A Transcription of Romans in 91

UnitPageVersesAttributionsBiblicalComment
1Rom.1.1
1ex69rRom.1.1 Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ * Τὸ ἑξῆς Παῦλος ἀπόστολος πᾶσι τοῖς ἐν Ῥώμηι ἀγαπητοῖς θεοῦ κλητοῖς ἁγίοις χάρις ὑμῖν καὶ εἰρήνη οἷον ὁ δεῖνα τῶι δεινι χαίρειν συμφαινει δὲ μεταξὺ τὸν περὶ τοῦ Εὐαγγελίου λόγον καὶ ἑαυτοῦ τὸ μὲν Εὐαγγέλιον μηδὲ κατὰ χρόνον είναι νεωτερον ἀλλὰ προκαταγγελθαι μὲν διὰ προφητῶν νυν δὲ πεφανερῶσθαι φάσκων ἐπεμνήσθη δὲ καὶ τοῦ Δαυὶδ πρὸ ὃν ἡ ὑποσχεσις καὶ ἑαυτὸν εἶπε τούτου κήρυκα προβεβλησθαι ὡς ἂν μὴ προπετως μετὰ τὸν τοῦ Πέτρου διδασκαλίαν πρὸ τὸ επιστελλειν εληλυθεναι δοκοιη θεῖον δὲ μᾶλλον ἐπίταγμα εκπληρων
1Ph69rRom.1.1Φωτι(ου) * Προταττει δὲ τὸ οἰκεῖον ὄνομα ἡ κατὰ συνήθειαν αρχαιαν οἷον Κλαύδιος Λυσίας τῶι κρατίστωι ἡγεμόνι Φιλεκι χαίρειν Προέταξε τὸ Παῦλος μηδὲ διαίρειν στόμα ἄνευ τοῦ μεμνῆσθαι τῆς δεσποτικῆς οἷον Παῦλος φησὶν ὁ καὶ αὐτὴν τὴν κλῆσιν ἐξ εὐεργεσίας ὁ καὶ φιλοτιμίας ἔχων δεσποτικῆς Παῦλος ὁ πάντα φέρων ἀπὸ Χριστοῦ τὴν κλῆσιν τὴν χάριν τὴν πολιτείαν ἡ ἀποῦσι γραφῶν εἰκοτως αὐτοῦ τὸ ὄνομα προέταξε διὰ τοῦτο δὲ ἀπὸ Σαύλου εἰς Παῦλον μετεσθη ἵνα μὴ δ' ἐν τοῦτω φανῇ ἡ ἔλαττον εχωντων ἀποστόλων μηδ αὐτοῦ τοῦ κορυφαίου Πέτρου
269rRom.1.1 δοῦλος Πολλοὶ δουλείας τρόποι εἰς ὁ τῆς δημιουργίας εἰς ὁ τῆς πίστεως ἄλλος ὁ τῆς ἀποστολῆς ἕτερος ὁ ἀπὸ τῆς πολιτείας καὶ πάντας ἔσχεν ὁ Παῦλος ειωθως δὲ συνάπτειν τῶι οἰκείωι ὀνόματι τὸ ἀπόστολος νυν τὸ δοῦλος προτεταχεν εἰς εὐλάβειαν Ῥωμαίους εναγων οὕτως γὰρ ἦσαν πεφρονηματισμενοι ὡς ψηφισματι θεοὺς αναγορευειν οὓς βουληθειεν ὅθεν ὡς λόγος γνωρισαντος αὐτοῖς τοῦ κατὰ Ἰουδαίαν ἄρχοντος περὶ Χριστοῦ ὅτι Ἰησοῦν τινα γενόμενον ἐνταῦθα θαυματοποιον μετὰ θάνατον ἐγηγέρθαι λέγουσι καὶ θεὸν κηρυττουσιν αποψηφιθσασθαι τοῦτο διὰ τὸ παρὰ γνώμην αὐτῶν τετολμησθαι ἦν δὴ θείας οἰκονομίας ὡς ἂν μὴ δόξηι κατὰ ἀνθρωπίνην καὶ τοῦτο κεκρατηκέναι σπουδήν
369rRom.1.1 Ἰησοῦ Χριστοῦ Τὸ Ἰησοῦς τὸ ἀνθρώπινον δηλοῖ τὴν δὲ τοῦ πνεύματος χρίσιν τὸ Χριστός
469rRom.1.1 κλητὸς ἀπόστολος ευγνωμονως ὁμολογεῖ ὅτι οὐχ ἑκὼν προσῆλθεν ἀλλὰ κληθεὶς κληθεὶς δὲ οὐκ εἰς πίστιν μόνον ἀλλὰ καὶ εἰς ἀποστολήν
569rRom.1.1 ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ * Άλλος μέν φησιν ἐν ἄλλοις ἐγὼ δὲ εἰς εὐαγγέλιον ἀφώρισμαι
5Ph69rRom.1.1
669rRom.1.1* ὅπερ θεὸν ὄντα τὸν Χριστὸν εὐηγγελίζετο τὸν γὰρ πατηρα προηδεσαν ἐκ τῆς παλαιᾶς οὐδὲν δέ φησιν ἐρῶ σκυθρωπὸν ὡς οἱ προφῆται ἂλλ εὐαγγελίζομαι θεὸν ἐνηνθρωπηκότα
769rRom.1.1-Rom.1.2 ὁ προεπηγγείλατο * Μηδείς φησι καινοτομεῖν με νομίσῃ πάλαι ἐπήγγελτο τοῦτο τὸ Εὐαγγέλιον τὸ δὲ ἐν Γραφαῖς δηλοῖ ὅτι οὐ μόνον ἔλεγον οἱ προφῆται ἀλλὰ καὶ ἔγραφον
7ex69rRom.1.2* οὐκ εἶπεν περὶ υἱοῦ αὐτοῦ ἀλλὰ τοῦ υἱοῦ αὐτοῦ τὸν φύσει καὶ ένα καὶ κυρίως υἱῶν καὶ μονογενῆ δηλῶν
869rRom.1.2 κατὰ σάρκα * κατὰ γὰρ πνεῦμα υἱος θεοῦ ἦν
969rRom.1.2-Rom.1.4 τοῦ ὁρισθέντος * τοῦ ἀποδειχθέντος καὶ ἀποφανθέντος διά τε τῶν προφητῶν διά τε τῶν τοσούτων θεοσημειῶν διά τε τῆς ἀναστάσεως
9Ph69rRom.1.4* τούτων γὰρ ἡ συνδρομὴ διορίζει αὐτὸν ἐκ τῶν ἄλλων ἁπάντων τῶν κατὰ χάριν κληθέντων υἱῶν διὸ καί τις τοῦ ὁρισθέντος ἐπιγνωσθέντος φησι καὶ εἰς γνῶσιν ἀνθρώποις ἐλθοντος εἰώθαμεν γὰρ δι' ὁρισμῶν τινων ἐπιγινώσκειν ἃ βεβαίως καὶ οὐκ ἐν δισταγμῷ ἐπιστάμεθα
1069rRom.1.4 ἐν δυνάμει τουτέστιν οὐ χάριτι ὡς οἱ πολλοὶ ἀλλὰ δυνάμει οἰκεία ἦν ἐνήργει ἐν ταῖς θεοσημείαις
1169rRom.1.4 κατὰ πνεῦμα ἁγιωσύνης * καὶ ἐκ τοῦ ἁγίου πνεύματός φησιν ὁ παρέχει τοῖς εἰς αὐτον πιστεύουσιν
1269rRom.1.4 ἐξ ἀναστάσεως * καὶ ἐκ τῆς ἀναστάσεώς φησι καὶ τῆς τοῦ θανάτου καταλύσεως ἀναστάσεως δὲ ἧς αὐτος ἀνέστη ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός
1369rRom.1.4-Rom.1.5 δι' οὐ ἐλάβομεν χάριν * οὐκ ἐξ οἰκείων φησι κατορθώματα ἐλάβομεν τὴν ἀποστολὴν ἀλλὰ τὸ πᾶν χάριτος καὶ δωρεᾶς ἐστι
12Ph69rRom.1.5* χάριν καὶ ἀποστολὴν ἀντὶ τοῦ χάριν εἰς ἀποστολήν
1469rRom.1.5* καίτοι τοῦ πνεύματος ἡ ἀποστολὴ αὐτοῦ ὡς ἐν ταῖς πράξεσι κεῖται ἀλλὰ πάντα κοινὰ οἱ δὲ τὰ τῆς ἁγίας τριάδος
1569rRom.1.5 εἰς ὑπακοὴν πίστεως * καὶ γὰρ οὐ δεῖ πολυπραγμονεῖν γέννησιν καὶ οὐσίαν θεοῦ ἀλλὰ μόνον ὑπακούειν
1669rRom.1.5 ἐν πᾶσι τοῖς ἔθνησιν * εἰ γὰρ καὶ μὴ αὐτος πάντα περιῆλθεν ἀλλὰ καὶ οὕτως πάντες ευγγελισθησαν διὰ τῶν λοιπῶν ἀποστόλων
14Ph69rRom.1.5* ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ * ἡ πίστις εἰς τὸ ὄνομα αὐτοῦ γέγονεν αὐτὸν γὰρ τὰ ἔθνη οὐκ ἐθεάσαντο ἀλλὰ μόνου κηρυττομένου τοῦ ὀνοματος ἐκεῖνοι ἐπίστευον ὄντως πλήρης ἦν χάριτος ἡ ἀποστολὴ τῶν μαθητῶν ὅτι ἔπεισαν ὑπακοῦσαι καὶ πιστεῦσαι τὰ ἔθνη τῷ Χριστῷ καὶ τό τε ἄνθρωποι καὶ ἁλιεῖς καὶ ἀγράμματοι
1769rRom.1.5
1869vRom.1.5-Rom.1.6 ἐν οἷς ἐστε καὶ ὑμεῖς * τουτέστι μεθ' ὧν ἐθνῶν καὶ ὑμεῖς ἐκλήθητε οὐ γὰρ ἀφ' ἑαυτῶν ηκετε καταστέλλει δὲ αὐτῶν τὸ φρόνημα ὡσεὶ ἔλεγεν μὴ νομίσητε ὡς βασιλεύουσα πόλις πλέον τι τῶν ἄλλων ἔχειν ἀλλὰ μετὰ τῶν λοιπῶν ἐθνῶν ἐκλήθητε
1969vRom.1.6-Rom.1.7 πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ * Οὐ γὰρ ἐστι παρ' αὐτῶι διαστολὴ πλουσίου καὶ πένητος
21Phb69vRom.1.7* εἶτα ἐπειδὴ εἶπεν ἵνα μὴ εἴπωσιν τὶ οὖν πάντας ὁμοτίμους ἡγῇ καὶ ἀγαθοὺς καὶ φαύλους καὶ πιστοὺς καὶ ἀπίστους ἐπισυνῆψε κλητοῖς ἁγίοις ἅπαντες γὰρ αὐτῷ οἱ ἅγιοι ὁμοτιμοι καὶ διαστολὴ οὐκ ἔστιν ἐν αὐτοῖς
2069vRom.1.7* πρῶτον δὲ τὸ ἀγαπητοῖς θεοῦ τέθεικε εἶτα τὸ κλητοῖς ἁγίοις
21Pha69vRom.1.7* πόθεν ἐκλήθητε φησιν ἐκ ποίων πόνων ἐκ ποίων κατορθωμάτων πόθεν ἐστὲ ἅγιοι ἀλλ' ἢ ἐκ μόνης τῆς ἀγάπης θεοῦ αὐτὸς γὰρ δωρεὰν ἀγαπήσας ὑμᾶς καὶ τὸ αἷμα αὐτοῦ ὑπὲρ ἡμῶν ἐκχέας ἐκάλεσεν ἡμᾶς εἰς ἁγιασμὸν καὶ κληρονομίαν τῆς βασιλείας αὐτοῦ
2169vRom.1.7* διὸ καὶ πανταχοῦ κλητοῖς λέγων τῆς τοῦ θεοῦ ἡμᾶς εὐεργεσίας ἀναμιμνήσκει
2269vRom.1.7 χάρις ὑμῖν * οὐδεὶς γάρ φησιν ἐξ ἔργων δύναται σωθῆναι
2369vRom.1.7 ἀπὸ θεοῦ πατρὸς * ἡ γὰρ ἀπὸ θεοῦ χάρις καὶ εἰρήνη τὸ βέβαιον ἔχει τὸ δὲ ἀπὸ πατρὸς τὴν υἱοθεσίαν ἐνδείκνυται
2469vRom.1.7-Rom.1.8 πρῶτον μὲν εὐχαριστῶ * ἔδει γὰρ ἐξ εὐχαριστίας προοιμιάσασθαι εὐχαριστεῖν δὲ οὐ μόνον ὑπὲρ τῶν ἰδίων κατορθωμάτων ἀλλὰ καὶ ὑπὲρ τῶν τοῦ πλησίον τοῦτο γὰρ ἀγάπης
2569vRom.1.8 τῶι θεῶι μου * ἀγάπης σημεῖον τὸν γὰρ ἁπάντων θεὸν ἰδιοποῖεται
2669vRom.1.8 διὰ Ἰησοῦ Χριστοῦ * αὐτος γὰρ ἡμῖν αἴτιος τῆς εἰς τὸν πατέρα εὐχαριστίας ὁ καὶ προσλαβόμενος ἡμᾶς καὶ τῶι ἰδίωι αἵματι πρὸς ἐκεῖνον καταλλάξας
2769vRom.1.8 ὅτι ἡ πίστις ὑμῶν * τὴν γὰρ τῶν Ῥωμαίων πίστιν οὐκ ἀπεικὸς ἦν λαλεῖσθαι παρὰ πάντων
2869vRom.1.8-Rom.1.9 μάρτυς γὰρ μου ἐστιν ὁ θεὸς * εἰκοτως τὸν θεὸν ἄγει μάρτυρα ἀγνώστους ἀνθρώπους πείθειν βουλόμενος
2969vRom.1.9 ὧι λατρεύω * οἷον δουλεύω πολλὰ γὰρ εἴδη λατρείας καὶ γὰρ καὶ ὁ προσευχόμενος καὶ ὁ νηστείαι χρώμενος καὶ ὁ τοῖς θείοις λόγοις προσέχων καὶ μέντοι καὶ ὁ τῆς τῶν ξένων θεραπείας επιμελουμενος θεῶι λατρεύει ὁ δέ γε θεῖος ἀπόστολος λατρεύειν ἔφησε θεῶι τὸ τοῦ υἱοῦ προσφέρων τοῖς ἔθνεσιν εὐαγγέλιον καὶ λατρεύειν ἐν τῶι πνεύματι τουτέστιν ἐν τῶι διδομένω χαρίσματι
3069vRom.1.9* ἡ ὅτι οὐ τῆι ἐμῆι σπουδῆι υπερξε μοι τὸ λατρεύειν θεῶι ἀλλὰ τῆι τοῦ πνεύματος χάριτι ἡ ὅτι οὐ σαρκική μου ἐστι ἡ λατρεία ἀλλὰ πνευματική
2969vRom.1.9* ἐκ τούτου δείκνυσι κατὰ τὸ ἀναγκαῖον μεριμνῶν ὑπὲρ αὐτῶν ὡς τὸν λόγον δεξαμένων καὶ δέχεσθαι μελλόντων
3169vRom.1.9 ἐν τῶι εὐαγγελίωι τοῦ υἱοῦ αὐτοῦ * ὁρᾷς ὅτι ἄνω εἰπὼν εἰς εὐαγγέλιον θεοῦ τοῦ Χριστοῦ ἔλεγεν
3269vRom.1.9 ὡς ἀδιαλείπτως μνείαν ὑμῶν * ἀγάπης εἰλικρινοῦς τὸ καὶ μεμνῆσθαι καὶ ἀδιαλείπτως τοῦτο ποιεῖν καὶ μάλιστα ἐν προσευχαῖς
3369vRom.1.9-Rom.1.10 δεόμενος εἰ πως ἤδη ποτε * καὶ γὰρ ἐλθεῖν ἠπείγετο καὶ περὶ τὸ θέλημα τοῦ θεοῦ τοῦτο πρᾶξαι οὐκ ἐβούλετο τὸ δὲ ἤδε ποτε ἀντὶ τοῦ ὀψέ ποτε ὅπερ ἐστι σφόδρα επειγομένου
3469vRom.1.10 εὐοδωθήσομαι * εὐκολίαν φησι σχοίην καὶ ἐπὶ καλῷ τὴν πρὸς ὑμᾶς ὁδόν
3569vRom.1.10-Rom.1.11 ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς * οὐχ ἁπλῶς δέ φησι καὶ ανονητως ἰδεῖν ὑμᾶς σπουδάζω ἂλλ ώστε χάρισμα μεταδοῦναι λέγει δὲ τὴν διδαχὴν καὶ τὴν κατήχησιν τοῦτο γὰρ τὸ στηριχθῆναι ὡς εἰκὸς ἀκμὴν σαλευομένων αὐτῶν
3669vRom.1.11* τὸ δὲ ἵνα τι μετριάζοντος ἐστιν ὡσεὶ εἶπεν ἵνα μικρόν τι τὸ δὲ μεταδῶ δηλοῖ ὅτι οὐκ ἐμόν τι δώσω ἂλλ ὅπερ καὶ ἐγὼ ἔλαβον
3769vRom.1.11 εἰς τὸ στηριχθῆναι ὑμᾶς * οὐ γὰρ μικρὸν χάρισμα τὸ μὴ σαλεύεσθαι τῆι πίστει
3869vRom.1.11-Rom.1.12 συμπαρακληθῆναι ἐν ὑμῖν * ἐπειδὴ στηριγμοῦ ἐμνήσθη ἵνα μὴ λυπήση αὐτοὺς ὡς ὅτι σαλεύονται ἐπάγει τὸ συμπαρακληθῆναι τουτέστιν ἵνα καὶ ἐγὼ ὑμᾶς καὶ ὑμεῖς ἐμε περικαλεσητε τῆς γὰρ ἀλλήλων φησι δεόμεθα παρακλήσεως διὰ τῆς ἐνούσης ἡμῖν πίστεως σφόδρα δὲ μετριάζει ἑνὶ δὲ καὶ οὕτως νοῆσαι τὴν παράκλησιν ἵνα φησιν ὑμεῖς μὲν παρ' ἐμοῦ εἰς τὴν πίστιν παρακληθῆτε ἐγὼ δὲ εἰς εὐφροσύνην ὁρῶν ὑμᾶς πεπιστευκότας
37Ph69vRom.1.12* ἡ οὕτως Τὸ μεταδοῦναι ὑμῖν χάρισμα οὐκ ἔστιν ἐμὸν μόνον ἢ τῆς ἐμῆς προαιρέσεως καὶ διακονίας ἀλλὰ κοινὸν ἐμοῦ τε καὶ ὑμῶν τῆς διακονίας μὲν τῆς ἐμῆς τῆς δὲ ὑπουργίας τῆς ὑμετέρας καὶ οὐδὲ τό τε ἁπλῶς ἀλλὰ διὰ τῆς ἐν ἀλλήλοις πίστεως πῶς καὶ τίνα τρόπον ἐὰν αὐτοὶ ἔχητε φησὶ πίστιν τοῦ λαβεῖν τὸ χάρισμα ἐγώ τε πάλιν πίστιν τοῦ δοῦναι ὑμῖν τότε δὴ καὶ τὸ χάρισμα πνευματικὸν ὑπάρχον διὰ τῆς ἐν ἀλλήλοις πίστεως ἐνεργεῖται καὶ δίδοται ἐὰν γὰρ ἐγὼ μὲν πίστιν ἔχω τοῦ δοῦναι καὶ πολὺν ἀγῶνα καὶ σπουδὴν ὑμεῖς δὲ οὐκ ἔχητε πίστιν τοῦ λαβεῖν οὐδ' ἐπιθυμίαν καὶ ἐπιμέλειαν περὶ τὸ λαβεῖν οὐ παραγίνεται ὑμῖν κἂν ἐγὼ βούλωμαι τὸ χάρισμα τὸ πνευματικὸν δεῖ οὖν ἀμφοτερα συνδραμεῖν καὶ τὸ ἐξ ἐμοῦ καὶ τὸ ἐξ ὑμῶν τότε γὰρ αὐτοὶ πίστιν ἕξετε τοῦ λαβεῖν καὶ ἐπιθυμίαν ὅτε ἀξίους ἑαυτοὺς παρασκευασετε τῆς δωρεᾶς δι' ἔργων ἀγαθῶν λαμβανόντων δὲ ὑμῶν τὸ χάρισμα δῆλον ὅτι παρακαλούμεθα καὶ εὐφραινομεθα ἐν ἀλλήλοις κοινὸν γὰρ τὸ κέρδος πολλῶν γὰρ πιστῶν συνοδος μεγίστην ἐργάζεται παράκλησιν
38Ph69vRom.1.12* ἢ ὑμῶν μὲν ἀξιοπιστον εἰς τὸ κηρύξαι καὶ διδάξαι με ὑπολαμβανοντων ἐμε ἐμε δὲ πάλιν ἀξιοπίστους εἰς τὸ ἐμπιστευθῆναι τὰ λόγια τοῦ θεοῦ καὶ τὴν τελειοτέραν κρίναντος διδασκαλίαν ἢ ἐμοῦ μὲν ὁρῶντος προθύμως ὑποδεχομένους ὑμᾶς καὶ ἐξ ἑτοίμου τὸ κήρυγμα ὑμῶν δὲ πάλιν ορωντων τὴν ἐμὴν περὶ αὐτὸ ἐπιμέλειαν καὶ σπουδὴν συντελεῖ δὲ τοῦτο καὶ εἰς μείζονα πληροφορίαν τῆς πίστεως ἑκατέροις ὅταν ὁ μὲν κηρύσσων ὁρᾷ τὰς τῶν ἀνθρώπων ψυχὰς παραδόξως εἰς ὑπακοὴν ἑλκομένας μᾶλλον γὰρ ῥώννυται εἰς τὸ κηρύσσειν καὶ ὅταν πάλιν ὁρῶσιν οἱ μαθηταὶ σὺν ἐλπίδι βεβαίᾳ τὸν κήρυκα τὴν πίστιν παραδιδόντα μᾶλλον ὑποδέχονται ταὐτὴν καὶ οὕτως διὰ τῆς ἐν ἀλλήλοις πίστεως ἑκάτεροι παρακαλοῦνται
3970rRom.1.12-Rom.1.13 oτι πολλάκις προεθέμην ἐλθεῖν * εἰ οὖν εὐχὴ ἐλθεῖν καὶ ἐπὶ ὠφέλεια ἔρχῃ τι μὴ παραγενη ἐκωλύθην φησιν
4070rRom.1.13 ἐκωλύθην φησιν * οὐκ ἔτι δὲ περιεργάζεται τὴν αἰτίαν τῆς κωλύσεως οὐ γὰρ ἡμῶν τὸ ἀπαιτεῖν εὐθύνας θεὸν ὧν κελεύει ἀλλὰ μόνον ὑπακούειν
4170rRom.1.13 ἵνα τινα καρπὸν σχῶ * πάντως εἴποι τις ἂν διὰ τοῦτο ἐκωλύθης ὅτι οὐ κατὰ θεὸν ἐλθεῖν ἐβούλου οὐμενοῦν φησι καρπὸν γὰρ σχεῖν καὶ ἐν ὑμῖν ἤθελον καρπὸν λέγων τὸ εἰς πίστιν αὐτοὺς έναγαγειν
41Ph70rRom.1.13* ἡ οὕτως Τὸ ἵνα τινὰ καρπὸν σχῶ καθ' ὑπερβατὸν κεῖται τὸ γὰρ ἀκολουθον εἴη ἂν πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς ἵνα καρπόν τινα σχῶ καὶ ἐν ὑμῖν ἀλλ' ἐκωλύθην ἄχρι τοῦ δεῦρο ἀλλ' εἴποι τις ὅτι εἰ ἡ πίστις αὐτῶν ἐν ὅλῳ τῷ κόσμῳ κατηγγέλλετο τίνα καρπὸν αὐτὸς ἤθελε παραγενόμενος παρασχεῖν ἀλλὰ πολὺν μὲν οὖν ἐροῦμεν εἰ γὰρ καὶ ἐπεπιστεύκεισαν παμπόλλων ὅμως ἐδέοντο καὶ τοῦτο δηλοῦται καὶ δι' ὅλης τῆς ἐπιστολῆς καὶ πρὸ ὀλίγου λέγοντος εἰς τὸ στηριχθῆναι ὑμᾶς καὶ ἡνίκα μὴ κρίνειν ἀλλήλους παραινεῖ καὶ ἀλλὰ μυρία ἵνα τινὰ καρπὸν σχῶ τοῦτο μὲν δεικνὺς ὅτι ὁ ἐκείνων καρπὸς οἰκεῖος ἐλογίζετο καρπὸς τῶι Παύλωι οὕτως γὰρ ἔχαιρεν ἐν τοῖς τοῦ πλησίον κατορθώμασιν ὥστε αὐτὸς ἔχειν ἡγεῖτο τὸν καρπὸν τοῦτο δὲ ὅτι ἕνεκεν τῆς αὐτῶν ὠφελείας τὴν πρὸς αὐτοὺς ἔσπευδε στείλασθαι πορείαν ἂλλ' ὥστε καὶ Παύλου καρπὸς ἦν ἀληθῶς ὁ ἐκείνων καρπὸς ἐπεὶ γὰρ ἔργον ἦν αὐτῶι καὶ σπουδὴ τὸ καρποφορεῖν τὰ ἔθνη καλῶς ἐν τῇ ἐκείνων καρποφορίᾳ ἡ τοῦ Παύλου ἐδείκνυτο καρποφορία ἀλλ' οὕτω μὲν ταῦτα Ἔστι δὲ καὶ μὴ καθ' ὑπερβατὸν τὸ χωρίον ἐκλαβομένους ἀλλ' ὡς ἔχει τάξεως παρειληφότας τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν νοῦν ἐκωλύθην ἄχρι τοῦ δεῦρο διὰ τὶ φησὶν ἵνα μὴ θᾶττον ἐλθὼν ἀκάρπους ὑμᾶς ἔτι καταλαβων διὸ ἀνεβαλομην τὴν παρουσίαν ἕως οὗ καὶ ἐν ὑμῖν καρπόν τινα βλαστάνοντα τῆς πίστεως ἄξιον καὶ τελεσφορούμενον μάθω Ἔστι δὲ καὶ ἄλλως τὸ νόημα συνιδεῖν ἐκωλύθην ἄχρι τοῦ δεῦρο διὰ τὶ ὅτι καρπόν τινα ἔτι μοι συνέλεγον λείποντα καὶ ταύτην τὴν ἔννοιαν ἐπὶ τέλει τῆς ἐπιστολῆς ἔστι βεβαιουμένην ἰδεῖν ὥσπερ ἐπιλογιζομένου τοῦ ἀποστολου τὰ προοιμιασθέντα καὶ γάρ φησιν διὸ καὶ ἐνεκοπτομην ἐλθεῖν πρὸς ὑμᾶς νυνὶ δὲ μηκέτι ἔχων τόπον ἐν τοῖς κλίμασι τούτοις ἐλεύσομαι πρὸς ὑμᾶς ὥστε ὁ ἕως τοῦ νῦν ἐλπιζομενος εἰς συλλογὴν καρπὸς ἐν τοῖς ἄλλοις κλίμασιν ἐκώλυσεν αὐτὸν ἐπὶ Ῥώμην δραμεῖν ἀτέλεστον ἐν ἐκείνοις τὸ ἔργον καταλίποντα εἶτα τὸ καὶ ἐν ὑμῖν καὶ τὰ εξῆς ὥσπερ ἀντιπίπτοντος λύσις ἐστὶν οἷον τὶ φησὶν ἐν ἡμῖν οὐ μέλλει σοι καρπὸν σχεῖν ναὶ φησὶ καὶ ἐν ὑμῖν τοῦτο σπεύδω τοῦτο ἐπιζητῶ ὀφειλέτης εἰμὶ χρεωστῶ πᾶσι
4270rRom.1.13 καθὼς καὶ ἐν τοῖς λοιποῖς * τῶ συνάπτειν αὐτοὺς τοῖς λοιποῖς καταστέλλει αὐτῶν τὸ φρόνημα
4370rRom.1.13-Rom.1.14 Ἕλλησι τε καὶ βαρβάροις * ὥσπερ φησιν Ἕλλησι καὶ βαρβάροις οὕτω καὶ ὑμῖν ὀφειλέτης εἰμι
4470rRom.1.14 ὀφειλέτης εἰμι * οὐδὲν ἴδιον φησι δίδωμι ὀφειλέτης εἰμι πᾶσιν εὐαγγελίσασαι καὶ πληρῶσαι τὴν δοθεῖσάν μοι ἐντολήν
4570rRom.1.14-Rom.1.15 τὸ κατ' ἐμε πρόθυμον * ὥσπερ φησι Ἕλλησι καὶ βαρβάροις σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμι οὕτως ὅσον ἧκεν εἰς τὴν ἐμὴν σπουδὴν καὶ προθυμίαν καὶ ὑμῖν εὐαγγελίσασθαι χρεωστῶ τὸ γὰρ ὀφειλέτης εἰμι ἀπὸ κοινοῦ δεκτέον
4670rRom.1.15-Rom.1.16 οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον * ἐπεὶ δὲ τοῖς ἀπίστοις πολλὰ ἄδοξα δοκεῖ είναι ἐν τῶι Εὐαγγελίωι οἷον ὁ σταυρὸς ὁ θάνατος ἡ τῶν Ἰουδαίων παροινία τέως αὐτοὺς τοῦτο διδάσκει μηδὲν ἐν αὐτῶι ἄδοξον ὑπονοεῖν καὶ διὰ τοῦτο αισχύνεσθαι εἶτα λοιπὸν προβαίνων καὶ ἐξαίρει τὸ Εὐαγγέλιον
46ex70rRom.1.16* καὶ ἄλλως ἐπειδὴ πολλοῖς προτερήμασιν οἱ Ῥωμαῖοι μέγα ἐφρόνουν οἷον πλουτῶ δυναστεία σοφίαι ὑμεῖς μέν φησιν ἐπὶ τούτοις μέγα φρονεῖτε ἐγὼ δὲ θεὸν κηρύξων ἔρχομαι ἐν μέσωι ὑμῶν καὶ οὐκ αἰσχύνομαι διατὶ δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν τῶν δεχομένων
4770rRom.1.16* καλῶς τὸ εἰς σωτηρίαν ἑνὶ γὰρ καὶ εἰς τιμωρίαν δύναμις θεοῦ εἰς σωτηρίαν δὲ οὐ παντὶ ἀλλὰ τῶι πιστεύοντι τοῖς γὰρ ἀπειθοῦσι κόλασιν ἀπειλεῖ τὸ Εὐαγγέλιον
4870vRom.1.16 Ἰουδαίων τε πρῶτον * ῥήματος μόνον τιμὴ τὸ πρῶτον οὐ χάριτος πλεονασμός
47Ph70vRom.1.16* ὁ γὰρ Ἰουδαῖος ἀπαιτεῖται πρῶτον πιστεύειν ἅτε δὴ κατηχημένος τὰ περὶ τοῦ Χριστοῦ ἐκ νόμου καὶ τῶν προφητῶν μᾶλλον τῶν ἐθνῶν καὶ ὅτι εἰ καὶ ἐπὶ κοινῇ τοῦ γένους τῶν ἀνθρώπων σωτηρίᾳ ἐπεδήμησεν ὁ Χριστὸς ἀλλ' οὖν ἐν τοῖς Ἰουδαίοις καὶ ἐγεννήθη καὶ ἐπολιτεύσατο καὶ ἐδίδαξε καὶ τὰς θεοσημείας ἐν αὐτοῖς εἰργάσατο δι' ἃ πάντα ὀφειλέται εἰσὶν Ἰουδαῖοι πρῶτοι πιστεύειν εἰς Χριστὸν ἤπερ τὰ ἔθνη
4970vRom.1.16-Rom.1.17 δικαιοσύνη γὰρ θεοῦ * ἵνα γὰρ μὴ σωτηρίαν καὶ δικαιοσύνην ἀκούων ἐνταῦθα μόνον αὐτὴν συμβαίνειν νομίσῃς ἐπάγει τὸ ἀποκαλύπτεσθαι ὅπερ τὴν ἐκεῖ δηλοῖ ὥς νυν αὐτῆς μὴ πάσης πεφανερωμένης
5070vRom.1.17 ἐν αὐτῶι * τῶι Εὐαγγελίωι δηλονότι
49Ph70vRom.1.17* Δικαιοσύνη γὰρ θεοῦ φησὶν ἐν τῷ εὐαγγελίῳ ἀποκαλύπτεται τοῦτ' ἔστιν ἅπασα ἡ ἀρετὴ διὰ τοῦ εὐαγγελίου τελειοῦται δικαιοσύνην γὰρ πολλάκις εἴωθε πᾶσαν λέγειν τὴν ἀρετὴν πῶς δὲ ἀποκαλύπτεται καὶ τίσι τοῖς ἐκ πίστεως τῷ εὐαγγελίῳ προσιοῦσι πᾶσι μὲν γὰρ κηρύττει τὴν ἀρετὴν τὸ εὐαγγέλιον καὶ πᾶσι παραινεῖ ἀντέχεσθαι τῆς ἀρετῆς ἐκείνοις δὲ ἀποκαλύπτει τὸ κάλλος τῆς ἀρετῆς καὶ ἐκείνους ποιεῖ ἐραστὰς αὐτῆς τοὺς μετὰ πίστεως προσιόντας τὶ οὖν παύεται ἡ πίστις τῆς ἀρετῆς κατορθουμένης οὐμενοῦν ἀλλὰ καὶ εἰς τὸ τελειότερὸν καὶ ὑψηλοτερον πρόεισιν ἡ μὲν γὰρ πρώτη πίστις κατάνυξίς τις ἦν καὶ προθυμία ψυχῆς ἡ δὲ τῇ τῶν ἀρετῶν ἐργασίᾳ συναυξηθεῖσα καὶ τελειωθεῖσα πίστις βεβαίωσὶς ἐστιν ἀμετάπιστος καὶ πληροφορία καὶ ἡ μὲν ἔοικε καταβολῇ σπέρματος ἡ δὲ καρποφορίᾳ ἡ τῶν ἀρετῶν ἐργασίᾳ ἡ δὲ δι' αὐτῶν τελειωθεῖσα πίστις ἀπολαύσει καὶ εὐδαιμονίᾳ οὕτως οὖν δικαιοσύνη θεοῦ ἀποκαλύπτεται ἐν τῷ εὐαγγελίῳ ἐκ πίστεως εἰς πίστιν καλεῖ δὲ θεοῦ δικαιοσύνην τὴν ἀρετὴν ὅτι θεῖον τὶ ἐστιν ἡ ἀρετὴ καὶ ὅτι πάντα τὰ ἀγαθὰ ἐκ θεοῦ
5170vRom.1.17 ἐκ πίστεως εἰς πίστιν * ἀπὸ πίστεως ἄρχεται καὶ εἰς τὸν πιστεύσαντα λήγει ἡ ὅτι ἐκ πίστεώς τε ἄρχεται καὶ εἰς πίστιν ὀφείλει λήξαι ὡς οὐκ ὀφειλοντων ἡμῶν ἅπαντα τὰ ἐν αὐτω περιεργάζεσθαι
51exa70vRom.1.17* Ἡ οὕτως δεῖ πιστεῦσαι τοῖς προφεταις καὶ δι' ἐκείνων εἰς τὴν τοῦ Εὐαγγελίου πίστιν ποδηγηθῆναι
51exb70vRom.1.17* ἄλλως ὁ γὰρ τῶι δεσπότηι πιστεύων Χριστῶι καὶ τοῦ βαπτίσματος τὴν χάριν δεξάμενος ποδηγεῖται διὰ τούτων εἰς τὸ πιστεῦσαι τοῖς μέλλουσιν ἀγαθοῖς τῆι ἐκ νεκρῶν ἀναστάσει τῆι αἰωνίω ζωῆι καὶ τῆι βασιλείαι τῶν οὐρανῶν
50Pha70vRom.1.17* πιστεύειν γὰρ δεῖ ὅτι θεὸς ἐφάνη ἐπὶ γῆς μετὰ σαρκὸς ὅπερ ἐστὶν ἀρχὴ καὶ πάλιν ὅτι ἔσται τοῖς πιστεύσασιν εἰς κλῆρον ἡ βασιλεία τῶν οὐρανῶν ὅπερ ἐστὶ πίστεως τέλος
51exc70vRom.1.17Ακ(α)κι(ου) * ἡ οὕτως τοῖς μὲν Ἰουδαίωι ἐκ τῆς τοῦ θέτου νόμου πίστεως εἰς τὴν διὰ Ἰησοῦ Χριστοῦ
51exd70vRom.1.17* τῶι δὲ Ἕλληνι ἐκ τῆς τοῦ φυσικοῦ εἰς τὴν αὐτὴν Ἰησοῦ Χριστοῦ πίστιν
5270vRom.1.17 ὁ δὲ δίκαιος ἐκ πίστεως * ἵνα γὰρ μὴ δόξηι ἀπίθανον είναι τὸ ῥῆμα ὅτι πίστις σωτηρίαν δωρεῖται καὶ διακιοσύνην
50Phb70vRom.1.17* μαρτυρία παράγει τῶν εἰρημένων καὶ ἀποδειξις τὴν προφητικὴ ῥῆσιν τὴν τῶι Ἀββακοὺμ εἰρημένη τοιοῦτον δὲ τί φησιν καλῶς εἶπον τὸν σπουδαῖον ἐκ πίστεως εἰς πίστιν προϊέναι δι' ἀρετῆς καὶ γὰρ ὁ Ἀββακοὺμ φησὶν ἄνωθεν τοῦτο διὰ τοῦ αὐτοῦ πνεύματος βοᾷ ὅτι ὁ σπουδαῖος ἄνθρωπος ἐκ πίστεως ζῇ τοῦτ' ἔστι πᾶσαν τὴν ζωὴν αὐτοῦ πίστει παρατεινομένην ἔχει ἢ οἰκειοτερον ἐπεὶ ζωὴ ἀληθινὴ τῷ δικαίῳ τὸ θάλλειν καὶ ἀναζῆν ἐν τῇ κτήσει τῶν ἀρετῶν ὁ δίκαιος φησὶν ἤτοι ὁ σπουδαῖος ἐκ πίστεως ζήσεται τὴν κατὰ τὰς ἀρετὰς ζωὴν καὶ εἴη ἂν τὸ ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται κατασκευαστικὸν τοῦ ἀποκαλύπτεται δικαιοσύνη ἐκ πίστεως ἀλλ' οὕτω μὲν ταῦτα Εἰ δὲ τὸ δικαιοσύνη θεοῦ οὐχὶ τὴν ἐν ἀνθρώπῳ παρὰ θεοῦ διδομένην ἐκλάβοι τις ἀλλ' ἐγγύτερον τῆς λέξεως τὴν ἐνοῦσαν τῷ θεῷ καὶ ἐνεργουμένην ὑπ' αὐτοῦ τοιοῦτον τινά μοι δοκεῖ ἀνακαλύπτειν νοῦν ὅτι ἡ τοῦ θεοῦ δικαιοσύνη ἣν περὶ ἡμᾶς ἐπιδείκνυται φιλανθρωπίας ὅρῳ καὶ νόμῳ ἐν τῷ εὐαγγελίῳ αὐτοῦ δείκνυται πῶς καὶ τίνα τρόπον ὅτι ἐκ μόνης πίστεως ἡμᾶς σώζει καὶ νεκρωθέντας ἤδη ζωοποιεῖ μὴ προεπιδειξαμένους ἔργα καὶ τοῦτο προϊὼν καὶ ὁ Παῦλος ἐμφανέστερον παριστᾷ ἐν οἷς φησιν καὶ δικαιοῦντα τὸν ἐκ πίστεως καὶ πάλιν δικαιωθέντες οὖν ἐκ πίστεως καὶ πάλιν ἐὰν ὁμολογήσῃς ἐν τῷ στοματὶ κύριον Ἰησοῦν εἶτα καὶ πιστεύσεις ἐν τῇ καρδίᾳ σου σωθήσῃ τοῦτο οὖν δικαιοσύνης θεοῦ νικώσης φιλανθρωπίαν ἀνθρωπίνην τὸ ἐκ μόνης πίστεως νεκρωθέντας ἡμᾶς τῆς ἁμαρτίαις ἤδη ἀνεγεῖραι καὶ ζωοποιῆσαι ὥστε καλῶς προεῖπεν ὅτι δύναμὶς ἐστι τὸ εὐαγγέλιον εἰς σωτηρίαν τῷ πιστεύοντι καὶ γὰρ δυναμοῦται ὁ πιστεύσας διὰ τῆς ἐν αὐτῷ ἀποκαλυπτομένης δικαιοσύνης διὰ δὲ τῶν πιστευόντων ἀποκαλύπτεται καὶ φανεροῦται ἀλλ' εἰς τὶ ζωοποιεῖται φησὶν ὁ πιστεύσας εἰς τὴν τελειοτάτην καὶ κατ' ἀμετάπειστον ἕξεως ἰσχὺν πίστιν ἐκ γὰρ πίστεως εἰς πίστιν ἡ ζωοποίησις δυνατὸν δὲ καὶ ἄλλως κατὰ νοῆσαι ἡ τοῦ θεοῦ δικαιοσύνη διὰ τοῦ εὐαγγελίου ἀποκαλύπτεται ὅτι λαμβάνων παρ' ἡμῶν ἀρχὴν μόνον καὶ σπέρμα πίστεως αὐτὸς αὐξάνει καὶ ἑδράζει καὶ τελειοποιεῖ ἡμᾶς εἰς αὐτὴν ταύτην τοῦτο δικαιοσύνης ὡς ἀληθῶς θεοῦ τὸ μόνον ἀφορμὴν προαιρέσεως λαβόντα αὐτὸν ἀπαρτίσαι τὸ πᾶν ἀνωτέρω λέγοντος τοῦ Παύλου ὅτι δύναμὶς ἐστι τῷ πιστεύοντι εἰς σωτηρίαν τὸ εὐαγγέλιον ἵνα μήτις εἴπῃ καὶ πῶς ἔνι πιστεῦσαι ἀκούοντα σταυρὸν ἀκούοντα θάνατον ἀκούοντα πάθη ἐπάγει τὸ δικαιοσύνη θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται μὴ οὖν φησὶ ταῦτα προφασιζου ἐὰν γὰρ μόνον προαιρεθῇς τότε μᾶλλον ἔχεις θαυμάσαι τὴν τοῦ θεοῦ περὶ σὲ κηδεμονίαν καὶ πρόνοιαν ὅτι τὴν ἀπὸ γνώμης πίστιν λαβὼν αὐτος σοι χορηγεῖ τὴν ἐκ πληροφορίας πίστιν καὶ βεβαίωσεω Εἶτα ἵνα μὴ νομίσῃς ὅτι καινόν τι λέγει καὶ πρόσφατον τὸν προφήτην παράγει μάρτυρα τὸ αὐτο μοι φησὶ καὶ ὁ προφήτης Ἀββακοὺμ ἔκπαλαι ὅτι ἡ τοῦ δικαίου ζωὴ πίστει περιλαμβάνεται καὶ περατοῦται ἀρχομένη μὲν ἀπὸ τῆς κατὰ προαίρεσιν πίστεως τελειουμένη δὲ καὶ προϊοῦσα εἰς τὴν κατὰ θείαν συνεργίαν καὶ ἀποκάλυψιν πίστιν διόπερ ἀεὶ ὁ δίκαιος ἐκ πίστεως ζῇ τὸ δὲ ζήσεται καλῶς εἴρηται τοῦτ' ἔστιν ὁ δίκαιος οὐ ζῇ μὲν ἐκ πίστεως παύεται δὲ ἀλλὰ διὰ παντὸς ζήσεται ἐν αὐτῇ προκόπτων καὶ στηριζόμενος ζήσεται δὲ εἶπεν οὐκ ἄλλο τι οἷον ἐκ πίστεως προκόπτει ἢ στηρίζεται ἢ ἄλλο τι τὴν ἐπιτεταμένην διάθεσιν δηλῶν ὅτι οὐδὲ ζῆν αἱρήσεται οὐδ' ἀναπνεῖν χωρὶς πίστεως
5371rRom.1.17-Rom.1.18 ἀποκαλύπτεται γὰρ * ἐν τῆι τῆς κρίσεως ἡμέρα
5471rRom.1.18 ἐπὶ πᾶσαν αβσεβειαν * ἡ μὲν γὰρ δικαιοσύνη μονοειδὴς ποικίλη δὲ ἡ περὶ τὰ δόγματα ἀσεβεῖ καὶ ἡ περὶ τὴν πολιτείαν κακία
5571rRom.1.18 τῶν τὴν ἀλήθειαν ἐν ἀδικίαι * ἀλήθεια μὲν ἡ τοῦ θεοῦ γνῶσις ἀδικία δὲ ἡ τῶν εἰδώλων ἀπάτη ἐκεῖνοι οὖν τὴν ἀλήθειαν ἐν ἀδικία κατέχουσιν ὅσοι τὸ σέβας τοῦ θεοῦ περιάπτουσιν εἰδώλοις τὸ δὲ κατεχόντων οἷον φυλαττόντων
55Ph71rRom.1.18* ἡ καλυπτοντων γνώμης πονηρίᾳ ἐπισκοτιζοντων ῥᾷον γὰρ εἴπερ ἐβούλοντο ἀπὸ τῶν ὁρωμένων καὶ ἑαυτοὺς καὶ ἑτέρους ὠφελῆσαι εἰς θεογνωσίαν οἱ δὲ μᾶλλον δι' αὐτῶν τούτων συνεκάλυψαν καὶ κατέσχον μὴ διαλάμψαι τὴν θεογνωσίαν αὐτὰ ταῦτα θεοποιήσαντες καὶ ἀδικήσαντες τὸ ὅσον ἐπ' αὐτοῖς τήν τε τῆς θεογνωσίας ἀλήθειαν καὶ ἑαυτοὺς καὶ αὐτά γε δὴ ἅπερ τιμᾶν ἔδοξαν δῆλον δὲ ὅτι τοὺς τῶν Ἑλλήνων σοφοὺς ἐπιπλήττει καὶ τοὺς ὁμοίους ἐκείνοις
5671rRom.1.18-Rom.1.19 διότι τὸ γνωστὸν τοῦ θεοῦ * ἡ γὰρ γνῶσις τοῦ θεοῦ φανερά φησιν ἐν αὐτοῖς καὶ πᾶσι διὰ γὰρ τῆς ὁρωμένης κτίσεως ὁ ἀόρατος θεὸς γινώσκεται τοιγαροῦν οἱ τοιοῦτοι ἑκοντες ἀποπλανῶνται Τὸ γνωστὸν ὅπερ δυνατὸν ἐστιν γνωσθῆναι ὅτι ποιητὴς ὅτι προνοητὴς καὶ τὰ ὁμοία
56Ph71rRom.1.19* Τὸ γνωστὸν ὅπερ δυνατὸν ἐστιν γνωσθῆναι ὅτι ποιητὴς ὅτι προνοητὴς καὶ τὰ ὁμοία
5771rRom.1.19 φανερὸν ἐστιν ἐν αὐτοῖς * διὰ τοῦ κάλλους καὶ μεγέθους τῆς κτίσεως
5871rRom.1.19 o γὰρ θεὸς αὐτοῖς ἐφανέρωσεν * τῶι τὴν κτίσιν προθεῖναι πᾶσι διδάσκαλον τῆς οἰκείας μεγαλειότητος οἱ οὐρανοὶ γάρ φησι διηγοῦνται δόξαν θεοῦ
5971rRom.1.19-Rom.1.20 τὰ γὰρ ἀορατα αὐτοῦ * ἐπειδὴ εἶπεν ὅτι τὴν ἰδίαν γνῶσιν ὁ θεὸς αὐτοῖς ἐφανέρωσεν αὐτοὶ δὲ αὐτον ἑκοντες παρέδραμον νυν τοῦτο ἀποδείκνυσι καί φησιν ὅτι δι' ὧν ἐποίησεν ὁ θεὸς οἷον διά τε τῶν ἀόρατων διά τε τῶν ὁρατῶν ἔδειξεν ἑαυτοῦ τὸ μεγαλεῖον ἡ κτίσις γὰρ φωνὴν ἀφιεῖσα διὰ τῆς ὄψεως τὸν Δημιουργὸν ἀνακήρυσσει ἀορατα δέ φησιν ἀγγέλους καὶ πᾶσαν τὴν ἐν οὐρανοῖς δύναμιν ποιήματα δὲ τὰ ὁρώμενα οἷον οὐρανὸν γῆν θάλασσαν ὅρα οὖν τι φησι τὰ ἀορατα αὐτοῦ φησι διὰ τῶν ὁρατῶν γίνεται δῆλα ὁ γὰρ οὐρανόν φησι ὁρῶν ἐνθυμηθήσεται πάντως ὅτι καὶ ἐν τος αὐτοῦ ἐστι τινα λειτουργικὰ πνεύματα ὥστε τὸ ἀφανὲς ἐκ τοῦ φανεροῦ σαφηνίζεται
6071rRom.1.20* ἵνα γὰρ μὴ συναιδους θεῶι νομίσῃς τοὺς ἀγγέλους ὑπο κτίσιν αὐτοὺς ἄγει τὰ ἀορατα γάρ φησιν
59Ph71rRom.1.20* οἷον ἄγγελοι καὶ αἱ ἄλλοι ἀσώματοι οὐσία
6071rRom.1.20* ποία ταῦτα τὰ ἀπὸ κτίσεως κόσμου εἰς γένεσιν παραχθέντα
59Ph71rRom.1.20* ἡ ἀπὸ τῆς τοῦ κόσμου κτίσεως καταλαμβάνεται καὶ καθορᾶται πῶς καὶ αὐτὰ ἐν τοῖς ποιήμασι νοούμενα καὶ συναριθμούμενα καθ' ὑπερβατὸν οὖν ἡ σύνταξις ἢ τοῖς ποιήμασι νοούμενα ἀντὶ τοῦ ἐν αὐτοῖς τοῖς ποιήμασιν ἐνεῖναι καὶ τῇ τοῦ θεοῦ βουλήσει ὑπηρετεῖν καὶ πληροῦν τὰ κελευόμενα ἢ ἀορατα αὐτοῦ λέγει αὐτὸ τὸ ἀορατον αὐτου τῆς οὐσίας καὶ πῶς ἔνι φησὶ τὸ θεῖον ἀορατον ὂν κατιδεῖν καὶ κατανοῆσαι ναὶ ἐστι φησὶν ἀπὸ τῶν κτισμάτων αὐτοῦ κατιδεῖν αὐτοῦ τὴν θειότητα καὶ τὴν δύναμιν
60ex71rRom.1.20Κυ(ριλλου) * ἡ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης * ἀπὸ κοινουνουμενου τοῦ καθορᾶται Πῶς γινώσκεται διὰ τῆς δημιουργίας ἡ ἀΐδιος αὐτοῦ δύναμις ὅτι φθαρτὴν ἐχοντων τὴν φύσιν τῶν παρηγμένων εἰς γένεσιν καὶ κεκλημένων ἐν χρόνῳ πρὸς ὕπαρξιν ἔσται που πάντως ὁ τούτων δημιουργὸς ἄφθαρτος καὶ ἀΐδιος ἡ οὕτως
60Ph71rRom.1.20Φ(ω)τ(ιου) * ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ θειότης τοῦ θεοῦ καὶ ἀΐδιος δύναμις γινώσκεται εἶδέν τις τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ ἀστέρων κάλλη μέγεθος καὶ δρόμον σελήνης καὶ ἡλίου τάξιν καὶ εἱρμὸν ἀπαράβατον οὐχ ἡμέραν σελήνη ποιεῖ οὐδὲ τὴν νύκτα ὁ ἥλιος ὁ αἰθὴρ τὸν οἰκεῖον τόπον φυλάττει καὶ ὁ ἀὴρ ἕστηκεν ἡ γῆ οὐκ ἔχουσα τὸν ὑπερείδοντα βάρος ἄπειρον ἐγκέχυται αὐτῇ τὸ ὕδωρ καὶ περικέχυται προσθήκῃ βάρους προσθήκην ἀλλ' ὅμως ἕστηκε ἀκίνητος τὴν κατέχουσαν ἀνακηρύττουσα δύναμιν φέρει καρποὺς μυρίους καὶ ἰδέαις δυνάμεσι διαφέροντας μία οὖσα γῆ οὖσα τρέφει ζῴων γένη ἄπειρα ἀλλὰ καιρῶν εὐτάκτους μεταβολὰς καὶ ὑετοὺς ἐτησίους ἀλλὰ καὶ τὰ δοκοῦντα πάθη σεισμοὺς κεραυνοὺς ἀλλ' εἴ τι τούτων ἐπισκοπήσεις εἰς τὸν δημιουργὸν παραπέμπει τὸν προσέχοντα τὶ τὸ συνέχον τὶ τὸ συγκρατοῦν ἔστιν ἄρα γνῶναι σαφῶς ἀπὸ τῆς κτίσεως ὅτι ἔστι δημιουργὸς ὅτι προνοητὴς ὅτι παντοδύναμος ὅτι ἀγαθος ἀγαθοῦ γὰρ καὶ ἡ δημιουργία καὶ ἡ πρόνοια ὅτι ἀΐδιος τῷ γὰρ παντοδυνάμῳ τὶς ἐπιβουλεύει οὕτως οὖν ἡ θειότης αὐτοῦ καὶ ἀΐδιος δύναμις ἐν τοῖς ποιήμασι καθορᾶται οὕτως ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ τοῦ θεοῦ γνῶσις τοῖς ἀνθρώποις ἐγγίνεται οὕτως τὸ γνωστὸν αὐτοῦ ἐν πᾶσιν ἐφανέρωσεν τὸ γὰρ γνωστὸν τοῦ θεοῦ ταῦτα καὶ τὰ τοιαῦτὰ ἐστιν οὐσία δὲ φύσις παντελῶς πᾶσιν ἄληπτα ταῦτα καὶ Ἕλληνες ἔγνωσαν ἀλλὰ γνόντες οὐχ ὡς θεὸν ἐδοξασαν
6171rRom.1.20
6271vRom.1.20 εἰς τὸ είναι αὐτοὺς ἀναπολογήτους * τοσούτων γὰρ ὄντων τῶν δεικνύντων τὸ τοῦ θεοῦ μεγαλεῖον τι ἀπολογήσονται οἱ ἑκοντες αποτυφλοθεντες οὐκ αυτὴ δὲ σπουδὴ τῶι θεῶι γέγονεν ἄπαγε εἰ καὶ οὕτως ἐξέβη
6371vRom.1.20-Rom.1.21 διότι γνόντες τὸν θεὸν * ἔγνωσαν γὰρ διὰ τῆς κτίσεως
63Pha71vRom.1.21Φ(ω)τ(ιου) * γνόντες τὸν θεὸν τουτέστι τι ποτε ἐστι θεός τι ὀφείλει υπολαμβάνεσθαι θεὸς τοῦτο γνόντες ἑκοντες εσφαλησηαν
63Phb71vRom.1.21* ἡ γνόντες τὸν θεὸν τοῦτ' ἔστι γνῶναι δυνηθέντες εἴπερ ἠθέλησαν ἡ ὅτι ὅσον ἀπὸ τῆς τῶν ὁρωμένης κτίσεως καὶ διδασκαλίας ἔγνωσαν καὶ ἀπήρτιστο αὐτῶν ἡ γνῶσις ὅτι καὶ ἔγνωσαν τὸν θεὸν καθ' ὅσον ἐστὶν αὐτοῦ τοῖς ἀνθρώποις γνωστὸν διὸ καὶ ἔλεγεν ὅτι τὸ γνωστὸν τοῦ θεοῦ φανερὸν ἐστιν ἐν αὐτοῖς τὶ οὖν ἐστι τὸ γνωστὸν αὐτοῦ ὅτι δημιουργικὸς ὅτι προνοητικὸς ὅτι ἀγαθος ὅτι δεσπότης καὶ ὅτι δεῖ σέβεσθαι ταῦτα γνόντες καὶ μέχρι τούτου προελθόντες καλῶς ἐξετράπησαν τὰ γὰρ ὑψηλὰ ταῦτα περὶ θεοῦ φαντασθέντες ἐφ' ἑξῆς οὐχ ὡς προσῆκον θεῷ οὐδ' ὡς θεὸν ὑπέλαβον καὶ ἐδοξασαν
6471vRom.1.21 οὐχ ὡς θεὸν ἐδοξασαν * ανθ ὧν γὰρ ἔδει δοξάσαι καὶ εὐχαριστῆσαι ὅτι τὸν ὀρώμενον κόσμον δι' ἡμᾶς συνεστήσατο ἐκ τοῦ ἐναντίου καὶ ἠτίμασαν
6671vRom.1.21 ἂλλ ἐματαιώθησαν * ἐπλανήθησαν φησι καὶ τοῦ παντὸς ἐξέπεσον
65Ph71vRom.1.21Φ(ω)τ(ιου) * ποῖον γὰρ ἦν εὐκολώτερον κύκλους καὶ ζώδια εἰδωλοποιῆσαι ἐν οὐρανῷ ἢ τὸ γνῶναι ὅτι ἔστι ταύτης τῆς ὁρωμένης καὶ ὑπερφυοῦς καλλονῆς δημιουργὸς καὶ κηδεμὼν καὶ πηδαλιοῦχος
6771vRom.1.21 ἐν τοῖς διαλογισμοῖς αὐτῶν * εἰπὼν ὅτι ἑκοντες ἐτυφλώθησαν λέγει καὶ τὴν αἰτίαν ἤδε ἐστι τὸ πάντα λογισμοῖς ἐπιτρέψαι καὶ οὐχὶ πίστει βουλόμενοι γὰρ ἐν σχήματι τὸν ἀσχημάτιστον καὶ ἐν εἴκοσι σωματικαῖς τὸν άσώματον καταλαβεῖν ἐπλανήθησαν οὐ δυνηθέντων τῶν λογισμῶν πρὸς τὸ πέρας ἐξικέσθαι οἷον πόθεν δῆλον ὅτι οὐρανὸν ἡ γῆν ἐποίησέ τις δὲ πατὴρ θεοῦ ἡ τις αἰτία τῆς ὑποστάσεως ἡ αὕτη ἡ ὑπόστασις
6871vRom.1.21 καὶ ἐσκοτίσθη * νεφεσι γὰρ ὁμοιωθέντες οἱ λογισμοὶ ἐσκότισαν αὐτῶν τὴν καρδίαν ἀσύνετον δέ φησι διὰ τὸ μὴ θελῆσαι πίστει τὸ πᾶν παραλαβεῖν
6971vRom.1.21-Rom.1.22 φάσκοντες είναι σοφοὶ ἐμωράνθησαν * ἡ δὲ αἰτία τοῦ τὸ πᾶν τοῖς λογισμοῖς ἐπιτρέψαι τὸ οἴεσθαι σοφοὺς είναι καὶ ἑαυτοῖς ἀρκεῖν πρὸς πᾶσαν κατάληψιν διὸ καὶ ἐμωράνθησαν τι γὰρ ἀνοητότερον τοῦ λίθοις καὶ ξύλοις προσκυνεῖν
7071vRom.1.22-Rom.1.23 καὶ ἤλλαξαν τὴν δόξαν * εἶχον οὖν τὴν εἴδησιν τοῦ θεοῦ ἀλλὰ ταύτην δόντες ἀντέλαβον δόξαν καὶ σέβας εἰδώλων δόξαν δὲ θεοῦ τὸ δημιουργικὸν τὸ προνοητικὸν ταύτην τοιγαροῦν προσεκύρωσαν εἰδώλοις ἐν ὁμοιώμασιν ἀνθρώπων καὶ πετεινῶν καὶ τῶν λοιπῶν καὶ οὐκ αἰσχύνονται οἱ σοφοὶ τὰ τοῦ θεοῦ ἴδια καὶ ἐξαίρετα ἑρπετοῖς προσάψαντες
7171vRom.1.23 φθαρτοῦ τοῦ ἀνθρώπου * καὶ αὐτο τὸ είναι τὸν ἄνθρωπον φθαρτὸν ἦρκε αὐτῶν ἐλέγξαι τὴν ἄνοιαν τὸ δὲ ἐν τοῖς ὁμοιώμασι τοῦ φθαρτοῦ προσκυρῶσαι τὴν τοῦ θεοῦ δόξαν τῆς ἄγαν ἐστι παραπληξίας
7271vRom.1.23-Rom.1.24 διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς * οὐκ αὐτος παραδοὺς ἄπαγε ἂλλ αὐτος μὲν αὐτῶν ἠμέλησεν ὡς ἀναξίων ὄντων κηδεμονίας λοιπὸν δὲ λαβὼν αὐτοὺς ὁ σατανᾶς πάρεδωκεν εἰς απαρεδωκεν τὴν συγχώρησιν οὖν τοῦ θεοῦ παράδοσιν λέγει
72Ph71vRom.1.24Φ(ω)τ(ιου) * Τὸ δὲ παρέδωκεν αὐτοὺς ὁ θεὸς τοῦτ' ἔστιν ἡ εἰς θεὸν πλημμέλεια καὶ παροινία
72exa71vRom.1.24* ἡ οἰκεῖα αὐτῶν πρᾶξις ἡ ἑκούσιος πώρωσις αυτὴ παρέδωκεν αὐτοὺς εἰς τὰ τῆς ἀτιμίας πάθη
72Ph71vRom.1.24Φ(ω)τι(ου) * καὶ ἐπὶ τοῦ ἐναντίου γὰρ εἰώθαμεν λέγειν ὅτι ἀπώλεσεν αὐτὸν τὸ ἀργύριον καίτοι οὐ τὸ ἀργύριον ἀπολλυσιν ἀλλ' ἡ ἄσωτος αὐτοῦ καὶ ἐπὶ κακῷ χρῆσις καὶ διέφθειρεν αὐτὸν τῶν κολάκων τὸ πλῆθος καίτοι οὐκ ἐκεῖνοι διαφθείρουσιν ἀλλὰ τὸ προσέχειν καὶ πείθεσθαι τούτοις·οπερ ἐστι ἐν τῇ γνώμῃ τὸ πείθεσθαι ἡ μή
72exb71vRom.1.24Οικου(μενιου) * ἡ τάχα ἑαυτοὺς παρέδωκαν ἐπειδὴ τοῦτο ἐπεθύμουν ἐν γὰρ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν φησι
7371vRom.1.24-Rom.1.25 μετήλλαξαν ὁρᾷς πάλιν τὸ μετήλλαξαν σημαῖνον ὅτι κατὰ εἴδησιν μετήλλαξαν
7472rRom.1.25 τὴν ἀλήθειαν τοῦ θεοῦ * τουτέστι τὰ ἀληθῶς ἐπὶ θεοῦ λέγεσθαι καὶ νοεῖσθαι δυνάμενα περιέθηκαν τῶι ψεύδει τουτέστι τοῖς εἰδώλοις
74exa72rRom.1.25Θεοδ(ωρητου) * ἡ ἀλήθειαν θεοῦ καλεῖ τὸ θεὸς ὄνομα ψεῦδος δὲ τὸ χειροποίητον εἴδωλον δέον αὐτοὺς τὸν ἀληθῆ προσκυνῆσαι θεὸν τῆι κτίσει τὸ θεῖον σέβας προσήνκεγκαν
74exb72rRom.1.25Σευηρ(ιανου) * ἡ ὅτι ὁ μὲν θεὸς ἀληθῶς ἐστι θεὸς τὰ δὲ εἴδωλα οἷς προσεκύνησαν ψευδως προσαγορευονται θεοί
7572rRom.1.25 καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν * σέβοντες καὶ λατρεύοντες διετέλεσαν
7672rRom.1.25 τῆι κτίσει παρὰ τὸν κτίσαντα * ἀεὶ τῆι συγκρίσει φοβερώτερον ποιεῖ τὸν λόγον τῆι κτίσει φησι παρὰ τὸν κτίσαντα
7772rRom.1.25 ὃς ἐστι εὐλογητὸς * ἂλλ οὐ παρὰ τοῦτο παρεβλάβη τι ὁ θεός φησιν εἰς τὴν οἰκείαν δόξαν ὁ μὲν γὰρ ἔμεινε καὶ οὕτως εὐλογητὸς εἰς τοὺς αἰῶνας αὐτῶν δὲ αἱ προλεχθεῖσαι ἀμοιβαὶ καὶ αἱ λεχθησομεναι ἀτιμίαι τοῦ σώματος καὶ ἀντιδόσεις
7872rRom.1.25-Rom.1.26 διὰ τοῦτο παρέδωκεν * διὰ τοῦτο ποῖον ἐπειδὴ ἐλάτρευσαν τῆι κτίσει παρὰ τὸν κτίσαντα
7972rRom.1.26 αἱ τε γὰρ θηελιαι * ἔχοντες γὰρ ἐκ φύσεως μίξιν νόμιμον μετήλλαξαν αὐτήν
8072rRom.1.26 εἰς τὴν παρὰ φύσιν * αἰσχρότατον τι λέγει ἐπικεκαλυμμένως
8172rRom.1.26-Rom.1.27 αφαντες τὴν φυσικὴν * δείκνυσιν ὅτι οὐ μόνον τοῖς θείοις νόμοις ἀλλὰ καὶ τοῖς τῆς φύσεως νόμοις ἐπολέμουν
8272rRom.1.27* Τὸ δὲ ἐξεκαύθησαν πολλὴν μανίαν καὶ οἶστρον δηλοῖ
8372rRom.1.27* καὶ οὐκ εἶπεν τὴν ἐπιθυμίαν κατεργαζόμενοι ἀλλὰ τὴν ἀσχημοσύνην δηλῶν ὅτι καὶ αὐτὴν τὴν φύσιν κατησχυναν
8472rRom.1.27 κατεργαζόμενοι * ὁρᾷς ὅτι οὐκ ἀγνοίας ἦν τὰ πάθη ἂλλ ὅτι σπουδὴν εἶχον ἐργάζεσθαι αυτὰ τὸ γὰρ κατὰ ἐπίτασίν τινα καὶ φιλονεικίαν δηλοῖ ὡς εἰ τις φιλονεικοίη ὅπως μᾶλλον προσκρουοι θεῶι
8572rRom.1.27 καὶ τὴν ἀντιμισθίαν ἦν ἔδει * ἦν προσῆκον ἦν ἥτις αὐτοῖς ὠφείλετο τοιούτοις οὖσιν
8672rRom.1.27* τὸν ὀφειλόμενον μισθὸν τῆι πλάνηι αὐτῶν πλάνην δέ φησι τὸ προσκυνῆσαι τῆι κτίσει ἦν ἀπολαμβάνουσιν ἐν ἑαυτοῖς γυνὴ ἀπὸ γυναικὸς καὶ ἀνὴρ ἀπὸ ἀνδρὸς ἐν ασχημονουντες ἐπειδὴ γὰρ τοῖς περὶ γεέννης λόγοις οὐκ ἐπίστευον ταύτην αὐτοῖς ἀντιμισθίαν ὁ Παῦλος προφέρει ἦν καὶ ἠρυθρίων
8772rRom.1.27-Rom.1.28 καὶ καθὼς οὐκ ἐδοκίμασαν * ὁρᾷς ὅτι οὐκ ἀγνοίας ἦν ἡ πλάνη ἂλλ εἰδήσεως μᾶλλον δὲ καὶ τούτων τινας αἰνίττεται εἰ καὶ ὡς ἐπὶ ἑτέροις ἐσχημάτισται ὁ λόγος
8872rRom.1.28 παρέδωκεν αὐτοὺς ὁ θεὸς * τῆι γὰρ ἀποστροφῆι τοῦ θεοῦ εἰσάγεται νοῦς ἀδόκιμος παρὰ τῶν δαιμόνων τοῦτο παράδοσιν ἔθος καλεῖν τῆι Γραφῆι
8972rRom.1.28-Rom.1.29 πεπληρωμένους πάσηι ἀδικία * οὐδέν φησι συμμετρον ἀλλὰ πεπληρωμένους πάσης ἀδικίας ὅταν γὰρ ἀποστροφὴ θεοῦ γένηται εἰκοτως πάντα ἀντεισέρχεται τὰ κακὰ εἶτα γενικῶς εἰπὼν τὴν ἀδικίαν λοιπὸν καὶ τοῖς ἐιδικωτέροις αὐτῆς ἐπεξέρχεται
89ex72rRom.1.29* καὶ ἑνὶ τούτωι τῶι τῆς ἀδικίας προσρήματι κοινῇ τὰ εἰς άλληλους αὐτῶν πάντα περιλαβὼν ἁμαρτήματα ἐν τοῖς ἑξῆς ἀπαριθμεῖται καθ' ἕκαστον καὶ πονηρίαν μὲν λέγει τὸν ἐκ κατασκευῆς εἰς τινα παρὰ τοῦ πόνον γινόμενον πλεονεξίαν δὲ τὴν ὑπὲρ τῆς ἐπιθυμίας τοῦ πλείονος βλάβην κακίαν δὲ τὴν τοῦ κακῶσαὶ τὸν πέλας σπουδὴν φθόνον δὲ τὴν ἐπὶ τοῖς τοῦ πλησίον καλοῖς βασκανίαν φόνον δὲ τὴν μέχρις ἀναιρέσεως κίνησιν ἔριν δὲ τὴν ἐπίψογὸν φιλονεικίαν δόλον δὲ τὰς ἐπὶ λύμηι τῶν ἀδελφῶν ἐπιβουλάς τε καὶ μηχανὰς κακοήθειαν δὲ τὴν κακοτροπίαν ψιθυρισμὸν δὲ τὴν υπ ὀδόντα τῶν παρόντων κακολογίαν καταλαλίαν δὲ τὴν εἰς ἀπόντας ὑπό τινων βλασφημίαν θεοστυγεῖς δὲ οὐ τοὺς ὑπο θεοῦ μισουμενους οὐ γὰρ αὐτῶι τοῦτο δεῖξαι πρόκειται νυν ἀλλὰ τοὺς μισοῦντας θεὸν ὑβριστὰς δὲ τοὺς θρασεῖς καὶ λοιδόρους ὑπερηφάνους δὲ τοὺς κατὰ τῶν οὐκ ἐχόντων ἐφ' οἷς ἔχουσι φυσωμένους ἀλαζόνας δὲ τοὺς ἐφ' οἷς οὐκ ἔχουσιν αὐχοῦντας ὡς ἔχοντας ἐφευρετὰς δὲ κακῶν τοὺς ἐπὶ τοῖς παλαιοῖς κακοῖς ἕτερα καινοτομοῦντας κακὰ γονεῦσι δὲ ἀπειθεῖς τοὺς καὶ μέχρι γονέων ἀγνώμονας ἀσυνέτους δὲ τοὺς ἀσυνειδήτους ὧν οὐδὲν ἀφρονέστερον ἀσυνθέτους δὲ τοὺς ταῖς συνθήκαις μὴ ἐμμένοντας ἃς ἂν πρός τινας συνθῶνται ἀστόργους δὲ τοὺς ἀπηνεῖς καὶ ἀφίλους ἀσπόνδους δὲ τοὺς ἀδιαλλάκτους καὶ μνησικάκους ἀνελεήμονας δὲ τοὺς ἀκαμπεῖς καὶ ἀνενδότους πρὸς ἔλεον
9072rRom.1.29-Rom.1.30 ἀλαζόνας εἰ γὰρ ὁ κατορθῶν τῆι ἀλαζονείαι χρησάμενος ἐκένωσε τὰ κατορθωθέντα ποίας ἂν εἴη τιμωρίας ἄξιος ὁ ἐν ἁμαρτίαις αλαζομενουμενος
9172rRom.1.30 εφευρεστας κακῶν ὅπερ μελετώντων καὶ σπουδαζόντων ἴδιον οὐ μὴν ἀγνοούντων
9272rRom.1.30-Rom.1.31 ἀσυνθέτους ἀποσχοινίζοντας ἀπὸ πάντων τουτέστι πάντας μισοῦντας καὶ ἀποστρεφομένους
9372rRom.1.31-Rom.1.32 οἵτινες τὸ δικαίωμα πάλιν δείκνυσιν αὐτοὺς ἐν γνώσει ἁμαρτάνοντας δικαίωμα δὲ τὰς ἐντολὰς λέγει
93Ph72rRom.1.32* ὁ γὰρ νόμος ὁ Μωϋσαϊκὸς τρανῶς καὶ ἀποτομως διακελεύεται ἀξίους θανάτου κρίνων τοὺς τὰ τοιαῦτα πράττοντας
9472rRom.1.32* Τοῦτο γὰρ ἐστι τὸ δικαίωμα καὶ ἡ ενυολη τοῦ θεοῦ
9572rRom.1.32 οὐ μόνον αυτὰ ποιοῦσιν δύο τίθησιν ἐγκλήματα τὸ ποιεῖν τε καὶ συμπράττειν τοῖς ποιοῦσι καὶ εἰς τὸ κακὸν παρακαλεῖν τὸν πλησίον
95ex72vRom.1.32Ισιδ(ωρου) * τινες μὴ νοήσαντες τὸ εἰρημένον ἀλλὰ διαπορήσαντες καὶ παραπεποιῆσθαι τὰς ἀποστολικὰς λέξεις νομίσαντες οὕτως αὐτὰς ἡρμήνευσαν οὐ μόνον οἱ ποιοῦντες αὐτὰ ἀλλὰ καὶ οἱ συνευδοκοῦντες τοῖς πράσσουσιν οὕτως γὰρ εἶχεν ἔφασαν τὸ παλαιὸν ἀντίγραφον ἵνα μεῖζον ἦι τὸ ποιεῖν καὶ ἔλαττον τὸ συνευδοκεῖν ἐγὼ δὲ οὔτε ἡμαρτῆσθαι ἐν τούτωι φήσας τὰ ἀποστολικὰ βιβλία οὔτε καταδραμὼν τῶν μὴ νενοηκότων φράσας τοῖς ἐντευξομένοις ἐπιτρέψω τὴν ψῆφον φημι τοίνυν ὅτι ἐπειδὴ τοῦ πλημμελεῖν τὸ ἐπαινεῖν τοὺς πλημμελοῦντας πολλῷ ἀργαλεώτερον ἐστι καὶ μεῖζον εἰς κολάσεως λόγον εἰκοτως εἴρηται οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκουσσι τοῖς πράσσουσιν ὁ μὲν γὰρ μετὰ τοῦ πλημμελεῖν καταγινώσκων τῆς ἁμαρτίας δυνήσεται χρόνωι ποτε ἑαυτὸν ἀνακτήσασθαι μεγίστην βοήθειαν ἔχων εἰς τὸ μεταγνῶναι τὴν κατάγνωσιν τῆς ἁμαρτίας ὁ δὲ ἐπαίνων τὴν πονηρίαν τῆς ἐκ τοῦ μετανοῆσαι βοηθείας ἑαυτὸν ἀποστερεῖ ἐπεὶ τοινων δι' εφθαρμενης ἐστι γνώμης καὶ ψυχῆς ἀνίατα νοσούσης αὕτη ἡ ψῆφος εἰκοτως τοῦ πλημμελοῦντος ὁ τὴν ἁμαρτίαν ἐπαίνων πολλῷ παρανομώτερος κέκριται
9672vRom.1.32-Rom.2.1 πᾶς ὁ κρίνων ἔδει τὴν πόλιν ἐγχειρισθεῖσαν τοῦ κόσμου τὴν ἡγεμονίαν καὶ λοιπὸν πρὸς τοὺς ἄρχοντας ἀποτείνεται ὁ δὲ αὐτος καὶ πρὸς ἰδιώτας ἁρμοζει λόγος
96Ph72vRom.2.1Φ(ω)τι(ου) * Ὑπερβολὴν παρανομίας λέγει καὶ ἔπραττον αὐτοὶ τὰ παράνομα καὶ συνέτρεχον τοῖς πράττουσιν καὶ ἐπειδ' ἄν τις ἁλοὺς ὑπο τινος ἐπὶ κρίσιν ἤγετο αὐτοὶ ἐκαθέζοντο καὶ κατέκρινον ἐκεῖνον οὗ τὰ ἴσα αὐτοὶ ἔπραττον καὶ ᾧ εἰς τὸ πράττειν συνέτρεχον καὶ ὅμως κατέκρινον οὕτως ᾔδεισαν ὅτι ἁμαρτάνουσιν ὥστε πολλῷ μᾶλλον ἑαυτοὺς προκατέκρινον
9772vRom.2.1 σεαυτὸν κατακρίνεις ὁ γὰρ τὰ κακὰ πράσσων κατακρίνων δὲ τοὺς τὰ ὁμοία πράσσοντας καθ' ἑαυτοῦ πρώτου τὴν κατάκρισιν φέρει
9872vRom.2.1-Rom.2.2 κατὰ ἀλήθειαν ὧδε μὲν γὰρ οὐ κατὰ ἀλήθειαν ἐστι τὸ κρίμα πολλοὶ γὰρ καὶ ἔνοχοι διαφεύγουσι καὶ ἀθῶοι κατακρίνονται ἐκεῖ δὲ κατὰ ἀλήθειαν ἐστι καὶ ὧδε δὲ τὸ τοῦ θεοῦ κρίμα οὔτε ἄδικον ἀθῶοι οὔτε δίκαιον κατάκρινει ὅταν εἰς κρίσιν καὶ ἐνταῦθα καταστῇ τισιν
9972vRom.2.2-Rom.2.3 λογίζηι δὲ τοῦτο πολλοὶ γὰρ ἡγοῦνται ὅτι κἂν ἐγώ φησιν ἁμαρτάνω ἄλλους δὲ κωλύω ἁμαρτεῖν μισθὸν ἐκ τούτου ἔχω ἀλλὰ ἀκούσεται τὸ ιατρεον θεράπευσον σεαυτὸν τὴν γὰρ καταδίκην φησι σὺ σαυτῷ ἐπήγαγε πρώτῳ
10072vRom.2.3-Rom.2.4 ἡ τοῦ πλούτου τῆς χρηστότητος μακροθυμεῖ μὲν πλὴν εὰν μὴ ἐπιστραφῶμεν τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει
10172vRom.2.4 καὶ τῆς ἀνοχῆς διὰ τοῦτο γὰρ μακροθυμεῖ οὐχ ἵνα τῆι μακροθυμίαι χρήσηι εἰς ἀφορμὴν μείζονος καταφρονήσεως ἂλλ ἵνα διάστημα μετανοίας λάβῃς ἐπιμένων οὖν ἀπολήψηι
10272vRom.2.4-Rom.2.5 κατὰ δὲ τὴν σκληρότητὰ σου ὅταν γάρ τις μήτε χρηστότητι μαλάσσηται μήτε ὀργὴν δειλιᾶι τι τούτου σκληρότερον
10372vRom.2.5 θησαυρίζεις σεαυτῷ τὸ πάντως φυλαχθησόμενον δηλοῖ καὶ ὅτι σὺ σαυτῷ αἴτιος σὺ γὰρ ἀποτιθεὶς καὶ θησαυρίζεις
10472vRom.2.5 καὶ ἀποκαλύψεως ἵνα μὴ ὀργὴν θεοῦ ἀκούων πάθος νομίσῃς ἐπήγαγεν ἀποκαλύψεως δικαιοκρισίας ἔνθα γὰρ δικαιοκρισία οὐκ ἐστι πάθος τότε γὰρ μάλιστα ἡ δικαιοκρισία ἀποκαλύπτεται ὅταν ἀποδίδωσιν ἑκάστωι κατὰ τὰ ἔργα αὐτοῦ
105ex72vRom.2.5 καὶ δικαιοκρισίας ὡς πρὸς τὴν ἑρμηνείαν τὸ καὶ παρέλκεται
10672vRom.2.5-Rom.2.7 τοῖς μὲν καθ' ὑπομονήν οὐ γὰρ μόνον ἡ πίστις ἀρκεῖ ἀλλὰ καὶ ἔργων χρεία ὑπομονὴν δὲ εἰπὼν γενναίως ἔχειν διδάσκει πρὸς τοὺς πειρασμούς
10772vRom.2.7 ἔργου ἀγαθοῦ τὸ ὑπερβατον ζητοῦσι ζωὴν αἰώνιον
10872vRom.2.7 καὶ ἀφθαρσίαν τὰς περὶ ἀναστάσεως ἀνοίγει θύρας
106Ph72vRom.2.7Φ(ω)τ(ιου) * Ἀπὸ κοινοῦ τὸ ἀποδώσει ὃς καὶ ἀποδώσει ἀποδώσει γὰρ τοῖς μὲν τὰ ἀγαθὰ τοῖς δὲ ἀποδοθήσεται θυμὸς καὶ ὀργὴ καὶ τὰ ὅμοια ἔστι δὲ διπλοῦν τὸ σχῆμα τοῦ λόγου καὶ ἀπὸ κοινοῦ γὰρ καὶ ζεῦγμα σκοπεῖ δὲ ὅτι τὰ μὲν ἀγαθὰ ἀποδώσει φησὶ τὴν δὲ κόλασιν οὐκ ἀποδώσει ἀλλ' ἀποδοθήσεται καὶ οὐδὲ τοῦτο κατὰ λέξιν εἶπεν ἀλλ' ἀφῆκεν συνεπινοηθῆναι οὕτως οἶδε τὸ μὲν δικαιοῦν καὶ σώζειν οἰκεῖον θεοῦ τὸ δὲ τιμωρεῖν αὐτὸν καὶ κολάζειν ἀπὸ τῆς τῶν ἁμαρτανοντων πωρώσεως καὶ τοῦ μὴ μετανοεῖν καὶ ἐπιστρέφειν
10972vRom.2.7-Rom.2.8 τοῖς δὲ ἐξ ἐριθείας πάλιν δείκνυσι φιλονεικίας είναι καὶ ῥαθυμίας τὰ ἁμαρτήματα
110ex72vRom.2.8 καὶ ἀπειθοῦσι μέν παρέλκεται ὁ καί
11072vRom.2.8 πειθομένοις δὲ τῆι ἀδικίαι τις γὰρ πιστεύει ὅτι καλὸν ἡ ἀδικία καὶ κακὸν ἡ ἀλήθεια δῆλον οὖν ὡς ἐν γνώσει ἐστιν ἡ ἁμαρτία τοῦτο γὰρ μάλιστα τὸ πειθομένοις δηλοῖ ἑκὼν γὰρ πείθεται ὁ πειθόμενος
11172vRom.2.8-Rom.2.9 ἐπὶ πᾶσαν ψυχήν οὐκ ἑνί φησι βασιλεὺς οὐκ ἑνὶ δυνάστης ὃς διαφεύξεται
11272vRom.2.9 Ἰουδαίου τε πρῶτον ὅσω γὰρ πλείονος διδασκαλίας ἠξίωται τοσούτῳ ἁμαρτάνων πλέον τιμωρηθησεται
113ex72vRom.2.9 καὶ Eλληνος ἔσεσθαι φησι ἡ μᾶλλον εσεται
11472vRom.2.9-Rom.2.10 καὶ εἰρήνη καλῶς τὸ καὶ εἰρήνη ἐκεῖ γὰρ οὐδεὶς διὰ φθόνον μαχήσεται τῶι τιμηθέντι ἡ δοξασθέντι
11573rRom.2.10 Iουδαιωι τε ἵνα μὴ νομίζωσιν Ἰουδαῖοι τὸν ἀκροβυστον κἂν θεοσεβὴς ἦι ἔλαττον ἔχειν συνάπτει αὐτούς
11673rRom.2.10 καὶ Eλληνι Ἕλληνα οῦτον ειδωλατρην λέγει ἀλλὰ τὸν ἀκροβυστον μὲν θεοσεβῆ δὲ καὶ πιστόν
11773rRom.2.10-Rom.2.11 οὐ γὰρ ἐστι προσωποληψία οὐ γὰρ προσώπων ἂλλ ἔργων ἐστιν ἡ ζήτησις
11873rRom.2.11* ἐντεῦθεν ἄχρι φυλλων πλειόνων μάχην εἰσάγει ἐθνικῶν καὶ Ἰουδαίων καὶ συνηγορεῖ τοῖς ἐθνικοῖς μὲν φύσει δὲ τὰ δικαία πράττουσι τοῦτο δὲ ποιεῖ θέλων τὸν μὲν νόμον ἐκβαλεῖν τὴν δὲ πίστιν ἀντεισαγαγεῖν
