἐγὼ ἐνεκεντρίσθην καὶ κληρονόμος γέγονα τῆς τῶν πατρων αὐτῶν δόξης καὶ τῶν ἐκείνοις δοθεισῶν ἐπαγγελιῶν ὁ ξένος ἐγὼ καὶ κατ' οὐδὲν προσήκων ἀπολαύω ἐκ δὲ τοῦ εἰπεῖν καλῶς συναινεῖ τοῖς ἔθνεσιν ὡς ἀληθῆ εἰρηκόσιν |
629 | 39r | Rom.11.20 | κθ | καλῶς τῆ ἀπιστία ἐξεκλάσθησαν | ὅρα τὸ σοφὸν τοῦ ἀπόστολο ἐν τῶ δοκεῖν τὸν ὑπὲρ Ιοδαιων ποιεῖσθαι λόγον πλέον αὐτοὺς ἐπιτρίβει καὶ κατακόπτει |
630 | 39r | Rom.11.20 | λ | σὺ δὲ τῆ πίστει ἕστηκας μὴ ὑψηλοφρόνει ἀλλὰ φοβοῦ | τὴν αἰτίαν τῆς τε ἐκείνων ἀποβολῆς καὶ τῆς ἡμῶν προσλεψεως τῆς εἰς Χριστὸν λέγει πίστιν |
631 | 39v | Rom.11.21 | λα | εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο | θέλει αὐτῶν εκτραγωδησαι τὴν συμφορὰν ενταξει ἐπιτιμήσεως τῶν ἐθνῶν |
632 | 39v | Rom.11.21 | λβ | μήπως οὐδέ σου φείσεται | περιαιρεῖ τοῦ λόγου τὸ φορτικὸν τῆ ἀμφιβολίᾳ |
633 | 39v | Rom.11.22 | λγ | ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν ἐπὶ δέ σε χρηστότητα | ἐπὶ τὸν θεὸν ἄγει τὸ πρᾶγμα καὶ τὴν αὐτοῦ χάριν οὐδε γὰρ λέγει ἴδε πόσον ἔσχες πόνον καὶ κατορθώματα |
634 | 39v | Rom.11.22 | λδ | εὰν ἐπιμείνῃς τῆ χρεστότητι | εὰν ἄξια πράττῃς τῆς τοῦ θεοῦ φιλανθρωπίας οὐ γὰρ πίστεώς σοι δεῖ μόνης φησι |
635 | 39v | Rom.11.22-Rom.11.23 | λε | ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ καὶ ἐκεῖνοι δὲ εὰν μὴ ἐπιμείνωσι τῆ ἀπιστία | οὔτε γάρ σοι τὰ ἀγαθὰ οὔτε ἐκείνοις τὰ κακὰ ἀμετάβλητα |
636 | 39v | Rom.11.23 | λϛ | ἐγκεντρισθήσονται | οὐ γὰρ ὁ θεὸς αὐτοὺς ἐξέκοψεν ἂλλ αὐτοὶ ἑαυτούς |
637 | 39v | Rom.11.23 | λζ | δυνατὸς γὰρ ὁ θεὸς ἐστι πάλιν ἐγκεντρίσαι αὐτούς | τὸ πιθανὸν τῶ λόγῳ ἐκ τῆς τοῦ θεοῦ δυνάμεως περιποιεῖ |
638 | 39v | Rom.11.24 | λη | εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν | καὶ λογισμὸν ἀποδίδωσι τοῦ δύνασθαι αὐτοὺς θελήσαντὰς ἐγκεντρισθῆναι εἰ γάρ φησι τὰ παραφυσιν ἡ πίστις ἐποίησεν πόσῳ μᾶλλον τὰ κατὰ φύσιν |
639 | 39v | Rom.11.24 | λθ | ἐγκεντρισθήσονται τῆ ἴδια ἐλαίᾳ | ἵνα μή τις πλέον τι τὸν Ἰουδαῖον ἔχειν νομίσῃ ἐν τῶ ἀκούειν περὶ τῶν ἐθνικῶν παρὰ φύσιν καὶ ἐνεκεντρίσθης τίθησι καὶ περὶ τῶν Ἰουδαίων τὸ ἐγκεντρισθῶσιν ἵνα ἰσοτιμίαν δείξῃ καὶ ὅτι οὐδὲν αὐτοῖς πλέον ἐκ τοῦ είναι ἐκ τῆς καλλιέλαιο ἅπαξ δεομένοις καὶ αὐτοῖς τοῦ ἐγκεντρισθῆναι |
640 | 39v | Rom.11.25 | μ | οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν ἀδελφοὶ τὸ μυστήριον τοῦτο | τὸ παρ' ὑμῶν φησιν ἀγνοούμενον |
641 | 39v | Rom.11.25 | μα | ἵνα μὴ ἦτε παρ' ἑαυτοῖς φρόνιμοι | τῶ γὰρ ἀγνοεῖν τὴν ἰδίαν ἐκύρουν βουλήν |
641ex | 39v | Rom.11.25 | Γενναδιου s | ὅτι πώρωσις ἀπὸ μέρους τῶι Ἰσραὴλ γέγονεν | ωσαν δέ φησι μὴ μέγα τι καὶ θαυμαστὸν ὑπονοοῖτε περὶ ἑαυτῶν ἀπατώμενοι ὡς ὄντες ὑπὲρ τοὺς ἄλλους ὑμεῖς συνετὸ μάθετε συντόμως μυστήριον φρικωδέστατον ἄφατον τοῦ θεοῦ τὴν περὶ πάντας πρόνοιαν ὑποφαῖνον τῶν Ἰσραηλιτῶν πλὴν τῆς ἐκλέξεως τὸ γὰρ ἀπὸ μέρους τοῦτό φησιν πωρωθέντων καὶ τὴν σωτηρίαν ἀπωθουμένων ἐφ' ὑμᾶς μετήνεγκε ταύτην ὁ θεὸς εἰσποιηθέντων μέντοι πάντων ὑμῶν κἀκείνους αὖθις ἡ χάρις ἅπαντας περιλήψεται μαρτυρεῖ γὰρ αὐτο τοῦτο καὶ τὸ τοῦ Ἠσαΐου καὶ λόγιον γραφικόν |
642 | 39v | Rom.11.25 | μβ | ὅτι πώρωσις ἀπὸ μέρους τῶ Ἰσραὴλ γέγονεν | οὐκ ἐξ ὁλόκληρο φησι καὶ γὰρ ἦσαν καὶ ἐξ Ἰουδαίων ἀμύθητοι πιστεύσαντες καὶ πιστεύειν μέλλοντες |
643 | 40r | Rom.11.25-Rom.11.26 | μγ | ἄχρις οὐ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ καὶ οὕτως πᾶς Ἰσραὴλ * σωθησηται καθὼς γέγραπται | πλήρωμα ἐθνῶν φησι πάντας τοὺς ἐξ ἐθνῶν πιστεύειν μέλλοντας ὅταν τοιγαροῦν πάντες εἰσέλθωσιν εἰς τὴν πίστιν τότε καὶ ὁ Ἰσραὴλ πιστεύσας σωθήσεται Ἰσραὴλ δέ φησι τοὺς ἐν τῶ Ἰουδαϊσμῷ ἀπομεμενηκότας ὅτι θήσεις γὰρ αὐτούς φησι νῶτον καὶ ἐν τοῖς περιλοίποις τουτέστι καταλοίποις ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν |
643ex | 40r | Rom.11.26 | Διονυσιου Αλεξανδρειας s | καὶ οὕτως πᾶς Ιηλ σωθησηται καθὼς γέγραπται | ἀντὶ τοῦ οἱ πλείονες |
644 | 40r | Rom.11.26 | μδ * | | τουτέστιν ἀποστρέψει μὲν ἐξ ἁμαρτιῶν ἐπιστρέψει δὲ πρὸς ἑαυτόν |
645 | 40r | Rom.11.26 | με | ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ | ἵνα μή τις εἰς τοὺς ἤδη πεπιστεκουτας ἐξ Ἰουδαίων νομίσῃ τὴν γραφὴν ἁρμόζειν λέγει σημεῖον δι' οὐ δείκνυται ὅτι μέλλει ἡ προφητεία ποῖον τοῦτο ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν εἰ οὖν μήπω αφειλατο ἄρα μέλλει ἡ γραφὴ ὅθεν ἐπάγει ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ |
646 | 40r | Rom.11.27 | μϛ | καὶ αυτὴ αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν | τότε φησιν ἐκβήσεται ἡ ἐπαγγελία τοῦ θεοῦ |
647 | 40r | Rom.11.28 | μζ | κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑμᾶς | ὅσον μέν φησιν ἧκεν εἰς τὸ εὐαγγέλιον δι' ὑμᾶς τοὺς ἐξ ἐθνῶν ἐχθροὶ εἰσιν οἱ Ἰουδαῖοί πως ὑμῶν γὰρ τὴν πίστιν εὐαγγελισθέντων φιλονεικότεροι γενόμενοι ἀπεσκίρτησαν τῆς πίστεως |
647Ph | 40r | Rom.11.28 | | | |
648 | 40r | Rom.11.28-Rom.11.29 | μη | κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας ἀμεταμέλητα γὰρ τὰ χαρίσματα | κατὰ δὲ τὸ ἐκλελέχθαι πατρόθεν ὑπο θεοῦ ἀγαπητοὶ εἰσιν |
648ex | 40r | Rom.11.29 | Οικουμε(νιου) * | | εἶτα ἐπειδὴ έναπομεμενηκασι τῆ ἀπιστία καὶ διὰ τοῦτο οὐκ εἰσιν ἀγαπητοὶ ἀσφαλῶς λαλῶν φησι διὰ τοὺς πατέρας ὡσεὶ εἶπεν εἰ καὶ αὐτοὶ διὰ τὴν ἀπιστίαν οὐκ ἀγαπητοὶ διὰ μέντοι τοὺς πατέρας ἔτι ἀγαπῶνται ὅθεν καὶ σωτηρίαν ἐκδέχονται |
649ex | 40r | Rom.11.29 | μθ Οικουμ(ενιου) | καὶ ἡ κλῆσις τοῦ θεοῦ | ἡ γενομένη φησι περὶ τὸ ἔθνος |
650 | 40r | Rom.11.30-Rom.11.31 | ν | ὥσπερ γὰρ καὶ υμ[ει]ς * ποτε ἠπειθήσατε τῶ θεῶ νυν δὲ ἠλεήθητε τῆ τούτων ἀπείθεια οὕτως καὶ οὗτοί νυν ἠπείθησαν τῶ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι | δείκνυσιν ἐνταῦθα τοὺς ἐξ ἐθνῶν πρότερον κεκλημένους εἶτα ἐπειδὴ οὐχ ὑπήκουσαν τοὺς Ἰουδαίους ἐκλεχθέντας καὶ τὸ αὐτο πάλιν συμβὰν μετὰ ταῦτα ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν οἱ Ἰουδαῖοι πιστεῦσαι πάλιν ἐκλήθη τὰ ἔθνη καὶ κληθέντα τὸ δεύτερον ἐπίστεσυσαν ἂλλ οὐκ εἰς τὴν ἐκβολὴν τῶν Ἰουδαίων τελευτᾷ ἂλλ εἰς τὸ καὶ αὐτοὺς ἐλεηθῆναι πάλιν |
650Ph | 40r | Rom.11.31 | | | |
651 | 40r | Rom.11.32 | να | συνέκλεισε γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν | συνέκλεισεν τουτέστιν ἤλεγξεν ἀπειθοῦντας |
652 | 40r | Rom.11.32 | νβ | ἵνα τοὺς πάντας ἐλεήσῃ * | ἵνα φησι τοὺς ἑτέρους διὰ τῆς τῶν ἑτέρων σώσῃ φιλονεικίας τούτους δι' ἐκείνων κἀκείνους διὰ τούτων |
652Ph | 40r | Rom.11.32 | | | |
653 | 40v | Rom.11.33 | νγ | ὦ βάθος | ὅτι μὲν βάθος εἶδεν πόσον δὲ οὐκέτι |
654 | 40v | Rom.11.33 | νδ | πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ | ἐννοήσας τὴν ἐξ ἀρχῆς σοφὴν τοῦ θεοῦ οἰκονομίαν καί τι πρὸς αὐτὴν εἰπεῖν ἀπορήσας ἐθαύμασε μόνον |
655 | 40v | Rom.11.33 | νε | ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ | οὐ γὰρ μόνον γνωσθῆναι οὐ δύναται ἂλλ οὐδε ζητηθῆναι |
656 | 40v | Rom.11.33 | νϛ | καὶ ἀνεξιχνίαστοι | οὐ γὰρ μόνον καταληφθῆναι οὐ δύναται ἂλλ οὐδε ἐρευνηθῆναι |
657 | 40v | Rom.11.33 | νζ | αἱ ὁδοὶ αὐτοῦ | αἱ οἰκονομία φησι |
658 | 40v | Rom.11.34 | νη | τις γὰρ ἔγνω νοῦν κυρίου ἡ τις σύμβουλος αὐτοῦ ἐγένετο | αὐτός φησι τὰ ἑαυτοῦ οἶδεν μόνος |
659 | 40v | Rom.11.35 | νθ | ἡ τις προέδωκεν αὐτω καὶ ἀνταποδοθήσεται αὐτω | οὐδενί φησιν ἀμοιβὴν χρεωστῶν εὐεργετεῖ ἂλλ αὐτος ἀεὶ κατάρχεται τῶν δορεῶν |
660 | 40v | Rom.11.36 | ξ | ὅτι ἐξ αὐτοῦ | αὐτος εὗρε τὰ ἀγαθά φησιν |
661 | 40v | Rom.11.36 | ξα | καὶ δι' αὐτοῦ | αὐτός φησι καὶ ἐποίησεν τὰ ὄντα |
662 | 40v | Rom.11.36 | ξβ | καὶ εἰς αὐτον τὰ πάντα | αὐτός φησι συγκρατεῖ τὰ γενόμενα |
663 | 40v | Rom.11.36 | ξγ | αὐτω ἡ δόξα εἰς τοὺς αιωανς ἀμήν | ἐπειδὴ μεγάλα εἶπεν καὶ ἄγνωστα εἰς δοξολογίαν ἐτελεύτησεν |
663Ph | 40v | Rom.11.36 | | | |
664 | 40v | Rom.12.1 | ξδ | παρακαλῶ οὖν ὑμᾶς ἀδελφοὶ διὰ τῶν οἰκτίρμων τοῦ θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν | αὐτοί φησιν οἱ οἰκτιρμοὶ τοῦ θεοῦ δι' ὧν ἐσώθητε παρακαλοῦσιν ὑμᾶς αὐτοὺς γὰρ εἰσφέρει τὴν ἱκετηρίαν ποιουμένους ὅπως ἀξίαν αὐτῶν μετέλθητε πολιτείαν |
665 | 40v | Rom.12.1 | ξε | θυσίαν | ἐπειδὴ εἶπεν θυσίαν ἵνα μή τις νομίσῃ ὅτι κατασφάξαι ἑαυτοὺς κελευόμεθα ἐπήγαγεν ζῶσαν πως δὲ ἔσται θυσία τὸ σῶμα ὁράτωσαν ὀρθὰ οἱ ὀφθαλμοὶ ἡ γλῶσσα καὶ ἡ χεὶρ ἡ μὲν εἰς υμνωδιαν θεοῦ ἡ δὲ εἰς ἐντολὰς ἀσχολείσθω καὶ γίνεται θυσία ζῶσα τὸ σῶμα |
666 | 40v | Rom.12.1 | ξϛ | ζῶσαν ἁγίαν εὐάρεστον τῶ θεῶ | διαιρῶν ταύτην τὴν θυσίαν ἀπὸ τῆς Ἰουδαϊκῆς φησιν ἁγίαν εὐάρεστον καὶ λογικὴν ἡ γὰρ Ἰουδαϊκὴ σωματικὴ οὖσα οὐ σφόδρα ἦν ἁγία ἡ ευραρεστος |
666Ph | 40v | Rom.12.1 | | | |
667 | 40v | Rom.12.1 | ξζ | τὴν λογικὴν λατεριαν ὑμῶν | τὴν πνευματικήν φησι διακονίαν τὴν κατὰ Χριστὸν πολιτείαν ὡς εἰ εἶπεν παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν διὰ λογικὴς λατρείας τουτέστι τῆς ἀναιμάκτου ἡ ὅτι προσενέγκατε θυσίαν ζῶσαν καὶ τὴν λογικὴν λατρείαν ἀπὸ κοινοῦ τὸ προσενέγκατε |
668ex | 40v | Rom.12.2 | ξη Οικουμενιου | καὶ μὴ συσχηματίζεσθε | ἡ ὅτι μὴ συμμεταβάλλεσθε τοῖς καιροῖς |
669 | 40v | Rom.12.2 | ξθ | τῶ αἰῶνι τοῦτω | καί πως ἄν τις ἑαυτὸν προσενέγκῃ θυσίαν ζῶσαν πως μὴ συσχηματίζεσθε τουτέστι μὴ τυποῦτε ἑαυτοὺς κατὰ τὸ σχῆμα τοῦ κόσμου τούτου οὐδὲν γὰρ ὑγιὲς ἔχει ἡ μόνιμον διὸ καὶ σχῆμα αὐτο καλεῖ δηλῶν τὸ μὴ μένον τοῦτο δὲ εἰπὼν δηλοῖ τὸ ἐπίκηρον |
669Ph | 40v | Rom.12.2 | | | |
670 | 41r | Rom.12.2 | ο | ἀλλὰ μεταμορφοῦσθε | τὸ τοῦ κόσμου σχῆμα καλῶν τὸ τῆς ἀρετῆς μορφὴν καλεῖ δεικνὺς τὸ φυσικὸν αὐτῆς κάλλος |