118exa73rRom.2.11-Rom.2.12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον δεῖξαι θέλει ἐν δύο ἁμαρτήσασιν Ἰουδαίωι καὶ ἀκροβύστω χεῖρον τὸν Ἰουδαῖον τιμωρεῖσθαι ὅσω καὶ νόμου ὁδηγοῦ εὐπορήσας ἥμαρτεν ἀνόμως δὲ ἁμαρτάνοντα εἰσάγει τὸν ἀκροβυστον ὅς φησι ἀνόμως ἀπολεῖται τουτέστιν οὐ μετὰ ἀκριβείας νόμου ὁ δηλοῖ τὴν συμμετρον ἀπώλειαν ἐννόμως δὲ ἁμαρτόντα λέγει τὸν Ἰουδαῖον ὅς φησιν διὰ τοῦ νόμου ὃν καὶ παραβέβηκε κριθήσεται τουτέστι κατακριθήσεται δηλοῖ δὲ τοῦτο τὴν χείρονα ἀπώλειαν κρίσιν δὲ αὐτὴν καλεῖ καὶ οὐκ ἀπώλειαν διὰ τὸ ἡγεῖσθαι τὸ δικαστηριον εἰ χεῖρον οὖν ὁ Ἰουδαῖος τιμωρεῖται κατὰ τὴν παραγραφήν πως ἐπὶ μὲν τοῦ Ἕλληνος ἀπολοῦνται εἶπεν ἐπὶ δὲ τοῦ Ἰουδαίου κριθήσονται ὧν τὸ μὲν ἀναμφίβολον κακὸν είναι δοκεῖ τὸ δὲ ἀμφίβολον ἀλλὰ πρόσχες κρίμα ἐνταῦθα τὸ κατάκριμα λέγει τουτέστι τὴν ἀναμφίβολον ἀπώλειαν δηλοῖ ἀλλὰ ἑνὶ τιμωρία παρὰ τιμωρίαν καὶ τὰ δύο οὐκ ἀναμφίβολον ἀπωλείας
118exb73rRom.2.12Ιω(αννου) * ἐνταῦθα οὐ μόνον ἰσοτιμίαν δείκνυσιν Ἰουδαίου καὶ Ἕλληνος ἀλλὰ καὶ πολὺ τὸν Ἰουδαῖον βαρούμενον ἀπὸ τῆς τοῦ νόμου δόσεως ὁ μὲν γὰρ Ἕλλην ἀνόμως κρίνεται τὸ δὲ ἀνόμως ἐνταῦθα οὐ τὸ χαλεπώτερον ἀλλὰ τὸ ἡμερώτερον λέγειν τουτέστι οὐκ ἔχει κατηγοροῦντα τὸν νόμον χωρὶς τῆς ἐκείνου κατάκρισεως ἀπὸ τῶν τῆς φύσεως λογισμῶν καταδικάζεται μόνον ὁ δὲ Ἰουδαῖος ἐννόμως τουτέστι μετὰ τῆς φύσεως καὶ τοῦ νόμου κατηγοροῦντος οσως γὰρ πλείονος ἀπέλαυσεν ἐπιμελείας τοσούτῳ μείζονα δώσει δίκην
118exc73rRom.2.12
11973rRom.2.12-Rom.2.13 ἂλλ οἱ ποιηταὶ τοῦ νόμου ἴσως γὰρ ἀνθρώπους πλανῶσιν ἂλλ οὐ τοὺς ἀκροατὰς τοῦ νόμου δίκαιοι θεὸς ἀλλὰ τοὺς ποιητάς
12073rRom.2.13-Rom.2.14 φύσει τὰ τὸ τοῦ νόμου τοῖς τῆς φύσεως λογισμοῖς χρώμενα πρὸς δικαιοπραγίαν
120ex73rRom.2.14
12173rRom.2.14 ἑαυτοῖς εἰσι νόμος θαυμάσιο οὖν οὗτοι οἱ νόμου παιδαγωγὸ μὴ δεηθέντες αὐτοὶ νομοθέται τε εἰσιν ἑαυτῶν καὶ πληρωταὶ τῆς νομοθεσίας
12273rRom.2.14-Rom.2.15 γραπτὸν ἐν ταῖς καρδίαις οὐ γὰρ δέονται τοῦ ἐν γράμμασι νόμου φησι ἀλλὰ τούτοις ἡ καρδία ἔγγραπτον ἔχει κατανοούμενον τὸν νόμον
12373rRom.2.15 συμμαρτυρούσης αὐτῶν αρχει γὰρ ἀντὶ νόμου τὴν οἰκείαν συνείδησιν ἔχειν μαρτυροῦσαν
12473rRom.2.15 καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν ἐν ἐκείνωι γὰρ τῶι κριτηρίω οὐ δεόμεθα τῶν ἔξωθην ἡ κατηγορούντων ἡ μαρτυρούντων ἡμῖν τὰ χρηστὰ ἂλλ οἱ ἑκάστου λογισμοὶ καὶ τὸ συνειδὸς ἡ κατηγορεῖ ἡ απολογειται
124Ph73rRom.2.15Φ(ω)τ(ιου) * Τὸ μεταξὺ ἀλλήλων τῶν λογισμῶν καθ' ὑπερβατὸν εἴρηται ἐφεξῆς γὰρ ἐστι τοῦ οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται ἑρμηνεία γὰρ ἐστι πῶς οἱ μὲν δικαιοῦνται οἱ δὲ οὐ δικαιοῦνται καί φησιν ὅτι οὐ δεομένου τοῦ κριτηρίου μαρτύρων οὔ τινων ἔξωθεν ἀποδείξεων ἀλλ' οἴκοθεν ἐξ αὐτῶν τῶν λογισμῶν καὶ ἡ ἁμαρτία παρίσταται καὶ ἡ ἀρετὴ ἐπίδηλος γίνεται διὸ κἂν ἄνθρωποι ἐνταῦθα ἀθῳωσιν οὐ δεῖ τούτοις θαρρεῖν οὐδὲν γὰρ ἐκείθεν ὠφελήσουσιν κἂν πάλιν κατακρίνωσιν οὐ χρὴ φροντίζειν οὐδὲν γὰρ ἐκεῖ βλάψουσιν ἀλλ' ἀρκεῖ καὶ εἰς κατάκρισιν καὶ εἰς ἀθῴωσιν ἡ τῶν οἰκείων λογισμῶν συναίσθησις καὶ μαρτυρία διὰ τὶ δὲ εἰπὼν κατηγορούντων τῶν λογισμῶν οὐκ εἶπε καὶ δικαιούντων οὕτω γὰρ ἂν ἐδηλοῦντο οἱ κολαζομενοί τε διὰ τοῦ κατηγορούντων καὶ οἱ σωζόμενοι διὰ τοῦ δικαιούντων νῦν δὲ ὡς ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ προτρέπεται νοεῖν ἡ ἀκολουθία καὶ τὸ κατηγορούντων καὶ τὸ ἀπολογουμένων φαμὲν οὖν ὅτι οὐ δεῖ ἐπὶ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμφοτερα λαβεῖν ἀλλὰ κατηγορούντων μὲν τῶν λογισμῶν ἐφ' ἑτέρων ἤτοι τῶν κολασθησομένων ἀπολογουμένων δὲ ἐφ' ἑτέρων ἤτοι τῶν σωθησομένων διὰ τὶ οὐκ εἶπεν δικαιούντων καὶ κατακρινοντων ὅτι οὐ δικαιοῦσιν οὗτοι οὐδὲ τιμωροῦνται ἀλλὰ κατηγοροῦσι μὲν ἢ ἀπολογοῦνται τὴν δὲ κρίσιν τῆς τιμωρίας ἢ τῆς δικαιώσεως ὁ κριτὴς ἐπάγει καλῶς οὖν φησιν τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων Πάλιν ἔστιν εἰπεῖν τὶ οὖν πῶς ἀπολογοῦνται μηδενὸς κατηγοροῦντος τὸ γὰρ κατηγορούντων εἴρηται ὅτι ἐπὶ τῶν κολασθησομένων δεῖ λαβεῖν τὸ δὲ ἀπολογουμένων ἐπὶ τῶν δικαιωθησομένων καὶ καλῶς εἴρηται πῶς οὖν ἀπολογοῦνται μηδενὸς κατηγοροῦντος κατηγοροῦσι καὶ ἐνταῦθα οὐ γὰρ ἔστιν οὐκ ἔστιν ἄνθρωπον ἄνευ ἁμαρτίας ἐκεῖθεν ὀφθῆναι ἀλλ' ἡ κατηγορία ἐπεὶ οὐκ ἔστι βάρος ἔχοντα καὶ ὄγκον τὰ ἁμαρτήματα οὐκ ἔστι σφοδρὰ οὐδὲ ἀπαράγραπτος ἀλλ' ἀπολογίαν προάγουσι πρὸς αὐτὴν οἱ λογισμοὶ τὸ εὐολισθον τῆς φύσεως τὸ ἀσθενὲς τὴν τοῦ θεοῦ φιλανθρωπίαν τὸν ἔλεον καὶ παύεται μὲν ἐκείνη νικᾷ δὲ ἡ ἀπολογία ἀπὸ τῆς ἀπολογίας οὖν εἰσιν κἂν ἡ κατηγορία προηγήσατο ἄξιοι οὗτοι σημαίνεσθαι ἐπειδὴ δὲ ἐν τοῖς ἀπολλυμένοις ἄτοπα μὲν καὶ χαλεπὰ τὰ ἁμαρτήματα σφοδρὰ δὲ καὶ ἀπαραίτητος ἡ κατηγορία οὐδαμοῦ δὲ ἡ ἀπολογία τίθησιν ἐπ' αὐτῶν πάλιν μόνον τὸ κατηγορούντων εἰσὶ δὲ συγγνωστὰ μὲν ἃ κατὰ λογισμοὺς ἡμάρτομεν ἀσύγγνωστα δὲ ἃ μέχρι πράξεων παρειλκύσαμεν καὶ πάλιν συγγνωστὰ μὲν ἃ διὰ μετανοίας καθηράμεθα ἀσύγγνωστα δὲ οἷς μηδὲ τὸ διὰ ταύτης ἰατήριον καὶ τὴν θεραπείαν προσενηνόχαμεν ∆ύναται δὲ καὶ ὡς ἔχει τάξεως ἡ λέξις τοῦ ῥητοῦ ἡ διάνοια παραληφθῆναι οἷον ὁ μὲν τὸν νόμον λαβόντες καὶ τὸν νόμον καὶ τὴν συνείδησιν ἔχουσιν ἐφ' οἷς ἁμαρτάνουσι κατηγοροῦσαν οἱ δὲ μὴ παρειληφότες φησὶ τὸν νόμον πράττοντες δὲ ἀπὸ συνειδήσεως τὰ τοῦ νόμου οὗτοι τὴν συνείδησιν προβάλλονται μάρτυρα τῆς ἀγαθοεργίας ἵνα γὰρ μή τις εἴπῃ οὐκοῦν κατὰ τύχην πράττουσι τὸ ἀγαθον εἰ μὴ νόμῳ πράττουσιν οὐμενοῦν φησὶν ἀλλὰ μετὰ συνειδήσεως διδάσκαλον ταύτην καὶ μάρτυρα ἔχοντες τῆς ἀγαθοεργίας διὸ καὶ μείζονος ἄξιοι ἀποδοχῆς καὶ μείζονα τὸν ἔλεγχον κατὰ τῶν μετὰ νόμου ἁμαρτανοντων ἐπάγονται εἶτα ἐπειδὴ οὐ πάντες οἱ χωρὶς νόμου ἀγαθοεργοῦσιν ἀλλ' εἰσὶν οἳ καὶ πλημμελοῦσιν δείκνυσιν οὐδ' αὐτοὺς ἐσομένους ἀτιμωρήτους εἰ γὰρ καὶ μὴ νόμον ἔχουσι φησὶ τὸν κατηγοροῦντα ἀλλὰ καὶ οὗτως δίκας ὑφέξουσι μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων τὸ δὲ ἢ καὶ ἀπολογουμένων πίστωσὶς ἐστιν ἐκ τοῦ ἐναντίου ἐπαγομένη ὡσανεὶ ἔλεγεν ὅτι ὥσπερ ἀπολογουμένων τῶν λογισμῶν ἀθῴωσις ἀκολουθεῖ τοῦ νόμου χωρὶς οὕτω κατηγορούντων πάλιν χωρὶς τοῦ νόμου ἡ κατάκρισις ἕπεται ποτε δὲ ταῦτα ἐν τῇ δευτέρᾳ παρουσίᾳ
12573vRom.2.15-Rom.2.16 τὰ κρυπτὰ τῶν ἀνθρώπων οἱ μὲν γὰρ ἄνθρωποι τὰ φανερὰ ὁ δὲ θεὸς τῶν κρυπτων ἐστι εξεταστης
12673vRom.2.16 διὰ Ἰησοῦ Χριστοῦ ὁ γὰρ πατήρ φησι κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῶι υἱῶι
12773vRom.2.16-Rom.2.17 ἴδε σὺ Ἰουδαῖος εἰπὼν ὅτι οὐδὲν τῶι θεοσεβεῖ μὲν ἀκροβύστω δὲ λείπει πρὸς τὸ σωθῆναι εὰν ἦι μόνον τοῦ νόμου ποιητὴς τίθησι λοιπὸν καὶ ἐφ' οἷς μέγα ἐφρόνουν Ἰουδαῖοι δεικνὺς ὅτι οὐδὲν τούτων ὠφελεῖ τὸν μὴ ὀρθῶς βιοῦντα καὶ πρῶτον αὐτο τὸ ὄνομα τέθεικεν ἴδε σύ φησιν Ἰουδαῖος ἐπονομάζηι ἐδοκει γὰρ καὶ αὐτο τὸ ὄνομα μέγα είναι ὥς νυν τὸ τῶν Χριστιανῶν
12873vRom.2.17 ἐπονομάζηι οὐ γὰρ εἰ κατὰ ἀλήθειαν εἰ μὴ πληροῖς τὸν νόμον
128ex73vRom.2.17* καὶ ἐπαναπαύῃ τῶι νόμωι οὐ γὰρ κάμνεις φησιν ὡς ἔξω νόμου πολιτευόμενος τὸ πρακτέον ἐπιζητῶν ἂλλ ἔχεις τὸν νόμον σαφῶς ἅπαντα σε διδάσκοντα
12973vRom.2.17 ἡ οὕτως μέγα φησι ἐπὶ τῶι νόμωι φρονεῖς καὶ ἐν τρυφας αὐτῶι ὡς ἡξιωμένος νομουθειου παρὰ τοὺς λοιποὺς τὸ δὲ ἐπαναπαύηι δηλοῖ ὅτι οὐ καμάτωι αὐτῶν ἡ κατορθώμασιν ἐδόθη ἀλλὰ θεία χάριτι
13073vRom.2.17 καὶ καυχᾶσαι ἐν θεῶι ὡς μόνος ἀγαπηθεὶς παρὰ τοὺς λοιποὺς ἀνθρώπους δοκεῖ δὲ αὐτοὺς καὶ εἰς ἀπόνοιαν σκώπτειν
13173vRom.2.17-Rom.2.18 καὶ γινώσκεις τὸ θέλημα καίτοι τὸ γινώσκειν μὲν μὴ ποιεῖν δὲ πλείονα παρεσκέυαζε τὴν κόλασιν ἂλλ ὅμως καὶ ἐπὶ τούτωι μέγα ἐφρόνουν ὅθεν οὐ λέγει ποιεῖς ἀλλὰ γινώσκεις τὸ τοῦ θεοῦ θέλημα
13273vRom.2.18 καὶ δοκιμάζεις τὰ διαφέροντα ἡ γὰρ τοῦ νόμου κατήχησις οἶδε τῶν συμφερόντων ἀκριβῆ δοκιμασίαν ἐκδιδάξαι οὗτοι δὲ μὴ ποιοῦντες καὶ ἐπὶ τῶ εἰδέναι τὴν τῶν συμφερόντων δοκιμασίαν μέγα ἐφρόνουν
13373vRom.2.18-Rom.2.19 πέποιθας τε οὐκ εἰ φησιν ὁδηγος τυφλῶν ἂλλ οὕτω περὶ σεαυτοῦ λογίζηι τυφλοὺς δὲ λέγει καὶ ἐν σκότει καὶ ἄφρονας καὶ νηπίους τοὺς προσκολλωμένους αὐτοῖς προσηλύτους οἱ οὔπω εἴδησιν εἶχον τοῦ νόμου τούτοις γὰρ τοῖς ὀνόμασιν ἀπὸ κενοδοξίας αὐτοὶ τοὺς προσηλύτους ἐκάλουν διὸ καὶ αὐτος ἠρέμα ἐπονειδίζων αὐτοῖς τούτοις τοῖς τοιούτοις ὀνόμασιν ἐχρήσατο
13473vRom.2.19-Rom.2.20 ἔχοντα τὴν μόρφωσιν εὐφυῶς εἶπεν μόρφωσιν γνώσεως καὶ εὐσεβείας δηλῶν ὅτι οὐκ αὐτὴν ἔχουσι τὴν ἀληθῆ γνῶσιν καὶ εὐσέβειαν ἂλλ ἐπίπλαστον εἰκονα τινα σχῆμα μὲν ἔχουσαν ἀληθείας οὐκ οὖσαν δὲ καλῶς δὲ κεῖται τὸ ἐν τῶι νόμωι ἔδει γὰρ τὴν εἰκονα τὴν ἀληθῆ ἐν τῶι συνειδότι καὶ ἐν ταῖς πράξεσι κεστῆσθαι σὺ δέ φησι μέγα φρονεῖς ὡς ὅτι ὁ νόμος ἔχει τὴν εἰκονα ταύτην ἂλλ οὐδὲν τοῦτο πρός σε ἐπεὶ μὴ ποιητὴς εἰ τοῦ νόμου
134Ph73vRom.2.20Φ(ω)τ(ιου) * Μορφοῦται τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἐν τῷ νόμῳ ἀληθείας ὁ εἰδὼς αὐτὸν καὶ πολιτευόμενος κατ' αὐτον τέθεικε γὰρ τὸ μὲν μόρφωσιν γνώσεως ἐπὶ τοῦ εἰδέναι τὸ δὲ μόρφωσιν ἀληθείας ἐπὶ τοῦ πράττειν ἐκεῖνος γὰρ ἀληθῆ τὴν ἐν τῷ νόμῳ γνῶσιν δεικνύει ὁ διὰ τῶν ἔργων πληρῶν αὐτὴν ἐκεῖνος πιστὴν σὺ δὲ φησὶ πέποιθας μὲν σεαυτὸν εἶναι παιδευτὴν καὶ ὁδηγὸν καὶ διδάσκαλον οὐχ ἁπλῶς ἀλλ' ἔχοντα τὴν μόρφωσιν τῆς ἐν τῷ νόμῳ γνώσεως καὶ τῆς ἐν τῷ νόμῳ ἀληθείας οὕτως δὲ πολιτεύῃ ὡς μηδὲ διδασκαλίας νομικῆς πως ἀκούσας ὁ οὖν τὴν μόρφωσιν πεποιθὼς ἔχειν τῆς γνώσεως καὶ τῆς ἀληθείας ὁ τῶν ἀφρονων παιδευτὴς εἶναι πεποιθὼς ὁ ὁδηγος ὁ διδάσκαλος εἶναι πεποιθὼς πρῶτον σεαυτὸν δίδαξον διδάξεις δὲ ὅτε ἐπὶ τοῖς ἔργοις δείξεις ἀληθεύουσαν τὴν διδασκαλίαν
13574rRom.2.20-Rom.2.21 ὁ οὖν διδάσκων ἕτερον εἶτα ἀκολουθον ἦν εἰπεῖν ὅτι οἱ τὰ τοιαῦτα παρὰ θεοῦ λαβόντες καὶ μὴ φυλάττοντες αυτὰ μείζονος ἔσονται τιμωρίας ἔνοχοι ὅσω καὶ ἐν γνώσει ἡ ἁμαρτία ἀλλὰ τέως οὐ σφόδρα αὐτῶν καθάπτεται ἀλλὰ κατ' ἐρώτησιν προάγων τὸν λόγον τοῦτο αὐτο ἐνδείκνυται
135ex74rRom.2.21* Τινες δὲ μᾶλλον ἀποφαντικῶς ἀναγνωστέον φασιν
13674rRom.2.21-Rom.2.22 ὁ βδελυσσόμενος τὰ εἴδωλα ὁ μὲν νόμος καὶ τὰ ἐν τοῖς ειδωλεοις χρήματα βδελυκτὰ εἶχε διὰ τὸ δαίμοσιν ἀνατεθῆναι ὑμεῖς δέ φησι τὰ μὲν εἴδωλα βδελύσσεσθαι φατὲ τὰ δὲ ἐπ' αὐτοῖς χρήματα ἀρπάζετε ἄρα οὖν οὐδε τὰ εἴδωλα κατὰ ἀλήθειαν βδελύσσεσθε
136Ph74rRom.2.22Φ(ω)τ(ιου) * εἰ γάρ τις βδελύσσεται τὰ εἴδωλα ὡς τῶν οἰκείων ἐθῶν καὶ νομίμων καὶ ἱερῶν ἀκριβὴς φύλαξ ἔπειτα τὰ οἰκεῖα ἱερὰ ἀποσυλᾷ πόσης οὗτος οὐκ ἔστιν ἄξιος τιμωρίας δι' ὧν μὲν προσποιεῖται ἀποστρέφεσθαι τὰ εἴδωλα τιμᾶν καὶ περιπτύσσεσθαι δοκῶν τὴν οἰκείαν λατρείαν καὶ τὰ περὶ αὐτὴν ἱερὰ δι' ὧν δὲ τολμηρὰν καὶ κλέπτουσαν χεῖρα ἐπαφίησιν αὐτοῖς μᾶλλον τῶν εἰδώλων ἐξυβρίζων καὶ εἰς τὸ μηδὲν ἡγούμενος αὐτὰ παραπλήσιος ἐστιν οὗτος ὡς ἀληθῶς τῷ λέγοντι μὲν ἑτέροις μὴ δεῖ κλέπτειν πράττοντι δὲ τὰ τῶν κλεπτόντων ὥσπερ γὰρ ἐκεῖνος ἐναντία τοῖς λόγοις διὰ τῶν ἔργων πράττειν ἐπιδείκνυται οὕτω καὶ οὗτος ἐναντία τοῦ βδελύσσεσθαι τὰ εἴδωλα δι' ὧν ἱεροσυλεῖ διαπράττεται διὰ τῆς εἰς τὰ ἱερὰ κλοπῆς καὶ ὕβρεως θεραπεύων τοὺς δαίμονας ὧν ἦσαν τὰ εἴδωλα οἰκητήρια
13774rRom.2.22-Rom.2.23 ὃς ἐν νόμωι καυχᾶσαι καυχᾶσαι ὡς τιμηθεὶς παρὰ τοῦ θεοῦ διὰ τὸν νόμον τι τοίνυν τῆι παραβάσει ἀτιμάζεις τὸν νόμον καὶ συνατιμάζεις τὸν θεόν
13874rRom.2.23-Rom.2.24 τὸ γὰρ ὄνομα τοῦ θεοῦ ἐπειδὴ βαρὺ εἶπεν ὅτι τὸν θεὸν ἀτιμάζεις τὸν προφήτην παράγει μάρτυρα ὡς εἰ εἶπεν οὐκ ἐμὸς ὁ λόγος ἀλλὰ τοῦ Ἠσαΐου
13974rRom.2.24* οὐ γὰρ ἐξ ἐθνῶν ὁρῶντες αὐτοὺς κακῶς πολιτευομένους εἰς βλασφημίας ἐξεφέροντο τούτους λέγοντες ἔδει αγαπησαι τὸν θεὸν ἡ δοῦναί τι αὐτοῖς οὐκ ᾔδει κακοὺς ὄντας καὶ ἐσομένους
14074rRom.2.24 δι' ὑμᾶς βλαφθημειται οὐ μόνον φησι ὑμεῖς ἀτιμάζετὲ τὸν θεὸν ἀλλὰ καὶ ἄλλοις προσφασιν παρέχετε
14174rRom.2.24-Rom.2.25 περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐπειδὴ μέγα τι ἐδοκει ἡ περιτομὴ τελευταῖον ἐπ' αὐτὴν ἦλθε καί φησιν ἂλλ ἐρεῖτε μέγα καὶ ὠφέλιμον τι χρῆμα ἡ περιτομὴ εἰσκρίνει γὰρ τῶι λαῶι τοῦ θεοῦ Ναί φησι ὁμολογῶ ἀλλὰ τότε ὅταν νόμον πράσσῃς
14274rRom.2.25 ἡ περιτομὴ σου βούλεται δεῖξαι ὅτὶ ἐστι περιτομὴ νοητὴ ἧς τύπος ἡ αἰσθητὴ τὸ κεκαθάρθαι καὶ τὰ περιττὰ περιτετμῆσθαι περιττὸν δὲ πᾶν ὅσον οὐ φίλον θεῶι ἐκ δὴ τούτου ἐστι τις ἀκροβυστος μὲν τὸ σῶμα τὴν δὲ τοιαύτην ἔχων περιτομὴν καὶ πάλιν ἐμπερίτομος μὲν τὸ σῶμα ἀκροβυστος δὲ τὴν ψυχὴν ἀκροβυστίαν δὲ καὶ περιτομὴν τὴν ἀληθῆ δηλονότι αἱ αγαθαι καὶ πονηρᾶι πράξεις χαρακτηρίζουσιν
142Pha74rRom.2.25Φ(ω)τ(ιου) * Ἐπεὶ οὖν σημεῖον ἐστιν ἡ περιτομὴ παθῶν ἐκκοπῆς εἰ τις οὐκ ἐκκέκοπται τὰ πάθη δηλονότι ἀκροβυστος ἐστι κἂν τὸ σημεῖον ἐπὶ τοῦ σώματος φέρῃ τοὐναντίον γὰρ οὐ μόνον οὐδὲν ὠφελεῖται οὗτος ἀλλὰ καὶ πλέον βλάπτεται ψευδόμενός τε κατὰ τῆς ἀληθοῦς περιτομῆς ἧς ἦν σύμβολον ἡ κατὰ σάρκα καὶ αὐτὴν ταύτην ενὑβρίζων ὡς ἄχρηστον ποιῶν καὶ μηδὲν σημαίνουσαν ὧν ἐδοθη σημεῖον εἶναι εἰ δέ τις ἐκκέκοπται τὰ πάθη κἂν τὸ σημεῖον οὐκ ἐντετύπωται τῇ σαρκὶ οὐδὲν ἧττον περιτέτμηται τὴν ἀληθινὴν περιτομὴν εἰ μὴ καὶ μᾶλλον ὅσῳ μηδὲ δεηθεὶς τῆς αἰσθητῆς ἥτις χάριν παρελαμβάνετο μνήμης καὶ σύμβολο
142Phb74rRom.2.25του αυτ(ου) * ἄλλο Ἡ περιτομή σου ἀκροβυστία γέγονεν τοῦτ' ἔστι βδελυκτὸν κατὰ τὸν ἐκείνων νοῦν βδελυκτὸν γὰρ ἐκεῖνοι τὸν ἀκροβυστον ἡγοῦντο ἐὰν οὖν φησὶν οὐ φυλάττῃς οὐδὲ πράττῃς τὰ τοῦ νόμου ἡ περιτομή σου ὅπερ ἦν θεάρεστον γέγονε βδελυκτὸν καὶ ἀποβλητον ἐὰν δὲ ὁ ἀκροβυστος τὰ δικαιώματα φυλάττῃ τοῦ νόμου ἡ ἀκροβυστία αὐτοῦ ὅπερ ἦν βδελυκτὸν θεάρεστον καὶ θεοφιλὲς λογισθήσεται αὐτῷ τῷ νομοθέτῃ καὶ δημιουργῷ καὶ τοσοῦτον θεάρεστον καὶ ἀποδεκτον ὅσον καὶ σὲ διὰ αὐτοῦ ἐλέγχεσθαι καὶ κατακρίνεσθαι σκοπεῖ δὲ πῶς σοφῶς καὶ δρομέως φησὶν ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ καὶ οὐκ εἶπε τὸν νόμον φυλάσσῃ ἵνα γὰρ μὴ εἴπῃ ὁ Ἰουδαῖος καὶ πῶς ἔνι τὸν ἀκροβυστον φυλάττειν τὸν νόμον αὐτῷ τούτῳ παραβαίνοντα τὸν νόμον τῷ ἀκροβυστον εἶναι ἵνα οὖν μηδ' ἐν τούτῳ δῷ αὐτοῖς λαβὴν οὐχ οὕτως φησὶν ἀλλὰ τὰ δικαιώματα τοῦ νόμου καὶ ἐπὶ μὲν αὐτῶν ἐκείνων τὸν νόμον φησὶν ἐπὶ δὲ τῶν ἀκροβύστων τὰ δικαιώματα τοῦ νόμου οὐ πάντα φησὶ τὸν νόμον εἶπον ἀλλὰ τὰ δικαιοῦντα μόνα ἅμα σοφῶς ὑπεμφαίνων ὅτι οὐ πάντα τὰ ἐν τῷ νόμῳ ἦσαν δικαιοῦντα ἀλλὰ τὰ μὲν δικαιώματα ἦσαν καὶ ἐδικαίου ὅσα συνεφώνει τῇ χάριτι τὰ δὲ ἕνεκα μόνης τῆς ἐκείνων ἀσθενείας ἦσαν δεδομένα
14374vRom.2.25 ἀκροβυστία γέγονεν εἰς νοητὴν ἀκροβυστίαν φησι μεταπεφοιτηκε σου ἡ περιτομὴ διά σε τὸν κακῶς χρώμενον τέως γὰρ οὐ βούλεται φανερῶς ἀτιμάσαι τὴν περιτομήν
14474vRom.2.25-Rom.2.26 εὰν οὖν ἡ ἀκροβυστία τουτέστιν οἱ τὴν ἀκροβυστίαν ἔχοντες ἐθνικοί
14574vRom.2.26 λογισθήσεται οὐκ εἶπεν ὅτι νίκα τὴν περιτομὴν τέως γὰρ ἐπαχθὲς ἦν ἂλλ ὅτι εἰς περιτομὴν λογισθήσεται παρὰ θεῶι δηλονότι
14674vRom.2.26-Rom.2.27 καὶ κρίνει τουτέστι κατάκρινει ὡς καὶ εἴρηται ἄνδρες Νινευῖται ἀναστήσονται καὶ κρινοῦσι τὴν γενεὰν ταύτην
146Ph74vRom.2.27Φ(ω)τ(ιου) * ἡ ἐλέγξει σε φησὶν ὁ τὸ σημεῖον μὲν μὴ ἔχων τὰ δὲ τοῦ σημείου κατορθώσας ὡς μὴ κατορθώσαντα καίτοι δέον ἐπεὶ καὶ ὑπέσχου διὰ τοῦ σημείου μᾶλλον ἐκείνου τὸ κατόρθωμα ἐπιδεικνύναι
14774vRom.2.27 ἐκ φύσεως ἀκροβυστία ἐκ φύσεως ἀκροβυστίαν λέγει τὸν ἐν σαρκὶ ἀκροβυστον οὗτος τοιγαροῦν πληρῶν τὰ ἀπὸ τοῦ νόμου κατάκρινει σε τὸν περιτομὴν ἔχοντα καὶ ὅσον ἧκεν εἰς τὸ γράμμα τὸν νόμον ταῖς δὲ πράξεσι παραβαίνοντα αὐτον
147Ph74vRom.2.27Φ(ω)τ(ιου) τὸν νόμον τελοῦσα κατ' ἐκεῖνο δηλονότι καθὸ τὰ δικαιώματα αὐτοῦ φυλάττει σκοπεῖ δὲ πρῶτον μὲν δικαιώματα νόμου εἰπὼν καὶ οὐκ αὐτὸν τὸν νόμον νῦν αὐτὸν τὸν νόμον τελεῖν φησιν ὑποδηλῶν ὅτι ταῦτὰ ἐστι κυρίως νόμος ἡ δὲ περιτομὴ καὶ τὰ τοιαῦτα οὐδὲ κυρίως νόμος
14874vRom.2.27 σε τὸν διὰ γράμματος διὰ γὰρ νόμου γραπτοῦ καὶ περιτομῆς προαχθεὶς ἐγένου πάντων παραβάτης
148ex74vRom.2.27-Rom.2.28 οὐ γὰρ ὁ ἐν τῶι φανερῶι Ἰουδαῖος λοιπὸν ὁρίζει τις ὁ ὄντως Ἰουδαῖος καί τις ὁ ὄντως ἀκροβυστος καὶ δοκεῖ μὲν μὴ ἐκβάλλειν τὸν Ἰουδαῖον ἀλλὰ τὸν παραβάτην πολὺ δὲ καταβαλλει αὐτοὺς σημαίνων πάντα πρὸς ἐπίδειξιν αὐτοὺς ποιοῦντας
14974vRom.2.28 oὐδε ἡ ἐν τῶι φαωερωι ἐν σαρκί τοῦτο εἰπὼν ἐξέβαλε τὰ σωματικα πάντα
15074vRom.2.28-Rom.2.29 ἂλλ ὁ ἐν τῶι κρυπτῶι Ἰουδαῖος οἷον ὁ νοητος
15174vRom.2.29 καὶ περιτομὴ καρδίας οὐ γὰρ χρεία φησι τὴν σαρκικὴν περιτέμνειν ἀκροβυστίαν ἀλλὰ τὴν καρδίαν ἐκ τῶν κακῶν πράξεων εἰπὼν δὲ ἐν πνεύματι προδοποιεῖ τῆι πίστει οἱ γὰρ πιστοὶ διὰ πνεύματος ἁγίου τὴν περιτομὴν ἔχουσι τῶν ἁμαρτιῶν
15274vRom.2.29* ὁ τὴν καρδίαν φησι τετμημενος ἀπὸ πάσης ἀκαθαρσίας οὗτος γὰρ ἀληθῶς Ἰουδαῖος ὁ τὸν νόμον πληρῶν
15374vRom.2.29 οὗτος ὁ ἔπαινος τῆς γὰρ κρυπτεις καὶ ἐν καρδίαι περιτομῆς οὐκ ἔσται ἐπαινέτης ἄνθρωπος ἂλλ ὁ ἐτάζων καρδίας καὶ νεφροὺς θεός
15474vRom.2.29-Rom.3.1 τι οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου αντιτιθησιν ἑαυτῶι εἰ οὖν φησι κατὰ τὸν σὸν λόγον οὐδὲν ὠφελεῖ οὔτε τὸ είναι Ἰουδαῖον οὔτε τὸ περιτέμνεσθαι ἀλλὰ καὶ βλαπτει ὡς τοὺς παραβαίνοντας μείζονος είναι τιμωρίας ἀξίους τι δή ποτε ἡμᾶς καὶ ἐξελέξατο ὁ θεὸς διατὶ δὲ καὶ περιτέμνεσθαι προσέταξεν ἦν μὲν οὖν πρὸς τὴν ἀντίθεσιν εἰπεῖν ὅτι τύπος ἦν ἡ περιτομὴ ταύτης τῆς διὰ πίστεως ἐν πνεύματι περιτομῆς καὶ Ἰουδαῖος τοῦ νοητοῦ Ἰουδαίου τοῦ ἐξομολογουμένου θεῶι Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται ἀλλὰ ταύτην τέως ἀφεὶς τὴν λύσιν ἀπαράδεκτον ἔτι οὖσαν εἰς ἑτέραν ἦλθεν ὅτι ὠφελεῖ ὁ Ιουδαισμος κατὰ τοῦτό φησιν ἔμαθον ὁδὸν σωτηρίας ἔλαβον νόμον ὁδηγὸν τῶν πρακτέων εἰ δὲ μὴ ἐφύλαξαν ἑαυτοῖς μεμφέσθωσαν ἐμοι γὰρ τέως φησι πρὸς τοὺς μὴ παραβαίνοντας ὁ λόγος
154ex74vRom.3.1Θεοδ(ω)ρ(ου) * ἄλλως τὴν Ιουδαικην καταστείλας ὀφρὺν καὶ δείξας μάτην αὐτοὺς ἐπὶ τῆι περιτομῆι καὶ τῶι νόμωι καὶ τῆι Ἰουδαίου προσηγορία μεγαλαυχομενους ἵνα μή τις ὑπολάβη δυσμενείαι τοῦτο καὶ ἀπεχθείαι ποιεῖν ἐπάγει Τι τὸ περισσὸν τοῦ Ἰουδαίου ἡ τις ἡ ὠφέλεια τῆς περιτομῆς Εἰ τῶν ἀλλοφύλων φησιν ἐθνῶν τινες θεοσεβείᾳ καὶ ἀρετῆι κοσμούμενοι τῶν θείων ἀναῤῥήσεων ἀπολαύουσι τι δήποτε τῶν ἐθῶν εχωρισε τὸν Ἰσραὴλ ὁ θεὸς καὶ τὴν περιτομὴν αὐτοῖς δέδωκεν Τὸ γὰρ περσσον τοῦ Ἰουδαίου τὴν περιτομὴν λέγει Εἶτα ἐπάγει Πολὺ κατὰ πάντα τρόπον Ἐξελέξατο γὰρ αὐτῶν τοὺς προγόνους τῆς Αἰγυπτίων ἠλευθέρωσε δυναστείας πολυθρυλήτους διὰ τὰς παντοδαπὰς θαυματουργίας ἀπέφηνε νόμον ἔδωκεν εἰς βοήθειαν προφήτας ἀπέστειλε Τοῦτο γὰρ λέγει πολὺ κατὰ πάντα τρόπον Ταῦτα μέντοι πάντα σιγήσας τοῦ νόμου τὴν θέσιν τίθησι μόνον Πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ Λόγια τοῦ θεοῦ
15574vRom.3.1* πολὺ κατὰ πάντα συντιθεται είναι τὸ περισσὸν καὶ ὠφέλιμον
15674vRom.3.1-Rom.3.2 oτι ἐπιστεύθησαν ὅτι ὅλως φησιν ἐνεχείρισθησαν τὸν νόμον οὗτος γὰρ τὰ Λόγια τοῦ θεοῦ
15774vRom.3.2-Rom.3.3 τι γὰρ εἰ ἠπίστησαν τινες εἶτα ἵνα μὴ λέγωσι ναί φησιν ἐνεχείρισεν ἡμῖν ὁ θεὸς τὸν νόμον καί τις ὠφέλεια τοῦ νόμον ἐγχειρισθῆναι ὁπότε πολλοὶ οὐκ ἐπίστευσαν αὐτῶι καί τι φησι πρὸς τὸν θεὸν εἰ ὑμεῖς ἠπιστήσατε μὴ γὰρ ἀνάγκη σῶσαι ὑμᾶς εἶχεν ὁ θεὸς ἄκοντας μὴ γὰρ ἐπειδή τινες ἠπίστησαν παρὰ τοῦτο τὴν πίστιν τοῦ θεοῦ τουτέστι τὴν εὐεργεσίαν κατήργησαν καὶ ἐματαιοποίησαν οὐ μενοῦν εἰ γὰρ καὶ αὐτοὶ οὐκ ἠβουλήθησαν ὁ μέντοι θεὸς τὸ αὐτοῦ πεποίηκεν
158Pha74vRom.3.3Φ(ω)τ(ιου) * Ἄλλος Ἀντιπίπτον λύει τὶ γὰρ εἰ ἠπίστησάν τινες ἀπορήσειε γὰρ ἄν τις ὅτι ἐνεπιστεύθησαν μὲν τὰ λόγια τοῦ θεοῦ τὰ δὲ λόγια τοῦ θεοῦ μεγάλας μὲν δωρεὰς καὶ εὐεργεσίας ὑπισχνεῖται ἀλλ' ἐν τῇ τῶν παραδεξαμένων πίστει καὶ παραφυλακῇ αὗται τὴν ὑποστασιν καὶ τὴν ἔκβασιν εἶχον πολλῶν δὲ ἀπιστησάντων καὶ παραβεβηκότων ἀκολουθον κεκωλύσθαι μὲν τὰς ὑποσχέσεις εἰς πέρας ἐξελθεῖν μάτην δὲ τὰ λόγια τοῦ θεοῦ καταπιστευθῆναι τούτοις εἰς μηδὲν δὲ χρήσιμον καὶ τὴν περιτομὴν ἐξελεγχθῆναι εἴγε ἡ μὲν περιτομὴ διὰ τὰ λόγια τὰ λόγια δὲ διὰ τὰς δωρεὰς αἱ δὲ δωρεαὶ διὰ τῆς πίστεως ἐλάμβανον πέρας τὴν πίστιν δὲ ἠθέτησαν οἱ παραβεβηκότες ὥστε οὐδεμία φησὶν ὠφέλεια τῆς περιτομῆς ταύτην οὖν ἐπιλυομενος τὴν ἀπορίαν φησὶν τὶ γὰρ εἰ ἠπίστησάν τινες μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει τοῦτ' ἔστι τὸ πιστὸν τῶν ὑποσχέσεων αὐτοῦ τὸ ἀληθὲς τὸ ἀμετάθετον μὴ γένοιτο φησὶ διὰ τὴν ἐκείνων ἀπιστίαν ἢ τὸ ἐν ταῖς ὑποσχέσεσιν αὐτοῦ πιστὸν καὶ ἀληθὲς μάταιον ἀπελεγχθῆναι ἢ τῆς περιτομῆς τὴν νομοθεσίαν εἰς μηδὲν ὠφέλιμον χρηματίσαι τὴν γὰρ αἰτίαν ἔχειν οὐκ ἄλλος ἀλλ' οἱ παραβεβηκότες εἰσὶ δίκαιοι ἢ μᾶλλον οὕτως μὴ γένοιτο ὑπερισχύσαι τὴν ἀπιστίαν ἐκείνων ὥστε δι' ἐκείνων καταργηθῆναι καὶ ἀτελὲς καὶ ἀνέκβατον ὀφθῆναι τὸ ἐν ταῖς ὑποσχέσεσιν αὐτοῦ πιστὸν καὶ πανάληθες κἂν γὰρ ἐκεῖνοι ἠπίστησαν αὐτὸς οὐδὲν ἔλαττον τὸ ἑαυτοῦ ἐποίησε καὶ τὰς ἐπαγγελίας ἐξεπλήρωσεν δυνατὸν δὲ πίστιν θεοῦ ἐκλαβεῖν καὶ τὴν ἐν τοῖς μὴ παραβεβηκόσι διαμείνασαν πίστιν αὕτη γὰρ θεοῦ πίστις ὡς εἰς θεὸν οὖσα καὶ ἐκ θεοῦ αὐτοῖς διαφυλαχθεῖσα ἡ μὲν γὰρ ἀπιστία τῆς μοχθηρίας τῶν ἀπιστησάντων ἡ δὲ πίστις ἐκ θεοῦ ἑδράζεται τοῖς ἀξίοις ἡ οὖν ἐκείνων ἀπιστία μὴ γένοιτο φησὶν ὅτι εκνικᾷ τὴν εἰς θεὸν καὶ διὰ θεοῦ μεμενηκυῖαν πίστιν ὥστε τέλος ἕξουσιν αἱ ἐπαγγελίαι ὥστε ἐστὶν ὠφέλεια καὶ τῆς περιτομῆς
15875rRom.3.3-Rom.3.4 γινέσθω δὲ ὁ θεὸς ἀληθής οὐκ ἐπειδή φησιν ηπειθεσαν Ἰουδαῖοι διὰ τοῦτο παρεβλάβη τι ἡ δωρεὰ τοῦ θεοῦ ἡ ἠλαττώθη ἀλλὰ πάντα γέγονεν ἵνα διελεγχθῇ καὶ τοῦ θεοῦ τὸ ἀληθὲς ἐφ' οἷς ἐπηγγείλατο τοῖς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τῶν ἀνθρώπων τὸ ψευδες ἐψεύσαντο γὰρ τῆι ἀπιστίαι τὸν θεόν
158ex75rRom.3.4* θεοῖς λατρεύσαντες καὶ δαίμοσιν
158Phb75rRom.3.4Φ(ω)τ(ιου) * ἄλλος Γινέσθω ὑμῖν φησὶν ὁ θεὸς ἀληθὴς λογιζέσθω νοείσθω φρονείσθω ὅτι ὁ θεὸς ἀληθὴς καὶ ὅτι πᾶς ἄνθρωπος ψεύστης εἰ οὖν τοῦτο εἰ καί τινες ἠπείθησαν οὐδὲν ἧττον ὁ θεὸς ἃ ἐπηγγείλατο τῷ Ἀβραὰμ εἰς τέλος ἄξει πῶς οὖν φησὶ καὶ ἀπιστοῦσι καὶ παρανομοῦσιν ναὶ φησὶν τὰς γὰρ οἰκείας ἐπαγγελίας αὐτοῦ ἐπάγων ἐκείνων παραβεβηκότων καὶ ἡμαρτηκοτων καὶ τὸ ἐκείνων ἄγνωμον καὶ ἀχάριστον ἐλέγχεται οὐ μὴν ἀλλὰ καὶ τὸ ὑπερβάλλον τῆς εὐεργεσίας καὶ ἀληθείας τοῦ θεοῦ καὶ δικαιοσύνης ἐπίπλεον ἀπογυμνοῦται καὶ ἐπιδείκνυται καὶ νίκη αὐτῷ λαμπρὰ ἐκ τούτου περιγίνεται ὡς καὶ ὁ ∆αυὶδ μαρτυρεῖ λέγων ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ὥστε εἰ ἐκ τῆς ἐπαγγελίας τὸ πέρας τῆς ἐπαγγελίας ταύτην δὲ κατεπιστεύθησαν οἱ Ἰουδαῖοι πολὺ κατὰ πάντα τρόπον τὸ περισσὸν τοῦ Ἰουδαίου εἰ καί τινες αὐτῶν γεγόνασι παραβάται εἶτα τὶ οὖν φησὶν εἰ ἐκ τῆς ἡμῶν ἀδικίας ἡμῶν νίκη γίνεται τῷ θεῷ
15975rRom.3.4 ὅπως ἂν δικαιωθῇς παράγει καὶ τὸν Δαυὶδ τὸ αὐτο λέγοντα ὅτι διὰ τοῦτό φησι καὶ ἀναξίους εὐεργετεῖ ὁ θεὸς ἵνα δειχθῇ αὐτοῦ τὸ ἀγαθον καὶ ἵνα νικήσηι εἰς κρίσιν τοῖς ἀνθρώποις καταστάς
16075rRom.3.4-Rom.3.5 εἰ δὲ ἡ ἀδικία ἡμῶν ὁ θεός φησιν εὐεργέτησεν ἡμεῖς δὲ αὐτον ἐψευσάμεθα καὶ διὰ τὴν ἡμετέραν κακίαν ὤφθη μᾶλλον ἐλεήμων ὅσωι καὶ ἀναξίους εὐεργετεῖ διὰ τοῦτο τοιγαροῦν καὶ νίκα ἐν τῆι κρίσει ἡμεῖς οὖν αὐτῶι ἀγνωμονήσαντες τὴν πρόφασιν τῆς νίκης παρέσχομεν διατὶ οὖν κολάζει ἡμᾶς δι' οὓς ὤφθη νικῶν
160ex75rRom.3.5* λύσις εἰ αἴτιος αὐτω σὺ τῆς νίκης κολάζει δέ σε ἀδικεῖ εἰ δὲ ἄδικος οὐκ ἐστι κολάζει εἰ δὲ ἄρα οὐ σὺ αὐτω τῆς νίκης αἴτιος ἐν ἦν γὰρ αὐτω καὶ ἄλλως νικᾷν κἂν σὺ μὴ ὤφθης κακὸς οὐ γὰρ ὁ μὴ κακὸς ἤδη καὶ ἄξιος ἀγάπην θεοῦ ἐπισπάσασθαι
160Ph75rRom.3.5Φ(ω)τ(ιου) * Ἀπορίαν διὰ τούτων μεγάλην ἀνακινεῖ καὶ ἐπιλύεται λίαν σοφῶς καὶ ἐμφρονως εἰ μὴ ἥμαρτον φησὶν ἐροῦσί τινες οὐκ ἂν ὁ θεὸς ἐφάνη ἀληθὴς οὐκ ἂν δίκαιος οὐκ ἂν ἐνίκησεν πρὸς οὓς λέγει εἰ σὺ τῆς νίκης αὐτῷ καὶ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης αἴτιος πῶς σε κολάζει ἁμαρτάνοντα πῶς σε τιμωρεῖται μὴ ἄδικον αὐτὸν ἐρεῖς καὶ ποίας δικαιοσύνης αὐτοῦ σαυτὸν ἔλεγες αἴτιον τοῦτο γὰρ οἶμαι δηλοῦν αὐτὸν διὰ τοῦ εἰπεῖν ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον ἀντὶ τοῦ πῶς αὐτὸν δίκαιον ἔλεγες καὶ κριτὴν δι' ὧν γὰρ σαυτὸν αἴτιον ἔλεγες τῆς δικαιοσύνης αὐτοῦ κριτὴν ἀνωμολογεις καὶ δίκαιον δικαιοσύνη γὰρ τέλος κρίσεως εἰ οὖν ἐπάγει ὀργὴν τοῖς ἁμαρτάνουσιν πῶς αἴτιοι τῆς δικαιοσύνης αὐτοῦ ἀλλ' ἄδικον ἐρεῖς φησὶν ἀλλ' οὐκ ἔχεις εἰπεῖν δίκαιον γὰρ δι' ὧν ἠπορεις ἀνωμολογησας ὥστε οὒκ εἰσιν οἱ ἁμαρτάνοντες οὔτε τῆς νίκης οὔτε τῆς ἀληθείας οὔτε τῆς δικαιοσύνης αἴτιοι εἶτα προάγει καὶ ἑτέρως τὸ ἐπιχείρημα εἰ διὰ τοῦ ἐμοῦ ψεύδους ὡς λέγεις δοξάζεται ὁ θεὸς ἀληθὴς οὐ κατακρίσεως ἀλλὰ τιμῆς ἀπολαύειν μᾶλλον ὤφειλον καὶ πλέον ψεύδεσθαι καὶ ἁμαρτάνειν ἔδει με ἵνα πλέον ἐδοξάζετο ὁ θεὸς καὶ πλέον ἀπέλαυον ἐγὼ τῶν ἀγαθῶν ἀλλὰ μὴν οὐδεὶς ἂν τοῦτο τολμήσειε λέγειν δῆλον γὰρ τὸ ἄτοπον διὸ καὶ εἴ τινες λέγουσι περὶ ἡμῶν ὅτι φρονοῦμεν ὡς ἐν τῇ πράξει τῶν κακῶν ἔρχεται ἡμῖν τὰ ἀγαθὰ ἀπαραίτητον κρίμα ἕξουσιν ὅτι εἰς τηλικαύτην συκοφαντίαν ἡμᾶς διασύρουσιν καὶ ὅρα σοφίαν αὐξῆσαι γὰρ θέλων τὸ ἄτοπον οὐδὲ τοὺς ἀποροῦντας ταῦτα τοῦτο λέγοντας εἰσάγει ἀλλ' ἑτέρους τινὰς καὶ βλασφημίαν αὐτὸ καλεῖ καθὼς γὰρ φησὶ βλασφημούμεθα εἰ οὖν οἱ λέγοντες τοῦτο καθ' ἡμῶν ἀπαραίτητον ἕξουσι τὴν δίκην πολλῷ μᾶλλον οὐκ ἂν τολμήσαιμεν ἡμεῖς οὐδ' εἰς νοῦν παραδέξασθαι ὅτι ἐν τῇ πράξει τῶν κακῶν παραγίνεται τὰ ἀγαθὰ εἰ δὲ μὴ τοῦτο οὐδ' ὅτι ἐπίπλεον ἁμαρτάνειν δεῖ ἵνα πλεῖον δοξασθῇ ὁ θεὸς εἰ δὲ μηδὲ τοῦτο δῆλον ὡς οὐδὲ τὸ λέγειν ὅτι διὰ τοῦ ἐμοῦ ψεύσματος δοξάζεται ὁ θεὸς ἀληθὴς οὐδεὶς ἄρα αἴτιος θεῷ οὔτε τῆς ἀληθείας αὐτοῦ οὔτε τῆς δικαιοσύνης οὔτε τῆς νίκης αὐτοῦ
16175vRom.3.5 μὴ ἄδικος ὁ θεός εἰ δέ φησι ἐκ τῆς ἡμῶν ἀδικίας μᾶλλον δείκνυται ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη τοῦ θεοῦ ὅτι δὴ οὔτε ἡ ἡμῶν ἀδικία ἐκώλυσεν αὐτον τὰ δικαία ποησαι τουτέστιν εἰς τέλος ἀγαγεῖν τὰ ὑποσχεθέντα τῶ Ἀβραὰμ καὶ οὐκ ἂν ἄλλως ὤφθη ὁ θεὸς δίκαιος καὶ ἀληθὴς εἰ μὴ ἡμεῖς γεγόναμεν ἄδικοι εἰ τοῦτὸ ἐστιν ἄρα ἀδίκως κολάζει τοὺς αἰτίους αὐτω ἀληθείας γενομένους εἰ δὲ μὴ ἀδίκως κολάζει ἄρα οὐχ ἡμεῖς αὐτοῦ τῆς ἀληθείας αἴτιοι
16275vRom.3.5 κατὰ ἄνθρωπον λέγω ἐπειδὴ γὰρ ανρωπινοις λογισμοῖς ἐχρήσατο οὐκ ὄντα ἄδικον δεικνὺς τὸν θεὸν ἐπάγει κατὰ ἄνθρωπον λέγω φησι τοὺς λογισμοὺς τούτους ἐπεὶ καὶ ἄλλοι φησιν εἰσι λογισμοὶ θειότεροι ὡς εἰ εἶπεν κατὰ ἀνθρώπινον λογισμὸν λαλήσωμεν ἄδικὸς ἐστιν ὁ θεὸς μὴ γένοιτό πως οὖν ὀργὴν ἐπάγει ἡ δῆλον ὅτι οὖν ἡμεῖς αὐτῶν τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης αἴτιοι ἂλλ αὐτος ἑαυτῶι
16375vRom.3.5-Rom.3.6 ἐπεὶ πως κρίνει εἰ ἦν φησιν ἄδικος οὐκ ἂν ἔκρινε τὸν κόσμον αὐτο γὰρ τὸ κρίνειν δηλοῖ ὅτι δίκαιὸς ἐστι φύσις γὰρ αυτὴ τοῦ κρίνειν τὸ τὸν δίκαιον κρίνειν τοὺς ἀδίκους
16475vRom.3.6-Rom.3.7 εἰ γὰρ ἡ ἀλήθεια τοῦ θεοῦ τὸ αὐτο πάλιν λέγει εἰ γὰρ διὰ τοῦτό φησιν ἐπερίσσευσεν ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνην καὶ ἡ νίκη τοῦ θεοῦ ἐπειδὴ ἐγὼ ἠδίκησα καὶ ἐψευσάμην αὐτον ἀλόγως κρίνομαι ἔδει γάρ με καὶ ἀμοιβῶν ἀξιωθῆναι ὡς αἴτιον αὐτω τῆς νίκης καὶ ἀληθείας ἀλλά νυν οὐκ ἐγὼ αἴτιος τοιγαροῦν καὶ κρίνομαι
16575vRom.3.7 εἰς τὴν δόξαν αὐτοῦ ἵνα δοξάζηται επινικηι καὶ δικαιοσύνηι καὶ ἀληθείαι
16675vRom.3.7 τι ἔτι κἀγώ τι κρινόμεθα φησι ὡς ἁμαρτωλοὶ οἱ αἴτιοι νίκης θεῶι γενόμενοι καὶ μὴ γίνεται καθώς τινες ἡμᾶς νομίζουσι λέγειν τοιγαροῦν καὶ κωμωδουσιν ὅτι ποιήσωμεν τὸ κακὸν ἵνα ἐκ τούτου νικήσας ὁ θεὸς ἀμείψεται ἡμᾶς εὐεργεσίαις ὡς αἰτίους νίκης αὐτω γενομέμους ἐξ ὧν κακῶς ἐπράξαμεν
166ex75vRom.3.7* ἄλλως καὶ μὴ γένηται ἐκεῖνο φησιν ὅπερ λέγειν νομιζόμεθα ὅτι ἐκ τῆς ἀδικίας ἡμῶν εὐεργετεῖ ἡμᾶς ὁ θεὸς ὡς αἰτίους αὐτω νίκης μὴ γένηται δὲ ἐκεῖνο ποῖον τὸ ἐλθεῖν τὰ ἀγαθὰ καὶ τὸ εὐεργετεῖσθαι παρὰ τῶι θεῶι ὡς αἰτίους αὐτῶι νίκης νυν γάρ φησι τὸ ἐναντίον καὶ τιμωρούμεθα
16775vRom.3.7-Rom.3.8 ὧν τὸ κρίμα ἤκουσαν Ἕλληνες τῶν Χριστιανῶν λεγόντων ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις καὶ αὐτοὶ μὲν ταῦτα ἔλεγον ὅτι πλεονάσας ὁ κόσμος ἁμαρτημάτων αὐτον τὸν υἱον τοῦ θεοῦ ἐπεπάσατο εἰς σωτηρίαν καὶ ἐκ τούτου ἐπλεόνασεν εἰς ἡμᾶς ἡ χάρις αὐτοὶ δὲ διασύροντες τὸ εἰρημένον ἔφασκον τοὺς Χριστιανοὺς λέγειν δεῖν ἁμαρτάνειν ἵνα πλεονάσῃ ἡ χάρις ὧν φησι δηλονότι τῶν οὕτως βλασφημούντων ἡμᾶς τὸ κρίμα ἔνδικὸν ἐστιν ὅτι τὰ καλῶς εἰρημένα κακῶς μεθερμηνεύοντες διασύρουσιν
16875vRom.3.8* τι οὖν διὰ τοῦ νόμου φησι καὶ τῆς περιτομῆς οὐδὲν προκατέχομεν πλέον ὧν ἔχομεν
168ex75vRom.3.8* τι οὖν κατέχομεν περισσὸν προηιτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας καὶ τὰ ἑξῆς ἐλλειπῶς εἴρηται τῶι γάρ τι οὖν κατέχομεν περισσὸν ἀκολουθον ἦν ἐπαγαγεῖν τὴν ἐκ πίστεως δικαιοσύνην ὅπερ ἐν τοῖς ἑξῆς προϊὼν λέγει δικαιοσύνην θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ τι οὖν κατέχομεν φησι περισσὸν ἡμεῖς τὴν ἐκ πίστεως δικαιοσύνην προητιασαμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πως δὲ προητιασατο ἐν τῶι Ἕλληνας μὲν ἀπελέγξαι διαφθείραντας τὴν φυσικὴν γνῶσιν ἐν οἷς ἔφη ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν καὶ ὅτι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδοξασαν ἡ εὐχαρίστησαν Ἰουδαίους δὲ παραβεβηκότας τὸν νόμον δι' ὧν φησιν ὃς ἐν νόμωι καυχᾶσαι καὶ δείξας ὅτι παρ' οἷς μὲν ἡ φύσις ἠσθένησε παρ' οἷς δὲ καὶ ἡ φύσις καὶ ὁ νόμος ἀκολούθως τὴν τκ τοῦ Εὐαγγελίου χάριν εἰσάγει καί φησι τι ἔχομεν ἡμεῖς ἐκ τῆς χάριτος περισσὸν καὶ ἐξαίρετον τὴν πίστιν τὴν διὰ Ἰησοῦ Χριστοῦ δικαιοσύνης οὖσαν ἀπεργαστικήν
168Pha76rRom.3.8-Rom.3.9 προεχομεθά Τὸ χωρίον τοῦτο διττῶς δύναται ἀναγνωσθῆναι καὶ δύο καὶ τὰς ἐννοίας ἔχειν μίαν μὲν ὡς ἀπὸ τῶν Ἰουδαίων προτεινόμενον ἑτέραν δὲ ὡς ἀπὸ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν προβαλλομενον εἰ μὲν γὰρ ἀναγνῶμεν τὶ οὖν προεχομεθὰ ἅμα συνείροντες τῷ ἐρωτηματικῷ μορίῳ τὸ προεχομεθὰ ὡς ἀπὸ τῶν Ἰουδαίων δηλοῦται προτεινόμενον καὶ ἔννοιαν ἔχοι ἂν ταύτην τὶ οὖν φησὶν προέχομεν καὶ τὶ ἐκερδήσαμεν προκριθέντες τῶν ἀκροβύστων πρὸς οὓς τὸ οὐ πάντως ἀποκρισις ἀποδίδοται τοῦτ' ἔστιν οὐκ ἐκ παντὸς τρόπο κέρδος ὑμῖν τοῦτο μὴ φυλάξασι γὰρ τὰ ἐμπιστευθέντα οὐδεμία διαφορὰ οὐδὲ κέρδος ἀλλὰ καὶ ἡ τιμωρία μείζων οὕτῳ μὲν εἰ ἐν συνεπείᾳ τὸ τὶ οὖν μετὰ τοῦ προεχομεθά τις ἀναγνῷ εἰ δὲ κατὰ διαστολὴν ἄμφω ποιῶν ἐρωτηματικὰ καὶ τὸ τὶ οὖν καὶ τὸ προεχομεθὰ καὶ ἀπὸ τῶν ἀκροβύστων πιστῶν εἴη ἂν διαπορούμενον ἐπειδὴ γὰρ προεῖπεν ὅτι πολὺ τὸ περισσὸν τοῦ Ἰουδαίου ἐπάγει ὁ ἀκροβυστος διαπορῶν καὶ λέγων τὶ οὖν προεκρίθησαν ἐκεῖνοι προέλαβον ἡμεῖς προελήφθημεν προεχομεθὰ ποῦ ἡ τοῦ θεοῦ δικαιοσύνη πρὸς οὓς ὁ θεῖος Παῦλος φησιν μὴ γένοιτο οὐ πάντως γὰρ φησὶ τοῦτ' ἔστι μὴ κατορθώσαντες μὲν ὑπαίτιοὶ εἰσιν ὥσπερ καὶ ὑμεῖς μὴ κατορθώσαντες κατορθωσάντων δὲ ἑκατέρων ἴση ἡ σωτηρία ὥστε οὐ προέχεσθε
168Phb76rRom.3.9* ἄλλο Μάχεσθαι δοκεῖ τὸ τὶ οὖν προεχομεθὰ καὶ ἑξῆς πρὸς τὸ προειρημένον ὅτι πολὺ κατὰ πάντα τρόπον τὸ περισσὸν τῶν Ἰουδαίων καὶ ἡ ὠφέλεια τῆς περιτομῆς λέγει γὰρ ἐκεῖ μὲν προκεκρίσθαι καὶ πλέον τοὺς περιτετμημένους τῶν ἀκροβύστων ἔχειν ἐνταῦθα δὲ οὐδὲν προέχειν ἢ οὐκ ἔστι μαχόμενον ἐκεῖ μὲν γὰρ πλέον ἔχειν φησὶν ἀπὸ τῆς φιλανθρωπίας καὶ ἀληθείας τοῦ θεοῦ ὅτι τὰ λόγια κατεπίστευσεν ὅτι τὰς ὑποσχέσεις ἐπλήρωσεν μὴ κωλυθεὶς ὑπὸ τῶν ἀπιστησάντων ἐνταῦθα δὲ αὐτὰ καθ' ἑαυτὰ τὰ πρόσωπα συγκρίνει τῶν ἀκροβύστων καὶ τῶν περιτετμημένων καὶ λέγει αὐτοις μηδὲν ἑτέρους ἑτέρων προέχειν οἵ τε γὰρ κατορθοῦντες τὴν ἀρετὴν ὁποίας ἂν εἴη συντάξεως ὁμοίως τῆς εὐεργεσίας ἀπολαύσουσιν οἵ τε πάλινπαραβαίνοντες κἄν τε τῶν ἀκροβύστων εἶεν κἄν τε τῶν ἐμπεριτομων τὴν ὁμοίαν τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται ὥστε οὐ μάχεται τὸ οὐδὲν προεχομεθὰ καὶ τὸ πολὺ τὸ περισσὸν τοῦ Ἰουδαίου καὶ ἡ ὠφέλεια τῆς περιτομῆς κατ' ἄλλον γὰρ τρόπον ἐκεῖ εἴρηται καὶ κατ' ἄλλον νῦν ἡ σύγκρισις παρείληπται
16976rRom.3.9 προητιασαμεθα γάρ ἄνω εἰπών τι τὸ περισσὸν τοῦ Ἰουδαίου καὶ διδάξας ἔχειν τι περισσὸν τὸν Ἰουδαῖον διὰ εγχειριθηναι τὸν νόμον νυν δείκνυσι μηδὲν ἔχειν περισσὸν ὡς μὴ φυλάξαντας αὐτον μὴ ὅτι καὶ ἔλαττον ὅσον τὸ ἐν γνώσει ἁμαρτάνειν χεῖρόν τι οὖν ἔχομεν φησι ἡμεῖς οἱ Ἰουδαῖοι πλέον τι οὐδέν φησι τι δήποτε ὅτι πάντες ὑπο ἁμαρτίαν ἐσμεν Ἰουδαῖοί τε καὶ Ἕλληνες
17076rRom.3.9 Ioυδαιους τε καὶ Ἕλληνας οὐδὲν οὖν φησι τῶι Ἰουδαίωι πλέον ἐκ τοῦ νόμου οὐκ ἐφύλαξε γὰρ οὐδε τῶι ἀκροβύστω ἥμαρτε γὰρ οὐδεὶς οὖν ἔχει πλέον τοῦ άλλου καὶ γὰρ πάντας ἠτιασάμεθα τουτέστιν ἠλέγξαμεν ὄντας ὑφ' ἁμαρτίαν εἶτα ἵνα μὴ δόξηι ἐπαχθὲς είναι τὸν Δαυὶδ καὶ Ἠσαΐαν φέρει μάρτυρας
17176rRom.3.9-Rom.3.12 ἅμα τῶι ἀκροβύστω δηλονότι
17276rRom.3.12 ἠχρειώθησαν ἅμα τῶι ἐκκλῖναι ἀπὸ θεοῦ ἀχρεῖοὶ καὶ ἀπεῤῥιμμένοι γεγένηνται
17376rRom.3.12-Rom.3.13 τάφος ανεωγμενος ταῦτα τοῖς καταλαλοῦσι πρέπει
17476rRom.3.13-Rom.3.16 σύντριμμα καὶ ταλαπωρια ὁδοὺς τὴν πολιτείαν φησιν καὶ τὴν ζωὴν σύντριμμα δὲ καὶ ταλαιπωρίαν τὰς ἁμαρτίας οὐδὲν γὰρ οὕτως ἐπὶ τριβει καὶ ἐξίτηλον ποιεῖ ψυχὴν καὶ σῶμα ὡς ἁμαρτία
17576rRom.3.16-Rom.3.17 ὁδὸν εἰρήνης τὴν χρηστὴν λέγει πολιτείαν
17676rRom.3.17-Rom.3.19 οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος ἵνα μὴ λέγωσιν Ἰουδαῖοι καί τι πρὸς ἡμᾶς ταῦτα οὐ πάντως γὰρ περὶ ἡμῶν εἴρηται ναί φησι πρὸς ὑμᾶς πάντες γὰρ τοῦτο ἴσμεν ὅτι ὅσα ὁ νόμος λέγει νόμον δὲ λέγει πᾶσαν τὴν παλαιὰν τοῖς ἐν τῶι νόμωι λαλεῖ ποία γὰρ ἦν φησιν ἀνάγκη τῶι Δαυὶδ ἑτέρων κατηγορεῖν καὶ οὐχὶ τῶν οἰκείων καὶ ἄλλους εκεγχειν τὸν εἰς διόρθωσιν Ἰουδαίων ἀποσταλέντα Ἠσαΐαν
177exa76rRom.3.19 τοῖς ἐν τῶι νόμωι λαλεῖ σὺν πολλῆι καὶ τοῦτο τέθεικεν ἀκριβείαι πολλὰ γὰρ καὶ περὶ Βαβυλωνιων λέγει Περσῶν τε καὶ Μήδων καὶ Αἰγυπτίων καὶ ἑτέρων πλείστων ἐθνῶν ἂλλ ὅμως Ἰουδαῖος καὶ τὰς περὶ τούτων προῤῥησεις προσέφερον
177exb76rRom.3.19* Τοῖς ἐν τῶι νόμωι τουτέστι τοῖς ὑπο νόμον
177exc76rRom.3.19
17776vRom.3.19 ἵνα πᾶν στόμα φραγῇ δείκνυσι μεγαλορήμονας τοὺς Ἰουδαίους διὰ τοῦτο τοιγαροῦν ἠλέγχοντο ὑπο τῶν προφητῶν ἵνα τῶν μεγαλορημόνων ἀπορραφῆι τὰ στόματα
17876vRom.3.19 καὶ ὑποδικος γένηται πᾶς ὁ κόσμος τοιοῦτόν τι αἰνίττεται διὰ τοῦτό φησιν οἱ προφῆται διήλεγξαν καὶ ἔδειξαν τοὺς Ἰουδαίους εἰκῆ μεγαλορήμονας μᾶλλον δὲ ὅλον τὸν κόσμον υπεθυνον ἁμαρτίαις ἵνα προοδοποιήσωσι τῆι πίστει καὶ γινώσκοντες οἱ ἄνθρωποι ὅτι οὔτε ἀπὸ νόμου καὶ περιτομῆς οὔτε ἀπὸ ἀκροβυστίας ἑνὶ σωθῆναι εὐχερῶς τῶι Χριστῶι προσέλθωσι τῶι χάριτι σωζοντι τὸ γένος τῶν ἀνθρώπων
178Ph76vRom.3.19* Καὶ ὑποδικος ὑποχρεως εἰς τὸ πιστεῦσαι Χριστῷ τῷ θεῷ εἰ γὰρ τοῖς ὑπὸ νόμον εἴρηται ὑπ' αὐτῶν τῶν προφητῶν ὅτι οὐκ ὀρθοποδοῦσιν ἀλλὰ πόρρω τῆς ὀρθῆς βαδίζουσι πολιτείας τὰ δὲ ἔθνη πολλῷ μᾶλλον ὑπάρχει ἐν ἀπωλείᾳ καὶ πλάνῃ δηλονότι πᾶς ὁ κόσμος ὑποχρεὼς ἐστι πιστεῦσαι Χριστῷ τῷ θεῷ τῷ μόνῳ δυναμένῳ ῥύσασθαι καὶ Ἰουδαίους καὶ Ἕλληνας καὶ πάντα τὸν κόσμον διὰ τῆς οἰκείας χάριτος ἐκ τῶν ἁμαρτημάτων αὐτῶν καὶ τῆς μακρᾶς πλάνης καὶ ἀπωλείας αὐτῶν εἶτα πάλιν ὥσπερ ἀντιπίπτον λύει ἴνα γὰρ μή τις εἴπῃ τὶ οὖν ὁ νόμος οὐδὲν ὠφέλησεν ἐπάγει διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ὡσεὶ ἔλεγεν ὅτι ὠφέλει ἂν ἴσως ὁ νόμος εἰ ἐφύλαξαν οἱ παρειληφότες τὰ προστάγματα αὐτοῦ ἐπειδὴ δὲ οὐκ ἐφύλαξαν ἐκ περιστάσεως καὶ ἔβλαψεν οὐ τῇ ἑαυτοῦ φύσει ἀλλὰ τῇ τῶν μὴ φυλαξάντων γνώμῃ
178ex76vRom.3.19
17976vRom.3.19-Rom.3.20 διότι ἐξ ἔργων νόμου εἶτα ἵνα μὴ πάλιν ἀναξιοπαθήσωσιν Ἰουδαῖοι συγκαταριθμούμενοι παντὶ τῶι κόσμωι εἰς τὸ ὑπόδικοι είναι πάλιν τὰ κατ' αὐτοὺς ἐξετάζει
18076vRom.3.20 πᾶσα σάρξ οὐδε γὰρ ἐπλήρωσε τὰ ἐν τῶι νόμωι
18176vRom.3.20 διὰ γὰρ νόμου ἐπίγνωσις καί τι λέγω ὅτι οὐδὲν ὠφελεῖσθε Ἰουδαῖοι ἐκ τοῦ νόμου εἰς τὸ μὴ γενέσθαι ἅμα τῶι παντὶ κόσμωι ὑπόδικοι μενοῦνγε ἐξετάζων τις εὑρήσει καὶ βλαβέντας ὑμᾶς ὑπο τοῦ νόμου οὐ παρὰ τὴν αὐτοῦ φύσιν ἀλλὰ παρὰ τὴν ὑμῶν κακίαν πως ὅτι τὸ γνῶναι τὴν ἁμαρτίαν διὰ τοῦ νόμου ἔχετε τὸ δὲ ἐν γνώσει ἁμαρτάνειν χαλεπώτερον τοῦ ἐν ἄγνοια
181ex76vRom.3.20* ἄλλο εἰς τοῦτό φησι ὁ νόμος ἐλυσιτέλησεν ἐγνώρισεν ἡμῖν τὴν ἁμαρτίαν οὐ τῶι ἀπαγορεῦσαι μόνον τὴν πρᾶξιν τῶν ἀτοπων ἀλλὰ καὶ τῶι παρακούοντας αὐτοῦ τιμωρεῖσθαι μὴ ἐπιφερομένης γὰρ κολάσεως τοῖς ἁμαρτάνουσιν οὐκ ἂν ἐγνωρίσαμεν αὐτὴν διὰ τούτων τοίνυν πάντων ἀκριβῶς συστήσας ὑφ' ἁμαρτίαν πάντας ὄντας ἐπάγει λοιπὸν δεικνὺς τοῦ οἰκείου λόγου τὸ περιττόν
18276vRom.3.20-Rom.3.21 νυνὶ δέ επιδειξεας αὐτοὺς μηδὲν ωφελημενους καὶ εἰς ἐπιθυμίαν ἀγαγὼν μεθόδου σῶσαι δυναμένης εὐκαίρως εἰς τὴν πίστιν εἰσβάλλει Χριστοῦ
18376vRom.3.21 δικαιοσύνη θεοῦ εἰ μετὰ νόμου φησιν ἡμάρτομεν πως ἂν σωθείημεν εἴποι τις χωρὶς νόμου διὰ τῆς ἐκ θεοῦ δικαιοσύνης φησιν ὅπου δὲ θεὸς δίδωσι μὴ ἀμφίβαλλε ἄνθρωπε
186Ph76vRom.3.21Φ(ω)τ(ιου) * Ἡ δικαιοσύνη θεοῦ ἡ ἀπὸ θεοῦ δικαίωσις καὶ ἀθῴωσις καὶ ἀπαλλαγὴ τῶν ἁμαρτιῶν ὧν ὁ νόμος οὐκ ἴσχυσεν ἀπαλλάξαι
18476vRom.3.21
18576vRom.3.21 πεφανέρωται τὸ φανερούμενον δῆλον ὡς ἦν μὲν ἐκέκρυπτο δὲ τὴν οὖν καινοτομίαν φεύγων καὶ τὸ δοκεῖν πρόσφατον είναι τὸ κήρυγμα εἶπεν πεφανέρωται οὐχ ἁπλῶς ἀλλὰ καὶ προμαρτυρηθεῖσαν ὑπο Μωσέως οὗτος γὰρ ὁ νόμος καὶ τῶν προφητῶν
18676vRom.3.21-Rom.3.22 διὰ πίστεως Ἰησοῦ Χριστοῦ ποία δικαιοσύνη εἴποι τις ἡ πως διδομένη ὑπο θεοῦ διὰ πίστεώς φησιν Ἰησοῦ Χριστοῦ εἶτα ἵνα μὴ δόξωσιν ξένον ἀκούειν εἰ ὅλως ἑνὶ σώζεσθαι μηδὲν αὐτοὺς συνεισενεγκόντας δείκνυσιν ὅτι καὶ τὸ πιστεῦσαι συνεισενεγκεῖν ἐστιν ἀνδρείας γὰρ δεῖται ψυχῆς τὸ πιστεῦσαι διό φησιν διὰ πίστεως δεικνὺς καὶ ἡμᾶς ἐκ τούτου συνεισφέροντας
186ex76vRom.3.22 εἰς πάντας καὶ ἐπὶ πάντας εἰς πάντας μὲν τοὺς Ἰουδαίους φησιν ὡς οἴκοθεν καὶ ἐξ αὐτῶν ἐσχηκότας τῆς σωτηρίας τὸν αἴτιον ἐπὶ πάντας δὲ τοὺς ἐθνικοὺς λέγει ὡς ἀπὸ τῶν Ἰουδαίων καὶ ἐπὶ τούτους ἐκταθείσης τῆς χάριτος ὅμως μέντοι καὶ τούτων κἀκείνων μετασχήσειν τῆς χάριτος ἔφησεν οὐχ ἁπλῶς ἀλλὰ τοὺς πιστεύοντας καὶ πάλιν ὅτι κοινῇ δικαίως ἡ χάρις κατὰ πάντων
18776vRom.3.22 οὐ γὰρ ἐστι διαστολή πάλιν δείκνυσι μηδὲν Ἰουδαίους ἔχοντας πλέον τῶν ἐξ ἐθνῶν
18876vRom.3.22-Rom.3.23 πάντες γὰρ ἥμαρτον μὴ γάρ μοι εἴπῃς φησιν ἐγὼ μὲν Ἰουδαῖὸς εἰμι ἄνωθεν εἰδὼς θεὸν οὗτος δὲ ξένος καὶ βάρβαρος ὅλως εἰ πάντες ἥμαρτον ἔχουσι καὶ τὸ πάντες ὁμοτίμως σωθῆναι
18976vRom.3.23 καὶ ὑστεροῦνται τῆς δόξης μὴ γάρ μοι εἴπῃς φησι ὅτι Ελληνεις πλέον ἥμαρτον μὴ σὺ κατόπιν οὐκ εἰ τῆς δόξης καὶ τῆς εὐεργεσίας τοῦ θεοῦ καὶ δωρεὰν τουτέστιν ἄνευ σῷ κατορθωμάτων σώζηι ὡς μηδὲν ἕτερον συνεισενέγκαι πλὴν πίστεως δικαιούμενος δὲ δωρεὰν δικαιοῦται καὶ κατόπιν ἔρχεται τῆς τοῦ θεοῦ δόξης καὶ εὐεργεσίας
189Pha76vRom.3.23* Ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ κατόπιν ἐγένοντο οὐκ ἔφθασαν τοῦ δοξάζειν τὸν θεὸν ἐκπεπτώκασιν ἅπαντες τοῦ τιμᾶν αὐτον οἱ μὲν Ἰουδαῖοι παραβάται γινόμενοι τῶν διὰ τοῦ νόμου ἐντολῶν οἱ δὲ ἐθνικοὶ εἰδώλοις λατρεύσαντες διὸ πάντες πιστεύσαντες εἰς Χριστὸν δωρεὰν δικαιοῦνται τὸ πιστεύειν μόνον συνεισάγοντες πῶς δὲ δικαιούμεθα ἀπολυτρούμενοι τὰς ἁμαρτίας ἡμῶν διὰ τίνος δὲ ἀπολυτρούμεθα διὰ Ἰησοῦ Χριστοῦ πῶς λυτροῦντος ἐκείνου τῷ ἰδίῳ αἵματι
189Phb76vRom.3.23* ἡ καὶ οὕτως θεὸς αὐτοὺς δοξάζει πιστεύοντας υἱοθεσίας γὰρ ἀξιοῖ καὶ κληρονόμους τῆς αὐτοῦ βασιλείας ἀποφαίνει ἧς δηλονότι ἐξ ὧν ἡμάρτομεν πάντες ὁμοίως ὑστερούμεθα διὸ δωρεὰν ἡμᾶς τούτων ἀξιοῖ
19077rRom.3.23-Rom.3.24 διὰ τῆς ἀπολυτρώσεως πως δὲ δικαιοῦται διὰ τῆς ἀφέσεως τῶν παραπτομάτων ἧς τυγχάνομεν ἐν Χριστῶι Ἰησοῦ διὰ Ἰησοῦ Χριστοῦ
19177rRom.3.24-Rom.3.25 ὃν προέθετο ὁ θεός εὐδοκίαι γὰρ τοῦ πατρὸς ἐξίλασμα γεγένηται τῶν ἡμετέρων ἁμαρτιῶν τὸ δὲ προέθετο δηλοῖ παλαιὰν τὴν περὶ τούτου βουλήν
19277rRom.3.25 ἐν τῶι αὐτοῦ αἵματι ὁ μὲν γὰρ πατὴρ προέθετο ὁ δὲ υἱος τὸ αἷμα ἐξέχεεν ὑπὲρ ἡμῶν κοινῇ οὖν ἡ χάρις τῆς ἁγίας τριάδος συνήργησε γὰρ καὶ τὸ πανάγιον πνεῦμα
19377rRom.3.25 εἰς ἔνδειξιν τῆς δικαιοσύνης ὥσπερ ἔνδειξις τουτέστιν ἀποδειξις πολυσιου τὸ καὶ ἑτέρους πλουτίζειν οὕτως καὶ ὁ Χριστὸς ἐνδείξασθαι βουλόμενος τὴν δικαιοσύνην αὐτοῦ καὶ τοὺς ἀνθρώπους ἐδικαίωσεν
19477rRom.3.25 διὰ τὴν πάρεσιν ἀποδειξις δὲ τῆς δικαιοσύνης αὐτοῦ μάλιστα γέγονεν ὅτι παρειμένους τουτέστι νενεκρωμένους ταῖς ἁμαρτίαις ἐδικαίωσεν εἶτα ἐπιτείνει τῶν ἀνθρώπων τὸ ἔγκλημα τῶ τὰς ἁμαρτίας γενέσθαι ἐν τῆ ἀνοχὴ τοῦ θεοῦ ὅτε γάρ φησιν ἔδει μετανοῆσαι δοθείσης ἀνοχῆς τότε ἡμάρτομεν τοὺς οὖν ἀσύγγνωστα πταίσαντας νυν δὲ διὰ πίστεως σώζει