671 | 41r | Rom.12.2 | οα | τῆ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν | ἐπειδὴ ἄνθρωπον ὄντα οὐκ {ἐστιν /ἐστι μή }* ἁμαρτεῖν φησιν ἀνακαίνου σαυτὸν ἀεὶ διὰ μετανοίας οὐδὲν γὰρ οὕτως παλαιὸ ψυχὴν καὶ σῶμα ὡς ἁμαρτία |
672 | 41r | Rom.12.2 | οβ | εἰς τὸ δοκιμάζειν * ὑμᾶς τι τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθον | ἡ τοῦτό φησιν ἀνακαινώθητι ἵνα μάθῃς τι τε τὸ συμφέρον καί τι τὸ θέλημα τοῦ θεοῦ ἡ ὅτι οὕτως δυνήσῃ ἀνακαινωθῆναι εὰν μάθῃς τι τε τὸ συμφέρον καί τι τὸ θέλημα τοῦ θεοῦ |
673 | 41r | Rom.12.2 | ογ | καὶ εὐάρεστον καὶ τέλειον | πρὸς Ιουδαους ἀποτείνεται οἵτινες εἴχοντο τοῦ νόμου λέγων ὅτι καὶ ὁ νόμος μὲν θέλημα ἦν θεοῦ ἂλλ οὐκ εὐάρεστον οὔτε τέλειον ἀλλὰ διὰ τὴν ἀσθένειαν φησιν ὑμῶν συγχωρήθεν τέλειον δὲ καὶ εὐάρεστον ἡ νέα διαθήκη |
674 | 41r | Rom.12.3 | οδ | λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῶ ὄντι ἐν ὑμῖν | ἄνω διὰ τῶν οἰκτίρμων εἰρηκώς νυν διὰ τῆς χάριτος φησιν οὐδαμοῦ ἀξιοπιστον ἑαυτὸν νομίζων πρὸς τὸ πεῖσαι διὰ τοῦτό ποτε μὲν τοὺς οἰκτιρμούς ποτε δὲ τὴν χάριν προβάλλεται εἰπὼν δὲ διὰ τῆς χάριτος τῶν εὐεργεσιῶν ὑπομιμνήσκει τοῦ θεοῦ |
674Ph | 41r | Rom.12.3 | | | |
675 | 41r | Rom.12.3 | οε | μὴ ὑπερφρονεῖν παρ' ὁ δεῖ φρονεῖν | μὴ παρὰ τὰ μέτρα φησιν ἡμῶν φρονῶμεν τοῦτο γὰρ ἀνοίας ἡ ἀπονοίας ἐστιν |
676 | 41r | Rom.12.3 | οϛ | ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν | φρόνησιν γὰρ ἐλάβομεν οὐχ ἵνα εἰς ἀπόνοιαν αυτὴ χρησώμεθα καὶ μωράνωμεν αὐτὴν ἂλλ ἵνα εἰς σωφροσύνην τουτέστιν εἰς τὸ ὑγιαίνειν τὴν διάνοιαν ταύτην γάρ νυν σωφροσύνην καλεῖ οὐ τὴν πρὸς τὴν ἀσέλγειαν ἀντιδιαστελλομένην |
677 | 41r | Rom.12.3 | οζ | ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον | ἦσαν τινες παρ' αὐτοῖς χαρισμάτων ἠξιωμένοι καὶ οἱ μὲν ἐφρόνουν μέγα ἐπ' αὐτοῖς καὶ ἀπενοοῦντο κατὰ τῶν ἄλλων οἱ δὲ ἐζήλουν καί φησι τι ἀπονοῇ ἡ τι παραζηλοῖς εἰ ὁ θεὸς ἐμέρισεν πάντως καλῶς καὶ συμφερόντως ἐμέρισε στοιχείτω τοιγαροῦν ἕκαστος ὦ ἔχει καὶ μήτε ὑπεραιρέσθω θεοῦ γὰρ δόσις ἐστιν ουσον κατόρθωμα μήτε ζηλούτω ὁ θεὸς γὰρ ἐμέρισεν καὶ οἶδεν τὸ ἑκάστῳ πρέπον καὶ ἁρμόδιον |
678 | 41r | Rom.12.3 | οη | πίστεως | ἐξ ὧν εἰς αὐτό φησιν ἐμμενέτω καὶ μήτε ζηλούτω μήτε υπεραιυρεσθω πίστεως δέ φησι χαρίσματος |
678Ph | 41r | Rom.12.3 | | | |
679 | 41r | Rom.12.4 | οθ | καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτήν | τι γὰρ σύ φησι μέγα φρονεῖς τι δὲ σὺ ζηλοῖς οὐ πάντες ἐσμεν σῶμα ἐν μέλη δὲ ἀλλήλων καὶ οὐκ εἶπεν ὁ εὐτελὲς δοκῶν ἔχειν χάρισμα μέλος ἐστι τοῦτο μεῖζον ἔχοντος ἂλλ ὅτι καὶ ὁ τὸ μεῖζον ἔχων τοῦ τὸ εὐτελὲς τῆι ἀνακρίσει θέλων καὶ τούτους καταστεῖλαι κἀκείνους παραμυθήσασθαι |
680 | 41r | Rom.12.4-Rom.12.5 | π | ἔχει πρᾶξιν οὕτως οἱ πολλοὶ ἐν σῶμὰ ἐσμεν ἐν Χριστῷ ὁ δὲ καθ' εἰς ἀλλήλων μέλη | πρὸς τοῦτο αὐτω ὅρα ἡ παραβολὴ ὥσπερ φησι τὰ μέλη διάφορον ἐγκεχείρισται πρᾶξιν οὕτως διαφορὰ ἐδόθη παρὰ τοῦ πνεύματος χαρίσματα |
681 | 41v | Rom.12.6 | πα | ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν | εἰ ὁ θεὸς ἐχαρίσατο σύ τι μέγα φρονεῖς μὴ γὰρ σὸν κατόρθωμα τὰ χαρίσματα θεοῦ φησιν ἡ δόσις |
682 | 41v | Rom.12.6 | πβ | διαφορά | καλῶς τὸ διαφορὰ ἵνα δείξῃ οὐ τὸ μὲν μέγα τὸ δὲ μικρὸν μεγάλα γὰρ ἅπαντα ἀλλὰ ποικίλα καὶ ἁρμόδια |
682Ph | 41v | Rom.12.6 | | | |
683 | 41v | Rom.12.6 | πγ | εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως | νυν δείκνυσιν ὅτι τῶν δοκούντων μειζόνων χαρισμάτων οἱ λαμβάνοντες εἰσιν αἴτιοι πρὸς τὸ λαβεῖν εἰ γὰρ καὶ χάρις ἐστι τοσοῦτον μέντοι ἐπιῤῥει ὅσον ἂν εὕρῃ σκεῦος ἐπιτήδειον ἑαυτῷ καταστῆσαν διὰ τῆς πίστεως |
683ex | 41v | Rom.12.6 | s | πίστεως | ἔχομεν φησιν |
684 | 41v | Rom.12.7-Rom.12.8 | πδ | εἴτε διακονίαν ἐν τῆ διακονία εἴτε ὁ διδάσκων ἐν τῆ διδασκαλία εἴτε ὁ παρακαλῶν ἐν τῆ παρακλήσει | ἡ διακονία γενικόν τι ἐστι πάντα γὰρ εἰς διακονίαν δίδοται τὰ χαρίσματα λοιπὸν δὲ καὶ τοῖς ἰδικοῖς ἐπεξέρχεται |
684exa | 41v | Rom.12.8 | s | διακονίαν | ἔλαβεν τις |
684exb | 41v | Rom.12.8 | s | τῆ διακονία | μενέτω φησιν |
684exc | 41v | Rom.12.8 | s | ὁ διδάσκων | ἔλαβεν φησι χάρισμα διδασκαλίας ἀπὸ κοινοῦ τὸ μενέτω |
684exd | 41v | Rom.12.8 | s | παρακαλῶν | χάρισμα φησιν ἔλαβε παρακλήσεως ἐν τῆ παρακλήσει μενέτω |
685 | 41v | Rom.12.8 | πε | ὁ μεταδιδοὺς ἐν ἁπλότητι | λοιπὸν δείκνυσιν ὅτι οἱ κακῶς τοῖς χαρίσμασι χρώμενοι ἀνόνητα αυτὰ ποιοῦσιν |
685Ph | 41v | Rom.12.8 | | | |
686 | 41v | Rom.12.8 | πϛ | ὁ προϊστάμενος ἐν σπουδή | οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι μόνον |
687 | 41v | Rom.12.8 | πζ | ὁ ἐλεῶν ἐν ἱλαρότητι | μὴ ὡς ζημιούμενος ἂλλ ὡς αὐτος μᾶλλον κερδαίνων ἔνθεν γὰρ συμβήσεται τὸ ἱλαρόν |
688 | 41v | Rom.12.9 | πη | ἡ ἀγάπη ἀνυπόκριτος | μὴ πλάσμα ἀγάπης ἔστω ἀλλὰ ἀγάπη ἧς οὔσης κατορθοῦται τὰ εἰρημένα |
688ex | 41v | Rom.12.9 | s | υποκριτος | ἔστω φησιν |
689 | 41v | Rom.12.9 | πθ | ἀποστυγοῦντες | μὴ μόνον ἀπεχόμενοι ἀλλὰ καὶ λίαν μισοῦντες τοῦτο γὰρ δηλοῖ τὸ ἀπὸ εἶτά φησι μὴ μόνον μισήσητε τὸ πονηρὸν ἀλλὰ καὶ ἔχεσθε τοῦ ἀγαθοῦ τὸ δὲ κολλώμενοι τὴν πρὸς αὐτο διάθεσιν ἐμφαίνει |
690 | 41v | Rom.12.9-Rom.12.10 | ϟ | τὸ πονηρὸν κολλώμενοι τῶ ἀγαθῷ τῆ φιλαδελφία | ἑνὶ γὰρ είναι ἀγάπην καὶ ἐπὶ αἰσχροῖς |
690Ph | 41v | Rom.12.10 | | | |
691 | 41v | Rom.12.10 | ϟα | εἰς ἀλλήλους φιλόστοργοι τῆ τιμὴ ἀλλήλους προηγούμενοι | εἰ γὰρ σχοίητέ φησι φιλαδελφίαν φιλήσετε πάντως ἀλλήλους ἀδελφοὶ γὰρ ἐστε εἶτα λέγει πως ἂν ἡ φιλαδελφία κατορθωθείη εἰ ἕκαστος φησιν ἡγεῖται τῆς πρὸς ἀδελφον τιμῆς |
692 | 41v | Rom.12.11 | ϟβ | τῆ σπουδὴ μὴ ὀκνηροί | καὶ γὰρ τοῦτο ἀγάπην τίκτει ὅταν μὴ τιμῶμεν μόνον ἀλλὰ καὶ ὑπερσπουδάζωμεν |
693 | 41v | Rom.12.11 | ϟγ | τῶ πνεύματι ζέοντες | ζεον ἐν ἑαυτοῖς ἔχετε καὶ διατεθερμαμένον τὸ ἅγιον πνεῦμα ἔσται δὲ τοῦτο εὰν ζῶμεν ἐν καλοῖς ἔργοις |
694 | 41v | Rom.12.11 | ϟδ | τῶ κυρίῳ δουλεύοντες | διὰ τῶν εἰρημένων γὰρ ἐκγενήσεται ἡμῖν δουλεύειν τῶ κυρίῳ |
695 | 41v | Rom.12.12 | ϟε | τῆ ἐλπίδι χαίροντες | πως δ' ἂν γένοιτο ζέειν τῶ πνεύματι εὰν τῆ ἐλπίδι χαίρητέ φησιν οὐδὲν γὰρ οὕτως πρὸς πάντα ποιεῖ πρόθυμον ὡς ἐλπὶς καλὴ καὶ εάν φησιν υπομενητε καὶ εὰν εὐχὴν ἀδιάλειπτον ἔχητε |
696 | 42r | Rom.12.12 | ϟϛ | τῆ θλίψει ὑπομένοντες | ἡ γὰρ ὑπομονὴ τίκτει δοκιμήν |
697 | 42r | Rom.12.12 | ϟζ | τῆ προσευχὴ προσκαρτεροῦντες | ταύτης γὰρ βοηθούσης ἔσται ραδια πάντα |
698 | 42r | Rom.12.13 | ϟη | ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες | ἐν οἷς ἂν ἐν χρεία γένωνται |
699 | 42r | Rom.12.13 | ϟθ | τὴν φιλοξενίαν διώκοντες | μὴ μείνῃς φησιν ἐκεῖνον ἐλθεῖν πρός σε ἐρυθριᾷ γὰρ ἀλλὰ σὺ δίωξον αὐτον |
700 | 42r | Rom.12.14 | ρ | εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς εὐλογεῖτε καὶ μὴ καταρᾶσθε | διδάξας πως δέοι διακεῖσθαι πρὸς τοὺς ἀδελφοὺς διδάσκει πως καὶ πρὸς τοὺς πολεμίους ὅρα δὲ οὐκ εἶπεν μὴ ἀμύνου μηδὲ καταρῶ ἂλλ ὁ μεῖζον εὐλόγει καὶ ὑπερεύχου |
701 | 42r | Rom.12.15 | α | χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων | μὴ μόνον φησι ῥήμασιν εὐλογεῖτε ἀλλὰ καὶ ἔργοις χαίρουσι μὲν συγχαίροντες ἀλγοῦσι δὲ συναλγοῦντες μεῖζον δὲ τὸ συγχαίρειν χαίρουσιν ὅσον ἡ εὐημερία τῶν πλησιων καὶ φθόνου πρόφασις τοῖς ἀσεβέσι γίνεται |
702 | 42r | Rom.12.16 | β | τὸ αὐτο εἰς ἀλλήλους φρονοῦντες μὴ τὰ ὑψηλὰ φρονουτες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι | οἷον μέγαν σεαυτὸν νομίζεις τοιοῦτον νόμιζε καὶ τὸν ἀδελφον κἂν πένης ἦι ἐπεὶ μὴ ἐστι πλούτου καὶ πενίας διάκρισις παρὰ θεῶ πως δ' ἂν γένοιτό σοι τοῦτο εὰν μὴ φρονῇς περὶ σεαυτοῦ ὑψηλὰ ἀλλὰ συμφέρῃ καὶ συναπάγῃ τοῖς ταπεινοῖς καὶ εἰς τὴν ἐκείνων συγκαταβαινεις εὐτέλειαν ἐκ δὴ τούτων τὴν κενοδοξίαν καταστέλλει εἰκὸς γὰρ ἦν αὐτοὺς διὰ τὴν πόλιν τοῦτω κατησχησθαι τῶ πάθει |
702Pha | 42r | Rom.12.16 | | | |
702Phb | 42r | Rom.12.16 | | | |
703 | 42r | Rom.12.16 | γ | μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς | τουτέστι μὴ ἡγεῖσθε είναι σοφοὶ καὶ μηδενὸς νοήματος ἐνδεεῖς φησι γὰρ ἡ γραφὴ οὐ αἱ οἱ συνετὸ παρ' ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες |
704 | 42r | Rom.12.17 | δ | μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες | εἰ γὰρ ψεκτὸς καὶ ἄθλιος ὁ ποιῶν τὸ κακὸν ἵνα τι μὴ φεύγῃς τὴν μίμησιν τῶν κακῶν ἀλλὰ τῶ ἀμύνασθαι ἔνοχον σαυτὸν καθιστὰς καὶ κοινωνὸν τῆ ἀσεβεῖ |
705 | 42r | Rom.12.17 | ε | προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων | τοῦτό φησιν ὅτι πρόνοιαν ποιεῖσθε τοῦ καλοὶ φαίνεσθαι ἐν τῶ μηδενὶ διδόναι ψόγου πρόφασιν ἡ ἐπειδὴ ἄνω εἶπε μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες προσέθηκεν καὶ τὸ προνοούμενοι καλὰ ὡς εἰ ἔλεγεν οὐκ ἀρκεῖ μόνον τὸ μὴ ἀποδιδοναι κακὰ ἀλλὰ δεῖ καὶ προνοεῖν τοῦ ποιήσαντος ἡμᾶς κακῶς καὶ γὰρ καὶ ἄνω οὐκ ἠρκέσθη τῶ μὴ καταρᾶσθαι τοὺς διώκοντας ἀλλὰ καὶ εὐλογεῖν προσέταξεν |
706 | 42r | Rom.12.18 | ϛ | εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες | ἐστι γὰρ ὅτε οὐ δυνατὸν ἔνθα περὶ εὐσεβείας ὁ λόγος τὸ δὲ ἐξ ὑμῶν τουτέστι σὺ τὸ σὸν ποίησον καὶ μὴ παράσχῃς ἔχθρας ἀφορμὴν μὴ Ἕλληνι μὴ Ἰουδαίῳ τοῦτο γὰρ τὸ μετὰ πάντων |
707 | 42v | Rom.12.19 | ζ | μὴ ἑαυτοὺς ἐκδικοῦντες ἀγαπητοὶ ἀλλὰ δότε τόπον τῆ ὀργή | ἐπειδὴ τοῦτο ἀκολουθον τὸν ἠδικημένον ἐκδικίας τυχεῖν τοῦτο αὐτο ἐπαγγέλλεται σοι φησι μὴ ἐκδικήσῃς σεαυτὸν καὶ ὁ θεός σε ἐκδικεῖ δότε γάρ φησι τόπον καὶ χώραν τῆ ὀργὴ τοῦ θεοῦ ἐλθεῖν ἂν γὰρ σὺ μὴ ἀμύνῃ ἥξει ἡ ὀργή |
707ex | 42v | Rom.12.19 | Ιω(αννου) * | | ἐπειδὴ τοῦτο μάλιστα ὁ ἀδικηθεὶς ἐπιθυμεῖ ἰδεῖν ἐκδικίας ἑαυτὸν ἀπολαύοντα τοῦτο αὐτον μετὰ πολλῆς δίδωσι περιουσίας ἂν γὰρ αὐτος μὴ ἀμύνῃ θεὸς ἔσται ὁ τιμωρὸς συγχώρησον οὖν αὐτω ἐπεξελθεῖν τοῦτο γὰρ τὸ δότε τόπον τῆ ὀργή |
708 | 42v | Rom.12.19 | η | γέγραπται γάρ | παραμυθούμενος πλέον τὸν ἠδικημένον ἤγαγεν τὴν μαρτυρίαν |
709 | 42v | Rom.12.19 | θ | ἐμοι εδικησις ἐγὼ αντανποδωσω λέγει κύριος | ἐμοι τουτέστι παρ' ἐμοι |
710 | 42v | Rom.12.20 | ι | εὰν οὖν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε αὐτον εὰν διψᾷ πότιζε αὐτον τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ | μὴ μόνον φησιν εἰρηνεύετε καὶ μὴ ἀμύνεσθε ἀλλὰ καὶ εὐεργετεῖτε τρέφοντες ποτίζοντες εἶτα ἐπειδὴ βαρὺ ἦν ἐπάγει ὅτι πῦρ αὐτω σωρεύσεις τοῦτο ποιῶν τοῦτο δὲ εἶπεν καὶ τοῦτον παραμυθούμενος καὶ τὸν ἠδικηκότα φοβῶν |
710Ph | 42v | Rom.12.20 | | | |
711 | 42v | Rom.12.21 | ια | μὴ νικῶ ὑπο τοῦ κακοῦ ἀλλὰ νίκα ἐν τῶ ἀγαθῷ τὸ κακόν | μαλαξας πρότερον τὸν ἀδικηθέντα καὶ πείσας αὐτον εὐεργετεῖν διὰ τοῦ εἰπεῖν ἄνθρακας σωρεύσεις νυν ὑψηλοτερον αὐτω παραινεῖ εἰ γὰρ τοιαύτη φησι διαθέσει τρέφεις ἵνα πῦρ αὐτω σωρευσης οὐκ ἐνίκησας τὸ κακὸν ἂλλ ἡττήθης αὐτω ἐγὼ δέ σε φησι νικᾷν τὸ κακὸν βούλομαι τοιγαροῦν μὴ διαθέσει κακοποιῷ εὐεργετεῖ ὑπὲρ γὰρ παραμυθίας σου φησιν εἴρηται τὰ εἰρημένα οὐχ ἵνα οὕτως ποιῇς |
711Ph | 42v | Rom.12.21 | | | |
712 | 42v | Rom.13.1 | ιβ | πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω | πολλὴν τοῦ κεφαλαίου τούτου πανταχοῦ ποιεῖται πρόνοιαν δεικνὺς οὐκ ἐπὶ καταστροφῇ τῆς κοινῆς εὐταξίας τοὺς τοῦ Χριστοῦ νόμους είναι καὶ ὅτι ἀρκοῦσι καὶ οἱ διὰ τὴν ἀλήθειαν πολεμοῦντες φησιν ἡμῖν καί τι δεῖ καὶ ἡμᾶς περιττοὺς ἐπινοεῖν ἡμῖν αὐτοῖς πολεμίους |
713 | 42v | Rom.13.1 | ιγ | οὐ γὰρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ θεοῦ | οὐ περὶ τοῦ καθεκαστον ἄρχοντος ταῦτα λέγει ἀλλὰ περὶ αὐτῆς τῆς ἀρχῆς ἐπειδὴ γὰρ τὸ ὁμότιμον στασιῶδες ἦν εἰσήγαγεν ὁ θεὸς τὰς ἐξουσίας |
714 | 42v | Rom.13.1 | ιδ | αἱ δὲ οὖσαι ἐξουσίαι ὑπο θεοῦ τεταγμέναι εἰσιν | κατὰ τοῦ αὐτοῦ εἶπεν εἰπὼν γὰρ οὐκ ἐστιν ἐξουσία εἰ μὴ ὑπο θεοῦ πάλιν τὸ αὐτο λέγει αἱ δὲ οὖσαι φησιν ἐξουσίαι ὑπο τοῦ θεοῦ τεταγμέναι εἰσιν οἷον γεγονυῖαι ὁ θεός φησιν ἔταξεν καὶ διωκησεν αὐτάς |
715 | 42v | Rom.13.2 | ιε | ώστε ὁ ἀντιτασσόμενος τῆ ἐξουσία τῆ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν | ἵνα μὴ εὐτελίζεσθαι νομίζωσιν οἱ τοῦ Χριστοῦ δοῦλοι ὑποτασσόμενοι αρχουσι δείκνυσιν ὅτι χρὴ πείθεσθαι καὶ μὴ ἀντιτάσσεσθαι μηδὲ ἀπειθεῖν τοῖς ἄρχουσιν ὡς ὅ γε τοῦτο ποιῶν φησι θεῶ ἀντιλέγει τῶ πεποιηκότι τὰς ἀρχάς |
715Ph | 42v | Rom.13.2 | | | |
716 | 43r | Rom.13.2 | ιϛ | οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήψονται | κατάκρισιν φησι τὴν παρὰ θεοῦ ἑαυτοῖς ἐπισπῶνται |
717 | 43r | Rom.13.3 | ιζ | οἱ γὰρ ἄρχοντες οὐκ εἰσι φόβος | τι ἀλγεῖς φησιν ὑποταγεὶς τῆ ἐξουσία τι δὲ φοβῇ αὐτὴν καὶ τρέμεις μὴ γὰρ ἐπιτιμᾷ τοῖς καλῶς ζῶσι δὲ μὴ γὰρ ἐστι φοβερὸς τῶ τῆς ἀρετῆς ἐπιμελομένῳ |
718 | 43r | Rom.13.3 | ιη | τῶν ἀγαθῶν ἔργων | τουτέστι τοῖς τὰ ἀγαθὰ πράττουσι |
719 | 43r | Rom.13.3 | ιθ | ἀλλὰ τῶν κακῶν | τουτέστι τῶν τὰ κακὰ πραττόντων |
720 | 43r | Rom.13.3 | κ | θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν τὸ ἀγαθον ποιεῖ καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς | εἰ δὲ θέλεις φησι μὴ μόνον είναι σοι τὸν ἄρχοντα ἤπιον ἀλλὰ δὴ καὶ ἐπαινοῦντα τὸ ἀγαθον ποιεῖ |
721 | 43r | Rom.13.4 | κα | θεοῦ γὰρ διάκονὸς ἐστι σοι εἰς τὸ ἀγαθον | τοσοῦτον γάρ φησιν ἐπαινέσει σε τὸ ἀγαθον πράττοντα ὅτι δεῖ καὶ συμπράξει σοι πρὸς τοῦτο ὁ γὰρ φόβος πρόφασις σοι γίνεται καλῶς βιοῦν διὰ τοῦτο δὲ εἶπεν θεοῦ αὐτον είναι διάκονον εἰς τὸ ἀγαθον ὅτι διακονεῖ τῆ βουλὴ τοῦ θεοῦ τοὺς ἀγαθοὺς ἐπαίνων καὶ τοὺς κακοὺς κολάζων ἐκ δὲ τούτου εἰς ἀγαθόν σε συνωθεῖ |
721Ph | 43r | Rom.13.4 | | | |
722 | 43r | Rom.13.4 | κβ | εὰν δὲ τὸ κακὸν ποιῇς φοβοῦ οὐ γὰρ εἰκῆ | οὐκ ἄρα ὁ ἄρχων αἴτιος σοι τοῦ φοβοῦ ἀλλὰ τὸ πράττειν κακῶς |
723 | 43r | Rom.13.4 | κγ | τὴν μάχαιραν φορεῖ | ὁρᾷς πως εφοβησεν μὲν τὸν ὑπήκοον καθωπλισεν δὲ τὸν ἄρχοντα |
724 | 43r | Rom.13.4 | κδ | θεοῦ γὰρ διάκονὸς ἐστιν ἔκδικος εἰς ὀργὴν τῶ τὸ κακὸν πράσσοντι | ὁ γὰρ τοὺς κακῶς βιοῦντας τιμωρούμενος θεῶ διακονεῖ εἰς ὀργήν |
725 | 43r | Rom.13.5 | κε | διὸ ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν | ἀνάγκη οὖν φησι τοῖς ἄρχουσιν ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν τοῦ θεοῦ τὴν κατὰ τῶν μὴ ὑποτασσομένων τῆ ἀρχὴ γινομένην ἀλλὰ καὶ διὰ τὴν συνείδησιν τουτέστιν ἵνα μὴ δόξης ἀσυνείδητός τις είναι καὶ ἀγνώμων τῶ εὐεργέτῃ καὶ τῶ διακονῷ τοῦ θεοῦ μὴ ὑποτασσομενος |
725Pha | 43r | Rom.13.5 | | | |
725Phb | 43r | Rom.13.5 | | | |
726 | 43r | Rom.13.6 | κϛ | διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε | καὶ τοσοῦτόν φησιν εὐεργετοῦσιν αἱ ἐξουσίαι ὅτι καὶ φόρους τελεῖτε μισθὸν ὥσπερ τῆς κηδεμονίας καὶ τῆς προνοίας παρέχοντες |
727 | 43r | Rom.13.6 | κζ | λειτουργοὶ γὰρ θεοῦ εἰσιν | τουτέστιν ὑπουργοὶ θεοῦ καὶ λειτουργοῦντες θεῶ τοῦτο τὸ ἡμῶν κήδεσθαι |
728 | 43r | Rom.13.6 | κη | εἰς αὐτο τοῦτο προσκαρτεροῦντες | τῶν οἰκείων φησι ἀμελοῦντες εἰς τὰς ὑπὲρ ὑμῶν φροντίδας ἀπησχόληνται |
729 | 43r | Rom.13.7 | κθ | ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλὰς τῶ τὸν φόρον τὸν φόρον | ἔδειξεν χρέος ὃν τὸ πρᾶγμα διὰ τοῦτο γὰρ ὀφειλὰς εἶπεν |
730 | 43r | Rom.13.7 | λ | τῶ τὸν φόβον τὸν φόβον {τῶ τὴν τιμήν /τῶ τὸ τέλος τὸ τέλος τῶ τὴν τιμήν }* | φόβον καλεῖ τὴν ἐπιτεταμένην τιμὴν οῦτον ἐκ τοῦ πονηροῦ συνειδότος φόβον |
731 | 43v | Rom.13.7 | λα | τῶ τὴν τιμὴν τὴν τιμήν | οὐ μόνον χρήματα φησι χρεωστεῖτε ἀλλὰ καὶ τὴν τιμήν |
732 | 43v | Rom.13.8 | λβ | μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους | ἐπὶ τὴν μητηρα τῶν ἀγαθῶν ἦλθεν τὴν ἀγάπην δεικνὺς αὐτὴν χρέος οὖσαν καὶ ὄφλημα |
733 | 43v | Rom.13.8 | λγ | ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν | εἶτα δείκνυσι τι τὸ κέρδος τῆς ἀγάπης ὅτί φησιν ὁ ταύτην πληρῶν τὸν νόμον ὅλον πληροῖ καὶ λέγει πως |
733Ph | 43v | Rom.13.8 | | | |
734 | 43v | Rom.13.9 | λδ | τὸ γὰρ οὐ μοιχεύσεις οὐ φονεύσεις οὐ κλέψεις οὐ ψευδομαρτυρήσεις οὐκ ἐπιθυμήσεις καὶ εἰ τις ἕτερα ἐντολὴ ἐν τοῦτω τῶ λόγῳ ανακελφαλαιουται | εἰπὼν ὅτι ὁ ἀγαπῶν τὸν νόμον ὅλον πληροῖ δείκνυσι πως ὅτί φησι πᾶσαι αἱ ἐντολαὶ διὰ τῆς ἀγάπης πληροῦνται ἂλλ οὐκ εἶπεν πληροῦνται ἁπλῶς ἂλλ ἀνακεφαλαιοῦνται τουτέστι συντόμως καὶ ἐν βραχεῖ λόγῳ τὸ πᾶν γίνεται καὶ ὅλον πληροῦται τῶν ἐντολῶν τὸ ἔργον διὰ βραχέων |
735 | 43v | Rom.13.9 | λε | ἐν τῶ ἀγαπήσεις τὸν πλησίον σου ὡς | τὸ ὡς ἑαυτὸν τὴν ἐπιτεταμένην ἀγάπην δηλοῖ |
736 | 43v | Rom.13.9-Rom.13.10 | λϛ | ἑαυτὸν ἡ ἀγάπη τῶ πλησίον κακὸν οὐκ ἐργάζεται πλήρωμα οὖν νόμου ἡ ἀγάπη | εἶδές πως τὰς ἀρετὰς ἑκατέρας ἔχει ἡ ἀγάπη τὴν τῶν κακῶν ἀποχὴν λέγω καὶ τὴν ποίησιν τῶν ἀγαθῶν ἰδοὺ ἡ ἀποχὴ τῶν κακῶν τῶ πλησίον φησι κακὸν οὐκ ἐργάζεται ἰδοὺ ἡ ποίησις τῶν ἀγαθῶν πλήρωμα φησι νόμου ἡ ἀγάπη τὸν γὰρ πλησίον ευποιει ἅπασα δὲ ἡ σπουδὴ τοῦ νόμου τοῦτο βούλεται |
736ex | 43v | Rom.13.10 | Σευηρι(ανου) s * | | πληροῦτε φησι τὸ τῆς ἀγάπης ἔργον εἰδότες τὸν καιρὸν κατεπείγοντα καὶ ἀρετὴν ἀπαιτοῦντα νυν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἡ ὅτε ἐπιστεύσαμεν τουτέστιν νυν ὅτε ἔγνωμεν τῶν ἔργων τὰ ὠφελιμώτερα κοῦφον ὅμως γέγονε τὸ σωθῆναι ἤπερ ὅτε κατηχούμεθα ἔτι τὸν τῆς πίστεως λόγον οὐ γὰρ ἅμα τῶ πιστεῦσαι εἰς Χριστὸν καὶ τὴν ἀκριβῆ τῶν πρακτέων κατάληψιν εἴχομεν |
736Ph | 43v | Rom.13.10 | | | |
737 | 43v | Rom.13.11 | λζ | καὶ τοῦτο εἰδότες τὸν καιρόν | εἰδότες φησι ποῖον τοῦτο τὸν καιρόν φησι |
738 | 43v | Rom.13.11 | λη | ὅτι ὥρα ἡμᾶς ἤδη | ἐγγύς φησι τὸ τέλος καὶ δεῖ ἡμᾶς ἐπείγεσθαι εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐργασίαν |
739 | 43v | Rom.13.11 | λθ | ἐξ ὕπνου ἐγερθῆναι | τῆς ῥαθυμίας ἀναστῆναι |
740 | 43v | Rom.13.11 | μ | νυν γὰρ ἐγγύτερον ἡμῶν | τοῦ γὰρ παρόντος βίου ὑποσυρόμενο κατὰ μικρὸν ἐγγύτερος ὁ τῆς ἀναστάσεως γίνεται καιρός |
741 | 43v | Rom.13.11 | μα | ἡ σωτηρία | εὰν μὲν ὦμεν ὡς δεῖ παρεσκευασμένοι σωτήριος ἡμῖν ἔσται ἡ τῆς κρίσεως ἡμέρα εἶδε μὴ ὀλέθριος πλὴν αὐτος ἐκ τῶν χρηστοτέρων δηλοῖ τὴν ἡμέραν ἐκείνην |
742 | 43v | Rom.13.11 | μβ | ἡ ὅτε ἐπιστεύσαμεν | εἰκὸς ἦν τούτους ἐν ἀρχὴ μὲν ὡς νεαροὺς ζέειν νυν δὲ ἀπομεμαράνθαι τοῦτο οὖν αἰνίττεται ὅτι ὅσον φησιν ἐγγύτερον ἡμῶν ἡ σωτηρία σπουδάζειν μᾶλλον προσήκει ἡ γὰρ ραθυμειν |
743 | 44r | Rom.13.12 | μγ | ἡ νὺξ προέκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν | νύκτα τὸν παρόντα καλεῖ βίον οὐδὲν γὰρ ὀνειράτων διαφέρει τὰ ἐν αὐτω ἡμέραν δὲ τὸν μέλλοντα χρόνον διὰ τὸ τὰ κρυπτὰ ἐν αὐτω φανεροῦσθαι |
744 | 44r | Rom.13.12 | μδ | ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός | ἔργα σκότους φησι τὰς πονηρᾶς πράξεις ὅπλα δὲ φωτὸς τὴν ἀρετὴν ὡς μὲν οὖν ὅπλα ἀσφαλίζεται ὡς δὲ φωτὸς λαμπρύνει |
745 | 44r | Rom.13.13 | με | ὡς ἐν ἡμέρα εὐσχημονως περιπατήσωμεν | ἄνω εἰρηκὼς μέλλειν τὴν τῆς κρίσεως ἡμέραν νυν αὐτὴν ἐφίστησι πτοῶν τὸν ἀκροατὴν τὸ δὲ περιπατήσωμεν ἀνεπαχθῆ ποιεῖ τὸν λόγον καὶ γὰρ καὶ ἑαυτὸν ἔμιξεν |
745Ph | 44r | Rom.13.13 | | | |
746 | 44r | Rom.13.13 | μϛ | μὴ κώμοις καὶ μέθαις | οὐ τὸ πίνειν ἀλλὰ τὸ ἀμέτρως κωλύει |
747 | 44r | Rom.13.13 | μζ | μὴ κοίταις καὶ ἀσελγείαις | οὐ τὴν μίξιν ἀναιρεῖ ἀλλὰ τὴν πορνείαν |
748 | 44r | Rom.13.13 | μη | μὴ ἔριδι καὶ ζηλῶ | ἔριδι περὶ θυμοῦ λέγει ζηλῶ δὲ περιβασκανιας |