194Ph77rRom.3.25Φ(ω)τ(ιου) * καὶ οὕτως Παρείθημεν ταῖς ἁμαρτίαις καὶ παρελελύμεθα εἶτα δέον τῆς παρέσεως ἀπαιτηθῆναι δίκας ἀνοχῆς καὶ φιλανθρωπίας ἐτύχομεν ἀλλὰ καὶ τῆς ἀνοχῆς τυχόντες δέον μετανοεῖν καὶ τὰ φθάσαντα ἐξιλεοῦσθαι ἔτι τοῖς αὐτοῖς ἐγκαλινδούμεθα τὶ οὖν ἔδει τότε καὶ τὸν λίαν φιλάνθρωπον κριτὴν πρᾶξαι πάντως κολάσαι καὶ τιμωρήσασθαι ὑπὲρ ὧν τε ἐξ ἀρχῆς ἡμάρτομεν καὶ ὑπὲρ ὧν ἀνοχῆς τυχόντες οὐ μετεμελήθημεν καὶ ὑπὲρ ὧν οὐ μόνον οὐ μετεμελήθημεν ἀλλὰ καὶ τὴν κακίαν ἐπετείνομεν ὁ δὲ τὶ ποιεῖ τότε λύτρον ἑαυτὸν δίδωσιν ὑπὲρ ἡμῶν καὶ οὐ μόνον ἐξαρπάζει τῆς τιμωρίας ἀλλὰ καὶ δικαιοῖ καὶ σώζει καὶ κληρονόμους αὐτοῦ ποιεῖται τῆς βασιλείας ὄντως χάρις μέτρον οὐκ ἔχουσα ὄντως τοῦτο δωρεὰ δωρεᾶς ἁπάσης νικῶσα τὴν δύναμιν τοῦτο ἔνδειξις ὡς ἀληθῶς ἀφάτου δικαιοσύνης καὶ δικαιοσύνης οὐκ ἀνθρωπίνης ἀλλὰ θείας καὶ ὑπὲρ ἄνθρωπον διὸ καὶ αὐτὸς εἰπὼν εἰς ἔνδειξιν τῆς δικαιοσύνης οὐχ ἁπλῶς ἀλλὰ αὐτοῦ φησιν τοῦτ' ἔστι αὐτοῦ μόνου ἡ τοιαύτη καὶ τοσαύτη δικαιοσύνη ἐν ᾧ γὰρ ἔδει καιρῷ κολασθῆναι τότε ἠξίωσε τῆς εὐεργεσίας
19577rRom.3.25-Rom.3.26 πρὸς ἔνδειξιν τὸ γὰρ νεκρωθέντα ταῖς ἁμαρτίαις σώζεσθαι ὅτε καιρὸς τιμωρίας ὑπάρχει τοῦτο ἀποδειξις τῆς δικαιοσύνης
195ex77rRom.3.26Οικουμε(νιου) * ἔδει γὰρ τὰς πρὸς τὸν Ἀβραὰμ πληρωθῆναι ὑποσχέσεις τὸ καὶ ἐν εὐλογηθήσονται ἐν τῶ σπέρματί σου πάντα τὰ ἔθνη τοῦτο οὖν δικαιοσύνη τὸ ἀληθεῦσαι καὶ ἐπὶ τοῖς ἀναξίοις τοῦ σώζεσθαι
195Ph77rRom.3.26Φ(ω)τ(ιου) ἐν τῶι νυν καιρῶι Πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ εἰπὼν ἐπήγαγεν ἐν τῷ νῦν καιρῷ ἡ γὰρ ἐν τῷ νῦν καιρῷ δικαιοσύνη τοῦ θεοῦ τοῦτ' ἔστιν ἐν ᾧ τὴν ἀπολύτρωσιν ἡμῶν εἰργάσατο πλήρης ἦν φιλανθρωπίας πλήρης δωρεᾶς πλήρης χάριτος διὸ καὶ ἔλεγεν οὐκ ἦλθον κρῖναι τὸν κόσμον ἀλλ' ἵνα σωθῇ ὁ κόσμος ἡ δὲ μέλλουσα δικαιοσύνη οὐκέτι ὁμοίως ἀλλ' ἀνταποδοσὶς ἐστιν ἑκάστῳ τῶν βεβιωμένων ὡς καὶ οὕτως πάλιν φησὶν ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ καὶ ἑξῆς Ἢ οὕτως ἐκληπτέον ἔνδειξις γέγονεν ἐν τῷ νῦν καιρῷ ἡ ἀνοχὴ αὐτοῦ καὶ ἡ δωρεὰ καὶ ἡ χάρις τῆς μελλούσης δικαιοσύνης πῶς καὶ τίνα τρόπον εἰ γὰρ τοσοῦτον μακροθυμήσας τοσοῦτον χαρισάμενος τοσαύτης δωρεᾶς ἀξιώσας οὐκ ἐπέστρεψεν οὐδ' ἔσχεν βελτιωθέντας μετὰ πολλῆς ἄρα δικαιοσύνης ἐκεῖθεν ἐπάγει τὰς τιμωρίας
19677rRom.3.26 καὶ δικαιοῦντα ἰδοὺ ἡ ἔνδειξις τῆς δικαιοσύνης τὸ μὴ μόνον είναι δίκαιον τὸν θεὸν ἀλλὰ καὶ τὸ δικαιοῦν τὸν διὰ πίστεως τοῦ Ἰησοῦ οἰκεῖον θεοῦ λαὸν γινόμενον
19777rRom.3.26-Rom.3.27 που οὖν ἡ καύχησις τούτων τοίνυν οὕτω γεγενημένων καὶ τοῦ πατρὸς σώζοντος τὸν ἐκ πίστεως Ἰησοῦ οἰκειωθέντα που λοιπὸν τῶν Ἰουδαίων ἡ καύχησις δείκνυσιν αὐτοὺς εἰκῆ καυχωμένους ἐξεκλείσθη οὐκ εἶπεν ἠφανίσθη ἂλλ ἐξεκλείσθη δεικνὺς ὅτι καὶ χώραν εἶχέ ποτε νυν μέντοι ἡ πίστις ἀπέκλεισεν αὐτήν
19877rRom.3.27 τῶν ἔργων νόμου ἔργων τῶν ἔργων περιφραστικῶς καὶ νόμου πίστεως τῆς πίστεως περιφραστικῶς φησιν οὖν οὐ δι' ἔργων ὧν ἐπράξαμεν ἡ Ἰουδαίων καύχησις ἐξεκλείσθη ἀλλὰ διὰ πίστεως ὡς εἰ εἶπεν πᾶσα ἐκείνη ἡ καύχησις καὶ τὰ δοκοῦντα προτερήματα διὰ τῆς πίστεως ἀπεκλείσθη οὐ δεηθέντων ἡμῶν ἔργων
19977vRom.3.27-Rom.3.28 λογιζόμεθα οὖν τοιγαροῦν λέγομεν φησι ἐκ πίστεως δικαιοῦσθαι ἄνθρωπον χωρὶς τῆς ἐκ νόμου παρατηρήσεως
20077vRom.3.28-Rom.3.29 ἡ Ἰουδαίων ὁ θεός εἰ γὰρ μόνους τοὺς ἐκ τοῦ νόμου ὁρμωμένους ἡ τῶι νόμωι στοιχοῦντας ἐδικαίου καὶ οὐχὶ πάντα ἄνθρωπον τὸν πιστεύοντα μονομερὴς ἂν ἦν
20177vRom.3.29-Rom.3.30 δικαιοωσει περιτομήν καὶ οἱ ἀπὸ τοῦ νόμου καὶ οἱ ἐκτὸς τοῦ νόμου πίστεως δέονται πρὸς τὸ σωθῆναι
20277vRom.3.30-Rom.3.31 νόμον οὖν καταργοῦμεν ἐθορύβουν Ἰουδαῖοι ὡς ἐκβαλλομένου τοῦ νόμου διὰ τῆς πίστεως λέγει οὖν ὅτι οὐ μόνον οὐ καταργεῖ ἡ πίστις τὸν νόμον ἀλλὰ καὶ ἵστησι πως ὅτι ὁ νόμος σῶσαι βουλόμενος οὐκ ἰσχύει ἡ δὲ πίστις σώζει τὸν οὖν σκοπὸν τοῦ νόμου πληροῦσα ἡ πίστις ἵστησιν αὐτον
20377vRom.3.31 νόμον ἱστῶμεν εἰπὼν ἱστῶμεν ἔδειξε σαλευόμενον
203exa77vRom.3.31Ιω(αννου) * Άλλως ἔργον ἦν τοῦ νόμου ώστε δίκαιον ποιῆσαι τὸν ἄνθρωπον ἂλλ οὐκ ἴσχυσε πάντες γάρ φησιν ἥμαρτον ἡ πίστις δὲ ἐλθοῦσα τοῦτο κατώρθωσεν ὁμοῦ γάρ τις ἐπίστευσε καὶ ἐδικαιώθη οὐκοῦν ἔστησε τοῦ νόμου τὸ θέλημα
203exb77vRom.3.31Θεοδ(ωρητου) * ἄνωθεν ὁ νόμος καὶ οἱ προφῆται περὶ τῆς πίστεως προεθέσπισαν δεχομενοι τοίνυν τὴν πίστιν βεβεαιοῦμεν τὸν νόμον
20477vRom.3.31-Rom.4.1 τι οὖν ἐροῦμεν Ἀβραάμ μέγα ἐφρόνουν ἐπὶ τῶι Ἁμβραὰμ οἱ Ἰουδαῖοι καὶ ἀεὶ προέφερον ὅτι Ἁβρρὰμ περιετμήθη σκοπὸς οὖν αὐτῶι δεῖξαι ὅτι καὶ αὐτος Ἀβραὰμ οὐκ ἐξ ἔργων ἂλλ ἐκ πίστεως ἐδικαιώθη καί φησι τι οὖν λέγομεν Ἀβραὰμ τὸν κατὰ σάρκα πατέρα ἡμῶν εὑρηκέναι καί τινος αὐτον ἐπιτευχηκέναι δικαιοσύνης τῆς δι' ἔργων ἡ τῆς διὰ πίστεως καὶ δείκνυσιν ὅτι τῆς διὰ πίστεως ὅθεν καὶ εὕρημα αὐτὴν καλεῖ ἐπεὶ μὴ ἐξ ἔργων αὐτὴν ἐκτήσατο ἂλλ ἐκ πίστεως ἥτις χάριτι Χριστοῦ παρέχεται
204ex77vRom.4.1Γενναδ(ιου) * καθ' υπερβατος ἐστιν ἡ ῥῆσις οὑτωσί πως κειμένη τι οὖν ἐροῦμεν Ἀβραὰμ τὸν κατὰ σάρκα πατέρα ἡμῶν εὑρηκέναι ἀνέλθωμεν φησι ἐπὶ τὸν ἀρχηγὸν τοῦ κατὰ σάρκα γένους ἡμῶν ὃν ἐκ πάντων ἐθνῶν ἐκλεξάμενος ὁ θεὸς εὐλόγησε τε καὶ εἰς τοὺς ἐξ αὐτοῦ δι' αὐτοῦ τὰ τῆς εὐλογίας ὑπέσχετο παραπέμψειν δῆλον γὰρ ὅτι ὅπως ἂν ἔχοι τὰ κατ' αὐτον οὕτως σχήσει καὶ τὰ ἡμέτερα
204Ph77vRom.4.1Φ(ω)τ(ιου) * Τὸ κατὰ σάρκα ἐν ὑπερβατῷ κεῖται ἡ δὲ κατὰ φύσιν ἀλλὰ μὴ κατὰ σχῆμα ἑρμηνεία τοῦ λόγου τὶ οὖν ἐροῦμεν Ἀβραὰμ εὑρηκέναι τὸν κατὰ σάρκα ἡμῶν πατέρα πρὸς Ἰουδαίους δὲ ὁ λόγος οἷον ἐπεὶ φησὶ τὸ πᾶν ὑμῖν τῆς σεμνολογίας καὶ μεγαλαυχίας ἐν τῷ κατὰ σάρκα πατρὶ ἡμῶν Ἀβραὰμ ἐστιν σκοπήσωμεν τὶ ἂν εἴποιμεν ἐκεῖνον εὑρηκέναι καί φησιν αὐτὸς προϊὼν ὅτι δικαιοσύνην εὗρε τοῦτο γὰρ ἐστι τὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην τοῦτ' ἔστιν ὅτι ἐδικαιώθη τὸ γὰρ εὑρεῖν δικαιοσύνην δικαιωθῆναὶ ἐστιν εὗρεν οὖν δικαιοσύνην ἀλλὰ πῶς εὗρεν ἐξ ἔργων ἢ ἐκ πίστεως καὶ δείκνυσιν ὅτι ἐκ πίστεως μάρτυρα τὴν γραφὴν παριστὰς ἐπίστευσε γὰρ φησὶν Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην τὶ οὖν φησὶν οὐκ εἶχεν ἔργα Ἀβραὰμ οὐκ ἐδικαίου ταῦτα αὐτον μὴ γένοιτο ἔργα μὲν γὰρ εἶχεν ὥστε πρὸς τοὺς συμπολιτευομένους αὐτῷ ἀνθρώπους κρινόμενον δικαιωθῆναι καὶ προκριθῆναι ἐκείνων τὸ δὲ πρὸς τὸν θεὸν δικαιωθῆναι ἐκ τῶν ἔργων αὐτοῦ ὥστε ἄξιον καὶ ἰσοστάσιον ἑαυτὸν παραστῆσαι τῆς ἐκεῖθεν παρεχομένης εὐεργεσίας καὶ δωρεᾶς παντελῶς ἀπελείπετο οὐκοῦν οὐδὲν ὅλως ἔχει καύχημα ἤτοι προτέρημα καὶ κατόρθωμα πρὸς τὸν θεὸν εἰς τὸ ἀξιωθῆναι τῆς εὐεργεσίας καὶ δωρεᾶς τὶ γὰρ ἄν τις καὶ δι' ἔργων επιδειξειεν ἄξιον τοῦ μετὰ τηλικαύτην φύσεως νέκρωσιν παιδὸς πατέρας ὀφθῆναι καὶ βλαστὸν κοιλίας ἐκφῦναι καὶ τοῦ πληθυνθῆναι τὸ σπέρμα αὐτοῦ ὡς τὴν ἄμμον τῆς θαλάσσης καὶ τοῦ ἐνευλογηθῆναι τὰ ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ καὶ τοῦ Χριστὸν αὐτὸν ἐκεῖθεν τὸν κοινὸν σωτῆρα προελθεῖν ὁρᾷς ὅτι οὐδὲν ὅλως ἔχει οὐδ' ἴχνος ἔργων πρὸς τὰς τηλικαύτας ἐκ θεοῦ δωρεὰς πόθεν οὖν ἠξιώθη τούτων ἐκ μόνης πίστεως ἐπίστευσεν γὰρ φησὶν ἡ γραφὴ Ἀβραὰμ τῶι θεῶι καὶ ἐλογίσθη αὐτῶι εἰς δικαιοσύνην ἐπίστευσε καὶ ἐδικαιώθη παρὰ θεοῦ τοσούτων καὶ τηλικούτων τυχεῖν ὦ πίστεως πᾶσαν πρᾶξιν τὴν ἐν νόμῳ δευτέραν ποιούσης ἐκείνην πράττων Ἀβραὰμ εἶχέ τι μικρὸν καύχημα ἀλλὰ πρὸς τοὺς ὑπὸ τὸν αὐτῷ τελοῦντας νόμον τὴν πίστιν δὲ προβαλλόμενος ἀθροον πατὴρ ἐγένετο πάντων καὶ τῶν μυρίων ἐκείνων ἀγαθῶν ἐδικαιώθη ἀπολαύειν ὡς ἐν πορίσματος δὲ μοίρᾳ εἴληπται καὶ λύσις ἐκ τῶν εἰρημένων πῶς οὗτος μὲν ἐκ πίστεως λέγει δικαιωθῆναι τὸν Ἀβραὰμ ὁ δὲ θεῖος Ἰάκωβος ἐξ ἔργων λέγων Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ καὶ ἑξῆς
20578rRom.4.1 κατὰ σάρκα καλῶς πρὸς Ἰουδαίους τὸ κατὰ σάρκα κατὰ πίστιν γὰρ καὶ ἐπαγγελίαν ἡμεῖς οἱ πιστοὶ τέκνα ἐσμεν τοῦ Ἀβραὰμ καθὼς ἡ γραφή φησιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα
203exc78rRom.4.1* ποίαν φησι πρὸ τοῦ πιστεῦσαι θεῶι τὸν Ἀβραὰμ δικαιοσύνην αὐτοῦ δι' ἔργων γεγενημένην ἠκούσαμεν κατὰ σάρκα γὰρ τὴν ἐν ἔργοις λέγει ἐπειδὴ διὰ τῆς σαρκὸς ἐκτελοῦμεν τὰ ἔργα
20678rRom.4.1-Rom.4.2 εἰ γὰρ Aβρααμ ἐξ ἔργων δύο δείκνυσιν ὅτί τε ἐκ πίστεως Ἀβραὰμ ἐδικαιώθη καὶ ὅτι μείζων ἡ διὰ πίστεως δικαιοσύνη καί φησι εἰ ἐξ ἔργων καὶ κατορθωμάτων Ἀβραὰμ ἐδικαιώθη ἔχει καύχημα ἂλλ οὐ πρὸς τὸν θεὸν ἂλλ ἐφ' ἑαυτῶι ὡς κατωρθωκότι ὁ δὲ ἐκ πίστεως σωθεὶς ἐπεὶ μὴ ἔχει εἰς ἑαυτὸν καυχήσασθαι οὐδὲν γὰρ ἔργον ἔπραξεν εἰς τὸν θεὸν καυχᾶται μεῖζον δὲ τὸ εἰς θεὸν καυχᾶσθαι ἤπερ εἰς ἑαυτὸν τὰ μὲν γὰρ κατορθώματα πολλάκις καὶ ἀφανίζεται ἑτέραις πλημμελείαις ἡ δὲ εἰς θεὸν καύχησις ἄτρεπτος μένει
20778rRom.4.2-Rom.4.3 τι γὰρ ἡ γραφὴ λέγει φέρει τὴν γένεσιν μαρτυροῦσαν ὅτι Ἀβραὰμ ἐκ πίστεως ἐδικαιώθη
20878rRom.4.3-Rom.4.4 τῶι δὲ μὴ εργεζομενωι ὁ μισθός δείκνυσι μείζονα τὴν κατὰ χάριν δικαιοσύνην ἦν ἡ πίστις παρέχει οὕτως τῶι μὲν γὰρ κατορθοῦντι φησιν κατὰ ὀφειλὴν ἡ ἀντιμισθία κεχρεώστηται τι δὲ δύναται καὶ ὁ πάνυ ἐνάρετος κατορθῶσαι καὶ ὀφειλέτην ἔχειν θεὸν ὁ δέ γε ἐκ πίστεως δικαιούμενος κατὰ χάριν δικαιοῦται ἔνθα δὲ θεὸς χαρίζεται πάντως μεγάλα χαρίζεται τι γὰρ χαρίζεται υἱοθεσίαν παρέχει ἀδελφοὺς ποιεῖ Χριστοῦ κληρονόμους θεοῦ συγκληρονόμους Χριστοῦ ἅτινά ποτε ἂν παρέσχεν ἡμῖν τὰ κατορθώματα
208ex78rRom.4.4Φ(ω)τ(ιου) * καὶ οὕτως τῶι μὴ θαῤῥουντι μὲν ἀπὸ τῶν ἔργων προσιόντι δὲ ἐκ πίστεως λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην καὶ δικαιοῦται δι' αὐτῆς
20978rRom.4.4-Rom.4.5 πιστεύοντι δέ μὴ δὲ τὴν πίστιν νομίσῃς εὐχερῶς παραγίνεσθαί τινι ἀνδρείας γὰρ δεῖται καὶ διεσμηγμένης ψυχῆς
21078rRom.4.5 εἰς δικαιοσύνην ὁρᾷς ὅτι τῶι μὲν ἐργαζομένωι μισθὸς κατὰ τὰ ἔργα λογίζεται τῶι δὲ πιστῶι δικαιοσύνη μυρίων δὲ μισθῶν ἐστι περιεκτικὴ ἡ δικαιοσύνην
21178rRom.4.5-Rom.4.6 καὶ Δαυὶδ λέγει καὶ ὁ Δαυὶδ τῆι ἐκ πίστεως δικαιοσύνη ψηφίζεται τὸν ἁγιασμον χωρὶς ἔργων
21278rRom.4.6-Rom.4.7 μακάριοι ὧν ἀφέθησαν μακαρισμὸς ἐστιν ἡ κορυφὴ τῶν ἀγαθῶν δοκεῖ μέν πως ἀλλόκοτος είναι ἡ μαρτυρία οὐ γὰρ ἔχει μαχαριος ὧι ἡ πίστις εἰς δικαιοσύνην χωρὶς ἔργων λογίζεται πλὴν σφόδρα ἐστι κατάλληλος εἰ γὰρ μακάριος ὧι αἱ ἁμαρτίαι κατὰ χάριν ἀφέθησαν τρισμακάριστος δηλονότι ὃν ἐδικαίωσε κατὰ καριν ὁ θεός
212Ph78rRom.4.7* Κατάλληλος λίαν καὶ ἁρμοζουσα ἡ ψαλμικὴ χρῆσις καὶ γὰρ πᾶσα δικαίωσις ἀπὸ θεοῦ ἢ ἐκ τοῦ ἀφεθῆναι γίνεται τὰς ἀνομίας καὶ ἁμαρτίας ἢ ἐκ τοῦ ἐπικαλυφθῆναι οἷον διά τινων κατορθωμάτων ἐκνικηθῆναι καὶ καταποθῆναι ἢ ἐκ τοῦ μὴ λογίσασθαι τὸν θεὸν τὸ πραχθὲν εἰς ἁμαρτίαν καὶ διὰ τῶν τριῶν τούτων φιλανθρώπων τρόπων λογίζεται ὁ θεὸς τῷ ἀνθρώπῳ τὴν δικαιοσύνην ὡς συμπαθῶν ὡς οἰκονομῶν ὡς φιλοτιμούμενος ἡ μὲν γὰρ ἄφεσις συμπαθείας ἡ δὲ ἐπικάλυψις οἰκονομίας τὸ δὲ μὴ λογίσασθαι εἰς ἁμαρτίαν φιλοτιμίας τίνες οὖν ἀξιοῦνται τούτων οἱ πιστοὶ καὶ διὰ τῆς πίστεως διὸ καὶ μακαρίζει αὐτοὺς καὶ ὁ προφήτης ∆αυὶδ τοῖς δὲ ἐν νόμῳ καὶ ἐξ ἔργων ζητοῦσι δικαιωθῆναι οὐδεμία τῶν τριῶν δικαίωσις ἕπτεται τοῖς δὲ ἐκ πίστεως διὰ τῶν τριῶν τούτων τρόπων ἡ δικαιοσύνη λογίζεται προσφόρως ἄρα τὴν δαυϊτικὴν μαρτυρίαν ὁ θεσπέσιος Παῦλος τῇ ἰδίᾳ ἥρμοσε διδασκαλίᾳ
21378rRom.4.7-Rom.4.9 ὁ μακαρισμὸς οὖν οὗτος εἶτά φησι οὗτος ὁ τῶι Δαυὶδ εἰρημένος μακαρισμὸς ἐπὶ τὴν περιτομὴν ἦλθεν ἡ καὶ ἐπὶ τὴν ἀκροβυστίαν καὶ μᾶλλον δείκνυσιν ἐπὶ τὴν ἀκροβυστίαν αὐτον ἐληλυθότα καὶ χώραν ἔχοντα τῶι τὸν Ἀβραὰμ ἐν ἀκροβυστία ὄντα σωθῆναι καὶ δικαιωθῆναι
21478rRom.4.9 ὅτι ἐλογίσθη τῶι Ἁβρράμ εἶτα κατασκευάζει τὸ ἐπὶ τὴν ἀκροβυστίαν μᾶλλον ἔχειν χώραν καί φησι τῶ Ἀβραὰμ ἐλογίσθη δικαιοσύνη διὰ πίστεως ἴδωμεν τοιγαροῦν ἐμπεριτομω ὄντι τῶι Ἀβραὰμ ἡ τοιαύτη ἐλογίσθη διακιοσυνη ἡ ἀκροβύστω καὶ δῆλόν φησι ὡς ἀκροβύστω ὁρᾷς οὖν ὅτι μᾶλλον ἐπὶ τὴν ἀκροβυστίαν χώραν ἔχει
21578rRom.4.9-Rom.4.10 οὐκ ἐν περιτομῆι ἂλλ ἐν ἀκροβυστίαι εἰ οὖν ἐν ἀκροβυστίαι ὧν ἐδικαιώθη ἄρα μᾶλλον ὁ τῶι Δαυὶδ εἰρημένος μακαρισμὸς ἐπὶ τὴν ἀκροβυστίαν χώραν ἔχει ἡ ἐπὶ τὴν περιτομήν
215ex78rRom.4.10* ἡ περιτομὴ ἐδόθη διὰ τρεῖς ταύτας αἰτίας ώστε σημεῖον είναι πίστεως καὶ τοῦ ἁβραμιαίου γένους δηλωτικὴν καὶ σύμβολον καὶ αἴνιγμα πολιτείας καθαρᾶς καὶ σώφρονος ώστε οὐχ ὡς δικαιοσύνης ποιητικὴ ἐδόθη ἀλλὰ σφραγὶς καὶ σημεῖον τῆς ἐκ πίστεως δικαιοσύνης
21678vRom.4.10-Rom.4.11 καὶ σημεῖον ἔλαβε περιτομῆς δοκοῦσαν ἀντίθεσιν λύει τοσοῦτόν φησι μεγάλη ἡ περιτομὴ καὶ ταύτης χωρὶς οὐκ ἑνὶ δικαιωθῆναι ὅτι καὶ αὐτος Ἀβραὰμ ὁ ἐν ἀκροβυστία κατὰ τὸν σὸν λόγον δικαιωθεὶς περιτομῆς ἐδεήθη καί φησιν οὐ διά τι ἕτερον περιετμήθη ἡ διὰ τὸ σημεῖον καὶ αποδειξν ἐπιφέρεσθαι τὴν περιτομὴν τῆς ἐν τῆι ἀκροβυστία ὑπαρξάσης αὐτῶι δικαιοσύνης εἰ δὲ σημείου ἕνεκεν καὶ σφραγῖδος ἔλαβεν αὐτὴν οὐδὲν αὕτη πρὸς τὴν δικαιοσύνην συνετέλεσεν ἀλλὰ μόνον τὸ τοιῶσδε δεδικαιῶσθαι ἐσήμαινε τουτέστιν ὅτι ἐν τῆι ἀκροβυστία ὧν ἠξιώθη τῆς δικαιοσύνης
216Ph78vRom.4.11Φ(ω)τ(ιου) * ∆ιὰ τὶ φησὶ πρῶτον ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην καὶ οὕτω περιετμήθη πρῶτον μὲν ἵνα ὡς σημεῖον νομισθῇ ἀρετῆς ἡ περιτομὴ καὶ οὐχ ὡς αὐτοαρετὴ καὶ κατόρθωμα τὸ γὰρ σημεῖον τῆς περιτομῆς φησὶ σφραγὶς ἐστιν οἷον σημεῖον τε καὶ παράστασις τῆς ἐν τῆ ἀκροβυστία διὰ πίστεως δικαιοσύνης δεύτερον δὲ ἵνα καὶ τῶν ἀκροβύστων καὶ τῶν ἐμπεριτομων κοινὸς ἐπιγνωσθῇ καὶ ἀνακηρυχθῇ πατὴρ τῶν μὲν ἀκροβύστων ὡς ἐν τῇͅ ἀκροβυστία καὶ πιστεύσας καὶ δικαιωθεὶς τῶν δὲ ἐμπεριτομων ὡς καὶ αὐτὸς περιτμηθεὶς μετὰ τὸ πιστεῦσαι πάντων οὖν εἰκοτως ἂν λογισθείη πατὴρ τῶν τὴν πίστιν δηλονότι παραδεξαμένων εἴτε ἀπερίτμητοι εἴτε περιτετμημένοι εἶεν ἂν δὲ τὴν πίστιν μὴ ἔχωσιν οὐδὲ τὴν πρὸς ἐκεῖνον συγγένειαν ἔχουσιν οἵτινες ἂν εἶεν οὐδὲ κληρονόμοι ἄρα τῆς πρὸς ἐκεῖνον ἐπαγγελίας τοῖς γὰρ συγγενέσι τῷ γὰρ σπέρματι αὐτοῦ αἱ ὑποσχέσεις καὶ αἱ εὐλογίαι
21778vRom.4.11 τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐκ πίστεως ὑπαρξάσας
21878vRom.4.11 εἰς τὸ είναι αὐτον πατέρα διά τι δὲ ὅλως ἐδεήθη αὐτῆς εἰ μηδὲν συνετέλει ἐν τῆι δικαιοσύνηι πρῶτον μὲν καθὼς ἄνω λέγει εἰς τὸ είναι αὐτὴν σημεῖον ἔπειτα ἵνα κοινὸς γένηται πατὴρ τῶν τε ἐν περιτομῆι τῶν τε ἐν ἀκροβυστία
21978vRom.4.11 πάντων τῶν πιστευόντων οὐχ ἁπλῶς τῶν οιων δήποτε πατέρα ἀλλὰ τῶν πιστευόντων εἰς τὸν Χριστόν
22078vRom.4.11 δι' ἀκροβυστίας τῶν ἐν ἀκροβυστία ὄντων καὶ πιστευόντων
22178vRom.4.11 εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς διὰ πίστεως δηλονότι χωρὶς ἔργων
221Ph78vRom.4.11-Rom.4.12Φ(ω)τ(ιου) Καὶ πατέρα περιτομῆς Οὐχ ἁπλῶς φησι πατὴρ τῶν ἐμπεριτμήτων τοῦτο γὰρ δηλοῖ τὸ περιτομῆς ἀλλὰ πατὴρ ἐκείνων {τῶν ἐμπεριτμήτων τοῦτο γὰρ δηλοῖ τὸ περιτομῆς ἀλλὰ πατὴρ ἐκείνων τῶν /τῶν ἐμπεριτμήτων τῶν }* μὴ μόνον περιτετμημένων ἀλλὰ καὶ κατὰ τὰ ἴχνη αὐτοῦ τὴν πίστιν Χριστοῦ εἰσοικιζομένων ἐκεῖνοι δὲ κατὰ τὰ ἴχνη καὶ κατὰ μίμησιν τοῦ Ἀβραὰμ πιστεύουσιν εἰς Χριστὸν οἱ ἀδιστάκτως καὶ χωρὶς φιλονεικίας καὶ ενδοιασμου προσερχόμενοι τῷ Χριστῷ
22278vRom.4.12 τοῖς οὐκ ἐκ περιτομῆς μόνον ὥσπερ γὰρ οἱ ἐν ἀκροβυστία οὐ διὰ τοῦτο μόνον σχοῖεν ἂν τὸν Ἀβραὰμ πατέρα διὰ τὸ ἐν ἀκροβυστία αὐτον πεπιστευκέναι εἰ μὴ καὶ τὴν πίστιν μιμήσαιντο οὕτως οὐδε οἱ ἐν περιτομῆι σχήσουσι διὰ τὸ μόνον περιτμηθῆναι τὸν Ἀβραὰμ εὰν μὴ καὶ τὴν πίστιν αὐτοῦ μιμήσωνται δῆλον ὡς καὶ ἐκπεσοῦνται τῆς πρὸς Ἀβραὰμ συγγενείας οἱ Ἰουδαῖοι ἐὰν μὴ πιστεύσωσι
22378vRom.4.12 καὶ τοῖς στοιχοῦσι τοῖς πειθομένοις τοῖς ἐμμένουσιν
22478vRom.4.12 τοῖς ἴχνεσι τῆι μιμήσει τῆι ὁμοιώσει
223Ph78vRom.4.12Φ(ω)τ(ιου) * Ἴχνη λέγεται τὰ τῶν προοδευσάντων σύμβολα καὶ σημεῖα τῶν ἰχνῶν ἐπεὶ οὖν οὗτοι μεταγενέστεροι οἰκείως καὶ ἁρμοδίως φησὶν τοῖς ἐμμένουσι καὶ ἐπακολουθοῦσι τοῖς ἴχνεσιν ἤτοι πορευομένοις κατὰ τὰ ἐκείνου ἴχνη καὶ τὴν ἐκείνου ὁδὸν ἥτις χωρὶς περιτομῆς ὑπῆρχε
22578vRom.4.12 τῆς ἐν ακρπβυστια πάλιν ὑπομιμνήσκει ὅτι ἐν ἀκροβυστία ἐπίστευσε καὶ ὕστερον περιετμήθη
22678vRom.4.12-Rom.4.13 οὐ γὰρ διὰ νόμου θαυμάσιον λέγει οὕτως φησι ἡ περιτομὴ χωρὶς πίστεως οὐκ ἰσχύει δικαιῶσαι οὐδε προπάτορα σοι ποιεῖ ὦ ἰουδαῖε τὸν Ἀβραὰμ ὅτι οὐδε ὁ νόμος ἐφ' ὧι μέγα φρονεῖς συνετελεσε τι εἰς τὰς ἐπαγγελίας τῶι Ἀβραὰμ ἀλλὰ μόνῃ ἡ πίστις ἀκροβύστω γὰρ ἔτι ὄντι καὶ πρὸ τοῦ νόμου ἐδόθησαν αἱ ἐπαγγελίαι πιστεύσαντι εἰ οὖν αὐτος ὁ νόμος εἰς τὰς ἐπαγγελίας οὐδὲν συνετελεσε σχολῇ γοῦν ἡ περιτομὴ πρὸς δικαιοσύνην ἐξαρκέσει
226ex78vRom.4.13Σευηριανου τὸ κληρονόμον αὐτον κληρονόμους τοῦ κόσμου τοὺς δικαίους ἔσεσθαι φησι ὅτι τῶν ἀσεβῶν ἐκ μέσου γενομένων καὶ παραδοθέντων κολάσει ἐν τῆι τῆς κρίσεως ἡμέραι τὸν συμπάντα λοιπὸν κόσμον ἕξουσιν οἱ δίκαιοι ἀνακαινισθέντα καὶ αὐτῶν ἔσται τὰ οὐράνια ἀγαθὰ καὶ τὰ ἐπίγεια
22779rRom.4.13 διὰ δικαιοσύνης πίστεως τῆς πίστεώς φησι
22879rRom.4.13-Rom.4.14 εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι ὁ γὰρ ἐχόμενος τοῦ νόμου ὡς σώζοντος ἀτιμάζει τὴν διὰ πίστεως σωτηρίαν κληρονόμοι δὲ οἷον τῆς τῶν οὐρανῶν βασιλείας
227Ph79rRom.4.14Φ(ω)τ(ιου) εἰπὼν πρότερον ὅτι διὰ τοῦτο ἀκροβυστος ὢν ὁ Ἀβραὰμ ἐπίστευσε καὶ ἐδικαιώθη ἵνα πατὴρ λογισθῇ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν καὶ διὰ τοῦτο πάλιν περιετμήθη ἵνα καὶ τῶν ἐν περιτομῇ πιστῶν πατὴρ νομισθῆι καὶ ἐπαγαγὼν καὶ ἀποδείξας ὅτι καὶ μᾶλλον λογίζεται πατὴρ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν ὅσῳ καὶ πρὸ τῆς περιτομῆς καὶ πρὸ αὐτοῦ τοῦ νόμου τοῦ καὶ τὴν περιτομὴν περιέχοντος αὐτὸς καὶ ἐπίστευσε καὶ ἡ πίστις αὐτοῦ ἐλογίσθη εἰς δικαιοσύνην ταῦτα εἰπὼν καὶ παραστήσας νῦν καὶ ἑτέρῳ τρόπῳ τὸ αὐτὸ δείκνυσι καί φησιν ὑποκείσθω μὴ οὕτως ἔχειν ὡς ἔφημεν ἀλλὰ τοὺς ἐκ νόμου μόνους εἶναι κληρονόμους τῶν πρὸς Ἀβραὰμ ἐπαγγελιῶν οὔκουν εἰς μάτην γέγονεν ἡ πίστις τῷ Ἀβραὰμ αὐτὸς γὰρ πρὸ τοῦ νόμου καὶ χωρὶς τοῦ νόμου ἐπίστευσε κεκένωται ἄρα ἡ πίστις οὐδὲν ἐστιν αὐτῆς τὸ ὅλον ἠφάνισται ἀλλὰ καὶ αἱ ἐπαγγελίαι κατηργήθησαν οἷον ἄχρηστοι καὶ ἀτέλεστοι γεγένηνται εἰ γὰρ ἡ πίστις δι' ἣν ἡ ἐπαγγελία ἐκενώθη καὶ αἱ ἐπαγγελίαι δηλονότι αἱ ἐπὶ τῇ πίστει ἑδραζομεναι συναπερρύησαν καὶ γεγόνασι φροῦδοι τὶ οὖν οἱ διὰ νόμου κληρονομήσουσιν τῆς μὲν πίστεως κενωθείσης συνεκρυείσης δὲ τῇ πίστει τῆς ἐπαγγελίας ὁρᾷς ὡς δι' ὧν λέγουσι διὰ νόμου κληρονομεῖν διὰ τούτων δείκνυνται μηδ' ὅλως κληρονομεῖν οὕτω τοίνυν διχῶς τὰς ἀποδείξεις ἐποιήσατο ὅτι ὁ μακαρισμὸς ἐπὶ τὴν διὰ πίστεως ἀκροβυστίαν μᾶλλον ἁρμοζει ἢ ἐπὶ τὴν περιτομὴν τὴν πρώτην μὲν ἐπ' εὐθείας προαγαγὼν καὶ ἐξ αὐτῶν τῶν κατὰ τὸν Ἀβραὰμ πραχθέντων τὴν δευτέραν δὲ συνδραμὼν ἐκείνοις καὶ ὑποθεὶς τὸ παρὰ τὼν ἐναντίων λεγόμενον καὶ δείξας οἷον ἄτοπον ἕπεται τῇ ὑποθέσει αὐτῶν τίθησι δὲ καὶ τρίτην ἀποδειξιν λαμβανομένην ἐξ αὐτοῦ τοῦ νόμου καί φησιν ὁ νόμος ἐφ' ᾧ ἐπερείδεσθε παραβαθεὶς ὀργὴν κατεργάζεται τοῦτο εἰπὼν τὸ ἀκολουθον ὡς δῆλον ὑπάρχον κατέλιπεν εἰ οὖν ὁ νόμος ὀργὴν κατεργάζεται παραβαθεὶς ὑμεῖς δὲ παραβεβήκατε οὐ μόνον ἐπαγγελιῶν οὒκ ἐστε ἄξιοι ἀλλὰ καὶ τιμωρηθήσεσθε τοῦτο γὰρ ὑμῖν διὰ παντὸς ὁ νόμος παραβεβηκόσιν ἐπανατείνεται πόθεν οὖν σωθήσεσθε πόθεν ὑμῖν αἱ ἐπαγγελίαι ἐπεὶ οὖν τά τε ἄλλα εἴρηται καὶ δέδεικται ὅτι καὶ ἐκ τοῦ νόμου οὐκ ἔστιν ὅλως δικαιωθῆναι λείπεται καταφυγεῖν ἐπὶ τὴν διὰ πίστεως χάριν διὰ ταύτης γὰρ καὶ αἱ ἐπαγγελίαι περατοῦνται καὶ ὁ Ἀβραὰμ πάντων γίνεται πατὴρ ὥστε ὁ τοῦ ∆αυὶδ μακαρισμὸς κοινὸς ὑπάρχων ἐπὶ τῶν διὰ πίστεως σωζομένων πάντων οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἐστιν ἐπὶ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν ἐφαρμοζων ὅσῳ καὶ πρῶτον ἐπὶ τοῦ ἐν ἀκροβυστίᾳ Ἀβραὰμ ἐφάνη αληθεύων ταῦτα δὲ είρηται τοῦ νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται καὶ ἑξῆς καὶ δεῖ ἐπισκοπεῖν δυνατὸν δὲ ταῦτα καὶ ἄλλαις ἐπιβολαῖς διασαφῆσαι ὡς εἴρηται ἐν τῷ πλάτει
22979rRom.4.14 κατήργηται ἡ ἐπαγγελία ὡς οὐ χρειώδης οὖσαι κατήργηνται αἱ ἐπαγγελίαι τουτέστιν ἄπρακτο γεγόνασιν πως εἰ γὰρ ἡ πίστις καταργεῖται δι' ἦν αἱ ἐπαγγελίαι δῆλον ὅτι συγκαταργοῦνται αἱ ἐπαγγελίαι εἰ δὲ αὗται καταργηθῶσιν οὐ δὴ ὁ Ἀβραὰμ πατήρ τινος
23079rRom.4.14-Rom.4.16 ἵνα κατὰ χάριν καὶ οὕτως φησι οὐ διὰ τοῦ νόμου βεβαιοῦνται αἱ ἐπαγγελίαι ὅτι τρόπον τινα καὶ ἐμποδίζονται πως ὅτι ὁ νόμος ὀργὴν καταργαζεται παραβαθεὶς δηλονότι οὐδεὶς γὰρ αὐτον ἴσχυσε πληρῶσαι ἔνθα δὲ ὀργή πως ἥξουσιν αἱ ἐπαγγελίαι ἡ δὲ πίστις φησι τὴν χάριν εἰσάγει τοῦ θεοῦ χάριτος δὲ οὔσης ἔρχονται καὶ πληροῦνται αἱ ἐπαγγελίαι
23179rRom.4.16 εἰς τὸ είναι βεβαίαν ἔνθα γὰρ χάρις θεοῦ οὐκ ἔτι ἀμφίβολοι αἱ ἐπαγγελίαι ἀλλὰ βεβαιοῖ θεὸς γάρ φησι ὁ δικαίων χάριτί τις ὁ κατακρίνων
23279rRom.4.16 παντὶ τῶι σπέρματι τὸ ὑπερβατον παντὶ τῶι σπέρματι Ἀβραάμ
23379vRom.4.16 oὐ τῶι ἐκ τοῦ νόμου ἐκ τοῦ νόμου λέγει τοὺς ἐξ Ἰουδαίων εἰς τὴν πίστιν ἐλθόντας
23479vRom.4.16 καὶ τῶι ἐκ πίστεως τοὺς χωρὶς νόμου πιστοὺς γενομένους ὅρα δέ πως λοιπὸν συνάπτει τοὺς δύο λαοὺς καὶ πάντων ποιεῖ πατέρα τὸν Ἀβραάμ
23579vRom.4.16-Rom.4.17 κατέναντι οὐ ἐπίστευσε τουτέστιν ὥσπερ ὁ θεὸς οὐκ ἐστι μερικὸς ἀλλὰ πάντων θεὸς οὕτως καὶ ὁ Ἀβραὰμ πάντων πατήρ
235Ph79vRom.4.17Φωτιου * Κατέναντι ἐναντίον ἐνώπιον εἰς πρόσωπον θεοῦ εἰς πρόσωπον γὰρ θεοῦ εἴρηται οἷον ὡς ἐκ προσώπου θεοῦ τὸ πατέρα πολλῶν ἐθνῶν τέθεικά σε ἐπειδὴ γὰρ εἶπε καθὼς γέγραπται μὴ προσθεὶς ποῦ γέγραπται ἢ πῶς ἐπήγαγεν εἰ καὶ ὑπερβὰς τὸ κατέναντι θεοῦ τὸ ἀξιοπιστον καὶ βέβαιον τοῦ γέγραπται παριστῶν καθὼς γέγραπται κατενώπιον θεοῦ τοῦτ' ἔστιν εἰς πρόσωπον θεοῦ καὶ ἐκ προσώπου θεοῦ ἀξιοπιστος ἐστι φησὶν ἡ γραφὴ ἀμετάπτωτος βεβαία θεὸς ἐστιν ἐν αὐτῇ εἰπὼν πατέρα πολλῶν ἐθνῶν τέθεικά σε τὸ γοῦν ἐφεξῆς τῆς τοῦ λόγου συμφράσεως καθὼς γέγραπται κατέναντι οὗ ἐπίστευσε θεοῦ ὅτι πατέρα πολλῶν ἐθνῶν καὶ ἑξῆς
235exa79vRom.4.17
235exb79vRom.4.17 ὥσπερ γάρ φησι πάντων ἐστι ποιητὴς ὁ θεὸς καὶ πάντων θεός τε καὶ κηδεμὼν οὕτω καὶ τὸν Ἀβραὰμ πάντων πατηρα κεχειροτόνηκεν οὐκ Ἰουδαίων μόνον ἀλλὰ καὶ πάντων τῶν πιστευόντων
235exc79vRom.4.17 ἄλλως ἀντὶ τοῦ ἐνώπιον προσώπου οὐ ἐπίστευσε θεοῦ
23679vRom.4.17 τοὺς ζωοποιουντους νεκρούς τὸν μὲν τῆς ἀναστάσεως καταβάλλεται λόγον πλὴν προφορως καὶ εἰς τὸ προκείμενον ἐπίστευσε φησι Ἀβραὰμ τῶι θεῶι ὅτι καὶ τοὺς νεκροὺς ζωοποιεῖ διὰ τοῦτο καὶ τὸ δοῦναι αὐτον σπέρμα γεγηρακότι ὁ γὰρ τοὺς νεκροὺς ζωοποιῶν καὶ τὰ μὴ ὄντα οὐσιῶν πολλῷ μᾶλλον δυνήσεται τῶ νεκρωμενων διὰ τὸ γῆρας σώματι δοῦναι σπέρμα
236Pha79vRom.4.17Φωτιου καὶ καλοῦντος Καλῶς φησιν καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα λόγῳ γὰρ τὰ μὴ ὄντα εἰς τὸ εἶναι καὶ ἅμα τῷ καλέσαι παράγει ὥστε εἶναι παρ' αὐτῷ δυνατὸν καὶ ῥᾷον καὶ τὰ μὴ ὄντα ὡς ὄντα καὶ ἔμπαλιν εἰ βουληθείη καὶ τὰ ὄντα ὡς μὴ ὄντα καλεῖν
236Phb79vRom.4.17-Rom.4.18του αυτου παρ' ἐλπίδα ἀντὶ τοῦ ἐπαγγελίαις ἐπίστευσε πολὺ τὸ ἀνέλπιστον ἐχούσαις κατὰ ἀνθρώπινον λογισμὸν παρ' ἐλπίδα γάρ φησι τὴν ἀνθρωπίνην μόνῃ ἑδρασθεὶς τῇ ἐπὶ θεὸν ἐλπίδι
236ex79vRom.4.18* Ἐπ' ἐλπίδι γάρ φησι τῆι τοῦ θεοῦ παρ' ἐλπίδα τῆς οἰκείας φύσεως ἐπ' ἐλπίδι τῆς τοῦ ἐπαγγειλαμένου δυνάμεως
23779vRom.4.18
23879vRom.4.18
23979vRom.4.18 πολλῶν ἐθνῶν τῶν κατὰ πίστιν καὶ ἐπαγγελίαν τις δὲ αὐτοῦ υἱος διὰ πίστεως καὶ ἐπαγγελίας δοθεὶς δηλονότι Ἰσαὰκ ὁ γὰρ Ἰσμαὴλ κατὰ σάρκα ἦν αὐτοῦ
24079vRom.4.18-Rom.4.19 καὶ μὴ ἀσθενήσας τῆι πίστει πολλὰ μὲν ἦν τὰ ἀσθενῆ καὶ ἀδύναμον αὐτοῦ τὴν πίστιν παρασκευάζοντα γενέσθαι ἂλλ οὐδε πρὸς ἐν ἠσθένησεν ἡ γενναία ψυχὴ πρῶτον ὅτι πρὸς οὐδε ἐν τοιοῦτον παράδειγμα ἰδεῖν ἠδύνατο ἀλλὰ πρώτῳ γὰρ αὐτῶι ἡ τῆς παρ' ἐλπίδα παιδοποιίας δέδοται ἐπαγγελία δεύτερον τὸ νενεκρῶσθαι αὐτοῦ γερα τὸ σῶμα τρίτον τὸ συννενεκρωσθαι τὴν μήτραν Σάρρας καὶ ἀδυνάτως ἔχειν πρὸς παιδοποιΐαν
24179vRom.4.19 ἑκατονταετὴς που καλῶς τό που οὐ γὰρ ἦν ἑκατονταετὴς ἂλλ ἐνενηκονταεννέα
24279vRom.4.19-Rom.4.20 εἰς δὲ τὴν ἐπαγγελίας οὐ γὰρ ἦν ἔργων ἀποδειξις ἀλλὰ ψιλὰ ῥήματα
24379vRom.4.20 οὐ διεκρίθη οὐκ εἶπεν οὐκ ηπιστεσεν ἂλλ οὐ διεκρίθη τῆι ἀπιστίαι τουτέστιν οὐδε ἐνεδοίασεν οὐδε ἀμφέβαλεν
24479vRom.4.20 ἂλλ ἐνεδυναμώθη εἰπὼν ἐνεδυναμώθη δείκνυσι πολλῶι καμάτωι καὶ δυνάμει ψυχῆς κατορθουμένην τὴν πίστιν
24579vRom.4.20 δοὺς δόξα πως ἐνεδυναμώθη δοὺς δόξαν φησι τῶι θεῶι τουτέστιν οὐ περιεργασάμενος πως ἐγχωρεῖ τοῦτο γενέσθαι ἂλλ εὐθὺς πιστεύσας καὶ εὐλογήσας ὡς εὐεργέτην τὸν θεὸν ὡς ἤδε δεδωκότα τὸ ἐπαγγελθέν
24679vRom.4.20-Rom.4.21 καὶ πληροφορηθείς οὐκ εἶπε πιστεύσας ἂλλ ἐμφαντικώτερον πληροφορηθείς
24779vRom.4.21-Rom.4.22 διὸ καὶ ἐλογίσθη αὐτῶι ὁρᾷς ὅτι ἀπὸ πίστεως ἐδικαιώθη
24879vRom.4.22-Rom.4.23 οὐκ ἐγράφη δὲ δι' αὐτον μόνον εἶτα ἵνα μὴ λέγωσιν οἱ ἀκροαταὶ καί τι πρὸς ἡμᾶς ἐκεῖνος γὰρ ἐδικαιώθη ἐπάγει ὅτι ταῦτα οὐ χάριν μόνον τοῦ πατριάρχου γέγραπται ἀλλὰ καὶ δι' ἡμᾶς ἵνα παράδειγμα τὸν Ἀβραὰμ ἔχοντες πιστοί τε ὁμοίως γινώμεθα καὶ ὁμοίως ἡ πίστις ἡμῖν εἰς δικαιοσύνην λογίζηται
24979vRom.4.23-Rom.4.24 ἐπὶ τὸν ἐγείραντα Iησουν τὸν κύριον εὐφυῶς εἰσέβαλεν εἰς τὸν περὶ τοῦ κυρίου λόγον καί φησιν οὐ διὰ τὰς οἰκείας ἁμαρτίας ἀπέθανεν ἐπεὶ οὐδε ἀναστῆναι αὐτον ἔδει ὥσπερ οὐδε πρὸ τούτου τις ἀλλὰ διὰ τὰς ἡμῶν ἁμαρτίας ἵνα ἐξ ἑαυτῶν ἡμᾶς ἀπαλλάξη
25080rRom.4.24-Rom.4.25 διὰ τὴν δικαίωσιν ἡμῶν ἵνα φησι δικαιώσῃ ἡμᾶς καὶ ἀπαλλάξηι ἁμαρτιῶν οὐ γὰρ διὰ τοῦτο οἰκειωσάμενος τὰς ἁμαρτίας ἡμῶν δίκην θανάτου δέδωκεν ὑπὲρ ἡμῶν ἵνα ἡμᾶς ὑπευθύνους καὶ χρεωστας ἔχῃ θανάτου ἂλλ ἵνα δικαιώσῃ ἡμᾶς καὶ τέλεον ἀνευθύνους ἀφῇ
25180rRom.4.25-Rom.5.1 εἰρήνην ἔχωμεν πρὸς τὸν θεόν πως δ' ἄν τις εἰρηνέυοι πρὸς τὸν θεὸν ἀκολουθῶν ταῖς ἐντολαῖς αὐτοῦ ὡς ὅ γε ἁμαρτάνων πολεμεῖ θεῶι
251Ph80rRom.5.1Φ(ω)τ(ιου) * καὶ οὕτως ∆είκνυσι τοὺς Ἰουδαίους στασιάζοντας πρὸς τὴν πίστιν καὶ μὴ παραδεχομένους τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ πρὸς αὐτὸν στασιάζειν τὸν πατέρα τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν ἵνα γὰρ φησὶ δικαιωθῶμεν ἡμεῖς διὰ τοῦτο καὶ ἐν νεκροῖς ἐλογίσθη καὶ ἀνέστη ἐκ τῶν νεκρῶν ὑμεῖς δὲ οὐ προσδεχόμενοι αὐτον καὶ τῷ πατρὶ πολεμεῖτε τῷ ἀναστήσαντι αὐτον ἀλλ' οἱ δικαιωθέντες φησὶν εἰρήνην ἔχωμεν πρὸς τὸν πατέρα καταλύσωμεν τελείως τὸν πρὸς αὐτὸν πόλεμον πῶς δὲ καταλύεται διὰ τελείας καὶ ἀδιστάκτου πίστεως τῆς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν αὐτὸς γὰρ ἐστι καὶ ὁ προσάγων ἡμᾶς αὐτῷ τῷ πατρί
25280rRom.5.1 διὰ τοῦ κυρίου ἡμῶν εἰ γὰρ δι' αὐτοῦ τῶν προγενομένων ἐλυτρώθημεν ἁμαρτιῶν δι' αὐτοῦ πάλιν καὶ τῆς εἰς αὐτον πίστεως μενοῦμεν μὴ ἁμαρτάνοντες καὶ γὰρ εὐχερὲς μᾶλλον φυλάξαι ἡ κτήσασθαι τὰ ἀγαθὰ τῆι αὐτοῦ συνεργία
25380rRom.5.1-Rom.5.2 δι' οὐ καὶ τὴν προσαγωγήν δι' αὐτοῦ γὰρ προσήχθημεν τῶ πατρὶ εἰ οὖν μακρὰν ὄντες ἐγγὺς γεγόναμεν τῶι θανάτωι αὐτοῦ πολλῷ μᾶλλον ἐγγὺς ὄντες εἰρηνεύσομεν πρὸς αὐτον χάριτι αὐτοῦ
25480rRom.5.2 τῆι πίστει θεὶς τὰ τοῦ Χριστοῦ καὶ τὰ ἡμῶν τίθησι πρὸς γὰρ τὰς ἀφάτους δωρεᾶς τοῦ Χριστοῦ ἡμεῖς οὐδὲν πλὴν πίστεως εἰσηνέγκαμεν
25580rRom.5.2 εἰς τὴν χάριν ταύτην τουτέστι τὸ καταζιωθηναι τῆς τοῦ θεοῦ γνώσεως τὸ προσαχθῆναι αὐτῶι τὸ ἁμαρτιῶν ἀπαλλαγῆναι καὶ ὅσα τὸ βάπτισμα χαρίζεται τὸ δὲ ἑστήκαμεν βεβαιότητα δηλοῖ
254Ph80rRom.5.2Φ(ω)τ(ιου) * Εἰς τὴν χάριν ταύτην δεικτικῶς τὸ μέγεθος τῶν ἐμπεριεχομένων τῇ χάριτι καὶ τὸ πλῆθος δηλῶν καὶ γὰρ αὐτὴ ἡ προσαγωγὴ μέγα καὶ θαυμάσιον καὶ πρὸ τούτου ἡ τῶν ἁμαρτιῶν ἄφεσις καὶ μετὰ ταῦτα ἡ τῶν οὐρανῶν ἐπηγγελμένη βασιλεία ἐπὶ ποίᾳ πράξει ἐπὶ ποίῳ κατορθώματι αὕτη ἡ χάρις ἐδοθη ἐπὶ πίστει μόνῃ μόνον γὰρ ἐπιστεύσαμεν καὶ διὰ τοῦ βαπτίσματος πάντα ἡμῖν ταῦτα ἡ χάρις ἐχαρίσατο ἢ οὕτως ὥσπερ εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ οὕτως πάλιν καυχώμεθα καὶ ἐν ταῖς θλίψεσιν εἰδοτες ὅτι δι' αὐτῶν καὶ διὰ τῆς ὑπομονῆς καὶ δοκιμῆς εἰς τὴν αὐτὴν ἀκαταίσχυντον ἐπανατρέχομεν ἐλπίδα
255Ph80rRom.5.2 ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ ἢ ὅτι δοξάζεται ὁ θεὸς ἢ ὅτι δοξάζει ἡμᾶς ὁ θεὸς καὶ δοξάζει ἡμᾶς ἀρρήτῳ καὶ ὑπερφυεῖ δόξῃ δωρούμενος ἃ ἐπηγγείλατο υἱοθεσίας καὶ βασιλείας οὐρανῶν ἀξιῶν καὶ δοξάζεται καὶ αὐτος εἰ καὶ μὴ κατ' ἀξίαν ἀλλ' ὅσον ἐστὶν ἀγγέλοις καὶ ἀνθρώποις δυνατὸν τοσαύτην φιλοτιμίαν περὶ τὸ ἀνθρώπινον ἐπιδεικνύμενος γένος καὶ ταῦτα περαίνων καὶ εἰς ἔργον ἄγων ἃ μόνης ἐστὶ τῆς αὐτοῦ θειότητος καὶ φιλανθρωπίας ἐνδεικτικά
25680rRom.5.2-Rom.5.3 οὐ μόνον δέ οὐ μόνον δέ φησι ἐπὶ τοῖς δοθεῖσι καὶ τοῖς μέλλουσιν ἀγαθοῖς καυχώμεθα ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις είναι δοκοῦσιν οἷον ταῖς θλίψεσί τι δήποτε ὅτι πρὸς ὑπομονὴν ἡμᾶς αἱ θλίψεις ἀλείφουσιν τις δὲ τῆς ὑπομονῆς τὸ κέρδος δοκίμους φησι ποιεῖ τι δὲ τοῦ γενέσθαι δοκίμους τὸ ὄφελος ἐλπίδα ἡμῖν προξενεῖ τῶν μελλόντων ἀγαθῶν ὁ δέ γε ταῦτα ἐλπίζων οὐκ ἂν καταισχυνθείη ὁ μὲν γὰρ ἐπ' ἀνθρώπωι ἐλπίζων ἴσως καὶ ψευσθείη τῆς ἐλπίδος ὁ δὲ ἐπὶ θεῶι οὐκέτι πλὴν οὐ μόνον φησι ἐν οἷς ἑστήκαμεν ἀγαθοῖς ἀλλὰ καὶ ἐν τοῖς προσδοκωμένοις ὡς ἤδη παροῦσι καυχώμεθα τοῦτο γὰρ πίστεως ἀκριβοῦς καλῶς δὲ δόξης εἶπεν εκβαινοντα γὰρ τὰ ἐπαγγελλόμενα δοξάζεσθαι τὸν ἐπαγγειλάμενον ποιεῖ
256Phb80rRom.5.3Φ(ω)τ(ιου) ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν πόθεν καυχώμεθα ἐν ταῖς θλίψεσιν ὅτι ἐρῶμεν σφόδρα τοῦ θεοῦ ἐραστὴς γὰρ ἅπας χαίρει καὶ σεμνύνεται ἡνίκα πάσχει ὑπὲρ οὗ ἐρᾷ ἀλλὰ πόθεν ὁ θεῖος ἔρως ἐκεῖνος ἐκκέχυται καὶ ὅλην ἐμπεριείληφε τὴν ἡμῶν καρδίαν ἐκ τοῦ παναγίου πνεύματος τοῦ δοθέντος ἡμῖν ὥστε τὸ ὅλον τῆς ἄνωθεν χάριτος ἀλλὰ καὶ χρεωστοῦμεν ὑπερερᾶν αὐτοῦ κἄν τι δέοι παθεῖν μὴ ἀφίστασθαι τοῦ πρὸς αὐτὸν ἔρωτος διὰ τὶ ὅτι αὐτὸς ἡμῶν ἠράσθη πρῶτος καὶ τότε τίνων ἐχθρῶν καὶ πολεμίων ὑπαρχοντων εἶδες ὑπερβολὴν εἶδες πόσον τὸ χρέος πρόσθες καὶ τὸ ἔτι μεῖζον οὐκ ἠράσθη μόνον ἀλλὰ καὶ ἠτιμάσθη ὑπὲρ ἡμῶν καὶ ἐρραπίσθη καὶ ἐσταυρώθη καὶ ἐν νεκροῖς ἐλογίσθη καὶ διὰ τούτων ἁπάντων τὸν περὶ ἡμᾶς αὐτοῦ παρέστησεν ἔρωτα ὦ ἔρωτος ἀγγέλους καταπλήξαντος ἀνθρώπους εἰς οὐρανοὺς ἀνυψώσαντος καὶ δαιμόνων τυραννίδα καταργήσαντος τὶς ἐραστὴν τοιοῦτον οὐ φιλεῖ μᾶλλον δὲ τὶς τὶ πράξας ἄξιον τοῦ τηλικούτου ἔρωτος ἐπιτελέσει ἢ κἂν βραχὺ γοῦν τοῦ χρέους ἀποτίσει κἂν γὰρ μυριάκις ἀποθάνοι οὐ μέγα εἰσήνεγκεν ὑπὲρ γὰρ εὐεργέτου ὑπὲρ ἐραστοῦ ἀλλ' οὐχ ὑπὲρ ἐχθρῶν πολεμίων ὡς ἐκεῖνος ἔπαθεν καὶ ἡμῶν ἕκαστος πάσχει διὸ ἡνίκα πάσχομεν χαίρειν ὀφείλομεν καὶ σεμνύνεσθαι ὅτι κἂν βραχὺ γοῦν ὑπὲρ τηλικούτου ἐραστοῦ καὶ ἡμεῖς παθεῖν τι κατηξιώθημεν
256Pha80vRom.5.3του αυτου εἰδότες ὅτι ἡ θλῖψις πως καυχώμεθα ἐν ταῖς θλίψεσιν καλῶς φησιν αἱ γὰρ θλίψεις γυμνάζουσι πρὸς ὑπομονὴν ἀλλὰ τὶ τὸ κέρδος τῆς ὑπομονῆς μέγα φησὶν δοκιμωτέρους γὰρ ἐργάζονται ὥσπερ καὶ τὸν χρυσὸν ἡ χωνείαι τὶ δὲ γίνεται ἐκ τοῦ δοκιμωτέρους ὀφθῆναι πολὺ ὄφελος ἡ γὰρ ἐλπὶς ἡμῶν ἐντεῦθεν βεβαιοτέρα καὶ ἀσφαλεστέρα καθίσταται ἐκ δὲ ταύτης τὶ τὸ πᾶν ἀνύεται φησὶν ποῖον τυγχάνομεν ὧν ἐλπίζομεν ἡ γὰρ ἐλπὶς ἡ βεβαία καὶ διὰ δοκιμῆς ἀχθεῖσα καὶ ὑπομονῆς καὶ θλίψεων οὐδέποτε καταισχύνει καὶ ὅρα πῶς εἰπὼν ἀνωτέρω ὅτι καυχώμεθα ἐπ' ἐλπίδι πάλιν καὶ ἐνταῦθα εἰς ἐλπίδα κατέληξεν καὶ γὰρ ἀπ' ἐλπίδος δεῖ ἄρχεσθαι καὶ ὁμοίως εἰς ἐλπίδα καὶ καταλήγειν ἀλλ' ἡ μὲν ἀρχομένων ἐλπὶς οὔπω δῆλον ὅπως ἔχει μήπω θλίψεων καὶ πειρασμῶν προσβαλόντων ἡ δὲ διὰ τούτων ὁδεύσασα καὶ δοκιμασθεῖσα καὶ φανεῖσα ἀδίστακτος καὶ μὴ σαλευομένη αὕτη καὶ τὸ τέλειον ἔχει καὶ τῶν ἐλπισθέντων ἐν ἀπολαύσει παρασκευάζει ἤλπισεν ὁ Ἀβραὰμ μετὰ γῆρας καὶ στείρωσιν μήτρας ὅτι ἔσται κατὰ τὴν ἐπαγγελίαν πατὴρ μέγα μὲν ἀλλ' οὐχ οἷον μετὰ τὴν δοκιμὴν ἐπείρασεν αὐτὸν ὁ θεὸς καὶ ἐχώνευσεν ὡς ἀληθῶς χωνείαν φρικτὴν καὶ φοβερὰν πῦρ τοῖς ἐγκάτοις ὑφάψας ὅτε σφάξαι προσέταξε τὸν υἱον ἔδειξεν ἐκεῖνος καὶ διὰ τούτων ἀσάλευτον καὶ σταθερὰν τὴν ἐλπίδα ἔδραμε γὰρ σφάξαι τὸν υἱον καὶ οὐκ ἐδίστασε λογισάμενος πῶς οὖν ἔσομαι πατὴρ τοῦτο ὑπερμεγέθης ὡς ἀληθῶς ἐλπὶς διὸ καὶ τυγχάνει ὧν ἤλπισεν
25780vRom.5.3-Rom.5.4 ἡ δὲ δοκιμὴ ἐλπίδα ἄρα γε οἱ κακῶι συνειδότι πληττόμενοι οὐδε ἐλπίζουσιν ἀντίδοσιν ἀγαθοῦ καὶ κακοῦ ὁ γὰρ βούλεται ἕκαστος τοῦτο καὶ νομίζει
25880vRom.5.4-Rom.5.5 ὅτι ἡ ἀγάπη τοῦ θεοῦ καὶ πόθεν δῆλόν φησιν ὅτι ἐκεῖ δώσει ἡμῖν ἀγαθὰ ὁ θεὸς πόθεν ἐξ ὧν ἐνταῦθα δέδωκέν τι δὲ ἔδωκε τὸ πνεῦμά φησιν ὅπερ ἐκ μόνης ἀγάπης θεοῦ ἧς ἠγάπησεν ἡμᾶς ἐπεφοίτησεν ἡμῖν οὐ γὰρ ἡμεῖς οἰκείοις κατορθώμασιν ἐπεσπασάμεθα τὴν χάριν τοῦ πνεύματος
258ex80vRom.5.5 ἐκκέχυται καλῶς δὲ τὴν ἀγάπην τοῦ θεοῦ ἡ ἐστιν ἡ δόσις τοῦ πνεύματος εἶπεν ἐκκεχύσθαι οἷον δαψιλῶς δεδόσθαι ἐν ταῖς καρδίαις ἡμῶν νοητὴ γὰρ ἡ ἐνοίκησις τοῦ προσκυνητοῦ καὶ τρισαγίου πνεύματος καινῶι μόνωι καὶ καρδία λεπτή
25980vRom.5.5-Rom.5.6 ἔτι γὰρ Χριστός εἰπὼν τοῦ παναγίου πνεύματος τὴν δόσιν μεταβαίνει εἰς τὸν θεόν
259Ph80vRom.5.6Φ(ω)τ(ιου) * Τρία τίθησι τὴν ὑπερβολὴν δεικνύντα τῆς ἀγάπης τοῦ θεοῦ καὶ ἅμα συνιστῶντα καὶ τὴν εἰς τὸ ἔπειτα αὐτοῦ πρόνοιαν καὶ φιλανθρωπίαν ταῦτα δὲ τὰ τρία ἀπὸ μόνου λαμβάνει τοῦ ὑποκειμένου ἤτοι ἐξ ἐκείνων περὶ ἃ ἡ τῆς ἀγάπης ἀποδειξις ἐπεὶ ἔστι καὶ ἄλλα πάλιν ἐξ αὐτοῦ τοῦ ἀγαπήσαντος δι' ὧν πάλιν ἡ ὑπερβολὴ τῆς ἀγαπήσεως συνίσταται καὶ παρίσταται οἷον αὐτὸ τὸ παρθενικὴν ἐνοικῆσαι μήτραν καὶ σαρκωθῆναι ἐξ αὐτῆς ὑπηρετήσασθαι τε ταῖς κατὰ νόμον ἐντολαῖς τὸν νομοθέτην εἶτα ἀτιμασθῆναι ὑβρισθῆναι ραπισθηναι καὶ τὸ κεφάλαιον διὰ σταυροῦ θανατωθῆναι αὐτὸς δὲ τὰ μὲν ἐκ τοῦ ἀγαπήσαντος συγκεφαλαιωσάμενος καὶ τὸν θάνατον μόνον τέως εἰπὼν τὰ ἀπὸ τῶν ἀγαπηθέντων διεῖλεν συντελούσης αὐτῷ ἐνταῦθα τῆς τοιαύτης μεταχειρισεως εἰς τὸ ὅτι ἔτι καὶ ἔτι προνοήσεται καὶ ὑπερασπιεῖ καὶ ῥύσεται ἐκ πάσης ὀργῆς τῆς τε παρούσης ὅτε τοῦτο συμφέρειν οἶδε καὶ τῆς μελλούσης ἥτις ἐστιν ὡς ἀληθῶς ἐσχάτη ὀργὴ ἃ δὲ τίθησι τρία ταῦτὰ ἐστιν ἀσθενεῖς ἦμεν φησὶν ἀσθενεῖς δὲ οὐκ ἐκ φύσεως ἀλλ' ἐξ οἰκείας γνώμης καὶ πράξεως ἀσθενεῖς οὖν ἦμεν καὶ πολλῆς βοηθείας ἐχρῄζομεν ἀλλὰ καὶ ἀσεβεῖς ἦμεν αὐτὸν τὸν μέλλοντα βοηθεῖν ἀπωθούμεθα ἑτέροις μὲν τὸ σέβας προσάπτοντες αὐτωι δὲ ἐχθροῖς ἴσα καὶ πολεμίοις ἐνυβρίζοντες οὐκοῦν ἄπορα πάντα ἔχομεν τὰ ἡμέτερα εἰ γὰρ αὐτοὶ μὲν καὶ ἀσθενεῖς καὶ ἀδύνατοι ἀναστῆναι τοῦ νοσήματος πολλῆς δὲ βοηθείας δεόμενοι τὸν δὲ βοηθὸν ἐνυβρίσαντες ἀπωσάμεθα πῶς οὐκ εἰς ἔσχατον ἀπορίας τὰ ἡμέτερα εἶτα ἀλλὰ ἁμαρτωλοὶ φησὶ καὶ ὁ βίος φησὶ μᾶλλον καθεῖλκε ἐπὶ τὸ πτῶμα καὶ ἀνενεγκεῖν οὐ συνεχώρει οὕτως δὲ ἐχοντων καὶ πάσης ὑπαρχούσης ἀπογνώσεως τότε αὐτὸς ὁ ἀγαθος ὁ φιλάνθρωπος ὁ τοῦ θεοῦ παῖς καὶ ἠγάπησε καὶ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ ἡμῶν τέθεικεν εἰ δὲ τότε μυρίοις ἐνεχομένους κακοῖς καὶ εἰς παντελῆ ἀσχημοσύνην καὶ αἰσχροτητα κατηντηκότας καὶ ἠγάπησε καὶ τῆς ἀσθενείας ἀνέστησε καὶ ἐδυνάμωσε τὸ αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν δεδωκὼς αἷμα πολλῷ μᾶλλον οἰκειωσάμενος καὶ δικαιώσας καὶ προστήσεται καὶ ἀντιλήψεται καὶ ὑπερασπιεῖ ὅτε μήτε χρεία θανεῖν αὐτον μήτε οὕτως ὡς πρότερον εἰς ἀρρωστίαν καὶ ἀσχημοσύνην κατηνέχθημεν ἀλλὰ μηδ' αὐτὸν ἀπωσάμεθα τὸ σέβας ἑτέροις περιθέμενοι οὐ χρὴ τοιγαροῦν ἐν δισταγμῷ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἔχειν ἀλλὰ βεβαίαν καὶ ὡς παρόντων τῶν ἀγαθῶν οὕτω καὶ χαίρειν καὶ δοξάζειν τὸν ἐπαγγειλάμενον καὶ παρέξοντα πάντως κύριον ἡμῶν καὶ θεὸν οὐ γὰρ μόνον ἀπὸ τῆς ὀργῆς σώσει ἡμᾶς ἀλλὰ καὶ τῆς οὐρανίου δόξης ἀξιώσει
26081rRom.5.6 ὄντων ἡμῶν ἀσθενῶν τὰ μέλλοντα πιστωσάμενος ἐκ τῆς τοῦ ἁγίου πνεύματος δωρεᾶς νυν καὶ ἐκ τοῦ θανάτου τοῦ Χριστοῦ πιστοῦται εἰ γάρ φησι ὑπὲρ ἀνδρὸς ἐναρέτου οὐκ ἄν τις ἕλοιτο ἀποθανεῖν σκοπεῖ μοι τοῦ δεσπότου τὴν ἀγαθότητα ὅτι τὸν υἱον ὑπὲρ ἀσεβῶν ἔδωκε τῆι ἁμαρτίαι
26181rRom.5.6 κατὰ καιρόν τουτέστι κατὰ τὸν εὔκαιρον καὶ προσήκοντα καιρὸν καὶ χρόνον
26281rRom.5.6-Rom.5.8 συνίστησι δέ ἀντὶ τοῦ βεβαιοῖ δείκνυσι
26381rRom.5.8-Rom.5.9 πολλῷ οὖν μᾶλλον εἰ γὰρ τότε φησι οὐ περιεῖδεν ὅτε καὶ ἁμαρτωλοὶ ἦμεν καὶ χρεία ἦν πρὸς τὸ σῶσαι καὶ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ πολλῷ μᾶλλον νυν οὐ περιιδη ἀλλὰ σώσει ὅτε οὔτε ἁμαρτωλοὶ ἐσμεν δικαιωθέντες τῶι αἵματι τοῦ Χριστοῦ οὔτε ἔτι χρεία θανατωθῆναι τὸν υἱον αὐτοῦ
26481rRom.5.9 ἀπὸ τῆς ὀργῆς τῆς μελλούσης κολάσεως
26581rRom.5.9-Rom.5.10 ἐν τῆι ζωῆι αὐτοῦ οὐκέτι γάρ φησι χρεία ὡς τὸ πρότερον δοῦναι τὸν υἱον εἰς θάνατον ἀλλὰ ζῶντος ἔσται ἡ σωτηρία οὐδὲν οὖν φησι δυσχερές
26681rRom.5.10-Rom.5.11 οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἵνα μὴ ἐρυθριῶμεν καὶ ἀδημονῶμεν ὅτι τοσοῦτον γεγόναμεν ἀσεβεῖς ὡς χρείαν γενέσθαι καὶ τοῦ θανάτου τοῦ υἱοῦ πρὸς τὸ σωθῆναι ἡμᾶς ἐπάγει οὐ μόνον δὲ ἐσώθημεν φησιν ἀλλὰ καὶ καυχᾶσθαι ὀφείλομεν τοιγαροῦν καὶ καυχώμεθα ὅτι ὅλως ἀπέθανε Χριστὸς ὑπὲρ ἡμῶν ὄντων ἀσεβῶν τοῦτο γὰρ τὴν ἄγαν τοῦ πατρὸς ἀγάπην δηλοῖ ὅτι καὶ ὑπὲρ ἀσεβῶν τὸν υἱον δέδωκε τοὺς δὲ ἀγαπωμένους ὑπο θεοῦ οὐκ ἐγκαλύπτεσθαι οὐδε ἀδημονεῖν ἂλλ ἀγάλλεσθαι καὶ καυχᾶσθαι ἐν θεῶι προσήκει
26781rRom.5.11 τὴν καταλλαγήν τὴν οἷον οἰκείωσιν καὶ τὸ διαλλαγῆναι ἡμῖν ὀργιζόμενον πρὸ τούτου τὸν θεόν
26881rRom.5.11-Rom.5.12 διὰ τοῦτο ὥσπερ δι' ἑνός κατασκευάσας ἄνω πολλαχῶς τὸ δεδικαιῶσθαι ἡμᾶς τῆι τε μετουσίᾳ τοῦ πνεύματος καὶ τῶι θανάτωι τοῦ υἱοῦ νυν καὶ ἐκ τοῦ εὔλογο αὐτο κατασκευάζει ὅτί φησι Καὶ εὔλογον ἦν τοὺς δι' ένα ανθρωοπον ἁμαρτωλοὺς καὶ θνητους γενομένους ἐπεὶ ἐζηλώσαμεν αὐτοῦ τὴν παρακοὴν διὰ τὸν ἕνα ἄνθρωπον τὸν κύριον δηλάδη σωθῆναι δικαιωθέντας καὶ ἀπαθανατισθέντας
268Ph81rRom.5.12Φ(ω)τ(ιου) * Σωθησόμεθα φησὶ ὑπὸ τοῦ θεοῦ πάντως ἐὰν παρ' αὐτοὶ μόνον θέλωμεν καὶ εἴρηνται μὲν μικρῷ πρόσθεν αἱ ἀποδείξεις ἀλλὰ καὶ διὰ τοῦτο φησὶ σωθησόμεθα διὰ ποῖον ὅτι καὶ δυνατὸν τοῦτο καὶ εὔλογον καὶ ἀκολουθον πόθεν ταῦτα δῆλον ἐκ τοῦ ἐναντίου φησὶν καὶ γὰρ δι' ἑνὸς ἀνθρώπου καὶ ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον καὶ αὐτὸς ὁ θάνατος εἰ οὖν δι' ἑνὸς ἀνθρώπου ταῦτα γέγονεν ἡμῖν τὰ χαλεπὰ δυνατὸν καὶ ἀκολουθον δι' ἑνὸς ἀνθρώπου τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὰ παρεισαχθέντα ἀναιρεθῆναι χαλεπὰ καὶ τὰ ἀμείνω δωρηθῆναι ἡμῖν αὐτὸς δὲ τὰ τοῦ Ἀδὰμ παραθεὶς κατέλιπεν ἅπερ ἔπραξεν ὁ Χριστὸς διδοὺς τοῦτο ἐκ τοῦ ἐναντίου ἐννοεῖν καὶ ἅμα προειρηκὼς αὐτὰ καὶ δυνατὸν κἀνταῦθα ἐκεῖνα συνεπινοεῖν διὸ μόνον τὴν παραβολὴν προτάξας ὡς ἐφελκυστικὸν ἐκείνου τοῦ νοσήματος ἀπαιτεῖ γὰρ πάντως τὸ εἰπεῖν ὥσπερ τόδε καὶ τὸ ἀκολουθον οἷον οὕτως καὶ τόδε ἀλλ' ὡς ἔφημεν διὰ τῆς παραβολῆς τὸ ἀκολουθον ἐνδειξάμενος ῥητῶς οὐ παρέθετο ἀλλ' αὐτοὺς ἡμᾶς συνεπινοεῖν προετρέψατο
26981vRom.5.12 ἐφ' ὧι πάντες ἥμαρτον ἐφ' ὧι Ἀδὰμ δι' ὃν Ἀδὰμ ἡ ὅτι ἐπ' αὐτῶι καὶ οἱ ἄλλοι
270Ph81vRom.5.12Φ(ω)τ(ιου) ἐφ' ὧι ἐπὶ τούτῳ φησὶν συναποθνήσκομεν τῷ Ἀδὰμ ἐφ' ᾧ καὶ συναμαρτάνομεν καὶ τὴν μὲν ἀρχὴν ἐκεῖνος παρέσχεν ἡμεῖς δ' ἐκεῖθεν τὴν ἀφορμὴν λαβόντες οὐκ ἐκωλύσαμεν τὸ κακὸν ἀλλὰ καὶ συνηργήσαμεν καὶ ἐπὶ μέγα χωρῆσαι παρεσκευάσαμεν
27081vRom.5.12* ἵνα γὰρ μή τις ἀδικίαν ἐγκαλέσηι τῶι θεῶι ὅτι τοῦ Ἀδὰμ πταίσαντος ἡμεῖς ἀποθνήσκομεν ἐπάγει ἐφ' ὧι πάντες ἥμαρτον ὡσεὶ ἔλεγεν αὐτος μὲν τὴν ἀρχὴν παρέσχεν καὶ τὴν αἰτίαν ὅτι δὲ πάντες ἡμάρτομεν κατὰ τὴν ὁμοίωσιν αὐτοῦ
27181vRom.5.12-Rom.5.13 ἄχρι γὰρ νόμου ἁμαρτία θέλει δεῖξαι ὅτι οὐ τοσοσυτον διὰ τὰς ἁμαρτίας ἡμῶν ἀποθνήσκομεν ὅσον διὰ τὸν Ἀδὰμ χώραν δεδωκότα τῶι θανάτωι ἐκ τῆς παρακοῆς καί φησι ἦν μὲν ἐν τοῖς ἀνθρώποις καὶ πρὸ τοῦ νόμου ἡ ἁμαρτία πλὴν οὐκ ἐλογίζετο αὐτοῖς διὰ τὸ μὴ είναι νόμον τὸν ἀπαγορεύοντα τὴν ἁμαρτίαν μὴ λογιζομενης οὖν τῆς ἁμαρτίας ἀπέθνησκον οἱ ἄνθρωποί τι δήποτε ἄρα οὐ πρόδηλον ὅτι διὰ τὴν τοῦ Ἀδὰμ κατάκρισιν
271Ph81vRom.5.13Φ(ω)τ(ιου) * Ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμωι εἰπὼν ἐφ' ᾧ πάντες ἥμαρτον ἵνα μή τις εἴπῃ καὶ πῶς ἦν ἁμαρτεῖν νόμου μὴ ὄντος αὐτὸς γὰρ σὺ ἀνωτέρω ἔφης ὅτι οὗ οὐκ ἔστι νόμος οὐδὲ παράβασις παραβάσεως δὲ μὴ οὔσης οὐδὲ ἁμαρτία δηλονότι πῶς οὖν διῆλθεν ὁ θάνατος εἰς πάντας ἐφ' ᾧ πάντες ἥμαρτον ἵνα οὖν μὴ ᾖ τις λέγων τοῦτο προλαβὼν λύει τὴν ἀπορίαν καί φησιν ὅτι ἦν καὶ πρὸ τοῦ νόμου ἐπράττετο γὰρ καὶ τὸ πραττόμενον οὐκ ἔστι μὴ γενέσθαι ἦν οὖν ἡ ἁμαρτία ἀλλ' οὐχ οὕτω πᾶσιν ἐλογίζετο οὐδ' εἰς ὅσον χωρεῖ τιμωρίας τῶν ἁμαρτανομένων ἕκαστον ἐγνωρίζετο τοῦ δὲ νόμου τάξαντος καὶ ὁρίσαντος τὰς τιμωρίας καὶ διὰ τῆς ποινηλασίας ἐκδηλοτερον αὐτὰς καταστήσαντος καὶ τὰ μεγέθη τῶν ἁμαρτημάτων ἐμφανίσαντος μᾶλλον καὶ πᾶσιν ἐγένοντο γνώριμοι καὶ συνετῷ καὶ ἀσυνέτῳ καὶ νέῳ καὶ πρεσβύτῃ καὶ γυναικὶ καὶ ἀνδρὶ διὰ τοῦτο οὖν πρὸ τοῦ νόμου οὐχ ὁμοίως ἐλογίζετο ἡ ἁμαρτία ὅτι τε οὐχ ὥριστο ἡ τιμωρία καὶ ὅτι οὐδὲ τὸ μέγεθος αὐτῶν ἀκριβῶς ἐγινώσκετο καὶ ὅτι οὐδὲ κατὰ πόδας ἠκολούθει τοῖς πλημμελοῦσιν ἡ τιμωρία ἐπεὶ ὅτι ἦν ἁμαρτία καὶ ὅτι εἰ καὶ μετὰ πολλῆς ἀνοχῆς καὶ μακροθυμίας ὅμως ἐπιμενοντων αὐτῶν καὶ ἀνιάτως ἐχοντων αἱ τῶν δικῶν εἰσπράξεις ἐγένοντο μαρτυρεῖ σαφῶς τά τε Σοδομιτῶν πάθη καὶ πρό γε τούτου τὸ κοινὸν ναυάγιον ὁ κατακλυσμὸς καὶ τοιαῦθ ἕτερα ἦν οὖν ἁμαρτία πρὸ τοῦ νόμου καὶ ἐλογίζετο ἀλλ' οὐχ οὕτως ὡς μετὰ τὸν νόμον ὥστε ἄμφω καλῶς ἔχει καὶ τὸ διῆλθεν εἰς πάντας ἀνθρώπους ὁ θάνατος ἐφ' ᾧ πάντες ἥμαρτον καὶ τὸ οὗ γὰρ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις λέλυται γὰρ τὸ δοκοῦν ἀντιπίπτειν διὰ τοῦ εἰπεῖν τὸν θεσπέσιον Παῦλον ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ
272Ph81vRom.5.13* καὶ ἑξῆς εἶτα ἀλλ' ἐβασίλευσεν ὁ θάνατος τοῦτ' ἔστιν εἰς ἔννομον ἐξουσίαν ἐλογίσθη αὐτου ἡ τυραννὶς τῷ τε χρόνῳ σεμνυνομένη καὶ τοῖς ἡμῶν ἁμαρτήμασι κρατυνομένη ἀπὸ Ἀδὰμ φησὶ τοῦ κατὰ παράβασιν ἐντολῆς νενομοθετημένης ἁμαρτήσαντος ἀπὸ Ἀδὰμ οὖν ὁ θάνατος ἐβασίλευσε τοῦτ' ἔστι κατ' ἐξουσίαν πολλὴν ἐκράτησε καὶ ἐπὶ τοὺς μὴ ἐπὶ τῷ ὁμοιώματι τοῦ Ἀδὰμ ἁμαρτήσαντας μέχρι τίνος μέχρι Μωσέως οἱ γὰρ μεταξὺ Ἀδὰμ καὶ Μωσέως ἥμαρτον μὲν ἀλλ' οὐχὶ ἐπὶ τῶι ὁμοιώματι τῆς τοῦ Ἀδὰμ παραβάσεως ὁ μὲν γὰρ ὡρισμένην καὶ νομοθετηθεῖσαν ἐντολὴν θεοῦ παρέβη καὶ ἥμαρτεν οἱ δὲ ἡμάρτανον τὸν αὐτοδίδακτον τῆς φύσεως λόγον ἐνυβρίζοντες οὐ μήν γε νόμον εἰσαχθέντα ῥητῶς παραβαίνοντες καὶ οἱ μὲν μέχρι Μωσέως ἡμάρτανον οὕτως ἀπὸ δὲ Μω̈σέως μέχρι τῆς παρουσίας Χριστοῦ κατὰ ὁμοιοτητα τῆς τοῦ Ἀδὰμ παραβάσεως ἡμάρτανον νόμους γὰρ ῥητοὺς καὶ νόμους ἐκ θεοῦ διὰ Μωσέως δοθέντας παραβαίνοντες ἡμάρτανον ἐβασίλευσε δὲ ὁ θάνατος εἰπὼν ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ ἁμαρτήσαντας οὐκ ἐξάγει τοὺς ἐξ ἐκείνου μέχρι Χριστοῦ ἡμαρτηκοτας πῶς γὰρ ἂν ἐξῆγε τοὺς μᾶλλον ἐοικοτας ταῖς παραβάσεσι τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ οὐκ ἐξάγει τοίνυν τούτους τῆς τοῦ θανάτου βασιλείας καὶ ἐπικρατείας ἀλλὰ διὰ τοῦ εἰπεῖν καὶ ἐπὶ τοὺς μὴ κατὰ ὁμοιοτητα τοῦ Ἀδὰμ ἁμαρτήσαντας τῇ προσρήσει τοῦ καὶ ἐκείνους μάλιστα παρεδήλωσεν οἷον οὐ μόνον ἐπὶ τῶν κατὰ ὁμοιοτητα τοῦ Ἀδὰμ ἁμαρτησάντων ἐβασίλευσεν ὁ θάνατος ἀλλὰ καὶ ἐπὶ τῶν μὴ ἐπὶ τῷ ὁμοιώματι αὐτοῦ ἁμαρτησάντων ἢ οὕτω ῥητέον ἢ ἐν ὑπερβατῷ νοήσαντας τὸ ἐπὶ τῷ ὁμοιώματι καὶ συμφράσαντας τὸ ῥητὸν τὸν τρόπον τοῦτον ἀλλ' ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας οὕτω οὖν συντάξαντας δεῖ τὸν νοῦν ἀναπτύξαι
271exa82rRom.5.13Οικου(μενιου) * ὅρα δὲ τὴν ἀσφάλειαν τοῦ ἀπόστολο ἵνα μὴ δόξωμεν λοιπὸν ἀδικεῖσθαι διὰ ἄλλον ἀποθνήσκοντες εἶπεν ἁμαρτία ἦν ἐν κόσμωι εἰ καὶ μὴ ἐλογίζετο τοιγαροῦν οὐ μόνον διὰ τὸν Ἀδὰμ ἀλλὰ καὶ διὰ τὴν ἁμαρτίαν ἀπεθνήσκομεν
271exb82rRom.5.13 ἁμαρτία δὲ οὐκ ἐλλογεῖται ἐγὼ νομίζω ἁμαρτίαν λέγειν αὐτον ἐνταῦθα τὴν ἐκ τῆς παραβάσεως τοῦ Μωσέως νόμου καὶ τῶν ἐκεῖσε ἐπιταγμάτων συνισταμένην οἷον τοῦ δεῖν περιτέμνεσθαι τοῦ σαββατίζειν καὶ τάδε μὲν ἐσθίειν τῶνδε δὲ ἀπέχεσθαι ἐπεὶ ἡ καθόλου ἁμαρτία ἦν καὶ αυτήι τῆι τῶν ἀνθρώπων φύσει γινωσκομένη καὶ ἦν καὶ ενελλογειτο οἷον ἀνδροφονία κλοπὴ παιδοφθορία καὶ τὰ ὁμοία καὶ μάρτυρες τούτων Κάϊν Λάμεχ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ οἱ Σοδομῖται ἐπὶ γὰρ τούτων τῶν ἁμαρτιῶν καὶ ὁ φυσικὸς ἔκειτο νόμος ὁ γὰρ δημιουργὸς παράγων εἰς γένεσιν τὸν ἄνθρωπον τῶν τε πρακτέων τῶν τε οὐ πρακτέων φυσικήν τινα γνῶσιν ενεθηκε φασὶ δέ τινες τῶν πατέρων ὧν ἐστι καὶ Γρηγόριος ἐν τῶι τοῦ ἀνθρώπου ποιήματι καὶ τὴν ἐντολὴν τὸν Ἀδὰμ δοθεῖσαν μὴ φαγεῖν ἐκ τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν ξύλου νόμον είναι ἁμαρτιῶν τούτων δὴ τῶν καθόλου ἀπείργοντα τὸ γὰρ ξύλον τὸ ποιητικὸν τῆς γνώσεως τοῦ καλοῦ καὶ πονηροῦ ἁμαρτίαν είναι ἐδέξαντο
27282rRom.5.13-Rom.5.14 ἀπὸ Aδαμ μέχρι εἱρμόν φησιν λαβὼν τὴν Ἀδὰμ παράβασιν
27382rRom.5.14 μέχρι Μωϋσέως μωσέα φησι πᾶσαν τὴν παλαιὰν ὡς ἐκεῖ εἰ Μωσέως οὐκ ακουσι τὸν οὖν ἄχρι τῆς ἐπιδημίας τοῦ Χριστοῦ χρόνον Μωσέα λέγει φησιν οὖν ὅτι ἄχρι τῆς παλαιᾶς διαθήκης ἐπεκράτει ὁ θάνατός νυν γὰρ ἐν τῆι νέα χάριτι Χριστοῦ λέλυται τῶι αἵματι τοῦ θεοῦ ἡμῶν μὴ ἁμαρτήσαντας δέ φησι τοὺς πρὸ τοῦ νόμου
273ex82rRom.5.14Οικου(μενιου) * οὐκ ἐπειδὴ οἱ πρὸ τοῦ νόμου οὐκ ἡμάρτανον μᾶλλον γὰρ ἐκεῖνοι τῶν μετὰ τὸν νόμον ἀλλὰ διὰ τὴν αἰτίαν ἦν αὐτος εἶπεν ὅτι ἁμαρτία μὲν ἦν καὶ ἐνηργεῖτο παρὰ τῶν ἀνθρώπων οὐκ ἐλογίζετο δὲ αὐτοῖς διὰ τὸ μὴ είναι νόμον τὸν τὴν ἁμαρτίαν ἀπαγορεύοντα ὅσον οὖν πρὸς τὸ μὴ λογίζεσθαι πρὸ τοῦ νόμου τὴν ἁμαρτίαν ἁμαρτία γάρ φησι οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου ἀναμάρτητο ἦσαν τὸ τηνικάδε οἱ ἄνθρωποι καίτοι ἁμαρτάνοντες
27482rRom.5.14 ὃς ἐστι τύπος τοῦ μέλλοντος ὅς φησι Ἀδὰμ τύπος ἦν τοῦ μέλλοντος ἔρχεσθαι τουτέστι τοῦ Χριστοῦ πως ὥσπερ φησι τῶι θανάτωι τοῦ Ἀδὰμ πάντες ἀπέθνησκον οὕτως τῶι θανάτωι τοῦ Χριστοῦ πάντες ζησόμεθα καὶ ἀναστησομεθα ὁ οὖν τύπος ἐκ τοῦ ἐναντίου συμβέβηκεν
274ex82rRom.5.14Ιω(αννου) * ὥσπερ ἐκεῖνος τοῖς ἐξ αὐτοῦ καίτοι γε μὴ φαγουσι ἀπὸ τοῦ ξύλου γέγονεν αἴτιος θανάτου διὰ τὴν βρῶσιν εἰσαχθέντος οὕτως καὶ ὁ Χριστὸς τοῖς ἐξ αὐτοῦ καίτοι γε μὴ δικαιοπραγήσασι γέγονε πρόξενος δικαιοσύνης
273Ph82rRom.5.14Φ(ω)τ(ιου) * τρία ἐστὶν ἐν τούτοις τοῖς παραβολικῶς ἀλλήλοις παρατεθεῖσιν ὁμοιοτης τις ἐναντιοτης ὑπερβολὴ κατὰ τὴν ὁμοιοτητα ἐναντιοτης μὲν ἁμαρτία ἀναμάρτητον ἔχθρα πρὸς θεὸν καταλλαγὴ πρὸς θεὸν κατάκριμα δικαίωμα ἀπώλεια καὶ πτῶμα καὶ θάνατος σωτηρία καὶ ζωὴ καὶ ἀνάστασις ἡ μὲν οὖν ἐναντιοτης ἐν τούτοις ἡ δὲ ὁμοιοτης ὥσπερ δι' ἑνὸς τοῖς πᾶσι τὰ χείρω συνέπεσεν οὕτω δι' ἑνὸς τὰ ἀμείνω τοῖς πᾶσιν ἐπιγέγονεν ἡ δὲ ὑπερβολὴ ὅτι ἐπὶ μὲν τῶν χειρόνων συνέπραξαν τῷ ἑνὶ οἱ πολλοὶ ἐπὶ τὸ μετασχεῖν αὐτους τῶν κακῶν ἐπὶ δὲ τῶν ἀμεινονων οὐδεὶς συνέπραξεν ἀλλὰ μόνου τοῦ ἑνὸς Χριστοῦ τὸ χάρισμα γέγονεν ὥστε οὐχ ὁμοίως καὶ ἐπ' ἴσης ἀλλὰ καθ' ὑπερβολὴν καὶ ἐκ περισσείας ἡ ὁμοιοτης πάλιν διὰ τοῦ Ἀδὰμ τῶν χειρόνων εἰσαχθέντων οὐκ ἀνῃρέθη μόνον ταῦτα ὅπερ ὡς ἐν ἐναντίοις ὅμοιον καὶ ἀνάλογον ἀλλὰ καὶ ἐπεδοθη παρὰ Χριστοῦ τὰ ἀμείνω ὅπερ τὴν ὑπερβολὴν καὶ τὴν περισσείαν παρίστησι
27582vRom.5.14* διό φησιν ἂλλ οὐχ ὡς τὸ παράπτωμα ὅρα τι λέγει εἰ οὕτως ἰσχύει φησι τὸ παράπτωμα τοῦ Ἀδὰμ καίτοι ἀσθενὲς ὃν καὶ κατὰ πολὺ ἡττώμενον τοῦ χαρίσματος τοῦ θεοῦ ώστε καὶ τοὺς μὴ ἁμαρτήσαντας θανατῶσαι πόσῳ μᾶλλον ὑπερισχύσει τὸ χάρισμα τοῦ θεοῦ καὶ τοὺς μὴ κατορθώσαντας ζωοποιῆσαι τῆι ἀναστάσει
27682vRom.5.14-Rom.5.15 οὕτως καὶ τὸ χάρισμα βούλεται δεῖξαι μείζονα ἐνεργήσασαν τὴν τοῦ Χριστοῦ χάριν ἤπερ ἐνήργησε τὸ τοῦ Ἀδὰμ παράπτωμα καί πως τοῦτο καὶ γὰρ ὁρῶμεν τὰ ἴσα ἐνεργήσαντα εἰ καὶ ἐναντία τὰ ἐνεργηθέντα ὥσπερ γὰρ ἡ ὑπακοὴ τοῦ Χριστοῦ εἰς πάντας ἀνθρώπους παρέπεμψε τὴν ζωὴν καὶ τὴν ἀνάστασιν τὸν ἴσον τρόπον καὶ ἡ παρακοὴ τοῦ Ἀδὰμ εἰς πάντας ἀνθρώπους παρέπεμψε τὸν θάνατόν πως οὖν φησι οὐχ ὡς τὸ παράπτωμα οὕτως καὶ τὸ χάρισμα
276ex82vRom.5.15Οικου(μενιου) * καὶ οὕτως ἔχοντος τοῦ πράγματος καθὼς εἶπας μεῖζον ἐνήργησεν ἡ χάρις τοῦ θεοῦ καὶ οὐ κατὰ τοῦτο λέγω μεῖζον ὡς ἄν τις οἰηθείη καθὸ μείζων καὶ διαφορωτέρα ἡ ζωὴ τοῦ θανάτου ἂλλ ὅτι καὶ αὐτῶι τῶι ἔργωι καὶ τῆι ἐνέργειαι μεῖζον εἰργάσατο ἡ Χριστοῦ ὑπακοὴ τῆς Ἀδὰμ παραβάσεως πως ὅτι ὁ μὲν θάνατος ὁ τὴν ἀρχὴν ἐκ τοῦ Ἀδὰμ λαβὼν συνεργίαν ἔσχεν καὶ τὴν ἡμῶν ἁπάντων ἁμαρτίαν ἵνα κατὰ πάντως ἰσχύσῃ οὐ πάντως ἰσχύειν μέλλων εἰ καθαροὶ παντὸς ῥύπου ἔμειναν οἱ ἄνθρωποι ἡ δέ γε Χριστοῦ χάρις καὶ ἄνευ τῆς ἡμῶν συνερεργειας εἰς πάντας ἀφίκετο καὶ τοῦτο δηλοῖ τὸ τὴν χάριν τῆς ἀναστάσεως μὴ μόνον εἰς τοὺς πιστοὺς ἐνεργεῖσθαι τοὺς οἷον δόξαντας τὴν πίστιν συνεισφέρειν ἀλλὰ καὶ εἰς τοὺς ἀπίστους οἷον Ιουδαδιους καὶ Ἕλληνας μεῖζον οὖν τὸ μὴ προσδεηθὲν τῆς ἀφ' ἡμῶν συμμαχίας τοῦ δεηθέντος καὶ τῆς ἡμῶν αὐτῶν εἰς τὸ ἴσχυσα συνεργιας
280Ph82vRom.5.15Φ(ω)τ(ιου) εἰ γὰρ τῶι τοῦ ἑνὸς παραπτώματι Εἰπὼν ὅτι τύπος ἦν ὁ Ἀδὰμ τοῦ Χριστοῦ τύπος δὲ δηλονότι ἐκ τοῦ ἐναντίου ὡς γὰρ ἐκεῖνος αἴτιος ἀνθρώποις θανάτου οὕτως ὁ Χριστὸς αἴτιος ἀνθρώποις ἀναστάσεως εἰπὼν οὖν ὡς ἔφημεν ὅτι τύπος ἦν ὁ Ἀδὰμ τοῦ Χριστοῦ ἐπειδὴ μέλλων αὐτὸ κατασκευάζειν οὐ μόνον τὴν ὁμοιοτητα κατασκευάζει καὶ τὸν τύπον ἀλλὰ καὶ τὴν ἐν τῷ τύπῳ καὶ ὁμοιοτητι ὑπεροχὴν καὶ περισσείαν τοῦτο γὰρ ἐνδείκνυται διὰ τοῦ λέγειν ἀλλ' οὐχ ὡς τὸ παράπτωμα καὶ πάλιν καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος ἐπεὶ οὖν σύνθετον αὐτῷ πως γέγονε τὸ ἐπιχείρημα ἀνομοιοτητά πως ἐν ὁμοιοτητι διαπλέκοντι νῦν ἐπαναλαμβάνεται μὲν τὸ αὐτο καθαρῶς δὲ τὴν ὁμοιοτητα δείκνυσι καὶ οὐκ ἐπιπλέκων ὅσον ἀπὸ τῆς λέξεώς τινα ἀνομοιοτητος μάχην εἶτα σαφῶς τοῦτο καὶ καθαρῶς ἐνδειξάμενος ὅτι ὥσπερ δι' ἑνὸς ἐβασίλευσεν ὁ θάνατος πολλῷ μᾶλλον ἐν ζωῇ βασιλεύσουσι δι' ἑνὸς Χριστοῦ ἐπάγει ὥσπερ συμπεραινόμενος καὶ εἰς τὸ ἔτι σαφέστερον καὶ συνεσταλμένον ἀνάγων τὸν λόγον καί φησιν ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα καὶ ἑξῆς εἶτα ἐπειδὴ καὶ ἐν τῷ πρώτῳ καὶ συνθέτῳ ἐπιχειρήματι καὶ ἐν τῶι δευτέρωι καὶ διακεκαθαρμένῳ καὶ ἐπαναληπτικῷ καὶ ἐν τῷ ὥσπερ συμπεράσματι ἐπενεχθέντι παραπτώματος μὲν καὶ χαρίσματος καὶ κατακρίματος καὶ δωρήματος καὶ δικαιώματος καὶ τοιούτων μνημονεύει ὅθεν δὲ τὴν ἀρχὴν εἴληφεν ἑκάτερα τῶν ἐναντίων ἡ συστοιχία αὕτη οὐδέπω ἐπεσημήνατο νῦν αὐτὸ τοῦτο διασαφεῖ καὶ ἀποκαλύπτει καί φησιν ὅτι τὰ μὲν ἐκ παρακοῆς ἐρρύη τὰ δὲ ἐξ ὑπακοῆς ἤνθησεν ὥστε κατασκευαστικὸν ἂν εἴη τοῦτο τοῦ ἐπιχειρήματος τοῦ κατασκευάζοντος τὸν τύπον καὶ τὴν ὁμοιοτητα οἷον τοῦ εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος καὶ ἑξῆς οὐ ταυτολογεῖ τοίνυν ὡς ἄν τις οἰηθείη ὁ θεῖος ἀποστολος ἐν τούτοις ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν ἔστιν οὖν τὸ μὲν ἀλλ' οὐχ ὡς τὸ παράπτωμα καὶ ἑξῆς ἕως τοῦ ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα ἐπιχείρημα μὲν ὡς ἔφημεν δεικτικὸν τοῦ τύπου καὶ τῆς ὁμοιοτητος ἀλλὰ διαπεπλεγμένον πως καὶ συντεθειμένον δι' ἀνομοιοτητος ἐδεῖτο οὖν σαφηνείας καὶ διακαθάρσεως τοῦτο ποιεῖ τὸ ἐφεξῆς ἐπιχείρημα ἐπαναλαμβάνον τὸ προειρημένον καὶ διακαθαῖρον καὶ εἰς τὸ σαφὲς ἀπαγγέλλον ἀλλ' ἔδει καὶ τοῦτο λαβεῖν ἀξίωμα καὶ μὴ ἐξ ὑποθέσεως προτείνεσθαι μόνον οὐδὲ τοῦτο παρορᾷ ἀλλ' ὥσπερ συμπεραινόμενος καὶ τῇ τοῦ λόγου θαρρῶν ἀληθείᾳ μετὰ βεβαιώσεως ἀποφαίνεται ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος καὶ ἑξῆς εἶτα ἐπεὶ οὐκ ἦν εἰπὼν ἐν τοσούτοις ἐπιχειρήμασιν οὐδαμοῦ πόθεν ἔσχεν ἀρχὴν τὸ δικαίωμα καὶ τὸ κατάκριμα οὐδὲ τοῦτο παρορᾷ ἀλλὰ προστίθησι λέγων ὥσπερ γὰρ διὰ τῆς παρακοῆς καὶ ἑξῆς
27783rRom.5.15 πολλῶι μᾶλλον ἡ χάρις οὐ μόνον φησιν ἡ χάρις τοῦ πατρὸς ἀλλὰ δὴ καὶ τοῦ υἱοῦ τοῦτο δὲ κατασκευαστικὸν ἐστι τοῦ δυνατὸ ὅτί φησι χάρις πατρὸς καὶ υἱοῦ ὅπου δὲ πατὴρ καὶ υἱος εὔδηλον ὅτι καὶ τὸ πνεῦμα δύναται πάντας σῶσαι
27883rRom.5.15-Rom.5.16 καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος καὶ οὐχ ὥσπερ ἡ ἁμαρτία φησι τοῦ Ἀδὰμ οὕτως καὶ ἡ δωρεὰ τοῦ θεοῦ ἂλλ ἡ δωρεὰ μείζων πως τὸ μὲν γὰρ κρίμα τουτέστι τὸ κατάκριμα ἐκ τοῦ ἑνὸς Ἀδὰμ εἰς πάντας ἦλθεν ἀνθρώπους τὸ δὲ χάρισμα καὶ ἡ δωρεὰ τοῦ θεοῦ τοσοῦτον ὑπερίσχυσεν ώστε καὶ αὐτὴν τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν ἐξαλεῖψαι καὶ οὐ μόνον ἐκείνην ἀλλὰ καὶ τὰ λοιπὰ ἁμαρτήματα τῶν ἀνθρώπων ἅπερ μετὰ τὴν ἁμαρτίαν ἐκείνην ἥμαρτον καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ εἰς δικαίωμα τουτέστιν εἰς δικαιοσύνην ἅπαντας ἤγαγε πολὺ δὲ τὸ μέσον ἀμνηστίας ἁμαρτιῶν καὶ δικαιοσύνης
27983rRom.5.16* ἡ δὲ σύνταξις καὶ οὐχ οὕτως φησι τὸ δώρημα ὡς ἡ διὰ τοῦ ἑνὸς ἁμαρτήσαντος παράβασις καὶ ἁμαρτία ἂλλ ἡ δωρεά φησι πολλῷ μᾶλλον
28083rRom.5.16-Rom.5.17 εἰ γὰρ τῶι τοῦ ἑνὸς παραπτώματι πάλιν τὸ αὐτο κατασευαζει καί φησιν εἰ γὰρ τῶι παραπτώματι τοῦ Ἀδὰμ διὰ τὸν ένα αὐτον ὁ θάνατος ἐβασίλευσεν πολλῷ μᾶλλον ἡμεῖς οἱ τὴν χάριν λαβόντες καὶ τὴν δωρεὰν καὶ τὴν δικαιοσύνην οὐχ ὑπαχθησόμεθα θανάτῳ ἀλλὰ ζήσομεν
281exa83rRom.5.17 οἱ τὴν περισσείαν τῆς χάριτος περισσείαν φησι τὴν δαψίλειαν τοῦτο δὲ κατασκευαστικὸν ἐστι τοῦ πάντως ἐν ζωῆι βασιλεῦσαι ὅσω καὶ ἡ χάρις οὐ φειδωλῶς οὐδε μεμετρημένως ἐδόθη ἂλλ ἐκ περισσείας
281exb83rRom.5.17* οὐ μόνον γὰρ ἵνα ζήσωμεν ἐδόθη ἡ χάρις τοῦ θεοῦ καὶ ἡ ἁμαρτία ανηρεθη καὶ ἡ κόλασις συνανηρεθη ἂλλ ἵνα καὶ υἱοὶ θεοῦ γενώμεθα καὶ συγκληρονόμοι Χρισοτυ καὶ κληρονόμοι πατρὸς καὶ σύσσωμοι τοῦ υἱοῦ καὶ ἀλλὰ μυρία ἀγαθὰ διὰ τοῦτό φησι οἱ τὴν περισσείαν τῆς χάριτος λαμβάνοντες
28283rRom.5.17-Rom.5.18 ἄρα οὖν ὡς δι' ἑνός πάλιν τῶι αὐτῶι ἐπαγωνίζεται λόγωι ἐπειδὴ γὰρ παράδοξον ἐδοκει τῆι τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ ζωῆι καὶ δωρεᾶι καὶ κατορθώματι ἅπαν σώζεσθαι τὸ γένος τῶν ἀνθρώπων πολλαχῶς αὐτο κατασκευάζει
28383rRom.5.18-Rom.5.19 ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τὸ αὐτο πάλιν λέγει ἐπὶ χειρημα
28483rRom.5.19 ἁμαρτωλοὶ κατεστάθησαν τουτέστι υπεθυνοι θανάτωι καὶ κολάσει
284ex83rRom.5.19Οικου(μενιου) * ἡ διὰ τὸ τάξει καὶ εἰρμῶι εἰς πάντας τοὺς τοῦ γένους διαβῆναι τὴν τοῦ προπάτορος ἁμαρτίαν πάντων κατά τινα μίμησιν καὶ διδαχὴν ἐπιτελούντων αὐτήν
28583rRom.5.19 καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνός ὑπήκοος γὰρ γέγονε τῶι πατρὶ μέχρι θανάτου θανάτου δὲ σταυροῦ
286Ph83rRom.5.19-Rom.5.20Φ(ω)τ(ιου) νόμος δὲ παρεισῆλθεν Τὸ γεγονὸς λέγει οὐκ αἰτίαν φησὶ τὸν νόμον τῆς ἁμαρτίας οἷον νόμος δὲ παρεισῆλθε καὶ ἐπλεονασε τὸ παράπτωμα τοῦτο γὰρ ἐπ' αὐτω ὤφθη τῶν ἔργων καὶ πράξεων ἅμα δὲ καὶ ἐπιπληκτικῶς πρὸς τοὺς Ἰουδαίους εἴρηται πρὸς γὰρ ἐκείνους ἀποτείνεται καὶ ἐκεῖνοι ἦσαν οἱ ὑπέρογκα τῷ νόμῳ φρονοῦντες ἐπιπλήττων οὖν ὑπαινίττεται ὅτι μάτην τῷ νόμῳ μέγα φρονεῖτε ὅσῳ γὰρ ἐπὶ ταῖς ἡμετέραις ἐργασίαις ὁ νόμος παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα τοῦτο δὲ νῦν ἔφη ἐπειδὴ τῶν ἐκ τοῦ Ἀδὰμ χαλεπῶν ἐπεμνήσθη καὶ τούτων ἀπαλλαγὴν μόνον ἔφη γενέσθαι τὸν σωτῆρα ἵνα μὴ λέγωσιν τὶ οὖν ὁ νόμος οὐδὲν συνεβάλετο εἰς τὴν ἐκείνων ἀπαλλαγὴν τίθησι τοῦτο ὅτι οὐ μόνον οὐδὲν συνήνεγκεν ἀλλ' ὅσον ἐφ' ὑμῖν καὶ ἐπλεονασε τὴν ἁμαρτίαν ἐκείνην
28783rRom.5.20 παρεισῆλθεν τὸ πρὸς καιρὸν αὐτοῦ δείκνυσιν
28683rRom.5.20 να (sci!) πλεονάσῃ τὸ παράπτωμα καθαίρει τοῦ νόμου τὴν δόξαν πρὸς Ἰουδαίους γὰρ ἦν αὐτῶι ὁ ἄγων καί φησι οὐ μόνον οὐδὲν ἡμᾶς ὤνησεν ὁ νόμος ἀλλὰ καὶ ηὔξησε τὰς ἁμαρτίας ἐκ τοῦ παραβαίνεσθαι τὸ δὲ ἵνα οὐκ αἰτιολογικῶς κεῖται ἀλλὰ τὸ ὅπως ἐξέβη δηλοῖ οὐ γὰρ διὰ τοῦτο ἐδόθη ἵνα πλεονάσῃ τὴν ἁμαρτίαν ἄπαγε ἂλλ ἵνα σώσῃ καὶ παιδεύσῃ μὴ φυλαχθεὶς δὲ ηὔξησε τὴν ἁμαρτίαν οὐ περὶ τὴν οἰκείαν φύσιν ἀλλὰ παρὰ τὴν τῶν μὴ φυλαξάντων αὐτον ραθυμιαν καὶ παράβασιν
286ex83rRom.5.20Γενναδ(ιου) * ἔοικε τοῦτο τῆι πρὸς Γαλάτας ὁ νόμος τῶν παραβάσεων χάριν προσετέθη τὸ γὰρ ἵνα κἀνταῦθα κατὰ τὸ ἰδίωμα τέθεικεν σηναίνει γὰρ τὸ ἀκολουθον τοῖς γὰρ μετὰ τὸ Ἀδάμ φησι ἅπασι μᾶλλον δὲ καὶ αὐτω τῶ Ἀδὰμ νόμου δοθέντος ἐπλεονασε τὸ παράπτωμα ὅσω γὰρ τὰ παραγγέλματα πλείω τοσούτῳ παραβαινομένων αὐτῶν καὶ τὰ παραπτώματα
28883rRom.5.20* πολλὰς γὰρ δοὺς ἐντολὰς ὁ νόμος παραβαθεὶς ἐπλεόνασεν
28983vRom.5.20 οὐ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία μὴ φοβηθῇς φησιν ὅτι ἐπλεόνασεν ἡ ἁμαρτία καὶ γὰρ τῆι τῶν ἀνθρώπων παραβάσει εἰς δέον καὶ συμφέρον ἐχρήσατο πόρον τοῖς ἀπόροις μηχανώμενος ὁ θεὸς ἐκ γὰρ τούτου ἡ χάρις ἡ διὰ Χριστοῦ μείζων καὶ πολὺ ποθητέα γεγένηται ἧς οὕτως γενομένης ἡ πίστις μᾶλλον ἐπέδωκεν οὐκοῦν ἐκ τοῦ πλεονασμοῦ τῆς ἁμαρτίας οὐχ ἡ κόλασις ἐπλεονάσθη ἂλλ ἡ σωτηρία γέγονεν ἐρασμιωτέρα
29083vRom.5.20 ὑπερεπερίσσευσεν ἡ χάρις οὐ γὰρ μόνον τῶν ἁμαρτημάτων ἀπήλλαξεν ἂλλ καὶ μυρία ἀγαθὰ δέδωκεν
290ex83vRom.5.20
29183vRom.5.20-Rom.5.21 ἵνα ὥσπερ ἐβασίλευσε ἡ ἁμαρτία ἡ γὰρ ἁμαρτία ενταξει βασιλέως ὁ δὲ θάνατος ενταξει στρατιώτου καὶ ὑπουργοῦ γεγένηται ἐν τῶι θανάτωι διὰ τοῦ θανάτου
29283vRom.5.21 οὕτως καὶ ἡ χάρις χάρις μὲν γὰρ καὶ χάρις θεοῦ καὶ δικαιοσύνη μείζων κατορθοῖ ἁμαρτίας καὶ θανάτου ὅμως αὐτος ἐκ περιουσίας εἶπεν οὕτως
29383vRom.5.21 διὰ δικαιοσύνης εἰς ζωήν διὰ τῆς τοῦ Χριστοῦ δηλονότι δικαιοσύνης
292ex83vRom.5.21Φ(ω)τ(ιου) * ἡ σύνταξις δὲ διὰ δικαισυνης τῆς διὰ Ἰησοῦ Χριστοῦ ἐπιτελεσθείσης καὶ καταπραχθείσης
29483vRom.5.21-Rom.6.1 τι οὖν ἐροῦμεν τι οὖν φησι διὰ τῆς τῶν εἰρημένων ἀκολουθίαν ἔλθωμεν εἰς τοιάδε ῥήματα καὶ λέγει ποία
29583vRom.6.1 επιμενομεν τῆι ἁμαρτίαι ἐπειδὴ εἶπεν ἄνω οὐδε ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις ἵνα μὴ τοῖς ἀνοήτοις είναι δόξῃ τὰ εἰρημένα προτροπὴ ἁμαρτίας ἀναιρεῖ αυτά
29683vRom.6.1-Rom.6.2 μὴ γένοιτο ὅπερ ἐπὶ τῶν ὡμολογημένων ὡς ἀτοπων εἰώθαμεν λέγειν
29783vRom.6.2 οἵτινες ἀπεθάνομεν τῆι ἁμαρτίαι ἡ ὅτι τὸ αὐτῆς φησι μέρος ἐνεκρώθημεν πως οὖν ἔνεστιν ἐκ τῆς αὐτῆς καὶ νεκροῦσθαι καὶ ζῆν ἡ ὅτι νεκροί φησι γεγόναμεν τῆι ἁμαρτίαι πιστεύσαντες τῶι Χριστῶι καὶ βαπτισθέντες οὐ δεῖ οὖν φησι τοὺς τὴν σωτεριαν νέκρωσιν ὑπομείναντας ζῆσαι τὴν κακὴν ζωὴν τῆς ἁμαρτίας ἐνεκρώθημεν δὲ τῆι ἁμαρτίαι πως εἰς τὸ μὴ ὑπακούειν φησι αὐτῆι
298Ph83vRom.6.2-Rom.6.3 εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν Εἰς τὸ παραπλήσιον αὐτοῦ θάνατον ἀποθανεῖν ἢ εἰς τὸ τέλειον αὐτὸν καὶ λυσιτελέστατον ὀφθῆναι γίνεται δὲ ταῦτα διὰ τοῦ βαπτίσματος βαπτιζόμενοι γὰρ ἀποτιθέμεθα τὰς ἁμαρτίας ὅπερ ἤρξατο κατεργάζεσθαι ὁ θάνατος τοῦ Χριστοῦ καὶ γὰρ ὑπὲρ τῶν ἡμετέρων ἀπέθανεν ἁμαρτιῶν ἐλευθερῶσαι τούτων ἡμᾶς βουλόμενος ἐνήργησεν οὖν ὁ θάνατος τοῦ Χριστοῦ τὴν ἀποθεσιν καὶ νέκρωσιν τῶν ἁμαρτιῶν καὶ ὅσον ἐφ' ἑαυτῷ τὸ ὅλον ἀπήρτισε λείπει δὲ μόνῃ ἡ ἡμῶν πίστις καὶ γνώμη καὶ προαίρεσις ταῦτα δὲ διὰ τοῦ βαπτίσματος ἐπιδείκνυται οὗπερ ἐπιτελουμένου ὁ θάνατος μᾶλλον τοῦ Χριστοῦ εἰς ὅσον ὤνησε σωτηρίας ἐμφανίζεται καλῶς οὖν φησιν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν οἷον εἰς τὸ ἀποθανεῖν τὸν παραπλήσιον αὐτῷ θάνατον τὰς ἁμαρτίας τῷ βαπτίσματι ἐνθάπτοντας καὶ εἰς τὸ ἐμφανέστερον τοῦ σωτηρίου θανάτου αὐτοῦ τὸ κέρδος διὰ πάντων ἐπιδειχθῆναι καὶ ἡμῶν πρὸς τὴν ὁλοκληρίαν τῆς σωτηρίας τὴν γνώμην καὶ τὴν προαίρεσιν καὶ τὴν πίστιν συνεισαγόντων διὰ τοῦ βαπτίσματος
29883vRom.6.3* ἐπιπληκτικωτέρῳ δὲ λόγῳ κέχρηται ἑρμενεύων πως ἀπεθάνομεν τῆι ἁμαρτίαι καί φησιν ἡ ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν εἰς τοῦτο ἐβαπτίσθημεν εἰς τὸ καὶ αὐτοὶ ἀποθανεῖν θάνατον γὰρ μιμεῖται τὸ βάπτισμα τοῦτο γὰρ δηλοῖ τὸ εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν εἰ γὰρ καὶ μὴ σωματικὸς ἐστι θάνατος τὸ βάπτισμα ἁμαρτιῶν μέντοι
297ex83vRom.6.3-Rom.6.4 διὰ τοῦ βαπτίσματος ες τὸν θάνατον ἐπειδὴ βαπτιζόμενοι ὁμολογοῦμεν ἀποτεθνηκέναι τῶι κόσμωι καὶ αποτασσεσθαι τῆι ἁμαρτίαι καὶ τῶι διαβόλωι
29983vRom.6.4 διὰ τῆς δόξης τοῦ πατρός πιθανὴν ποιεῖται τὴν ἀνάστασιν διὰ τῆς τοῦ ἐγείραντος δόξης καλῶς δὲ τὸν πατέρα φησιν ἐγηγερκέναι νηπίοις γὰρ ἔτι διαλέγεται
30083vRom.6.4 οὕτως καὶ ἡμεῖς ἀκολουθον ἦν εἰπεῖν οὕτως καὶ ἡμεῖς ἀναστησομεθα ἂλλ εἰς πολιτείαν ἦλθεν ἑτέραν ἡμᾶς ἀπαιτῶν ἀνάστασιν τὴν διὰ χρηστῆς πολιτείας ἐν ἦι νεκροῦται μὲν ἡ ἁμαρτία ἀνίσταται δὲ βίος ἐνάρετος
299ex83vRom.6.4* δόξαν τοῦ πατρὸς τὴν θεότητα καλεῖ τοῦ Χριστοῦ καὶ γὰρ ἐν ἑτέρωι φησιν ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ πατὴρ τῆς δόξης
30183vRom.6.4 ἐν καινότητι ζωῆς ὁ πόρνος ἐν ὧι μηκέτι πορνεύη καὶ ὁ ἅρπαξ μὴ ἁρπάζει τοῦτο καινότης ζωῆς
301Pha83vRom.6.4Φ(ω)τ(ιου) * νέαν δεῖ είναι τῶν πιστῶν τὴν ζωὴν μηδὲν τῆς παλαιᾶς ἁμαρτίας ἐπισυρομένην ἐφόδιον
30283vRom.6.4-Rom.6.5 εἰ γὰρ σύμφυτοι γεγόναμεν ὁμοιοτητα δεῖξαι ἐπιχειρεῖ ἡμῶν τε καὶ τοῦ Χριστοῦ καί φησιν εἰ σύμφυτοι οἷον συμμέτοχοι γεγόναμεν τοῦ θανάτου σύμφυτους δὲ λέγει διὰ τοῦτο ὥσπερ τὸ σῶμα τὸ δεσποτικὸν ταφὲν ἐν τῆι γῆι ἔφυσε σωτηρίαν τῶι κόσμωι οὕτω καὶ τὸ ἡμῶν φησι ταφὲν ἐν τῶι βαστισματι ἔφυσεν ἡμῖν αὐτοῖς δικαιοσύνην
301Phb84rRom.6.5Φ(ω)τ(ιου) * κατὰ μεταφορὰν ἡ λέξις ἀπὸ τῶν κατὰ συγγένειαν δένδρων ἅμα φυτευομένων καὶ σὺν ἀλλήλοις σύμφυτοι οὖν φησὶ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ τοῦτ' ἔστι συναπεθάνομεν αὐτῷ οἰκείως δὲ ἐχρήσατο τῇ τροπῇ ὥσπερ γὰρ τὸ φυτὸν ἐν τῆι γῇ κατατεθὲν χρόνον τινὰ οἷον νέκρωσίν τινα καὶ ἀκινησίαν ὑπομένει ἔπειτα δὲ ἀθροον ἀναζῇ καὶ ἀναθάλλει οὕτω καὶ τὸ κυριακὸν σῶμα ἐπὶ χρόνον βραχὺν τεθὲν ἐν τῷ τάφῳ ἀθροον ἤνθησεν ἐκεῖθεν καὶ ἐβλάστησε τῇ οἰκουμένῃ τὴν σωτηρίαν καὶ ἡμεῖς δὲ βαπτιζόμενοι καὶ ἐνθαπτομενοι καὶ τρόπον τινὰ ὥσπερ τὰ φυτὰ τῇ γῇ οὕτω καὶ ἡμεῖς ἐννεκρούμενοι τῷ ὕδατι ἀθροον θάλλοντες καὶ ἀκμάζοντες τὴν σφῶν σωτηρίαν ἀνερχομεθα καλῶς δὲ οὐκ εἶπε σύμφυτοι τῷ θανάτῳ ἀλλὰ τῷ ὁμοιώματι
30384rRom.6.5* ὁμοίωμα γὰρ θανάτου ἔχομεν ἐν τῶι βαπτίσματι οὐ σωματικὸν θάνατον αἱ γὰρ τρεῖς κατάδυσεις καὶ ἀναδύσεις τοῦ βαπτίσματος θάνατον καὶ ἀνάστασιν σημαίνουσιν
303exa84rRom.6.5* ὁμοίωμα θανάτου ὁ Χριστοῦ θάνατος διὰ τὸ μὴ ἀπομεμενηκέναι αὐτον τῶι θανάτωι ἀλλὰ ἀναβιῶναι τριήμερον
303exb84rRom.6.5
30484rRom.6.5 ἀλλὰ καὶ τῆς ἀναστάσεως τῆς ὅταν ἀναστῶμεν
304ex84rRom.6.5* καὶ ὅρα ἀγαθότητα θεοῦ τὸν μὲν θάνατον τοῦ κυρίου ὡς ἐν εἰκόνι ἀπεθάνομεν τῆς δὲ ἀναστάσεως ἀληθῶς κοινωνήσομεν
30584rRom.6.5-Rom.6.6 τοῦτο γινωσκοντες ὅτι ὁ παλαιός εἶτα λέγει πως ἡμῖν ἔσται ἐπίδοξος ἡ ἀνάστασις καί φησι τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος τουτέστιν ὁ κατεγνωσμένος βίος συνεσταυρώθη τῶι Χριστῶι διὰ τοῦ βαπτίσματος ἐφ' ὧι τε φησι καταργηθῆναι τὸ σῶμα τῆς ἁμαρτίας τουτέστιν ἵνα νέκρωσιν αἱ κακαὶ πράξεις ὑπομείνωσιν ἃς καὶ λέγει σῶμα ἁμαρτίας
305Ph84rRom.6.6Φ(ω)τ(ιου) o πᾶλαιος τοῦτ' ἔστιν ὁ ἐν ταῖς ἁμαρτίαις παλαιωθεὶς οὗτος οὖν βαπτιζομένων ἡμῶν συσταυροῦται Χριστῷ καὶ ἀποθνήσκει καὶ ἀνερχομεθα ἀπὸ τοῦ βαπτίσματος καινοὶ καὶ πρόσφατο πάντα τὸν παλαιωθέντα ἄνθρωπον ἀποθέμενοι καὶ καταργεῖται καὶ τὸ σῶμα τῆς ἁμαρτίας ἐν ᾗ ἐστηρίζετο καὶ ὑφ' ἧς ἐμορφοποιεῖτο ὁ παλαιὸς ἡμῶν ἄνθρωπος τοῦτ' ἔστιν ὁ καταγηράσας βίος ἡμῶν τοῖς παραπτώμασιν ἄνθρωπον δὲ καλεῖ τὸν τοιοῦτον τὴν τῶν ἀνθρώπων πρὸς αὐτὸν δηλῶν δυσαπόσπαστον καὶ πολυχρόνιον σχέσιν οὕτω γὰρ ἐντετήκεσαν αὐτῷ πρὸ τῆς δεσποτικῆς ἐπιδημίας καὶ οἰκονομίας οἱ ἄνθρωποι ὡς μηδ' ἂν ἄνθρωποι αἱρεῖσθαι εἶναι καὶ μηδ' ὅλως εἶναι χωρὶς φιληδόνου πολιτείας καὶ ἀκολάστων πράξεων τῷ οὖν συμπεπλέχθαι αὐτῷ τοὺς ἀνθρώπους καὶ συνανακεκρᾶσθαι καὶ δυσαποσπάστως ἔχειν ἄνθρωπον ἐπιπληκτικῶς τὸν τοιοῦτον βίον ἐκάλεσεν τοῦτ' ἔστιν ὃν ὡς αὐτοὺς ἡμᾶς μᾶλλον δὲ καὶ ἡμῶν πλέον καὶ ἐστέργομεν καὶ περιειχόμεθα
305ex84rRom.6.6Θεοδ(ωρητου) * παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ἐκάλεσεν ἀλλὰ τὴν πονηρὰν γνώμην ταύτην δὲ ἔφη τῶι βαπτίσματι νεκρωθῆναι
30684rRom.6.6 ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας εἰς τοῦτό φησι ἵνα καταργηθῇ καὶ νεκρωθῇ εἰς τὸ μηκέτι ὑποπεσεῖν ἁμαρτία νέκρωσιν δέ φησι τὸ ὅσον εἰς τὸ ἁμαρτάνειν ἵνα ἦι νεκρὸν νεκρὸς γὰρ οὐχ ἁμαρτάνει
307Ph84rRom.6.6Φ(ω)τ(ιου) * τὸ σῶμα τῆς ἁμαρτίας περιφραστικῶς αὐτὴ ἡ ἁμαρτία τοῦτ' ἔστιν ὅλη δι' ὅλου ἀργὴ καὶ ἄχρηστος τὸ λοιπὸν χρηματίζουσα πῶς δὲ καταργεῖται ἡμῶν μὴ χρωμένων αὐτῇ εἶτα καὶ τὸν τρόπον τῆς χρήσεως δριμέως καὶ ὀνειδιστικῶς τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ ἡ γὰρ χρῆσις τῆς ἁμαρτίας δούλους ἡμᾶς ποιεῖ τῆς ἁμαρτίας
306ex84rRom.6.6* κατήργηται δὲ καὶ τὸ σῶμα τῆς ἁμαρτίας τουτέστι τῶν ἐν αὐτῆι κινημάτων ἡ ἔμφυτος ἀγριότης κατασείουσα μὲν ἀεὶ πρὸς τὰ αἰσχίω τὸν νοῦν ἐνιεῖσα δὲ ὥσπερ πηλῶι τὰς γεωδεστέρας ἡδονὰς καὶ τοῦτό φησι τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ὧι ἠσθένει διὰ τῆς σαρκὸς ὁ πατὴρ τὸν ἑαυτοῦ υἱον πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῆι σαρκὶ ὁρᾷς πως τὸ σῶμα τῆς ἁμαρτίας κατηργται κατακέκριται γὰρ ἐν τῆι σαρκὶ τῆς ἁμαρτίας τὸ κέντρον καὶ νενέκρωται μὲν ἐν πρώτωι Χριστῶι διέβη τε παρ' αὐτοῦ τε καὶ δι' αὐτοῦ καὶ εἰς ἡμᾶς ἡ χάρις
30784rRom.6.6-Rom.6.7 o γὰρ ἀποθανών ὁρᾷς ὅτι ὅσον εἰς τὸ ἁμαρτάνειν δεῖ είναι ἡμᾶς νεκροὺς ὁ γὰρ ἀποθανών φησι δεδικαίωται τουτέστιν ἀπήλλακται καὶ ἠλευθέρωται ἀπὸ τῆς ἁμαρτίας τινες δὲ τοῦτο περὶ τοῦ βαπτίσματος ἐδέξαντο ἐν ὧι συνετάφημεν τῶι Χριστῶι
308Phb84rRom.6.7-Rom.6.8Φωτιου εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῶι Εἰ δὲ περιπατήσομεν ἐν καινότητι ζωῆς δηλονότι καὶ ἀναστησομεθα ὥσπερ ὁ Χριστὸς ἠγέρθη ἐκ νεκρῶν τοῦτο γὰρ ἀκολουθον τοῦ εἰρημένου αὐτὸς δὲ τὴν προηγουμένην τῆς ἀναστάσεως πολιτείαν ἐπαγαγὼν τοῖς εἰρημένοις τὸ ἐξ ἀνάγκης ἑπομενον κατέλιπεν ἐννοεῖν
30884rRom.6.8* εἶτα λοιπὸν καθαρῶς τὴν ἀνάστασιν εὐαγγελίζεται καί φησιν εἰ ἀπεθάνομεν σὺν Χριστῶι ὥσπερ καὶ ἀπεθάνομεν διὰ τοῦ βαπτίσματος πιστεύωμεν ὅτι καὶ συζήσομεν αὐτῶι τὴν μακαρίαν ἐκείνην καὶ ἀγήρω ζωὴν δηλονότι τὴν μετὰ τὴν ἀνάστασιν
308Pha84rRom.6.8* ὀφείλομεν φησὶ πιστεύειν ὅτι καὶ συζήσομεν αὐτῷ παρακελεύσεως οὖν τὸ πιστεύωμεν καὶ συμβουλῆς
30984vRom.6.8-Rom.6.9 εἰδότες ὅτι Xριστος ἐγερθείς καὶ πόθεν φησι δηλονότι συζήσομεν τῶι Χριστῶι καὶ γὰρ αὐτο τοῦτο ἄδηλον μήπως καὶ αὐτος ὁ ἐγερθεὶς Χριστὸς πάλιν ἀποθάνῃ ἄπαγε φησι τοῦτο γὰρ χρὴ πεπληροφορεσθαι ὅτι ὁ Χριστὸς οὐκέτι ἀποθανεῖται διὰ γὰρ τοῦτο καὶ ἀπέθανεν ἵνα καταργήσηι τὸν θάνατον
309ex84vRom.6.9 θάνατος αὐτοῦ οὐκέτι κυριεύσει πως γὰρ δι' ὃν καὶ οἱ λοιποὶ ζησόμεθα συναναπεμπομένου τοῦ ὅλου τῆι ἀπαρχὴ ἡμῶν
31084vRom.6.9-Rom.6.10Οικου(μενιου) ὁ γὰρ ἀπέθανε καὶ τοσοῦτόν φησιν οὐκέτι ἀποθανεῖται ὅτι καὶ αὐτο ὁ ἅπαξ ὁ ἀπέθανεν οὐχ ὡς ὑπεύθυνος θανάτου κατὰ τοὺς λοιποὺς ἀνθρώπους ἀπέθανεν ἀλλὰ διὰ τὴν τοῦ κόσμου ἁμαρτίαν ἵνα ταύτην ἀνέλῃ καὶ θανατώσηι
31184vRom.6.10 ζητῶ θεῶι τουτέστι ὡς θεὸς ἀπαύστως καὶ ἀκαταλύτως ὡς γὰρ νοεῖται τῆι ἁμαρτίαι τουτέστι διὰ τὴν ἁμαρτίαν οὕτως νοεῖται τῶι θεῶι τουτέστι διὰ τὸ είναι θεός
311ex84vRom.6.10Οικου(μενιου) * καὶ οὕτω νοήσεις ὥσπερ λέγομεν ἐπὶ τοῦ καθ' ἡμᾶς ἀνθρώπου ἀπέθανε τῆι σαρκὶ ζῆ δὲ τῆι ψυχῆι κατὰ δοτικὴν ἀποδιδόντες τὸν λόγον οὕτω μοι νόει τῶι θεῶι ζῆ τουτέστι τὸ είναι θεὸς οὐκ ἐπειδὴ καὶ τῶι είναι ψυχὴ οὐκ ἔζη ἀλλὰ τὸ ἀμαχώτερον τέθεικε τὸ είναι αὐτον θεόν
31284vRom.6.10-Rom.6.11 οὕτως καὶ ὑμεῖς λογίζεσθε εἶτα ἵνα μὴ λέγωσι καί τι φησι πρὸς ἡμᾶς εἰ ἅπαξ ἀποθανὼν ὁ Χριστὸς οὐκέτι ἀποθνήσκει φησι οὕτω καὶ ὑμεῖς ἑαυτοὺς λογίζεσθε πως ὅτι ἀποθανεῖσθε μὲν διὰ τὴν ἁμαρτίαν ἅπαξ ζήσετε δὲ τῶι θεῶι καὶ γὰρ ἐν αὐτῶι ζῶμεν καὶ κινούμεθα καὶ ἐσμεν καθὼς ἀλλαχοῦ φησι ἡ οὕτως ὥσπερ ὁ Χριστός φησιν ἀπέθανε καὶ ζῆ οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς χρεὼν είναι νεκροὺς μὲν ὅσον πρὸς τὸ ἁμαρτάνειν ζῶντας δὲ εἰς τὰ κατὰ θεὸν διὰ Ἰησοῦ Χριστοῦ τουτέστι συμμαχοῦντος Χριστοῦ
31384vRom.6.11 διὰ Ἰησοῦ Χριστοῦ διὰ γὰρ τοῦ θανάτου αὐτοῦ ἡ ζωὴ ἡμῶν
31484vRom.6.11-Rom.6.12 μὴ οὖν βασιλευτω ἐπεὶ οὖν νενκρους ἡμᾶς φησιν είναι χρὴ ὅσον εἰς τὴν ἁμαρτίαν μὴ κρατείτω ὑμῶν ἡ ἁμαρτία καλῶς δὲ ἐν τῶι θνητῶι σώματι διὰ γὰρ τοῦ σώματος ἡ ἁμαρτία ὡς ἐπὶ τὸ πολὺ μὴ βασιλευτω εἰς τὸ ὑπακούειν αὐτῆι τοῦτο γὰρ βασιλευσθαι
313ex84vRom.6.12Φ(ω)τ(ιου) * βασιλεία τυραννίδος ταύτηι διαφέρει τῶι τὴν μὲν τυραννίδα ἀκόντων γίνεσθαι τῶν ὑπηκόων τὴν δὲ βασιλείαν βουλομενων τῶν ἀρχομένων παραινεῖ τοίνυν μηκέτι τῆι δυναστεία τῆς ἁμαρτίας συντίθεσθαι κατέλυσε γὰρ αὐτῆς τὴν βασιλείαν ὁ δεσπότης ἐνανθρωπήσας καὶ ἅτε δὴ θνητοῖς ἔτι καὶ παθητὸν ἔχουσι σῶμα νομοθετῶν σύμμετρα τῆι ἀσθένεια νομοθετεῖ καὶ οὐ λέγει μὴ τυραννείτω ἀλλὰ μὴ βασιλευέτω τὸ μὲν γὰρ ἴδιον ἐκείνης τὸ δὲ τῆς ἡμετέρας γνώμης ἡ μὲν γὰρ τῶν παθημάτων κίνησις καὶ ὄχλησις κατὰ φύσιν ἡμῖν γίνεται τῶν δὲ ἀπειρημένων ἡ πρᾶξις τῆς γνώμης ἐξηρτήται
315Ph84vRom.6.12* Ἐπεὶ γὰρ φησὶν ἀπεθάνομεν καὶ νεκρὸν ἡμῶν γέγονε τὸ σῶμα τῇ ἁμαρτίᾳ μὴ ποιήσωμεν πάλιν αὐτὸ ἀναζῆσαι τὴν ἐν τῇ ἁμαρτίᾳ ζωὴν μηδὲ παρασκευασώμεθα οὕτως ὥστε πάλιν ἐν αὐτῷ θνητῷ γενομένῳ διὰ τοῦ βαπτίσματος βασιλεύειν τὴν ἁμαρτίαν τὶ δὲ ἐστι βασιλεύειν ἐν ἡμῖν τὴν ἁμαρτίαν τὸ ἐπιτελεῖν τὰς ἐπιθυμίας τοῦ σώματος
31584vRom.6.12 ἐν τῶι θνετωι ὑμῶν σώματι παραμυθεῖται αὐτοὺς ἐν τῶι εἰπεῖν θνητῶι σώματι δεικνὺς ὅτι πρόσκαιρὸς ἡ πάλη ἡ πρὸς ἁμαρτίαν πρόσκαιρον γὰρ τὸ σῶμα
31684vRom.6.12 ἐν τοῖς ἐπιθυμία αὐτοῦ τουτέστι τοῦ σώματος οἷον μὴ ἀποτελεῖτε
31784vRom.6.12-Rom.6.13 μηδὲ παριστάνετε τὰ μέλη τὸ γὰρ σῶμα ἄγεται καθὸ ἂν ἄγῃ τις δύναται γάρ τις τὴν χεῖρα καὶ ὅπλον ἐλεημοσύνης καὶ ἁρπαγῆς ποιῆσαι τὴν γλῶσσαν καὶ εὔφημον καὶ δύσφημον καὶ οὕτως πάντας τὰ μέλη
31884vRom.6.13 oπλα ἀδικίας καλῶς τὴν ἁμαρτίαν ἀδικίαν ἐκάλεσεν ἡ γὰρ ἑαυτόν τις ἀδικεῖ δι' αὐτῆς ἡ τὸν πλησίον
31984vRom.6.13 ἀλλὰ παραστήσατε ἑαυτοὺς τῶι θεῶι τέως ἐκ τῶν ὀνομάτων τὸ διάφορον οἷον γὰρ ἐστι μὴ παραστῆσαι ἑαυτὸν τῆι ἁμαρτίαι ἀλλὰ τῶι θεῶι
32084vRom.6.13 ὡς ἐκ νεκρῶν ζῶντας οὕτως ἑαυτούς φησι παραστήσατε τῶι θεῶι ὡς ἄξιον ὅτι νενεκρωμένους ὑμᾶς ταῖς πάλαι ἁμαρτίαις ἤγουν τῶι ὑπο θανάτου βασιλεύεσθαι εζωοποιησεν
319Ph84vRom.6.13Φ(ω)τ(ιου) * ἡ ὡς ἔστιν ἄξιον τοὺς τηλικαύτης εὐεργεσίας ἀξιωθέντας καὶ ἐκ τῶν νεκρῶν καὶ φθοροποιῶν παθῶν ἐλευθερωθέντας καὶ ζῶντας αποδειχθέντας
32184vRom.6.13 ὅπλα δικαιοσύνης ὁ γὰρ εἰς ὅπλα δικαιοσύνης τὰ μέλη παραστήσας τῶ θεῶι ἑαυτὸν παρίστησιν
321Ph85rRom.6.13-Rom.6.14 ἁμαρτία γὰρ ὑμῶν μὴ γὰρ ἔστω ὑμῖν ὁ τῆς ἁμαρτίας πόλεμος πρόφασις ἀσθενὴς ἐστι νῦν ἡ ἁμαρτία οὐ δύναται κυριεύειν ἐὰν μὴ ἡμεῖς ἑκοντες ὑποκατακλιθῶμεν αὐτῇ ἀλλὰ προσβάλλει μὲν οὐ κυριεύει δὲ πῶς οὖν ἐκυρίευεν ἕως τοῦ νῦν ὅτι ὑπὸ νόμον ἦσαν οἱ ὑπ' αὐτῆς κυριευόμενοι ὑπὸ νόμον ὃς ἀπεθέσπιζε μὲν τὴν τῆς ἁμαρτίας πρᾶξιν οὐκ ἐνίσχυε δὲ εἰς τὸ κρατεῖν αὐτῆς καὶ περιγίνεσθαι ημεῖς δὲ ὑπὸ χάριν ἐσμὲν ἥτις μετὰ τοῦ συμβουλεύειν καὶ διατάττεσθαι ἃ χρὴ καὶ ἐνισχύει καὶ συνεργεῖ εἰς τὴν πρᾶξιν αὐτῶν καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ τὰς προγεγενημένας ἡμῖν ἁμαρτίας ἐξαλείφει
321ex85rRom.6.14* ποία ἁμαρτία οὐ κυριεύσει ἡ πρὸ τοῦ βαπτίσματος δηλοντοι ἦν ἀφίησιν ἡ χάρις τοῦ Χριστοῦ τοῦτο δὲ ὁ νόμος ποιεῖν οὐκ ἠδύνατο οὐκ ἐστε οὖν φησιν ὑπο νόμον τὸν μὴ δυνάμεον ῥύσασθαι ἀλλὰ μᾶλλον τιμωρούμενον
32285rRom.6.14
32385rRom.6.14-Rom.6.15 τι οὖν ἁμαρτήσομεν ἵνα μὴ ραθυμος ὁ ἀκροατὴς γένηται ὡς μὴ κυριευθησόμενος ὑπο τῆς ἁμαρτίας διὰ τὸ είναι ὑπο χάριν τὴν φρουροῦσαν ἀσφαλίζεται αὐτον
323Ph85rRom.6.15-Rom.6.16Φ(ω)τ(ιου) oὐκ οἴδατε ὧι παριστάνετε Ὧι πράγματι διὰ τῆς ὑπακοῆς δούλους ἑαυτοὺς παριστάνετε
32485rRom.6.16* τουτέστι ποιεῖτε ἀποδείκνυτε παρασκευάζετε
323Ph85rRom.6.16* τούτῳ καὶ εἰς τὸ ἑξῆς δοῦλοι χρηματίσετε τῆς ἑκουσίου ὑμῶν ὑπακοῆς τὴν δουλείαν παρασχομένης ἤτοι τῆς ἐπὶ θάνατον ἀγούσης ἁμαρτίας ἢ τῆς ὡς ἀληθῶς ὑπακοῆς τῆς εἰς δικαιοσύνην χειραγωγούσης ἢ τὸ ᾧ ὑπακούετε μᾶλλον ἀντὶ τοῦ ἐν ᾧ καὶ καθ' ὃν τρόπον οἷον ὅτι ἐν τούτῳ καὶ κατὰ τοῦτον τὸν τρόπον δοῦλοὶ ἐστε ἢ τῆς ἁμαρτίας ἢ τῆς δικαιοσύνης καθὸ καὶ ἐν ᾧ θατέρᾳ αὐτῶν ὑπακούετε ἵνα γὰρ μή τις εἴπῃ πῶς ἐστι δοῦλον τούτων γενέσθαι τὸν τρόπον τίθησι
32585rRom.6.16* ὧι παριστάνετε οὐ λέγω φησι τὴν γέενναν οὐδε τὰ ἐκεῖ δικαιωτήρια αυτὴ ἡ αἰσχύνη οὐχ ἱκανὴ ἀναχαιτίσαι ὑμᾶς ὅτι καταδουλοῦτε ἑαυτοὺς τῆι ἁμαρτίαι ὑπο Χριστοῦ ἐλευθερωθέντες
32685rRom.6.16 δοῦλοι ἐστε ἐκείνου φησιν ἐστε τοῦ πράγματος δοῦλοι ὧι ὑπακούετε
32785rRom.6.16 ἤτοι ἁμαρτίας ἤτοι τῆς εἰς θάνατον ἀγούσης ἁμαρτίας φησιν ἡ τῆς ὑπακοῆς τοῦ θεοῦ τῆς εἰς δικαιοσύνην ἀγούσης
32885rRom.6.16 ἡ ὑπακοῆς ἀπὸ κοινοῦ δοῦλοὶ ἐστε
32985rRom.6.16-Rom.6.17 χάρις δὲ τῶι θεῶι φοβήσας αὐτοὺς τῆι δουλείαι τῆς ἁμαρτίας καὶ τῶι ἐκ ταύτης θανάτῳ τῶν εὐεργεσιῶν ὑπομιμνήσκει τοῦ θεοῦ παραμυθούμενος τε αὐτοὺς καὶ δεινκὺς εὐκολώτερον τὸ μέλλον πρὸς σωτηρίαν
33085rRom.6.17 ἐκ καρδίας μηδενός φησι βιασαμένου μηδὲ ἀναγκάσαντος τοῦτο δὲ καὶ ἐγκώμιον ἐστιν αὐτῶν
33185rRom.6.17 εἰς ὃν παρεδόθητε τύπον εἶτα ἐπειδὴ εἶπεν αὐθαίρετον αὐτῶν είναι τὴν προθυμίαν λοιπὸν λέγει καὶ τὴν τοῦ θεοῦ βοήθειαν ὑμεῖς μὲν γάρ φησιν ἑκοντες ὑπηκούσατε ὁ δὲ θεὸς ὑμᾶς εἰς τὸν τύπον τῆς διδαχῆς τοῦτον παρέδωκε ποῖον τὸ ὀρθῶς ζῆν ἐθέλειν καὶ ὑγιαίνειν περὶ τὰ δόγματα τύπον δέ φησι διδαχῆς οἷον ὅρον καὶ κανόνα
33285rRom.6.17-Rom.6.18 ἐλευθερωθέντες δέ οὐ μόνον γάρ φησι ὁ θεὸς ἠλευθέρωσεν ἡμᾶς τῆς ἁμαρτίας ἀλλὰ καὶ εδουλωσεν τῆι δικαιοσύνη
332Ph85rRom.6.18-Rom.6.19 ἀνθρώπινον λέγω Ἀνθρώπινον λέγω φησὶ τὸ ἐδουλώθητε οὐ γὰρ ἐστι τοῦτο κατὰ ἀλήθειαν δουλείαι τὸ κατὰ τὴν δικαιοσύνην πολιτεύεσθαι ἀλλὰ τοῦτο ἡ ἀληθὴς ἐλευθερία καὶ εὐδαιμονία τὶ οὖν καλεῖς αὐτὴν δουλείαν εἰ μὴ ἐστι δουλεία διὰ τὴν ἀσθένειαν φησι τῆς σαρκὸς ὑμῶν τοῦτ' ἔστιν ἐπειδὴ ἀντιπίπτειν δοκεῖ τὸ φρόνημα τῆς σαρκὸς καὶ τραχύνεσθαι καὶ ἀλγύνεσθαι κατ' ἀρχὰς πρὸς τὰ ἐπιτάγματα τῆς δικαιοσύνης διὰ τοῦτο τὸ ἀπὸ τῆς ὑμετέρας σαρκὸς ἀσθενὲς καὶ ἀλγυνομενον λογιζόμενος κατὰ τὴν ἀνθρωπίνην συνήθειαν δουλείαν αὐτὸ ἐκάλεσα καὶ γὰρ εἰώθαμεν ἐφ' ὧν ἀλγυνομενοι καὶ ἄκοντές τι πράττομεν τὸ τῆς τυραννίδος καὶ δουλείας ὄνομα τιθέναι οὕτω γοῦν καὶ ὁ Παῦλος φησιν ὅτι κατ' ἄνθρωπον λέγω τὸ ἐδουλώθητε τῇ δικαιοσύνῃ εἶτα κατασκευάζει αὐτὸ καὶ ἐκ τοῦ ἐναντίου ὥσπερ γὰρ φησὶ τὰ τῆς ἀκαθαρσίας πράττοντες δοῦλοι ἦτε τῆς ἀκαθαρσίας οὕτω τὰ τῆς δικαιοσύνης ἐπιτελοῦντες δοῦλοι οὐκ ἀπεικοτως ἂν κληθειητε τῆς δικαιοσύνης τοῦτο δὲ καὶ ἐντρέπων ἅμα ἐπήγαγεν εἰ γὰρ δοῦλοι εἶναι οὐκ ᾐσχύνεσθε τῆς ἀκαθαρσίας πῶς οὐκ ἂν καὶ μέγα φρονήσητε δοῦλοι καταξιωθέντες γενέσθαι τῆς δικαιοσύνης εἶτα κατασκευάζει τοῦτο καὶ ἑτέρως καὶ προϊὼν δείκνυσι τῆς τοιαύτης δουλείας τὸ ἀξίωμα συμπερανάμενος ὅτι αὕτη ἡ δουλεία δούλους ποιεῖ τοῦ θεοῦ οὗ τὶ ἂν εἴη ἐλευθεριώτερον ἢ εὐδαιμονέστερον καὶ γάρ φησι νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ θεῷ καὶ ἑξῆς Ἢ τὸ ἀνθρώπινον λέγω εἰ νοηθείη καθ' ὑπερβατον ὡς ἐφεξῆς ὀφεῖλον τάττεσθαι τὸ οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμον εἰ οὖν οὕτως ἐκληφθείη σημαίνοι ἂν ὅτι μέτριον τι εἶπον καὶ ταπεινὸν ταῦτα εἰπὼν ὁ γὰρ τὸ τέλειον λέγων εἴποι ἂν ὅτι παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ μὴ πρὸς τῇ ἁμαρτίᾳ ἀλλὰ πολὺ μᾶλλον σπουδαιότερον καὶ προθυμότερον νῦν δὲ διὰ τὸ ἀσθενὲς ὑμῶν φησὶν οὕτως εἶπον ταπεινῶς καὶ μετρίως
33385rRom.6.19* ἡ συμμετρον τι φησι λέγω καὶ μικρὸν οὐχ ὑπερβαῖνον τὸ τῆς φύσεως ἀσθενές
334ex85rRom.6.19* τῆι φύσει μέτρῳ φησι τὴν παραίνεσιν οἶδα γὰρ τὰ ἐν τῶι θνητῶι σώματι κινούμενα πάθη
33485vRom.6.19 τῆς σαρκὸς ὑμῶν οὐκ εἶπεν τῆς προαιρέσεως ἡ τῆς προθυμίας ὅπερ ἦν ἐκείνων ἀδίκημα ἀλλὰ τῆς σαρκός φησιν ὁ παραγνωμην αὐτῶν ἐγίνετο τοῦτο δέ φησιν ἀνεπαχθῆ τὸν λόγον ποιῶν
33585vRom.6.19 ὥσπερ γὰρ παρεστήσατε πολλῶι μὲν μείζονα ἔδει τῶι Χριστῶι τὴν δουλείαν παρασχεῖν καὶ τῆι δικαιοσύνηι ἤπερ ὅσην παρέσχετε τῆι ἀκαθαρσία καὶ τῆι ἀνομίαι πλὴν διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς τὴν ἴσην ἀπαιτῶ
33685vRom.6.19-Rom.6.20 ὅτε γὰρ δοῦλοι ἦτε ὅτε φησι ἐν ἁμαρτίαις ἐζῆτε τοσοῦτον ὑπηκούετε τῆι ἁμαρτίαι ὡς μηδ ὅτι οὖν πράττειν καλὸν τοῦτο γὰρ δηλοῖ τὸ ἐλεύθεροι ἦτε τῆ δικαιοσύνη τουτέστιν ἐν οὐδενὶ ἦτε ὑποτεταγμένοι αὐτῆι οὐκοῦν καί νυν ἐπεὶ μετέστητε εἰς τὴν δικαιοσύνην ἐλεύθεροι γένεσθε τῆι ἁμαρτίαι τοῦτο γὰρ συνυπακούειν ὁ σκοπὸς τοῦ ἀνωτέρω κεφαλαίου ἀπαιτεῖ
33785vRom.6.20-Rom.6.21 τινα οὖν καρπόν τι οὖν τὸ ὄφελος ὑμῖν φησιν τῆς πάλαι πονηρίας οὐδὲν καὶ δηλονότι τὸ ἐπαισχύνεσθαι ὑμᾶς νυν οὕτως γὰρ κακὸν ἡ ἁμαρτία ὅτι καὶ μετὰ ἀπαλλαγὴν αἰσχυνεταί τις ἐπ' αὐτῆι
33885vRom.6.21 τὸ γὰρ τέλος ἐκείνων οὐ μόνον ἀπὸ τὰ αἰσχύνης ἀλλὰ καὶ ἀπὸ τῶν ἀποτελεσμάτων κατασκευάζει τὸ μοχθηρὸν τῆς ἁμαρτίας τὸ τέλος ἐκείνων φησι θάνατον ἔχει τοῦτον δὴ τὸν νοητόν
33985vRom.6.21-Rom.6.22 ἔχετε τὸν καρπὸν ὑμῶν ἐκείνων μέν φησιν ὁ καρπὸς θάνατος καὶ αἰσχύνη τούτων δὲ ὁ καρπὸς ἁγιασμὸς καὶ ζωὴ ἂλλ ὅμως καὶ τούτων οὕτως ὄντων φησιν κἂν οὕτως τῶι θεῶι δουλεύσατε ὥσπερ τῆι ἀκαρθασίᾳ καὶ τῆι ἀνομία
34085vRom.6.22 τὸ δὲ τέλος ζωήν ἐκ τῶν δεδομένων τὰ προσδοκώμενα πιστοῦται τουτέστιν ἀπὸ τοῦ ἁγιασμο τὴν αἰώνιον ζωήν
34185vRom.6.22-Rom.6.23 τὰ γὰρ ὀψώνια τὰ ὀψώνια οἷον ὁ καρπὸς ὅρα δὲ ἐξ ὧν ἐπεξέρχεται τῶι λόγωι ἀσφαλεστέρους τε αὐτοὺς πρὸς τὸ μέλλον ποιεῖ καὶ εὐχαρίστους ὧν ἐῤῥύσθησαν
345Pha85vRom.6.23Φ(ω)τ(ιου) oψωνια διὰ τῆς ἁμαρτίας ὠνούμεθα ἃ ἡμῖν ἐκείνη πραττομένη ἀντιδίδωσι καὶ προξενεῖ
34285vRom.6.23 τὸ δὲ χάρισμα τοῦ θεοῦ οὐκ εἶπεν ὁ μισθὸς τῶν κατορθωμάτων ἀλλὰ χάρισμα δεικνὺς ὅτι οὐκ ἐκ καμάτων ἀλλὰ κατὰ χάριν ἀπηλλάγησαν τῶν ἁμαρτιῶν
34385vRom.6.23-Rom.7.1 γινώσκουσι γάρ μετ' ἐγκωμίου
34485vRom.7.1 ὅτι ὁ νόμος κυριεύει εἶπεν ἄνω ὅτι ἀπεθάνομεν τῆι ἁμαρτίαι τοιγαροῦν οὐ κυριεύει ἡμῶν τῶν ὅσον ἐπ' αὐτῆι νεκρῶν νυν δὲ θέλει δεῖξαι ὅτι οὔτε ὁ νόμος ἡμῶν κυριεύει ἀνθρώπινον δὲ λέγει παράδειγμα εἶτα προϊὼν δείκνυσιν ὅτι οὐ μόνον ἡμεῖς ἀπεθάνομεν τῶι νόμωι ἀλλὰ καὶ ὁ νόμος ἀπέθανε τῆι ἐπιφανείᾳ τοῦ Χριστοῦ
34585vRom.7.1 τοῦ ἀνθρώπου οὐκ εἶπεν ἀνδρὸς ἡ γυναικός
345Phb85vRom.7.1 ἐφ' ὅσον χρόνον ζῆ τὶς ἢ δηλονότι ὁ ἀνὴρ ἐλλειπτικῶς οὖν εἴρηται σαφὲς δὲ αὐτὸ ποιεῖ τὸ ἐπαγομενον
34685vRom.7.1-Rom.7.2 κατήργηται ἀπὸ τοῦ νόμου ενταξει ἀνδρὸς τέθεικε τὸν νόμον ενταξει δὲ γυναικὸς τοὺς πιστευαντας
34785vRom.7.2-Rom.7.3 εὰν δὲ ἀποθάνῃ o ἀνήρ ἐν τῶ παραδείγματι τὸν νόμον ὑποτίθεται ἀποθανόντα ἂλλ οὐκ ἐν τῶι συμπερεσματι ἵνα μὴ ἐπαχθῆ τὸν λόγον ποιήσῃ
346Ph85vRom.7.3 ἀπὸ τοῦ νόμου τοῦ νομοθετοῦντος περὶ τοῦ ἀνδρὸς καὶ δεσμοῦντος τὴν γυναῖκα πρὸς αὐτον κατήργηται ἀντὶ τοῦ ἀπολέλυται ἠλευθέρωται
34885vRom.7.3-Rom.7.4 ώστε ἀδελφοὶ μου καὶ ὑμεῖς ἐν τῶι συμπεράσματι οὐκ εἰσάγει ἀποθανόντα τὸν νόμον διὰ τὸ μὴ δόξα είναι ἐπαχθὴς Ἰουδαίοις γὰρ λαλεῖ ἀλλὰ τοὺς πιστεύσαντας εἰσάγει τῶι θανάτωι Χριστοῦ ἀποθανόντας ἀπὸ τοῦ νόμου διὸ καὶ ἐλευθερωθέντας εἰ οὖν τοῦ νόμου ἀποθανόντος οὐκ ἐστι παραβάτης ὁ καταλιμπάνων αὐτον καὶ πιστεύων τῶι Κυρίωι πολλῷ μᾶλλον ἂν καὶ αὐτός τις ἀποθάνῃ ὥσπερ φησι καὶ ἡμεῖς ἀπεθάνομεν λέλυται ἀπὸ τοῦ νόμου καὶ οὐκ ἐστι παραβάτης πιστεύων τῶι Χριστῶι
348ex85vRom.7.4
34985vRom.7.4 διὰ τοῦ σωματoς τοῦ Χριστοῦ τοῦ θανατωθέντος ὑπὲρ ἡμῶν συναπεθάνομεν γὰρ αὐτω ἐν τῶι βαπτίσματι καὶ οὐκ ἐσμεν ἑαυτῶν ἠγοράσθημεν γὰρ τιμῆς
35085vRom.7.4 γενέσθαι ὑμᾶς ἑτέρωι ὡς τοῦ νόμου ἀποθανόντος διὸ οὔτε παραβάται εὑρεθησόμεθα
35186rRom.7.4 ἵνα καρποφορήσωμεν τῶι θεῶι εἶτα προτρέπει ἐλπίσι κρείττοσι τότε μὲν γάρ φησι τῶι θανάτωι ἐκαρποφοροῦμεν τὸ πᾶν ἐκείνωι πράττοντες νυν δὲ τῶι θεῶι
351ex86rRom.7.4-Rom.7.5Θεοδ(ωρητου) ὅτε γὰρ ἦμεν ἐν τῆι σαρκί τουτέστιν ἐν τῆι κατὰ νόμον πολιτείᾳ σάρκα γὰρ τῆι σαρκὶ δεδομένας νομοθεσίας ὠνόμασε τὰς περὶ βρώσεως καὶ πόσεως καὶ λέπρας καὶ τῶν τοιούτων
35286rRom.7.5 ἐν τῆι σαρκί τουτέστιν ἐν τῶι σαρκικῶ βίωι οὐκ εἶπε δὲ ἐν τῶι νόμωι ἵνα μὴ ἀπαράδεκτος γένηται ἔτι γὰρ εσεβοντο τὸν νόμον
35386rRom.7.5 τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο οὐ γὰρ ἤιδειν φησι τὴν ἐπιθυμίαν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις τὰ οὖν διὰ τοῦ νόμου γνωριζόμενα καὶ πάλιν οὐκ εἶπεν ἐνεργεῖ τὰ μέλη ἵνα μὴ κατηγορήσῃ τῆς σαρκὸς ἀλλὰ ἐνηργεῖτο
35486rRom.7.5 εἰς τὸ καρποφορμῆσαι τῶι θανάτωι δείκνυσιν ἔξωθεν παραγενόμενα ἐνέργεια τοῦ σατανᾶ εἰς τὸ συνεισενεγκεῖν τῶι θανάτωι διὰ γὰρ τῶν ἁμαρτιῶν τῶι θανάτωι καρποφοροῦμεν
35586rRom.7.5-Rom.7.6 νυνὶ δὲ κατηργήθημεν πάλιν τὸ ἐπαχθὲς φεύγων οὐκ εἶπε κατήργηται ὁ νόμος ἂλλ ἡμεῖς ἀπὸ τοῦ νόμου κατηργήθημεν τουτέστιν ἀπολελύμεθα διά τι ἐπειδὴ ἀπεθάνομεν διὰ τῆς ἁμαρτίας αυτὴ γὰρ ἡ κατέχουσα καὶ ἠγέρθημεν οὐ διὰ τοῦ νόμου ἀλλὰ διὰ τοῦ Χριστοῦ δῆλον οὖν ὅτι ἀπὸ μὲν τοῦ νόμου ἀπολελύμεθα ὡς ἀποθανόντες ὑπετάγημεν δὲ τῶι ρυσαμένωι ἡμᾶς τοῦ θανάτου Χριστῶι
35686rRom.7.6 ώστε δουλεύειν ἡμᾶς εἶτα ἵνα μὴ νομίσωσιν ὅτι ἀπολυθέντες τοῦ νόμου λοιπὸν ἃ βούλονται ἀκινδύνως πράττουσιν ἐπάγει άλλην δουλείαν ἀκριβεστέραν τὴν τοῦ πνεύματος καλῶς δὲ τὸ καινότητι ἐπειδὴ οὐ τὰ αυτὰ ἐν τῆι νέα επιταττομεθα ἅπερ οἱ πάλαι ἐν τῶι νόμωι ἀλλὰ καινὰ καὶ νέα παραγγέλματα καὶ φιλοσοφώτερα ὡσεὶ εἶπεν ἵνα δουλεύωμεν τοῖς νέοις τοῖς ἐκ τοῦ πνεύματος ἐπιταγεῖσι καὶ γὰρ τοῖς μὲν ἀρχαίοις τὸ μὴ φονεύειν ἡμῖν δὲ τὸ μὴ δὲ ὀργίζεσθαι ἐκείνοις μὴ μοιχεύειν ἡμῖν δὲ τὸ μηδὲ περιέργως ὁρᾷν ἐπιτέτακται
35786rRom.7.6 καὶ οὐ παλαιότητι γράμματος οὐκ ἔτι γὰρ ὁ νόμος ἐπιτάσσει ἀλλὰ τὸ πνεῦμα εἰπὼν δὲ παλαιότητι ἔδειξε τὸ σαθρὸν τοῦ νόμου καὶ ἀχρεῖον πᾶν γὰρ τὸ παλαιούμενον φησι καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ
35886rRom.7.6-Rom.7.7 τι οὖν ἐροῦμεν ἐπειδὴ εἶπεν ἵνα δουλεύωμεν ἐν καινότητι πνεύματος ὡς τοῦ μὲν πνεύματος σώζοντος τοῦ δὲ νόμου μὴ σώζοντος φησι τι οὖν εἴποι τις ὅτι ὁ νόμος ἁμαρτωλὸς ἐστιν ἡ ἁμαρτίας πρόξενος οὐ τοῦτό φησι λέγω ἂλλ ὅτι πρόξενός μοι τοῦ γνῶναι τὴν ἁμαρτίαν οὐκοῦν καὶ χειρόνως τιμωρηθῆναι ὅτι ἐν γνώσει λοιπὸν ἁμαρτάνω ὅμως κατὰ μικρὸν δείκνυσι τὸν νόμον καὶ κατασκευαστικὸν τῆς ἁμαρτίας οὐ μὴν παρὰ τὴν οἰκείαν φύσιν ἀλλὰ παρὰ τὴν αὐτῶν κακίαν