749 | 44r | Rom.13.14 | μθ | ἂλλ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν | ὁ γὰρ αὐτον ἐνδεδυμένος ἔχει καθόλου τὴν ἀρετήν πως δὲ αὐτον ἐνδυτέον εἰ πάντα ἡμῖν αὐτος εἴη ἔσωθεν καὶ ἔξωθεν ἐν ἡμῖν φαινόμενος τὸ δὲ μηδέ ποτε αὐτοῦ ἀπολείπεσθαι ἔνδυμα καλεῖ |
750 | 44r | Rom.13.14 | ν | καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας | εἰπὼν μηδεῖν προνοεῖν τῆς σαρκὸς ἐπάγει εἰς ἐπιθυμίας ἵνα μὴ νομίσῃς ὅτι οὐδε ἐν τοῖς ἀναγκαίοις ἡμᾶς δεῖ προνοεῖσθαι τῆς σαρκὸς οἷον ἐν βρώσει ἡ ἐνδύματι προνοητέον τοιγαροῦν αὐτῆς πρὸς διαμονὴν οὐ πρὸς ἀσελγείας |
751 | 44r | Rom.14.1 | να | τὸν δὲ ασεθενουντα τῆ πίστει προσλαμβάνεσθε | ἦσαν τινες ἐξ Ἰουδαίων πιστεύσαντες οἵτινες ἔτι τοῦ νόμου ἐχόμενὸ πολλὰ τῶν βρωμάτων ἐβδελύσσοντο καὶ διὰ τὸ μὴ γίνεσθαι δηλοῖ λάχανα ἤσθιον μόνα ἵνα δόξῃ ἐγκρατείας ἀλλὰ μὴ βδελυγμοῦ είναι ἡ παρατήρησις ἦσαν δὲ καὶ ἄλλοι ἀπὸ Ἰουδαίων πιστοὶ οἱ ἑδραίως πεπιστευκότες οὐ παρετηροῦντο τὰ βρώματα πρὸς τούτους τοιγαροῦν τοὺς εἰλικρινεῖς πιστοὺς ἀποτείνων τὸν λόγον τῶν τὰ βρώματα βδελυττομένων καθάπτεται ἀσθενοῦντας καλῶν τῆ πίστει |
751Ph | 44r | Rom.14.1 | | | |
752 | 44r | Rom.14.1 | νβ | μὴ εἰς διακρίσεις * διαλογισμῶν | μία μὲν κατ' αὐτῶν πληγὴ τὸ εἰπεῖν ἀσθενοῦντας τῆ πίστει δευτέρα δὲ τὸ προσλαμβάνεσθε δείκνυσι γὰρ αὐτῶν πολλῆς δεομένων ἐπιμελείας τρίτη τὸ μὴ εἰς διακρίσεις λογισμῶν δηλοῖ γὰρ τοσοῦτον αὐτοὺς πταίοντας ὡς καὶ τοὺς κοινωνοῦντας αὐτοῖς τῆς φιλίας διακρίνεσθαι |
753 | 44r | Rom.14.2 | νγ | ὃς μὲν πιστεύει φαγεῖν * πάντα ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει | ὁ μὲν εἰλικρινῶς φησι πιστεύων καὶ μηδεμίαν ἔχων Ιουδαικην παρατήρησιν πάντα ἀβδελύκτως ἐσθίει ἀνακηρύττει δὲ αὐτον ἀπὸ τῆς πίστεως ὁ δέ γε φησι περὶ τὴν πίστιν ἀσθενῶν λάχανα ἐσθίει ἐν ταυτῷ καὶ διελέγχει αὐτον ὅτι οὐκ ἐπαινουμένην ἐγκράτειαν ἐσθίει τὰ λάχανα κἂν τοῦτο ὑποκρίνεται ἀλλὰ κατὰ ασθενιαν πίστεως |
754 | 44v | Rom.14.3 | νδ * | ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω | οὐκ εἶπεν διορθούσθω ἀλλὰ μὴ ἐξουθενείτω δεικνὺς ὅτι καταγέλαστα πράττει δεῖ γὰρ αὐτον ἀδελφικῶς διορθοῦσθαι καὶ οὐχ ὡς βδελυκτὸν ἐξουθενεῖν |
755 | 44v | Rom.14.3 | νε | καὶ ὁ μὴ ὁ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω | ὥσπερ γὰρ οἱ διὰ πίστιν ἀδιακρίτως πάντα ἐσθίοντες ἐξουθένουν τοὺς παρατηρουμένους οὕτως ἐκεῖνοι τούτους ὡς γαστριμάργους ἔκρινον ὅρα δὲ ἐπὶ τῶν ἐσθιόντων εἰπὼν ὁ θεὸς γὰρ αὐτον προσελάβετο ἐπὶ τῶν παρατηρουμένων οὐδὲν τοιοῦτον εἶπεν |
756 | 44v | Rom.14.3 | νϛ | ὁ θεὸς γὰρ αὐτον προσελάβετο | ὁ θεὸς γὰρ αὐτόν φησιν πρὸς ἑαυτὸν ἐφειλκύσατο καὶ ἀπήλλαξεν πάσης Ἰουδαϊκῆς παρατηρήσεως |
756ex | 44v | Rom.14.4 | Σευηρια(νου) s | σύ τις εἰ ὁ κρίνων ἀλλότριον οἰκέτην | ὁ οἰκέτης Χριστοῦ ὃν προσελάβετο ὁ Χριστὸς ἀλλοτριος ἐστι τοῦ νόμου τις οὖν εἰ ὁ κρίνων ἀπὸ τοῦ νόμου τὸν τοῦ νόμου ἀλλότριον |
757 | 44v | Rom.14.4 | νζ | σύ τις εἰ ὁ κρίνων ἀλλότριον οἰκέτην | πρὸς τὸν εἰλικρινῆ πιστὸν ὁ λόγος αὐτω ἐκ δὲ τούτου δῆλον ὅτι οὐ μόνον ἐξουθένουν ἀλλὰ καὶ ἔκρινον τοὺς τὰ λάχανα ἐσθίοντας |
758 | 44v | Rom.14.4 | νη | τῶ ἰδίῳ κυρίῳ στήκει ἡ πίπτει | τοῦ θεοῦ φησιν ἐστι καὶ τῶ θεῶ διαφέρει καὶ ἡ πτῶσις αὐτοῦ καὶ ἡ ἔγερσις οὐκ ἐπειδὴ οὖν οὐκ ἄξια ποιεῖ κατακρίσεως μὴ κρίνε αὐτόν φησιν ἂλλ ὅτι ἀλλοτριος ἐστιν οἰκέτης |
759 | 44v | Rom.14.4 | νθ | σταθήσεται δὲ δυνατὸς γὰρ ἐστιν ὁ θεὸς στῆσαι αὐτον | πάλιν πλήττει τοὺς ἀσθενεῖς καὶ παρατηρουμένους τὰ βρώματα εἰπὼν γὰρ σταθήσεται δηλοῖ ὅτι σαλεύονται καὶ τοσοῦτον ὡς θεοῦ δεῖσθαι στεῤῥοποιοῦντος |
760 | 44v | Rom.14.5 | ξ | ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν ὃς δὲ κρίνει πᾶσαν ἡμέραν | εἰκὸς ἦν τινας τῶν συνεχῶς νηστευόντων κατακρίνειν τοὺς μὴ συνεχῶς νηστεύοντας οἷς τὸ κατακρίνειν καὶ σφόδρα ἐγκαλεῖν ἀπαγορεύει ἦσαν γὰρ νεήλυδες ἐν τῆ πίστει καὶ ἐδεδοίκει μὴ ἡ πολλὴ ἔγκλησις τέλεον αὐτοὺς ἀποσχίσῃ τῆς πίστεως ὀργισθέντας ταῖς ἐγκλήσεσι |
760Ph | 44v | Rom.14.5 | | | |
761 | 44v | Rom.14.5 | ξα | ἕκαστος ἐν τῶ ἰδίῳ νοΐ | μὴ περὶ πάντων δέξῃ τὸ ἕκαστος τῶ ἰδίῳ νοῒ πληροφορείσθω ἂλλ ἐπὶ νηστείας μόνον καὶ τοῦτο ἐπειδὴ ἀρτιπαγεῖς ἦσαν ἐν τῆ πίστει οἱ Ῥωμαῖοι καὶ συγκατεβαίνεν αὐτοῖς ὡς εἰ γε καὶ περὶ πίστεως δέξῃ τὸ εἰρημένον τοῦ παντὸς ἐξέπεσες |
762 | 44v | Rom.14.5-Rom.14.6 | ξβ | πληροφορείσθω ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ | κατὰ τὸν ἴδιον νοῦν ἕκαστος πληροφορείσθω ἡ ὅτι καλῶς ποιεῖ νηστεύων ἀεὶ ἡ ὅτι καλῶς ποιεῖ οὐ νηστεύων ἀεί |
762ex | 44v | Rom.14.6 | Οικου(μενιου) * | | οὐ δεκτέον τὸ ῥητον ἐπὶ δόγματος πίστεως ὅμως καὶ αὐτος προεῖπεν |
762exb | 44v | Rom.14.6 | s | ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ | ἀμφότεροι γὰρ οὗτός τε κἀκεῖνος ἑνὶ χρῶνται σκοπῷ τιμὴ τῆ περὶ τὸν θεὸν ὅτε γὰρ παραφυλαττόμενος τὴν ἡμέραν οἴεται θεοῦ νόμον πληροῦν ὅ τε ἀδιαφορῶν περὶ τοῦτο πᾶσαν ὡς ὑπο θεοῦ γενομένην ἡμέραν δι' ὁμοίας ἔχει τιμῆς |
763 | 44v | Rom.14.6 | ξγ | καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει | οὕτω φησι φρονῶν ώστε καθ' ἡμέραν νηστεύειν διὰ τὸν κύριον οὕτως φρονεῖ καὶ ὁ φρονῶν ώστε καθ' ἡμέραν μὴ νηστεύειν διὰ τὸν κύριον οὕτως φρονεῖ πᾶν δὲ ὁ διὰ τὸν κύριον γίνεται καλὸν ἐστι φησι |
763Ph | 44v | Rom.14.6 | | | |
764 | 45r | Rom.14.6 | ξδ | εὐχαριστεῖ γὰρ τῶ θεῶ καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῶ θεῶ | εἰ οὖν φησι τὸ καίριον γίνεται τὸ διὰ πάντων εὐχαριστεῖσθαι τὸν θεόν τι διαφέρεσθε περὶ τῆς νηστείας οὕτω σφοδρῶς ὀλίγον γὰρ τὸ μέσον συγκαταβατικῶς μὲν οὕτως λέγει πλήν πως δύναται Χριστῷ εὐχαριστεῖν ὁ μὴ ἐσθίων ὡς γὰρ τοῦ νόμου ἐχόμενος οὐκ ἐσθίει |
765 | 45r | Rom.14.7 | ξε | οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῆ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει | ἔχομεν φησι κύριον ὦ καὶ ζῶμεν εὰν ζῶμεν ὦ καὶ ἀποθνήσκομεν εὰν ἀποθνήσκομεν εἰ οὖν τῶ κυρίῳ διαφέρει ἡμῶν ἡ ζωὴ καὶ ὁ θάνατος αὐτος οἰκονομήσει τὰ καθ' ἡμᾶς καὶ οὐ χρεία κρίνειν τὸν πλησίον ἡ ἐξουθενεῖν |
766 | 45r | Rom.14.8 | ξϛ | εάν τε γὰρ ζῶμεν τῶ κυρίῳ ζῶμεν εάν τε ἀποθνήσκωμεν τῶ κυρίῳ ἀποθνήσκομεν | ζωῆς γὰρ αὐτος καὶ θανάτου μόνος ἔχει τὴν ἐξουσίαν |
767 | 45r | Rom.14.8 | ξζ | εάν τε οὖν ζῶμεν εάν τε ἀποθνήσκωμεν τοῦ κυρίου ἐσμεν | τὸν λογισμὸν ἐπήγαγεν τοῦ καὶ ζῶντας ἡμᾶς καὶ ἀποθανόντας είναι τοῦ Χριστοῦ πρὸς δὲ τούτοις κἀκεῖνο δείκνυσιν ὅτί φησιν εἰ τοσαύτη περὶ ἡμᾶς ἐχρήσατο πρόνοια ὡς καὶ σταυρωθῆναι οὐκ ἂν ἡμῶν καταφρονήσει εἰ γὰρ καὶ ἀποθανόντων ἡμῶν προνοεῖ πολλῷ μᾶλλον ζώντων τοῦτο δὲ πρὸς τοὺς κατακρίνοντας λέγει ὅτι φροντισθῶσι παρὰ θεῶ οἱ ἀσθενεῖς τῆ πίστει διὰ τὴν τοσαύτην αὐτοῦ περὶ πάντας πρόνοιαν καὶ τὸν ὀλιγόπιστον δὲ ἐντρέπει τῶν εὐεργεσιῶν ὑπομιμνήσκων τοῦ θεοῦ |
768 | 45r | Rom.14.9 | ξη | εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανεν καὶ ἀνέστη καὶ ἔζησεν ἵνα καί | δικαιώματά φησι προαπέθετο τῆς ἡμετέρας δεσποτείας |
769 | 45r | Rom.14.9 | ξθ | νεκρῶν καὶ ζώντων κυριεύσῃ | τουτέστι ψυχῶν καὶ σωμάτων αἱ μὲν γὰρ εἰσιν ἀθάνατοι τὰ δὲ θνητὰ οὕτως καὶ ὁ ἅγιος Μεθόδιος ἐν τῶ περὶ ἀναστάσεως λόγῳ |
770 | 45r | Rom.14.10 | ο | σὺ δέ τι κρίνεις τὸν ἀδελφόν σου | πρὸς τὸν ολογοπιστον πάλιν αὐτω ὁ λόγος |
771 | 45r | Rom.14.10 | οα | ἡ καὶ σύ τι ἐξουθενεῖς | πρὸς τὸν ἐδραῖον τῆ πίστει ὁ λόγος οὗτος |
772 | 45r | Rom.14.10 | οβ | τὸν ἀδελφόν σου πάντες γὰρ παραστησόμεθα τῶ βήματι τοῦ Χριστοῦ | τῶ ὀνόματι τοῦ ἀδελφοῦ λύει αὐτοῖς τὴν ἔριν |
773 | 45r | Rom.14.11 | ογ | γέγραπται γὰρ ζῶ ἐγὼ λέγει κύριος | δοκεῖ μὲν διὰ τῆς παραγωγῆς τῆς προφητείας καταστέλλειν τὸν πιστὸν εἰς τὸ μὴ ἐξουθενεῖν τὸν Ἰουδαΐζοντα πλὴν ὅλον τὸ χωρίον εἶπε κατάσειων τὴν ψυχὴν τοῦ Ἰουδαΐζοντος ἔτι ὧδε μὲν τῆ μνήμῃ τῆς χρισεως ἄνω δὲ ταῖς εὐεργεσίαις αὐτοῦ τοῦ Χριστοῦ ἐντρέπων εἰ γὰρ τῶ Χριστῷ φησιν πάντες παραστησόμεθα καὶ αὐτος ἡμᾶς καὶ οὐχ ὁ νόμος τὰς εὐθύνας ἀπαιτήσει τι σὺ ἔχῃ ἔτι τοῦ νόμου καὶ οὐ καθάπαξ ἐπιλαμβάνῃ τοῦ Χριστοῦ |
774 | 45r | Rom.14.11 | οδ | ὅτι ἐμοι κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα | τὴν ἁπάντων αὐτω δεσποτείαν μαρτυρεῖ |
775 | 45v | Rom.14.11 | οε | ἐξομολογήσεται τῶ θεῶ | τὰς οἰκείας ἁμαρτίας ἐξ αὐτοῦ τοῦ συνειδότος ἅτε κριτῇ |
776ex | 45v | Rom.14.12 | οϛ Οικου(μενιου) | ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῶ θεῶ | εἴρηται περὶ τοῦ θεοῦ καὶ πατρὸς ὅτι αὐτος κρίνει οὐδένα τὴν δὲ κρίσιν δέδωκεν τῶ υἱῷ δῆλον οὖν ὡς περὶ τοῦ κριτοῦ εἴρηται τῶ Παύλῳ τὸ ἐξομολογήσεται τῶ θεῶ καὶ τὸν λόγον δώσει τῶ θεῶ ἄρα θεὸς ὁ Χριστὸς κἂν οἱ ἀσεβεῖς μὴ βούλωνται |
777 | 45v | Rom.14.13 | οζ | μηκέτι οὖν ἀλλήλους κρίνωμεν ἀλλὰ τοῦτο κρίνατε μᾶλλον | πάλιν τοῦ πρώτου ἔχεται λόγου ἵνα μὴ δόξῃ διὰ φόβον τῆς κρίσεως μνησθῆναι ἀλλὰ διά τινα λόγου ἀκολουθίαν |
778 | 45v | Rom.14.13 | οη | τὸ μὴ τιθέναι πρόσκομμα τῶ ἀδελφῷ ἡ σκάνδαλον | τοῦτο καὶ πρὸς τὸν εἰλικρινῆ πιστὸν καὶ τὸν ἔτι ἰουδαΐζοντα ἁρμοζει καὶ γὰρ καὶ ὁ τέλειος ἐσκανδαλίζετο τῆ τῶν βρωμάτων παρατηρήσει τοῦ πλησίον καὶ ὁ τὰ βρώματα παραιτούμενος τῆ σφόδρα ἐπιπλήξει τοῦ εἰλικρινῶς πιστοῦ ώστε μία συμβουλὴ τοὺς δύο διορθοῦται ἀπέχεσθαι τούτων ἃ σκανδάλου πρόφασις τῶ πλησίον γίνεται |
779 | 45v | Rom.14.14 | οθ | οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ | ἔτι {περὶ τῶν βρωμάτων /περὶ τῆς τῶν βρωμάτων }* παρατηρεσεως ὁ λόγος αὐτω ἐπεὶ οὖν εἶπεν οἶδα καὶ πέπεισμαι ὅτι οὐδὲν κοινὸν ἵνα μὴ εἴπῃ ὁ ἔτι ἰουδαΐζων καί τι εἰ σὺ εἰ πεπεισμένος τοῦ νόμου τὸ ἐναντίον εἰσηγουμένου προστίθησι τὸ ἐν κυρίῳ Ἰησοῦ δεικνὺς ὅτι παρ' αὐτοῦ ταῦτα μεμαθηκεν καὶ πεπληροφόρηται καὶ οὐκ ἀφ' ἑαυτοῦ λέγει |
779Ph | 45v | Rom.14.14 | | | |
779ex | 45v | Rom.14.14 | Θεοδ(ωρητου) s | ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ εἰ μὴ τῶ λογιζομένῳ τι κοινὸν είναι ἐκείνῳ κοινόν | οὐδέν φησι κοινὸν δι' αὐτοῦ ἵνα γὰρ μὴ λέγωσι σύ τις ὧν ἀντινομοθετεῖς Μωσῇ τὸν Μωσέως δεσπότην εἰς μέσον παράγει διδάσκων ὡς αὐτος τὰς νομικὰς παρατηρήσεις ἔπαυσεν καὶ οὐδὲν εἴασε νομίζειν ἀκάθαρτον ἔδεσμα τὸ γὰρ δι' αὐτοῦ τουτέστι διὰ τὴν εὐαγγελικὴν αὐτοῦ νομοθεσίαν |
779exb | 45v | Rom.14.14 | s | ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ εἰ μὴ τῶ λογιζομένῳ τι κοινὸν είναι ἐκείνῳ κοινόν | οὐδὲν κοινὸν δι' ἑαυτοῦ τῆ φύσει τουτέστιν ἀκάθαρτον |
779exc | 45v | Rom.14.14 | Σευη(ριανου) * | | δι' αὐτοῦ τουτέστι τοῦ θεοῦ |
780 | 45v | Rom.14.14 | π | ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ εἰ μὴ τῶι λογιζομένῳ τι κοινὸν είναι ἐκείνῳ κοινόν | διὰ τήν νυν δοθεῖσάν φησι χάριν παρ' αὐτοῦ οὐδὲν φύσει κοινὸν ἀλλὰ ποτης προαιρέσεως τοῦ μετιόντος γίνεται κοινὸν ὅθεν καὶ ἐκείνῳ μόνον γίνεται κοινὸν οὐχὶ δὲ καὶ πᾶσιν ἐκείνῳ γάρ φησιν κοινόν |
781 | 45v | Rom.14.15 | πα | εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται | ὠνείδιζον γὰρ αὐτοὺς οἱ πιστοὶ ὡς ἰουδαΐζοντας ἔτι καὶ διὰ τοῦτο παρατηρουμένους τὰ βρώματα οὐ βούλεται οὖν αὐτοὺς ἐν τοῖς μὴ πάνυ μεγάλοις πλήττεσθαι σφοδρῶς φοβούμενος μή πως ολιγοθυμήσαντες τέλεον ἀποστῶσι τῆς πίστεως εἰ οὖν καὶ μηδὲν ἐν βρώμασι κοινόν φησι πλὴν ἀπόσχου τῆς σφοδρᾶς ἐγκλήσεως τοῦ ἀδελφοῦ σου οἰκονομικῶς διὰ τὴν εἰρημένην αἰτίαν |
782 | 45v | Rom.14.15 | πβ | οὐκέτι κατὰ ἀγάπην περιπατεῖς | βούλεται γὰρ είναι ἀγάπην εἰδὼς πάντα δι' αὐτῆς κατὰ μέρος κατορθοῦσθαι |
783 | 46r | Rom.14.15 | πγ | μὴ τῶ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὐ Χριστὸς ἀπέθανεν | μὴ ἐπειδὴ σὺ πάντα ἐσθίεις πιστὸς ὧν ἐγκαλῶν σφοδρῶς ἐκείνῳ ἐκβάλῃς αὐτον τέλεον τῆς πίστεως καὶ γὰρ καὶ ὑπὲρ αὐτοῦ ὁ Χριστὸς ἀπέθανεν ὅθεν ὀφείλεις οἰκονομικῶς συγκαταβαίνειν αὐτω |
783ex | 46r | Rom.14.15 | Οικου(μενιου) * | | ὦ δὲ συμβουλεύει καὶ τοὺς πιστοὺς ἀπέχεσθαι βροματων διὰ τὴν τῶν ὀλιγοπίστων συγκατάβασιν ὅπερ καὶ παριὼν λέγει |
784 | 46r | Rom.14.16 | πδ | μὴ βλασφημείσθω οὖν ὑμῶν | ἐγκαλῶν γὰρ καὶ ἀεὶ φιλονεικῶν πρὸς αὐτον διὰ τὴν τήρησιν τῶν βρωμάτων οὐ μόνον αὐτον φιλονεικότερον ποιεῖς ἀλλὰ καὶ πρόφασιν δίδως τοῖς ἔξωθεν βλασφημεῖν ἡμῶν τὴν πίστιν διὰ τὰς τοιαύτας μάχας |
785 | 46r | Rom.14.16 | πε | τὸ ἀγαθον | ἡ πίστις |
785ex | 46r | Rom.14.16 | Οικου(μενιου) * | | καλῶς μὲν διδάσκεις ἂλλ ἡ μάχη αἰτία βλασφημίας γίνεται |
785Ph | 46r | Rom.14.16 | | | |
786 | 46r | Rom.14.17 | πϛ | οὐ γὰρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις | παῦσαι βούλεται ἐκείνους τῶν ἐγκλήσεων οὐ γὰρ διὰ βρώσεως ἡ πόσεως φησιν ἔχομεν εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ |
786Ph | 46r | Rom.14.17 | | | |
787 | 46r | Rom.14.17 | πζ | ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ | ποία οὖν ἐστι τὰ εἰσάγοντα εἰς τὴν βασιλείαν δικαιοσύνη εἰρήνη χαρὰ τουτέστιν ὁ ἐνάρετος βίος ἡ πρὸς τὸν ἀδελφον εἰρήνη ἡ ἐκ τῆς ὁμονοίας χαρὰ ἐπειδὴ δὲ ἑνὶ εἰρήνη καὶ χαρὰ καὶ ἐπὶ αἰσχροῖς προστίθησι τὸ ἐν πνεύματι ἁγίῳ ὡς εἰ εἶπεν ταύτην λέγω τὴν εἰρήνην καὶ χαρὰν τὴν ἐν πνεύματι ἁγίῳ γινομένην τουτέστι διὰ τοῦ ἁγίου πνεύματος εἰσηγουμένην |
787Ph | 46r | Rom.14.17 | | | |
788 | 46r | Rom.14.18 | πη | ὁ γὰρ ἐν τούτοις δουλεύων τῶ Χριστῷ εὐάρετος τῶ θεῶ | ἑνὶ καὶ ἀπὸ κενοδοξίας ἐγκαλεῖν καὶ οὐ διὰ φόβον ἡ δι' ἀγάπην θεοῦ διὸ ἐπάγει ὁ γὰρ ἐν τούτοις δουλεύων τῶ Χριστῷ ὃ ἐστιν ἐν δικαιοσύνη καὶ χαρὰ καὶ εἰρήνη πνευματική |
789 | 46r | Rom.14.18 | πθ | καὶ δόκιμος τοῖς ἀνθρώποις | καὶ γὰρ καὶ οἱ ἄνθρωποί σε θαυμάσουσιν ὁρῶντες εἰρήνην ἔχοντα καὶ χαρὰν καὶ δικαιοσύνην ἤπερ διὰ τὰ βρώματα |
790 | 46r | Rom.14.19 | ϟ | ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους | ἐπεὶ οὖν ταῦτα ἀνωμολόγηταί φησιν καὶ ὅτι καλὸν δέδεικται ἡ εἰρήνην ταύτην φησι μετερχώμεθα δι' ἧς ἔσται καὶ ἡ πάντων οἰκοδομή |
791 | 46r | Rom.14.20 | ϟα | μὴ ἕνεκεν βρώματος κατάλυε | οὐ μόνον φησιν οὐκ οἰκοδομεῖς ἐγκαλῶν ἀεὶ διὰ τὰ βρώματα ἀλλὰ καὶ ἦν ἔχει πίστιν καταλύεις φιλονεικοτέρους αὐτοὺς ποιῶν καὶ ἀποστῆναι τέλεον τῆς πίστεως παροξύνων |
792ex | 46r | Rom.14.20 | ϟβ Οικου(μενιου) | τὸ ἔργον τοῦ θεοῦ | ὁ θεός φησι διὰ σταυροῦ ᾠκοδόμησεν σὺ δὲ τὴν οἰκοδομὴν καταλύεις αὐτοῦ |
793 | 46r | Rom.14.20 | ϟγ | πάντα μὲν καθαρά | ἵνα μὴ τῆ πολλὴ τῶν ὑγιαινόντων ἐπιπλήξει βεβαιώσῃ τῶ ἀσθενεῖ τὸ παρατηρεῖσθαι τὰ βρώματα καὶ εἰς αὐτον χωρεῖ λοιπόν |
794 | 46r | Rom.14.20 | ϟδ | ἀλλὰ κακὸν τῶ ἀνθρώπῳ τῶ διὰ προσκόμματος ἐσθίοντι | τῶ μετὰ κακοῦ φησι συνειδότος ἐσθίοντι καὶ γὰρ εἰ ἀναγκασθεὶς φάγῃς φησιν οὐδὲν ὠφέλησας μετὰ γὰρ διακρίσεως βέβρωκας οὐ γὰρ τὸ φαγεῖν ποιεισε καθαρὸν ἂλλ ἡ γνώμη μεθ' ἧς ἐσθίεις |
795 | 46v | Rom.14.21 | ϟε | καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον | ἐνταῦθα οὐ μόνον τῶ πιστῷ παραινεῖ μὴ σφόρδα καθάπτεσθαι τοῦ ἀσθενοῦντος ἀλλὰ καὶ συγκαταβῆναι αὐτω καὶ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον κἂν ὰλλ ὅτι δέοι παραιτῆσαι διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ σου μεγίστην γὰρ ἔχει συγκαταβάσεως ἀφορμὴν ἡ ἀσθένεια |
796 | 46v | Rom.14.21 | ϟϛ | μηδὲ ἐν ὦ ὁ ἀδελφός σου προσκόπτει | ὅρα πως ἐν τῶ πρὸς τὸν πιστὸν λόγῳ τῶν ὀλιγοπίστων καθάπτεται προσκόπτειν γὰρ εἶπεν ὅπερ τυφλωττόντων ἴδιον σκανδαλίζεται ὅπερ εὐσκανδαλίστων ἀσθενεῖ ὅπερ ὀλιγοπίστων |
797 | 46v | Rom.14.21-Rom.14.22 | ϟζ | ἡ σκανδαλίζεται ἡ ἀσθενεῖ σὺ πίστιν ἔχεις κατὰ σεαυτὸν ἔχε | πίστιν ἐνταῦθα τὴν περὶ τῶν προκειμένων λέγει οἷον βρωμάτων ὡς ἥγε περὶ δογμάτων ὁμολογεῖσθαι πᾶσιν οφελει ἐνταῦθα δὲ καὶ κενοδοξεῖν αἰνίττεται τὸν τέλειον τέλειος εἰ φησιν καὶ ἀπηρτισμένος τι πομπεύεις τὴν ἀρετὴν ἴστω ὁ θεὸς τὸ πρᾶγμα |
798 | 46v | Rom.14.22 | ϟη | μακάριος ὁ μὴ κρίνων * ἑαυτὸν ἐν ὦ δοκιμάζει * | τουτέστιν ἐν ὦ ἂν δοκιμάσῃ πράγματι τοιῶσδε ἡ τοιῶσδε οἷον φαγει τόδε ἡ μὴ φαγεῖν πως δὲ ἔσται τοῦτο ἀπὸ καθαρὸ συνειδότος ἐπειδὴ γὰρ εἶπεν κατὰ σεαυτὸν ἔχε τὴν πίστιν φησιν ὅτι κἂν πάντες σε μέμφωνται οἰκονομικῶς τι ποιοῦντα ἡ διὰ σωτηρίαν τοῦ ἀδελφοῦ τὸ δὲ σὸν συνειδὸς οὐ κατακρινεισε μακάριος εἰ ἐκ δὴ τούτων τὸν ἀσθενῆ πλήττει εἰ γὰρ ἐκ τοῦ συνειδότος ὁ στέφανος καὶ ὁ μακαρισμὸς τῶ πιστῷ δηλονότι καὶ ἡ κατάκρισις μὴ οὖν κατὰ διάκρισιν ἔσθιε διὰ τὴν ἀνάγκην φησιν |
798Ph | 46v | Rom.14.22 | | | |
799 | 46v | Rom.14.23 | ϟθ | ὁ δὲ διακρινόμενος εὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως πᾶν δὲ ὁ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστιν | τοῦτο πάλιν πρὸς τὸν ὑγιαίνοντα τι γὰρ αὐτον ἐκβιάζῃ φαγεῖν οὔπω ἐστηριγμένον οὐκ οἶδας ὅτι ὁ διακρινόμενος εὰν φάγῃ κατακέκριται ὅτι μὴ ἐκ πίστεως ἐσθίει ἂλλ ἐξ ἀνάγκης ἡ αἰδοῦς οὔτε γὰρ ἐπίστευσεν αὐτο καθαρὸν είναι καὶ οὕτως ἔφαγεν τι οὖν αὐτω πρόφασις γίνῃ κατακρίσεως εἶτα λοιπὸν κατὰ ἀποφασιν λέγει ὅτι πᾶν ὁ ἄν τις ποιῇ οὐκ ἐκ πίστεως ἁμαρτάνει |
800 | 46v | Rom.16.24 | ρ | τῶ δὲ δυναμένῳ ὑμᾶς | τὸ ὑπερβατον τῶ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι δόξα εἰς τοὺς αἰῶνας ἀμήν |
801 | 46v | Rom.16.24 | α | στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου | λοιπὸν επευχαται τοῖς ἀσθενέσιν εὐχῆς γὰρ εἶχον χρείαν μᾶλλον ἡ συμβουλῆς εἰπὼν δὲ στηρίξαι δηλοῖ ὅτι σαλεύονται εἶτα ἐπάγει καὶ τὸν τρόπον τοῦ στηριγμοῦ κατὰ τὸ εὐαγγέλιόν μου φησιν |
801ex | 46v | Rom.16.24 | Οικου(μενιου) * | | ἵνα οὕτως ζῶσιν φησιν ὡς τὸ εὐαγγέλιον διαγορεύει |
802 | 46v | Rom.16.24 | β | καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ κατὰ ἀποκάλυψιν * μυστηρίου χρόνοις αἰωνίοις * σεσιγημένου | ὁ Χριστὸς αυτὰ ἐκήρυξέ φησιν οὐκοῦν οὐκ ἀνθρώπων οἱ νόμο τοῦ εὐαγγελίου ἂλλ αὐτοῦ τοῦ Χριστοῦ τὸ ἀξιοπιστον δὲ αὐτῶν δείκνυσιν ἀπό τε τοῦ κηρύγματος καὶ τοῦ ὀνόματος εὐαγγέλιον γὰρ λέγεται ποῖον δὲ τὸ κήρυγμα τοῦ Χριστοῦ αὐτος ὁ Χριστός |
803 | 47r | Rom.16.25 | γ | φανερωθέντος δέ νυν | τοῦ δοθέντος φησι κατὰ ἀποκάλυψιν μυστηρίου ποίου τοῦ σεσιγημένου μὲν ἐν τοῖς προλαβουσιν αἰωνίοις χρόνοις ὃ ἐστι πολλοῖς φανερωθέντος δέ νυν |
803ex | 47r | Rom.16.25 | | | σημαίνει τὸ είναι αὐτο πολλῆς τιμῆς δῶρον οὐ μόνον ἐκ τοῦ κηρύξαντος Χριστοῦ καὶ ἐκ τοῦ λέγεσθαι εὐαγγέλιον ἀλλὰ καὶ ἐκ τοῦ νυν ἡμῖν κατὰ δωρεὰν φανερωθῆναι εἰ καὶ ἦν προαιώνιον ἐξ ἀρχῆς γὰρ ἦν ὁ υἱος ἀλλά νυν ἐγνώσθη ἀγνοούμενος τὸ πρίν |
803Pha | 47r | Rom.16.25 | | | |
803Phb | 47r | Rom.16.25 | | | |
804 | 47r | Rom.16.25 | δ | διά τε γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αιωνου θεοῦ | πως δέ φησιν ἐφανερώθη διὰ γραφῶν προφητικῶν οὕτως τοῦ πατρὸς ἐπιτάξαντος γενέσθαι ταύτῃ δὲ τὸν ἄπιστον εἰς πίστιν προτρέπεται τι γὰρ φοβῇ εἰλικρινῶς αὐτω πιστεῦσαι οἱ προφῆται εἶπον ὁ θεὸς ἐνετείλατο |
805 | 47r | Rom.16.25 | ε | εἰς υποακοην πίστεως | ὑπακοῆς γὰρ χρείαν ἔχει ἡ πίστις ἵνα μήτις περιεργάζῃ διά τι νυν ἐφανερώθη καὶ διά τι πάλαι ἐσιγᾶτο |
806 | 47r | Rom.16.25 | ϛ | εἰς πάντα τὰ ἔθνη γνωρισθέντος | μὴ φοβοῦ φησιν οὐ σὺ μόνον πιστεύεις ἀλλὰ πᾶσα ἡ οἰκουμένη |
807 | 47r | Rom.16.26 | ζ | μόνῳ σοφῷ θεῶ | πρὸς ἀντιδιατολην τῶν ψευδων ὑμῶν θεῶν οὐ τοῦ Χριστοῦ ἡ τοῦ πνεύματος μὴ γένοιτο |
808 | 47r | Rom.16.26 | η | διὰ Ἰησοῦ Χριστοῦ ὦ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν | γνωρισθέντος ἐν τοῖς ἔθνεσι διὰ Ἰησοῦ Χριστοῦ ὡς καὶ κηρύξαντος λοιπὸν διὰ μέσου τὸ μόνῳ σοφῷ θεῶ ἡ δόξα |