357Ph86rRom.7.7Φ(ω)τ(ιου) * Οὐκ εἶπε τὶ οὖν ὁ νόμος ἀπέθανεν ἢ κατήργηται τοῦτο γὰρ ἐβούλετο ἀλλ' ὅπερ ουδὲ αὐτῷ ἐδοκει τὶ οὖν φησὶν ὁ νόμος ἁμαρτία διὸ ἐπάγει μὴ γένοιτο ἅμα κἀκείνους λεαίνων καὶ τὸ αὐτοῦ οὐκ ἀναιρῶν οὐ γὰρ εἰ μὴ ἐστιν ἁμαρτία ἤδη οὐκ ἀπέθανεν ἢ οὐ κατήργηται ὅπερ ἐκεῖνος καὶ ἐδείκνυ καὶ ἐβούλετο
35986rRom.7.7 ὁ νόμος ἁμαρτία μετετραπη φησι ὁ νόμος τὴν φύσιν καὶ γέγονεν εἰς ἁμαρτίαν ὠθῶν οὐχί φησι
359ex86rRom.7.7Σευηρι(ανου) ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων οὐκ εἶπεν ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἐποίησα εἰ μὴ διὰ νόμου ἂλλ οὐκ ἔγνων ώστε οὐ τοῦ ποιεῖν ἀλλὰ τοῦ διαγνιωσκειν τὴν ἁμαρτίαν ὁ νόμος αἴτιος παιδευτικὸς ὧν καὶ μὴ συγχωρῶν διὰ τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλογων ἐκπίπτειν φύσιν
36086rRom.7.7-Rom.7.8 ἀφορμὴν δὲ λαβοῦσα οὐχ ὁ νόμος αἴτιος φησι τῆς ἁμαρτίας ἂλλ ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἡ ἐστιν ὁ νόμος ἐξηπάτησέ με ὅρα πως ἠρέμα δείκνυσι πρόφασιν τῆς ἁμαρτίας τὸν νόμον φανερῶς δὲ οὐ λέγει ἵνα μὴ προστῇ αὐτοῖς
360ex86rRom.7.8Σευηρι(ανου) * ἁμαρτίαν ἔοικε λέγειν τὸν διάβολον ὥσπερ οὖν τὸν σωτηρία ζωὴν ἡ γραφὴ καλεῖ καὶ δικαιοοσυνην τῶι ζωῆς καὶ δικαιοσύνης αἴτιον είναι οὕτω καὶ τὴν ἐναντίαν δύναμιν ἐκ τῆς οἰκείας ἐνεργείας ποτε μὲν ἁμαρτίαν ποτε δὲ ψεῦδος καὶ θάνατον καλεῖ οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς εἰπὼν ἡ ἁμαρτία ἀνέζησε τὸν διάβολον δηλοῖ λοιπὸν οὖν διὰ τῆς ἐντολῆς ἀφορμὴν ὁ διάβολος ἔλαβεν ὅτι τὰ παραγγέλματα τοῦ νόμου ὡς ὕλην τινα τῆς ἑαυτοῦ τέχνης ποιησάμενος εἰς τὸ ἐναντίον ταῖς ἐντολαῖς περιέτρεπε τὸν ἄνθρωπον δῆλον δὲ ὅτι δι' ἑαυτοῦ ὁ ἀπόστολος τὸν κοινὸν ἄνθρωπον δηλοῖ
36186rRom.7.8 πᾶσαν ἐπιθυμίαν καλῶς τὸ πᾶσαν ἦν γὰρ καὶ πρὸ τοῦ νόμου ἐπιθυμία ἐπεὶ διατὶ ὁ κατακλυσμὸς γέγονε καὶ τὰ σόδομα ἀπώλετο ἀλλά νυν φησι καὶ ἃς οὐκ ᾔδειν ἐπιθυμίας ἔμαθον ἐκ τοῦ νόμου καὶ μαθὼν ἐποίησα
36286vRom.7.8 ἁμαρτία νεκρά ἀνενέργητος ὡς εἶπεν εἰ καὶ ἐνήργει καὶ πρὸ τοῦ νόμου ἂλλ οὐ τοσοῦτον καθεύδειν ἐδόκουν φησι αἱ πλείους ἁμαρτίαι καὶ τεθαναναι οὐ γὰρ ᾔδειν τὰς πλείους καὶ ἐν ἄγνοια πράττων οὐχ οὕτως ἡμάρτανον
361Ph86vRom.7.8Φ(ω)τ(ιου) * Ἡ μὲν ἁμαρτία νεκρὰ ἐγὼ δὲ ἐν ζωῇ ἅτε μὴ ἐνοχλούμενος μηδὲ νυττόμενος μηδὲ νεκρούμενος ὑπ' αὐτῆς πῶς οὖν ἀνέζησεν ἐκείνη διὰ τοῦ νόμου τίνα τρόπον ὅτι τοῦ νόμου δοθέντος μᾶλλον ἐκείνη πρὸς ἐπίθεσιν παρωξύνθη καὶ οἷον ἐπηρεάσαι ὥρμησεν ἅτε δὴ καὶ στεφανοῦσθαι μέλλοντα τὸν φυλάξαντα τὴν ἐντολὴν ὑπολογιζομένη καὶ διὰ τοῦτο μᾶλλον διαβασκαίνουσα καὶ ἐγὼ πάλιν γνοὺς διὰ τῆς ἐντολῆς τὴν ἁμαρτίαν ὡς ἐν γνώσει πράττων ἃ φεύγειν ἔδει μᾶλλον κατὰ τοῦτο ἡμάρτανον καὶ μᾶλλον αὐτὴν καθ' ἑαυτοῦ ἐπερώννυον ἰσχὺν αὐτῇ διὰ τῆς κατὰ γνῶσιν ἀτοπου πράξεως ἐπιχορηγῶν καὶ οἷον ἀσθενῆ καὶ νενεκρωμένην οὖσαν ἐνισχύων καὶ ἀναζωπυρῶν ἡ δὲ ζήσασα ἐμὲ ἐνέκρωσε πρὸ δὲ τοῦ ἀναζῆσαι ἐκείνην ἐγὼ ἔζων μᾶλλον τοῦτο δὲ ἦν πρὸ τοῦ νόμου καὶ τῆς ἐντολῆς ὥστε εἰ καὶ μὴ ὁ νόμος ἁμαρτία ἀλλ' οὖν ἐκείνου δοθέντος κατὰ δύο τρόπους ἡ ἁμαρτία ἀνέζησεν αὐτῆς τε ἐκείνης μᾶλλον πρὸς ἐπίθεσιν ἀνακινηθείσης καὶ διεγερθείσης καὶ ἡμῶν τῇ κατὰ γνῶσιν ἐκτοπῳ πράξει ἐνισχυσάντων αὐτὴν καὶ τὴν καθ' ἡμῶν ἐπιβουλὴν σὺν παρρησίᾳ παρασχομένων ἀλλ' ἐκείνη μὲν ἀνέζησεν ἐγὼ δὲ ἀπέθανον
36386vRom.7.8-Rom.7.9 ἐγὼ δὲ ἔζων χωρὶς νόμου Ποτε ἔζων χωρὶς νόμου πρὸ τοῦ δοθῆναι τὴν ἐντολὴν τοῖς πρωτοπλάστοις τὴν ἐν παραδείσῳ ζωήν
36486vRom.7.9* ἡ πρὸ Μωσέως δηλονότι ἔζων φησιν οὐκ ἤμην νεκρὸς τῶ πλήθει τῶν ἁμαρτιῶν τότε γὰρ μόνον εἶχον κατήγορον τὸν φυσικὸν νόμον νυνὶ δὲ καὶ τὸν γραπτὸν ὁρᾷς πως ἐκ περιστάσεως ἔβλαψεν ὁ νόμος
36586vRom.7.9 ἐλθούσης δὲ τῆς ἐντολῆς ἐντολὴν τὸν νόμον φησιν εἰπὼν δὲ ἀνέζησεν ἔδειξεν ὅτι ἦν μὲν ἡ ἁμαρτία ἂλλ ἡσύχαζεν ὁ δὲ νόμος ὡς εὐεργετῶν ἐφανέρωσεν αὐτὴν ἵνα φύγωμεν αὐτὴν ἂλλ ἡ περίστασις τοὺς μὴ φυγόντας ἔβλαψεν ἡ οὖν εἰς ζωήν μοι δοθεῖσα οὕτω γὰρ εἶχε φύσεως εἰς θάνατόν μοι γέγονε διὰ τὴν ἐμῶν ραθυμιαν οὐ διὰ τὴν αὐτῆς φύσιν
36686vRom.7.9-Rom.7.11 ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα Πάλιν τὰ αὐτὰ ποικίλως κατασκευάζει καὶ εἰκοτως μεγάλην γὰρ εἶχε δόξαν ὁ νόμος δείκνυσιν οὖν αὐτον μηδὲν ὠφελοῦντα ἂλλ ἐκ περιστάσεως καὶ βλάψαντα ποιεῖ δὲ τοῦτο ἵνα εὐπαράδεκτος γένηται κηρύσσων τοῦ ἀφεῖναι μὲν τὸν νόμον προσδραμεῖν δὲ τῆι πίστει Χριστοῦ
366Ph86vRom.7.11Φ(ω)τ(ιου) * ἀνωτέρω εἰπὼν ὅτι ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν ἐπάγει ὅτι οὐ μόνον ἐπιθυμίαν πᾶσαν κατειργάσατο ἀλλὰ καὶ ἐθανάτωσέ με αὕτη μοι γενομένη εἰς θάνατον εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συνείρειν καὶ τὴν ἀκολουθίαν ἐνδεικνύναι τῶν πραγμάτων καὶ ἐν τοῖς λόγοις ἀνατρέχει καὶ τίθησι πῶς κατειργάσατο πᾶσαν ἐπιθυμίαν καί φησιν ὅτι ἀφορμὴν λαβοῦσα ἐξηπάτησέ με εἶτα ἀφῆκε τὸ προρρηθὲν νοεῖν ἐνταῦθα ὅτι ἐκ τούτου δὲ εἰργάσατο τὴν ἐπιθυμίαν καὶ τοῦτο ἀφεὶς ἐπισυνάπτει τὸ τέλος καὶ ἀπέκτεινεν ἳν ᾖ κατὰ συνέχειαν εἴ τις ἀναλάβοι οὕτως αὐτῷ εἰρήμενον ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτια κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν τὴν δὲ ἐπιθυμίαν κατειργάσατο ἀπατήσασα ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν ἀπέκτεινέ με ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας ἡ δὲ ἐπιθυμία τοῦ θανάτου τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς διὰ τοῦ ἀγαθοῦ τὸ κάκιστον ἐργαζομένης
367Ph86vRom.7.11-Rom.7.12 ώστε ὁ μὲν νόμος ἅγιος Ἅγιος ὁ νόμος ὅτι ἐφύλαττεν ἀπὸ ἀκαθαρσίας τοὺς φυλάττοντας αὐτον δίκαιος ὅτι τοὺς μὲν κατορθουντας ἠμείβετο δωρεαῖς τοῖς δὲ παραβαίνουσιν ἐπετίθει τὰς τιμωρίας ἀγαθος ὅτι οὐχ ἡδομενος ταῖς τιμωρίαις ἢ ὀργῇ χρώμενος ἐκολαζεν ἀλλὰ τῆς αὐτῶν ἕνεκα σωτηρίας καὶ ὠφελείας καὶ βελτιώσεως καὶ ἔτι ὅτι μικρὰ κατορθοῦσι μεγάλα ἐχαρίζετο καὶ ἁμαρτάνοντας περιεῖπε καὶ οὐ κατ' ἀξίαν τῶν πλημμελημάτων ἐκολαζεν αὐτὸς δὲ τέως παραδραμὼν ταῦτα ἐκ τούτων συμπεραίνει ἅγιον καὶ δίκαιον καὶ ἀγαθὸν εἶναι τὸν νόμον ἤτοι τὴν ἐντολὴν ἐξ ἑνὸς μὲν ὅτι ἐδίδαξέ με γνωρίσαι τὴν ἁμαρτίαν καὶ ἐπέταξε φυγεῖν αὐτὴν ἐξ ἑτέρου δὲ ὅτι κηδόμενος καὶ φροντίζων τοῦτο ἐποίησεν εἰς γὰρ ζωὴν ἐμοὶ καὶ σωτηρίαν ταῦτα ἐποίησεν ἅγιος οὖν ὅτι ἐδίδαξε καὶ φυγεῖν ἀπὸ τῆς ἀκαθαρσίας αὐτῆς ἐπέταξε δίκαιος ὅτι διδάξας οὕτω τὴν τιμωρίαν τοὺς μὴ φυλάξαντας ἀπαιτεῖ ἀγαθὸς δὲ πάλιν ὅτι ζωήν μοι προνοούμενος ταῦτα ἐπετέλει
36786vRom.7.12* ὁ μὲν νόμος ἅγιος Οὐ γὰρ τῆς τοῦ νόμου φύσεως ἦν τὸ βεβλάφθαι με ἀλλὰ τῆς ἡμῶν φησι κακίας καὶ ῥαθυμίας ανθ ὧν οὐκ ἐφυλάξαμεν τὰ ἐπιταχθέντα
367ex87rRom.7.12 καὶ ἡ ἐντολῆς ἁγία Νόμον τὸν Μωσαϊκὸν λέγει ἐντολὴν δὲ τὴν τῶ Ἀδὰμ δεδομένην ἁγίαν μὲν ὡς τὸ δέον διδάξασαν δικαίαν δὲ ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐπενεγκοῦσαν ἀγαθὴν δὲ ὡς ζωὴν τοῖς φυλάσσουσιν εὐτρεπίζουσαν
368Ph87rRom.7.12-Rom.7.13Φ(ω)τ(ιου) ἂλλ ἡ ἁμαρτία Ἐπειδὴ τῆς ἁμαρτίας ἠθέλησε τὸ μέγεθος δεῖξαι μεῖζον δὲ ταύτης εἰς κακίαν οὐκ ἦν εὑρεῖν δι' αὐτῆς ταύτης τὸ μέγεθος αὐτῆς ἐνδεικνύμενος φησιν ἀλλ' ἡ ἁμαρτία ἵνα φανῇ ἁμαρτία τοῦτ' ἔστιν ἵνα ἐκκαλυφθῇ αὐτῆς ὁ πᾶς τῆς κακίας πλοῦτος καὶ ἡ ἰσχὺς αὐτῆς ἡ ἐν αὐτῇ ἵνα ὅπερ ἐστὶν ὅλη ὡς ὅλη γένηται ἐκφανὴς ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὑπερβολήν τινα θέλοντες παραστῆσαι δυνάμεθα ἄλλο τι ἐπιφέρειν τῷ διασυρομένῳ ὑφ' ἡμῶν οἷον μιαρὸς ἦν ἐπὶ τοσοῦτον ὁ Κάϊν ὅτι καὶ ἀδελφοκτονος ἐγένετο ὅτι καὶ θεὸν πρῶτος ἐψεύσατο καὶ τὰ ὅμοια καὶ πάλιν οὐδὲ μετὰ τὴν τῶν τεραστίων ἐπίδειξιν παρεκλήθη Φαραὼ ἀπολῦσαι τοὺς Ἰσραηλίτας ἵνα φανῇ αὐτοῦ τὸ ὠμὸν καὶ ἀτίθασον τῆς γνώμης καὶ θεομισὲς καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἔστι γὰρ εὑρεῖν τι χεῖρον τῶν ὑποκειμένων οὗ καὶ μετασχόντες οἱ πονηρευόμενοι τὰς κατ' ἐκεῖνο προσηγορίας ἐπιδέχονται ἐπὶ δὲ τῆς ἁμαρτίας ἐπεὶ ταύτης ὡς ἔφημεν οὐκ ἔστι χεῖρον εὑρεῖν αὐτὴν ἐφ' ἑαυτῆς κατηγόρησε πικρῶς ἅμα καὶ δριμέως τὸν ὄγκον αὐτῆς καὶ τὸ τυραννικὸν καὶ ἀνυπέρβλητον ἐνδεικνύμενος ἐπειδὴ δὲ ἀσαφέστερον πως ἔδοξεν εἰρῆσθαι τῇ ταυτολογίᾳ τοῦ ὀνοματος πάλιν δὲ μεταλαμβανομένου τοῦ ὀνοματος ἡ τῆς ὑπερβολῆς καὶ δριμύτητος ἔνδειξις ἐξελύετο παρονομάζει μὲν καὶ οὐ τελείως ἀφίσταται τοῦ ὀνοματος ἐν ᾧ δὲ ἐκλελύσθαι ἐδοκει τόνον ἐπάγει τῇ προσθήκῃ τοῦ καθ' ὑπερβολὴν καὶ οὕτως ἐπὶ τὸ σαφέστερον ἅμα καὶ ὁμοίως ἔντονον καὶ τοῦ δριμέως ἐμφαντικὸν μεταλαβὼν τὸν λόγον φησὶν ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία
36887rRom.7.13 ἵνα φανῇ ἁμαρτία Ἵνα φησι δειχθῇ πως μιαρὰ καὶ ἰταμὴ καὶ ἰσχυρὰ ἡ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ τουτέστιν τοῦ νόμου αὐτοῦ τὸν θάνατον κατειργάσατο μεγίστην δὲ δηλοῖ τῆς ἁμαρτίας τὴν ἰσχὺν δεῖξαι θέλων τοῦ Χριστοῦ τὴν δωρεὰν ὅση ὅτι ταύτης ἡμᾶς τῆς ἰσχυρᾶς καὶ ἀφύκτου ἀπήλλαξεν
36987rRom.7.13 ἵνα γένηται καθ' ὑπερβολήν ἵνα φησι δειχθῇ αὐτῆς ὁ ἅπας ἰὸς ἡ καὶ πᾶσα κακία τὸ γὰρ καθ' ὑπερβολὴν ἐπιτάσεως ἐστιν οὐ μικρὸν οὖν ὤνησεν ὁ νόμος πᾶσαν αὐτῆς τὴν πικρίαν ἀποκαλύψας ἵνα διὰ γοῦν τοῦτο φύγωμεν αὐτήν
37087rRom.7.13-Rom.7.14 οἴδαμεν γάρ ἐπειδὴ εἶπεν τὸν νόμον αἴτιον τῆς ἁμαρτίας εἰ καὶ μὴ παρὰ τὴν αὐτοῦ φύσιν ἵνα μὴ νομίσωσιν αὐτον κατὰ τοῦ νόμου λέγειν οὐ μόνον κατηγορίας αὐτον ἀπαλλάσσει ἀλλὰ καὶ ἐγκωμιάζει αὐτον κατηγορεῖ δὲ τῶν μὴ φυλαξάντων
37187rRom.7.14 ὁ νόμος διδάσκαλος φησι ἀρετῆς πολέμιος ἁμαρτιῶν
371ex87rRom.7.14 πνευματικός δῶρόν φησι τοῦ ἁγίου πνεύματος καὶ ὥσπερ ὑπαγόρευσις
371Ph87rRom.7.14* ἡ οτ τὰ τοῦ πνεύματος βούλεται τὰ συμφέροντα ζητεῖ τῆς ψυχῆς ἐγὼ δὲ τὰς τῆς σαρκὸς ἐπιθυμίας διώκων σαρκικὸς εἰμι οὐκ εἶπεν δὲ ὑμεῖς οἱ τῷ νόμῳ χρώμενοι καὶ παραβαίνοντες ἵνα μὴ τραχὺν καὶ ἐπαχθῆ τὸν λόγον ποιήσῃ ἀλλ' ἐγὼ φησὶ τὰ ἐκείνων ἐφ' ἑαυτοῦ σχηματίζων καὶ ἐφεξῆς δὲ οὕτως ποιεῖ τὸ τραχὺ καὶ σφοδρὸν ἐκλύων καὶ λεαίνων τῇ περὶ εαὐτὸν σχηματολογίᾳ
37287rRom.7.14 [cap]{σαρκός /σαρκικός }* εἰμι αὐτος ὁ ἄνθρωπος οὐ καθὸ ἐστιν ἄνθρωπος ἀλλὰ καθὸ οὕτως ἑαυτοὺς ἤξαμεν ὑπο τὴν ἐπιθυμίαν φησι κείμενος τῆς σαρκὸς καὶ ἐπιτελῶν τὰ ἀρέσκοντα τοῦ σώματος
37387rRom.7.14 [cap]{πεπραιμενος /πεπραμένος }* ὑπο τήν μετὰ γὰρ τοῦ θανάτου φησι καὶ ὁ τῶν παθῶν ὑπεισῆελθεν ἐσμὸς οἷον ὀργὴ λύπη ἐπιθυμία κακὴ τούτοις φησι παραδεδομένος ἤμην τοῦτο γὰρ τὸ πεπραμένος παρεδεδόμην δὲ τῶν παθῶν ἀρχὴν λαβόντων τὴν ἐν Ἀδὰμ παράβασιν
37487rRom.7.14-Rom.7.15 o γὰρ κατεργάζομαι οὐ γινώσκω εἶτα λέγει πως πεπράμεθα ὑπο τὴν ἁμαρτίαν οὐ γινώσκω φησι πως ἀπατῶμαι καὶ συναρπάζομαι εἰς τὴν ἁμαρτίαν κλέπτομαι φησιν ὡς μικροῦ μηδὲ εἰδέναι τι πάσχω
374Pha87rRom.7.15* Μετὰ γὰρ τὸ πραθῆναι καὶ γενέσθαι τὸν ἄνθρωπον ὑπὸ τὴν ἁμαρτίαν οὐ γινώσκει ὃ κατεργάζεται τῆς συνηθείας τῆς αἰσχρᾶς παντελῶς αὐτου κυριευσάσης καὶ μηδὲ συγχωρούσης εἰδέναι ὅτι ὃ πράττει κακὸν ἐστιν διὸ καὶ ὃ ἐμίσει ἂν εἰ ἄπρατος καὶ ἐλεύθερος ἦν καὶ ὃ οὐκ ἂν εἵλετο τοῦτο καὶ αἱρεῖται πεπραμένος ἤδη ὢν καὶ πράττει εἰ δὲ ἐλεύθερος ὢν καὶ ἄπρατος καὶ κατὰ φύσιν οὐκ ἂν εἱλομην ἃ νῦν ποιῶ συμμαρτυρῶ τῷ νόμῳ ὅτι καλὸς ἐκεῖνα γάρ μοι ψηφίζεται φεύγειν ἃ καὶ ἐγὼ ἐν τῇ κατὰ φύσιν ἐλευθερίᾳ τυγχάνων ἔκρινα φευκτέα εἶναι καὶ μισητὰ νῦν δὲ πραθεὶς φησὶ καὶ ὑπὸ τὴν ἁμαρτίαν πεσὼν ὡς ὑπ' ἐκείνης δεσποζόμενος καὶ κυριευόμενος καὶ ἐκείνῃ ὑπηρετῶν οὕτως ἐργάζομαι τὸ κακὸν ὅπερ οὐκ ἂν ἔπραξα ἐγὼ ἐν ἐλευθερίᾳ ὢν διὸ τρόπον τινὰ οὐκ ἐργάζομαι αὐτο ἐγὼ ἀλλ' ὁ κρατηθεὶς καὶ κυριευθεὶς ὑπὸ τῆς ἁμαρτίας αὐτὸς δὲ ἐμφαντικώτερον φησιν ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία ὥσπερ γὰρ ὁ τὴν οἰκίαν οικῶν ἐκεῖνος πάντα τὰ κατὰ τὴν οἰκείαν πράττῃ κἂν κέχρηται ἔν τισι τῇ οἰκίᾳ συνεργῷ οὕτω φησὶ καὶ ἡ ἁμαρτία λαβοῦσά με ἔκδοτον καὶ πραθέντα αὐτῇ ἐνῴκησε καὶ ἑαυτῆς ὅλον ἐποιήσατο πᾶν ἀγαθὸν ἀπελάσασα τῆς ἐμῆς σαρκὸς οἷον ἐπίγνωσιν ὧν πράττω μετάνοιαν ἐφ' οἷς ἁμαρτάνω καὶ εἴ τι τοιοῦτον εἶτα τὸ γὰρ θέλειν παράκειταί μοι οὐ παντάπασι δὲ φησὶν ἐξέστην ἐμαυτοῦ ὥστε μηδ' εἰδέναι τὸ ἀγαθὸν ὅλως μηδὲ ἔχειν ἐπιθυμίαν αὐτοῦ ἀλλ' ἒσθ' ὅτε διανίσταμαι πρὸς αὐτο διὰ τοῦτο γὰρ ἔφη παράκειταί μοι οἷον κεῖται παρ' ἐμοὶ ὅμοιαι νεκρῷ ὅμως διανίσταμαι κειμένου αὐτοῦ παρ' ἐμοὶ ἀλλὰ κυριευόμενος ὑπὸ τῆς ἁμαρτίας τὴν προαίρεσιν εἰς τέλος οὐκ ἄγω Ἢ οὖν ὡς εἴρηται ἢ καὶ οὕτως ἐκληπτέον τὰ εἰρημένα
374Phb87rRom.7.15* οὐ γινώσκω πραθεὶς δηλονότι οὐ γὰρ ὃ θέλω ἐλεύθερος ὢν τοῦτο πράσσω νῦν πεπραμένος ὢν ἀλλ' ὃ μισῶ ἐλεύθερος ὢν τοῦτο ποιῶ πεπραμένος ὢν εἰ δὲ ὃ οὐ θέλω ἐλεύθερος ὢν τοῦτο πράσσω πεπραμένος ὢν συμμαρτυρῶ ἐλεύθερος ὢν ὅτι καλὸς ὁ νόμος τὰ γὰρ αὐτὰ ἐκείνῳ βούλομαι τότε καὶ οὐχὶ ἃ νῦν ποιῶ Ἢ οὕτως οὐ γὰρ ὅπερ ἤθελον φησὶ καὶ ἔστεργον τυχὸν πρὸ βραχέως τοῦτο νῦν πράσσω ἀλλ' ὃ ἐμίσουν ὥστε ἐξ ὧν ὃ ἐμίσουν ποιῶ κἂν ποιῶ ὅμως διὰ τοῦ μισεῖν καλῶς τὸν νόμον λέγειν μαρτυρῶ καὶ καλὸν εἶναι πόθεν δῆλον ὅτι πεπραμένος εἰμὶ ὑπὸ τὴν ἁμαρτίαν ἐκ τοῦ μὴ εἰδέναι με ἃ ποιῶ ἐλεύθερος γὰρ καὶ ἀκυρίευτος ὢν ὑπ' αὐτῆς ἐγίνωσκον ὅ με δεῖ κατεργάζεσθαι καὶ ὑπὸ τοῦ φυσικοῦ καὶ ὑπὸ τοῦ γραπτοῦ διδασκόμενος νόμου ἀλλ' ἑκὼν αὐτῇ ὑποκατακλιθεὶς ἐκυριεύθην καὶ ἐπράθην καὶ διὰ τοῦτο οὐδε οἶδα τὶ κατεργάζομαι
37587vRom.7.15 οὐ γὰρ ὁ θέλω οὐ τοῦτο λέγει ὅτι βιάζεται με καὶ ἄκοντα ἡ ἁμαρτία ἀλλὰ τὸ ἀπατηλὸν αὐτῆς δεῖξαι θέλει καὶ ὅπως ἐκ τοῦ καταγλυκαίνειν τὴν αἴσθησιν συναρπάζει ὅτι πολλάκις οὐ καταγινώσκω πράγματος καὶ ὁ μισῶ εἰς τοῦτο συναρπάζομαι
37687vRom.7.15-Rom.7.16 εἰ δὲ οὐ θέλω οὐ μικρὸν ἐγκώμιον τοῦ νόμου λέγει αὐτο γὰρ τὸ μὴ θέλειν τὴν ἁμαρτίαν παρὰ τῆς διδαχῆς ἔχω τοῦ νόμου πως οὖν αἴτιος ὁ διδάξας τὸ κακὸν αἴτιος δὲ ὁ οὕτως χαῦνος ὡς διὰ τὸ πρόσκαιρον ἡδὺ τῆς ἁμαρτίας ἐκεῖνα πράττων ὧν καὶ αὐτὸς ἐστι κατήγορος καὶ πρὶν πράξει καὶ μετὰ τὸ πρᾶξαι
37787vRom.7.16-Rom.7.17 ἂλλ ἡ οἰκοῦσα ἐν ἐμοι καί πως ἁμαρτία κατεργάζεται αὐτο τὸ ἡδύ μοι φησι τοῦ πραγαματος προβάλλεται καὶ οὕτως ἐξαπατᾷ με μὴ ἐμμένειν οἷς κέκρικα καὶ βεβούλευμαι
377ex87vRom.7.17-Rom.7.18 οἶδα γὰρ ὅτι οὐκ οἰκεῖν ἐν ἐμοι τὸ αὐτεξούσιον θέλει δεῖξαι καὶ ὅτι ὁ ἄνθρωπος κύριος τῆς ἐπ' ἄμφω τοῦ τε ἀγαθοῦ καὶ κακοῦ ῥοπῆς φησι οὖν οὐκ οἰκεῖ ἐν ἐμοι τὸ ἀγαθον οὐκ ἀποκεκληρωμένον καὶ ἀνάγκη τινι παραμένον μοι ἔχω τὸ πράττειν τὰ ἀγαθὰ ὥστε καὶ πρὸς βίαν ἀφέλκειν με τῶν κακῶν τοῦτο γὰρ οἴκησις ἡ εἰς ἀεὶ διαμονὴ καὶ οἷον ἐγκάθισις
37887vRom.7.18 ἐν τῆι σαρκὶ μου τὴν ἀπὸ τῆς παραβάσεως εἰσοικισθεῖσαν λέγει οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῶι περὶ ἀναστάσεως λόγωι
37987vRom.7.18 τὸ γὰρ θέλειν παράκειται μοι τὸ γὰρ θέλειν φησιν ἐστι μοι οὐ ποιῶ δὲ διὰ τὴν τῆς ἁμαρτίας συναρπαγὴν καὶ γάρ με συναρπάζει ἐφ' ὧι μὴ πρᾶξαι τὰ παρ' ἐμοῦ ἐπαινούμενα ἀλλὰ τὰ ψεγόμενα
38087vRom.7.18-Rom.7.19 οὐ γὰρ ὁ θέλω δείκνυσι τοσαύτην τὴν ἀπάτην τῆς ἁμαρτίας καὶ τὴν πείθω ὅτί φησι σπουδή μοι πρᾶξαι τὸ ἀγαθον καὶ σπουδή μοι μὴ πρᾶξαι τι κακὸν καὶ ὅμως ἔπεισιν ἡ ἐπιθυμία αἰχμαλωτίζουσά με καὶ πείθουσα τῶν δεδογμένων ὑπεριδεῖν καὶ ἐσπουδασμένων καὶ τὰ αὐτῆς πρᾶξαι
38187vRom.7.19 άλλο οὐ θέλω κακόν σχεδὸν γὰρ καὶ ἀβουλήτως πρὸς τὸ κακὸν συναρπάζομαι ὡς είναι τὸ πᾶν τῶν τὴν ἁμαρτίαν ὑποτιθεμένων δαιμόνων μικρᾶς γὰρ χώρας ἐπιλαβόμενοι ἐκ τῆς ἡμῶν ῥαθυμίας τὸ ὅλον ἀνατρέπουσιν
382ex88rRom.7.19-Rom.7.20 ἂλλ ἡ οἰκοῦσα ἐν ἐμοι ἁμαρτία ἐπὶ μὲν τοῦ ἀγαθοῦ οὐκ εἶπεν οἴκησιν ἐπὶ δὲ τῆς ἁμαρτίας εἶπεν λοιπὸν γὰρ ἐκ τοῦ ἀεὶ ἁμαρτάνειν εἰς ἕξιν τινα τῆς ἁμαρτίας ἤλθομεν τὸ γὰρ ἄγαν ἔθος ἴσα φύσεως γίνεται
38388rRom.7.20-Rom.7.21 εὑρίσκω ἄρα τὸν νόμον ἀσαφὲς τὸ εἰρημένον ἐστι δὲ ἐπαινῶ τὸν νόμον φησιν κατὰ τὸ συνειδὸς καὶ αὐτον δὲ εὑρίσκω τὸν νόμον ἐμοι τῶι τὸ καλὸν ποιεῖν προηιρημενω προτροπὴν παρέχοντα τι οὖν μετὰ τοῦτο τὸ κακὸν πράσσω φησι ὅτι ἐμοι τὸ κακὸν παράκειται τουτέστιν ὅτι ἐπιμελῶς ἔγκειται ὥστε οὐδε βουλομένωι μοι τὸ καλὸν πρᾶξαι ἱκανὸς ἐστι ὁ νόμος βοηθῆσαι πλὴν γὰρ τοῦ προτρέψασθαι οὐδὲν ἰσχύει τοιγαροῦν ἀφετέον τὸν νόμον τοῦτο γὰρ τὸ κατασκευαζόμενον αὐτῶι καὶ προσελευστέον τῶι Χριστῶι ὃς οὐ προτρέπεται μόνον ἀλλὰ καὶ ἀναιρεῖ τὴν προγενομένην ἁμαρτίαν διὰ τοῦ βαπτίσματος καὶ μετὰ τοῦτο σώζει καὶ βοήθει
383Pha88rRom.7.21Φ(ω)τ(ιου) * ἄλλος Ἐξ ὧν εἶπον φησὶ καὶ ἐξ ὧν ἐσκοπησα τοῦτο μοι συμπεραίνεται καὶ τοῦτο εὑρίσκω ποῖον τὸ εἶναι τὸν νόμον νόμον μὲν εἰς τὸ καλὸν τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν καὶ τοῦτο μόνον χαριζόμενον τὸ γὰρ κακὸν εὑρίσκω ὅτι ὁμοίως ἐμοὶ παράκειται καὶ οὐδὲν ἐβελτιώθην ἐκ τοῦ νόμου εἰ μὴ καὶ βλάβην μᾶλλον ἐδεξάμην ὅτι παρακεῖσθαί μοι καὶ οἷον ἐγγίζειν μοι τὸ κακὸν παρέσχεν ἀφορμὴν ὁ νόμος οὖν μόνον νόμος φησὶν ἐγένετο μοι εἰς τὸ καλὸν ἄλλο δὲ οὐδὲν πόθεν δῆλον ὅτι τὸ κακόν μοι ὡσαύτως παράκειται
383Phb88rRom.7.21* Ἢ καὶ οὕτως εὑρίσκω ἄρα τὸν νόμον καλὸν ἳν ᾖ τὸ καλὸν καὶ ἐν ὑπερβατῷ καὶ ἀπὸ κοινοῦ κείμενον εὑρίσκω φησὶ τὸν νόμον καλὸν ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν τὶ οὖν οὐ πράττεις αὐτο ὅτι τὸ κακόν μοι παράκειται ὥστε τὸ καλὸν τοῦ νόμου ἐν τῷ μόνον νομοθετεῖν ἀλλ' οὐχὶ καὶ ῥύεσθαι τοῦ κακοῦ καὶ σώζειν ἰσχύει διὸ αφεκτέον αὐτοῦ καὶ προσιτέον Χριστῷ Ἢ μᾶλλον οὕτως εὑρίσκω ἄρα τὸν νόμον τοῦτ' ἔστι κατενόησα καὶ κατελαβόμην τὴν ἰσχὺν καὶ τὴν φύσιν τοῦ νόμου ἐξεῦρον αὐτὸν ἀκριβῶς ὅτι οὐδέν μοι βοηθῆσαι ἴσχυσε πόθεν δῆλον ὅτι θέλοντί μοι ποιεῖν τὸ καλὸν οὐδὲν ἐπικουρεῖ ἀλλ' ὁμοίως τὸ κακὸν παράκειται ἄπρακτον μοι τὸ θέλειν ποιοῦν ἐν τούτῳ οὖν εὗρον ἀκριβῶς τὸν νόμον ὅσον ἰσχύει καὶ τὶς ἐστιν ἡ φύσις αὐτοῦ ἐν τῷ ἐν ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν εὑρίσκειν ὅτι τὸ κακὸν παράκειται καὶ οὐκ ἀπελήλαται ὑπ' αὐτοῦ ἐξ ἐμοῦ καὶ εἴη ἂν καὶ τὰ ἐφεξῆς ῥηθησομενα Παύλῳ τῶν προειρημένων δύο διαλήψεων κατασκευαστικὰ ἑκατέρας ἐγχωρούσης διανοίας καὶ τὴν ἀκολουθίαν ἀπαραποδιστον διασωζούσης ∆υνατὸν δὲ καὶ οὕτως ἐγγύτερον τῆς λέξεως ἐκλαβεῖν εὑρίσκω ἄρα τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν κατὰ τὸν νόμον ὅτι ἐμοὶ τὸ κακὸν παράκειται καὶ γὰρ οἱ κατὰ τὸ Εὐαγγέλιον θέλοντες ποιεῖν τὸ καλὸν οὐχ εὑρίσκουσιν ὅτι παράκειται αὐτοῖς τὸ κακὸν διὰ τοῦ βαπτίσματος γὰρ ἐξώσθη καὶ ἀπελήλαται ὥστε δεῖ Χριστῷ διὰ τοῦ βαπτίσματος προσελθεῖν καταλιπόντας τὸν νόμον Ἐκλάβοις δ' ἂν καὶ οὕτως οὐκ ἀπεικοτως εὑρίσκω τὸν νόμον οἷον σύμμαχον μᾶλλον δὲ συμφωνοῦντα τῷ θέλοντι ἐμοὶ τὸ καλὸν καὶ τὶς χρεία συμφωνίας ἡ συμμαχίας πολλῆ φησὶ διότι ἐμοὶ τὸ κακὸν παράκειται καὶ ἀντιστρατεύεται καὶ πολεμεῖ καὶ ἑξῆς αὐτὸ τοῦτο πλατύνει καὶ διασαφεῖ πῶς συμφωνεῖ ὁ νόμος πῶς ἐπιτίθεται τὸ κακὸν συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ ὥστε κατὰ τοῦτο συμφωνεῖ μοι καὶ τρόπον τινὰ συμμαχεῖ εἰ καὶ ἀσθενῶς ἔχει βοηθῆσαι ἀντιστρατευομένου γὰρ τοῦ ἑτέρου νόμου ἤτοι τοῦ τῆς ἁμαρτίας οὐχ ὑφίσταται καὶ ἐπικουρεῖ καίτοι θέλοντι αὐτὸν καὶ ἡδομένῳ αὐτῷ ἀλλ' ἀφίσταται καταλιμπάνων καὶ μὴ δυνάμενου ἑαυτῷ ἀρκέσαι αἰχμάλωτος γίνομαι εἴη δ' ἂν εἰ συνταχθείη οὕτω τῶν εἰρημένων σαφέστερον εὑρίσκω ἄρα τῷ θέλοντι ἐμοὶ τὸ καλὸν ἤτοι τὸν νόμον ὅτι ἐμοὶ τὸ κακὸν παράκειται
38488rRom.7.21* τῶι θέλοντι ἐμοι ποῖον τὸ καλὸν οἷον προτροπὴν καὶ συβουλὴν παρέχοντα
38588rRom.7.21-Rom.7.22 συνήδομαι γὰρ τῶι νόμωι τοῦ θεοῦ τέσσαρες εἰσιν ἐνταῦθα νόμο περὶ ὧν διαλαμβάνει εἰς μὲν ὁ νόμος τοῦ θεοῦ περὶ οὐ φησι συνήδομαι γὰρ τῶ νόμῳ τοῦ θεοῦ δεύτερος δὲ ὁ ἀντιστρατευομενος τρίτος περὶ οὐ φησι τῶι νόμωι τοῦ νοός μου τέταρτος περὶ οὐ λέγει τῶ νόμῳ τῆς ἁμαρτίας τῶι ὄντι ἐν τοῖς μέλεσί μου τούτων ὁ πρῶτος τὸ εὐαγγελικὸν ἐστι παίδευμα ἔξωθην διὰ τοῦ κηρύγματος εἰσιὸν καὶ ῥυθμίζον τὴν ψυχν ὁ δεύτερος ὁ ἀντιστρατευομενος καὶ οὗτος τῶν ἔξωθεν ἐστιν ἐπεισιόντων κατὰ ἐνέργειαν τοῦ πονηροῦ διὰ τῶν λογισμῶν καὶ τὴν ψυχὴν αἰχμαλωτίζων τρίτος ὅν φησι νόμον νοὸς οὗτὸς ἐστιν ὁ τῆι φύσει ἡμῶν ἐγκατασπαρεὶς παρὰ τοῦ δημιουργὸ ἐπὶ τὰ τῶι θεῶι φίλα παροτρύνων ὁ τέταρτος ὁ τῆς ἁμαρτίας νόμος οὗτὸς ἐστιν ὁ φιλαμαρτήμων ὃς διὰ τῆς πρὸς τὸ κακὸν συνηθείας ἐνεσκίρωσεν ἡμῖν τὰς ἁμαρτίας ὅρα οὖν πως ἐκ διαμέτρου ἐναντίοις περιεστοιχίσμεθα νόμοις οἱ μὲν γὰρ δύο ἔξωθεν ἡμῖν ἐπεισρέουσιν ὁ μὲν πρὸς ἀγαθοεργίαν προκαλούμενος τουτέστιν ὁ εὐαγγελικὸς ὁ δὲ πρὸς κακίαν παρακαλῶν ὁ ἀντιστρατευομενος τοῦ πονεροῦ νόμος οἱ δὲ λοιποὶ δύο ἔνδον εἰσι καὶ τὴν ψυχὴν συνέχουσὶν ὁ μὲν τοῦ νοὸς παρὰ τοῦ δημιουργὸ ἡμῖν ἐγκατεσπαρμένος καὶ ὁδηγῶν πρὸς τὰ κρεῖττονα ὁ δὲ τέταρτος ὁ καὶ νόμος τῆς ἁμαρτίας διὰ τὴν πρὸς τὸ κακὸν ἕξιν ἐνσκιρωθεὶς ἐν ἡμῖν διὸ πρόσχες πως ἀκριβῶς εἶπεν βλέπω δέ φησι ἕτερον νόμον ἀντιστρατευομενον τῶι νόμωι τοῦ νοός μου τοῦτω δὴ τῶι ἐμφύτῳ πρὸ τὰ καλὰ καὶ αἰχμαλωτίζοντά με τῶι νόμωι τῆς ἁμαρτίας τῶι ὄντι ἐν τοῖς μέλεσί μου ὡς εἰ ἔλεγεν ἔξωθεν εἰσπνέων συγκινεῖ καὶ ἐρεθίζει πάντα τὸν ἐν ἐμοι ἀποκείμενον κονιορτὸν καὶ βόρβορον ὃν ἡ πρὸς ἁμαρτίαν μοι ἕξις ενεπιλωσε καὶ ἐνέκαυσεν
385Ph88rRom.7.22Φ(ω)τ(ιου) * Τρεῖς εἰσι νόμο ὁ γραπτος ὃν νόμον λέγει θεοῦ β ὁ ἔμφυτος ὃν λέγει νόμον νοὸς γ ὁ διὰ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἡμῶν ἰσχύσας ὃν καὶ ἀντιστρατευομενον λέγει καὶ ἐν τοῖς μέλεσιν ἔχειν τὴν ἰσχὺν τοῦ ἀντιστρατεύεσθαι νόμον δὲ τοῦτον ὡς ἰσχύοντα καὶ ἔχοντα τοὺς πειθομένους αὐτῷ φησιν εἶτα οὗτος ὁ νόμος φησὶν ὁ ἀπὸ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἐπεισελθὼν ὁ ἀντιστρατευομενος αἰχμαλωτίζει με ἀλλὰ πῶς ἐπειδὴ γὰρ ἀντιστρατείαν εἶπεν ἵνα μὴ νομίσῃς ὅτι δικαίως αἰχμαλωτίζει καὶ νόμῳ πολέμου ἐπάγει καί φησιν νόμῳ ἁμαρτίας οὐ δικαίως φησὶν μὴ γένοιτο ποῖον γὰρ δίκαιον τὸν ἀλλοτριον δοῦλον καὶ ποίημα ὑφ' ἑαυτῇ ποιεῖν ἀλλὰ πῶς νόμῳ ἁμαρτίας τοῦτ' ἔστι κατὰ τὸ ἰδίωμα τῆς ἁμαρτίας με αἰχμαλωτίζει κατὰ τὸ οἰκεῖον ἔθος αὐτῆς ἐξ ἀναισχυντίας ἐκ πολλῆς ἰταμοτητος ἐξ ἐπιβουλῆς ἐξ ἐνέδρας οὐκ ἐκ τοῦ φανεροῦ ἀλλ' ἀπατῶσα καὶ συναρπάζουσα εἶτα ἵνα μή τις εἴπῃ οὐκοῦν τὸ ὅλον ἐκείνης ἐστὶ τὸ αἰχμαλωτισθῆναί με εἴπερ καὶ αἰχμαλωτίζει με καὶ τῷ οἰκείῳ ἔθει με αἰχμαλωτίζει ἐνεδρεύουσα καὶ κρυφίως ἐπιτεθεμένη προστίθησιν ἐν τοῖς μέλεσίν μου οἷον ὅτι τὸ ἐγκαθιδρύσαι αὐτὴν ἐν τούτοις ἐμον ἐστι καὶ ἑξῆς
385ex88rRom.7.22* οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῶι περὶ ἀναστάσεως λόγῳ καὶ γὰρ καὶ ὁ νόμος τοῦ θεοῦ ὁ εὐαγγελικὸς κινεῖ καὶ ἐρεθίζει τὰ ἐν ἡμῖν ἔμφυτα καὶ ἐγκατεσπαρμένα παρὰ τοῦ δημιουργὸ πρὸς ἀγαθοεργίαν σπέρματα ἕκαστος γὰρ τῶν ἔξωθεν ἐπεισιόντων τὸν οἰκεῖον καὶ κατάλληλον τῶν ἔνδον καὶ ἐν ἡμῖν ὄντων νόμων κινῶν καὶ διερεθίζων ἡ εὐσεβεῖν ἡ ἀσεβεῖν ἡμᾶς προτρέπεται
38688vRom.7.22 κατὰ τὸν ἔσω ἄνθρωπον ἔσω ἄνθρωπον τὸν νοῦν ἤτοι τὴν ψυχὴν καλεῖ φησι οὖν ὅτι οὐ θέλει ὁ νοῦς πράττειν ἅπερ ὁ νόμος λέγει ἂλλ ἐν αὐτῶι φησι τῶι καιρῶι τῆς ἁμαρτίας διὰ τῆς ἁμαρτίας συναρπάζομαι ταύτην γάρ φησι ἕτερον νόμον διὰ τὸ ἴδια τινα καὶ ἔξω τοῦ νόμου ἐπιτάσσειν οὗτος τοιγαροῦν ὁ νόμος ἤτοι ἡ ἁμαρτία ἀπατᾷ με διὰ τῆς ἐν τοῖς μέλεσιν ἡμῶν καὶ ἐν ἡμῖν αὐτοῖς ἐγκειμένης ἐπιθυμίας καὶ αἰχμαλωτίζει με τὴν γὰρ ἐν ἡμῖν πρὸς τὸ συμφέρον ἐνοῦσαν ἐπιθυμίαν εἰς τὰ ἀσύμφορα τρέψασα ἡ ἁμαρτία ἡμῖν αὐτοῖς χρῆται καθ' ἡμῶν ἐπιτειχίσμασι
387ex88vRom.7.22-Rom.7.23 καὶ αἰχμαλωτίζοντά καλῶς εἶπεν αἰχμαλωτίζοντά με μάχης γὰρ κινουμένης μεταξὺ τῆς ἁμαρτίας καὶ τῶν τοῦ νόμου ἐπιταγμάτων ἤγουν τοῦ ἀντιλέγοντος λογισμοῦ τῆι ἁμαρτίαι ἄπεισι νικήσασα ἡ αμρτια αἰχμάλωτον λαβοῦσα τὸν ταλαίπωρον ἄνθρωπον
38888vRom.7.23 τῶι νόμωι τῆς ἁμαρτίας νόμον ἁμαρτίας περιφραστικῶς τὴν ἁμαρτίαν καλεῖ
38988vRom.7.23 τῶ ὄντι ἐν τοῖς μέλεσί τῶι διὰ τῶν μελῶν μου φησι πολεμοῦντί μοι τοῦτο δὲ οὐ κατάγνωσις τοῦ σώματος οὐ γὰρ εἰ βασιλέως οἰκίαν τύραννος καταλαβοι ἤδη τῆς οἰκίας ἡ αἰτία
39088vRom.7.23-Rom.7.24 τις με ῥύσεται τις με ῥύσεταί φησιν ἐκ τῶν σωματικῶν μου πράξεων τῶν τὸν νοητὸν επαγουσων θάνατον ἡ τις με ῥύσεται ἀπὸ τοῦ μὴ συναρπάζεσθαι ὑπο τῶν ἐν τῶ σώματι ἐπιθυμιῶν αἱ θάνατὸς εἰσιν ἡμῖν τις με οὖν ἄλλος ἡ ὁ Χριστὸς τοῦτο γὰρ ἠρέμα ἐμφαίνει οὔτε γὰρ ὁ νόμος ῥύεται οὔτε ἡ ἐμὴ προαίρεσις σπουδάζουσα
39189rRom.7.24-Rom.7.25 εὐχαριστῶ τῶι θεῶι ὅτι αὐτός με φησιν ἐρρύσατο διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ
39289rRom.7.25 τῶι μὲν νοῒ δουλεύω ὅσον φησιν ἧκεν εἰς τὴν προαίρεσιν τὴν ἐμὴν ὁ ἔλεγεν ἄνω συνήδομαι γὰρ κατὰ τὸν ἔσω ἄνθρωπον τῶι νόμωι τοῦ θεοῦ
39389rRom.7.25 τῆι δὲ σαρκὶ νόμωι ἡ γὰρ ἁμαρτία διὰ τῆς σαρκὸς καὶ τῶν αὐτῆς ἐπιθυμιῶν τὰ ἑαυτῆς ἐνεργεῖ
39489rRom.7.25-Rom.8.1 οὐδὲν ἄρα νυν κατάκριμα ὁ μὲν νόμος οὕτως φησι ὁ δέ γε Χριστὸς οὐ μόνον τῶν προγενομένων ἀπήλλαξεν ἁμαρτιῶν ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀχειρώτους ἐποίησε τοῦτο γὰρ δηλοῖ τὸ οὐδὲν ἄρα κατάκριμα οἷον οὐδεμία διὰ ἁμαρτίαν κατάδικη
39589rRom.8.1 τοῖς ἐν Xριστωι Ἰησοῦ μὴ κατὰ σάρκα τι οὖν οὐδε μία κατάδικη οὐ δὲ ἁμαρτία νυν ἀσφαλίζεται αὐτο οὐχί φησι ἂλλ ἐκείνοις ὅσοι μὴ ἑκοντες σαρκικὴν ζῶσι ζωὴν εἰ γὰρ μόνον προέλοιντο πνευματικῶς ζῆν οὐχ ἁμαρτήσονται ἐπὶ δέ γε τοῦ νόμου οὐδε ὁ βουλόμενος ζῆν ὀρθῶς ἴσχυε μηδενὸς βοηθοῦντος μηδὲ συνεπισχουντος ἐν Χριστῶι Ἰησοῦ οἷον τοῖς οὖσιν ἐν τῆι Χριστοῦ πίστει ἑλομένοις πνευματικὴν ζωήν
39689rRom.8.1-Rom.8.2 ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ὥσπερ νόμον ἁμαρτίας τὴν ἁμαρτίαν φησιν οὕτως καὶ νόμον πνεύματος τὸ πνεῦμα ὅπερ φησιν ἐστι ζωῆς χορηγὸν καὶ δοτικον τοῦτο τοιγαροῦν τὸ πνεῦμα διὰ Ἰησοῦ Χριστοῦ αὐτος γὰρ ἡμῖν αἴτιος τῆς δωρεᾶς τοῦ πνεύματος ὁ λύσας τὴν ἁμαρτίαν καὶ ἐπισπασάμενος καθὸ ἐστιν ἄνθρωπος τὸ πνεῦμα καὶ ἡμῖν μεταδους τοῦτο τοιγαροῦν τὸ πνεῦμα ἠλευθέρωσέ με ἀπὸ τῆς ἁμαρτίας καὶ τοῦ ἐντεῦθεν θανάτου ὁδηγοῦν πρὸς τὰ βελτίω
396Ph89rRom.8.2
39789rRom.8.2-Rom.8.3 τὸ γὰρ ἀδύνατον τοῦ νόμου ὁρᾷς ὅτι οὐ τοῦ νόμου καταψηφίζεται οὐ γὰρ εἶπε τὸ πονηρὸν τοῦ νόμου ἐν ὧι ἐκακούργει ἀλλὰ τὸ ἀδύνατον καὶ ἐν ὧι ἠσθένει ὡς εἰ εἶπεν ἤθελε σῶσαι ἂλλ οὐκ ἴσχυεν ἐν ὧι φησιν ἠσθένει ἐπειδὴ ἠσθένει διὰ τῆς σαρκὸς τουτέστι τοῦ φρονήματος αὐτῆς οὐ γὰρ τὴν σάρκα διαβάλλει
39889rRom.8.3 τὸν ἑαυτὸν υἱον πέμψας ἐν ἄνω εἰπὼν τὸ πνεῦμα ἠλευθερωκέναι νυν τὸν υἱον λέγει κοινῆι γὰρ εὐδοκία τῆς ἁγίας τριάδος σεσώσμεθα
39989rRom.8.3 ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας τὸ ἐν ὁμοιώματι οὐ πρὸς τὸ σαρκὸς ὅρα ἀλλὰ πρὸς τὸ σαρκὸς ἁμαρτίας οὐ γὰρ ἄλλην παρὰ τὴν ἡμῶν ἥνωσεν ἑαυτῷ ἄπαγε ἂλλ οὐχ ἁμαρτωλὴν ὡς εἰ εἶπεν ἐν ὁμοιώματι ἁμαρτωλῆς σαρκὸς ἀναμάρτητον δὲ ὁ ἐν ἁγίοις Κύριλλος ἐν βιβλίῳ ἱ τῶν κατὰ Ἰουλιανοῦ τὸ σῶμά φησι Χριστοῦ οὐκ ἦν ἁμαρτίας σῶμα ἂλλ ὁμοίωμα σαρκὸς ἁμαρτίας
399ex89rRom.8.3Βασι(λιου) τ(η)ς πρ(ος) Σ(ω)ζοπο(λιτανους) επιστο(λης) * φαίνεται ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεξάμενος πρὸς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ένανθρωπησεως τὰ δὲ ἀπὸ κακίας πάθη ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν καταῤῥυπαίνει ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι αὐτον σαρκὸς ἁμαρτίας ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἔλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν ἁμαρτίαν δὲ οὐκ ἐποίησεν
40089rRom.8.3 καὶ περὶ ἁμαρτίας κατέκρινε οὐχ ἁπλῶς φησι οὐδε ἀνεξετάστως καθὸ δυνατὸς ἐστι κατέκρινε τὴν ἁμαρτίαν ἀλλὰ πρῶτον διελέγξας τὰ μεγιατα πταίουσαν καὶ ἁμαρτάνουσαν
400Ph89rRom.8.3 καὶ περὶ ἁμαρτίας διχῶς ἐστιν ἐκλαβεῖν ἢ στίζοντας ἐνταῦθα ἵνα ᾖ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν ἐν ὁμοιώματι τῆς ἁμαρτησάσης σαρκὸς καὶ περὶ ἁμαρτίας δὲ τοῦτ' ἔστι ἕνεκα τῆς ἁμαρτίας τοῦ ἐξᾶραι αὐτὴν καὶ ἐλευθερῶσαι ἡμᾶς ἀπὸ ταύτης πῶς οὖν ἐξῆρε κατακρίνας αὐτὴν οὐ γὰρ ἁπλῶς καὶ ἐξουσιαστικῶς ἀλλ' ὑπὸ δίκην ἀγαγὼν αὐτὴν καὶ δείξας ἁλοῦσαν πῶς οὖν ἑάλω καὶ ἥττηται ἐν τῇ σαρκὶ αὐτοῦ προσιέναι γὰρ βουληθεῖσα καὶ μὴ ἰσχύσασα ἑάλω καὶ ἥττηται ἢ οὖν οὕτως ἐκληπτέον ἐνταῦθα στίζοντας ἢ συνάπτοντας αὐτὸ τοῖς ἐφεξῆς ἳν ᾖ καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν τοῦτ' ἔστιν ὡς ὑπερβαλλόντως ἁμαρτήσασαν οἷον ὡς διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν ἐπιτελέσασαν ὅπερ ἀνωτέρω ἔλεγε καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία πῶς δὲ τοῦτο γέγονεν καὶ πῶς κατεκρίθη διὰ τῆς σαρκὸς αὐτοῦ φησίν
40189rRom.8.3 ἐν τῆι σαρκί τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ φησι τοῦτο γὰρ τὸ θαυμαστὸν ὅτι διὰ τῆς σαρκὸς τῆς πάλαι ἔνοχο οὔσης τῆι ἁμαρτίαι κατέκρινεν αὐτήν πως τῶ φυλάξαι δηλάδη ἀναμάρτητον ταύτῃ γὰρ νικήσας αὐτὴν καὶ εκολασε κόλασις δὲ ἁμαρτίας ἡ ἀναίρεσις αὐτῆς
40289rRom.8.3-Rom.8.4 ἵνα τὸ δικαίωμα τοῦ νόμου ἵνα μή τις λέγη καί τι πρὸς ἡμᾶς τοῦτό φησι ταῦτα ἐποίησεν ὁ Χριστὸς ἵνα ὁ σκοπὸς τοῦ νόμου τοῦτο γὰρ τὸ δικαίωμα πληρωθῇ ἐν ἡμῖν τις δὲ ὁ σκοπὸς τοῦ νόμου τὸ μὴ γενέσθαι ἡμᾶς ὑπευθύνους τῆι ἆραι πληρωθῇ δὲ ἐν ἡμῖν τισι τοῖς μὴ θελουσι φησι σαρκικῶς ζῆν ἀλλὰ πνευματικῶς ἵνα γὰρ μὴ εἴπῃς ἐνίκησεν ὁ Χριστὸς καὶ οὐκέτι χρεία ζῆν ἀσφαλῶς προσέθηκε τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ὡς εἰ εἶπεν κατώρθωται μὲν ἡμῖν ὁ σκοπὸς τοῦ νόμου διὰ Χριστοῦ πλὴν ἀλλὰ καὶ ἡμῶν χρεία ἐκεῖνος μὲν γὰρ ἔδωκε τὴν νίκην καὶ τὸν στέφανον ἡμῶν δὲ τὸ δυνηθῆναι κατασχεῖν τὰ δοθέντα διὰ πολιτείας χρηστῆς καὶ πίστεως
40389vRom.8.4-Rom.8.5 οἱ γὰρ κατὰ σάρκα οἱ ταῖς σαρκικαῖς φησι ἐπιθυμίαις ἑαυτοὺς ἐκδεδωκότες ταύτας δὴ καὶ ἐν σπουδῆι ἔχουσιν
40489vRom.8.5 τὰ τοῦ πνεύματος ἀπὸ κοινοῦ τὸ φρονυσιν
40589vRom.8.5-Rom.8.6 τὸ γὰρ φρόνημα τῆς σαρκός φρόνημα τῆς σαρκὸς καλεῖ τὴν γεώδη τῆς διανοίας ὁρμὴν καὶ τὴν εἰς τὰς ἀτόπους πράξεις ῥοπὴν τοῦτο δὲ οὐ διαβολὴ τῆς σαρκὸς οὐ γὰρ εἶπεν ἡ φύσις ἀλλὰ τὸ φρόνημα τὸ δυνάμενον καὶ ὀρθωθῆναι
40689vRom.8.6 τὸ δὲ φρόνημα τοῦ πνεύματος ἡ πνεύματι κινουμενη ἐν ἡμῖν διάνοια
40789vRom.8.6 ζωὴ καὶ ειρενη τὸ μὲν ζωὴ ὡς πρὸς τὸ εἰρημένον ὅτι τὸ φρόνημα τῆς σαρκὸς θάνατος τὸ δὲ εἰρήνη ὡς πρὸς τὸ ἑξῆς διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν
40889vRom.8.6
40989vRom.8.6-Rom.8.7 τῶ γὰρ νόμωι τοῦ θεοῦ οὐχ ὑπο εἶπε τὴν αἰτίαν τῆς ἔχθρας διὰ τὸ μὴ εἴκειν τῶι θείωι νόμωι
409Ph89vRom.8.7Φ(ω)τ(ιου) * Καλῶς φησιν ὅτι τὸ φρόνημα τὸ σαρκικὸν τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται ἐν ὅσῳ μὲν γὰρ ἔστι δηλονότι οὐχ ὑποτάσσεται ἐν ὅσῳ δὲ παρέλθῃ καὶ ἀπογένηται τοῦ ἀνθρώπου οὐδ' ὅλως ἔστιν ὥστε οὐδ' οὕτως ὑποτάσσεται πῶς γὰρ ἂν τὸ μὴ ὂν ἢ ἀντισταίη ἢ ὑποταγείη τινὶ οὐδ' ὅλως ἄρα δύναται ὑποταγῆναι τῷ νόμῳ τοῦ θεοῦ τὶς οὖν ὑποτάσσεται ὁ ἄνθρωπος ὁ ἐν ᾧ τὸ σαρκικὸν φρόνημα ἀλλ' ἔτι μὲν τοῦ σαρκικοῦ παρόντος φρονήματος οὐδ' ἐκεῖνος καταβληθέντος δὲ διὰ μετανοίας καὶ ὑποχωρήσαντος τότε ἐκεῖνος ἀγαθοεργεῖ καὶ ὑποτάσσεται τῷ νόμῳ τοῦ θεοῦ
41089vRom.8.7 οὐ γὰρ δύναται μὴ θορυβηθῇς ἀκούων οὐδε γὰρ δύναται οὐ γὰρ τοῦτο λέγει ὅτι ὁ σαρκικὸν φρόνημα ἔχων οὐδέποτε δύναται θεῶι ἀρέσαι ἂλλ ἐν ὧι ἐπιμἐνει ἐν αὐτῶι οὐκ ἂν ὑποταγείη θεῶι ἐπεί πως μετανοήσαντες πολλοὶ ἐσώθησαν οὐ γὰρ εἶπεν ὅτι ὁ ἔχων αὐτο ἄνθρωπος οὐ δύναται θεῶι ὑποταγῆναι ἂλλ αὐτο τὸ φρόνημα ὃ εἰσιν αἱ πονηρᾶι πράξεις ἃς καὶ καταλιπεῖν ἔξεστιν
41189vRom.8.7* τινες δὲ οἱ ἐν σαρκὶ ὄντες δηλάδη οἱ τὸ φρόνημα τῆς σαρκὸς ἔχοντες ἐκ παραλλήλου γὰρ τὸ αὐτο εἶπεν
41289vRom.8.7-Rom.8.9 οὐκ ἐστε ἐν σαρκί διὰ τὴν δοθεῖσάν φησι τοῦ θεοῦ χάριν οὐκ ἐστε ἐν σαρκὶ τουτέστιν ἐν σαρκικαῖς καὶ αμαρτωλαις πράξεσιν ἂλλ ἐν πνευματικῶ φρονήματι
41389vRom.8.9 εἴπερ πνεῦμα θεοῦ οὐκ ἐστι τὸ εἴπερ ἐνταῦθα ἀμφιβάλλοντος ἀλλὰ πεπεισμένου ἀντὶ τοῦ ἐπειδήπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν ὡς καὶ ἐκεῖ εἴπερ δίκαιον παρὰ θεῶι ἀποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν καὶ γὰρ κἀκεῖ τὸ εἴπερ ἀντὶ τοῦ ἐπειδήπερ κεῖται
413Ph89vRom.8.9Φ(ω)τ(ιου) * Ὅρα πῶς φησιν εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν καὶ πάλιν εἰ δὲ Χριστὸς ἐν ὑμῖν ἔνθα γὰρ ἓν τῶν τῆς ἁγίας τριάδος οἰκήσει ἐκεῖ πάρεστιν ἡ τριὰς εἶτά φησιν ἐπειδὴ Χριστὸς ἐν ὑμῖν δηλονότι τὸ μὲν σῶμα νεκρὸν κατὰ τὴν ἁμαρτίαν τοῦτο γὰρ δηλοῖ τὸ δι' ἁμαρτίαν οὐ γὰρ ἂν ἐνῴκει Χριστὸς εἰ μὴ κατὰ τὴν ἁμαρτίαν τὸ σῶμα νενέκρωτο νεκρὸν οὖν τὸ σῶμα κατὰ τὴν ἁμαρτίαν
41489vRom.8.9 εἰ δὲ τις ἵνα μὴ λυπήση οὐκ εἶπεν εἰ δὲ οὐκ ἔχετε ἀλλὰ εἰ τις ὡς ἐπὶ ἄλλων
414exa89vRom.8.9* πνεῦμα δὲ Χριστοῦ εἶπε τὰ χαρίσματα τῆς καινῆς διαθήκης
415ex89vRom.8.9* κοινὸν γὰρ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα
41689vRom.8.9-Rom.8.10 εἰ δὲ Χριστὸς ἐν ὑμῖν τὸ λυπηρον ἐπὶ ἄλλο θεὶς καὶ ἑνὸς εἰ δέ τις γάρ φησι πνεῦμα θεοῦ τὸ ποθητὸν εἶπεν ἐπὶ αὐτῶν καὶ πληθυντικῶς εἰ δὲ Χριστὸς ἐν ὑμῖν
41789vRom.8.10 τὸ μὲν σῶμα νεκρόν τὸ σῶμά φησιν ἔσται νεκρὸν ὡς πρὸς τὴν τῆς ἁμαρτίας ἐνέργειαν τοῦτο γὰρ τὸ διὰ ἁμαρτίαν
415exb89vRom.8.10Ιω(αννου) * ἔδειξεν ὡς οὐ τῆς σαρκὸς κατηγορεῖ ἀλλὰ τῆς ἁμαρτίας τῆι γὰρ ἁμαρτία προσέταξε τοῦτο γενέσθαι νεκρὸν ἀντὶ τοῦ τὴν ἁμαρτίαν μὴ ἐνεργεῖν πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν προσηγόρευσεν ὡς πνευματικὴν ἤδη γεγενημένην ταύτῃ μετιέναι τὴν δικαιοσύνην κελεύει ἧς καρπὸς ἀξιέραστος ἡ ζωή
41889vRom.8.10 τὸ δὲ πνεῦμα ζωή μὴ φοβησθῇς φησι ἀκούων νεκρὸν ἔχεις γὰρ καὶ ζωὴν τὸ πνεῦμα εἰς δικαιοσύνης ἐνέργειαν ὥσπερ δὲ εἶπε τὸ μὲν σῶμα νεκρὸν οὕτως ἦν ἀκολουθον εἰπεῖν τὸ δὲ πνεῦμα ζῶν ἂλλ εἶπε ζωὴ δεικνὺς οὐ μόνον ζῶν τὸ πνεῦμα ἀλλὰ καὶ ζωοποιόν
418ex90rRom.8.10-Rom.8.11Κυ(ριλλου) ὁ ἐγείρας τὸν Χριστόν ἐγήγερται ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρὰ τοῦ πατρὸς ἐνεργουμένης περὶ τὴν σάρκα αὐτοῦ τῆς ζωῆς διὰ τοῦ ἁγίου πνεύματος ὃ ἐστιν αὐτοῦ οὐκοῦν καὶ εἰ ἐγηγέρθαι λέγοιτο παρὰ τοῦ πατρὸς ἀλλὰ καὶ αὐτος ἦν ὁ ἀναστὰς διὰ τοῦ ἁγίου πνεύματος πάντα γὰρ ἐνεργεῖται τὰ θεοπρεπῆ παρὰ τοῦ πατρὸς δι' υἱοῦ ἐν πνεύματι ἐγερεῖ τοίνυν καὶ τὰ ἡμῶν σώματα ἐκ νεκρῶν ὁ Χριστός
41990rRom.8.11 ζωοποιήσει καὶ τὰ θνητά εἰς τὸν περὶ ἀναστάσεως ἦλθε λόγον ἐπεὶ οὖν ἐν ταύτηι πάντες μὲν ἀνίστανται ἂλλ οἱ μὲν εἰς ζωὴν οἱ δὲ εἰς τιμωρίαν οὐκ εἶπεν ἀναστήσει ἀλλὰ ζωοποιήσει τουτέστιν εἰς ζωὴν καὶ δόξαν ἀναστήσει
42090rRom.8.11 διὰ τὸ ἐνοικοῦν αὐτοῦ τὴν αἰτίαν εἶπε τῆς ζωοποιήσεως ἐνοικοῦν δὲ εἶπε τὴν δι' ὅλου μόνην δηλῶν
42190rRom.8.11-Rom.8.12 τοῦ κατὰ σάρκα ζῆν μετὰ γὰρ τὴν τοσαύτην χάριν χρεωστοῦμεν κατὰ τὸ θέλημα τοῦ θεοῦ ζῆν καὶ οὐ κατὰ σάρκα εἶτα ἵνα μὴ νομισθῇ τὰς ἀναγκαίας ἀναιρεῖν τοῦ σώματος ὑπηρεσίας οἷον τροφὴν ἔνδυμα ἐπάγει τοῦ κατὰ σάρκα ζῆν τουτέστιν ἐν ἁμαρτίαις καὶ εἰς τὸ ἐπιτρέπειν ταῖς σαρκικαῖς ἐπιθυμίαις
42290rRom.8.12-Rom.8.13 μέλλετε ἀποθνήσκει τὸν ἀθάνατον θάνατον ἐν τῆι γεέννηι
42390rRom.8.13 εἰ δὲ πνεύματι εἰ δὲ διὰ πνεύματος ἁγίου τὰς πράξεις τοῦ σώματος τουτέστι τὰς πονηρᾶς ἀναιρεῖτε ζήσεσθε τὴν μακαρίαν ἐκείνην ζωήν
42490rRom.8.13-Rom.8.14 ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται οὐκ εἶπεν ὅσοι πνεῦμα θεοῦ λάβωσιν ἂλλ ὅσοι πνεύματι ἄγονται τουτέστι παντὸς τοῦ βίου ἡνίοχον καὶ ἡγεμόνα προστήσονται πάντες μὲν γὰρ οἱ βαπτιζόμενοι πνεῦμα λαμβάνουσιν ἂλλ οὐ πάντες αὐτω τὴν ἡγεμονίαν διδόασιν
42590rRom.8.14 οὗτοι εσιν υἱοὶ θεοῦ ἰδοὺ καὶ τὴν υἱοθεσίαν εὐαγγελίζεται
42690rRom.8.14-Rom.8.15 oὐ γὰρ ἐλάβετε ἐπειδὴ υἱοθεσίας ἐμνήσθη ἦσαν δὲ καὶ Ἰουδαῖοι τούτου ἠξιωμένοι τοῦ ὀνόματος ὡς τὸ υἱος πρωτότοκος μου Ἰσραὴλ καὶ ἐγὼ εἶπα θεοὶ ἐστε καὶ υἱοὶ ὑψίστου πάντες θέλει δεῖξαι πολλὴν τὴν τῶν υἱοθεσιῶν διαφορὰν οὐ γὰρ ἐλάβομεν φησι πνεῦμα δουλείας πάλιν εἰς φόβον οὐχ ὥσπερ φησι Ἰουδαῖοι πνευματικὸν ἔλαβον νόμον ὡς δοῦλοι εἰς φόβον τοῦτο γὰρ δηλοῖ τὸ πνεῦμα δουλείας αὐτοὶ γὰρ διὰ τοῦ ἐν χερσὶ τοῦ παρακειμένου φοβοῦ ὡς δοῦλοι ἠναγκάζοντο τὰ δέοντα ποιεῖν ἡμεῖς δέ φησι ὡς υἱοὶ διὰ τὴν ἐν οὐρανοῖς ἐλπίδα τὰ δέοντα ποιοῦμεν οὐκοῦν ἐκείνοις μὲν τοῖς ενταξει δούλων ἐν φόβωι ζῶσιν ἄχρις ὀνόματος καὶ τιμῆς ἡ υιοθησια ἡμῖν δὲ κατὰ ἀλήθειαν
426ex90rRom.8.15* ὥσπερ πάντα τὰ παρ' αὐτοῖς τύπος ἦν τῶν ἡμετέρων οὕτως ἡγοῦμαι κα τὴν υἱοθεσίαν
42790rRom.8.15 πνεῦμα δουλείας τὸν πμευματικον φησι νόμον οὐ γὰρ ἔλαβον καθολικῶς πνεῦμα Ἰουδαῖοι
426Ph90rRom.8.15 ἂλλ ἐλάβετε πνεῦμα υἱοθεσίας Ἐλάβετε φησι πνεῦμα υἱοθεσίας πόθεν δῆλον πατέρα καλοῦμεν τὸν θεὸν φησὶν ἐν ᾧ κράζομεν Ἀββᾶ ὁ πατὴρ ἐν αὐτῷ γὰρ τῷ τῆς υἱοθεσίας πνεύματι τὴν φωνὴν ταύτην ἠξιώμεθα προσάπτειν τῷ θεῷ καὶ πατέρα καλεῖν αὐτον καὶ πόθεν δῆλον ὅτι καλῶς καὶ ἀρεσκοντως τῷ θεῷ ταύτην αὐτῷ ἀναφέρομεν τὴν φωνὴν ὁ υἱὸς ἡμᾶς ἐδίδαξεν οὕτω λέγειν Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς καὶ ἑξῆς αὐτὸς δὲ ἐπειδὴ κοινὰ οἶδε τὰ τῆς εἰς ἡμᾶς οἰκονομίας ἔργα τοῦ Χριστοῦ τὸ πνεῦμά φησι συμμαρτυρεῖν Χριστοῦ γὰρ παραδεδωκότος ταύτην τὴν εὐχὴν καὶ τὸ πνεῦμα παραδίδωσι καὶ συμμαρτυρεῖ τῷ ἐν ἡμῖν δοθέντι χαρίσματι δι' αὐτοῦ τὶ δὲ συμμαρτυρεῖ ὅτι καλῶς καὶ ἀρεσκοντως θεῷ λέγομεν αὐτὸν πατέρα ἡμῶν ὅτι τέκνα αὐτοῦ ἐσμεν υἱοθετηθέντες αὐτῷ τῷ βαπτίσματι εἰ δὲ τέκνα φησὶ καὶ κληρονόμοι οἱ δέ γε Ἰουδαῖοι εἰ καὶ ἐκαλοῦντο τέκνα θεοῦ ἀλλὰ πολλὴ κλήσεως ἑκατέρας καὶ υἱοθεσίας ἡ διαφορὰ οἱ μὲν γὰρ τυπικῶς ὠνομάζοντο ὥσπερ καὶ τ'αλλα αὐτοῖς εἰς τύπον ἐτελεῖτο τῆς χάριτος ἡμεῖς δὲ οὐ τυπικῶς ἀλλ' αὐτοτελῶς καὶ οἱ μὲν εἰ καὶ ἐκαλοῦντο υἱοὶ ἀλλ' οὐκ ἦν αὐτοῖς δεδομένον τὸ καὶ αὐτοὺς τὸν θεὸν καλεῖν πατέρα ἡμῖν δὲ καὶ τοῦτο κεχάρισται καὶ πολλὴ ἄλλη διαφορά
42890rRom.8.15 υἱοθεσίας καίτοι ἀκολουθον ἦν εἰπεῖν ἐλευθερίας ἂλλ ὅμως τὸ μεῖζον λέγει
42990rRom.8.15 ἐν ὧι κράζομεν λέγομεν γὰρ πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέθεικε δὲ καὶ τὴν εβραιαν λέξιν ἵνα τὸ γνήσιον δείξηι διὰ πάντων
43090rRom.8.15-Rom.8.16 αὐτο τὸ πνεῦμα συμμαρτυρεῖ ἐπειδὴ Ἰουδαῖοι πατέρα ἐκάλουν τὸν θεὸν θέλει δεῖξαι ὅτι αὐτοῖς μὲν οὐκ ἐπετέτραπτο τοῦτο ἡμῖν δὲ ναὶ καὶ δῆλον ἐκ τοῦ μαρτυροῦντος πνεύματος καί φησι αὐτο τὸ πνεῦμα τουτέστιν αὐτος ὁ παράκλητος συμμαρτυρεῖ τῶι πνεύματι ἡμῶν ὃ ἐστι τῶι δοθέντι ἡμῖν παρ' αὐτοῦ χαρίσματι οὐ γὰρ μόνον τοῦ χαρίσματος ἡ τοιαύτη φωνὴ ἀλλὰ καὶ τοῦ δωρησαμένου ἔνθα οὖν τὸ πνεῦμα μαρτυρεῖ ποία ἐστι ἀμφισβήτησις
43190vRom.8.16-Rom.8.17 καὶ κληρονόμοι λοιπὸν αὔξει τὴν ἀξίαν ἑνὶ γὰρ τέκνα μὴ κληρονομοῦντα
43290vRom.8.17 κληρονόμοι μὲν θεοῦ ὁρᾷς ὅτι άλλη ἐστιν ἡ υἱοθεσία ἡμῶν παρὰ τὴν τῶν Ἰουδαίων ἡμεῖς μὲν γὰρ καὶ κληρονόμοι οἱ δὲ οὐχί φησι γὰρ περὶ αὐτῶν κακοὺς κακῶς ἀπολέσει καὶ τὸν ἀμπελῶνα ἐκδώσει ἄλλοις καὶ πάλιν πολλοί φησι ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται
43390vRom.8.17 συγκληρονόμοι δὲ Χριστοῦ πάλιν αὔξει τὸ ἀξίωμα καὶ φιλονεικεῖ ἐγγὺς ἡμᾶς στῆσαι τοῦ δεσπότου
43490vRom.8.17 εἴπερ συμπάσχομεν ἵνα μὴ ραθυμοτεροι τὸ πᾶν χάριτος είναι λογιζόμενοι γενώμεθα ἀπαιτεῖ καὶ τὰ παρ' ἡμῶν εἰ γὰρ ἐν τοῖς λυπηροῖς φησι κοινωνήσομεν καὶ ἐν τοῖς χρηστοῖς
43590vRom.8.17-Rom.8.18 λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νυν καιροῦ τὸ πρόσκαιρον τῶν παθημάτων δηλοῖ διὰ τοῦ νυν καιροῦ
43690vRom.8.18 πρὸς τὴν μέλλουσαν δόξαν δείκνυσι τὸ ὅλον σχεδὸν τῆς χάριτος ὃν διὰ τὸ νικᾷν ταῖς ἀντιδόσεσι τὸν θεὸν καὶ ὅτι οὐκ ἰσχύομεν ἄξιόν τι τῆς ἐκεῖ ἀντιδόσεως παθεῖν ἡ συνεισενέγκαι
43790vRom.8.18 ἀποκαλυφθῆναι καλῶς τὸ ἀποκαλυφθῆναι ἐστι γὰρ καί νυν ἀλλὰ κέκρυπται
43990vRom.8.18-Rom.8.19 ἡ γὰρ ἀποκαραδοκία οἷον ἡ ἐπιτεταμένη
438ex90vRom.8.19* καὶ σφόδρα προσδοκία
43890vRom.8.19* ὁ δὲ λέγει τοιοῦτὸν ἐστι καὶ αὕτη φησι ἡ κτίσις σφόδρα προσδοκᾷ τὴν μέλλουσαν ἡμῶν δόξαν διά τι ἄφθαρτος φησι πλασθεῖσα διὰ τὰς τῶν ἀνθρώπων ἁμαρτίας φθαρτὴ γέγονεν ἐπεὶ καὶ ἡμεῖς ἐξ ἀφθάρτων φθαρτὸ γεγόναμεν βούλεται οὖν ἡ κτίσις φησι τοὺς ἀνθρώπους τὴν ἀφθαρσίαν ἀπολαβεῖν ἔσται δὲ τοῦτο ἐν τῆι ἀναστάσει ἵνα καὶ αὕτη τὴν οἰκείαν ἀφθαρσίαν ἀπολάβῃ τοῦ γὰρ ἀνθρώπου δι' ὃν γέγονε φθαρτὴ τὴν ἀφθαρσίαν ἀπολαμβάνοντος καὶ αὕτη τὴν οἰκείαν ἀφθαρσίαν αποληψεται προσωποποιία δὲ ἐστι τὸ πᾶν ἵνα τε τῶν ἀγαθῶν τὴν ὑπερβολὴν δηλώσῃ καὶ ἵνα δείξῃ ὅτι ἡμεῖς μᾶλλον ὀφείλομεν σπουδάζειν τῆς τοιαύτης δόξης καὶ ἀφθαρσίας ἐπιτυχεῖν ἤπερ ἡ κτίσις ἐπεὶ μὴ νόμιζε τὴν ἄψυχον καὶ ἀναίσθητον κτίσιν τὰ τοιαῦτα προσδοκᾶν ἡ αἰσθάνεσθαι
44090vRom.8.19 τὴν ἀποκάλυψιν τὸ τέλος ὅταν μέλλωσι δείκνυσθαι τινες υἱοὶ θεοῦ καί τινες υἱοὶ διαβόλου
44190vRom.8.19-Rom.8.20 τῆι γὰρ ματαιότητι οἷον τῆι φθορᾶι τοῦτο γὰρ κατεκρίθη διὰ τὰς ἡμῶν ἁμαρτίας
44290vRom.8.20 οὐχ ἑκοῦσα τῆς τοῦ Χριστοῦ δυνάμεως φησι τοῦτο ἔργον τὸ καὶ ἄκουσαν ὑποτάξαι