808ex | 47r | Rom.16.26 | Οικουμε(νιου) * | | ἡ οὕτως τῶ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι μόνῳ σοφῷ θεῶ στηρίξαι δέ πως διὰ Ἰησοῦ Χριστοῦ δόξα φησιν εἰς τοὺς αἰῶνας |
808exb | 47r | Rom.16.26 | s | | |
809 | 47r | Rom.15.1 | θ | ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν | πρὸς τοὺς ὑγιαίνοντας τρέπει τὸν λόγον διδάσκων δεῖν συγκαταβαίνειν τοῖς ἀσθενέσι χρεωστοῦμεν γὰρ τοῦτό φησιν ὅρα δέ πως εὐτελίζει τοὺς ἀσθενεῖς περὶ μὲν γὰρ τῶν ἄλλων φησιν οἱ δυνατοὶ περὶ τούτων δὲ τὰ ἀσθενήματα καὶ τῶν ἀδυνάτων καὶ τὸ βαστάζειν |
810 | 47r | Rom.15.1 | ι | καὶ μὴ ἑαυτοῖς ἀρέσκειν | ἀλλὰ τῶ πλησίον διὰ τῆς συγκαταβάσεως |
811 | 47r | Rom.15.2 | ια | ἕκαστος ἡμῶν τῶ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθον πρὸς οἰκοδομήν | δυνατὸς εἰ καὶ πιστὸς λαβέτω σου πεῖραν ὁ ἀσθενὴς διὰ συγκαταβάσεως δεῖ γὰρ ἕκαστον ἡμῶν τῶ πλησίον ἀρέσκειν ἂλλ ἐπειδὴ ἑνὶ ἀρέσκειν καὶ ἐπὶ κακῷ προσέθηκεν εἰς τὸ ἀγαθον πρὸς οἰκοδομὴν τοῦτο γὰρ ποιῶν οἰκοδομήσεις αὐτον καὶ διορθώσεις |
812 | 47r | Rom.15.3 | ιβ | καὶ γὰρ ὁ Χριστὸς ὁ οὐχ ἑαυτῷ ἤρεσεν ἀλλὰ καθὼς γέγραπται | εἰ ἠθέλησεν φησιν ὁ Χριστὸς τὸ ἑαυτοῦ σκοπεῖν οὐκ ἂν ἔπαθεν εξην γὰρ αὐτω μηδὲ ὑβρισθῆναι ὰλλ οὐχ ἑαυτῷ ἤρεσεν οὐ δὲ τοῦ ἰδίου ἐφρόντισεν ἀλλὰ τοῦ ἡμέτερο συμφέροντος |
812ex | 47r | Rom.15.3 | Ιω(αννου) s | καὶ γὰρ ὁ Χριστὸς ὁ οὐχ ἑαυτῷ ἤρεσεν ἀλλὰ καθὼς γέγραπται | εξην αὐτω μὴ ὀνειδισθῆναι μὴ παθεῖν ἅπερ ἔπαθεν εἰ γε τὸ ἑαυτοῦ ἐσκόπησεν ἀλλὰ τὸ ἡμῶν σκοπήσας τὸ ἑαυτοῦ παρειδεν καὶ ὑβρίσθη καὶ πονηρὰν παρὰ πολλοῖς ἔλαβε δόξαν |
813 | 47v | Rom.15.3 | ιγ | οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμε | οὐδέν φησι ξένον γέγονεν ἂλλ οἱ ἐν τῆ παλαιὰ ὀνειδίσαντες καὶ ὑβρίσαντές σε θεὲ πάτερ οὗτοι καὶ κατὰ τοῦ υἱοῦ σου ἐμοῦ ἦλθον |
814 | 47v | Rom.15.4 | ιδ | ὅσα γὰρ προεγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη | ταῦτά φησι πρὸς ἡμετέραν διδασκαλίαν γέγραπται ἵνα μὴ μιμώμεθα |
815 | 47v | Rom.15.4 | ιε | ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γαρφῶν τὴν ἐλπίδα ἔχωμεν | ἵνα φησι παρακαλούμενοι ὑπο τῶν γραφῶν καὶ διὰ τῆς ἐκεῖ γεγραμμένης ὑπομονῆς νευρούμενοι μένωμεν εἰς τὴν ἐλπίδα τοῦ θεοῦ ἡ γὰρ ὑπομονὴ τῆς ἐλπίδος ἐστι κατάσκευαστικη καὶ ἡ ἐλπὶς πάλιν τῆς ὑπομονῆς |
816 | 47v | Rom.15.5 | ιϛ | ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δώῃ ὑμῖν τὸ αὐτο φρονεῖν ἐν ἀλλήλοις | δείκνυσιν ὅτι μετὰ τῶν γραφῶν καὶ τῆς ἐξ αὐτῶν διδασκαλίας καὶ παρακλήσεως καὶ εὐχῶν χρεία πρὸς τὸ ἐπισπάσασθαι τὴν τοῦ θεοῦ βοήθειαν |
817 | 47v | Rom.15.5 | ιζ | κατὰ Χριστὸν Ἰησοῦν | ἀγάπην αὐτοῖς ἐπεύχεται ἂλλ ἐπειδὴ ἑνὶ καὶ ἐπὶ κακῷ ἀγάπη διαιρῶν ἐκείνης ταύτην ἐπάγει κατὰ Χριστὸν Ἰησοῦν |
818 | 47v | Rom.15.6 | ιη | ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | τι δὲ ὄφελος τοῦ ἀγάπην ἔχειν καὶ τὸ αὐτο φρονεῖν μετ' ἀλλήλων αἴτιον φησι γίνεται τοῦ πάντας ὁμοθυμαδὸν μία ψυχὴ δοξάζειν τὸν θεόν |
819 | 47v | Rom.15.7 | ιθ | διὸ προσλαμβανεσςθε | ἐπειδὴ ταῦτα οὕτως ἔχει φησιν προσλαμβάνεσθε ἀλλήλους τουτέστι καταλλάσσεσθε ἑαυτοῖς καὶ πάλιν ἐν ὑποδείγματι τὸν Χριστὸν φέρει τοῦτο δὲ ποιοῦντες τὸν θεὸν δοξάσετε διὰ τῆς ἀγάπης |
820 | 47v | Rom.15.7 | κ | ἀλλήλους καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν θεοῦ | τὸ ὑπερβατον προσλαμβάνεσθε ἀλλήλους εἰς δόξαν θεοῦ |
821 | 47v | Rom.15.8 | κα | λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς | τοῖς ἰουδαΐζουσιν ἐγκαλεὶ καί φησιν ὁ Χριστὸς ἐλθὼν συνέπραξε τῶ πατρὶ εἰς τὸ τὰς παρ' αὐτοῦ δοθείσας τοῖς ἀμφὶ τὸν Ἀβραὰμ ἐπαγγελίας εἰς πέρας ἐλθεῖν συνέπραξεν δὲ τὸν νόμον ἅπαντα πληρώσας καὶ περιτμηθεὶς τοῦτο γὰρ λέγει περιτομῆς ἵνα καὶ ταύτῃ βεβαιώσῃ καὶ πληρώσῃ τὸν νόμον |
821Ph | 47v | Rom.15.8 | | | |
821ex | 47v | Rom.15.8 | s | λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς | ἑνὶ καὶ οὕτως νοῆσαι διάκονος γέγονεν ὁ Χριστὸς τῶν Ἰουδαίων τουτέστιν ὑπὲρ τοῦ τοὺς Ἰουδαίους ἐντὸς γενέσθαι τῶν ἐπαγγελιῶν ἵνα καὶ ὁ ταύτας ἐπαγγειλάμενος πατὴρ ἀληθεύσῃ |
822 | 47v | Rom.15.8 | κβ | ὑπὲρ αληθεαις θεοῦ | ὑπὲρ τοῦ αληθεσαι φησι τὸν ἐπαγγειλάμενον πατέρα |
822Ph | 47v | Rom.15.8 | | | |
823 | 48r | Rom.15.8 | κγ | εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων | ὁ δέ γε νόμος οὐκ ἴσχυσεν αὐτὰς βεβαιῶσαι πως οὖν φησιν οὐκ ἄτοπον τὸν βεβαιώσαντα ἡμῶν τὰς ἐπαγγελίας ἃς οἱ πατέρες ἔλαβον Χριστὸν παρορᾶν καὶ τοῦ νόμου ἔχεσθαι τοῦ μὴ ἰσχύσαντος τὰς ἐπαγγελίας ἡμῖν φυλάξαι |
824 | 48r | Rom.15.9 | κδ | τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεὸν καθὼς γέγραπται | οἱ μὲν Ἰουδαῖοι κἂν ἐπαγγελίας ἦσαν δεξάμενοι εἰ καὶ μηδὲν ἐξ αὐτῶν ὠφελήθησαν εἰ μὴ Χριστὸς αὐτὰς ἐβεβαίωσεν ὑμεῖς δέ φησι τὰ ἔθνη ὑπὲρ μόνης φιλανθρωπίας ὀφείλετε τὸν θεὸν δοξάζειν ἐπειδὴ μήτε ἐπαγγελίας εἴχετε ἂλλ ἠλεήθητε τῆς χάριτος τὸ πᾶν ποιησάσης ὅσον οὖν φησιν ἠλεήθητε χάριτι Χριστοῦ τοσοῦτον ὀφειλέται ἐστε τοῦ θεοῦ εἰς τὸ βαστάζειν τοὺς ὀλιγοπίστους ἐξ Ἰουδαίων τοῦτο γὰρ δόξα θεοῦ ἡ ὁμόνοια ὑμῶν καὶ εἰρήνη διαλέγεται γὰρ τοῖς ἐξ ἐθνῶν πιστοῖς οἱ μάλιστα ἐπέκειντο τοῖς παρατηρουμένοις τὰ βρώματα |
824ex | 48r | Rom.15.9 | Ιω(αννου) εις τ(ο) ολον χωριον από του λεγω δε Χ(ριστο)ν Ι(ησου)ν * s | τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεὸν καθὼς γέγραπται | Ἐπαγγελία πρὸς τὸν Ἀβραὰμ ἦν γεγενημένη λέγουσα σοὶ δώσω τὴν γῆν καὶ ἐν τῷ σπέρματί σου εὐλογηθήσεται πάντα τὰ ἔθνη ἀλλ’ ἐγένοντο κολάσεως ὑπεύθυνοι μετὰ ταῦτα οἱ τοῦ σπέρματος Ἀβραὰμ ἅπαντες ὁ γὰρ νόμος ὀργὴν αὐτοῖς εἰργάζετο παραβαινόμενος καὶ τῆς ἐπαγγελίας ἀπεστέρει λοιπὸν ἐκείνης τῆς τῶν πατέρων παραγενόμενος τοίνυν ὁ Υἱὸς συνέπραξε τῷ Πατρὶ εἰς τὸ τὰς ἐπαγγελίας ἀληθεῦσαι ἐκείνας πάντα γὰρ τὸν νόμον πληρώσας ἐν ᾧ καὶ περιτομὴ ἦν καὶ ταύτῃ καὶ διὰ τοῦ σταυροῦ ἀπαλλάξας τοὺς ἐπὶ τῇ παραβάσει οὐκ ἀφῆκεν διαπεσεῖν τὴν ἐπαγγελίαν ὅταν οὖν λέγη Διάκονον περιτομῆς τοῦτο λέγει ὅτι ἐλθὼν καὶ πάντα τὸν νόμον πληρώσας καὶ περιτμηθεὶς καὶ γενόμενος σπέρμα τοῦ Ἀβραὰμ ἔλυσεν τὴν κατάραν ἔπαυσεν τὴν ὀργὴν τοῦ Θεοῦ ἐπιτηδείους λοιπὸν ἐποίησεν τοὺς μέλλοντας δέχεσθαι τὴν ἐπαγγελίαν Ἵνα οὖν μὴ λέγωσιν οὗτοι οἱ ἐγκαλούμενοι Πῶς οὖν ὁ Χριστὸς περιετέμετο καὶ πάντα τὸν νόμον ἐφύλαξεν εἰ εἰς τοὐναντίον αὐτον περιτρέπει φησιν οὐ γὰρ ἵνα μείνη ὁ νόμος τοῦτο ἐποίησεν ἀλλ’ ἵνα αὐτὸν λύση καὶ ἀπαλλάξη τῆς ἐκείνου κατάρας εἶτα ἵνα μὴ τοῦτο φυσήση τὸυς ἐξ ἐθνῶν φησὶ τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεὸν Ὃ δὲ λέγει τοιοῦτον ἐστιν οἱ μὲν ἐξ Ἰουδαίων κἂν ἐπαγγελίας εἶχον σὺ δὲ οὐδὲ τοῦτο ἀλλ’ ἀπὸ φιλανθρωπίας ἐσώθης μόνης εἰ καὶ τὰ μάλιστα οὐδὲ ἐκείνοις τι πλέον ἐγένετο ἀπὸ τῆς ἐπαγγελίας εἰ μὴ παρεγένετο ὁ Χριστὸς δόξα δὲ θεοῦ τὸ συνῆφθαι τὸ ὁμοθυμαδὸν εὐφημεῖν τὸ βαστάζειν τὸν ἀσθενέστερον |
825 | 48r | Rom.15.9-Rom.15.11 | κε | διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι καὶ τῶ ὀνόματι σου ψαλῶ καὶ πάλιν λέγει εὐγφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ πάλιν αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη καὶ ἐπαινέσατε αὐτον πάντες οἱ λαοί | τὴν μαρτυρίαν φέρει δεικνὺς ὅτι συνῆφθαι δεῖ τοὺς ἐξ Ἰουδαίων τοῖς ἔθνεσι |
826 | 48r | Rom.15.12 | κϛ | καὶ πάλιν Ἠσαΐας λέγει ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ' αὐτω ἔθνη ἐλπιοῦσιν | τὸ Καὶ παρέλκεται ἵνα ἡ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ ποία αυτὴ ὁ ἀνιστάμενος φησιν ἄρχειν ἐθνῶν |
827 | 48v | Rom.15.13 | κζ | ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρῶσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης | πάλιν εἰς εὐχὴν ἦλθεν λέγει δὲ ὁ θεός φησιν ἀπαλλάξει ὑμᾶς τῆς πρὸς ἀλλήλους μάχης καὶ τῆς ἔνθεν ἀθυμίας |
828 | 48v | Rom.15.13 | κη | ἐν τῶ πιστεύειν εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῆ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου | τοῦτο γὰρ παρ' ἡμῶν εἰσενεκτέον τὴν πίστιν ἐκ δὴ τούτου ἔσται ἡμῖν τὸ πάντων αἴτιον τῶν ἀγαθῶν ἡ εἰς θεὸν ἐλπὶς ἦν μεθ' ὑπερβολῆς ἐπεύχεται εἰς τὸ περισσεύειν γάρ φησιν ὅπερ οὐκ ἄλλως ἔσται εἰ μὴ τῆ δυνάμει τοῦ πνεύματος ὁ τοίνυν τὸ πνεῦμα ἔχων τὰ πάντα ἔχει |
829 | 48v | Rom.15.14 | κθ | πέπεισμαι δὲ ἀδελφοί μου καὶ αὐτος ἐγὼ περὶ ὑμῶν | οὐ δέομαί φησι μαθεῖν παρ' ἑτέρων |
829Ph | 48v | Rom.15.14 | | | |
830 | 48v | Rom.15.14 | λ | ὅτι καὶ αὐτοὶ μεστοὶ ἐστε ἀγαθωσύνης | ἀγαθωσύνην καλεῖ τὴν ἀπηρτισμένην ἀρετὴν τὸ δὲ μεστοὶ ἐπιτάσεως ἐστι ῥῆμα |
831 | 48v | Rom.15.14 | λα | πεπληρωμένοι πάσης γνώσεως | τι γὰρ ὅτι φιλάδελφὸς ἐστι τις οὐ δυνάμενος δὲ εἰς δέον τῆ ἀγάπη χρήσασθαι διὰ τοῦτό φησι πάσης γνώσεως |
832 | 48v | Rom.15.14 | λβ | δυνάμενοι καὶ ἄλλους νουθετεῖν | οὐ μόνον ουδεισθε φησι παραινέσεως ἀλλὰ καὶ ἄλλους διδάσκετε |
833 | 48v | Rom.15.15 | λγ | τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀδελφοὶ ἀπὸ μέρους ὡς ἐπαναμιμνήσκων ὑμᾶς | ἔδει γὰρ αὐτοὺς κατασκωφθέντας ἱκανῶς καὶ λεᾶναι |
833ex | 48v | Rom.15.15 | s | τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀδελφοὶ ἀπὸ μέρους ὡς ἐπαναμιμνήσκων ὑμᾶς | ἠρέμα φησι πως ὡς ἂν εἰ ἀναμνήσας τουτέστι μικρὸν ἀναμνήσας ἡ δὲ τοιαύτη σημασία τῶν λεξεων κολάζει τῶ μὴ καθόλου αὐτοὺς ἀναμεμνῆσθαι ὅθεν οὐδέ φησιν διδάσκων ἂλλ ἀναμιμνήσκων |
833Pha | 48v | Rom.15.15 | | | |
833Phb | 48v | Rom.15.15 | | | |
834 | 48v | Rom.15.15-Rom.15.16 | λδ | διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπο τοῦ θεοῦ εἰς τὸ είναι με λειτουργὸν Ἰησοῦ Χριστοῦ | οὐκ ἐμὸς ὁ πόνος φησιν ἀλλὰ χάρις ἐστι θεοῦ δείκνυσι δὲ ὅτι οὐδε ἀναμνῆσαι ἂν ἐτόλμησεν εἰ μὴ τὰ ἔθνη ἐπεπίστευτο πολλὰ δὲ μετριάζει |
835 | 48v | Rom.15.16 | λε | εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν | οὐκοῦν καὶ παρ' ὑμῶν δικαίως ἂν ἀκουσθείην |
836 | 48v | Rom.15.16 | λϛ | εὐπρόσδεκτος | τοιγαροῦν ἐμπιστευθεὶς ταύτην τὴν λειτουργίαν καὶ ἱερουργίαν σπουδὴν ἔχω εἰς ἔργον ἀγαγεῖν τὴν βουλὴν τοῦ θεοῦ ἡ δὲ ἐστιν εὐπρόσδεκτον ὑμῶν γενέσθαι τὴν προσφοράν |
837 | 48v | Rom.15.16 | λζ | ηγιαμενη ἐν πνεύματι ἁγίῳ | πως δ'αν ἔσεσθε εὐπρόσδεκτοι καὶ ἡγιασμένοι εἰ ἔχετέ φησι τὸ πνεῦμά πως δὲ τοῦτο παραγίνεται διὰ βίου ἀλήπτου ὡς οἴγε μὴ ὀρθῶς βιοῦντες διώκουσιν τὸ ἅγιον πνεῦμα ἀφ' ἑαυτῶν |
838 | 48v | Rom.15.17 | λη | ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν | καυχῶμαι τοιγαροῦν οὐκ ἐν ἐμαυτῷ οὐδε ἐν σπουδὴ ἐμὴ ἂλλ ἐν Χριστῷ ἐν τοῖς πράγμασι τοῖς ἀνήκουσι καὶ διαφέρουσι τῶ πατρὶ ἄρα ἡ εἰς Χριστὸν πίστις τῶ πατρὶ διαφέρει |
838Ph | 48v | Rom.15.17 | | | |
839 | 49r | Rom.15.18 | λθ | οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι' | ἐπειδὴ εἶπεν ἔχω καύχημα προστίθησιν ὅτι οὐ κόμπος φησι ῥημάτων τὰ εἰρημένα οὐδὲν γὰρ εἰπεῖν τολμῶ τῶν μὴ παρὰ Χριστοῦ μοι παρασχεθέντων εἰς τὴν τῶν ἐθνῶν ἱερουργίαν καὶ ἵνα μου τὰ ἔθνη υπακουση ἀλλὰ καὶ σημείων ποιήσεις καὶ τεράτων ἐπιδείξεις μοι παρεσχέθησαν ἀνάγει γὰρ λοιπὸν ἑαυτὸν ἐπειδὴ σφόδρα ἐν τοῖς ἄνω ἐταπείνωσεν ἑαυτὸν εἰπὼν τολμηρότερον ἔγραψα ὑμῖν ἵνα μὴ ὡς εὐτελοῦς ἀπόβλητος ὁ λόγος γένηται |
840 | 49r | Rom.15.18-Rom.15.19 | μ | ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ ἐν δυνάμει σημείων καὶ τεράτων | δείκνυσιν ὅτι οὐδὲν ἦν αὐτοῦ ἀλλὰ τὸ πᾶν Χριστοῦ |
841 | 49r | Rom.15.19 | μα | ἐν δυνάμει πνεύματος θεοῦ | τὸ ἀξίωμα λέγει τοῦ ἁγίου πνεύματος ὅτι ταῦτα πεποίηκα φησι τῆ δυνάμει αὐτοῦ |
842 | 49r | Rom.15.19 | μβ | ώστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ | λοιπὸν ἡ ἀποδειξις τῶν εἰρημένων τῶν μαθητῶν τὸ πλῆθος διὰ τοῦτο δὲ εἶπεν καὶ κύκλῳ ἵνα μὴ τὴν κατ' εὐθείαν ὁδὸν ἐνθυμηθῇς ἀλλὰ πάντα τὰ πέριξ οὐκ εἶπεν κηρύξαι ἂλλ ὁ μεῖζον ἦν πεπληρωκέναι |
843 | 49r | Rom.15.20 | μγ | οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός | φιλοτιμία δέ μοι ἦν φησιν ἐκεῖ εὐαγγελίζεσθαι ἔνθα οὔπω ἦν ὀνομασθεὶς ὁ Χριστός τι δή ποτε ἵνα μή φησιν ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ |
843ex | 49r | Rom.15.20 | Σευηριανου s | οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός | οὐχ ὡς ἀπευχόμενος τῶν λοιπῶν ἀποστόλων τὴν κοινωνίαν ἂλλ ὡς πλεονεκτικὸν καὶ ἄδικον κρίνων τὴν τῶν ἀλλοτρίων ἔργων δόξαν ὑφαρπάζειν |
844 | 49r | Rom.15.20-Rom.15.21 | μδ | ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ ἀλλὰ καθὼς γέγραπται | ἀλλότριον θεμέλιον φησι τὴν τῶν ἄλλων κηρύκων διδαχὴν ἀλλότριον δὲ ουδια τὸ ἂλλ οἷον τοῦ κηρύγματος ἀλλὰ κατὰ τὸν τοῦ μισθοῦ λόγον καὶ τοῦ καμάτου |
845 | 49r | Rom.15.21 | με | οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἱ οὐκ ἀκηκόασι συνήσουσι | δείκνυσιν ὅτι τοῦτο ποιῶν καὶ προφητείαν ἐπλήρου |
846 | 49r | Rom.15.22 | μϛ | διὸ καὶ ἐνεκοπτομην | τοῦ ἐν ἀρχὴ αὐτω εἰρημένου ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς νυν τὴν αἰτίαν ἀποδίδωσιν ὅτί φησιν ἡ πρὸς τὰ ἔθνη διδασκαλία ἐκώλυσεν με |
847 | 49r | Rom.15.22 | μζ | τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς | οἷον πολλάκις |
848 | 49r | Rom.15.23 | μη | νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις | ὁρᾷς ὅτι οὐ τῆς αὐτῶν δόξης ἐφιέμενος ἔγραψεν οὐ δὲ ὡς ἂν εἴποι τις κολακεύων αὐτοὺς ὡς δυνάστας καὶ γὰρ μονονουχὶ τοῦτο γράφει ἐπειδὴ τὸ ἔργον πεπλήρωκα καὶ οὐδὲν ἔχω ποιῆσαι θέλω ἐλθεῖν πρὸς ὑμᾶς |
849 | 49r | Rom.15.23 | μθ | ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν | ἵνα μὴ δόξῃ ἐξευτελίζειν αὐτοὺς γραφῶν ὅτι μηδὲν ἔχων ποιῆσαι ἔρχομαι πρὸς ὑμᾶς τὸν τῆς ἀγάπης ἀναπτύσσει λόγον |
850 | 49v | Rom.15.24 | ν | ὡς εὰν πορεύωμαι εἰς τὴν Σπανίαν ἐλεύσομαι πρὸς ὑμᾶς ἐλπίζω γὰρ διαπορευόμενος θεάσαθαι ὑμᾶς | ἵνα μὴ πάλιν νομισθῇ κατὰ κολακείαν εἰρηκέναι τὸ ἐπιποθίαν ἔχων ἀπὸ πολλῶν ἐτῶν κολάζει τὸ εἰρημένον λέγων ὅτι διὰ τοῦτο μάλιστα ἐλθεῖν θέλω ἵνα εἰς τὴν Σπανίαν ἀπέλθω |
851 | 49v | Rom.15.24 | να | καὶ ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ εὰν ὑμῶν πρῶτον | εἶτα ἵνα μὴ λέγωσιν ὁδοῦ πάρεργον ἡμᾶς ποιῇ ἐπάγει τὸ ἀφ' ὑμῶν προπεμφθῆναι ἵνα πάλιν τὴν ἀγάπην ἐνδείξηται ἂλλ ἐπειδὴ οὐκ ἦν ἀξιόχρεων τοῦτο προστίθησι τὸ ἐμπλησθῶ ὅπερ πατρὸς ἦν μᾶλλον ἡ διδασκάλου |
852 | 49v | Rom.15.24 | νβ | ἀπὸ μέρους ἐμπλησθῶ | οἷον ἐν μέρει οὐδεὶς γὰρ χρόνος τελείως φησιν ἐμπλῆσαί με δύναται τῆς ὑμῶν ἀγάπης |
853 | 49v | Rom.15.25 | νγ | νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλήμ | ἐπειδὴ εἶπεν μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις ἔρχομαι πρὸς ὑμᾶς ἔμελλεν δὲ ἔτι βραδύνειν ἵνα μὴ κεχλευάσθαι νομίσωσιν λέγει τὴν αἰτίαν τῆς ἔτι μελλήσεως |
854 | 49v | Rom.15.25 | νδ | διακονῶν τοῖς ἁγίοις | εἰ Παῦλος διάκονος ἐννόησον τὸ μέγιστον τοῦ πράγματος |
855 | 49v | Rom.15.26 | νε | εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα | οὐ μόνον τὴν αιτιαιν θέλει εἰπεῖν τῆς ἔτι μελλήσεως ἀλλὰ καὶ προτρέψασθαι αὐτοὺς ὁμοίως τοῖς ἄλλοις πέμψαι τοῖς ἐν Ἱερουσαλὴμ τοῦτο γὰρ βούλεται αὐτω τὸ εἰπεῖν καὶ τοὺς πέμποντας |
856 | 49v | Rom.15.26 | νϛ | κοινωνίαν τινα ποιήσασθαι εἰς τοὺς πτωχούς | κοινωνίαν καλεῖ τὴν ἐλεημοσύνην καθὸ αὐτοὶ μὲν χρήματα οἱ δὲ ἅγιοι τὴν πρὸς θεὸν παρρησίαν συνεισφέρουσιν |
857 | 49v | Rom.15.26 | νζ | τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ | διπλὴ ἡ τῆς ἐπιδόσεως ἀνάγκη διά τε τὴν πενίαν καὶ διὰ τὴν ἀρετήν |
858 | 49v | Rom.15.27 | νη | εὐδόκησαν γὰρ καὶ ὀφειλέται αὐτῶν εἰσιν | διά τι δὲ τοῦτο ποιεῖν εβουλευεσαντο ἴσασι φησι χρεωστοῦντες τοῦτο οὐκ ἄρα κατὰ ἐλεημοσύνην ἀλλὰ κατὰ χρέος πέμπουσιν |
859 | 49v | Rom.15.27 | νθ | εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς | λοιπὸν λέγει πως εἰσιν αὐτῶν ὀφειλέται δι' αὐτούς φησιν μάλιστα ἦλθεν ὁ Χριστὸς περὶ γὰρ τῶν ἐκ περιτομῆς πιστῶν ὁ λόγος αὐτω καὶ αὐτῶν ἦν τὰ ἀγαθὰ καὶ αἱ ἐπαγγελίαι ὥσπερ οὖν τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησεν τὰ ἔθνη οὕτως χρὴ αὐτοὺς καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς οὐκέτι δὲ λέγει κοινωνῆσαι ἀλλὰ λειτουργῆσαι ενταξει διακονῶν αὐτοὺς τιθεὶς τῶν ἁγίων φόρους τελούντων ὡς βασιλεῦσι |
860 | 50r | Rom.15.28 | ξ | τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς | ὡς ἐν ἀσύλῳ τόπῳ καὶ ἀσφαλεῖ μέλλων ἀποτίθεσθαι καὶ γὰρ ἐν οὐρανοῖς ἡ μελλεν ἀποτίθεσθαι φησιν καὶ σφραγισάμενος |
861 | 50r | Rom.15.28 | ξα | τὸν καρπὸν τοῦτον ἀπελεύσομαι δι' ὑμῶν | καρπὸν καλεῖ τὴν ἐλεημοσύνην δεικνὺς κερδαίνοντα τὸν παρέχοντα |
862 | 50r | Rom.15.28 | ξβ | εἰς τὴν Σπασιαν | πάλιν τῆς {Σπανιας /Ισπανιας }* μέμνηται δεικνὺς τὸ πρὸ τοὺς {Σπανίους /Ισπανιους }* φίλτρον |
863 | 50r | Rom.15.29 | ξγ | οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι * | τουτέστιν οἶδα ὅτι ἐρχόμενος πρὸς ὑμᾶς κομῶντας ὑμᾶς τοῖς ἀγαθοῖς εὑρήσω τὸ γὰρ ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τὸ πάντων ἐντὸς είναι τῶν ἀγαθῶν σημαίνει |
863ex | 50r | Rom.15.29 | Οικου(μενιου) * | | ἡ οὕτως οἶδα ὅτι ἐρχόμενος πρὸς τὸ πληρῶσαι ὑμᾶς τῆς ἐκ τοῦ εὐαγγελίου εὐλογίας ἐλεύσομαι ὃ ἐστι πρὸς ἀρετὴν καὶ πίστιν ὑμᾶς ἀλείψω |
864 | 50r | Rom.15.30 | ξδ | παρακαλῶ δὲ ὑμᾶς ἀδελφοὶ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος | ὡς μὴ αὐτος ὧν ἀξιόχρεως πρὸς τὸ πεῖσαι διὰ τοῦ Χριστοῦ ὑμᾶς φησι καὶ τοῦ ἁγίου πνεύματος παρακαλῶ ὅρα ὅτι υἱοῦ καὶ πνεύματος ἐμνήσθη οὐκέτι δὲ καὶ πατρὸς τοῦτο δὲ εἴρηται ἵνα ὅτε πατρὸς καὶ υἱοῦ μόνου μέμνηται μὴ θορυβηθῇς διά τι μὴ καὶ τοῦ πνεύματος ἐμνήσθη ἀδιαφόρως γὰρ τὴν ἁγίαν τίθησι τριάδα |
865 | 50r | Rom.15.30 | ξε | συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν | μεγίστῃ ταπεινωοφροσύνη ὅτι λέγει τῆς τούτων δεῖσθαι εὐχῆς |
866 | 50r | Rom.15.31 | ξϛ | ἵνα ῥυσθῶ | οὐκ εἶπεν ἵνα συμπλακῶ καὶ νικήσω αὐτοὺς ἀλλὰ ῥυσθῶ θεῖον νόμον πλρων ὅς φησιν εὔχεσθαι μὴ ἐμπεσεῖν εἰς πειρασμόν |
867 | 50r | Rom.15.31 | ξζ | ἀπὸ τῶν ἀπειθούντων ἐν τῆ Ἰουδαία καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλήμ | σημαίνει πονηρούς τινας καὶ λύκους μᾶλλον ἡ ἀνθρώπους ἐπιθησομένους αὐτω |
868 | 50r | Rom.15.31 | ξη | εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις | καὶ ἵνα φησιν ἡ θυσία μου εὐπρόσδεκτος γένηται παρὰ θεῶ καὶ ἵνα καὶ αὐτοὶ μετὰ προθυμίας καὶ εὐχαριστίας δέξωνται τὰ ἀπ' ἐμοῦ |
869 | 50r | Rom.15.32 | ξθ | ἵνα ἐν χαρὰ ἔλθω πρὸς ὑμᾶς | εἰ γὰρ ῥυσθῶ φησιν ἐκ τῶν ἀπειθούντων καὶ ἡ διακονία μου εὐπρόσδεκτος γένηται ἐν χαρὰ καὶ οὐκ ἐν ἀθυμίᾳ ἐλεύσομαι |
870 | 50r | Rom.15.32 | ο | διὰ θελήματος θεοῦ | ὁ ἐξ ἀρχῆς εἶπεν καί νυν λέγει εἴπως ἤδε ποτε εὐοδωθήσομαι ἐν τῶι θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς |
871 | 50r | Rom.15.32 | οα | καὶ συναναπαύσωμαι ὑμῖν | ὁρᾷς αὐτοῦ τὸ ἄτυφον οπυ γὰρ εἶπεν διδάξω ὑμᾶς ἡ κατεχήσω ἀλλὰ συναναπαύσωμαι τουτέστιν ὑμεῖς ἐμοι διὰ τὴν διδασκαλίαν κἀγὼ ὑμῖν διὰ τὴν τῆς πίστεως ὑμῶν ἐπίδοσιν |
871Ph | 50r | Rom.15.32 | | | |
872 | 50r | Rom.15.33 | οβ | ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν ἀμήν | τοῦτο πανταχοῦ ἔθος αὐτω εὐχὴν τιθέναι μετὰ τὴν παραίνεσιν |