44390vRom.8.20 ἐπ' ἐλπίδι καὶ αυτὴ γάρ φησι τὴν ἀπαλλαγὴν ἐλπίζει ἐπ' ἐλπίδι οὖν ἀπαλλαγῆς ὑπετάγη λοιπὸν ἑαυτὸν ἐφερμηνεύει πως ἐπ' ἐλπίδι ὅτι καὶ αυτὴ ἡ κτίσις ἐλευθερωθήσεται
44490vRom.8.20-Rom.8.21 εἰς τὴν ἐλευθερίαν οἷον διὰ τὴν ἐλευθερίαν τῆς δόξης τουτέστι δι' ἡμᾶς ἔσται καὶ ἡ κτίσις ἄφθαρτος ὥσπερ καὶ δι' ἡμᾶς γέγονε φθαρτή
444ex90vRom.8.21Οικου(μενιου) * ἡ τὸ εἰς τὴν ἐλευθερίαν δηλοῖ τουτέστιν εἰς τὴν αὐτὴν εἰς ἦν καὶ ἡμεῖς ἐλευθερίαν τῆς φθορᾶς ἐλεύσεται οἷον ἐκ φθαρτῆς ἄφθαρτος ἔσται
44590vRom.8.21-Rom.8.22 οἴδαμεν γὰρ ὅτι πᾶσα στενάζει φησι ἡ κτίσις βουλουμένη τὴν φθορὰν ἀποθέσθαι λοιπὸν εἰ δὲ ἡ κτίσις πολλῷ μᾶλλον ἡμεῖς τοῦτο αἰτεῖν ὀφείλομεν καὶ μὴ τοῖς ὧδε κεχηνέναι οἱ καὶ λόγῳ τετιμημένοι καὶ υἱοθεσίαν προσδοκῶντες
44690vRom.8.22 συστενάζει ἐπειδὴ καὶ οἱ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες καὶ ἡμεῖς αὐτοὶ στενάζομεν διὰ τοῦτο τὸ συστενάζει
446ex90vRom.8.22του Χρ(ισοσ)τ(ομου) * Ταῦτα ἔλεγεν οὐχὶ τῶν παρόντων καταγινώσκων ἀλλὰ τὰ μέλλοντα ποθῶν Ἐγευσάμην φησὶ τῆς χάριτος καὶ οὐ στέγω τὴν ἀναβολὴν τὴν ἀπαρχὴν ἔχω τοῦ πνεύματος καὶ πρὸς τὸ πᾶν ἐπείγομαι ἀνέβην εἰς τρίτον οὐρανὸν εἶδον τὴν δόξαν ἐκείνην τὴν ἄῤῥητον εἶδον τὰ βασίλεια τὰ λαμπρὰ ἔμαθον τίνων ἀπεστέρημαι διατρίβων ἐνταῦθα καὶ διὰ ταῦτα στενάζω
44790vRom.8.22-Rom.8.23 οὐ μόνον δέ οὐ μόνον φησι ἡ κτίσις στενάζει ἀλλὰ καὶ αὐτοὶ οἱ ἀρχήν τινα μικρὰν καὶ γεῦσιν τοῦ πνεύματος λαβόντες σπουδαζουσι πρὸς τὰ ἐκεῖ μεταβῆναι εἰ γὰρ ἡ ἀπαρχὴ τοῦ πνεύματος τοιαύτη ώστε ποιεῖν θαυματουργίας ἐκ τῆς σκιᾶς τι τὸ τέλειον
44890vRom.8.23 υἱοθεσίαν ἀπεκδεχομενοι ἵνα μή τις εἴπῃ σὺ εἶπας θεοὶ ἐσμεν καὶ ποίαν ἄλλην προσδοκῶμεν υιοθησιαν τὴν ἀπολύτρωσιν τοῦ σώματος τουτέστι τὴν ἀφθαρσίαν τότε γὰρ βεβαία ἡ υἱοθεσία καὶ τότε ἥξει τὰ αὐτῆς ἀποτελέσματα νυν γὰρ οὔτε ἡ δόξα δήλη ἀλλὰ καὶ προσδοκία ἐκ πτωσεως διὰ βίου κατεγνωσμένου
449Pha90vRom.8.23Φ(ω)τ(ιου) * Υἱοθεσίαν ἀπεκδεχομενοι ποίαν τὶ γὰρ οὐκ ἐλάβομεν ταύτην διὰ τοῦ βαπτίσματος οὐχὶ δὲ καὶ αὐτὸς πρὸ μικροῦ ἔφης ὅτι πνεῦμα υἱοθεσίας ἐλάβετε ναὶ φησὶν ποίαν οὖν ἐκδεχομεθα τὴν φανερουμένην φησὶ κατὰ ἀπολύτρωσιν τοῦ σώματος ἄλλην παρὰ τὴν εἰρημένην μὴ γένοιτο ἀλλ' αὐτὴν ἐκείνην τελειότερὸν φανερουμένην καὶ διὰ πείρας αὐτῆς ἐπιγινωσκομένην μετὰ γὰρ τὴν ἀπολύτρωσιν τοῦ σώματος τότε ἡ τῶν ἀγαθῶν ἀπολαυσις τότε αὐτοῦ τοῦ σώματος ἡ ἀνάστασις καὶ ἀφθαρσία τότε ἡ τῆς οὐρανῶν βασιλείας κληρονομία τότε πάντα τὰ τῆς υἱοθεσίας γνωρίσματα καὶ ἀποτελέσματα καὶ νῦν γὰρ ἐπ' ἐλπίδι τούτων ἐλάβομεν τὴν υἱοθεσίαν αὐτὸς δὲ ἐμφαντικώτερον εἶπεν ἐσώθημεν δηλῶν ὡς ἀπὸ κλύδωνος καὶ ταραχῆς μεγάλης τῆς κατὰ τὴν ἁμαρτίαν υἱοθετηθέντες ἐσώθημεν πῶς οὖν ἠλπίσαμεν ταῦτα μὴ τούτων παραγεγονότων ἤδη μηδ' ὑπ' ὄψιν ἡμῶν πεσόντων μηδ' ὑπὸ πεῖραν καλῶς φησι καὶ εὐλογως εἰ γὰρ ὑπ' ὄψιν ἡμῶν καὶ ὑπὸ πεῖραν ἤδη τὰ ἐλπιζομενα ἐγεγονει οὐκ ἂν ἦν ἐλπιζομενα ὃ γάρ τις κατέχει πῶς οἷον τὲ ἐστιν ἐλπίζειν οὐκοῦν κατὰ φύσιν τῆς ἐλπίδος ἴδιον τοῦτο τὸ περὶ τῶν μελλόντων αὐτὴν καὶ μήπω παρόντων εἶναι ὥστε καὶ ἡμᾶς ἃ οὐ βλέπομεν ἐκεῖνα δεῖ ἐλπίζειν εἰ δὲ ἃ οὐ βλέπομεν ὥσπερ δεῖ ἐκεῖνα καὶ ἐλπίζομεν ὑπομένειν χρὴ καὶ ἀπεδέχεσθαι τὰ προσδοκηθέντα καὶ μὴ ἀθροον ἐπιζητεῖν αὐτὰ παραγενέσθαι μάλιστα τοῦ πνεύματος διὰ τῶν ἐνταῦθα χαρισμάτων καὶ εὐεργεσιῶν πιστουμένου τὰ ἐκεῖθεν καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν ἡμῶν συναντιλαμβανομένου καὶ θεραπεύοντος πόσα γὰρ εὐεργετεῖ ἐν αὐταῖς ἡμῶν ταῖς εὐχαῖς ἵνα νῦν τὰ ἄλλα ἐάσω διδάσκον ὅπως χρὴ εὔχεσθαι ἐρευνῶν τὰς καρδίας καὶ ἁπλῶς πάντα εἰς ἀγαθὸν συνεργοῦν
449Phb90vRom.8.23τ(ο)υ αυτ(ου) αλλ(ως) * υἱοθεσίαν ἀπεκδεχομενοι διὰ τὶ ἀπεκδέχῃ ὅτι τῇ ἀπεκδοχῇ καὶ ἐλπίδι ἐσώθημεν πῶς οὖν οὐ χρὴ ἀπεκδέχεσθαι καὶ ἐλπίζειν ἔτι εἰ δὲ δεῖ ἐλπίζειν δεῖ πάντως ὑπομένειν καὶ δι' ὑπομονῆς τὰ ἐλπιζομενα απἐκδέχεσθαι ἔχομεν δὲ πρὸς τούτοις καὶ τὰ πνευματικὰ χαρίσματα συναντιλαμβάνοντα ταῖς ἀσθενείαις ἡμῶν καὶ μὴ ἐῶντα ἡμᾶς πρὸς τὰς ἐλπίδας ὀκλάσαι ὅτι δὲ τὸ πνευματικὸν χάρισμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν αὐτίκα δῆλον καὶ ἀπὸ τοῦ πνευματικοῦ χαρίσματος τοῦ περὶ τὰς εὐχὰς χορηγηθέντος ἡμῖν τὸ πνεῦμα γὰρ ἐνταῦθα τρὶς ὀνομάσας τὸ πνευματικὸν ἐδήλωσε χάρισμα ἐρευνῶν δὲ τὰς καρδίας αὐτὸ τὸ πανάγιον πνεῦμα τὸ ἐκ πατρὸς προερχόμενον
44991rRom.8.23μθ υἱοθεσίαν ἀπεκδεχομενοι εἶτα ἵνα μὴ νομισθῇ τὰ παρόντα διαβάλλειν καὶ δῷ λαβὴν τοῖς αἱρετικοῖς φησιν οὐδε τὰ παρόντα κακὰ ἀλλὰ τὰ προσδοκώμενα βελτίω ἃ ἐστιν υἱοθεσία
449ex91rRom.8.23
45091rRom.8.23-Rom.8.24 τῆι γὰρ ἐλπίδι ἐσώθημεν ὡς εἰ ἔλεγεν πάντα λαβόντες παρὰ θεοῦ ἡμεῖς πίστιν αὐτω προσηγάγομεν ἧς μέγα μέρος ἡ τῶν ἐκεῖθεν ἐλπὶς μὴ τοιγαροῦν ζητεῖ πάντα σοι ἐνταῦθα παρεῖναι τὰ ἀγαθὰ ἀλλά τινα καὶ τῆ ἐλπίδι ταμίευσαι εἰ δὲ πάντα παρεῖναι θέλεις οὐκέτι ἐλπίζεις ἐλπὶς γὰρ βλεπωμενη οὐκ ἐστιν ἐλπίς
45191rRom.8.24-Rom.8.25 εἰ δὲ οὐ βλέπομεν εἰ δέ φησι τὰ μὴ ὁρώμενα ἐλπίζομεν ἐν ὑπομονῆι ἕξομεν τὴν τούτων προσδοκίαν ἡ δὲ ὑπομονὴ ὅτι μέρος μέγιστον ἀρετῆς παντί που δῆλον ώστε ἡ ἐλπὶς καὶ πίστεὼς ἐστι καὶ ὑπομονῆς ποιητική
45291rRom.8.25-Rom.8.26 καὶ τὸ πνεῦμα συναντιλαμβάνεται καὶ μὴ νόμιζέ φησιν κάμνειν ὑπομένων οὐ γὰρ ἐάσει σε τὸ πνεῦμα κάμνειν ἂλλ ἀντιλήψεται σου πρὸς τοῦτο ἀσθενεῖς γὰρ ἐσμεν καὶ οὐδε ὑπομονὴν κατορθῶσαι ἰσχύομεν δίχα τῆς τοῦ πνεύματος βοηθείας
451ex91rRom.8.26* ὡσαύτως δὲ καὶ τὸ πνεῦμα φροντίσει σου ἤτοι τὸ πνευματικὸν χάρισμα
45391rRom.8.26 τὸ γὰρ τι προσευξόμεθα καί τι λέγω φησι ὅτι πρὸς κατόρθωσιν ὑπομονῆς δεόμεθα ἀντιλήψεως παρὰ τοῦ ἁγίου πνεύματος καὶ ἐν τοῖς δοκοῦσι φησι εὐχερέσιν οἷον ἐν τῆι εὐχὴ ἐστι γὰρ ὅτε ἀσύμφορα αἰτοῦμεν
45491rRom.8.26 oὐκ οἴδαμεν καὶ ἑαυτὸν ἔμιξεν ἵνα μὴ εὑρεθῆι ἐπαχθής
45591rRom.8.26 ἂλλ αὐτο τὸ πνεῦμα τὸ παλαιὸν χαρίσματα διαφορὰ πολλοὶ ἐλάμβανον προφητειῶν ἑρμηνειῶν γλωσσῶν ἅπερ πάντα πνεύματα ἐκάλουν καὶ εὐχῆς δὲ χάρισμα ἐλάμβανον τινες ἐπειδὴ γὰρ ἀγνοοῦν τὸ πλῆθος τὸ συμφέρον ἤιτει πολλάκις ἀσύμφορα ἐλάμβανον τινες χάρισμα εὐχῆς καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ ηὔχοντο ὅπερ καὶ αὐτο πνεῦμα ἐλέγετο τοῦτο οὖν λέγει ὅτι καὶ αὕτη ἡ χάρις τῆς εὐχῆς ὑπὲρ ἡμῶν τῶι θεῶι ἐντυγχάνει μεγίστοις στεναγμοῖς τοῦτο δὲ εἶπεν συστῆσαι βουλόμενος ὅτι ἀγνοοῦμεν καθὸ δεῖ προσεύξασθαι εἰ γὰρ μὴ τοῦτό φησι ἦν τις χρεία λαβεῖν τινας χάρισμα εἰς τὸ εὔχεσθαι ὑπὲρ τοῦ λαοῦ
455ex91rRom.8.26* τοῦτο δέ νυν ὁ διάκονος πληροῖ λιτανεύων
455Ph91vRom.8.26* Οὐκ εἶπεν ἐντυγχάνει ἀλλ' ὑπερεντυγχάνει τὴν σύντονον καὶ κατἐσπουδασμένην δηλῶν ἔντευξιν
45691vRom.8.26-Rom.8.27 ὁ δὲ ἐρευνῶν τὰς καρδίας αὐτος ὁ παράκλητος ὁ τὰς καρδίας τῶν πνευματικῶν ἀνθρώπων ανερευνων τῶν τὴν χάριν δηλάδη καὶ τὸ πνεῦμα τοῦ εὔχεσθαι λαβόντων
45791vRom.8.27 τι τὸ φρόνημα τοῦ πνεύματος τῶν πνευματικῶν ἀνθρώπων τῶν τὸ εἰρημένον τῆς εὐχῆς λαβόντων πνεῦμα καὶ χάρισμα
45891vRom.8.27 ὅτι κατὰ θεόν οὐκ αγνουντα φησι διδάσκουσιν οἱ πνευματικοὶ τὸν θεὸν ἂλλ οἶδεν ὁ παράκλητος ὅτι κατὰ θεὸν ἐντυγχάνει οὐ κατά τινα βλαβερὰν ἐπιθυμίαν ἀλλὰ κατὰ θεὸν ὃ ἐστι κατὰ τὴν βούλησιν τοῦ θεοῦ
45991vRom.8.27 ὑπὲρ ἁγίων τῶν διὰ τῆς εὐχῆς ἁγιαζομένων
459Ph91vRom.8.27* ἢ ὅτι ὑπὲρ καθαρῶν καὶ θεαρέστων ἔργων τὰς αἰτήσεις ποιεῖται ἢ ὑπὲρ ἀνθρώπων τὸν ἁγιασμὸν ἐπιποθούντων
46091vRom.8.27-Rom.8.28 οἴδαμεν δέ οὕτω φησι διὰ τὴν ἐν τῶι εὔξασθαι ἄγνοιαν βοηθούμεθα ὑπο τοῦ πνεύματος ὅτι καὶ τὰ κακὰ εἰς ἀγαθὰ ἡμῖν περιτρέπει
46191vRom.8.28 πάντα συνεργεῖ πάντα φησι καὶ τὰ κακὰ καὶ γὰρ ταῦτα περιτρέπει ὁ θεὸς εἰς ἀγαθὰ εἰς γὰρ εὐδοκίμησιν τῶν πασχόντων περιστρέφεται μεῖζον δὲ τὸ εἰς ἀγαθὰ περιστρέφεσθαι τοῦ μὴ παντελῶς ἐπελθεῖν
46291vRom.8.28 τοῖς κατὰ πρόθεσιν ἐπειδὴ ἀπίθανον είναι ἐδοκει τὸ περιστρέφεσθαι τὰ κακὰ εἰς ἀγαθὰ προσθεὶς τὴν τοῦ θεοῦ κλῆσιν ἐπιστώσατο τὸ εἰρημένεον οὐ γὰρ τοῖς τυχοῦσι φησι τοῦτο συμβαίνει ἀλλὰ τοῖς ὑπο θεοῦ κληθεῖσιν εἶτα ἵνα μὴ νομισθῇ μονομερῶς ὁ θεὸς ἐνίους καλέσας φησι τοῖς κατὰ πρόθεσιν
462ex91vRom.8.28* τοῖς κατὰ γνώμην ἤτοι προαίρεσιν αξοωθεισι τῆς κλήσεως
46291vRom.8.28* δεικνὺς ὅτι πάντες μὲν ἐκλήθημεν ἐκεῖνοι δὲ ὑπήκουσαν διὸ καὶ βοηθοῦνται οἱ κατὰ οἰκείαν πρόθεσιν γενόμενοι κλητοί
46391vRom.8.28-Rom.8.29 ὅτι οὓς προέγνω ἀπὸ κοινοῦ κατὰ πρόθεσιν κλητοὺς ὄντας
46491vRom.8.29 συμμόρφους ὅπερ ἐστι φησιν ὁ υἱος τοῦ θεοῦ κατὰ φύσιν ἐν τῆι ἐνανθρωπήσει δῆλον δὲ ὡς ἅγιος καὶ ἀναμάρτητος τοῦτο καὶ αὐτοὶ γεγόνασι κατὰ χάριν συμμόρφους γὰρ τοὺς ἰσομόρφους εἰκονα δὲ τοῦ υἱοῦ τὴν οἰκονομίαν καλεῖ καὶ τὸ ἐντεῦθεν αὐτοῦ σῶμα κατὰ γὰρ τὴν οἰκονομίαν σύμμορφοι καὶ ἀδελφοὶ αὐτοῦ οἱ ἄνθρωποι κατὰ δὲ τὴν θεότητα μονογενὴς ἐστιν
464ex91vRom.8.29Οικου(μενιου) τῆς εἰκόνος εἰκὼν τοῦ θεοῦ τις ἂν νοοῖτο σαφηνιεῖ λέγων αὐτὸς Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκονα τοῦ χοϊκοῦ φορεσωμεν καὶ τὴν εἰκονα τοῦ ἐπουρανίου τουτέστι τὴν ἐν ἁγιασμῷ ζωὴν τὴν πρὸς πᾶν ὅτι οὖν ἀμώμητον πολιτείαν ὥσπερ γὰρ εἰκονα τοῦ χοικοῦ τουτέστιν Ἀδὰμ τὴν ἐν παρακοῇ τε καὶ ἁμαρτία ζωὴν εἶναὶ φαμὲν οὕτω καὶ εἰκονα τοῦ ἐπουρανίου τουτέστι Χριστοῦ τὸν ἁγιασμὸν καὶ τὴν δικαίοσυνην τὴν ὑπακοήν
46591vRom.8.29 πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς διὰ πάντων τὴν συγγένειαν ἡμῶν τὴν πρὸς τὸν Χριστὸν σημᾶναι θέλει συγγένειαν δὲ τὴν ἐν τῆι οἰκονομία τῆς σαρκὸς αὐτοῦ
46691vRom.8.29-Rom.8.30 τούτους καὶ ἐκάλεσε πανταχοῦ τὸ κατὰ πρόθεσιν κλητοὺς ὄντας συνυπάκουε ἐπεὶ ἄτοπον ἅπαντα εἰ ὁ θεός τινας μὲν εὖ ἐποίησέ τινας δὲ οὐ τὸ δὲ κατὰ πρόθεσιν συνυπακούομενον αὐτῶν ποιεῖ τὸ κατόρθωμα καὶ προσωποληψίας ἀπαλλάττει τὸν θεόν
46791vRom.8.30 τούτους καὶ ἐδικαίωσε διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας
46891vRom.8.30 τούτους καὶ ἐδοξασε διὰ τῶν χαρισμάτων διὰ τῆς υἱοθεσίας
468Ph91vRom.8.30
46991vRom.8.30-Rom.8.31 τι οὖν ἐροῦμεν πρὸς ταῦτα ὡς εἰ ἔλεγεν τούτων οὕτως ὄντων μηδεὶς λοιπὸν περὶ τῶν ὧδε πειρασμῶν ἡ κινδύνων λογοποιεσθω τι γὰρ ἑνὶ εἰπεῖν πρὸς τὴν τοσαύτην ἀγαθότητα τοῦ θεοῦ
469Ph91vRom.8.31Φ(ω)τ(ιου) * Τὶ οὖν ἐροῦμεν πρὸς ταῦτα ποῖα ὅτι προώρισεν ὅτι ἐκάλεσεν ὅτι ἐδικαίωσεν ὅτι ἐδοξασε πρὸς τοσαύτην ἀφθονίαν εὐεργεσιῶν τὶ ἐροῦμεν οὐδὲ εὐχαρίστων φησὶ λόγων ευποροῦμεν μὴ τί γε ἔργων αμοιβης τοσαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθέν φησιν εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν τὶς καθ' ἡμῶν οὐδεὶς κἂν γάρ τινες βλάπτειν ἐπιχειρήσωσιν οὐ βλάψουσιν ἀλλ' ὠφελήσουσιν πόθεν δὲ δῆλον ὅτι ὑπὲρ ἡμῶν ὁ θεὸς ἔκ τε τῶν προειρημένων καὶ τὸ μέγιστον καὶ πᾶσαν ἐκπλῆττον διάνοιαν ὅτι ὑπὲρ ἡμῶν τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο εἰ οὖν ὁ θεὸς ὑπὲρ ἡμῶν δηλονότι πάντα εἰς συμφέρον μεταστήσει καὶ τὰ δοκοῦντα λυπηρὰ χαρᾶς πρόξενα παρασκευάσει ὥσπερ καὶ ἐπὶ τῶν ἀποστολων αὐτῶν καὶ τῶν μαρτύρων τὰς θλίψεις καὶ τοὺς διωγμοὺς καὶ τοὺς θανάτους ὑποθεσιν στεφάνων καὶ βραβείων ἐποιήσατο καὶ πρόξενα τῆς βασιλείας τῶν οὐρανῶν οὕτως οὖν ἂν ἡμεῖς μόνον μὴ ἐκλυθῶμεν οὐδεὶς ἰσχύει καθ' ἡμῶν τέθεικε δὲ τὸ ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο καὶ ἑξῆς τήν τε κηδεμονίαν τὴν ἄφατον ὡς ἔφημεν τοῦ θεοῦ περὶ ἡμᾶς ἐνδεικνύμενος καὶ ἅμα εἴ τι δυσχερὲς ὑπο τινων πάσχομεν ὑπομένειν καὶ καρτερεῖν διὰ τοῦ παραδείγματος παραινῶν οὐ μόνον δὲ ἀλλὰ καὶ ἀνακτώμενος καὶ παρηγορῶν εἰ γὰρ ὁ υἱὸς ὑπὲρ σοῦ τοσαῦτα ἔπαθεν τί σε χρὴ παθεῖν ὑπὲρ αὐτοῦ καὶ εἰ ἐκεῖνος τοσαῦτα παθὼν τῆς πατρικῆς δόξης καὶ θεότητος οὐδέν τι καθυφειμένον ἐδέξατο μηδὲ σὺ ὀλιγωρήσῃς πάσχων ταῦτα πάντως γὰρ τῶν ἐπηγγελμένων καὶ μετὰ τὰ πάθη καὶ μετὰ τὸν θάνατον ἀξιωθήσῃ τὸ δὲ πῶς οὐχὶ καὶ σὺν αὐτῷ χαρίσεται τὸ ἀπροφάσιστον καὶ ἀπαραίτητον θέλων παραστῆσαι τῆς δωρεᾶς σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται φησὶν ἐρεῖς φησὶν ὅτι μή ποτε ἡμῶν ἐπιλήσεται οὐκοῦν καὶ τοῦ υἱοῦ σὺν αὐτῷ γὰρ τὰ πάντα ἡμῖν χαρίζεται ὥστε πάντως καὶ ἀπροφασίστως τευξόμεθα ὧν ἐπηγγέλμεθα εἰπὼν δὲ τοὺς πειρασμοὺς τοὺς διὰ θλίψεων καὶ βασάνων ἐν τῷ εἰπεῖν τὶς καθ' ἡμῶν νῦν ἕτερον εἶδος πειρασμῶν λέγει τοὺς ὀνειδισμοὺς τὰς μέμψεις τὰς λοιδορίας τὰς διαβολὰς ἃς κατέχεον οἱ ἄπιστοι τῶν πιστῶν καὶ τοῦτο δηλοῖ διὰ τοῦ λέγειν τὶς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ καὶ ἀποδείκνυσι κἀνταῦθα ὥσπερ καὶ ἐπὶ τῶν προειρημένων ὅτι θεοῦ δικαιοῦντος εἰς μάτην γλωσσαλγοῦσιν οἱ αἰτιώμενοι καὶ κατακρίνοντες
47092rRom.8.31 εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν ἵνα γὰρ μὴ λέγωσιν ὅτι βασιλεῖς καθ' ἡμῶν καὶ δῆμο καὶ ἡγεμόνες πάντες γὰρ ἐπεβούλευον τοῖς πιστοῖς φησιν ὅτι ἰσχύει ὁ θεὸς τὰς καθ' ἡμῶν ἐπιβουλὰς ἀφορμὴν στεφάνων ποιήσασθαι οὐδεὶς οὖν ὁ καθ' ἡμῶν
47192rRom.8.31-Rom.8.32 ὃς γε τοῦ ἰδίου υἱοῦ πως οὖν φησιν ἡμᾶς προήσεται ὁ θεὸς ὃς οὐ μόνον τοῦ υἱοῦ αὐτοῦ συμμόρφους ἐποίησεν ἀλλὰ καὶ ἐδικαίωσε καὶ ἐδοξασε καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ τὸν υἱον ἔδωκεν ὑπὲρ ἡμῶν πάντων φησι καὶ ἁμαρτωλῶν καὶ τελωνῶν καὶ πορνῶν
47292rRom.8.32 πως οὐχὶ καὶ σὺν αὐτῶι εἰ τὸν υἱόν φησιν ἔδωκεν εἰς θάνατόν τι δεῖ περὶ τῶν ἄλλων ἀμφιβάλλειν ὁ γὰρ τὸ μέγα δοὺς καὶ τὸ ἔλαττον δώσει
47392rRom.8.32-Rom.8.33 τις ἐγκαλέσει πολλοὶ ἀσεβεῖς ἐμέμφοντο τοὺς πιστεύσαντας φησιν οὖν τις ἱκανὸς ἐγκαλέσαι ημεμψασθαι τοῖς ὑπο θεοῦ ἐκλεχθεῖσι καὶ ὅρα οὐκ εἶπεν δούλοις θεοῦ ἡ πιστοῖς ἀλλὰ ἐκλεκτοῖς ἐπαίρων τὸ ἀξίωμα
47492rRom.8.33 θεὸς ὁ δικαίων οὐκ εἶπεν ὁ ἀφεὶς ἁμαρτίας ἀλλὰ τὸ μεῖζον ὁ δικαίων
47592rRom.8.33-Rom.8.34 τις ὁ κατάκρινων ὅταν γὰρ ὁ θεὸς ψήφῳ τινι οἰκεῖα δικαιώσηι τις ὁ κατακρίνων τι δὲ καὶ κατακρίνων ὠφελεῖ τὸ δὲ κατακρίνων ὡς ἐπὶ ἁμαρτήμασι
47692rRom.8.34 Χριστός κατὰ ἐρώτησιν αυτὰ προάγει ὡς ἀναντιρρήτων ὄντων
47792rRom.8.34 ὁ ἀποθανών τις φησι ὁ κατακρίνων τοῦ μὲν πνεύματος συναντιλαμβανομένου ταῖς ἀσθενείαις ἡμῶν τοῦ δὲ πατρὸς δικαιοῦντος τοῦ δὲ υἱοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος οὓς γὰρ ἡ τριὰς ἀπεδικαίωσε τις ὁ κατακρίνων
477ex92rRom.8.34Οικουμενιου * καὶ οὕτως δύνῃ νοῆσαι ὡς πρὸς τὸ κατὰ πόδα τοῦ ῥητοῦ εἰ τὸ πνεῦμά φησιν ἀντιλαμβάνεται εἰ ὁ πατὴρ ἐδικαίωσεν τις ὁ κατακρῖναι δυνάμενος ὑπολείπεται φησιν ὁ υἱος ὁ υἱος οὖν φησιν ἔχει κατακρῖναι καί τοι τοσοῦτον ἀγαπᾷ ὡς καὶ θάνατον αἱρήσασθαι ὑπὲρ ἡμῶν καὶ ὧν ἐν δεξιὰ τοῦ πατρὸς καὶ εἰς τὴν ἰδίαν ἐπανελθὼν δόξαν οὐκ ἐπαύσατο τῆς πρὸς ἡμᾶς ἀγάπης ἀλλὰ καὶ παρακελεῖ τὸν πατέρα ὑπὲρ ἡμῶν τοῦτο γὰρ τὸ ἐντυγχάνει τὴν δὲ παράκλησιν οὕτω νόει αὐτω τῶ ἐνηνθρωπηκέναι παρακάλει τὸ πατέρα ὑπὲρ ἡμῶν
47892rRom.8.34 ὃς καὶ ἐστι ἐν δεξιά ἵνα γὰρ μὴ ἐλάττωσιν τὴν ἐντυχίαν νομίσῃς θεὶς πρῶτον τὴν ἰσοτιμίαν τὸ είναι ἐν δεξιᾶι τοῦ θεοῦ οὕτως εἶπε τὸ ἐντυγχάνει δεῖξαι θέλων τὴν διάπυρον αὐτοῦ ἀγάπην οὐ γὰρ ὡς αὐτος ἀσθενῶν σῶσαι διὰ τοῦ πατρὸς ἄπαγε
478ex92rRom.8.34 ὃς καὶ ἐντυγχάνει ὡς πρὸς τὸ ἀνθρώπινον εἴρηται ὅ τι ἀρχιερεὺς ἦν
478Ph92rRom.8.34* Τῆς κυριακῆς ἐκείνης φωνῆς τὸν νοῦν ἐνταῦθα δηλοῖ καὶ ὑπαινίττεται τῆς ἐν τύπῳ εὐχῆς τῷ πατρὶ προσαγομένης πάτερ τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου καὶ ἵνα φυλάξῃς αὐτοὺς ἀπὸ τοῦ πονηροῦ καὶ τὰ ὁμοία εἰ οὖν οὕτως κήδεται ὁ υἱὸς ὥστε καὶ ἐντυγχάνειν ἡ γὰρ τότε ῥηθεῖσα εὐχὴ τοσαύτην ἔχει ἰσχὺν ὥστε διαπαντὸς ἐνεργὴς εἶναι καὶ τὰ τῆς ἐντυχίας ἀπαρτίζειν εἰ οὖν οὕτως κήδεται τὶς ὁ κατακρίνων τοὺς ἐν αὐτῷ πεπιστευκότας ὁ πατὴρ ἐδικαίωσε καὶ ἐδοξασε τὸ πνεῦμα συναντιλαμβάνεται ὁ Χριστὸς καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη καὶ ἐντυγχάνει τὶς λοιπὸν ὁ ἐγκαλῶν ἡ κατακρίνων τῆς ἁγίας τριάδος οὕτως προσασπιζούσης ἡμῶν
47992vRom.8.34-Rom.8.35 τις ἡμᾶς χωρίσει οὐδείς φησι τοὺς τοσαύτης ἀγάπης καὶ προνοίας ηξηιωμενους παρὰ θεοῦ
479Ph92vRom.8.35Φ(ω)τ(ιου) * τὸ τὶς ἡμᾶς χωρίσει τοῦ τὶ οὖν ἐροῦμεν ἐστὶν ἐπαναληπτικον ὥσπερ καὶ τὸ θεὸς ὁ δικαιῶν τὶς ὁ κατακρίνων τοῦ εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν τὶς καθ' ἡμῶν κέχρηται γὰρ τῷ τοιούτῳ σχήματι πολλαχῶς διὰ τὴν συνέχειαν τῆς περιβολῆς οὐδεὶς γὰρ σχεδὸν ὅσα γε ἐμὲ εἰδέναι οὔτε τῶν καθ' ἡμᾶς οὔτε τῶν θύραθεν τῇ ἰδέᾳ ταύτῃ ὡς ὁ μέγας Παῦλος ἐχρήσατο ἵνα οὖν μὴ εἰς τὸ ἀσαφὲς αὐτῷ ἐκπίπτοι λίαν ὁ λόγος καὶ ταῖς ἐπαναλήψεσι προσεχρήσατο δύναται δὲ καὶ ὡς ἀπὸ ἰδίας ἀρχῆς τὰ χωρία ταῦτα εἰλῆφθαι καὶ μὴ ὡς ἐπαναληπτικὰ τῶν εἰρημένων
48092vRom.8.35 θλῖψις ἡ στενοχωρία οὐκ εἶπεν χρήματα δόξαν καὶ ὅσα παρὰ τοῖς ανρωποις δοκεῖ καλὰ ἂλλ ἐκεῖνα ἅτινα καὶ βιάζεσθαι πέφυκε τὴν ἀνθρωπίνην φύσιν τῶ δὲ τῆς θλίψεως ὀνόματι πολλὰ δηλοῦται φυλακαὶ ἁλύσεις ἐξορίαι καὶ ὅσα τοιαῦτα
48192vRom.8.35-Rom.8.36 καθὼς γέγραπται ὅτι ἐντρέψαι αὐτοὺς βουλόμενος ἤγαγε τὴν μαρτυρίαν εἰ γὰρ οἱ ἐν τῆι παλαιᾶι φησι ζωῆς κατεφρόνουν οἷς τὰ ἔπαθλα γῆϊνα καὶ τὰ ἐν τῆι γῆι ἀγαθὰ πόσῳ μᾶλλον ἡμεῖς ὀφείλομεν οἱ τὴν βασιλείαν τῶν οὐρανῶν ἔχοντες τῶν πόνων ἀμοιβήν
48292vRom.8.36 ὅτι ἕνεκα σου τῆι ματυρίαι τοῦ λόγον πιστοῦται
48392vRom.8.36 ὅλην τὴν ἡμέραν ἐστι γὰρ πρὸ αιρεσει πολλάκις τῆς ἡμέρας ἀποθανεῖν
48492vRom.8.36 ἐλογίσθημεν ὡς πρόβατα πᾶσι φησιν εἰς τὸ ἀδικεῖν προκείμεθα καὶ οὕτως τὰ πρόβατα σφαζόμενα οὐκ ἀντιλέγει οὕτως οὐδε ἡμεῖς οἱ ἀπόστολοι
48592vRom.8.36-Rom.8.37 ἂλλ ἐν τούτοις πᾶσιν ἐπαίρει τὸν ἀκροατὴν ἵνα μὴ καταπέσῃ θλῖψιν ἀκούσας καὶ διωγμὸν καὶ ὅσα εἶπεν καί φησι πάντων κρατοῦμεν χάριτι Χριστοῦ καὶ οὐκ εἶπε νικῶμεν ἂλλ ὑπερνικῶμεν τουτέστι δι' ὧν ἐπιβουλευόμεθα στεφανούμεθα οἱ γὰρ ἐπίβουλοι πρόξενο στεφάνων ἡμῖν ἂν εὐχαρίστως φέρωμεν
48692vRom.8.37-Rom.8.38 πέπεισμαι γάρ ἐπειδὴ ἄνω τὰ παρόντα εἶπε νυν τὰ μέλλοντα λέγει καί φησιν οὔτε ὁ μέλλων θάνατος οὔτε ἡ μέλλουσα ζωὴ οὔτε ἄγγελοι οὔτε δυνάμεις δύνανταί με χωρίσαι τῆς ἀγάπης τοῦ θεοῦ τῆς διὰ Χριστοῦ μοι προξενηθεισης πάντα μοι φησι μικρὰ πρὸς ἐκείνην τὴν ἀγάπην εἶτα ἐπειδὴ πᾶσαν εἶπε τὴν κτίσιν τὴν ὁρατὴν καὶ τὴν νοητὴν προστίθησιν οὔτε τις κτίσις ἕτερα τουτέστιν εἰ καὶ ἄλλη τις παρὰ τὴν οὖσαν ὑποσταίη οὐδε αὕτη μοι είναι τι δοκεῖ πρὸς τὴν ἀγάπην τοῦ θεοῦ ἐπειδὴ δὲ καὶ ἀγγέλων καὶ δυνάμεων ἐμνήσθη μὴ νόμιζε τοὺς ἀγγέλους ἡ τὰς δυνάμεις ἀποστῆσαί τινας ἐθέλειν ἀπὸ τοῦ Χριστοῦ ἄπαγε ἀλλὰ τὸν περὶ θεὸν θερμὸν πόθον σημᾶναι ζητῶν εἰς τούτους ἦλθε τοὺς λόγους
486exa92vRom.8.38-Rom.8.39 οὔτε υψομια οὔτε βάθος βάθος ὡς οἶμαι τὴν γέενναν ὀνομάζει ὕψος δὲ τὴν βασιλείαν καὶ πρὸς τούτοις τὴν αἰώνιον ζωὴν καὶ τὸν αἰώνιον θάνατον
486exb92vRom.8.39* ἡ καὶ άλλος οὔτε τὰ ἄγαν ἐπίδοξα οὔτε τὰ ἄγαν ἄδοξα
48792vRom.8.39 τῆς ἐν Χριστῶι Ἰησοῦ ἄνω πρῶτον εἶπε τὴν ἀγάπην τοῦ θεοῦ ἵνα μὴ ψεύδεσθαι δόξηι περὶ τῆς ἰδίας λέγων ἀγάπης ὁ γὰρ ἀγαπηθεὶς οὐ θαυμαστὸν εἰ ἀνταγαπᾷ
48892vRom.8.39-Rom.9.1 ἀλήθειαν λέγω μέγα θέλει εἰπεῖν διὸ προοδοποιεῖ τῶ πιστευθῆναι ὅρα δὲ ἀλήθειαν φησι λέγω ἐν Χριστῶι καὶ οὐ ψεύδομαι καὶ ἡ συνείδησις μοι εἰς τοῦτο μάρτυς σὺν τῶι ἁγίωι πνεύματι
48992vRom.9.1-Rom.9.3 ηὐχόμεν γάρ ὅρα τὴν ἐπίτασιν οὐκ εἶπεν ἠβουλόμην ἂλλ ηὐχομην
489Pha92vRom.9.3Φ(ω)τ(ιου) Ὃν οὐδὲν δύναται χωρίσαι τῆς ἀγάπης τοῦ θεοῦ οὐ θάνατος ἀπειλούμενος οὐ ζωὴ προτεινομένη οὐ τὰ ἐκεῖθεν ἁπλῶς οὐ τὰ ἐνταῦθα οὐχ ὅπερ ἄν τις ἐπινοήσῃ διὰ τοῦτο γὰρ καὶ ἀγγέλων ἐμνήσθη καὶ δυνάμεων καὶ βάθους καὶ ὕψους ὃν τοίνυν οὐδὲν χωρίσαι δύναται πῶς αὐτὸς ἑκουσίως ἀφίσταται καὶ τό τε ὑπὲρ τῶν κατὰ σάρκα συγγενῶν καὶ οὐ μόνον ἑκουσίως χωρίζεται ἀλλὰ καὶ ἐπιθυμεῖ καὶ ἐπιζητεῖ καὶ εὔχεται χωρισθῆναι τῆς ἀγάπης τοῦ Χριστοῦ ηὐχομην γὰρ φησὶν αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ τὶ οὖν ἐστι τοῦτο πῶς συμβήσεται τὰ ἀσύμβατα πρῶτον μὲν φαμὲν ὅτι οὐκ ἔστι ταῦτα ἐναντία οὐ γὰρ ἐστιν ἐναντίον τὸ ἀγαπᾶν τὸν Χριστὸν οὕτως ὥστε μήτε διὰ κολάσεως μήτε δι' ὑποσχέσεως πάσης ἀφίστασθαι τῆς ἀγάπης αὐτοῦ καὶ τὸ ἀγαπᾶν τὸν πλησίον οὕτως ὥστε τὴν σωτηρίαν αὐτῶν ἴσην καὶ μείζονα τῆς ἰδίας ἡγεῖσθαι σωτηρίας οὔκουν ταῦτα ἐναντία ἀλλὰ καὶ μᾶλλον συνᾴδοντα ὁ γὰρ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἀγαπᾷ καὶ τὸν δεσπότην καὶ ἔμπαλιν καὶ ἐν τούτῳ γνώσονται πάντες ἐμοι μαθηταὶ ἐστε ἐὰν ἀγαπᾶτε ἀλλήλους καὶ αὐτος ὁ Παῦλος φησι πλήρωμα νόμου ἡ ἀγάπη καὶ ὁ κύριος πάλιν περὶ τῆς εἰς θεὸν ἀγάπης καὶ τῆς εἰς τὸν πλησίον ἐν ταύταις φησὶ ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται ὡς κεφάλαιον οὐσῶν τῶν ἄλλων πάντων τῆς τε εἰς θεὸν καὶ τῆς εἰς τὸν πλησίον ἀγάπης ναὶ φησὶν ἀλλ' ἐνταῦθα προκρίνει τὴν τῶν πλησίον ἀγάπην τῆς πρὸς τὸν θεὸν καὶ εὔχεται ἐκεῖνον ἀπαρνήσασθαι καὶ ἐκείνους κερδῆσαι ὁ δὲ Χριστός φησιν ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος ἀλλ' οὐκ ἔστι τοῦτο φιλεῖν ὑπὲρ τὸν Χριστὸν τὶ γὰρ ἦν τὸ φιλεῖν ἐκείνους τὸ οιον̀ οἰκειῶσαι αὐτοὺς τῷ Χριστῷ πῶς οὖν ἐστι φιλεῖν ἐκείνους ὑπὲρ τὸν Χριστὸν ὅπου κἀκείνους εἰς τὴν φιλίαν καὶ ὑπακοὴν ἑλκύσαι ἔσπευδε τοῦ Χριστοῦ μᾶλλον γὰρ ἐπιδεικνύντος τὴν ὑπερβάλλουσαν ἀγάπην ἣν εἶχεν εἰς Χριστὸν ὅτι καὶ ἑτέρους συνήλαυνεν εἰς αὐτον ναὶ φησὶν εἰ μὴ ἐχώριζεν ἑαυτὸν τοῦ Χριστοῦ λέγων ηὐχομην αὐτὸς ἐγὼ καὶ ἑξῆς τὶ οὖν φαμὲν ἢ ὅτι μὴ γένοιτο οὐκ ἐχώριζεν οὐ γὰρ εἶπεν εὔχομαι τοῦτο γενέσθαι ἀλλὰ τὸ διὰ διάπυρον τοῦ πόθου ὅπερ πρὸς τὸν Χριστὸν εἶχεν καὶ τὴν σπουδὴν ἣν κατεβάλλετο εἰς τὸ προσαγαγεῖν πάντας αὐτῶι καὶ μάλιστα τοὺς Ἰουδαίους οὗτοι γὰρ καὶ συγγενεῖς καὶ μάλιστα ἀντιπίπτοντες ετυγχανον ταῦτα οὖν παραστῆσαι βουλόμενός φησιν ὅτι εἰ ἦν δυνατὸν διὰ τῆς ἐμῆς ἀπωλείας δοξασθῆναι τὸν Χριστὸν καὶ σωθῆναι τοὺς Ἰουδαίους οὐδει τοῦτο ἂν παρῃτησάμην ηὐχομην γὰρ φησὶν εἰ ἐνεχώρει εἰ ἐνεδέχετο εἲ τίς μοι ταύτην ἐδίδου τὴν αἵρεσιν πότερον βούλει διαστῆναι Χριστοῦ ἵνα πᾶν τὸ Ἰουδαίων ἔθνος ἑνωθῇ καὶ δοξασθῇ ὁ Χριστὸς καὶ πληρωθῶσιν αἱ ἐπαγγελίαι τοῦ πατρὸς ἢ ἐν ταυτῇ τῇ ἑνώσει ἵνα τὸ Ἰουδαίων ἔθνος στασιάζῃ καὶ διΐσταται καὶ βλασφημῆται ὁ Χριστὸς εἰ οὖν ταῦτα προετίθει προετίμησα ἂν φησὶ τὴν δόξαν Χριστοῦ καὶ τὴν τῶν πολλῶν σωτηρίαν τῆς ἰδίας εἶδες ὑπερβολὴν ἀγαπήσεως Χριστοῦ ἐπειδὴ ἐκ τῶν ὄντων πάντων τὴν ἀγάπην ἐπεδείξατο τοῦ Χριστοῦ νῦν καὶ ἐκ τῶν μὴ ὄντων μὲν καθ' ὑποθεσιν δὲ λαμβανομένων διὰ τοῦ νοήματος τούτου ταύτην παρίστησιν ὅτι καὶ τὴν ἐμὴν σωτηρίαν ἐν ὑποθέσει ὑπὲρ τῆς δόξης αὐτοῦ καὶ τῆς εἰς αὐτὸν τῶν Ἰουδαίων ἐπιστροφῆς κατεβαλομην ἂν καὶ γὰρ διϊστάμενος Παῦλος ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ καὶ τῆς ἐν αὐτῷ τῶν Ἰουδαίων ἑνώσεως ῥᾷον πάλιν ἡνοῦτο καὶ συνήπτετο ὥσπερ τις πῶλος μικρὸν τῆς μητρὸς ἀποσπασθεὶς καὶ οὕτω πάλιν αὐτος τε ἐσώζετο καὶ ὁ Χριστὸς ἐπὶ πλέον ἐδοξάζετο καὶ τὸ Ἰουδαίων ἔθνος ἐσώζετο καὶ αἱ διαθῆκαι καὶ ἐπαγγελίαι εἰς πέρας ἤρχοντο μᾶλλον δὲ οὕτω καὶ ἐπὶ τούτοις διϊστάμενος οὐ διΐστατο ἀλλὰ πλέον ἡνοῦτο ἢ οὐ δοκεῖ σοι ὅτε Τιμόθεον περιέτεμεν ὅτε αὐτὸς ἡγνίσατο ὅτε τὰ τοῦ νόμου ἐτέλει τὴν χάριν κηρύσσων ὅτι τρόπον τινα πρὸς τὴν χάριν ἐδοκει διΐστασθαι καὶ ἑαυτῷ ἐναντιοῦσθαι ἀλλ' οὔτε διΐστατο οὔτε ἑαυτῷ ηναντιοῦτο ὑπὲρ γὰρ τῆς χάριτος καὶ τοῦ προσαγαγεῖν πάντας τῷ Χριστῷ καὶ ταῦτα καὶ τὰ ἄλλα συμπάντα ἔπραττεν τοῦτ' ἔστιν ἀγάπης ἀξίας Χριστοῦ τοῦτο ἔστι ψυχῆς ὅλης δι' ὅλου εἰς τὸν πόθον ἀναφλεγομένης τοῦ Χριστοῦ ἄλλως τε δὲ οὐδὲ λέγει ἀνάθεμα γενέσθαι τοῦτ' ἔστιν ἀπὸ τοῦ νῦν αὐτοῦ χωρισθῆναι τοῦτο γὰρ ἀπευκτοτατον ἀλλὰ ἀνάθεμα εἶναι τοῦτ' ἔστι κεχωρισμένος ἔτι εἶναι καὶ μήπω τῷ Χριστῷ προσελθεῖν τοῦτο φησὶν ηὐχομην ἂν τὸ ἐμὲ αὐτὸν μήπω προσελθεῖν τῷ Χριστῷ ἀλλ' ἔτι κεχωρισμένον αὐτοῦ εἶναι εἰ τοῦτο εἰς τὴν ὑμετέραν εἴσοδον καὶ πίστιν τὴν εἰς αὐτὸν συνετέλει μὴ γὰρ ὅτι προσῆλθον Χριστῷ διὰ τοῦτο καὶ ὑμᾶς με προσκαλεῖσθαι νομίσητε φησὶν καὶ πρὸ ἐμοῦ ὑμᾶς ἐβουλομην προσδραμεῖν αὐτῷ εἶτα ἑξῆς λέγει καὶ τὰς αἰτίας
489Phb93rRom.9.3 αὐτος ἐγώ οὐχ ἑτέρους φησὶν προτιμῶμαι ὑπὲρ ὑμᾶς εἰς τὸ προσελθεῖν τῷ Χριστῷ ἀλλ' οὐδὲ ἐμὲ αὐτον εἱλομην γὰρ ἂν μήπω προσελθεῖν αὐτῷ ἂν διὰ τούτου ὑμεῖς προσήρχεσθε
489ex93rRom.9.3 ἀνάθεμα είναι δοκεῖ μὲν ἐθέλειν ὑπὲρ τῶν ἀδελφῶν καὶ τῶν συγγενῶν ἀλλοτριωθῆναι Χριστοῦ τοῦτο γὰρ ἡ τοῦ αθεματος δύναμις ὅμως ἀκριβῶς θεωροῦντι φανήσεται ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ ταῦτα εἰρηκώς πως ἐπειδὴ ἑώρα τὸν Χριστὸν βλασφημούμενον ὑπο τῶν Ἰουδαίων ὅτί φησιν ἡμεῖς οἱ τὸν νόμον καὶ τὰς ἐπαγγελίας δεξάμενοι καὶ προπάτορες αὐτοῦ τοῦ Χριστοῦ εἰς οὓς ἦν ἡ υἱοθεσία ἐκβεβλήμεθα ἀντεισῆλθον δὲ ἄνθρωποι ἄρτι τῶν βωμῶν καὶ τῆς κνίσης ἐξελθόντες ἐπεὶ οὖν ταῦτα λέγοντας ᾔδει ὑπὲρ τοῦ μὴ είναι πρόφασιν βλασφημίας κατὰ τοῦ θεοῦ ηβούλετο ἐπιστρέψαι καὶ τοὺς Ἰουδαίους ὡς καὶ ἀνάθεμα ὑπὲρ τούτου ἐθέλειν γενέσθαι ὅπερ δεικτικὸν ἐστι τῆς ἀγάπης τοῦ Χριστοῦ ὃν γὰρ οὐδεμία κτίσις χωρίσαι ἴσχυσε πως ἂν ἐχώρισεν ἀγάπη συγγενῶν καὶ ἀδελφῶν
49093vRom.9.3 αὐτος ἐγώ ὁ διδάσκαλος φησι πάντων ὁ μυρίους προσδοκῶν στεφάνους ὁ πάντων αὐτοῦ τὴν ἀγάπην προτιμῶν
49193vRom.9.3 ἀπὸ τοῦ Χριστοῦ διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ τοῦτο εἶπεν ηβούλετο γὰρ αὐτον παρὰ πάντων δοξάζεσθαι ἀλλὰ μὴ βουλόμενος δημοσιεῦσαι τὸ χάρισμα χάρισμα γὰρ τὸ οὕτως ἀγαπᾶν τὸν Χριστὸν τοὺς συγγενεῖς ἀγαπᾶν ὑποκρίνεται
491Ph93vRom.9.3 ὑπὲρ τῶν ἀδελφῶν μου θέλων δεῖξαι τὴν ἄφατον αὐτοῦ στοργὴν καὶ σπουδὴν τὴν ὑπὲρ Ἰουδαίων αὐτίκα μετὰ τὸ εἰπεῖν ὅτι οὐδέν με δύναται χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ ἐπάγει ἀλλ' ὑπὲρ τῶν ἀδελφῶν μου εἰ ἦν τοῦτο συντελοῦν εἰς ὄνησιν αὐτῶν ηὐξάμην ἂν χωρισθῆναι τοῦτο γὰρ τὸ ἀνάθεμα σημαίνει
49293vRom.9.3-Rom.9.4 ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα δεῖξαι θέλει ὅτι ὁ Θεὸς οὐδὲν παρῆκεν εἰς τὴν τῶν Ἰουδαίων εὐεργεσίαν αὐτοὶ δὲ οἰκεῖα ἀγνωμοσύνη πάντων ἐξέπεσον διὸ καταλέγει τὰς δωρεᾶς τοῦ θεοῦ
492Ph93vRom.9.4-Rom.9.5 ὁ ὧν ἐπὶ πάντων θεός ἐνταῦθα λαμπρότατα θεὸν τὸν Χριστὸν ὀνομάζει ὁ ἀπόστολος
49393vRom.9.5 εὐλογητὸς εἰς τούς αὐτος τὴν ὑπὲρ πάντων ἀνήγαγεν εὐχαριστίαν εἰ γὰρ καὶ Ἰουδαῖοί φησι βλασφημοῦσιν εἰς αὐτον ἂλλ ἐγώ φησι οτα ἀπόῤῥητα εἰδὼς καὶ τὴν πρόνοιαν αὐτοῦ ἐπιστάμενος οἶδα ὅτι δοξολογεῖσθαι ὑπάρχει ἄξιος οἷα θεός
49493vRom.9.5-Rom.9.6 οὐχ οἷον δέ ἰδού φησι καὶ ἀνάθεμα ζητῶ γενέσθαι ὑπὲρ τοῦ πιστεῦσαι Ἰουδαίους καὶ ἵνα μὴ δόξῃ ἐψεῦσθαι ὁ θεὸς ἐφ' οἷς ἐπήγγελται καὶ ὅμως εὰν ἴδωμεν ἀκριβῶς οὔτε νυν ἐξέπεσεν ὁ λόγος καὶ ἡ ἐπαγγελία τοῦ θεοῦ ἡ ἐψεύσατο ταῦτα γάρ φησιν εἶπον οὐχ οἷον ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ τουτέστιν οὐκ ἐπειδὴ ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ ἂλλ ἵνα τὴν πρὸς αὐτοὺς ἀγάπην ἐνδείξωμαι καὶ λοιπὸν δείκνυσι πως ὁ λόγος τοῦ θεοῦ καὶ ἡ πρὸς Ἀβραὰμ ἐπαγγελία τοῦ θεοῦ οὐκ ἐκπέπτωκεν ποία δητα ἡ τὸ κατ' ἐπαγγελίαν αὐτοῦ σπέρμα λέγουσα ισαρθιμον ἔσεσθαι τοῖς ἄστροις κατεπαγγελιαν δὲ αὐτοῦ σπέρμα τὸ τῶν πιστῶν καὶ οὐκ ἐκ πεπτωκότων τῆς θείας προνοίας
494Ph93vRom.9.6Φ(ω)τ(ιου) οὐχ οἷον Οὐ μόνον φησὶν οὐκ ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ ἀλλ' οὐδὲ οἷον ἐκπέπτωκεν οἷον ἀλλ' οὐδε ἐγγὺς γέγονε τοῦ ἐκπεσεῖν ἢ δοκεῖν ἐκπεπτωκέναι
49593vRom.9.6 οὐ γὰρ πάντες καί πως φησιν οὐκ ἐξέπεσεν ὁ λόγος τοῦ θεοῦ πως ὅτι οὐ πάντες οἱ ἐξ Ἰσραὴλ Ἰσραηλῖται εἰσι τουτέστι σπέρμα Ἀβραὰμ εἶτα σαφηνίζει αὐτο οὐ γὰρ ἐπειδή τινες φησι τέκνα σαρκικὰ τοῦ Ἀβραὰμ ἤδε καὶ τέκνα εἰσι κατ' ἐπαγγελίαν καὶ οἷς ἡ ἐπαγγελία ἐδόθη ἀλλὰ ποία ἐστι τὰ τέκνα Ἀβραὰμ ἄκουε φησι τῆς γραφῆς ὅρα δὲ οὐκ εἶπεν ἐξ Ἰακὼβ ἂλλ ἐξ Ἰσραὴλ τὸ τῆς ἀρετῆς γνώρισμα τεθεικὼς τὸ Ἰσραὴλ καὶ δεικνὺς τὴν ἄνωθεν δωρεάν
495Ph93vRom.9.6Φ(ω)τ(ιου) * Εἰ οὐχὶ πάντες φησὶν οἱ ἐκ σπέρματος Ἀβραὰμ οὗτοι καὶ τέκνα τοῦ Ἀβραὰμ δηλονότι ἄλλος ἐστὶ τρόπος ὁ ποιῶν αὐτοὺς τέκνα τοῦ Ἀβραὰμ καὶ οὐχὶ ἡ ἐξ αὐτοῦ γέννησις τὶς δὲ οὗτος ὁ τῆς ἐπαγγελίας τοῦτ' ἔστιν ἐκεῖνοι τέκνα εἰσὶν οἱ καὶ τῆς ἐπαγγελίας ἀξιωθέντες καὶ πληθυνθέντες ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ οἷοὶ εἰσιν οἱ πιστοί
49693vRom.9.6-Rom.9.8 τουτέστι οὐ τὰ τέκνα εἶτα ἑρμηνεύει τὴν ἀναγνωσθεῖσαν γραφήν τι ἐστι τὸ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα ὅτί φησι οἱ ἐκ τῆς ἐπαγγελίας εἰσι τέκνα οὐκ εἶπεν δὲ τοῦ Ἀβραὰμ ἀλλὰ τοῦ θεοῦ δεικνὺς οὐδε τὸν Ἰσαὰκ ἁπλῶς είναι τοῦ Ἀβραὰμ ἵνα δείξῃ ὅτι οἱ τὴν υἱοθεσίαν ἔχοντες αὐτοὶ εἰσιν κατ' ἐπαγγελίαν τέκνα τοῦ Ἀβραάμ
49793vRom.9.8 ταῦτα τέκνα τοῦ θεοῦ ἐπεὶ τούτωι τῶι λόγωι καὶ οἱ Ιδουμαιοι ἐπειδὴ ἀπόγονοι ἦσαν Ἀβραὰμ ὅσον τὸ κατὰ σάρκα ὤφειλον είναι τέκνα τοῦ θεοῦ ἂλλ οὐκ εἰσιν κατὰ σάρκα γὰρ αὐτοὶ σπέρμα τοῦ Ἀβραὰμ ἂλλ ἡμεῖς ἐσμεν τέκνα τοῦ Ἀβραὰμ οἱ τῆς αὐτῆς αὐτῶι πίστεως καὶ τέκνα τοῦ θεοῦ διὰ τῆς κολυμβήθρας
49893vRom.9.8 ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας ὅσοι φησι κατὰ τὸν Ἰσαὰκ γεννηθῶσιν οὗτοι εἰσι καὶ σπέρμα Ἀβραὰμ καὶ υἱοὶ θεοῦ ὁ γὰρ Ἰσαὰκ οὐ κατὰ νόμον ἐγεννήθη φύσεως ἀλλὰ κατὰ δύναμιν ἐπαγγελίας οὐκοῦν οἱ γεννώμενο οὕτως υἱοὶ Ἀβραὰμ εἰσιν οὕτως δὲ ἡμεῖς γενώμεθα διὰ τῆς κολυμβήθρας ῥήμασι γὰρ καὶ ἡμεῖς ἐπαγγελίας γεννώμεθα ῥήμασι μὲν διὰ τὸ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος γίνεσθαι τὰς ἐν τῆι κολυμβήθραι κατάδυσεις ἐπαγγελία δὲ καθὸ οἱ προφῆται πρὸ πολλῶν χρόνων τὸ βάπτισμα εὐηγγελίσαντο ὡς τὸ λούσασθε καὶ καθαροὶ γένεσθε
49993vRom.9.8-Rom.9.10 οὐ μόνον δὲ ἀλλὰ καὶ Ῥεβέκκα καί τι φησι θαυμαστὸν ὅτι τῶν Ἰουδαίων οἱ μὲν πιστεύσαντες σπέρμα Ἀβραὰμ λογίζονται οἱ δὲ ἄπιστοι οὐκέτι τοῦτο γὰρ καὶ ἐπὶ τῶν παλαιων εὑρήσεις καὶ γὰρ ὁ Ἰσαὰκ λογίζεται μόνος εἰς σπέρμα καίτοι ὄντων καὶ τῶν ἀπὸ Χεττούρας οὐ μόνον δὲ τοῦτό φησιν ἀλλὰ καὶ ἡ Ῥεβέκκα ἐξ ἑνὸς τοῦ Ἰσαὰκ σπέρμα ἔχουσα καὶ δύο γεννήσασα οὐκ ἔσχε τοὺς δύο ἀρέσαντας θεῶι οὐ δὲ λογιζομένους εἰς σπέρμα Ἀβραὰμ οὕτω φησι καὶ Ἰουδαῖοι οἱ μὲν πιστοὶ καὶ σπέρμα Ἀβραὰμ εἰσι καὶ σώζονται οἱ δὲ ἄπιστοι οὐκέτι
50093vRom.9.10
50194rRom.9.10-Rom.9.11 μήπω γὰρ γεννηθέντων τοῦ Ἠσαῦ καὶ τοῦ Ἰακώβ
50294rRom.9.11 ἵνα κατὰ ἐκλογὴν πρόθεσις τουτέστι ἡ κατὰ πρόγνωσιν ἐκλογή
502Ph94rRom.9.11Φ(ω)τ(ιου) * Εἰπὼν πρόθεσις τοῦ θεοῦ τὴν βουλὴν αὐτοῦ ἐδήλωσεν εἰπὼν κατ' ἐκλογὴν ἔδειξεν ὅτι καὶ διέφερον ἀλλήλων οὐδεὶς γὰρ ἐκλέγεται ἕτερον ἀφ' ἑτέρου εἰ μή τι αὐτοῦ διαλλάσσει εἰπὼν δὲ οὐκ ἐξ ἔργων παρέστησε τὸ μέγεθος τῆς κλήσεως καὶ τῆς χάριτος αὐτοῦ ὅτι καὶ μηδὲν πραξάντων ἐκλέγεται καὶ προσκαλεῖται ἀλλ' εἰ μηδὲν πραξάντων ἐκλέγεται πῶς ἐκλέγεται ἡ μὲν γὰρ ἐκλογὴ ἐπὶ τῶν κατά τι γίνεται διαφεροντων οἱ δὲ μηδὲν πράξαντες τὶ διαφέρουσιν καὶ πάνυ ἀνθρωπίνοις μὲν γὰρ ὀφθαλμοῖς ἐπεὶ οὐδὲν ἔπραξαν οὐδὲν διαφέρουσιν θείᾳ δὲ προγνώσει τοῦ μέλλοντος πολλὰ διαφέρουσιν καὶ γὰρ ὁ μὲν εὐηρέστησε τῷ θεῷ ὁ δὲ οὐκέτι ὥστε ἡ ἐκλογὴ καὶ οὐκ ἐξ ἔργων γέγονε καὶ ἀπὸ τῆς κλήσεως καὶ τῆς χάριτος γέγονε καὶ δικαία γέγονε ἀλλὰ τὸ δίκαιον τοὺς ἀνθρώπους ἐλάνθανεν ὥσπερ πλέον καὶ ἔτι νῦν λανθάνει τὸ δίκαιον τὸ ἐπὶ τῆς ἀναιρέσεως τῶν μοσχοποιησάντων πάντων γὰρ μοσχοποιησάντων οὐ πάντες ἀνῃρέθησαν ἀλλ' εἰ καὶ τοὺς ἀνθρώπους τὸ ἐν τῇ τούτων ἀναιρέσει ἐκπέφευγε δίκαιον τῷ κριτῇ τῶν ὅλων ἀκριβῶς καὶ ἀδιαπτώτως τῶι ἔγνωσται καὶ ἐπὶ μυρίων δὲ ἄλλων ὡσαύτως καὶ ἐπὶ τῶν καθ' ἑκάστην συμβαινόντων πολλὰ γὰρ ἀγνώστους ἡμῖν ἔχοντα τοὺς λόγους καὶ τοῖς ἀσυνέτοις ἄλογα δοκοῦντα διὰ τοῦτο τῷ παντεποπτῃ καὶ παντεφορῳ τῆς δίκης ὀφθαλμῷ δικαίως καὶ κρίνεται γεγενῆσθαι καὶ διαπράττεται ὁ δὲ θεῖος Παῦλος φησιν ὅτι εἰ καὶ μηδεὶς λόγος ἀπορρητος ἐν ῆν τοῖς πραττομένοις οὐδ' οὕτως ἐχρῆν τινας ἀδημονεῖν καὶ ἐπικαλεῖν διὰ τὶ ὁ μὲν οὕτως ὁ δὲ οὕτως τὸν βίον διαπορεύεται ἐξουσίαν γὰρ ἔχει ὁ πλάστης δημιουργεῖν ὡς βούλεται τοῦτο δὲ ἐκ περιουσίας φησὶν ἐπεὶ καὶ τὸν προειρημένον τρόπον τῆς ἀπολογίας φησὶν ἐν οἷς λέγει ὅτι ἡ γραφὴ λέγει τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε καὶ ἑξῆς ἐνταῦθα γὰρ οἱονεί φησιν ὅτι ἄλογον ἂν ἔδοξε τοῖς πολλοῖς τὸ ὑψωθῆναι τὸν Φαραὼ καὶ βασιλεῦσαι μιαρὸν οὕτω καὶ ὠμὸν καὶ ἀπάνθρωπον ὄντα ἀλλ' ἡ γραφὴ διδάξασα τὴν αἰτίαν εἰς εὔλογον μετενήνεχε τὸ ἄλογον καίτοι φησὶ καὶ αὐτὸ τὸ εὔλογον καὶ ἡ λύσις ἀπορίαν πάλιν τοῖς φιλονείκοις καὶ ἀγνώμοσι δύναται τεκεῖν ἐροῦσι γὰρ ὅτι εἰ διὰ τοῦτο ἐξήγειρε τὸν Φαραὼ εἰς βασιλέα ἵνα τὸ ὄνομα αὐτοῦ τιμωρησαμένου αὐτὸν τιμωρίᾳ παραδοξῳ καὶ θαυμαστῇ ἐνδοξασθῇ τὶ ὅτι μέμφεται αὐτον μᾶλλον δὲ τὶ ὅτι ἐτιμωρήσατο αὐτον ἃ γὰρ ἥμαρτεν εἰς δόξαν αὐτοῦ ἥμαρτεν εἰ μὴ γὰρ ἥμαρτεν οὐκ ἂν ἐτιμωρήσατο εἰ μὴ ἐτιμωρήσατο οὐκ ἂν ἐδοξάσθη ἀλλὰ τοῦτο ἐβούλετο ὅπως γὰρ φησὶν ἐνδείξωμαι καὶ ἑξῆς εἰ δὲ ἐβούλετο τὶς ἀντιστῆναι δύναται αὐτοῦ τῷ βουλήματι ὁρᾷς πῶς ἡ τῆς ἀπορίας λύσις καὶ τῆς αἰτίας ἀποδοσις οὐκ ἔλυσε τὸ ἀπορούμενον τοῖς ἀγνώμοσιν ἀλλὰ καὶ ἑτέρας ἀπορίας ἀφορμὴ γέγονεν δι' ὃ ἄμεινον μὴ ζητεῖν τὰς τοιαύτας αἰτίας ἢ ζητοῦντας μειζόνων ἀποριῶν αἰτίας τὰς λύσεις ποιεῖσθαι τοῦτο γὰρ εὐγνωμονων πλασμάτων καὶ δούλων μὴ τὰς αἰτίας ἀπαιτεῖν τὸν δημιουργὸν καὶ δεσπότην ἀλλ' ἐπὶ πᾶσι τοῖς γινομένοις εὐχαριστεῖν αὐτῷ κἂν οὐ κατείληφε τοὺς λόγους δι' οὓς γίνεται μᾶλλον δὲ ἐπὶ τῶν τοιούτων πλέον ὀφείλομεν εὐχαριστεῖν δῆλον γὰρ ὡς ὧν μὴ κατειλήφαμεν ἐπὶ τούτων μείζους εἰσὶν οἱ λόγοι καὶ θαυμασιώτεροι καὶ τῆς ἡμῶν ὑπερκείμενοι καταλήψεως ὥστε μείζους δεῖ καὶ τὰς εὐεργεσίας προσάγεσθαι αὐτὸς δὲ προϊὼν καὶ τῆς δευτέρας ἀπορίας τίθησι τὴν λύσιν
50394rRom.9.11-Rom.9.13 τὸν Ἰακὼβ ἠγάπησα μήπω γάρ τι πράξαντα τὸν Ἰακὼβ ἐκάλεσε ἀγαπητὸν τὸν γὰρ Ἰακώβ φησιν ἠγάπησα τὸν δὲ Ἠσαῦ ἐμίσησα
50494rRom.9.13* οιμεν γὰρ ἄνθρωποι ἴσως μετὰ τὸ γενέσθαι ὁ δὲ θεὸς πρὸ γενέσεως ἐπίσταται τὰ ἐν τῶι ἀνθρώπωι
50594rRom.9.13-Rom.9.14 τι οὖν ἐροῦμεν ὁ μὲν Ἠσαῦ φησιν ὡς κακὸς ἐμισήθη τι δὲ ἐροῦμεν περὶ τῶν ἐν τῆι ἐρήμωι Ιουδαδιων οὐ πάντες ἐμοσχοποίησαν πως οὖν εἴρηται ἐλεήσω ὃν ἂν ἐλεῶ εἰ γὰρ ἀδικία οὐκ ἐστι παρὰ τῶι θεῶι καὶ ὅμως πάντων μοσχοποιησάντων εἶπεν ἐλεήσω ὃν ἂν ἐλεῶ ἄρα κρυφίοις ὀφθαλμοῖς ὁ θεὸς ἐμβατεύει εἰς τὰς τῶν ἀνθρώπων καρδίας καὶ οὐχ ὥσπερ οἱ ἄνθρωποι οὐκοῦν οὐ δὲ ἐπὶ τῶν νυν Ἰουδαίων ἀδικεῖ ὁ θεὸς ἀλλὰ καί νυν ὅσοι μὲν ἄξιοι σώζονται πιστεύουσι γὰρ ὅσοι δὲ ἀνάξιοὶ ἀπόλλυνται οὐ πιστεύουσι γάρ
50694vRom.9.14-Rom.9.15 ἐλεήσω ὃν ἂν ἐλεῶ ὡς εἰ εἶπεν ἐγὼ οἶδά τινες ἄξιοι σωτηρίας καὶ ὅσοι οὐκ ἄξιοι εἰ οὖν Μωσῆς φησι ἠγνόει σχολῇ γοῦν ἡμεῖς γνοίημεν τὰς αἰτίας τῶν γινομένων
50794vRom.9.15-Rom.9.16 ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδε τοῦ τρέχοντος δεῖ μὲν οὖν θέλειν καὶ τρέχειν καὶ τὴν ἑαυτοῦ ἕκαστον δύναμιν πληροῦν πλὴν ὅτι διχαβουλης θεοῦ οὔτε ὁ θέλων οὔτε ὁ τρέχων ἀνύει τι πλέον
50894vRom.9.16* ἐδοκει αὐτῶι ἀντικεῖσθαι τι δή ποτε ἐκβέβληται οἱ Ιουδαισμος παρὰ τῶι θεῶι ἀντεισήχθη δὲ ἡ πίστις θέλων οὖν ἡμᾶς παιδεῦσαι μὴ ἀπαιτεῖν εὐθύνας τὸν θεὸν ὧν πράττει ἀλλὰ πάντα ἡγεῖσθαι καλὰ κἂν ἡμεῖς ἀγνοῶμεν πολλὰ θεματοφορεῖ τὸ δυστέκμαρτον τῶν τοῦ θεοῦ κριμάτων παριστῶν
507Ph94vRom.9.16Φ(ω)τ(ιου) Οὐ τοῦ θέλοντος μόνον οὐδὲ τοῦ τρέχοντος μόνον ἀλλὰ δεῖ καὶ τοῦ θεόθεν ἐλέου καὶ τῆς ἐκεῖθεν συμμαχίας ἢ καὶ οὕτως εκλεπτεον τὸ ἄρα οὖν οὐ τοῦ θέλοντος καὶ ἑξῆς οὐκ ἔστιν ὡς Παύλῳ ὁμολογούμενον ἀλλὰ μᾶλλον ὡς παρὰ τῶν ἀπορούντων προτεινόμενον εἰ γὰρ ὃν θέλει ἐλεεῖ καὶ ἑξῆς εἰ οὖν τοῦτο φησὶ μάτην θέλομεν καὶ μάτην τρέχομεν καὶ ἡ ῥῆσις δὲ εἰς βεβαίωσιν τῆς ἀπορίας ἀλλ' οὐκ εἰς ἐπίλυσίν τινος ἑτέρας εἶτα πάλιν ἐπανάληψις τῆς ἀπορίας ἄρα οὖν ὃν θέλει ἐλεεῖ ὃν θέλει σκληρύνει εἶτα ὡς μὴ ἐξαρκούσης τῆς ἀπορίας τοῦ ἀτοπου τὸ μέγεθος παραστῆσαι μετάληψις αὐτῆς ἐπὶ τὸ ἐκ ταύτης ἀνακύπτον ἀτοπώτερον καὶ ἀπορώτερον τὶ γὰρ ἔτι μέμφεται φησὶν τὶ λοιπὸν κολάζει τὶς γὰρ ἀντιστῆναι δύναται τῇ βουλῇ αὐτοῦ οὕτω τὴν ἀπορίαν αὐξήσας καὶ τραχύνας ἐπάγει δι' ἐπιτιμήσεως τὴν λύσιν σφόδρα δριμέως καὶ προσφυῶς οὕτω λέγων σὺ τὶς εἶ ὁ ἀνταποκρινομενος τῷ θεῷ οἷον σὺ τὶ νῦν ποιεῖς ἀνταποκρινομενος τῷ θεῷ ἀνθίστασαι καὶ πολεμεῖς τῇ βουλῇ αὐτοῦ καὶ τῇ πράξει αὐτοῦ ἢ οὒ εἰ μὲν γὰρ οὐχὶ τὶ ἀντιλέγεις τὶ ἀνταποκρίνῃ τῷ θεῷ εἰ δὲ ἀνθίστασαι καὶ ἀντιλέγεις καὶ ἀνταποκρίνῃ πῶς λέγεις ὅτι τῷ γὰρ βουλήματι αὐτοῦ τὶς ἀνθέστηκεν ὥστε εἰ μὲν ἀνθίστασαι μάτην καὶ κατὰ σεαυτοῦ ἐρεῖς τὶ ὅτι μέμφεται εἰ δὲ μὴ ἀνθίστασαι οὐκέτι ἐρεῖς ὅλως τὸ τὶ ὅτι μέμφεται οὐδὲ τὸ ἄρα ὃν θέλει ἐλεεῖ ὃν δὲ θέλει σκληρύνει οὐδ' εἰς λογισμοὺς ἄρα ὅλως ἐξαχθήσῃ τοιούτους λογοθετεῖν τὸν δημιουργὸν ἐφ' οἷς πράττει καὶ οικονομει τὸν κόσμον οὐδ' ἀντιλέγειν αὐτῷ καὶ ἀνθίστασθαι οὕτως οὖν σπερματικῶς εἰπὼν τὴν ἀνατροπὴν τῆς ἀπορίας καὶ ἑτέραν λύσιν ἀπὸ τῆς τῶν παρ' ἡμῖν δημιουργημάτων φύσεως καὶ ἰδιοτητος ἐπάγει τοῦτο μὲν παραινετικὴν περιέχουσαν συμβουλὴν καὶ διδασκαλίαν τοῦτο δὲ καὶ ἀντιρρητικὸν ἔλεγχον καὶ ἡ μὲν παραινετικὴ συμβουλὴ καὶ διδασκαλία τοιαύτη τὶ ἀντιλέγεις τὶ ἀνταποκρίνῃ τῷ πλάστῃ καὶ δημιουργῷ μίμησαι τὰ ἄλλα πλάσματα ὁ λογικὸς τὰ ἄλογα ὁ ἔμψυχος τὰ ἄψυχα ὁ πλέον χρεωστῶν ἐξυμνεῖν τὸν πλάστην ἢ ἐκεῖνα τοὺς πλαστουργοὺς τοὺς ἰδίους ἐκεῖνα οὐκ ἀντιλέγει οὐδὲ ἀνθίσταται τῷ δημιουργοῦντι καίτοι φύσει δουλεύοντα ἀλλ' ὅμως πρὸς τὸ ἐκείνου μετασχηματίζεται βούλημα πάντα παραχωροῦντα τῷ τεχνίτῃ καὶ σὺ μηδὲ φύσεως ἀνάγκῃ δουλεύων ἀλλὰ λόγῳ τιμηθεὶς καὶ αὐτεξουσιοτητι οὐχ ὑπείκεις τῷ τοῦ πλάσαντος βουλήματι καὶ στέργεις τὴν κυβέρνησιν ἀλλὰ λογοθετεῖς καὶ ἀντιπίπτεις καὶ εὐθύνας ἀπαιτεῖς τῶν πραττομένων καὶ προνοουμένων μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι τί με ἐποίησας ἡ δέ γε κατ' ἔλεγχον ἀντίρρησις τοιαύτη ἀνταποκρίνῃ τῷ θεῷ φησὶν ὡς ἄκων ἁμαρτάνεις ἅτε νικῶντος αὐτοῦ τὴν σὴν γνώμην τοῦ βουλήματος καὶ τὸ αὐτεξούσιον ταύτῃ περιῃρημένος καὶ μὴν οὐχ ὁρῶμεν ἐπὶ τῶν μὴ αὐτεξουσίων πλασμάτων ἃ σὺ ποιεῖς ἐκεῖνα οὐκ ἀντιλέγει τοῖς πλάττουσιν τί με οὕτως ἀλλὰ μὴ οὕτως ἐποίησας ἢ τόδε τὶ οὕτως ἀλλὰ μὴ οὕτως ἢ ὅλως τί με ἐποίησας σὺ δὲ καὶ ἀντιλέγεις καὶ εὐθύνας τὸν πλάστην ἀπαιτεῖς οὐκ ἄρα τοῦ αὐτεξουσίου ἐστέρησαι οὐκ ἄρα ἄκων ἁμαρτάνεις δικαίως ἄρα καὶ κολάζῃ σὺ καὶ ὑπὸ μέμψιν πίπτεις αὐτεξούσιος ὢν καὶ μὴ πράττων τὰ δέοντα καὶ ταῦτα μὲν περὶ τούτων Τὸ δὲ ἢ οὐκ ἔχει κεραμεὺς ἐξουσίαν καὶ ἑξῆς ἄλλο ἐστὶν ἐπιχείρημα κατὰ ἀντιπαράστασιν προαγόμενον δεδοσθω φησὶ κατὰ τὸν σὸν λόγον καίτοι ἐλεγχθέντα ὅτι οὐκ εἶ αὐτεξούσιος ὅτι ὁ θεὸς οὕτως ἔπλασέ σε οὐδ' οὕτως ἐστὶ δίκαιον ἀντιλέγειν καὶ μέμφεσθαι τῷ θεῷ εἰ καὶ μηδὲν γὰρ ἄλλο προνόμιον αὐτῷ ἀποδοῦναι βούλει τῷ ὑπὲρ πάντα ὄντι καὶ λόγον καὶ ἔννοιαν ἀλλὰ τέως τὸ πᾶσι κοινὸν ὑπάρχον τοῖς ὁπωσδήποτε δημιουργοῖς λίαν ἐστὶν ἄτοπον καὶ ἀσεβὲς ἀφαιρεῖν ἀπ' αὐτοῦ τὶ οὖν ἐστι τοῦτο οὐδὲν τῶν δημιουργημάτων τὸν οἰκεῖον δημιουργὸν ἐπιμέμφεται καὶ εὐθύνει ἀλλ' ἐξουσίαν ἔχει ἕκαστος δημιουργὸς δημιουργεῖν ὡς βούλεται καὶ πλάττειν καὶ ἀνεύθυνος ἐστι καὶ μάλιστα ὑπὸ τῶν πλασμάτων ὥστε καὶ σὺ εἰ καὶ ὡς λέγεις οὕτως ἐπλάσθης οὐκ ὀφείλεις μέμφεσθαι ἢ ἀντιλέγειν κατὰ τὸν κοινὸν τῶν πλασμάτων νόμον καὶ ὅρον
50995rRom.9.16-Rom.9.17 ὅτι εἰς αὐτο τοῦτο τούτου τὴν λύσιν κάτω λέγει ὅτί φησιν ὁ φαραὼ διὰ τὴν οἰκείαν κακίαν ἔπαθεν ἅπερ ἔπαθεν ὡς ὅ γε θεὸς σῶσαι αὐτον ἤθελε τοιγαροῦν καὶ ἐμακροθύμει χώραν αὐτῶι μετανοίας διδούς
509ex95rRom.9.17 τὴν δύναμιν μου δύναμις θεοῦ ἡ μακροθυμία καὶ δύναμις μεγίστῃ τις γὰρ οὐ κἂν ἐκπλαγείη τοσοῦτον μακροθυμήσαντος τοῦ θεοῦ φησιν οὖν ὅτι εἰς τοῦτό σε συγκεχώρηκα βασιλεῦσαι ὅπως φανω μακρόθυμος
51095rRom.9.17-Rom.9.18 ἄρα οὖν ὃν θέλει ἐλέει τὸν ἄξιον ἐλεεῖσθαι ἐλέει τὸν δὲ σκληρὸν καὶ ἀπειθῇ σκληρὸν είναι συγχωρεῖ οὐ γὰρ κρίσεως παρὼν καιρὸς ἀλλὰ πολιτείας καὶ αὐτεξουσιότητος τὸ γὰρ σκληρύνει σκληρὸν είναι συγχωρεῖ νοήσεις
510exa95rRom.9.18Γρη(γοριου) Νυ(σης) ὃν δὲ θέλει σκληρύνει τὸ ἐσκληρῦνθαι παρὰ τοῦ θεοῦ τὸν Αἰγύπτιον τύραννον οὐχ ὡς τὴν ἀντιτυπίαν ἐν τῆι ψυχῆι αὐτοῦ τῆς θείας βουλήσεως ἐν τιθεισης νοητέον ἂλλ ὡς τῆς προαιρέσεως διὰ τῆς πρὸς τὴν κακίαν προσκλίσεως τὸν ἐκμαλάσσοντα τὴν ἀντιτυπίαν λόγον ουδεχομενης
510exb95rRom.9.18του αγι(ο)υ Βασιλ(ιου) ἐσκλήρυνεν ὁ θεὸς τὸν φαραὼ τῆ μακροθυμία καὶ τῆι τῆς τιμωρίας ἀναβολὴ ἐπιτείνων αὐτοῦ τὴν κακίαν ἵνα εἰς τὸν ἔσχατον ὅρον αὐξηθείσης αὐτοῦ τῆς πονηρίας τὸ δίκαιον ἐπ' αὐτω τῆς θείας κρίσεως διαφανῇ
51195rRom.9.18-Rom.9.19 ἐρεῖς οὖν μοι ὡς ἐξ ἀκολουθίας ἴσως ἐρεῖς τι οὖν λοιπὸν παρ' ἡμᾶς εἶτα ἐπιστομίζει τοὺς πάντα θέλοντας μαθεῖν αποιει ὁ θεὸς καὶ τοὺς λόγους αὐτῶν εἰδέναι ὑπὲρ γὰρ ὧν μανθάνεις φησι χάριν ἔχε ὑπὲρ δὲ ὧν ἀγνοεῖς μὴ δυσχεραινε γινώσκων ὅτι κατάλογον πάντα προβαίνει κἂν σὺ τοὺς λόγους ἀγνοῇς καλὸν δὲ τὸ σύ τις εἰ κοινωνός φησιν εἰ τῆς ἀρχῆς αὐτω ἀλλὰ κριτής τις εἰ
511ex95rRom.9.19
51295rRom.9.19-Rom.9.20 μὴ ἐρεῖ τὸ πλάσμα ουτο αὐτεξούσιον ἀναιρῶν λέγει ταῦτα ἄπαγε ἀλλὰ δεικνὺς ὡς πᾶσι τρόποις χρὴ πείθεσθαι τῶι θεῶι κἂν αγνωμεν τοὺς λόγους τῶν γινομένων ὡς ἐν τῶ γε ἀπαιτεῖν τῶν γινομένων εὐθύνας τὸν θεὸν ἡ μὴ ἀπαιτεῖν προσήκει μηδὲν πηλοῦ διαφέρειν
51395rRom.9.20-Rom.9.21 οὐχ ἔχει ἐξουσίαν ἔχει φησιν ἐξουσίαν ὁ θεὸς ἐγεῖρων τοὺς νεκροὺς τοὺς μένειν εἰς δόξαν τοὺς δὲ εἰς αἰσχύνην ἔγειραι κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστῳ βεβιωμένων οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῶι περὶ ἀναστάσεως λόγωι
51495rRom.9.21 ὁ μὲν εἰς τιμήν οὐκ ἐπειδὴ τοὺς μὲν ἀγαθοὺς τοὺς δὲ οὐ τοιούτους ποιεῖ ὁ θεὸς ἄπαγε ἀλλὰ πάντα μὲν τὰ τοῦ θεοῦ χρηστὰ πρὸς πάντας κοινὰ καὶ τό γε ἧκον εἰς αὐτον ἐβούλετο πάντας εὐδοκιμεῖν ἂλλ ὡς πρὸς τὴν ἐξουσίαν ἦν ἔχει ὁ θεὸς ποιεῖν ὁ βούλεται τοῦτο αὐτῶι εἴρηται παντω δὲ καλῶς καὶ πρεπόντως ποιεῖ κἂν ἡμεῖς τοὺς λόγους ἀγνοῶμεν καί φησι ὥσπερ ὁ κεραμεὺς ὁ θέλει ποιεῖ καὶ ὁ πηλὸς οὐδὲν ἀντιλέγει ἡ περιεργάζεται οὕτως μὴ δὲ σύ φησι περιεργάζου ἡ ἀγνοῶν δυσχεραινε ἃ ἂν ὁ θεός σε ἀγνοεῖν βούληται καὶ γὰρ ἄγνοια σοι πάντως συμφέρει ἡ γὰρ ἂν ἐδιδάχθης
51595rRom.9.21-Rom.9.22 εἰ δὲ θέλων ὁ θεός μακροθυμίαν ἠθέλησεν ἐνδείξασθαι ἂλλ ἐπειδὴ εἰς ἀπόνοιαν τῆ μακροθυμία τοῦ θεοῦ ἐχρήσατο λοιπὸν ὀργὴν ἐπεδείξατο
515Ph95rRom.9.22Φ(ω)τ(ιου) * τὸ εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τοῦτο ἢ τοῦ πρὸ αὐτοῦ ἐπιχειρήματος ἐστιν ἐξαγγελτικὸν διὰ πλειόνων ἐκεῖνο πλατύνον καὶ ἀπαγγέλλον ἢ ἰδίως πρὸς τοῖς εἰρημένοις ἕτερον εἰσάγει εἰς τὴν αὐτὴν ὑποθεσιν συντελοῦν ἔδει φησὶ γνωρισθῆναι τὴν τιμωρητικὴν δύναμιν τοῦ θεοῦ ἔδει τὴν μακροθυμίαν ἔδει τὴν φιλανθρωπίαν καὶ τὸ ἔλεος καὶ τὴν ἄφατον αὐτοῦ δόξαν καὶ πολλὴν ταῦτα δὲ πόθεν δείκνυται ἐκ τῶν δοκούντων τοῖς πολλοῖς παραλόγων ἐκ τοῦ Φαραὼ ἐκ τοῦ καλέσαι τὸν οὐ λαὸν λαὸν ἐκ τοῦ τὸ κατάλειμμα σωθῆναι καὶ ἐκ τῶν παραπλησίων ὥστε ἐξ ὧν οἱ ἀγνώμονες ἀδικίαν καταψηφίζονται τοῦ θεοῦ οἱ εὐγνώμονες μεγάλα κερδαίνουσιν οὒκ ἄρα ἡ τῶν πραγμάτων φύσις ἔχει τὸ ἄπορον ἂλλ' ἡ τῶν ἀγνωμονούντων τὸ βλάσφημον τὸ εἰ δὲ θέλων καὶ ἑξῆς τῶν πρὸ αὐτοῦ ἤρτηται εἰ θέλων φησὶν ὁ θεὸς ἐνδείξασθαι καὶ ἵνα γνωρίσῃ καὶ ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος καὶ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ σωθῇσεται εἰ ταῦτα ποιεῖ σὺ τὶς εἶ ὁ ἀνταποκρινομενος τῷ θεῷ
515ex95vRom.9.22 ἐνδείξασθαι τὴν ὀργήν οὐκ ὀργῆς πάθει ἥλω θεὸς ἄπαγε ἂλλ ἐπειδὴ ταῦτα ἐποίησεν ἃ ἡμεῖς ὀργιζόμενοι ποιοῦμεν ὀργὴν τὸ πρᾶγμα ἐκ τοῦ ἡμῖν γνωρίμου ἐκάλεσεν
51695vRom.9.22 ἤνεγκεν ἐν πολλῆι τουτέστι πάνυ ἐμακροθύμησεν εἰς μετάνοιαν ἄγων ὡς δὲ οὐκ ἦλθε πρὸς σωφρονισμὸν ἐτιμωρήσατο αὐτον
516Ph95vRom.9.22
51795vRom.9.22 σκεύη ὀργῆς σκεῦος ἦν ὀργῆς ὁ φαραὼ τουτέστιν ἄνθρωπος τὴν τοῦ θεοῦ ἀνάπτων ὀργὴν ἡ τὴν τοῦ θεοῦ ὀργὴν ἐπισπώμενος καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ εἰς ἀπώλειαν κατηρτισμένος τουτέστιν ἀπηρτισμένος καὶ τέλειος πρὸς τὸ δεῖν ἀπολέσθαι τοῦτο δὲ οὐ παρὰ τὸν θεὸν ἀλλὰ παρὰ τὴν οἰκείαν κακίαν
51895vRom.9.22 κατηρτισμένα εἰς ἀπώλειαν τι φησιν ἀλογίαν καταγινώσκεις τοῦ θεοῦ κατὰ ὑποστιγμὴν ἀναγνωστέον
518Pha95vRom.9.22* ἤνεγκεν εἰς ἀπώλειαν ἀπώλειαν νῦν τὴν διαφθοράν φησιν ἤνεγκε δὲ φησὶν ὁ θεὸς εἰς ἀπώλειαν οὐχ ὡς ἔτυχεν ἀλλ' ἐκείνους τοὺς καταρτίσαντας ἑαυτοὺς εἰς σκεύη ὀργῆς ἀλλ' ὅμως οὖν καὶ ἐπὶ τούτων καίτοι τοιούτων ἑαυτοὺς παρασκευασάντων πολλὰ πρότερον μακροθυμήσας οὕτως ἐχρήσατο τῇ κατὰ τὸ δίκαιον τιμωρίᾳ Ἢ μᾶλλον οὕτω νοήσεις ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν ὑπήνεγκε φησὶν ὑπέμεινε καὶ ἐν πολλῇ μακροθυμίᾳ πῶς δὲ ἐν πολλῇ μακροθυμίᾳ ὅτι ἕτοιμα καὶ ἀπηρτισμένα ὄντα εἰς ἀπώλειαν καὶ μόνον οὐ διὰ τὴν ὑπερβολὴν τῆς κακίας πεπληρωμένα ὄντα δικαίας ὀργῆς ὅμως ἔτι ἠνείκετο καὶ διεβάσταζεν ἐπιστροφὴν ἐκδεχομενος τὶ οὖν οὐκ ἀπολλυται ταῦτα παντί που δῆλον κατήρτισε γὰρ ἑαυτὰ εἰς ἀπώλειαν ἀπολλυται δὲ μετὰ τὸ ἀπαρτίσαι ἑαυτὰ μετὰ τὸ εἰς τέλος κακίας ἀναδραμεῖν μετὰ τὸ μηδὲν ἀπὸ τῆς μακροθυμίας ἀπωνασθαι καὶ δείκνυται διὰ τῆς εἰς αὐτοὺς δικαίας τιμωρίας τοῦ θεοῦ καὶ τὸ δυνατὸν αὐτοῦ τοῦτ' ἔστιν ἡ τιμωρητικὴ δύναμις καὶ ἡ ἔνδειξις τῆς ὀργῆς ἧς εἰσιν ἄξιοι τυγχάνειν οἱ τοιοῦτοι
519Ph95vRom.9.22-Rom.9.23 καὶ ἵνα γνωρίσῃ δυσὶ τρόποις σχηματίζεται τόδε τὸ ῥητον ἀπὸ κοινοῦ καὶ ἐλλειπτικῶς ἀπὸ κοινοῦ μὲν γὰρ δεῖ λαβεῖν τὸ ἤνεγκεν ἤνεγκε σκεύη ὀργῆς καὶ ἤνεγκε σκεύη ἐλέους ἐλλειπτικῶς δὲ ὅτι οὐκ εἶπεν εἰς τὶ ἤνεγκεν τὰ σκεύη τοῦ ἐλέους ὥσπερ ἐκεῖ εἶπεν τὰ σκεύη τῆς ὀργῆς ὅτι εἰς ἀπώλειαν ἐξακουστέον οὖν ἐνταῦθα τὸ εἰς σωτηρίαν
518Phb95vRom.9.23τ(ου) αυτ(ου) * τοῖς γὰρ καταφρονοῦσι καὶ ὑπερορῶσι τῆς δυνάμεως τοῦ θεοῦ ἀναγκαῖον καὶ συμφέρον ἦν γνωρίσαι αὐτοῖς διὰ τιμωρίας τὸ δυνατὸν καὶ πανσθενὲς καὶ πανεπίσκοπον αὐτοῦ
51995vRom.9.23 ἐπὶ σκεύη ἐλέους σπερ * φησι εἰς τὰ σκεύη τῆς ὀργῆς τουτέστι τὸν φαραὼ ἤνεγκεν ὀργὴν πολλὰ πρότερον μακροθυμησεν οὕτως καὶ εἰς σκεύη ἐλέους τουτέστιν εἰς ἀξίους τοῦ ελεισθαι ἡμᾶς ἤνεγκε φιλανθρωπίαν τοῦτο γὰρ συνυπακουστέον
52095vRom.9.23 ἃ προητοίμασεν προητοίμασε δὲ ἐπεὶ ἔγνω ἀξίους ἐλέου διὰ τὴν πίστιν τοῦτο δὲ εἰς δόξαν αὐτοῦ συντείνει
519Ph95vRom.9.23Φ(ω)τ(ιου) * προητοίμασεν δὲ ὡς προγνώστης καὶ εἰδὼς ὅτι σπουδαῖοι ἔσονται προητοίμασεν οὖν αὐτὰ τὰ ἄξια ἐλέους σκεύη εἰς δόξαν τοῦτ' ἔστιν εἰς τὸ δοξασθῆναι αὐτὰ καὶ γὰρ ὁ πλοῦτος τῆς δόξης αὐτοῦ ἐγνωρίσθη ἐν ἡμῖν ὅτι τοῖς εἰδώλοις προσανακειμένους καὶ δούλους ὑπάρχοντας παθῶν καὶ ἁμαρτίας οὐ μόνον τούτων ἠλευθέρωσεν ἀλλὰ καὶ διὰ τῆς υἱοθεσίας ἐδοξασεν
52195vRom.9.23-Rom.9.24 ἐξ Ἰουδαίων ὁρᾷς ὅτι οὐ μονομερῶς ὁ θεὸς ἀλλὰ καὶ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν σώζει διὰ τῆς πίστεως τοὺς ἀξίους σωτηρίας
52295vRom.9.24-Rom.9.25 ὡς καὶ ἐν τῶι ὡς Ὡσηὲ λέγει ὅτι δέ φησιν οὐχ ἁπλῶς οὐδ ὡς ἂν εἴποι τις μονομερῶς ἔσωσεν ὁ θεὸς τοὺς ἐξ ἐθνῶν πιστοὺς ἂλλ ἐπειδὴ ἄξιοι ἦσαν σωτηρίας παράγει τὸν προφητον πρὸ τοσούτων χρόνον τοῦτο προαναφωνοῦντα ἰδοὺ γὰρ ὁ θεὸς καὶ λαὸν καὶ ἠγαπημένην ἐκκλησία καὶ υἱοὺς καλεῖ τοὺς ἐξ ἐθνῶν τι δήποτε πάντως διὰ τὴν αὐτῶν εὐγνωμοσύνην καὶ πίστιν
52395vRom.9.25 τὴν οὐκ ἠγαπημένην τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἥτις οὐκ ηγαπη τὸ πρότερον οὐ γὰρ ἐγίνωσκε θεόν
52495vRom.9.25-Rom.9.26 οὐ λαὸς μου ὑμεῖς τὰ γὰρ ἔθνη απηρνει τὸ ὁ θεὸς πάλαι διὰ τὴν δεισιδαιμονίαν
52595vRom.9.26-Rom.9.27 Ἠσαΐας δὴ κράζει οὐδὲν υποστελλεομενος βοᾷ
526Ph95vRom.9.27Φ(ω)τ(ιου) * πρὸς ταῦτα τὰ ἀνεξιχνίαστα κρίματα αὐτοῦ σὺ τὶς εἶ ὁ ἀνταποκρινομενος τῷ θεῷ κατὰ κοινοῦ γὰρ τοῦτο ἀκουστέον ἢ κατ' ἔλλειψιν εκλεπτεον οἷον εἰ θέλων ὁ θεὸς ἐνδείξασθαι εἰ τάδε καὶ τάδε ἐποίησεν καὶ πάντα ἐπὶ συμφέροντι καὶ σοφῶς πῶς σὺ τολμᾷς εὐθύνας ἀπαιτεῖν τῶν τοιούτων πανσόφων καὶ ἀκαταλήπτων ἔργων
52696rRom.9.27 τὸ κατάλειμμα σωθήσεται οὐ πάντες φησιν ἀλλὰ μέρος ἐξ αὐτῶν τοῦτο γὰρ τὸ κατάλειμμα
52796rRom.9.27-Rom.9.28 λόγον γὰρ συντελῶν τὸ συντελῶν δηλοῖ ὅτι πέρας ἔχουσι πάντες λόγοι πίστεως καὶ γνώσεως θεοῦ καὶ οὐκ ἔσται ἕτερος μετὰ τοῦτον τόν νυν κηρυσσόμεον καθώσπερ ἦν τὰ Ἰουδαίων καὶ μετεπέσεν εἰς τά νυν ἂλλ επισυντελειαι πάσης πίστεως καὶ παντὸς λόγου δέδοται ὅ νυν τῆς πίστεως λόγος
527Ph96rRom.9.28Φ(ω)τ(ιου) * ὁ μὲν Μωσαϊκὸς νόμος ἐδοθη προδιατυποῦντος θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος τὸν δὲ εὐαγγελικὸν δίδωσι συντελῶν καὶ συντέμνων τοῦτ' ἔστιν ἀπαρτίζων ἅπαντα καὶ εἰς τέλος ἄριστον ἄγων μηδεμίαν ἑτέραν δυνάμενον ἐπανορθωσιν ἢ τελείωσιν δέξασθαι τοῦ λόγον γὰρ συντελῶν καὶ συντέμνων τίνος ἕνεκα ἐμνήσθη ὥσπερ αἰτίαν τινος τῶν προειρημένων ἀποδιδοὺς τοῦτο συνῆψε καὶ λέγομεν ὅτι λίαν αὐτο ἁρμοζοντως καὶ προφυῶς̀ διὰ πολλὰς αἰτίας ἐπισυνῆψεν πρῶτον μὲν γὰρ ἐπειδὴ εἶπεν ὅτι καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ ἑξῆς ἵνα μή τις εἴπῃ καὶ τὶ τοῦτο ὥσπερ γὰρ ἐγένοντο ἐκ λαοῦ τινες οὐ λαὸς οὕτω κἂν ἐξ οὐ λαοῦ λαὸς γένωνται οὐδὲν κωλύει καὶ τούτους πάλιν γενέσθαι οὐ λαὸν οὐχ οὕτως φησὶν λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐκεῖνα μὲν γὰρ μετέπιπτε καὶ μετετίθετο ἐπὶ τὸ κρεῖττον πάντων ὀφειλοντων μεταρρυθμίζεσθαι νῦν δὲ οὐκέτι ὅτι τετελειωμένη ἐστὶν ἡ νῦν κλῆσις καὶ ἡ πνευματικὴ νομοθεσία καὶ ἡ ὑποσχεσις διὰ τοῦτο μὲν ἐμνήσθη τοὺ λόγον γὰρ συντελῶν δεύτερον δὲ ἐπειδὴ εἶπεν ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης καὶ ἑξῆς ἵνα μὴ εἴπωσιν ὅτι πολλάκις ἐπαγγελιῶν πολλῶν ἀκούσαντες ἢ οὐδ' ὅλως ἐτύχομεν ἢ μετὰ μακρὸν καὶ πολὺν χρόνον καὶ γὰρ καὶ πολλῶν ἐξέπιπτον διὰ τὴν ἀχαριστίαν καὶ ἀγνωμοσύνην αὐτῶν ἵνα οὖν μὴ οὕτω λέγωσιν οἱ Ἰουδαῖοι οὐχ οὕτω δὲ καὶ νῦν φησὶν ἀλλ' ἐὰν μόνον βούλησθε τετελειωμένη καὶ σύντομος ἐπὶ χεῖρας ὑμῶν ἐστιν ἡ σωτηρία καὶ ταῦτα μὲν ὅτι λίαν ἡρμοσμένως ἐπισυνῆψεν Ἔχει δὲ καὶ ἰδίαν διδασκαλίαν τοιοῦτον γὰρ τὸ ἰδίωμα τοῦ θεσπεσίου καὶ συνάπτει καὶ ἀλληλουχεῖ τὰ ἐφεξῆς λεγόμενα τοῖς προειρημένοις καὶ ἰδίαν πάλιν ἔννοιαν καὶ διδασκαλίαν δι' αὐτῶν πηγάζει γονιμώτατος γὰρ ὢν τοῖς νοήμασι βραχυτάτοις ῥήμασι πολλὰς καὶ ποικίλας διανοίας περιλαμβάνει καὶ νῦν οὖν φησιν μὴ νομίζετε ὦ Ἰουδαῖοι ὅτι ἡ εὐαγγελικὴ νομοθεσία ὥσπερ ἡ Μωϋσαϊκὴ παυθήσεται ἐκείνη τύπος ἦν πρὸς ἄλλην ἔβλεπεν τελειότητα καλῶς οὖν ἐπαύθη ἡ δὲ δεσποτικὴ νομοθεσία τετελειωμένη ἐστὶν πρὸς ταύτην ἔβλεπεν ἡ Μωϋσαϊκὴ ταύτης ἦν τύπος ἐν αὐτῇ γὰρ ἐστιν ἡ ἀληθινὴ καὶ τελεία δικαίωσις ἡμῶν καὶ σωτηρία καὶ μετ' αὐτὴν οὐκ ἔστιν ἑτέρα δι' ὃ εἰκοτως ἐκείνη μὲν πέπαυται καὶ ἔτι τελείως παυθήσεται αὕτη δὲ διὰ παντὸς ἔσται ταῦτα δὲ δηλονότι φησὶ προτρέπων εἰς τὴν εἰς Χριστὸν πίστιν καὶ τὴν πολιτείαν τὴν κατὰ τὸ εὐαγγέλιον
52896rRom.9.28 ὅτι λόγον συντετμημένον ἔδωκέ φησιν ὁ δὲ συντετμημένος καὶ συντετελεσμένος λόγος ὁ τῆς πίστεὼς ἐστιν
52996rRom.9.28* ἄλλως τὴν πίστιν λέγει εὰν γάρ φησιν εἴπῃς ἐν τῶι στόματι σου κύριον Ιησον καὶ πιστεύσῃς ἐν τῆι καρδίαι σου ὅτι ὁ θεὸς αὐτον ἤγειρεν ἐκ νεκρῶν σωθήσηι ὁρᾷς τὴν συντομίαν
53096rRom.9.28-Rom.9.29 Σαβαώθ δυνάμεων στρατιῶν
531Ph96rRom.9.29Φ(ω)τ(ιου) ἐγκατέλιπεν ἡμῖν ∆ιὰ τούτων δεδίττεται καὶ ἐπιτιμᾷ αὐτοῖς ὡς εἰ μὴ πάντως τινὲς ὑμῶν πιστεύσουσι τῷ Χριστῷ Σοδόμων καὶ Γομόρρας οὐδὲν ἂν διενηνοχότες εἴητε εἰ καὶ ἐπὶ τῇ συγγενείᾳ τοῦ Ἀβραὰμ ἐναβρύνεσθε ἢ μᾶλλον πρὸς τὸ ποιήσει τὸν συντετμημένον λόγον ἐκληπτέον τὴν προφητικὴν ῥῆσιν οἷον εἰ μὴ ἐποίησεν τοῦτο ὁ κύριος καὶ ἔδωκεν ἡμῖν τὸν τέλειον τοῦ εὐαγγελίου νόμον διὰ τοῦ υἱοῦ αὐτοῦ εἰς δικαίωσιν καὶ σωτηρίαν ἡμῶν πάντες ἂν ὡς Σόδομα ἐγενήθημεν καὶ ἑξῆς τὸ γὰρ σπέρμα τὸν εὐαγγελικὸν νόμον σημαίνει ὡς καὶ ὁ κύριος φησιν ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸ δὲ ἐγκατέλιπεν ὅτι οὐ μόνον φησὶν ἔσπειρεν ἀλλ' οὐδ' εἴασεν αὐτα ἀναρπασθῆναι ὑπὸ τῶν πετεινῶν ἢ διαφθαρῆναι ὑπο ἑτέρων τινῶν ἀγρίων καὶ ἀκαθάρτων πνευμάτων ἢ λογισμῶν ἀλλὰ καὶ ἔσπειρε καὶ διετήρησεν ὥστε ἐγκαταλειφθῆναι ἡμῖν καὶ εἰς γεώργιον καὶ καρπὸν προελθεῖν δύναιο δ' ἂν καὶ σπέρμα τοὺς ἀποστολους ἐκλαβεῖν οἳ ἐκ πάντων τῶν Ἰουδαίων δίκην σπέρματος ἀφαιρεθέντες τῇ οἰκουμένῃ ἐγκατελείφθησαν καὶ τὰ ἔθνη πάντα τῇ ἐκκλησίᾳ Χριστοῦ ἐγεώργησαν καὶ γὰρ ἐν τῷ Εὐαγγελίῳ ἡ τῆς ζύμης παραβολὴ καὶ αὐτοῖς ἐφαρμοζουσα τοῖς πατράσιν ἡμῶν οὐκ ὀλίγοις παρείληπται ὅσον οὖν φησὶν εἰς τὴν Ἰουδαίων ἧκεν ἀπιστίαν ὡς Γόμορρα καὶ Σόδομα ἂν ἐγενήθημεν ἀλλὰ τὸ ἀπὸ κυρίου Σαβαὼθ ἐγκαταλειφθὲν ἡμῖν σπέρμα οἱ ἀποστολοι καὶ τὰ ἔθνη καρποφορήσαντες καὶ πολύχουν τὸ γεώργιον δείξαντες τὰς εἰς τὸν Ἀβραὰμ γεγενημένας ἐπαγγελίας ἐπ' αὐτῶν ἀνθούσας καὶ τελειουμένας τῶν πραγμάτων δεικνουσιν
53196vRom.9.29 ἐγκατέλιπεν ἡμῖν διά τε τὴν αὐτοῦ χάριν καὶ διὰ τὴν τῶν καταλειφθέντων εὐγνωμοσύνην
53296vRom.9.29-Rom.9.30 τι οὖν ἐροῦμεν ὅτι ἔθνη ἰδοὺ ἡ πᾶσα λύσις τινος ἕνεκεν οἱ πιστοὶ ἐσώθησαν οἱ δὲ ἐναπομείναντες τῶι Ἰουδαϊσμῶι οὐκέτι
533Ph96vRom.9.30Φ(ω)τ(ιου) * ἀπαιτεῖς λόγους διὰ τὶ εἰς σπέρμα Ἀβραὰμ οἱ οὐκ ἐκ περιτομῆς λογίζονται φησὶν διὰ τὶ ὁ οὐ λαὸς ἐγένετο λαὸς καὶ οἱ ἐκ περιτομῆς ἐκβάλλονται εἶπον μὲν πολλὰ ὅτι οὐδ' ὅλως σε χρὴ ταῦτα λογοθετεῖν ὅτι καὶ παρὰ σοὶ τῷ Ἰουδαίῳ πολλὰ γέγονεν ὧν ἀγνοεῖς τοὺς λόγους ὁ Ἰακὼβ πρὸ τοῦ τι διαπράξασθαι προτιμηθεὶς τοῦ Ἡσαῦ οἱ τῶν μοσχοποιησάντων καταδικασθέντες θανάτῳ καίτοι πάντων εἰς τὴν δυσσέβειαν κατενεχθέντων ὁ Φαραὼ μυρία ἄλλα νῦν δέ σοι καὶ τοῦτο προστίθημι ὅτι διὰ τοῦτο οἱ ἐξ ἐθνῶν εἰς σπέρμα Ἀβραὰμ ἐλογίσθησαν σὺ δὲ οὐκέτι καὶ ὅτι οἱ μὲν ἐδικαιώθησαν σὺ δὲ οὐκέτι διότι ἐκεῖνοι ἐκ πίστεως κατέλαβον τὴν δικαίωσιν καὶ τὴν σωτηρίαν τὴν ἐκ πίστεως σὺ δὲ φυσιούμενος δικαιωθῆναι διὰ τῶν τοῦ νόμου ἔργων καὶ τὴν διὰ πίστεως δικαίωσιν ὑπερορῶν εἰκοτως καὶ τοῦ διὰ πίστεως δικαιωθέντος Ἀβραὰμ ἀλλοτριος ὤφθης τοῦ σπέρματος καὶ ἀντὶ λαοῦ γέγονας οὐ λαὸς καὶ τῆς τῶν πιστῶν σωτηρίας ἐξέπεσε
531ex96vRom.9.30
53396vRom.9.30 τὰ μὴ διώκοντα τὸ γὰρ ξένον ὅτι μὴ διώκοντα κατέλαβεν οἶδε Ἰουδαῖοι διώκοντες οὐ κατέλαβεν
53496vRom.9.30 δικαιοσύνην δὴ τὴν ἐκ πίστεως αὕτη γὰρ ἡ ἀληθῶς δικαιοσύνη ὡς ἡ γε τοῦ νόμου ψευδής
53596vRom.9.30-Rom.9.31 εἰς νόμον δικαιοσύνης τουτέστι τὴν ἐκ νόμου δικαιοσύνην
53696vRom.9.31 οὐκ ἔφθασεν οὔτε γὰρ τὰ ἐν τῶι νόμωι ἐφύλαξεν
53796vRom.9.31-Rom.9.32 ὅτι οὐκ ἐκ πίστεως ἠθέλησε φησι διξαιωθηναι τι οὖν αἴτιον τοῦ μὴ φθάσαι δικαιοσύνην ὅτι ἐξ ἔργων ἐζήτησὲ δικαιωθῆναί τις δὲ ἐξ ἔργων νόμον δικαιοῦται ἄνθρωπος ὧν
53896vRom.9.32 προσέκοψαν γάρ ἀντὶ τοῦ ἠπίστησάν πως δέ τις προσκόπτει ἐὰν ἔξω προσέχηι καὶ οὗτοι οὖν τῶι νόμωι προσέχοντες προσέκοψαν
53996vRom.9.32 τῶι λίθωι τοῦ προσκόμματος προσκόμματος λίθον καὶ πέτραν σκανδάλου τὸν κύριον καλεῖ ἐκ τῶν εἰς αὐτον προσκοψαν τῶν καὶ σκανδαλισθέντων τὸ ὄνομα ἐπιθείς
539ex96vRom.9.32Θ(εο)δω(ρητου) * προσπταίειν εἰώθασιν οἱ ἑτέρωσε τὴν διάνοιαν ἔχοντες καὶ τὴν ὁδὸν προσκοπεῖν οὐ θέλοντες τοῦτο πεπόνθασιν Ἰουδαῖοι περὶ γὰρ δὴ τὰ περιττὰ τοῦ νόμου κεχηνότες τὸν ὑπο τῶν προφητῶν προαγορευθέντα λίθον ἰδεῖν οὐκ ἠθέλησαν
54096vRom.9.32-Rom.9.33 καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτῶι ὁρᾷς ὅτι οὐ μονομερὴς ὁ θεὸς ἀλλὰ πᾶς ὁ πιστεύων εἰς αὐτον σωθήσεται τοῖς μὲν γὰρ ἀπίστοις ἐναντίως ἤπερ ἔχει φύσεως γίνεται τοῖς δὲ πιστοῖς κατὰ φύσιν
541Ph96vRom.9.33-Rom.10.1 ἀδελφοί Ἐπειδὴ καθήψατο τῶν Ἰουδαίων μέλλει δὲ καὶ ἔτι διὰ τοῦ ἀδελφοὶ καὶ τῶν ἄλλων καταλεαίνει αὐτοὺς καὶ εἰς νουθεσίαν λεληθότος προκαταρτίζει ἵνα μὴ ὀργισθέντες ὅλως ἀνήκοοι γένωνται
54196vRom.10.1 ἡ μὲν εὐδοκία ἡ σφόδρα ἐπιθυμία
54296vRom.10.1 τῆς ἐμῆς καρδίας μελλωντων Ἰουδαίων καθάπτεσθαι προεισφέρει εὔνοιαν τοῦ λόγου ἵνα μὴ δόξῃ μισοῦντος είναι ἀλλὰ κηδομένου τὰ ῥήματα τῆς ἐπιτιμήσεως φησι δι' ὅτι καὶ σφόδρα ἐπιθυμῶ καὶ δέομαι αὐτοὺς σωθῆναι
542Ph96vRom.10.1 ὑπὲρ τοῦ Ἰσραὴλ ἐστι οὐχ ἁπλῶς ὑπὲρ αὐτῶν αἰτοῦμαι ἀλλ' εἰς σωτηρίαν ἵνα πιστεύσαντες Χριστῷ σωθῶσι φησιν
54396vRom.10.1-Rom.10.2 μαρτυρῶ γὰρ αὐτοῖς δοκεῖ χαρίζεσθαὶ αὐτοῖς μαρτυρῶ φησιν αὐτοῖς ὅτι οὐ διὰ ἄνθρωπὸν εἰσιν ἀπεσχισμένοι Χριστοῦ ἀλλὰ διὰ ζῆλον δῆθεν θεοῦ τοῦτο δὲ κατὰ ἄγνοιαν πράττουσι νομίζοντες γὰρ τὸν νόμον είναι καλὸν ἀπιστοῦσι τῶι σώζειν δυναμένωι Χριστῶι
54496vRom.10.2 ἂλλ οὐ κατ' ἐπίγνωσιν ζῆλον φησιν ἔχουσιν ἂλλ οὐχ ἵνα ἐπιγνῶσι τὸ ὄντως καλὸν ὃ ἐστιν ὁ Χριστὸς εἰ γὰρ τοιοῦτον ἔσχον ζῆλον ἐπέγνωσαν ἄν
54596vRom.10.2-Rom.10.3 ἀγνοοῦντες γάρ ῥῆμα συγγνώμης
54696vRom.10.3 τὴν τοῦ θεοῦ δικαιοσύνην δικαιοσύνην θεοῦ καλεῖ τὴν εἰς Χριστὸν πίστιν διὰ τὸ χάριτος δεῖσθαι θεοῦ
54796vRom.10.3 καὶ τὴν ἰδίαν ἰδίαν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου λέγει ἡ διὰ τὸ μηκέτι ἰσχύειν ἡ διὰ τὸ δεῖσθαι πόνων καὶ ἱδρώτων
547Ph96vRom.10.3Φ(ω)τ(ιου) ζητοῦντες στῆσαι φιλονεικοῦντες κυρῶσαι τὴν ἰδίαν δικαιοσύνην
54897rRom.10.3 τῆι δικαιοσύνηι τοῦ θεοῦ δῆλον ὅτι οὐδε τὴν ἐν νόμωι ἐπλήρωσεν ζητοῦσι γὰρ στῆσαι οὐκοῦν οὐκ ἔστησαν
54997rRom.10.3 οὐχ υπετεγησαν οἷον πειθήνιον οὐχ ὑπέθηκαν αὐχένα
55097rRom.10.3-Rom.10.4 τέλος γὰρ νόμου Χριστoς εἰς ἐν τῶι θ βιβλίωι κατὰ Ἰουλιανοῦ οὕτως κεῖται ὅτι τὸ τέλος καὶ οἷον ἀναίρεσις τοῦ νόμου καὶ πλήρωσις ὁ Χριστός
550Ph97rRom.10.4Φ(ω)τ(ιου) * Πῶς τέλος νόμου Χριστὸς ὅτι ἐδικαίωσεν καὶ ἅπερ ἐκεῖνος ἠθέλησε μὲν ποιῆσαι οὐκ ἴσχυσε δὲ ταῦτα ὁ Χριστὸς ἐλθὼν ἀπήρτισε καὶ ἐτελείωσεν εἰς τοὺς αὐτῷ πιστεύσαντας
55197rRom.10.4* ἐπειδὴ ὅλως καὶ τὴν ἐκ νόμου δικαιοσύνην ἐκάλεσεν ἵνα μὴ νομίσωσιν ὅτι δύναται δικαιῶσαι ὁ νόμος φησι τέλος είναι καὶ πλήρωμα τοῦ νόμου τὸν Χριστὸν τὸ γὰρ τέλειον ὁ νόμος ἐν τῆι εἰς Χριστὸν πίστει ἔχει οὖν πιστεύων φησι Χριστῶι πληροῖ τὸν νόμον
55297rRom.10.4 εἰς δικαιοσύνην παντί εἰς τὸ δικαιουντον ὄντως τελειωτὴν τοῦ νόμου τουτέστι τὸν πιστόν
55397rRom.10.4-Rom.10.5 Μωϋσῆς γὰρ γράφει ὁρᾷς τῆς ἐν νόμωι δικαιοσύνης
55497rRom.10.5 ὅτι ὁ ποιήσας αυτά οὐκοῦν οὐκ ενισωθηναι τὸν μὴ πληρουντα τὰ ἐν αὐτῶι ἐπεὶ οὖν οὐδεὶς ἀνθρώπων ἐπλήρωσεν ἐξέπεσεν ἡ διὰ νόμου δικαιοσύνη καὶ ἀπρακτεῖ
55597rRom.10.5-Rom.10.6 ἡ δὲ ἐκ πίστεως εἰρηκὼς τὴν ἐκ νόμου δικαιοσύνην λέγει καὶ τὴν ἐκ πίστεως καὶ δείκνυσιν οὐχ οὕτως οὖσαν ἐπίπονον τοι γαρουν ταύτην μέν τινες ἔφθασαν ἐκείνην δὲ οὐδείς
55697rRom.10.6 μὴ εἴπῃς ἐν τῆι καρδίαι ἵνα μὴ νομισθῇ ἡ πίστις εὐκατόρθωτος καὶ εὐκαταφρόνητος διὰ τοῦτο δείκνυσι καὶ αὐτὴν πόνου δεομένην καὶ πρὸς τοὺς ἀφανεῖς λογισμοὺς ἔχουσαν τὴν πάλην μὴ εἴπῃς γὰρ μὴ δὲ ἐν καρδίαι τουτέστι μηδὲ ἐνθυμηθῇς ἀλλὰ πάντα λογισμὸν ἔκβαλε ἔξω
55797rRom.10.6-Rom.10.8 ἐγγὺς σου τὸ ῥῆμα σύντομος μὲν ἡ σωτηρία καὶ οὐ δεομένη τῶν ἔξωθεν κόπων ἐν γὰρ τῆι διανοίαι καὶ τῆι γλώσσηι κεῖται πλὴν στεῤῥᾶς δεῖται καὶ νοῦν εχους ψυχῆς
55897rRom.10.8-Rom.10.9 ὅτι εὰν ὁμολογήσῃς ἔδειξέ πως ἐν καρδίαι οἷον ἐν λογισμῶι καὶ γλώσσηι κεῖται ἡ σωτηρία
55997rRom.10.9 oτι ὁ θεὸς αὐτον ἤγειρεν ροπον * λέγει δι' ουτις ἐναχθείη πρὸς τὴν πίστιν ἐννόησον γάρ φησι τὸ δυνατὸν τοῦ ἐγείραντος καὶ οὐ δυσχερανεῖς πρὸς τὴν πίστιν
56097rRom.10.9-Rom.10.10 καρδία γὰρ πιστεύεται καρδία μὲν γάρ φησι πιστευόμενος ὁ Χριστὸς δίκαιοι στόματι δὲ ὁμολογούμενος σώζει
560ex97rRom.10.10
56197rRom.10.10-Rom.10.11 λέγει γὰρ ἡ γράφε τὴν μαρτυρίαν ἤγαγεν ἵνα δείξῃ μὴ οὖσαν ἐν τῆι πίστει διαφορὰν Ἰουδαίου καὶ ἐθνικοῦ πᾶς γάρ φησιν ὁ πιστεύων
56297rRom.10.11-Rom.10.12 οὐ γὰρ ἐστι διαστολή τὸ πᾶσι κοινὸν τῆς χάριτος ἀνακηρύττει καὶ ὅπερ ἐποίησεν ἄνω πολλοῖς λόγοις θέλων καταγαγεῖν τὸ φύσημα τῶν Ἰουδαίων νυν διὰ βραχέων ποιεῖ ὅτι οὐκ ἑνὶ μέσον Ἰουδαίου καὶ ἐθνικοῦ
56397rRom.10.12 ὁ γὰρ αὐτος κύριος ἄνω περὶ τοῦ πατρὸς ἔλεγεν ἡ Ἰουδαίων ὁ θεὸς μόνον οὐχὶ δὲ καὶ ἐθνῶν νυν δὲ τὸ αὐτο περὶ τοῦ υἱοῦ λέγει οὕτως οὐκ οἶδε διαφορὰν τῆς ἁγίας τριάδος
56497rRom.10.12 πλουτῶν εἰς πάντας δείκνυσι τὸν Χριστὸν σφόδρα ἐφιέμενον τῆς ἡμετέρας σωτηρίας ὅπου γε πλοῦτον ἴδιον ἡγεῖται τὸ πολλοὺς πιστεῦσαι καὶ σωθῆναι τοῦτο δὲ ποιεῖ παιδεύων αὐτοὺς μὴ ἀπογνῶναι ἑαυτῶν ὁ γὰρ πλοῦτον φησιν οἰκεῖον ἡγούμενος τὸ σώζειν οὐκ ἄν ποτε ὀκνήσηι ἡ ἀναβάληται σῶσαι
56597rRom.10.12-Rom.10.13 πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται εἶπας οὐδὲν πλέον ἔχουσιν Ἰουδαῖοι τῶν ἐθνῶν μάρτυς δὲ ὁ Ἰωήλ
56697rRom.10.13-Rom.10.14 πως οὖν ἐπικαλέσονται εἶπεν πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται πως τοιγαροῦν ἔσται αὐτοῖς ἐπιτυχεῖν τῶν τοῦ προφήτου ῥημάτων ἀνθρώποις πιστεῦσαι μὴ θελήσασιν ἑαυτοὺς τοιγαροῦν μεμφέσθωσαν ἀποκλείουσι τὴν σωτηρίαν αναφ ἑαυτῶν
566Ph97rRom.10.14Φ(ω)τ(ιου) * Λίαν ἐνταῦθα συμπεπλεγμένας ἐννοίας συνείρει καὶ θαυμασίως προσάγει πλοῦτον ἡγεῖται φησὶν ὁ Χριστὸς τὸ πιστεῦσαι καὶ σωθῆναί σε ὥστε τὸ ἀπο γε τοῦ Χριστοῦ ἅπαν γέγονεν θέλεις οὖν σωθῆναι ἐπικάλεσαι τὸν Χριστὸν ἀλλὰ θέλεις ἐπικαλέσασθαι πιστεῦσαι δεῖ πρωτερον θέλεις δὲ πιστεῦσαι ἀκοῦσαί σε δεῖ πρότερον τοῦ κηρύγματος ἀλλὰ τὸν κηρύσσοντα ζητεῖς ἰδοὺ ἐγὼ βοῶ ἀλλ' ἀγνοεῖς εἰ ἀπέσταλμαι κηρύσσειν προφητεία ἐστὶν ἄνωθεν τοῦτο κηρύσσουσα ὅτι οὐ μόνον κηρύξουσι καὶ εὐαγγελίσονται τὴν σωτηρίαν καὶ εἰρήνην ἀλλ' ὅτι καὶ μεγάλα καὶ ὑπερφυῆ ἐξανύσουσιν ὡς ὡραῖοι γὰρ οἱ πόδες τῶν ἐπὶ τὸ κήρυγμα τρεχόντων φησὶ τῶν τὸ εὐαγγέλιον καταγγελλοντων ὥστε οὐδεμία πρόφασις ὑμῖν τοῦ μὴ σωθῆναι
56797rRom.10.14 πως δὲ πιστεύσουσιν κατὰ τὸ ἀκολουθον γὰρ καὶ τοῦτο συμβαίνει ἐπειδὴ γὰρ τῶν αὐτοῦ λόγων ἀκοῦσαι οὐκ ἠβουλήθησαν εἰκοτως οὐδε ἐπίστευσαν
56897rRom.10.14 χωρὶς κηρύσσοντος τοιγαροῦν ἰδού φησι κηρύσσων καὶ προσῆκον ὑμᾶς ἀνασχέσθαι τῶν λόγων καὶ τῶν ἐλέγχων
56997rRom.10.14-Rom.10.15 εὰν μὴ ἀποσταλῶσι δείκνυσιν ὅτι οὐκ ἐξ οἰκείας αυθεντειας ἦλθεν εἰς τὸ κηρύξαι αὐτοῖς ἂλλ ἀποσταλεὶς παρὰ Χριστοῦ τοῦτω ἑαυτὸν αξοπιστον ποιῶν
57097rRom.10.15 καθὼς γέγραπται οὐ μόνον φησιν ὅτι ἀπέσταλμαι ἀλλὰ καὶ πάλαι τὸ δεῖν ἀποστολὴν γενέσθαι προείρητο ἀξιοπιστος οὖν κατ' ἄμφω ἐκ τε τῆς ἀποστολῆς ἐκ τε τοῦ προωρίσθαι τὴν ἀποστολήν
57197vRom.10.15 ὡς ὡραῖοι οἱ πόδες αὐτῶν ἐνεκωμιάσθησαν διὰ τὸν τοῦ κηρύγματος τρόπον
57297vRom.10.15* εἰ τοίνυν ἄλλως οὐκ ἦν πιστεῦσαι δίχα τοῦ ἀκοῦσαι καὶ δίχα τοῦ κηρύξαι κεκήρυκται δὲ καὶ ἤκουσαν εὔδηλον ὡς ὁ θεὸς μὲν οὐδὲν ἐλλέλοιπεν οἱ δὲ μὴ πιστεύσαντες ἑαυτοῖς μεμφέσθωσαν
57397vRom.10.15-Rom.10.16 ἂλλ οὐ πάντες ὑπήκουσαν ἐπειδὴ τοῦτο αὐτῶι ἀντέκειτο ὅτι εἰ ἀπὸ θεοῦ ἀπεστάλητε διά τι μὴ πάντες ὑπήκουσαν τῶι εὐαγγελίωι φησιν ὅτι καὶ τοῦτο πρὸ πολλοῦ ἐλέχθη διὰ γὰρ τὸ είναι ἡμᾶς αὐτεξιουσίους οὐδένα πρὸς βίαν ἄγει ὁ θεός
57497vRom.10.16 κύριε τις ἐπίστευσε εἰ τοῦτό σε φησι σκανδαλίζει τὸ μὴ πάντας ὑπακοῦσαι αυτοσε τοῦτο πιστεῦσαι πεισάτω ἐπειδὴ προελέχθη ὡς οὐ πάντες πιστεύσουσι
57597vRom.10.16-Rom.10.17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς ἐπειδὴ ἀεὶ Ἰουδαῖοι σημεῖα ἐπεζήτουν πρόφασιν λαβὼν τὸ προφητικὸν ἐντρέπει αὐτοὺς ὡς οὐ χρὴ σημεῖα ἐπιζητεῖν ἡ γὰρ πίστις ὡς ὁρᾶτε ἐξ ἀκοῆς οὐκ ἐκ σημείων γίνεται
57697vRom.10.17 ἡ δὲ ἀκοὴ διὰ ῥήματος ἐπειδὴ ἀκοὴν εἶπεν ἐπάγει διὰ ῥήματος θεοῦ μὴ νομίσῃς εὐτελές τι τὴν ἀκοὴν οὐκ ἐστιν ανθρωπινα ῥήματα λαλούμενα ἀλλὰ θεοῦ
57797vRom.10.17-Rom.10.18 ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν ἐπειδὴ εἶπεν ἡ πίστις ἐξ ἀκοῆς ἂλλ ἐρεῖ τις φησι μὴ οὐκ ἤκουσαν οἱ Ἰουδαῖοι καί φησι ὅλη ἡγῇ ἤκουσαν ὡς μαρτυρεῖ καὶ ὁ προφήτης καὶ οἱ Ἰουδαῖοι παρ' οἷς μάλιστα κεκήρυκται οὐκ εἴχομεν ἀκοῦσαι
57897vRom.10.18-Rom.10.19 μὴ οὐκ ἔγνω Ἰσραήλ ναί φησιν ἐκήρυξαν μὲν πολλοὶ εἰκὸς δὲ τοὺς ἐξ Ἰσραὴλ μὴ γνῶναι τοῦ κηρύγματος τὴν δύναμιν καί πως ἑνὶ τοῦτό φησι ὅτι τὰ μὲν ἔθνη οἷς οὐδὲν προείρητο ἔγνωσαν ὁ δὲ Ἰσραὴλ οὐκ ἔγνω καίτοι προακούσας ἰδοὺ γὰρ αὐτος ονομοθετης φησιν ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει ὡς οὖν τοὺς ἐξ ἐθνῶν ἑωρᾶτε προσερχομένους τῆι πίστει καὶ ἔτι μὴν ἐρχομένους εαυτος δὲ απορριπτεμενους ἔδει ὑμᾶς τὴν αἰτίαν εἰδέναι μᾶλλον δὲ ἑκοντες ἐπελάθεσθε τῶν οὕτω σαφῶν προῤῤήσεων
57997vRom.10.19 πρῶτος Μωσῆς λέγει δεύτερος γὰρ εἶπεν Ἠσαΐας
58097vRom.10.19 παραζηλώσω οἷον παρακνισω μεγίστῃ δὲ ἡ τοῦ πράγματος ἰσχὺς πολλάκις γὰρ ὁ παρακλήσει μὴ πεισθεὶς ἐπείσθη τῶι παρακνισμῶι
58197vRom.10.19 ἐπὶ ἔθνει ἀσυνέτωι τι γὰρ εὐτελέστερον ἡ ἀσυνετώτερον εἰδωλολατρῶν
58297vRom.10.19-Rom.10.20 Ἠσαΐας δὲ ἀποτολμᾷ ᾑρήσατο φησι καὶ κινδυνεῦσαι μᾶλλον ἡ συνεσσκιασμεην εἰπεῖν τὴν οἰκονομίαν
58397vRom.10.20 τοῖς ἐμε μὴ ζητοῦσιν τινες δὲ οἱ μὴ ζητοῦντες μὴ δὲ ἐπερωτῶντες οἱ ἐξ ἐθνῶν δηλάδη ὁρᾷς πόσας εἶχον τοῦ γνῶναι ἀφορμὰς ὁρῶντες γὰρ διὰ τῆς πίστεως εὐδοκιμοῦντα τὰ ἔθνη ὤφειλον ἀνανῆψαι ἂλλ ἑκοντες ἐτυφλώθησαν
58497vRom.10.20 τοῖς ἐμε μὴ ἐπερωτῶσιν τῶν ἐθνῶν καθαιρειτο φρόνημα ὅτί φησι τὸ πᾶν χάριτος ἦν ὅμως ἐστι καὶ τῶν ἐθνῶν τὸ γὰρ τὸν εὑρεθέντα καὶ φανέντα μηκέτι εασαια τῆς αὐτῶν ἦν ἀρετῆς
58597vRom.10.20-Rom.10.21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει ὦ κατηγορίας Ἰουδαίων ἵνα γὰρ μὴ λέγωσι διά τι ἡμῖν μὴ γέγονεν ἐμφανὴς τὸ πλέον ἐπ' αὐτῶν γενόμενον ἔδειξεν ὅτι καὶ παρεκάλει καὶ οὐκ ἠκούσθη ὁ κύριος ὅλην δέ φησι τὴν ἡμέραν οἷον τὸν τῆς ένανθρωπησεως καιρὸν ἡ μᾶλλον πάντα τὸν εμπροαθεν ἑξῆς ἐξῆλθεν ἐξ Αἰγύπτου
585Ph97vRom.10.21
58697vRom.10.21 πρὸς λαὸν ἀπειθοῦντα ὁ μὲν θεὸς ἐκάλει καὶ οἷον ἐναγκαλίσασθαι ηβούλετο τι δὲ αὐτοὶ ἠπείθουν καὶ ἀντέλεγον
58797vRom.10.21-Rom.11.1 λέγω οὖν ἄρα οὖν ἐπειδὴ ἠπείθησαν καὶ ἀντεῖπον μὴ ἐν ἀποβολῆι γεγένηνται ὡς μὴ δὲ ἐπιστρέψαι δύνασθαι καὶ διὰ τοῦτο κατηργεῖσθαι τὰς πρὸς Ἀβραὰμ ἐπαγγελίας οὐ μὲν οὖν καὶ γὰρ καὶ λαὸς ἐστιν αὐτοῦ φησι καὶ προέγνω αὐτον τουτέστι πρὸ τῶν ἐθνῶν καὶ ἐγγὺς ὁ ἔλεγχος αὐτος ἐγώ φησιν ὁ κῆρυξ καὶ διδάσκαλος τῶν ἐθνῶν ἰσραηλίτης εἰμι οὐκοῦν οὐκ αποθητε ἂλλ ἑαυτοὺς αποθεισθε
58897vRom.11.1 μὴ ἀπώσατο κατὰ ἐρώτησιν καὶ ἀπαγόρευσιν προάγει τὸν λόγον
58997vRom.11.1-Rom.11.2 οὐκ ἀπώσατο εἰ γὰρ ἀπώσατο οὐκ ἂν ἐξ Ἰουδαίων ἀποστόλους καὶ κήρυκας ἐξελέξατο
59097vRom.11.2 ἡ οὐκ οἴδατε ἐν Ἠλίᾳ τι λέγει ἵνα μὴ λέγωσιν Ἰουδαῖοι εἶτα σὺ εἰ φησιν ὁ ἅπας λαὸς τοῦ Ἰσραὴλ καὶ εἰς σε μέλλουσιν αἱ πρὸς Ἀβραὰμ ἐπαγγελίαι πέρας λαμβάνειν φησι πρὸς τοῦτο ὅτι πολλοὶ εἰσι σεσωσμένοι ἂλλ ὑμεῖς ἀγνοεῖτε καὶ γὰρ ὁ Ἠλίας μόνος ᾤετο ὑπολελεῖφθαι ἂλλ ἤκουσεν είναι καὶ ἄλλους οὕτω καί νυν φησι πολλοὶ εἰσιν οἱ ἐξ Ἰουδαίων πιστοὶ ἂλλ ὑμεῖς ἀγνοοῦντες ἐμε μόνον οἴεσθε
59197vRom.11.2-Rom.11.3 κἀγὼ ὑπελείφθην εἶδε ὁ Ἠλίας ἠγνόει ὅτι μόνος οὐκ ἦν σχολῇ γαν ὑμεῖς εἰδείητε
59297vRom.11.3-Rom.11.4 ὁ χρηματισμός τουτέστιν ὁ λόγος τοῦ θεοῦ
59398rRom.11.4 κατέλιπον ἐμαυτῶι ηλοι * τὸ κατέλιπον ὅτι τῆς τοῦ θεοῦ χάριτος ἦν τὸ πολυμερος
59498rRom.11.4-Rom.11.5 οὕτως οὖν ὥσπερ οὖν τότε φησιν ἐκ παντὸς τοῦ λαοῦ ἑπτακισχίλιοι εὐηρέστουν οὕτω καί νυν ὀλίγοι εὐαρεστοῦσι καὶ αὐτοὶ λογίζονται εἰς σπέρμα τῶι Ἀβραὰμ καὶ οὐκ ἐξέπεσεν ἡ ἐπαγγελία τοῦ θεοῦ
59598rRom.11.5 καὶ ἐν τῶι νυν καιρῶι οὐκοῦν καὶ ἐπὶ τοῦ Ἠλίᾳ χάριτι ἐσώθησαν τοῦτο γὰρ καὶ ὁ Κάϊν δηλοῖ σύνδεσμος καὶ πάλιν ὥσπερ ἐν Ἠλίαι φησιν ὑπόλειμμα ἐστιν εὐαρέστων κατὰ χάριν επιλεγεν τῶν τῶι δὲ εἰπεῖν ἐκλογὴν ἔδειξε καὶ τῶν ἐπιλεγέντων τὴν δοκιμὴν οὐ γὰρ ἂν ἀδόκιμοι ἐπελέγησαν τῶι δὲ εἰπεῖν χάριτι ἔδειξε τὴν τοῦ θεοῦ δωρεάν
596Pha98rRom.11.5-Rom.11.6Φ(ω)τ(ιου) εἰ δὲ χάριτι Εἰ χάριτι ἐκλεγομεθα ῥᾴδιον τὸ προσελθεῖν καὶ πιστεῦσαι Χριστῷ οὐδὲ γὰρ ἔργων δεόμεθα εἰς τὸ προσδραμεῖν αὐτῷ καὶ πιστεῦσαι ἀλλὰ μόνῃ γνώμη καὶ προαίρεσις ἀρκεῖ κατὰ χάριν γὰρ καὶ οὐ δι' ἔργα προσδέχεται ὥστε εἰ χάριτι καλεῖ καὶ προσδέχεται οὐκ ἔχομεν εἰς τοῦτο χρείαν ἔργων ἐπεὶ εἰ χρείαν σχοίημεν ἔργων οὐκέτι μένει χάρις ἡ χάρις διὰ τοῦ ἔργου εἰς ἀντιμισθίαν περιϊσταμένη ὥστε οὐκ ἔστι χάρις ἡ χάρις οὐ μόνον δὲ τοῦτο ἀκολουθήσει τὸ ἄτοπον ἐὰν νομίσωμεν ὅτι δεῖ ἡμῖν ἔργων εἰς τὸ προσελθεῖν καὶ πιστεῦσαι Χριστῷ ἀλλὰ καὶ ἕτερον ὅμοιον εἰ γὰρ ἐξ ἔργων προσιέναι δεῖν ἡμᾶς νομίσομεν δῆλον ὡς ἀνῄρηται ἡ χάρις ἐπεὶ εἰ μὴ ἀνῄρηται οὐκέτι οὐδὲ τὸ ἔργον μένει ἔργον τῆς χάριτος οὐκ ἐώσης ὅλως ἔργον ὑποστῆναι ἀλλὰ προῖκα τὴν ἐκλογὴν ἐπιδεικνυμένης κεχώρισται μὲν γὰρ ἀπ' ἀλλήλων τῇ φύσει χάρις καὶ ἔργον καὶ τῷ μὲν ἔργῳ ἕπεται μισθὸς ἀλλ' οὐ χάρις ἡ δὲ χάρις δίδοται οὐχ ὡς ἀντιμισθία ἀλλὰ δῶρον καὶ φιλοτιμία δῆλον οὖν ὅτι τῆς χάριτος τὴν εὐεργεσίαν παρεχομένης εἴ τις οἴεται διὰ τῶν ἔργων ταύτης ἀπολαύειν ἀναιρεῖ τὴν χάριν τὸ ὅσον γε ἐφ' ἑαυτῷ καὶ οὐ μένει χάρις ἔτι ἡ χάρις πάλιν δὲ οὐδὲ τὰ ἔργα μένει ἔργα τὴν γὰρ οἰκείαν οὐ σώζει φύσιν ἐπεὶ τοῖς ἔργοις μισθὸς ἀλλ' οὐ χάρις ἀκολουθεῖ τῆς χάριτος οὖν χορηγούσης τὴν εὐεργεσίαν κἄν τις δι' ἔργων ταύτης τυχεῖν πειραθείη εἰς μάτην ἔσται ἡ πεῖρα μήτε τῶν ἔργων ἔργων ἔτι δυναμένων διαμεῖναι οὐ γὰρ ἔσται τούτοις μισθὸς τῆς χάριτος προλαβούσης καὶ ματαιοπονοῦντος λαβεῖν δι' ἔργων ὃ προῖκα παρέσχεν ἡ χάρις
596Phb98rRom.11.6αλλ(ως) * εἰ χάριτι φησὶν οὐκέτι ἐξ ἔργων ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων ἀνῄρηται ἡ χάρις χάρις εἶναι πάλιν εἰ ἐξ ἔργων οὐκέτι ἐστὶ χάρις ἐπεὶ εἰ συγχωρηθῇ ἡ χάρις οὐκέτι μένει τὸ ἔργον ἔργον
59698rRom.11.6 οὐκέτι ἐξ ἔργων ἵνα μὴ λέγωσιν ὅτι εἰ καὶ προφῆται προέτρεπον καὶ ὁ θεὸς παρεκάλει καὶ ἡ παραζήλωσις ιηνακη ἦν ἡμᾶς πεῖσαι απητουμεθα δὲ φορτικά τινα καὶ οὐχ ὑπηκούσαμεν διὰ τοῦτό φησιν χάρις ἐστι τὸ πᾶν καὶ οὐ χρεία ἔργων εἰς τὸ πιστεῦσαι οὐ δὲ γὰρ οἱ προσελθόντες διὰ ἔργα προγενόμενα ἀξιόχρεοι πρὸς τὴν κλῆσιν ἔδοξαν ἀλλὰ χάρις θεοῦ ἐστι τὸ πᾶν
59798rRom.11.6 ἐπεὶ τὸ ἔργον ι * γὰρ ἡ χάρις ἔργον ἀπαιτεῖται ἄρα τὸ ἔργον οὐκέτι ἐστιν ἔργον τῆς χάριτος προλαβούσης καὶ γενομένης ἔργον καὶ οἷον ἐξωθησάσης τὸ ἔργον ἐκ τοῦ είναι ἔργον
59898rRom.11.6-Rom.11.7 τι οὖν ὁ ἐπιζητεῖ Ἰσραήλ τοῦτο οὐκ ἐρωτῶντος ἐστιν ἂλλ ἐγκαλοῦντος ἑαυτῷ γάρ φησι μάχεται ὁ Ἰουδαῖος ζητῶν δικαιοσύνην ἦν οὐ βούλεται λαβεῖν τοῦτο γάρ φησιν ὁ Ἰουδαῖος ἐπιζητεῖ οὕτως οὐ βούλεται τυχεῖν τὸ γὰρ οὐκ ἐπέτυχε κατὰ οἰκείαν νοήσεις βούλησιν
59998rRom.11.7 ἡ δὲ ἐκλογὴ ἐπέτυχεν οἷον ἐξ Ἰουδαίων καὶ ἐθνῶν πιστοὶ ἐκλογὴν δὲ εἰπὼν δείκνυσι καὶ τὴν ἐκείνων δοκιμὴν καὶ τὴν τοῦ θεοῦ χάριν τὸ δὲ ἐπέτυχε δηλοῖ τῶν ἀγαθῶν τὸ μέγεθος
60098rRom.11.7 οἱ δὲ λοιποί ὅσοι ἐν απεμειναν τῶι Ἰουδαϊσμῶι λοιπὸν μετὰ τὸν ελκεγχον θαῤῥεῖ πώρωσιν αὐτοῖς ἐγκαλεῖν
60198rRom.11.7-Rom.11.8 ἔδωκεν αὐτοῖς ὁ θεός τὸ ἔδωκε μὴ ἐνέργειαν ἀλλὰ συγχώρησιν νόει οἷον λαβεῖν συνεχώρησεν
60298rRom.11.8 πνεῦμα κατανύξεως τὴν περὶ τὸ χεῖρόν νυν ἕξιν καὶ προσοχὴν τῆς ψυχῆς κατάνυξιν καλεῖ κατανυγηναι γὰρ ἐστι τὸ ἐμπαγῆναί που καὶ προσηλωθῆναι καὶ ἐν καλῶι καὶ ἐν κακῶι νυν μέν τοι τὸ ἀμετάθετον αὐτῶν πρὸς τὸ κακὸν κατάνυξιν ἐκάλεσεν
60398rRom.11.8 ὀφθαλμοὺς τοῦ μὴ βλέπειν εἰπὼν ἐπ' ωρωθησαν φέρει τοῦ Ἠσαΐου τὴν μαρτυρίαν ἵνα μὴ δόξῃ ἐπαχθὴς είναι αἰτίαν δὲ τῆς πωρώσεως λέγει τὴν αὐτῶν γεγενῆσθαι φιλονεικίαν ὀφθαλμοὺς γὰρ ἔχοντες εἰς τὸ ἰδεῖν τὰ θαύματα τοῦ Χριστοῦ καὶ ὦτα εἰς τὸ ἀκοῦσαι τὴν διδασκαλίαν οὐδενὶ τοῦτω εἰς δέον ἐχρήσαντο ἀλλὰ τοὺς μένον ἐκάμμυσαν τὰ δὲ ἀπέφραξαν ὡς τοῦτο σπουδάζοντες τὸ μὴ σωθῆναι
60498vRom.11.8-Rom.11.9 καὶ Δαυὶδ λέγει λοιπὸν τὴν ὑπὲρ τῆς ἀπιστίας ταύτης τιμωρίαν τὸν Δαυὶδ φέρει λέγοντα ἥτις τέλος ἔλαβε καὶ ἐξῆλθε
60598vRom.11.9 ἡ τράπεζα αὐτῶν τὰ ἀγαθὰ αὐτῶν καὶ ἡ τρυφῇ εἰς τὸ ἐναντίον περιέστη
60698vRom.11.9 καὶ εἰς θήραν εἰς σκάνδαλον εὐάλωτοί φησι τοῖς ἐπηρεάζουσι γένωνται
60798vRom.11.9 καὶ εἰς ἀνταπόδομα ἀνταπόδομα εἶπε δηλῶν ὅτι ταῦτα πάσχοντες ἁμαρτιῶν τίνουσι δίκας
60898vRom.11.9-Rom.11.10 σκοτισθήτωσαν οἱ ὀφθαλμοί τὸ αὐθαιρέτως μέλλον παρ' αὐτῶν γίνεσθαι ὡς ἐν κατάρας λέγει μέρει ἐπειδὴ γάρ φησιν οὐκ βουληθσαν τὸν ἥλιον τῆς δικαιοσύνης ἰδεῖν μηδὲ ἴδοιεν
608ex98vRom.11.10 καὶ τὴν νῶτον αὐτῶν τὸ μέλλειν αὐτοὺς ὑπο Ῥωμαίους γίνεσθαι δηλοῖ τὸ δὲ διὰ παντὸς ὡς οὐδε ελέυθερωθειεν ποτε σημαίνει
60998vRom.11.10-Rom.11.11 λέγω οὖν μὴ ἔπταισαν καθαψαμενος αὐτῶν σφοδρῶς πειρᾶται τινα παραμυθίαν αὐτοῖς εὗρε τὰ μὲν γὰρ ἁμαρτήματα φησιν μέγιστα ἄρα δὲ μὴ τοιαῦτα επταισεν ἵνα πεσόντες μὴ δὲ ἀναστῶσιν ἔτι κἂν βοθυληθῶσι Μὴ γένοιτό φησι οἷα γὰρ ἂν επταισεν δεκτὸ εἰσι θεῶι βουληθέντες μόνον πλὴν ὅρα ὅτι καὶ ἐν αὐτῆι τῆι παραμυθία ὑπευθύνους αὐτοὺς ποιεῖ μεγίστων ἁμαρτημάτων
609Ph98vRom.11.11Φ(ω)τ(ιου) * Ἐπειδὴ τῶν προσπταιόντων οἱ μὲν πταίοντες ὑποσκελίζονται μόνον οἱ δὲ καὶ καταπίπτουσιν θέλων τοὺς Ἰουδαίους ἅμα μὲν τῆς πολλῆς ἀθυμίας ὡς προϋβρισμένους ἀπαγαγεῖν ἅμα δὲ καὶ ἐπὶ τὴν πίστιν προτρέψασθαι φησὶν ὅτι τὸ πταῖσμα αὐτῶν οὐχὶ εἰς κατάπτωσιν τελείαν γέγονεν ἀλλὰ μόνον οἷον ὑπεσκελίσθησαν καὶ τοῦτο οὐχ ἁπλῶς ἀλλὰ διά τινα οἰκονομίαν συνεχωρήθη ἵνα ἐν τῷ ἐκείνων παραπτώματι γένηται μὲν ἡ σωτηρία τοῖς ἔθνεσιν γένηται δὲ καὶ αὐτῶν ἐκείνων ἡ ἀνορθωσις παραζηλούντων καὶ μιμουμένων τοὺς ἐξ ἐθνῶν ὥστε τὸ παραπταῖσαι αὐτοὺς τρόπον τινὰ εἰς ἀνορθωσιν αὐτῶν συντελεῖ εἴπερ ἐν τῷ παραπτώματι αὐτῶν ἡ σωτηρία τοῖς ἔθνεσιν ἐν δὲ τῇ σωτηρίᾳ ἡ παραζήλωσις διὰ δὲ τῆς παραζηλώσεως ἡ τῶν πεπτωκότων ἀνορθωσις τοιαύτη γὰρ ἡ τοῦ θεοῦ ἄρρητος καὶ ἀκατάληπτος πρόνοια καὶ οἰκονομία ἐξ ἀπορων πόρους παρέχει καὶ ἐκ τῶν ἐναντίων τὰ χρηστότερα οἱ μὲν γὰρ Ἰουδαῖοι ἔπταισαν ὥστε καὶ πεσεῖν καὶ κεῖσθαι καὶ μήτε ἑαυτοῖς μήτε ἑτέροις χρηστοῦ τινος γενήσεσθαι αἴτιοι ὁ δὲ θεὸς τῷ ἐκείνων παραπτώματι καὶ πρὸς τὴν τῶν ἐθνῶν σωτηρίαν ἀπεχρήσατο καὶ εἰς τὴν αὐτῶν ἐκείνων ἀπὸ τοῦ πτώματος ἐπανορθωσιν ὥστε οὐκ ἔπταισαν ταῦτα τοῦ θεοῦ οἰκονομοῦντος ἵνα πέσωσιν ἀλλ' ἔπταισαν ἵνα διορθώσωνται μᾶλλον δὲ ὡς αὐτος φησιν ἵνα πλοῦτος κόσμου γένηται καὶ πλοῦτος ἐθνῶν καὶ ἐκ τούτου πάλιν τελεία καταλλαγὴ κόσμου καὶ τελεία πάντων ἀναβίωσις οὐ μόνον τῶν προσπταισάντων ἀλλὰ καὶ τῶν μέχρι θανάτου καὶ νεκρώσεως καταπεσόντων καὶ ὅρα ἀρχομενος μὲν πταῖσμα τὴν ἀπείθειαν ἐκάλει τῶν Ἰουδαίων εἶτα παράπτωμα ἐπειδὴ δὲ ἔδειξεν αὐτοῖς ἐὰν βούλωνται μόνον πεισθῆναι τὸ μέγεθος τῶν ἀγαθῶν καὶ ἐπῆρεν αὐτοὺς πλοῦτον ἐθνῶν καλῶν καὶ καταλλαγὴν κόσμου καὶ σάρκα οἰκείαν τότε καὶ τῆς ἀπειθείας τὸ ἄτοπον ἡλίκον ἐστὶν δεικνύει νεκροὺς αὐτοὺς διὰ ταύτης ἀποφαινομενος γενέσθαι ἀλλὰ καὶ τοῦτο λίαν θαυμασίως ποιεῖ καὶ σοφῶς ἐπειδὴ γὰρ τὸ νεκροὺς αὐτοὺς ἁπλῶς ὀνομασθῆναι λίαν ἦν πικρὸν καὶ καταφορικὸν καὶ εἰς ὕβριν μᾶλλον ἢ παραίνεσιν συντελοῦν οὐχ οὕτως αὐτὸ τίθησι ξηρῶς ἀλλὰ μίγνυσιν αὐτὸ καὶ ἐν τάξει ἐπαίνου προάγει λέγων τὶς ἡ πρόσληψις αὐτῶν εἰ μὴ ζωὴ ἐκ νεκρῶν διὰ μὲν τοῦ ζωὴ τὸ εὐφραῖνον τιθεὶς διὰ δὲ τοῦ ἐκ νεκρῶν ὑποσημαίνων ὅτι ἡ ἀπείθεια αὐτῶν νέκρωσις ἦν εἶτα εἰπὼν ὅτι τὸ παράπτωμα αὐτῶν σωτηρία γέγονε τῶν ἐθνῶν ἐφεξῆς ἐκ τοῦ μᾶλλον ἐπιχειρεῖ ὅτι πάντως καὶ αὐτῶν ἔσται σωτηρία προαγαγὼν δὲ τὸ ἐπιχείρημα ἐπειδὴ ὡς ἔθος αὐτῷ πρὸ τοῦ ἀπαρτίσαι τὴν περίοδον περιβολαῖς ἐχρήσατο διὰ τοῦ ὑμῖν γὰρ λέγω καὶ ἑξῆς πάλιν ἐπαναλαμβάνει τὸ ἐπιχείρημα καί φησιν εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς καὶ σημείωσαι ὅτι κατὰ τὸ πλεῖστον ἐν ταῖς ἐπαναλήψεσιν οὐχ οὕτω γυμνῶς καὶ ὡς ἐπεχείρησε πάλιν ἐπαναλαμβάνει ἀλλ' ἢ μετὰ αὐξήσεως ἢ μετὰ τελειοτέρας διὰ καθάρσεως ἢ ἐμφαντικώτερον καὶ ἁπλῶς ἄνευ τινὸς σχηματισμοῦ καὶ διαμορφώσεως σπανιάκις εὕροις αὐτον καίτοι συνεχῶς σχεδόν τι χρώμενον τῇ ἐπαναλήψει κεχρημένον
61099rRom.11.11 λλα (sic!) τῶι αὐτῶν παραπτώματι λον * τὸ χωρίον τοῦτο εἴρηται ὅπως καὶ αὐτοὺς παραμυθήσηται καὶ πείσηι μὴ ἀπογνῶναι καὶ ἵνα τῶν ἐθνῶν κατενέγκῃ τὸ φύσημα καὶ πείσηι μὴ ἀπονοεῖσθαι διὰ τοῦτό φησιν ἐσώθη τὰ ἔθνη ὅτι αὐτοὶ σωθῆναι οὐκ ἦν εσχοντο ὡς εἰ γε ἄξιον ἦν τούτους ἔδει πρώτους σωθῆναι εἶτα τὰ ἔθνη ἐπεὶ οὖν οὗτοί φησιν οὐκ ἠθέλησαν πρωτότυποι γεγόνατε ὑμεῖς ὅθεν καὶ αὐτός φησιν Ἰουδαίωι τε πρῶτον καὶ Ἕλληνι καὶ ὁ κύριος πορεύεσθε μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ καὶ πάλιν ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον ὁρᾷς οὖν ὅτι ἡ ἀπείθεια τῶν Ἰουδαίων χώραν ἔδωκε τοῖς ἔθνεσιν εἰς τὸ γενέσθαι πρωτοτύπους εἰς τὴν πίστιν
61199rRom.11.11 εἰς τὸ παραζηλῶσαι ἵνα ἐπειδὴ ἀφ' ἑαυτῶν πιστεῦσαι οὐκ ἠβουλήθησαν κἂν κατὰ ζῆλον πιστεύσωσιν
61299rRom.11.11-Rom.11.12 εἰ δὲ τὸ παράπτωμα αὐτῶν πρὸς παραμυθίαν αὐτοῖς λαλεῖ καὶ πρὸ τροπην εἰ γάρ φησι τὸ παράπτωμα αὐτῶν καὶ τὸ ἥττημα ἀφορμὴ γέγονεν ἀγαθῶν τοσούτοις πόσῳ μᾶλλων εὰν πάντες σωθῶσι τοῦτο γὰρ δηλοῖ τὸ πλήρωμα πόσοις ἄρα φησι γένωνται πρόφασις σωτηρίας πάντες σωζόμενοι ἐν ταυτῷ δὲ καὶ τὸ μὴ ἀπογνῶναι αὐτοὺς παιδεύει
61399rRom.11.12 πλοῦτος ἐθνῶν τουτέστι γέγονεν
613Ph99rRom.11.12Φ(ω)τ(ιου) πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτοῦ οἷον τὸ συναπαρτισθῆναι καὶ αὐτοὺς τοῖς σωζομένοις εἰ οὖν καὶ τούτων ἐλλειποντων πλοῦτος κόσμου φησὶ γέγονε καὶ πλοῦτος ἐθνῶν πόσῳ μᾶλλον τὸ συναπαρτισθῆναι καὶ αὐτοὺς ἔσται πλοῦτος κόσμου καὶ πλοῦτος ἐθνῶν
61499rRom.11.12-Rom.11.13 ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν ὑπὲρ Ἰουδαίων λέγει τῶ τε μὴ δόξα διὰ μισον ἐκεῖνα ἃ εἶπεν εἰρηκέναι καὶ ἵνα καταστείλῃ τῶν ἐθνῶν τὸ φρόνημα ὑμᾶς φησι τὰ ἔθνη διὰ δύο αἰτίας ἐπαινῶ καὶ δοξάζω πρῶτον ὅτι τὴν διακονίαν ὑμῶν τουτέστι τὸ κήρυγμα ἐγκεχείρισμαι καὶ ἀνάγκην ἔχω ἐπαινεῖν καὶ δοξάζειν ὑμᾶς ὡς ἐμοὺς μαθητὰς ἔπειτα ἵνα καὶ τῶν Ἰουδαίων τινας οὓς καὶ σῶμα ἴδιον καλεῖ παρακνισθέντας ἐκ τῶν περὶ ὑμῶν ἐπαίνων σώσω λαμπρύνει δὲ κατὰ τοῦτο τὰ ἔθνη ὡς αἰτία γενόμενα σωτηρίας Ἰουδαίοις οἱ μὲν γὰρ ἐξ ἀπωλείας ὑμῖν εἰσί φησιν ἀφορμὴ σωτηρίας τὰ μέν τοι ἔθνη εκενοις ἐκ πίστεως
61599rRom.11.13-Rom.11.14 εἰ πως παραζηλώσω ὦ φιλονεικίας ἰουδαϊκῆς οὐκ εἶπεν πείσω ἀλλὰ παραζηλώσω ὡς οὐκ ἄλλως πεισθησομένων εἰ μὴ ἐξ ἐπιτάσεώς τινος
61699rRom.11.14 τὴν σάρκα ἄνω μὲν συγγενεῖς αυτουτς καὶ ἀδελφοὺς καλεῖ νυν δὲ σάρκα πλέον αὐτοὺς οἰκειούμενος
61799rRom.11.14 τινας ἐξ αὐτῶν οὐ δὲ οὕτως πάντας ἀλλά τινας οὕτως αὐτῶν ᾔδει τὸ μονότονον
618Pha99rRom.11.14-Rom.11.15Φ(ω)τ(ιου) εἰ γὰρ ἡ ἀποβολή τὸ εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς ἢ ἐπανάληψὶς ἐστι τοῦ εἰ δὲ τὸ παράπτωμα αὐτῶν ὡς καὶ προείπομεν ἢ αἰτία τῆς σπουδῆς Παύλου τῆς περὶ τὸ σωθῆναι αὐτοὺς ὡς ἂν εἴ τις ἔλεγε τὶ σπεύδεις Παῦλε ὑπὲρ τῶν Ἰουδαίων τὶ λέγων εἴ πως παραζηλώσω τὴν σάρκα μου καὶ σώσω τινὰς ἐξ αὐτῶν τὶ ἐστιν ὁ τοσοῦτος ἀγὼν ναὶ φησὶν προσήκει μοι σπεύδειν καὶ ἀγωνίζεσθαι εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς τοῦτ' ἔστιν εἰ καὶ τούτων ἐλλειποντων ὅμως κατηλλάγη ὁ θεὸς τῷ κόσμῳ καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς ἔχθρας τὶ οὐκ ἂν γένοιτο χρηστὸν καὶ ὑπερθαύμαστον καὶ τούτων σωθέντων καὶ προστεθέντων
61899rRom.11.15 καταλλαγὴ κόσμου ἐπειδὴ πάλιν αὐτῶν καθήψατο πάλιν αὐτοὺς ἐπαινεῖ τὰ αυτὰ τοῖς ανωλεγων εἰ γάρ φησιν ἡ πρόσκρουσις αὐτῶν πρόφασις γέγονε σωτηρίας τῶι κόσμωι τι ἂν εἴποι τις ὅτι ἔσται εὰν προσληφθῶσι παρὰ θεοῦ τι μὲν οὖν ἕτερόν φησιν εἰ μὴ ἀνάστασις νεκρῶν ἂλλ ὥσπερ ἡ ἀνάστασις οὐ διὰ τὴν πρόσληψιν αὐτῶν ἔσται οὕτως οὐ δὴ ἡ σωτηρία τῶν ἐθνῶν γέγονε δι' αὐτοὺς ἀλλὰ λόγους αὐτοῖς χαρίζεται εἰς τὸ προτρέψασθαι
618Phb99rRom.11.15Φ(ω)τ(ιου) * εἰ γὰρ καὶ μεγίστῳ μέρει φησὶ ζημιουμένων τῶν σωζομένων ὅμως ἡ σωτηρία αὐτῶν καταλλαγὴ γίνεται κόσμου καὶ ἡ ἔχθρα ἡ πρὸς τὸν θεὸν διαλύεται τῶν ἀνθρώπων τὶ χρὴ λογίζεσθαι ἐπειδὰν καὶ αὐτὸ τὸ μέρος ὅπερ ἐστὶν οἱ Ἰουδαῖοι προσληφθῇ καὶ προστεθῇ τοῖς σωζομένοις τὶς οὖν ἐστιν ἡ πρόσληψις αὐτῶν καὶ ἡ προσθήκη εἰ μὴ μέγας πλοῦτος εἰ μὴ τελεία καὶ ὁλοκληρος χαρὰ ὡς ἐπὶ τελείᾳ καὶ κοινῇ ζωῇ καὶ ἀναβιώσει ἐκ νεκρῶν
619ex99rRom.11.15 εἰ μὴ ζωή ἡ τοῦτό φησι τι ἔσται ἡ πρόσληψις αὐτῶν εἰ μὴ ἵνα εἴπωμεν ὅτι ἀποθανόντας αὐτοὺς ταῖς ἁμαρτίαις ζωοποιεῖ ὁ προσλαμβάνων θεός
619Ph99rRom.11.15-Rom.11.16[Φ(ω)τ(ιου)] εἰ δὲ ἡ ἀπαρχή Τοῦτο ἐπικατασκευαστικὸν ὅτι πάντως ἐάν περ θέλωσι σωθήσονται οἱ Ἰουδαῖοι καὶ κατασκευάζει αὐτὸ διχῶς πρῶτον μὲν ἐκ τῆς ἀκολουθίας δεύτερον δὲ ἀπορίαν πρὸς τοῦτο φερομένην πολλαχῶς ἐπιλυομενος
62099rRom.11.16* ἀπαρχὴν δὲ καὶ ῥίζαν καλεῖ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ φύραμα δὲ καὶ κλάδους τοὺς ἐκ τοῦ γένους αὐτοῦ πιστεύσαντας
62199vRom.11.16 καὶ τὸ φύραμα εἰ οὖν σὺν τῆι ἀπαρχὴ καὶ τῆι ῥίζηι ἀνάγκη είναι ἅγιον τότε φύραμα καὶ τοὺς κλάδους οἱ δὲ Ἰουδαῖοι οὐχ ἅγιοι ἄρα καὶ τῆς συγγενείας ἐξέπεσον τοῦ Ἀβραάμ
621ex99vRom.11.16* ἡ ὅτι αὐτοὺς ἁγίους καλεῖ προτρέπων εἰς τὴν πίστιν ὡσεὶ εἶπεν ἐπιτήδειοὶ ἐστε καὶ πρέποντες τὸ θέλειν ὑμῖν λείπει μόνον
62299vRom.11.16-Rom.11.17 εἰ δὲ τινες τῶν κλάδων ὀλιγότητος σημαντικὴν τέθεικε λέξιν παραμυθούμενος αὐτοὺς ἐπεὶ ἄνω δηλοῖ ὅτι ὀλίγοι ἐσώθησαν ὡς ὅταν λέγη τὸ κατάλειμμα σωθήσεται
62399vRom.11.17 εξεκλαθησαν τῆι ἀπιστίαι
62499vRom.11.17 σὺ δὲ ἀγριέλαιος ὅσον δείκνυσιν εὐτελεῖς τοὺς εξεθων τοσοῦτον πλέον παρακνίζει αὐτοὺς εἰπὼν δὲ ἐνεκεντρίσθης δείκνυσιν ἐν τῆι διαφερούσηι αὐτοῖς ῥίζηι ἐφεστηκότας τοὺς ἐξ ἐθνῶν ἄρα οὐ παρακνίζοντος τὰ ῥήματα
62599vRom.11.17 καὶ συγκοινωνὸς τῆς ῥίζης τοῦτο ταλαιπωρία Ἰουδαίων τὸ τοὺς κατὰ μηδὲν διαφέροντας κοινωνοὺς τῆς διαφερούσης αὐτοῖς γενέσθαι ῥίζης αὐτοὺς δὲ ἐξωσθῆναι
62699vRom.11.17-Rom.11.18 μὴ κατάκαυχω τῶν κλάδων δείκνυσι τὴν ἄγαν εὐτέλειαν τῶν Ἰουδαίων οὐ γὰρ εἶπε καυχῶ ἀλλὰ κατάκαυχω ὅπερ ἐπὶ τῶν χαμαὶ κειμένων γίνεται εἶτα καὶ παραδάκνει αὐτοὺς δεικνὺς καυχήσεως ἄξια συμβεβηκέναι τοῖς ἔθνεσιν ἐκ τῆς πίστεως εἰ καὶ μὴ προσήκει καυχᾶσθαι φησιν
62799vRom.11.18 οὐ σὺ τὴν ῥίζαν βαστάζεις καί τι τοῦτο πρὸς τοὺς ἐκκλασθέντας κλάδους οὐδὲν εἰ μὲν γὰρ τῆς ῥίζης κατεκαυχώμην εἶχε λόγον τοῦτο εἰ δὲ τὴν ῥίζαν ὡς ἁγίαν προσκυνῶ τι πρὸς τοὺς ἐκπεσόντας κλάδους εἰ βασταζομαι ὑπο τῆς ῥίζης ἀλλὰ βούλεται σκιὰν αὐτοῖς ἐξευρεῖν παραμυθίας ἵνα μὴ τῆι περισσοτέρᾳ λύπηι καταποθῶσιν ἀλλὰ ἀνανήψωσιν ὡς ὑπολελειμμένης σωτηρίας