873 | 50v | Rom.16.1 | ογ | συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεχρεαις | ὅρα διὰ πόσων αὐτὴν σεμνύνει τῶ πρώτης μεμνῆσθαι τῶ ἀδελφὴν καλέσαι τι δὲ ἴσον τοῦ είναι Παύλου ἀδελφήν |
874 | 50v | Rom.16.2 | οδ | ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων | ἡ διὰ τὸν κύριον ἡ κατὰ κύριον καὶ ἀξίως τῶν ἁγίων ὃν τρόπον φησι πρέπει ἁγίους δέχεσθαι διπλὴν δέδωκεν αὕτη θεραπείας ἀφορμὴν καὶ τὸ διὰ τὸν κύριον αὐτὴν δεχθηναι καὶ τὸ είναι ἁγίαν |
875 | 50v | Rom.16.2 | οε | καὶ παραστῆτε αὕτη ἐν ὦ ἂν ὑμῶν χρηζη πράγματι καὶ γὰρ αυτὴ προστάτις | ὁρᾷς τὸ ἀνεπαχθὲς οὐκ εἶπεν ὅτι ἀπαλλάξατε αὐτὴν ἐκ τῶν ἐπικειμένων ἀλλὰ παραστῆτε τουτέστιν τὰ παρ' ὑμῶν εἰσενέγκατε καὶ χεῖρας ὀρέξατε |
876 | 50v | Rom.16.2 | οϛ | πολλῶν ἐγενήθη | μέγας ὁ ἔπαινος καὶ ἱκανὸς αὐτοὺς προτρέψασθαι |
877 | 50v | Rom.16.2-Rom.16.3 | οζ | καὶ αὐτοῦ ἐμοῦ ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν | τὸ μέγιστον ἐγκώμιον τελευταῖον τέθεικεν μακαρία γὰρ ὄντως ηδυνηθεισα προστῆναι καὶ ἀναπαῦσαι τὴν ἁγίαν ψυχὴν Παύλου αὐτοῦ ἐμοῦ τουτέστι τοῦ ἀπόστολο τοῦ κήρυκος τοῦ διδασκάλου τῆς οἰκονουμένης |
878 | 50v | Rom.16.3-Rom.16.4 | οη | τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ | συνεργησαν φησιν ἐν διδαχὴ ἐν πειρασμοῖς ἐν κινδύνοις μέγας δὲ ὁ ἔπαινος |
879 | 50v | Rom.16.4 | οθ | ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν | ἡ διὰ τὴν διδασκαλίαν ἡ καὶ διὰ τὴν ἐκ τῶν χρημάτων εἰς αὐτοὺς συνεισφοράν |
880 | 50v | Rom.16.5 | π | καὶ τὴν κατ' οἶκον αὐτῶν ἐκκλησίαν | οὕτως δὲ ἦσαν εὐδόκιμοι ὅτι καὶ τὸν οἶκον αὐτῶν ἐκκλησίαν ἐποίησαν ἡ ὅτι πανοικὶ ἦσαν πιστοὶ ὡς τὸν οἶκον λοιπὸν ἐκκλησίαν είναι |
881 | 50v | Rom.16.5 | πα | ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου ὃς ἐστι ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν | μέγα τὸ είναι Παύλου ἀγαπητὸν τοῦ κρίσει καὶ οὐ πρὸς χάριν φιλεῖν εἰδότος ἀπαρχὴν δὲ αὐτον λέγει ἡ ὅτι πρῶτος ἐπίστευσεν ἡ ὅτι πλεῖον ἁπάντων εὐλάβειαν ἐπεδείκνυτο ἵνα δὲ μὴ νομίσῃς ὅτι ἐν κοσμικοῖς ἦν πράγμασιν ἀπαρχὴ προστίθησιν εἰς Χριστόν |
882 | 50v | Rom.16.6 | πβ | ἀσπάσασθε Μαριάμ | δείκνυσιν ὅτι μετὰ τῆς διδασκαλίας καὶ ἕτερα κέκμηκεν εἰς αὐτούς |
883 | 51r | Rom.16.6 | πγ | ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς | οὐ μόνον φησιν εἰς ἑαυτὴν ἐκοπίασεν ἵνα σωθῇ ἀλλὰ καὶ εἰς ἡμᾶς ἀπόστολο τάξιν πληροῦσα καὶ εὐαγγελιστοῦ πως οὖν εἶπέν φησι γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω τῆς ἐν τῶ μέσῳ καὶ κοινῷ προεδρίας αὐτὴν κωλύων καὶ τῆς ἐν βήματι καθέδρας οὐ τῆς τοῦ λόγου διδασκαλίας |
884 | 51r | Rom.16.7 | πδ | ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου | μεῖζον τὸ ἐγκώμιον τὸ συναιχμαλώτους μου χαλεπώτερα γὰρ αἰχμαλώτων ἔπασχον διωκόμενοι ὑβριζόμενοι ἀδικούμενοι |
885 | 51r | Rom.16.7 | πε | οἵτινὲς εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις | μέγα μὲν καὶ τὸ είναι ἀποστόλους τὸ δὲ καὶ ἐπισήμους ἐν αὐτοῖς μέγιστον |
886 | 51r | Rom.16.7 | πϛ | οἱ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ | ὅρα τὴν ἁγίαν ψυχὴν οὐκ ἐπαισχύνεται λέγων ὅτι πρὸ ἐμοῦ ἐπίστευσαν οὗτοι τῶ Χριστῷ |
887 | 51r | Rom.16.8 | πζ | ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν κυρίῳ | μέγας ὁ ἔπαινος |
888 | 51r | Rom.16.9 | πη | ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου | τοῦτο μεῖζον ὅτι καὶ συνήργει ἐν τῆ διδασκαλία |
889 | 51r | Rom.16.10 | πθ | ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ | οἷον ἀνεπίληπτον |
890 | 51r | Rom.16.10 | ϟ | ἀσπάσασθε τοὺς ἐκ τῶν Αριστοβολυ | ἴσως οὐκ ἦσαν ὡς οἱ πρῶτοι διὸ οὐδε ὀνομαστὶ αὐτῶν ἐμνήσθη |
891 | 51r | Rom.16.11 | ϟα | ἀσπάσασθε Ηρωδιωνα τὸν συνγγενη μου ἀσπάσασθε τοὺς ἐκ τῶν Νακρίσσου τοὺς ὄντας ἐν κυρίῳ | ἴσος πᾶσιν ὁ ἔπαινος ὅτι ἐν κυρίῳ ἦσαν ὃ ἐστιν πιστοί |
891Ph | 51r | Rom.16.11 | | | |
892 | 51r | Rom.16.12 | ϟβ | ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ | περὶ Μαρίας ἄνω ἔλεγεν ἥτις πολλὰ ἐκοπίασεν ταύτας δὲ ἔτι κοπιώσας λέγει διὸ μείζων ὁ ἔπαινος |
893 | 51r | Rom.16.12 | ϟγ | ἀσπάσασθε Περσίδα τὴν ἀγαπητὴν ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ | αὕτη μείζων Τρυφαίνης καὶ Τρυφώσης ὅτί τε ἀγαπητῇ καὶ ὅτι πολλὰ ἐκοπίασεν |
894 | 51v | Rom.16.13-Rom.16.14 | ϟδ | ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ ἀσπάσασθε Ἀσύγκριτον Φλέγοντα Ἑρμᾶν Πατρόβαν Ἑρμῆν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς | διπλοῦν ἀγαθον τὸ καὶ τὸν υἱον είναι ἀνεπίληπτον καὶ τὴν ματηρα ἐνάρετον τοῦτο γὰρ δηλοῖ τὸ καὶ ἐμοῦ |
895 | 51v | Rom.16.15 | ϟε | ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ | μέγα καὶ τούτοις τὸ είναι Παύλου ἀδελφούς |
895Ph | 51v | Rom.16.15 | | | |
896 | 51v | Rom.16.15 | ϟϛ | καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους | εἰ δὲ ἅγιοι οὐ μικρὸν αὐτοῖς τὸ ἐγκώμιον |
897 | 51v | Rom.16.16 | ϟζ | ἀσπάσασθε ἀλλήλους | νυν πάντας ἀναμὶξ τίθησιν ἵνα μή τις λύπη γένηται τοῖς μὴ ὀνομαστὶ μνημονευθεῖσιν |
898 | 51v | Rom.16.16 | ϟη | ἐν φιλήματι ἁγίῳ | ἑνὶ γὰρ καὶ μὴ ἁγίῳ |
899 | 51v | Rom.16.16 | ϟθ | ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ | οὐκέτι τὸν δεῖνα ἡ τὸν δεῖνα ἂλλ ἐκοινοποίησεν αὐτοὺς τὸ ὑμᾶς εἰπών |
900 | 51v | Rom.16.17 | ρ | παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί | ξένον εἶδος συμβουλῆς ἱκέτου γὰρ ὑπέδυ πρόσωπον καὶ ἀδελφοὺς καλεῖ μετὰ πολλῆς τῆς τιμῆς |
901 | 51v | Rom.16.17 | α | σκοπεῖν τοὺς τὰς διχοστασίας | ἐρευναν φησι καὶ καταμανθανει δείκνυσι δὲ τὸ δολερὸν αὐτῶν καὶ ὅτι οὐ γίνονται κατάδηλὸ πονηροὶ ὄντες αυτὴ γὰρ μάλιστα ἐκκλησίας ἀνατροπὴ τῶ διηρησθαι ἀπ' ἀλλήλων |
902 | 51v | Rom.16.17 | β * | | μετὰ γὰρ τὴν διχοστασίαν εἴσοδον εὑρίσκει τὰ σκάνδαλα |
903 | 51v | Rom.16.17 | γ | καὶ τὰ σκάνδαλα | τι δὲ ἐστι τὰ σκάνδαλα ἑρμηνεύει αἱρέσεις φησι παρὰ τὴν διδαχὴν ἡμῶν ἐπεισιοῦσα |
904 | 51v | Rom.16.17 | δ | παρὰ τὴν διδαχὴν ἦν ὑμεῖς ἐμάθετε ποιοῦντας καὶ ἐκκλίνατε ἀπ' αὐτῶν | αἱ γὰρ αἱρέσεις πᾶσαι καὶ τὰ σκάνδαλα ἀπὸ τοῦ δουλεύειν πάθεσι καὶ γαστρὶ διό φησιν ὅτι οὐ δουλεύουσι τῶ Χριστῷ ἀλλὰ τῆ κοιλία δοκεῖ δὲ τοὺς ἐξ Ἰουδαίων αἰνίττεσθαι καὶ γὰρ Ἰουδαίων πάντες ὡς γαστριμάργων κατηγοροῦσιν |
905 | 51v | Rom.16.18 | ε | οἱ γὰρ τοιοῦτοι τῶ κυρίῳ Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῆ ἑαυτῶν κοιλία | ἄχρι ῥημάτων ἡ θεραπεία φησιν ἡ δὲ διάνοια δολερὰ πρὸς ὑμᾶς καινὸν δὲ λέγει τρόπον ἀπάτης τὸ πρῶτον αὐτοὺς κολακεύειν |
906 | 51v | Rom.16.18 | ϛ | καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων | οὐκ εἶπεν ὑμῶν ἀλλὰ τῶν ἀπλουστέρων |
907 | 51v | Rom.16.19 | ζ | ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο | καὶ ὅτι οὐχ ὑμᾶς ἀλλὰ τοὺς ἀκάκους ἐξαπατῶσιν δῆλον ἔνθεν ὅτι ἡ ὑμῶν ὑπακοὴ καὶ πείθω εἰς πάντας ἦλθεν πολλοὺς δὲ αὐτοῖς ἐφίστησι μάρτυρας ἵνα μὴ ἀναισχυντήσωσι πρὸς τὴν κακὴν διδακήν |
908 | 52r | Rom.16.19 | η | χαίρω οὖν τὸ ἐφ' ὑμῖν | τοῖς μὴ ἐξαπατωμένοις φησιν |
909 | 52r | Rom.16.19 | θ | θέλω δὲ ὑμᾶς σοφοὺς μὲν είναι εἰς τὸ ἀγαθον ἀκεραίους δὲ εἰς τὸ κακόν | ὑπαινίττεται ὅτι καὶ ἐξ αὐτῶν ἦσαν τινες ἀπατώμενοι θέλω γάρ φησιν εἰς μὲν τὸ ἀγαθον είναι ὑμᾶς φρονίμους εἰς δὲ τὰ φαῦλα ἀπείρους κακοῦ |
909ex | 52r | Rom.16.19 | Σευηριαν(ου) s | θέλω δὲ ὑμᾶς σοφοὺς μὲν είναι εἰς τὸ ἀγαθον ἀκεραίους εἰς τὸ κακόν | τουτέστι φρονήσει μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ' ἑτέρων ἀδικεῖσθαι ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπιβουλεύειν |
910 | 52r | Rom.16.20 | ι | ὁ δὲ θεὸς τῆς εἰρήνης | ἐπειδὴ ἦσαν διχοστασίαι τὸν τῆς εἰρήνης δοτῆρα ἐπικαλεῖται ἵνα παύσῃ τὰ σκάνδαλα |
911 | 52r | Rom.16.20 | ια | συντρίψει | ὁ πολλῷ μεῖζον ἦν τοῦ ὑποτάξαι |
912 | 52r | Rom.16.20 | ιβ | τὸν σατανᾶν ὑπο τοὺς πόδας ὑμῶν ἐν τάχει | οὐ μόνον φησι τοὺς τὰ σκάνδαλα παρεμβαλλοντας συντρίψει ἀλλὰ καὶ αὐτον τὸν στρατηγὸν αὐτῶν σατανᾶν ἐν τάχει φησιν ἐκ τοῦ χρόνου τὴν παραμυθίαν κατασκευάζων |
913 | 52r | Rom.16.20 | ιγ | ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν | ἀνέμνησεν αὐτοὺς τῆς τοῦ θεοῦ χάριτος τῆς ἀεὶ σωσάσης εἰ δὲ ἐχθροὺς ὄντας ἔσωσεν φησιν πολλῷ μᾶλλον νυν ὁρᾷς ὅτι μετὰ τῶν ἔργων καὶ χάριτος εἰς τὸ σωθῆναι δεόμεθα μετὰ γὰρ τὸ μαρτυρῆσαι αὐτοῖς ὑπακοὴν τότε τὴν χάριν ἐπηύξατο |
914 | 52r | Rom.16.21 | ιδ | ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος | εἶδες ἐγκώμιον τοῦ Τιμοθέου συνήργει δὲ αὐτω ἐν τῶ εὐαγγελίῳ |
915 | 52r | Rom.16.21 | ιε | οἱ συγγενεῖς μου | συγγενεῖς φησι τοὺς εικοτας κατὰ τὴν εὐσέβειαν |
916 | 52r | Rom.16.22 | ιϛ | ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ | ἀντὶ μεγάλου τέθεικεν ἐπαίνου τὸ είναι ὑπογραφέα Παύλου |
917 | 52r | Rom.16.23 | ιζ | ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς ἐκκλησίας ὅλης | τουτέστιν ὁ ξενοδοχοσμου καὶ πολὺς ὁ ἔπαινος ὅτι πᾶσαν αὐτος ἐξενοδόχει τὴν ἐκκλησίαν καὶ τὸν Παῦλον ὃς οὐκ ἂν ἁπλῶς παρ' αὐτω ἐξενίσθη |
918 | 52r | Rom.16.23 | ιη | ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφος | τὴν ἀξίαν αὐτοῦ τέθεικεν ἵνα γνῷς ὅτι οὐ πλοῦτος οὐκ ἀξίωμα κώλυμα γίνεται τινι πρὸς τὸ ὀρθῶς βιοῦν ἡ πιστεύειν |
919 | 52r | Rom.16.24 | ιθ | ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | τῆς χάριτος μέμνηται τὸν εὐεργεσιῶν ὑπομιμνήσκων τοῦ Χριστοῦ |
920 | 52r | Rom.16.24 | κ | μετὰ πάντων ὑμῶν ἀμήν | οὕτως ἄρχεσθαι ἀπὸ εὐχῆς καὶ οὕτως καταπαύειν τὸν λόγον προσήκει εἰς εὐχὴν ταύτην γὰρ θεμέλιον ταύτην ὅρον ἀεὶ ποιεῖν αὐτω φίλον |