62899vRom.11.18-Rom.11.19 ἐρεῖς οὖν ἐξεκλάσθησαν κλάδοι ἐσχημάτισται ὁ λόγος ὡς τῶν ἐθνῶν λεγόντων καὶ διά τι μὴ καυχήσομαι τοιούτων μοι φησιν ὑπαρξάντων χρηστῶν οὗτοι ἐξεκλάσθησαν καὶ ἐγὼ ἐνεκεντρίσθην καὶ κληρονόμος γέγονα τῆς τῶν πατρων αὐτῶν δόξης καὶ τῶν ἐκείνοις δοθεισῶν ἐπαγγελιῶν ὁ ξένος ἐγὼ καὶ κατ' οὐδὲν προσήκων ἀπολαύω ἐκ δὲ τοῦ εἰπεῖν καλῶς συναινεῖ τοῖς ἔθνεσιν ὡς ἀληθῆ εἰρηκόσιν
62999vRom.11.19-Rom.11.20 τῆι ἀπιστία ἐξεκλάσθησαν ὅρα τὸ σοφὸν τοῦ ἀπόστολο ἐν τῶ δοκεῖν τὸν ὑπὲρ Ιοδαιων ποιεῖσθαι λόγον πλέον αὐτοὺς ἐπιτρίβει καὶ κατακόπτει
63099vRom.11.20 σὺ δὲ τῆι πίστει ἕστηκας τὴν αἰτίαν τῆς τε ἐκείνων ἀποβολῆς καὶ τῆς ἡμῶν προσλεψεως τῆς εἰς Χριστὸν λέγει πίστιν
63199vRom.11.20-Rom.11.21 εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων θέλει αὐτῶν ἐκ τραγωδησαι τὴν συμφορὰν ενταξει ἐπὶ τιμησεως τῶν ἐθνῶν
63299vRom.11.21 μήπως περὶ αἴρει τοῦ λόγου τὸ φορτικὸν τῆι ἀμφιβολίαι
63399vRom.11.21-Rom.11.22 ἴδε οὖν χρηστότητα ἐπὶ τὸν θεὸν ἄγει τὸ πρᾶγμα καὶ τὴν αὐτοῦ χάριν οὐ δὲ γὰρ λέγει ἴδε πόνον ἔσχες πόνον καὶ κατορθώματα
63499vRom.11.22 εὰν ἐπιμείνῃς τῆι χρεστότητι εὰν ἄξια πράττῃς τῆς τοῦ θεοῦ φιλανθρωπίας οὐ γὰρ πίστεώς σοι δειμονης φησι
63599vRom.11.22 ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ οὔτε γάρ σοι τὰ ἀγαθὰ οὔτε ἐκείνοις τὰ κακὰ ἀμετάβλητα
63699vRom.11.22-Rom.11.23 ἐγκεντρισθήσονται οὐ γὰρ ὁ θεὸς αὐτοὺς ἐξέκοψεν ἂλλ αὐτοὶ ἑαυτούς
63799vRom.11.23 δυνατὸς γὰρ ὁ θεός τὸ πιθανὸν τῶι λόγωι ἐκ τῆς τοῦ θεοῦ δυνάμεως περιποιεῖ
63899vRom.11.23-Rom.11.24 εἰ γὰρ σὺ ἐκ τῆς καὶ λογισμὸν ἀποδίδωσι τοῦ δύνασθαι αὐτοὺς θελήσαντὰς ἐγκεντρισθῆναι εἰ γάρ φησι τὰ παραφυσιν ἡ πίστις ἐποίησε πόσῳ μᾶλλον τὰ κατὰ φύσιν
63999vRom.11.24 ἐγκεντρισθήσονται τῆι ἰδίαι ἵνα μή τις πλέον τι τὸν Ἰουδαῖον ἔχειν νομίσῃ ἐν τῶι ἀκούειν περὶ τῶν ἐθνικῶν παρὰ φύσιν καὶ ἐνεκεντρίσθης τίθησι καὶ περὶ τῶν Ἰουδαίων τὸ ἐγκεντρισθῶσιν ἵνα ἰσοτιμίαν δείξῃ καὶ ὅτι οὐδὲν αὐτοῖς πλέον ἐκ τοῦ είναι ἐκ τῆς καλλιέλαιο ἅπαξ δεομένοις καὶ αὐτοῖς τοῦ ἐγκεντρισθῆναι
64099vRom.11.24-Rom.11.25 τo μυστήριον τὸ παρ' ὑμῶν φησιν ἀγνοούμενον
64199vRom.11.25 παρ' ἑαυτοῖς φρόνιμοι τῶι γὰρ ἀγνοεῖν τὴν ἰδίαν ἐκύρουν βουλήν
641ex99vRom.11.25Γενναδ(ιου) ὅτι πώρωσις σ(sic!)αν δέ φησι μὴ μέγα τι καὶ θαυμαστὸν ὑπονοεῖτε περὶ ἑαυτῶν ἀπατώμενοι ὡς ὄντες ὑπὲρ τοὺς ἄλλους ὑμεῖς συνετὸ μάθετε συντόμως μυστήριον φρικωδέστατον ἄφατον τοῦ θεοῦ τὴν περὶ πάντας πρόνοιαν ὑποφαῖνον τῶν Ἰσραηλιτῶν πλὴν τῆς ἐκλέξεως τὸ γὰρ ἀπὸ μέρους τοῦτό φησιν πωρωθέντων καὶ τὴν σωτηρίαν ἀπωθουμένων ἐφ' ὑμᾶς μετήνεγκε ταύτην ὁ θεὸς εἰσποιηθέντων μέντοι πάντων ὑμῶν κἀκείνους αὖθις ἡ χάρις ἅπαντας περιλήψεται μαρτυρεῖ γὰρ αὐτο τοῦτο καὶ τὸ τοῦ Ἠσαΐου καὶ λόγιον γραφικόν
64299vRom.11.25 ἀπὸ μέρους οὐκ ἐξ ὁλόκληρο φησι καὶ γὰρ Ἦσαν καὶ ἐξ Ἰουδαίων ἀμύθητοι πιστεύσαντες καὶ πιστεύειν μέλλοντες
643100rRom.11.25 τὸ πλήρωμα τῶν ἐθνῶν πλήρωμα ἐθνῶν φησι πάντας τοὺς ἐξ ἐθνῶν πιστεύειν μέλλοντας ὅταν τοιγαροῦν πάντες εἰσέλθωσιν εἰς τὴν πίστιν τότε καὶ ὁ Ἰσραὴλ πιστεύσας σωθήσεται Ἰσραὴλ δέ φησι τοὺς ἐν τῶι Ἰουδαϊσμῶι ἀπομεμενηκότας ὅτι θήσεις γὰρ αὐτούς φησι νῶτον καὶ ἐν τοῖς περιλοίποις τουτέστι καταλοίποις ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν
643ex100rRom.11.25-Rom.11.26 καὶ οὕτως πᾶς Ἰσραὴλ σωθησηται ἀντὶ τοῦ οἱ πλείονες
644100rRom.11.26 καὶ αποτρεψει τουτέστιν ἀποστρέψει μὲν ἐξ ἁμαρτιῶν ἐπιστρέψει πρὸς ἑαυτόν
645100rRom.11.26-Rom.11.27 καὶ αυτὴ αὐτοῖς ἵνα μή τις εἰς τοὺς ἤδη πεπιστεκοταν ἐξ Ἰουδαίων νομίσῃ τὴν γραφὴν ἁρμόζειν λέγει σημεῖον δι' οὐ δείκνυται ὅτι μέλλει ἡ προφετεια ποῖον τοῦτο ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν εἰ οὖν μήπω ἀφείλετο ἄρα μέλλει ἡ γραφὴ ὅθεν ἐπάγει ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ
646100rRom.11.27 ὅταν ἀφέλωμαι τότε φησιν ἐκβήσεται ἡ ἐπαγγελία τοῦ θεοῦ
647100rRom.11.27-Rom.11.28 κατὰ μὲν τὸ εὐαγγέλιον ὅσον μέν φησι ἧκεν εἰς τὸ εὐαγγέλιον δι' ὑμᾶς τοὺς ἐξ ἐθνῶν ἐχθροὶ εἰσιν οἱ Ἰουδαῖοί πως ὑμῶν γὰρ τὴν πίστιν εὐαγγελισθέντων φιλονεικότεροι γενόμενοι ἀπεσκίρτησαν τῆς πίστεως
647Ph100rRom.11.28 ἐχθροὶ δι' ὑμᾶς Εἰ ἐχθροὶ γεγόνασιν οἱ Ἰουδαῖοι διὰ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας πῶς ἀνωτέρω ἔλεγεν ἐφ' ὅσον μὲν εἰμι ἐγὼ ἐθνῶν ἀποστολος τὴν διακονίαν μου δοξάζω διὰ τί φησιν εἴ πως παραζηλώσω μου τὴν σάρκα εἰ γὰρ διὰ τῆς πίστεως τῶν ἐθνῶν παραζηλοῦσι καὶ μιμοῦνται οἱ Ἰουδαῖοι καὶ πιστοὶ γίνονται πῶς δι' αὐτοὺς ἐχθροὶ γίνονται πάλιν τῆς πίστεως καὶ τοῦ εὐαγγελίου ἀλλὰ πρῶτον φαμὲν ὅτι οὐκ ἔφη διὰ τῆς πίστεως τῶν ἐξ ἐθνῶν παραζηλοῦν καὶ μιμεῖσθαι τοὺς Ἰουδαίους ἀλλὰ διὰ τὸ δοξάζεσθαι αὐτοὺς διὰ τὸ ἐπαινεῖσθαι ἡ γὰρ δόξα καὶ ὁ ἔπαινος ὁ εἰς τοὺς ἐξ ἐθνῶν ἀνερεθίσει αὐτοὺς καὶ εἰς ζῆλον καὶ μίμησιν παρακαλέσει ὥστε οὐκ ἐναντία ἐστὶν ἀλλήλοις τὰ εἰρημένα δεύτερον δὲ οὐδὲ κατ' ἀποφασιν ἔφη ὅτι παραζηλώσουσιν οἱ Ἰουδαῖοι ἀλλ' ἀμφιβολως ̀ διστάζων εἴ πως γὰρ φησὶ παραζηλώσω μου τὴν σάρκα οἷον ἴσως τάχα ὥστε εἰ καὶ διὰ τῆς αὐτῶν πίστεως οὐχὶ δὲ διὰ τῆς δόξης καὶ τῶν ἐπαίνων ἔλεγε παραζηλοῦν τοὺς Ἰουδαίους οὐδ' οὕτως ἐμάχετο διὰ μὲν γὰρ τοῦ εἰπεῖν ἐχθροὶ δι' ὑμᾶς τῶν Ἰουδαίων τὴν ἀπιστίαν λέγει καὶ τὴν αἰτίαν δι' ἣν σφοδρότερον ἀπεχθάνονται τῇ πίστει διὰ δὲ τοῦ εἴ πως παραζηλώσω μου τὴν σάρκα τὴν ἰδίαν ἐνδείκνυται σπουδὴν καὶ προθυμίαν ἣν εἶχεν εἰς τὸ σῶσαι τοὺς ἐξ Ἰουδαίων καὶ χωρὶς δὲ τῶν εἰρημένων οὐδ' οὕτως ἐμάχετο τὰ λεχθέντα κἂν ἄμφω ἀποφαντικῶς εἴρητο καὶ γὰρ οὐδὲν ἐκώλυέν τινας μὲν τῶν πεπιστευκότων ἀνερεθισθέντας τῇ πίστει τῶν ἐθνῶν παραζηλῶσαι καὶ πιστεῦσαι καὶ τῶν μὴ πεπιστευκότων πάλιν πολλοὺς ἀπεχθείᾳ καὶ μίσει τῷ πρὸς τοὺς ἐξ ἐθνῶν σκληροτέρους καὶ ἀπειθεστέρους γενέσθαι τῷ εὐαγγελικῷ κηρύγματι ὡς ἔστι καὶ ἐπ' αὐτῶν ἰδεῖν τῶν πραγμάτων οἱ μὲν γὰρ μιμούμενοι τοὺς ἐξ ἐθνῶν προσέρχονται τῇ πίστει καὶ σώζονται οἱ δὲ τούτοις ἀπεχθανομενοι σφοδρότεροι ἐχθροὶ καὶ τῆς πίστεως καθίστανται
648100rRom.11.28 κατὰ δὲ τὴν ἐκλογήν κατὰ δὲ τὸ ἐκλελέχθαι πατρόθεν ὑπο θεοῦ ἀγαπητοὶ εἰσιν
648ex100rRom.11.28 διὰ τοὺς πατέρας εἶτα ἐπειδὴ έναπομεμενηκασι τῆι ἀπιστίαι καὶ διὰ τοῦτο οὐκ εἰσιν ἀγαπητοὶ ἀσφαλῶς λαλῶν φησι διὰ τοὺς πατέρας ὡσεὶ εἶπεν εἰ καὶ αὐτοὶ διὰ τὴν ἀπιστίαν οὐκ ἀγαπητοὶ διὰ μέντοι τοὺς πατέρας ἔτι ἀγαπῶνται ὅθεν καὶ σωτηρίαν ἐκδέχονται
649ex100rRom.11.28-Rom.11.29 καὶ ἡ κλῆσις τοῦ θεοῦ ηγενομενη περὶ τὸ ἔθνος φησιν
650100rRom.11.29-Rom.11.30 ὥσπερ γὰρ καὶ ὑμεῖς δείκνυσιν ἐνταῦθα τοὺς ἐξ ἐθνῶν πρότερον κεκλημένους εἶτα ἐπειδὴ οὐχ ὑπήκουσαν τοὺς Ἰουδαίους ἐκλεχθέντας καὶ τὸ αὐτο πάλιν συμβὰν μετὰ ταῦτα ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν οἱ Ἰουδαῖοι πιστεῦσαι πάλιν ἐκλήθη τὰ ἔθνη καὶ κληθέντα τὸ δεύτερον ἐπίστεσυσαν ἂλλ οὐκ εἰς τὴν ἐκβολὴν τῶν Ἰουδαίων τελευτᾷ ἂλλ εἰς τὸ καὶ αὐτοὺς ἐλεηθῆναι πάλιν
650Ph100rRom.11.30[Φ(ω)τ(ιου)] ποτε ἠπειθήσατε Προτρέπεται τοὺς Ἰουδαίους ἐπὶ τὴν εἰς Χριστὸν πίστιν διὰ τούτων καὶ ἅμα καὶ χρηστὰς αὐτοῖς ἐλπίδας ὑποτείνει καὶ πᾶσαν αἰσχύνην ἀναιρεῖ μὴ αἰσχυνθῇς φησὶ κἂν ἠπείθησας προσελθεῖν μηδ' ἀπελπίσῃς ὡς βραδύτερον προσερχόμενος τεύξῃ καὶ ὀψὲ προσϊὼν τοῦ ἐλέους καὶ γὰρ καὶ τὰ ἔθνη κληθέντα ἠπείθησε πρότερον ἀλλὰ νῦν ἐπίστευσεν μήτε τὴν προτέραν αἰσχυνθέντα ἀπείθειαν μὴθ ὑπὸ τῆς βραδυτῆτος εἰς τὴν σωτηρίαν παρεμποδισθέντα μηδ' αὐτὸς τοίνυν ὦ Ἰουδαῖε μὴτ' αἰσχυνθῇς μὴτ' ἀπελπίσῃς ἀλλὰ πρόσελθε προθύμως τῇ πίστει καὶ πάντως ἐλεηθήσῃ ἢ οὖν προτροπῆς καὶ παραινέσεως τόπον ἐπέχει τὰ εἰρημένα ἢ καὶ προφητείας πιστούμενα τὸ μέλλον ἀπὸ τῆς τῶν ἐκβεβηκοτων παραθέσεως καὶ μαρτυρίας τὸ δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ καὶ ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει φησὶν οὐχ ὅτι ἡ ἀπείθεια τῶν Ἰουδαίων αἰτία γέγονε τοῦ ἐλεηθῆναι τὰ ἔθνη οὐδ' ὅτι τὸ ἔλεος τῶν ἐθνῶν αἴτιον γέγονε τῆς Ἰουδαίων ἀπειθείας ἀλλὰ ταῦτά φησι δεικνὺς καὶ διδάσκων ὅτι ὁ θεὸς οὐδέποτε διέλιπε τὸ αὐτου ποιῶν καὶ τὸ ἔλεος αὐτοῦ πηγάζων κἂν γὰρ πάλαι μὲν ἠπείθει τὰ ἔθνη νῦν δ' ἀπειθοῦσιν Ἰουδαῖοι αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν οὐ διαλιμπάνει καὶ δῆλον ἐκ τοῦ καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους ἀπειθούντων τῶν ἐθνῶν καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη τῶν Ἰουδαίων ἀπειθούντων καὶ τὸ ἔτι σαφέστερον ὅτι καὶ ἔτι τοὺς Ἰουδαίους κἂν ἠπείθησαν ἐλεήσει ἅμα δὲ καὶ ἔνδειξὶς ἐστι πρὸς τοὺς Ἰουδαίους ὅτι κἂν αὐτοὶ φησὶν ἐξέστητε τῆς πίστεως μὴ νομίσητε ὅτι ἔλαττον τι ἔσχεν ἡ πίστις ὥσπερ γὰρ πάλαι τῶν ἐθνῶν ἐξεστηκοτων οὐδὲν ἔλαττον ἔσχε τὰ τῆς εἰς θεὸν θεραπείας οὕτω καὶ νῦν ὑμῶν ἀποσχιζομένων τῆς πίστεως οὐδὲν ἔλαττον τὰ τῆς πίστεως ἕξει ἐσχημάτισε δὲ πρὸς τοὺς ἐξ ἐθνῶν τὰ εἰρημένα ἀνεπαχθέστερον τὸν πρὸς Ἰουδαίους ἔλεγχον βουλόμενος ποιεῖσθαι δυνατὸν δὲ καὶ πρὸς τοὺς ἐξ ἐθνῶν ἐκλαβεῖν εἰρῆσθαι ταῦτα ὡστε μὴ μεγαλοφρονεῖν ὅτι ἐπίστευσαν ἐλέει γὰρ καὶ ὑμεῖς πεπιστεύκατε καὶ οἱ ἀπειθήσαντες φησὶν ἐλεηθήσονται καὶ πιστεύσουσιν
651100vRom.11.32 συνέκλεισε γὰρ ὁ θεός τουτέστιν ηλαξεν ἀπειθοῦντας
663Ph100vRom.11.32Φ(ω)τ(ιου) * Τὸ συνέκλεισεν ὁ θεὸς τοὺς πάντας εἰς απεθειαν δύο δύναται δηλοῦν ἢ ὅτι ἀπειθεῖς ἐποίησεν ὅπερ οὐκ ἔχει χώραν ἢ ὅτι ἀπειθεῖς ἀπέδειξεν ὅπερ ἐστὶν ἀληθὲς διὰ γὰρ τῆς πολλῆς αὐτοῦ προνοίας καὶ εὐεργεσίας ἣν διὰ παντὸς εἰς ἀνθρώπους ἐπεδείξατο μᾶλλον αὐτῶν τὴν ἀπείθειαν καὶ ἀγνωμοσύνην ἐστηλίτευσέ τε καὶ ἐθριάμβευσε δῆλον δὲ ὅτι τῶν μὴ πεπιστευκότων εἰς αὐτον εἴτε ἐξ Ἰουδαίων εἴτε ἐξ ἐθνῶν εἶεν διὸ καὶ τὸ πάντας φησὶ τοὺς ἐκ τῶν δύο λαῶν ἀπιστήσαντας περιλαμβάνων
652Ph100vRom.11.32* Πῶς συνέκλεισεν ὁ θεὸς τοὺς πάντας εἰς απεθειαν εὐεργετῶν καὶ προνοούμενος καὶ οἰκτείρων τὶ οὖν ἀπειθεῖς γεγονότες οὐ δώσουσι δίκην καὶ τὶ τοῦτο πρὸς τὸν εὐεργέτην ἐκεῖνος μὲν γὰρ ἵνα πάντας ἐλεήσηι πάντων προὐνοει καὶ εὐεργετεῖ εἰ δὲ ἠπείθησαν ἐκεῖνοι οὐδὲν τοῦτο πρὸς τὸν εὐεργέτην ὅμως οὖν καὶ οὕτως ἐπιστρέφοντας ἐλεήσει καὶ οὐκ ἀποστραφήσεται Ἢ οὕτως ἠπείθησαν τὰ ἔθνη πάλαι ἠπείθησαν νῦν οἱ Ἰουδαῖοι καίτοι ἔδει κἀκείνους τηλικούτοις τέρασι καὶ σημείοις εὐεργετουμένους τοὺς Ἰουδαίους ὁρῶντας μὴ ἀπειθῆσαι καὶ τοὺς Ἰουδαίους νῦν μείζονα βλέποντας θαυματουργούμενα πρὸ τῶν ἐθνῶν τῇ πίστει προσελθεῖν ἀλλ' οὔτε τὰ ἔθνη τότε οὔτε νῦν οἱ Ἰουδαῖοι τὸ ἄμεινον σφίσιν εἵλοντο ὥστε δῆλον ὅτι καὶ τότε οἱ Ἰουδαῖοι καὶ νῦν τὰ ἔθνη ἐλέει θεοῦ καὶ φιλανθρωπίᾳ καὶ πρὸς τὴν πίστιν ἐχειραγωγήθησαν καὶ τῆς σωτηρίας ἔτυχον ἡ μᾶλλον οὕτως ἐπειδὴ εἶπεν ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι τοὺς Ἰουδαίους
652100vRom.11.32 τοὺς πάντας ἐλεήσῃ διὰ τῆς τῶν ἑτέρων σώσῃ φιλονεικίας τούτους δι' ἐκείνων κἀκείνους διὰ τούτων
653100vRom.11.32-Rom.11.33 ὦ βαθoς ὅτι μὲν βάθος εἶδε πόσον δὲ οὐκέτι
654100vRom.11.33 πλούτου καὶ σοφίας ἐννοήσας τὴν ἐξ ἀρχῆς σοφὴν τοῦ θεοῦ οἰκονομίαν καί τι πρὸς αὐτον εἰπεῖν ἀπορήσας ἐθαύμασε μόνον
655100vRom.11.33 ὡς ἀνεξερεύνητα οὐ γὰρ μόνον καταληφθῆναι οὐ δύναται ἂλλ οὐδε ζητηθῆναι
656100vRom.11.33 καὶ ἀνεξιχνίαστοι οὐ γὰρ μόνον γνωσθῆναι οὐ δύναται ἂλλ οὐδε ζητηθῆναι
657100vRom.11.33 αἱ ὁδοὶ αὐτοῦ αἱ οικοινομιαι φησι
658100vRom.11.33-Rom.11.34 τις γὰρ ἔγνω νοῦν κυρίου αὐτός φησι τὰ ἑαυτοῦ οἶδε μόνος
659100vRom.11.34-Rom.11.35 ἡ τις προέδωκεν αὐτω οὐδενί φησιν ἀμοιβὴν χρεωστῶν ευεργητει ἂλλ αὐτος ἀεὶ κατάρχεται τῶν δορεῶν
660100vRom.11.35-Rom.11.36 ὅτι ἐξ αὐτοῦ αὐτος εὗρε τὰ ἀγαθά φησιν
661100vRom.11.36 καὶ δι' αὐτοῦ αὐτός φησι καὶ ἐποίησε τὰ ὄντα
662100vRom.11.36 καὶ εἰς αὐτον αὐτός φησι συγκρατεῖ τὰ γενόμενα
663100vRom.11.36 αὐτῶι ἡ δόξα ἐπειδὴ μεγάλα εἶπε καὶ ἄγνωστα εἰς δοξολογίαν ἐτελεύτησεν
664100vRom.11.36-Rom.12.1 παρακαλῶ οὖν ὑμᾶς ἀδελφοί αὐτοί φησιν οἱ οἰκτιρμοὶ τοῦ θεοῦ δι' ὧν ἐσώθητε παρακαλοῦσιν ὑμᾶς αὐτοὺς γὰρ εἰς φέρει τὴν ἱκετηρίαν ποιουμένους ὅπως ἀξίαν αὐτῶν μετέλθητε πολιτείαν
666Ph100vRom.12.1Φ(ω)τ(ιου) παραστῆσαι τὰ σώματα Εἰς τὰ δύο προτρέπεται εἰς τὴν τοῦ βίου ἐπιμέλειαν καὶ εἰς τὴν τῆς πίστεως σπουδὴν δι' ὧν μὲν γάρ φησι παραστῆσαι τὰ σώματα ὑμῶν καὶ ἑξῆς ἀρίστην πολιτείαν πολιτεύεσθαι παραινεῖ δι' ὧν δὲ τὴν λογικὴν λατρείαν ὑμῶν φησὶν τὴν ὀρθοτητα τῆς πίστεως διώκειν αὐτοὺς ἀπαιτεῖ προτίθησι δὲ τὰ τῆς πολιτείας ἐπειδὴ τῷ καθαρῷ βίῳ καὶ ὁ τῆς εὐσεβείας ἀκολουθεῖν εἴωθε λόγος ὅρα δὲ πῶς εἶπεν ἄμφω εὐφυῶς καὶ δριμέως παραστήσατε γὰρ φησὶ τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ εἶτα μὴ ἀρκεσθεὶς τούτοις ἐπάγει καὶ ἕτερον ποῖον κατὰ τὴν λογικὴν λατρείαν ὑμῶν φησὶν τοῦτ' ἔστι κατὰ τοὺς ἐκείνης νόμους συμφώνως ἐκείνῃ κατ' ἐκείνην ἐν μηδενὶ διαφωνοῦντες αὐτῇ τοῦτο γὰρ ἐστιν ἁγίαν καὶ ζῶσαν καὶ εὐάρεστον τῶι θεῷ θυσίαν παραστῆσαι τὰ σώματα ἡμῶν τὸ μηδὲν ἔξω τῶν κατὰ τὴν λατρείαν ἡμων νομοθετηθέντων πολιτεύεσθαι δεῖ γὰρ ἄμφω τὴν πίστιν τῷ βίῳ καὶ τὸν βίον συνομολογεῖν τῇ πίστει ὥσπερ γὰρ ὁ πίστιν ἐπαγγελλόμενος ὀρθὴν φαῦλος δὲ τὸν τρόπον δι' ὧν πράττει τὴν ὁμολογίαν ἐλέγχει τῆς πίστεως οὕτω καὶ ὁ πράξεις επιδεικνύμενος ἀγαθὰς πίστιν δὲ πρεσβεύων δυσσεβῆ δι' ὧν δυσσεβεῖ καὶ τὰ πράξεις φαυλίζει καὶ θριαμβεύει μηδένα καρπὸν αὐταῖς ἐνεῖναι πνευματικὸν δεῖ ἄρα πολιτεύεσθαι κατὰ τὴν λογικὴν λατρείαν ἡμῶν
665101rRom.12.1 ζῶσαν ἐπειδὴ εἶπε θυσίαν ἵνα μή τις νομίσῃ ὅτι κατασφάξαι ἑαυτοὺς κελευόμεθα ἐπήγαγε ζῶσαν πως δὲ ἔσται θυσία τὸ σῶμα ὁράτωσαν ὀρθὰ οἱ ὀφθαλμοὶ ἡ γλῶσσα καὶ ἡ χεὶρ ἡ μὲν εἰς υμνωδιαν θεοῦ ἡ δὲ εἰς ἐντολὰς ἀσχολείσθω καὶ γίνεται θυσία τὸ σῶμα
666101rRom.12.1 ἁγίαν διαιρῶν ταύτην τὴν θυσίαν ἀπὸ τῆς Ἰουδαϊκῆς φησιν ἁγίαν εὐάρεστον καὶ λογικὴν ἡ γὰρ Ἰουδαϊκὴ σωματικὴ οὖσα οὐ σφόδρα ἦν ἁγία καὶ ευραρεστος
667101rRom.12.1 τὴν λογικὴν λατεριαν τὴν πνευματικήν φησι διακονίαν τὴν κατὰ Χριστὸν πολιτείαν ὡς εἰ εἶπε παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν διαλογικης λατρείας τουτέστι τῆς ἀναιμάκτου ἡ ὅτι προσενέγκατε θυσίαν ζῶσαν καὶ τὴν λογικὴν λατρείαν ἀπὸ κοινοῦ τὸ προσενέγκατε
669101rRom.12.1-Rom.12.2 καὶ μὴ συσχηματίζεσθε καί πως ἄν τις ἑαυτὸν προσενέγκῃ θυσίαν ζῶσαν πως μὴ συσχηματίζεσθε τουτέστι μὴ τύπου τε ἑαυτοὺς κατὰ τὸ σχῆμα τοῦ κόσμου τούτου οὐδὲν γὰρ ὑγιὲς ἔχει ἡ μόνιμον διὸ καὶ σχῆμα αὐτο καλεῖ Δηλῶν τὸ μὴ μένον τοῦτο δὲ εἶπον δηλοῖ ἐπίκηρον
668ex101rRom.12.2* ἡ ὅτι μὴ συμμεταβάλλεσθε τοῖς καιροῖς
669Ph101rRom.12.2Φ(ω)τ(ιου) * Εἰπὼν μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ τοῦτ' ἔστι μὴ συμμεταβάλλεσθε καὶ συμμετατίθεσθε ταῖς διδασκαλίαις τῶν ἐκ τοῦ αἰῶνος τούτου τοῦ ῥέοντος καὶ οὐχ ἱσταμένου τὴν διδασκαλίαν προσαγοντων τοῦτο εἰπὼν ἵνα μή τινες τῶν Ἰουδαίων εἴπωσιν οὐκοῦν οὐδ' ὅλως δεῖ ἡμᾶς μετατίθεσθαι καὶ μετασχηματίζεσθαι ἀπὸ τῆς παραδεδομένης ἡμῖν ἀπὸ τοῦ νόμου διδασκαλίας διὰ τοῦτο ἐπάγει ἀλλὰ μεταμορφοῦσθε τοῦτ' ἔστιν ὅτι δεῖ ὑμᾶς κατὰ τὸ θέλημα τοῦ θεοῦ μετατίθεσθαι πολὺ δὲ τὸ μέσον τῆς ἀπὸ τοῦ κόσμου διδασκαλίας καὶ τῆς κατὰ τὸ θέλημα τοῦ θεοῦ σοφίας καὶ ἡ μὲν καὶ αὐτὸ τὸ σχῆμα τὸ νομικὸν ἀπολλυσιν εἰς ἄλλο σχῆμα κακίας καὶ διαφθορᾶς ἄγουσα ἡ δὲ οὐ μόνον οὐκ ἀπολλυσι τὸ τοῦ νόμου σχῆμα ἐν σχήματι γὰρ καὶ τύπῳ καὶ σκιᾷ τὰ τοῦ νόμου ὑπῆρχεν ἀλλὰ καὶ βελτιοῖ αὐτο τὴν λειπομένην αὐτῷ μορφὴν καὶ τὸ κάλλος ἀπαρτίζουσα καὶ ἀναπληροῦσα διὸ καλῶς μὴ συσχηματίζεσθε φησὶν ἀλλὰ μεταμορφοῦσθε τὸ μὲν γὰρ ἐστιν ἀπώλεια τὸ δὲ σωτηρία καὶ τελειότης
670101rRom.12.2 ἀλλὰ μεταμορφοῦσθε τὸ τοῦ κόσμου σχῆμα καλῶν τὴν τῆς ἀρετῆς μορφὴν καλεῖ δεικνὺς τὸ φυσικὸν αὐτῆς κάλλος
671101rRom.12.2 τῆι ἀνακαινώσει ἐπειδὴ ἄνθρωπον ὄντα οὐκ ἐστι μὴ ἁμαρτεῖν φησιν ἀνακαίνου σαυτὸν ἀεὶ διὰ μετανοίας οὐδὲν γὰρ οὕτως παλαιὸ ψυχὴν καὶ σῶμα ὡς ἁμαρτία
672101rRom.12.2 εἰς τὸ δοκιμάζειν ἡ τοῦτό φησι ἀνακαινώθητι ἵνα μάθῃς τι τε τὸ συμφέρον καί τι τὸ θέλημα τοῦ θεοῦ ἡ ὅτι οὕτως δυνήσῃ ἀνακαινωθῆναι εὰν μάθῃς τι τε τὸ συμφέρον καί τι τὸ θέλημα τοῦ θεοῦ
673101rRom.12.2 καὶ εὐάρεστον πρὸς Ιουδαους απιοτεινεται οἵτινες εἴχοντο τοῦ νόμου λέγων ὅτι καὶ ὁ νόμος μὲν θέλημα ἦν θεοῦ ἂλλ οὐκ εὐάρεστον οὔτε τέλειον ἀλλὰ διὰ τὴν ἀσθένειαν φησιν ὑμῶν συγχωρήθεν τέλειον δὲ καὶ εὐάρεστον ἡ νέα διαθήκη
674101rRom.12.2-Rom.12.3 λέγω διὰ τῆς χάριτος ἄνω διὰ τῶν οἰκτίρμων εἰρηκώς νυν διὰ τῆς χάριτος φησιν οὐδαμοῦ ἀξιοπιστον ἑαυτὸν νομίζων πρὸς τὸ πεῖσαι διὰ τοῦτό ποτε μὲν τοὺς οἰκτιρμούς ποτε δὲ τὴν χάριν προβάλλεται εἰπὼν δὲ διὰ τῆς χάριτος τῶν εὐεργεσιῶν ὑπομιμνήσκει τοῦ θεοῦ
674Ph101vRom.12.3Φ(ω)τ(ιου) παντὶ τῶ ὄντι Τὸ παντὶ τῷ ὄντι ἐν ὑμῖν διαφόρως ἐγχωρεῖ νοηθῆναι ἢ ὅτι λέγω παντὶ τῷ ὄντι ἐν ὑμῖν τοῦτ' ἔστι πᾶσι λέγω πᾶσι παραινῶ καὶ ταύτην τὴν ἐξουσίαν ἐκ τῆς χάριτος ἔχω ἢ λέγω μὴ ὑπερφρονεῖν ὑμᾶς ἐν παντὶ χαρίσματι τῷ ὄντι ἐν ὑμῖν ταύτην γὰρ τὴν ἔννοιαν καὶ τὰ ἐπαγομενα δηλοῖ ἐν οἷς φησιν ἑκάστῳ ὁ θεὸς ἐμέρισε καὶ ἑξῆς σοφῶς δὲ λίαν καὶ συνετῶς προέταξε μέλλων αὐτοὺς νουθετεῖν εἰς τὸ μὴ ὑπερφρονεῖν τὸ διὰ τῆς χάριτος τοῦ θεοῦ ἐπειδὴ γὰρ καὶ τὸ νουθετεῖν καὶ ἐπιτάττειν ἄλλοις ἐνίοτε ἐξ ὑπερφροσύνης γίνεται προλαβὼν ἰάσατο τοὺς τοιούτους λογισμοὺς οὐκ ἔστι φησὶν ἐξ ἐμῆς ὁρμῆς τὸ νουθετεῖν ὑμᾶς διὰ τῆς χάριτος τοῦτο ποιῶ τοῦ θεοῦ αὐτὸς κελεύει αὐτοῦ ἐπίταγμα πληρῶ δεῖ οὖν πείθεσθαι καὶ μὴ ἀντιλέγειν
675101vRom.12.3 μὴ ὑπερφρονεῖν μὴ παρὰ τὰ μέτρα φησιν ἡμῶν φρονῶμεν τοῦτο γὰρ ἀνοίας ἡ ἀπονοίας ἐστιν
676101vRom.12.3 ἀλλὰ φρονεῖν φρόνησιν γὰρ ἐλάβομεν οὐχ ἵνα εἰς ἀπόνοιαν αὐτῆι χρησώμεθα καὶ μωράνωμεν αὐτὴν ἂλλ ἵνα εἰς σωφροσύνην τουτέστιν εἰς τὸ ὑγιαίνειν τὴν διάνοιαν ταύτην γάρ νυν σωφροσύνην καλεῖ οὐ τὴν πρὸς τὴν ἀσέλγειαν αντιδιαστελλουμενην
678Ph101vRom.12.3Φ(ω)τ(ιου) ὡς ὁ θεὸς ἐμέρισεν Πῶς ἐμέρισεν κατὰ φιλοτιμίαν μὴ γένοιτο ἀλλὰ πῶς κατὰ τὸ μέτρον τῆς πίστεως πίστεως δὲ οὐ τῆς κατὰ τὴν λατρείαν φησὶν πάντες γὰρ πιστοὶ καὶ εὐσεβεῖς καὶ τέλειοι ἐν αὐτῇ εἰσι δηλονότι οἱ χαρισμάτων ἀξιωθέντες ἀλλὰ τῆς κατὰ τὰ χαρίσματα νῦν φησι πίστεως καθὼς καὶ ἐν Εὐαγγελίοις εἴρηται κύριε δὸς ἡμῖν πίστιν καὶ πάλιν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως καὶ πάλιν διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν δῆλον γὰρ ὡς ἕτερον τοῦτο τὸ σημαινόμενον τῆς πίστεως παρὰ τὸ ἐπὶ τῆς εὐσεβείας λαμβανόμενον
677101vRom.12.3* ἦσαν τινες παρ' αὐτοῖς χαρισμάτων ἠξιωμένοι καὶ οἱ μὲν ἐφρόνουν μέγα ἐπ' αὐτοῖς καὶ απενοουν τὸ κατὰ τῶν ἄλλων οἱ δὲ ἐζήλουν καί φησι τι ἀπονοῆι ἡ τι παραζηλοῖς εἰ ὁ θεὸς ἐμέρισε πάντως καλῶς καὶ συμφερόντως ἐμέρισε στοιχει τῶι τοιγαροῦν ἕκαστος ὧι ἔχει καὶ μήτε ὑπεραιρέσθω θεοῦ γὰρ δόσις ἐστιν ουσον κατόρθωμα μήτε ζηλούτω ὁ θεὸς γὰρ ἐμέρισε καὶ οἶδε τὸ εκαστως πρέπον καὶ ἁρμόδιον
678101vRom.12.3 μητρον πίστεως ἕκαστος εἰς αὐτό φησι ἐμμενέτω καὶ μήτε ζηλούτω μήτε υπεραιυρεσθων πίστεως δέ φησι χαρίσματος
679101vRom.12.3-Rom.12.4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι τι γὰρ σύ φησι μεγαφρονεις τι δὲ σὺ ζηλοῖς οὐ πάντες ἐσμεν σῶμα μὲν ἐν μέλη δὲ ἀλλήλων καὶ οὐκ εἶπεν ὁ εὐτελὲς δοκῶν χάρισμα ἔχειν μέλος ἐστι τοῦτο μεῖζον ἔχοντος ἂλλ ὅτι καὶ ὁ τὸ μεῖζον ἔχων τοῦτο εὐτελὲς τῆι ἀνακρίσει θέλων καὶ τούτους καταστεῖλαι κἀκείνους παραμυθήσασθαι
680101vRom.12.4 τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν πρὸς τοῦτο αὐτω ὅρα ἡ παραβολὴ ὥσπερ φησι τὰ μέλη διάφορον ἐγκεχείρισται πρᾶξιν οὕτως διαφορὰ ἐδόθη παρὰ τοῦ πνεύματος χαρίσματα
682Ph101vRom.12.4-Rom.12.6 ἔχοντες δὲ χαρίσματα ∆υσὶ τρόποις ἐσχημάτισται ὅλον τὸ χωρίον τοῦτο ἕως τοῦ εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει ποίοις τούτοις τῷ λεγομένῳ ἀπὸ κοινοῦ καὶ τῷ ἐλλειπτικῷ καὶ γὰρ τὸ ἔχοντες ἀπὸ κοινοῦ καθ' ἕκαστον κῶλον παραλαμβάνεται οἷον εἴτε προφητείαν ἔχει τις εἴτε διακονίαν ἔχει τις τοῦτο δὲ τὸ ἀπὸ κοινοῦ καὶ ζεῦγμα καλεῖται ὅτι συζεύγνυσι πληθυντικὸν ἑνικῷ καὶ μετοχὴν ῥήματι οὕτως οὖν ἀπὸ κοινοῦ τὸ ἔχοντες κατὰ τὸ ζεῦγμα λαμβανόμενον ἀπηρτισμένην κατὰ τοῦτο τέως τὴν ἔννοιαν καὶ τὰ χωρία ποιεῖ ἐλλειπτικῷ δὲ πάλιν ἐσχημάτισται ὅτι λείπει τι πρὸς αὐτοτέλειαν τοῦ νοήματος οἷον τὸ μενέτω ἐν ᾧ ἔλαβεν ἕκαστος χαρίσματι ἢ ἀρκείσθω ἢ στοιχείτω ἤ τι τοιοῦτον οἷον εἴτε προφητείαν ἔχει τις εἴτε διακονίαν μενέτω ἕκαστος καὶ ὁ τὴν προφητείαν ἔχων καὶ ὁ τὴν διακονίαν καὶ ὁ τὴν διδασκαλίαν καὶ ὁ τὴν παράκλησιν ἔχων ἁπλῶς ἕκαστος ἐν ᾧ ἔλαβε χαρίσματι καὶ πολλὴ ἐστιν ἡ τῶν τοιούτων χρῆσις παρὰ τῷ θαυμασίῳ Παύλῳ καὶ μὴ θαυμάσῃς εἰ ἀμαθὴς ὢν τούτων ἐκέχρητο τούτοις ἡ γὰρ χάρις ἡ τὰ μείζω χορηγοῦσα καὶ τῶν εὐτελῶν πολλάκις παρεῖχε τὴν γνῶσιν οὐχ ὡς μέγα τι τούτων ὑπαρχοντων τὶ γὰρ ἂν καὶ εἴη περὶ λέξεις καὶ συλλαβὰς καὶ τὴν τούτων συνθήκην μικρολογουμένων ἀνθρώπων πόνος καὶ ὀνοματα οὔκουν ὡς μεγάλων τινῶν τούτων ὄντων ἐκέχρητο τούτοις ἀλλ' εἰς τὸ καταισχύνειν τοὺς ἐπὶ τοῖς τοιούτοις μέγα φρονοῦντας καὶ κερδῆσαι αὐτοὺς εἰς ταπεινοφροσύνην καὶ ὑπακοὴν τῆς αὐτοῦ νουθεσίας ἄοκνα γὰρ ὑπῆρχεν ἅπαντα Παύλῳ ὅσω σωτηρίαν ἔφερεν ἀνθρώποις διὸ καὶ χρήσεις ποιητικῶν στίχων καὶ ἱστορίας Ἑλληνικὰς καὶ μυρία τοιαῦτα οὐκ ὀκνεῖ προκομίζειν ἂν μόνον καὶ διὰ τούτων ἐλπίζῃ τινὰ σωτηρίαν ἀνθρώπων ἁρπάσαι βαβαὶ τῆς τηλικαύτης ψυχῆς καὶ σπουδῆς καλῶς δὲ καὶ τῷ τοιούτῳ κέχρηται τῶν λόγων εἴδει καὶ πάλιν τοῦ ἀποστολικοῦ καὶ ἁπλοῦ καὶ εὐγενοῦς καὶ ἀπεριέργου χαρακτῆρος οὐκ ἀφίσταται εἰ μὲν γὰρ οὐδ' ὅλως ἐκέχρητο τούτοις ἀδυναμίαν ἂν οἱ πάντα τολμῶντες καὶ ἰδιωτισμὸν ᾐτιάσαντο ὅπου καὶ νῦν τινες μὴ συνιέντες τὰ τοιαῦτα απειριαν αὐτὸν τῶν τοιούτων ἔχειν ἐξ ὧν οὐδ' αὐτοὶ συνίσασιν ὑπολαμβάνουσιν εἰ δ' αὖ πάλιν τούτοις διὰ παντὸς ἐχρῆτο ὁ ἀποστολικὸς χαρακτὴρ ἐν τοῖς παρεωραμένοις ἐτίθετο διῄτησιν οὖν συνετῶς καὶ πανσοφως ἄμφω ἐχρήσατο μὲν γὰρ ἐκείνοις ὥστε δεῖξαι ῥᾴδιον εἶναι βουλομένῳ τὸ τοιοῦτον καὶ ὅτι οὐκ ἀγνοεῖ ἐνέμεινε δὲ τῷ ἀποστολικῷ χαρακτῆρι τὴν εὐγένειαν καὶ τὸ ἀπερίεργον καὶ καθαρὸν καὶ αὐτοφυὲς τοῦ λόγου τιμῶν τὶ οὖν μὴ καὶ οἱ λοιποὶ οὕτω τοὺς ἑαυτῶν κατέμιξαν λόγους ἀρκεῖ καὶ οὗτος μόνος δεῖξαι ὅτι κἀκείνοις ῥᾷον ἦν εἴπερ ἐβούλοντο ποιεῖν καίτοι καὶ ἐν ταῖς ἐκείνων ἐπιστολαῖς ἐστιν εἰ καὶ σπανιώτερον τὰ τοιαῦτα εὑρεῖν εἰ δὲ τὸ ἔχοντες χαρίσματα μηδαμοῦ ἀναπαυστέον μέχρι τοῦ εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς ἄλλη μὲν διάνοια ἀνακύψει μονοσχημάτιστος δὲ ἡ σύνταξις ἔσται εἰς πνεῦμα δὲ λίαν ἡ περίοδος ἀποτεταμένη
681102rRom.12.6 κατὰ τὴν χάριν εἰ ὁ θεὸς ἐχαρίσατο σύ τι μεγαφρονεις μὴ γὰρ σὸν κατόρθωμα τὰ χαρίσματα θεοῦ φησιν ἡ δόσις
682102rRom.12.6 διαφορά καλῶς τὸ διαφορὰ ἵνα δείξῃ οὐ τὸ μὲν μέγα τὸ δὲ μικρὸν μεγάλα γὰρ ἅπαντα ἀλλὰ ποικίλα καὶ ἁρμόδια
683102rRom.12.6 κατὰ τὴν ἀναλογίαν τῆς πίστεως νυν δείκνυσιν ὅτι τῶν δοκούντων μειζόνων χαρισμάτων οἱ λαμβάνοντες εἰσιν αἴτιοι πρὸς τὸ λαβεῖν εἰ γὰρ καὶ χάρις ἐστι τοσοῦτον μέντοι ἐπιῤῥει ὅσον ανευρησκευος ἐπιτήδειον ἑαυτῶι καταστῆσαν διὰ τῆς πίστεως
683ex102rRom.12.6 εἴτε προφητείαν ἔχομεν φησιν
684exa102rRom.12.6-Rom.12.7 εἴτε διακονίαν ἔλαβε τις φησιν
684102rRom.12.7* ἡ διακονία γενικοντι ἐστι πάντα γὰρ εἰς διακονίαν δίδοται τὰ χαρίσματα λοιπὸν δὲ καὶ τοῖς δικοις ἐπεξέρχεται
684exb102rRom.12.7 ἐν τῆι διακονίαι τουτέστι μενέτω
684exc102rRom.12.7 εἴτε ὁ διδάσκων ἔλαβε φησι χάρισμα διδασκαλίας ἀπὸ κοινοῦ τὸ μενέτω
684exd102rRom.12.7-Rom.12.8 εἴτε ὁ παρακαλῶν χάρισμα φησιν ἔλαβε παρακλήσεως ἐν τῆι παρακλήσει μενέτω
685102rRom.12.8 ὁ μεταδιδούς λοιπὸν δείκνυσιν ὅτι οἱ κακῶς τοῖς χαρίσμασι χρώμενοι ἀνόνητα αυτὰ ποιοῦσιν
685Ph102rRom.12.8Φ(ω)τ(ιου) * ἐν ἁπλότητι Ἐπειδὴ τὰ χαρίσματα ἢ ἐν δοσει τὴν ἐνέργειαν αὐτῶν ἐπιδείκνυσιν ἢ ἐν προστασίᾳ ἢ ἐν ἐλέῳ φησὶν ὅτι οὐχ ἁπλῶς ταῦτα δεῖ ἐπιτελεῖν ἀλλὰ διδόναι μὲν μετὰ ἁπλοτητος καὶ χαρᾶς οὐχ ὡς ζημιούμενον τι ἀλλὰ μᾶλλον κερδαίνοντα καὶ προΐστασθαι μὴ ἀμελῶς ἀλλ' ὑπὲρ ἑαυτοῦ σπουδάζοντα καὶ ἐλεεῖν ἱλαρῶς καὶ εὐθύμως ὡς αὐτον τι καρπούμενον ἔσται δὲ ταῦτα πῶς ἂν ἀγάπην ἔχωμεν πρὸς ἀλλήλους ἀγάπην δὲ μὴ πεπλασμένην καὶ ἐν ὑποκρίσει ἀλλ' ἄπλαστον καὶ ἀνυποκριτον καὶ τελείαν καιἀληθῶς ἀγάπην
686102rRom.12.8 ἐν σπουδῆι οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι μόνον
687102rRom.12.8 ἐν ἱλαρότητι μὴ ὡς ζημιούμενος ἂλλ ὡς αὐτος μᾶλλον κερδαίνων ἔνθεν γὰρ συμβήσεται τὸ ἱλαρόν
688102rRom.12.8-Rom.12.9 ἀνυπόκριτος μὴ πλάσμα ἀγάπης ἔστω ἀλλὰ ἀγάπη ἧς οὔσης κατορθοῦται τὰ εἰρημένα
688ex102rRom.12.9
689102rRom.12.9 ἀποστυγοῦντες μὴ μόνον ἀπεχόμενοι ἀλλὰ καὶ λίαν μισοῦντες τοῦτο γὰρ δηλοῖ τὸ ἀπὸ εἶτά φησι μὴ μόνον μισειτε τὸ πονηρὸν ἀλλὰ καὶ ἔχεσθε τοῦ ἀγαθοῦ τὸ δὲ κολλώμενοι τὴν πρὸς αὐτο διάθεσιν ἐμφαίνει
690102rRom.12.9 κολλώμενοι τῶι ἀγαθῶι ἑνὶ γὰρ είναι ἀγάπην καὶ ἐπὶ αἰσχροῖς
690Ph102rRom.12.9Φωτιου * Πῶς ἐστι κολληθῆναι τῷ ἀγαθῷ ἐν τῇ φιλαδελφίᾳ φησὶ τοῦτ' ἔστι διὰ τῆς φιλαδελφίας ἐν τούτῳ γὰρ γνώσονται ἐὰν ἀγαπᾶτε ἀλλήλους ὁ δὲ μαθητὴς φυλάττων τὰ μαθήματα κεκόλληται καὶ ἥνωται τῷ διδασκάλῳ ὅπερ ἐστὶ τὸ κυρίως ἀγαθον ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀλλὰ πόθεν φύεται ἡ φιλαδελφία πόθεν ἐστὶ θηρᾶσαι ταὐτὴν ἐκ τοῦ προηγεῖσθαι ἀλλήλους φησὶ τῇ τιμῇ ὡς ἀληθῶς γὰρ ἀρχὴν λαμβάνει φιλία ἀσφαλῆ ἐὰν ἕκαστος ἀγωνίζηται προλαβεῖν εἰς τὸ τιμῆσαι τὸν πλησίον
691102rRom.12.9-Rom.12.10 εἰς ἀλλήλους φιλόστοργοι εἰ γὰρ σχοίητέ φησι φιλαδελφίαν φιλήσετε πάντως ἀλλήλους ἀδελφοὶ γὰρ ἐστε εἶτα λέγει πως ἂν ἡ φιλαδελφία κατορθωθείη εἰ ἕκαστος φησι ἡγεῖται τῆς πρὸς ἀδελφον τιμῆς
691ex102vRom.12.10* ἐν ὑπὲρ θερμωι καὶ διὰ καει πρὸ αιρεσει τῶ κυρίῳ δουλεύοντες οὕτως γὰρ διατεθεικοτες ἑαυτοὺς καὶ ἐν ταῖς θλίψεσι περὶ χαρως διακεισομεθα διὰ τὴν μένουσαν ἐλπίδι καὶ πάντα τἄλλα ραδιως υποισομεν
692102vRom.12.10-Rom.12.11 τῆι σπουδῆι μὴ ὀκνηροί καὶ γὰρ τοῦτο ἀγάπην τίκτει ὅταν μὴ τιμῶμεν ἀλλὰ καὶ ὑπερσπουδάζωμεν
693102vRom.12.11 τῶι πνεύματι ζέοντες ζεον ἐν ἑαυτοῖς ἔχετε καὶ διατεθερμαμένον τὸ ἅγιον πνεῦμα ἔσται δὲ τοῦτο εὰν ζῶμεν ἐν καλοῖς ἔργοις
694102vRom.12.11 τῶι κυρίωι δουλεύοντες διὰ γὰρ τῶν εἰρημένων γὰρ εγγενησεται ημν δουλεύειν τῶι κυρίωι
695102vRom.12.11-Rom.12.12 τῆι ἐλπίδι χαίροντες ὡς * δ' ἂν γένοιτο ζειν τῶι πνεύματι εὰν τῆι ἐλπίδι χαίρητέ φησιν οὐδὲν γὰρ οὕτως πρὸς πάντα ποιεῖ πρόθυμον ὡς ἐλπὶς καλὴ καὶ εάν φησιν υπομενητε καὶ εὰν ευχοιν ἀδιάλειπτον ἔχητε
696102vRom.12.12 ὑπομένοντες ἡ γὰρ ὑπομονὴ τίκτει δοκιμήν
697102vRom.12.12 τῆι προσευχῆι πρός ταύτης γὰρ βοηθούσης ἔσται ῥάιδια πάντα
698102vRom.12.12-Rom.12.13 ταῖς χρείαις τῶν ἁγίων ἐν οἷς ἂν ἐν χρεία γένωνται
702Pha102vRom.12.13Φ(ω)τ(ιου) * τὴν πρὸς τοὺς ἁγίους ἐλεημοσύνην εἰσάγει διὸ καὶ ἐφύλαξεν αὐτὴν ἐν ἐξαιρέτῳ ἄνω μὲν περὶ καθολικῆς εἶπεν ἐλεημοσύνης κοινωνοῦντες φησὶν κοινωνία γὰρ τὸ πρᾶγμα σὺ μὲν γὰρ εἰσφέρεις χρήματα αὐτοῖς ἐκεῖνοι δὲ σοὶ τὴν πρὸς θεὸν παρρησίαν καὶ τὰ μυρία ἀγαθά
699102vRom.12.13 τὴν φιλοξενίαν διώκοντες μημεινης φησιν ἐκεῖνον ἐλθεῖν πρός σε ἐρυθριᾷ γὰρ ἀλλὰ σὺ δίωξον αὐτον
700102vRom.12.13-Rom.12.14 εὐλογεῖτε τοὺς διώκοντας διδάξας πως δέοι διακεῖσθαι πρὸς τοὺς ἀδελφοὺς διδάσκει πως καὶ πρὸς τοὺς πολεμίους ὅρα δὲ οὐκ εἶπε μὴ ἀμύνου μηδὲ καταρῶ ἂλλ ὁ μεῖζον εὐλόγει καὶ υπερευχον
701102vRom.12.14-Rom.12.15 χαίρειν μετὰ χαιρόντων μὴ μόνον φησι ῥήμασιν εὐλογεῖτε ἀλλὰ καὶ ἔργοις χαίρουσι μὲν συγχαίροντες ἀλγοῦσι δὲ συναλγοῦντες μεῖζον δὲ τὸ συγχαίρειν χαίρουσιν ὅσον ἡ εὐημερία τῶν πλησίον καὶ φθόνου πρόφασις τοῖς ἀσεβέσι γίνεται
702102vRom.12.15-Rom.12.16 τὸ αὐτο εἰς ἀλλήλους φρονοῦντες οἷον μέγαν σεαυτὸν νομίζεις τοιοῦτον νόμιζε καὶ τὸν ἀδελφον κἂν πένης ἦι ἐπεὶ μὴ ἐστι πλούτου καὶ πενίας διάκρισις παρὰ θεῶι πως δ' ἂν γένοιτό σοι τοῦτο εὰν μὴ φρονῇς περὶ σεαυτοῦ ὑψηλὰ ἀλλὰ συμφέρηι καὶ συναπάγηι τοῖς ταπεινοῖς καὶ εἰς τὴν ἐκείνων συγκαταβαίνης εὐτέλειαν ἐκ δὴ τούτων τὴν κενοδοξίαν καταστέλλει εἰκὸς γὰρ ἦν αὐτοὺς διὰ τὴν πόλιν τούτωι κατισχῆσθαι τῶι γένει
702Phb102vRom.12.16
703102vRom.12.16 μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς τουτέστι μὴ ἡγεῖσθε είναι σοφοὶ καὶ μηδενὸς νοήματος ἐνδεεῖς φησιν γὰρ ἡ γραφὴ οὐ αἱ οἱ συνετὸ παρ' ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες
704102vRom.12.16-Rom.12.17 κακὸν ἀντὶ κακοῦ εἰ γὰρ ψεκτὸς καὶ ἄθλιος ὁ ποιῶν τὸ κακὸν ἵνα τι μὴ φευγεις τὴν μίμησιν τῶν κακῶν ἀλλὰ τῶν ἀμύνασθαι ἔνοχον σαυτὸν καθιστὰς καὶ κοινωνὸν τῆς ἀσεβείας
705102vRom.12.17 προνοούμενοι καλά τοῦτό φησιν ὅτι πρόνοιαν ποιεῖσθε τοῦ καλοὶ φαίνεσθαι ἐν τῶι μηδενὶ διδόναι ψόγου πρόφασιν ἡ ἐπειδὴ ἄνω εἶπε μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες προσέθηκε καὶ τὸ προνοούμενοι καλὰ ὡς εἰ ἔλεγεν οὐκ ἀρκεῖ μόνον τὸ μὴ ἀποδιδοναι κακὰ ἀλλὰ δεῖ καὶ προνοεῖν τοῦ ποιήσαντος ἡμᾶς κακῶς καὶ γὰρ καὶ ἄνω οὐκ ἠρκέσθη τῶν μὴ καταρᾶσθαι τοὺς διώκοντας ἀλλὰ καὶ εὐλογεῖν προσέταξεν
706102vRom.12.17-Rom.12.18 εἰ δυνατὸν τὸ ἐξ ὑμῶν ἐστι γὰρ ὅτε οὐ δυνατὸν ἔνθα περὶ εὐσεβείας ὁ λόγος τὸ δὲ ἐξ ὑμῶν τουτέστι σὺ τὸ σὸν ποίησον καὶ μὴ παράσχῃς ἔχθρας ἀφορμὴν μὴ Ἕλληνι μὴ Ἰουδαίωι τοῦτο γὰρ τὸ μετὰ πάντων
707102vRom.12.18-Rom.12.19 μὴ ἑαυτοὺς ἐκδικοῦντες ἐπειδὴ τοῦτο ἀκολουθον τὸν ἠδικημένον ἐκ δικιας τυχεῖν τοῦτο αὐτο ἐπαγγέλλεται σοι φησι μὴ εκδικησας σεαυτὸν καὶ ὁ θεός σε ἐκ δικει δότε γάρ φησι τόπον καὶ χώραν τῆι ὀργῆι τοῦ θεοῦ ἐλθεῖν ἂν γὰρ σὺ μὴ ἀμύνηι ἥξει ἡ ὀργή
707ex102vRom.12.19* ἐπειδὴ τοῦτο μάλιστα ὁ ἀδικηθεὶς ἐπιθυμεῖ ἰδεῖν ἐκδικίας ἑαυτὸν ἀπολαύοντα τοῦτο αὐτω μετὰ πολλῆς δίδωσι περιουσίας ἂν γὰρ αὐτος μὴ ἀμύνηι θεὸς ἔσται ὁ τιμωρὸς συγχώρησον οὖν αὐτῶι ἐπεξελθεῖν τοῦτο γὰρ τὸ δότε τὸ πονηι ὀργῆι
708102vRom.12.19 γέγραπται γάρ παραμυθούμενος πλέον τὸν ἠδικημένον ἤγαγε τὴν μαρτυρίαν
709102vRom.12.19 ἐμοι εδικησις τουτέστι παρ' ἐμοι
710102vRom.12.19-Rom.12.20 εὰν οὖν πεινᾷ ὁ ἐχθρός μὴ μόνον φησι ειρημενευετε καὶ μὴ ἀμύνεσθε ἀλλὰ καὶ εὐεργετεῖτε τρέφοντες ποτίζοντες εἶτα ἐπειδὴ βαρὺ ἦν ἐπάγει ὅτι πῦρ αὐτῶι σωρεύσεις τοῦτο ποιῶν τοῦτο δὲ εἶπε καὶ τοῦτον παραμυθούμενος καὶ τὸν ἡ δικηκοτα φοβῶν
711102vRom.12.20-Rom.12.21 μὴ νικῶ ὑπο τοῦ κακοῦ μαλαξας πρότερον τὸν ἀδικηθέντα καὶ ποιήσας αὐτον εὐεργετεῖν διὰ τοῦ εἰπεῖν ἄνθρακας σωρεύσεις νυν ὑψηλοτερον αὐτῶι παραινεῖ εἰ γὰρ τοιαύτη φησι διαθέσει τρέφεις ἵνα πῦρ αὐτῶι σωρεύσεις οὐκ ἐνίκησας τὸ κακὸν ἂλλ ἡττήθης αὐτῶι ἐγὼ δέ σε φησι νικᾷν τὸ κακὸν βούλομαι τοιγαροῦν μὴ διαθέσει κακοποιῷ εὐεργετεῖ ὑπὲρ γὰρ παραμυθίας σου φησιν εἴρηται τὰ εἰρημένα οὐχ ἵνα οὕτω ποιῇς
710Ph102vRom.12.21Φ(ω)τ(ιου) * Εἰ καὶ σοῦ εὐεργετοῦντος τὸν ἐχθρον ὁ θεὸς ἐκδικῶν σε ὀργίζεται αὐτῷ καὶ πῦρ πειρασμῶν καὶ κακώσεων ἃ κατὰ τοῦ πλησίον ἐκεῖνος ἐτέκταινεν ἐπὶ κεφαλὴν αὐτοῦ στρέφει ἀλλ' οὖν σὺ μὴ διὰ τοῦτο θελήσῃς αὐτὸν εὐεργετεῖν ἵνα ἐν τοιούτοις αὐτὸν κακοῖς ἴδῃς ἐπεὶ ἐνικήθης ὑπὸ τοῦ κακοῦ κἀκεῖνος μὲν οὐδὲν ἧττον ἃ ἔδει παθεῖν αὐτὸν πάσχει σὺ δὲ ἀπώλεσας τὸν μισθὸν νικηθεὶς ὑπὸ τοῦ κακοῦ μᾶλλον δὲ εἰ τοιαύτην σου τὴν γνώμην ὁ θεὸς ἴδῃ οὐδ' ἐκδικεῖ τὸν ἀγαθον γὰρ τὸν πρᾷον τὸν ἀδικηθέντα ἐκδικεῖ ἀλλ' οὐχὶ τὸν διὰ τοῦ θυμοῦ καὶ τῆς προαιρέσεως ἑαυτὸν ἐκδικήσαντα καὶ διὰ πράξεως ἀγαθῆς τῆς εὐεργεσίας πονηρευσάμενον τὴν διαφθορὰν ἰδεῖν τοῦ λυπήσαντος εὐεργέτει οὖν σὺ ἵνα νικήσῃς τὸ κακὸν καὶ ἵνα γένῃ υἱος ὡς ὁ κύριος φησι τοῦ ἐν οὐρανῶι πατρός
712103rRom.12.21-Rom.13.1 πᾶσα ψυχὴ ἐξουσίαις ὑπέρ πολλὴν τοῦ κεφαλαίου τούτου πανταχοῦ ποιεῖται πρόνοιαν δεικνὺς οὐκ ἐπὶ καταστροφῆι τῆς κοινῆς εὐταξίας τοὺς τοῦ Χριστοῦ νόμους είναι καὶ ὅτι ἀρκοῦσι καὶ οἱ διὰ τὴν ἀλήθειαν πολεμοῦντες φησιν ἡμῖν καί τι δεῖ καὶ ἡμᾶς περιττοὺς ἐπινοεῖν ἡμῖν αὐτοῖς πολεμίους
711Ph103rRom.13.1
713103rRom.13.1 οὐ γὰρ ἐστι ἐξουσία οὐ περὶ τοῦ καθεκαστον ἄρχοντος ταῦτα λέγει ἀλλὰ περὶ αὐτῆς τῆς ἀρχῆς ἐπειδὴ γὰρ τὸ ὁμότιμον στασιῶδες ἦν εἰσήγαγεν ὁ θεὸς τὰς ἐξουσίας
714103rRom.13.1 αἱ δὲ οὖσαι ἐξουσία κατὰ τοῦ αὐτοῦ εἶπεν εἰπὼν γὰρ οὐκ ἐστι ἐξουσία εἰ μὴ ὑπο θεοῦ πάλιν τὸ αὐτο λέγει αἱ δὲ οὖσαι φησιν ἐξουσίαι ὑπο τοῦ θεοῦ τεταγμέναι εἰσιν οἷον γεγονυῖαι ὁ θεός φησιν ἔταξε καὶ διωκησεν αὐτάς
715103rRom.13.1-Rom.13.2 ώστε ὁ ἀντὶ τασσόμενος τῆι ἐξουσίαι ἵνα μὴ εὐτελίζεσθαι νομίζωσιν οἱ τοῦ Χριστοῦ δοῦλοι ὑποτασσόμενοι ἄρχουσιν δείκνυσιν ὅτι χρὴ πείθεσθαι καὶ μὴ ἀντιτάσσεσθαι μηδὲ ἀπειθεῖν τοῖς ἄρχουσιν ὡς ὅ γε τοῦτο ποιῶν φησι θεῶι ἀντιλέγει τῶι πεποιηκότι τὰς ἀρχάς
715Ph103rRom.13.2Φ(ω)τ(ιου) τῆι τοῦ θεοῦ διαταγῆι Κερδαίνεις κἀντεῦθεν φησὶν ὑποτασσομενος οὐ μόνον ὅτι ἐντολὴν πληροῖς ἀλλ' ὅτι καὶ τὸν θεὸν τιμᾷς τιμῶν τὴν ὑπ' αὐτοῦ τεταγμένην ἐξουσίαν καὶ τὸν ταύτην χειρίζοντα μακάριος οὖν ὁ οὕτω καὶ διὰ ταῦτα τὴν ἐξουσίαν τιμῶν καὶ ὑποτασσομενος ὥσπερ ἄθλιος ὁ διὰ ταῦτα μὴ ὑποκείμενος καὶ διπλοῦν ἀποφέρεται κρίμα πρῶτον ἐκ τοῦ θεοῦ ὅτι τὴν ὑπ' αὐτοῦ τεταγμένην καὶ ὁρισθεῖσαν ἀρχὴν ἐξουθενεῖ δεύτερον καὶ ἐκ τῶν ἠτιμασμένων ἀρχοντων ὅρα δὲ καὶ τὸ κέρδος τῶν ἀρχοντων κωλύουσι τοὺς φαύλους προτρέπονται τοὺς σπουδαίους δι' ὧν αὐτοὺς τιμῶσι καὶ ἐπαινοῦσιν εἰς ἀρετὴν χρὴ οὖν αὐτοὺς ἀποδέχεσθαι καὶ διὰ τοῦτο καὶ ὅτι θεοῦ διάκονοὶ εἰσι τῷ θελήματι αὐτοῦ ὑπηρετούμενοι καὶ τρίτον ὅτι τὰ ἴδια λιπόντες ὑπὲρ τῶν κοινῶν φροντίζουσι τῇ τῶν πλησίον ὠφελείᾳ προσκαρτεροῦντες καὶ πρὸ τῆς ἰδίας ἀνέσεως τὸν ὑπὲρ ἐκείνων πόνον ἀναδεχομενοι τὶς τούτοις εἰ καὶ μήτις φόβος ἐπέκειτο ἐξ αὐτῆς τοῦ συνειδότος τῆς κρίσεως οὐκ ἂν ἀγάσαιτο καὶ ἐν πατέρων θήσει καὶ προστατῶν λόγῳ μακάριοὶ εἰσιν οἱ τοιοῦτοι ἄρχοντες
716103rRom.13.2 κρίμα λήψονται κατάκρισιν φησι τοῦ παρὰ θεοῦ ἑαυτοῖς ἐπισπῶνται
717103rRom.13.2-Rom.13.3 οἱ γὰρ ἄρχοντες τι ἀλγεῖς φησιν ὑποταγεὶς τῆι ἐξουσία τι δὲ φοβῆι αὐτὴν καὶ τρέμεις μὴ γὰρ ἐπιτιμᾷ τοῖς καλῶς ζῶσι μὴ γὰρ ἐστι φοβερὸς τῶι τῆς ἀρετῆς ἐπιμελομένωι
718103rRom.13.3 τῶν ἀγαθῶν ἔργων τουτέστι τοῖς τὰ ἀγαθὰ πράττουσι
719103rRom.13.3 ἀλλὰ τῶν κακῶν τουτέστι τῶν τὰ κακὰ πραττόντων
720103rRom.13.3 θέλεις δὲ μὴ φοβεῖσθαι εἰ δὲ θέλεις φησι μὴ μόνον είναι σοι τὸν ἄρχοντα ἤπιον ἀλλὰ δὴ καὶ ἐπαινοῦντα τὸ ἀγαθον ποιεῖ
721103rRom.13.3-Rom.13.4 θεοῦ γὰρ διάκονος τοσοῦτον γάρ φησιν ἐπαινέσει σε τὸ ἀγαθον πράττοντα τι δεῖ καὶ συμπράξει σοι πρὸς τοῦτο ὁ γὰρ φόβος πρόφασις σοι γίνεται καλῶς βιοῦν διὰ τοῦτο δὲ εἶπεν θεοῦ αὐτον είναι διάκονον εἰς τὸ ἀγαθον ὅτι διακονεῖ τῆι βουλῆι τοῦ θεοῦ τοὺς ἀγαθοὺς ἐπαίνων καὶ τοὺς κακοὺς κολάζων ἐκ δὲ τούτου εἰς ἀγαθόν σε συνωθεῖ
721Ph103rRom.13.4Φ(ω)τ(ιου) * καί σοι φησὶν ἐστὶ διάκονος εἰς τὸ ἀγαθον τοῦ θεοῦ δηλονότι διάκονος ὑπάρχων πῶς δὲ ἐστι σοὶ διάκονος κωλύων τοὺς κακοὺς καὶ τὴν ἀπ' αὐτῶν βλάβην σοι ἀφαιρούμενος καὶ ἄδειαν παρέχων εἰς τὸ ποιεῖν σε τὸ ἀγαθον διακονεῖ δὲ σοὶ εἰς τὸ ἀγαθον καὶ ὅταν σε ἐπὶ τοῖς κακοῖς φοβῇ ἀνακοπτων σε ἐκεῖθεν καὶ προτρεπόμενος ἐπ' ἀρετὴν ἔτι δὲ καὶ τιμῶν καὶ ἀποδεχομενος προτρέπει εἰς αὐτὸ τοῦτο
722103vRom.13.4 εὰν τὸ κακὸν ποιῇς οὐκ ἄρα ὁ ἄρχων αἴτιος σοι τοῦ φοβοῦ ἀλλὰ τὸ πράττειν κακῶς
723103vRom.13.4 τὴν μάχαιραν φορεῖ ὁρᾷς πως ἐφόβησε μὲν τὸν ὑπήκοον καθώπλισε δὲ τὸν ἄρχοντα
724103vRom.13.4 θεοῦ γὰρ διάκονος ὁ γὰρ τοὺς κακῶς βιοῦντας τιμωρούμενος θεῶ διακονεῖ εἰς ὀργήν
725Pha103vRom.13.4Φ(ω)τ(ιου) * εἰ γὰρ διάκονος ἐστι θεοῦ εἰ ἐπαίνους ἕξεις ἐξ αὐτῆς οὐ μόνον δεῖ διὰ τὴν ἐξ αὐτῆς ὀργὴν ἐγγινομένην τοῖς ἁμαρτάνουσιν ὑποτάσσεσθαι αὐτῇ ἀλλά γε πολὺ μᾶλλον προσήκει καὶ ὡς διάκονον θεοῦ καὶ ὡς ἐπαινοῦσαν καὶ ἐπαλείφουσαν ἐπ' ἀρετὴν τιμῆς αὐτὴν ἀξιοῦν καὶ γὰρ κἂν μηδεὶς ᾖ φόβος αὐτὴ ἡ συνείδησις εἰς ὑπακοὴν αὐτῆς καὶ ὑποταγὴν προτρέπεται
725103vRom.13.4-Rom.13.5 διὸ ἀνάγκη ὑπο ἀνάγκη οὖν φησι τοῖς ἄρχουσιν ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν τοῦ θεοῦ τὴν κατὰ τῶν μὴ ὑποτασσομένων τῆι ἀρχῆι γινομένην ἀλλὰ καὶ διὰ τὴν συνείδησιν τουτέστιν ἵνα μὴ δόξης ἀσυνείδητός τις είναι καὶ ἀγνώμων τῶι εὐεργέτηι καὶ τῶι διακονῶ τοῦ θεοῦ μὴ ὑποτασσομενος
725Phb103vRom.13.5 καὶ διὰ τὴν συνείδησιν διὰ μὲν τὴν ὀργὴν οἱ φαῦλοι καὶ μὴ θέλοντες ὑποτάσσονται διὰ δὲ τὴν συνείδησιν ὀφείλουσιν οἱ σπουδαῖοι ἑκοντες καὶ σὺν προθυμίᾳ ὑποτάσσεσθαι
726103vRom.13.5-Rom.13.6 διὰ τοῦτο γὰρ καὶ φόρους καὶ τοσοῦτόν φησιν εὐεργετοῦσιν αἱ ἐξουσίαι ὅτι καὶ φόρους τελεῖτε μισθὸν ὥσπερ τῆς κηδεμονίας καὶ τῆς προνοίας παρέχοντες
727103vRom.13.6 λειτουργοὶ γὰρ θεοῦ εἰσιν τουτέστιν ὑπουργοὶ θεοῦ καὶ λειτουργοῦντες θεῶι τοῦτο τὸ ἡμῶν κήδεσθαι
728103vRom.13.6 εἰς αὐτο τοῦτο προσκαρτεροῦντες τῶν οἰκείων φησι ἀμελοῦντες εἰς τὰς ὑπὲρ ὑμῶν φροντιδος ἀπησχόληνται
729103vRom.13.6-Rom.13.7 πᾶσι τὰς ὀφειλάς ἔδειξε χρέος ὃν τὸ πρᾶγμα διὰ τοῦτο γὰρ ὀφειλὰς εἶπεν
730103vRom.13.7 τῶ τὸν φόβον τὸν φόβον φόβον καλεῖ τὴν ἐπιτεταμένην τιμὴν οὐ τὸν ἐκ τοῦ πονηροῦ συνειδότος φόβον
731103vRom.13.7 τὴν τιμήν οὐ μόνον χρήματα φησι χρεωστει τε ἀλλὰ καὶ τὴν τιμήν
732103vRom.13.7-Rom.13.8 μηδενὶ μηδὲν ὀφείλετε ἐπὶ τὴν ματηρα τῶν ἀγαθῶν ἦλθε τὴν ἀγάπην δεικνὺς αὐτὴν χρέος οὖσαν καὶ ὄφλημα
733103vRom.13.8 νόμον πεπλήρωκε εἶτα δείκνυσι τι τὸ κέρδος τῆς ἀγάπης ὅτί φησιν ὁ ταύτην πληρῶν τὸν νόμον ὅλον πληροῖ καὶ λέγει πως
733Ph103vRom.13.8Φ(ω)τ(ιου) * Πῶς ὁ ἀγαπῶν τὸν πλησίον νόμον πεπλήρωκεν ἢ αὐτοθεν δῆλον ἀγαπῶν γὰρ οὐκ ἂν τοῦ ἀγαπωμένου τὸν γάμον διορύξῃ εἰς αὐτὸ τὸ κεφάλαιον τοῦ βίου ἐπιβουλεύων καὶ ζημιῶν τὸν φιλούμενον ἀλλ' οὐδὲ μιαιφόνους χεῖρας ὁπλίσειͅ κατ' αὐτοῦ οὐ μὴν οὐδὲ κλέπτειν ἐπιχειρήσει οὐδ' ἄλλως πως εἰς ἐπιθυμίαν τινὸς τῶν αὐτοῦ καταστὰς ἀφαιρήσεται βίᾳ λαβὼν οὐδὲν γὰρ τούτων ἐστὶ φιλοῦντος οὐ μὴν οὐδὲ μαρτυρίαν ψευδῆ κατὰ τοῦ πλησίον μαρτυρήσει οὐδ' ἐπίορκον ὅρκον ὀμοσει πατέρα δὲ καὶ μητέρα πῶς ὁ τὸν πλησίον φιλῶν οὐ διαφερόντως φιλήσει καὶ τιμήσει πῶς δ' οὐχὶ τὸ θεῖον οὗτος ὡς ἀληθῶς ἐξ ὅλης αὐτοῦ τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ἰσχύος αὐτοῦ ἀγαπήσει καὶ δοξολογήσει ὁ δὲ τούτοις ἑαυτὸν περιφράξας ποίαν ἄλλην ἀρετὴν ταῖς προειρημέναις οὐ συναυξήσει καὶ συναπαρτίσει ὥστε ὁ ἀγαπῶν τὸν πλησίον ὅλον τὸν νόμον πεπληρωκὼς ἂν εἴη εἶτα ἐπειδὴ τὸ τῆς ἀγάπης ὄνομα εἰώθασιν οἱ ἄνθρωποι καὶ ἐπὶ τῶν ἀναξίων διαθέσεων τῆς κλήσεως ταύτης τιθέναι ὑπογραφὴν αὐτῆς αὐτὸς ἀποδίδωσι ποίαν ἔφησεν ἀγάπην παριστὰς ἐν αὑτῇ περιέχειν τὸν νόμον καὶ συγκεφαλαιοῦσθαι τῶν ἀρετῶν τὸ πλῆθος ἡ ἀγάπη γὰρ φησὶν ἣν ἔφης συνάπτουσα τοὺς πλησίον ἀλλήλοις οὕτως ἑνοποιεῖ ὡς ἑκάτερον οὐχ ἕτερον ἡγεῖσθαι τὸν συναφθέντα ἀλλὰ νομίζειν ἄλλον αὐτὸν εἶναι ἐκεῖνον ἐξ οὗ δηλονότι οὐδὲν ἑκάτερος τῷ πλησίον ἐργάσεται κακὸν εἶτα ἐπαναληπτικὸν συμπέρασμα πλήρωμα οὖν νόμου ἡ ἀγάπη ἀντὶ τοῦ ἀληθῶς ἄρα καὶ δικαίως ἔφην ὅτι ὁ ἀγαπῶν νόμον πεπλήρωκεν
734103vRom.13.8-Rom.13.9 τὸ γὰρ οὐ μοιχευσις εἰπὼν ὅτι ἀγαπῶν τὸν νόμον ὅλον πληροῖ δείκνυσι πως ὅτί φησι πᾶσαι αἱ ἐντολαὶ διὰ τῆς ἀγάπης πληροῦνται ἂλλ οὐκ εἶπε πληροῦνται ἁπλῶς ἂλλ ἀνακεφαλαιοῦνται τουτέστι συντόμως καὶ ἐν βραχεῖ λόγωι τὸ πᾶν γίνεται καὶ ὅλον πληροῦται τῶν ἐντολῶν τὸ ἔργον διὰ βραχέων
735103vRom.13.9 τὸν πλησίον σου ὡς σεαυτόν τὸ ὡς ἑαυτὸν τὴν ἐπιτεταμένην ἀγάπην δηλοῖ
736103vRom.13.9-Rom.13.10 ἡ ἀγάπη τῶι πλησίον κακὸν οὐκ ἐργάζεται εἶδε πως τὰς ἀρετὰς ἑκατέρας ἔχει ἡ ἀγάπη τὴν τῶν κακῶν ἀποχὴν λέγω καὶ τὴν ποίησιν τῶν ἀγαθῶν ἰδοὺ ἡ ἀποχὴ τῶν κακῶν τῶ πλησίον φησι κακὸν οὐκ ἐργάζεται ἰδοὺ ἡ ποίησις τῶν ἀγαθῶν πλήρωμα φησι νόμου ἡ ἀγάπη τὸν γὰρ πλησίον ευποιει ἅπασα δὲ ἡ σπουδὴ τοῦ νόμου τοῦτο βούλεται
736ex104rRom.13.10-Rom.13.11 καὶ τοῦτο εἰδότες πληροῦτε φησι τὸ τῆς ἀγάπης ἔργον εἰδότες τὸν καιρὸν κατεπείγοντα καὶ ἀρετὴν ἀπαιτοῦντα νυν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἡ ὅτε ἐπιστεύσαμεν τουτέστι ὅτε ἔγνω μὲν τῶν ἔργων τὰ ὠφελιμώτερα κοῦφον ὅμως γέγονε τὸ σωθῆναι ἤπερ ὅτε κατηχούμεθα ἔτι τὸν τῆς πίστεως λόγον οὐ γὰρ ἅμα τῶ πιστεῦσαι εἰς Χριστὸν καὶ τὴν ἀκριβῆ τῶν πρακτέων κατάληψιν εἴχομεν
737104rRom.13.11* εἰδότες φησι ποῖον τοῦτο τὸν καιρόν
736Ph104rRom.13.11Φ(ω)τ(ιου) * καὶ τοῦτο εἰδότες τοῖς ἄνω συνήρτηται καὶ πρὸς ἐκεῖνα ἀποδίδοται ἐπίτασις μᾶλλον ὂν καὶ προτροπὴν ἐμφαῖνον τῶν εἰρημένων ποίοις δὲ ἄνω πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω καὶ ἀποδοτε πᾶσι τὰς ὀφειλὰς καὶ μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους ταῦτα οὖν φησὶ ποιεῖτε διά τε τὰ προειρημένα καὶ διὰ τοῦτο μάλιστα διὰ ποῖον εἰδοτες τὸν καιρὸν ὅτι συντέτμηται ὁ τῆς ζωῆς ἡμῶν χρόνος καὶ δεῖ ἡμᾶς εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες ὡς ἐξ ὕπνου κἂν γοῦν ἐγερθῆναι φανερὸν γὰρ ὅτι νῦν μᾶλλον πρὸς τὸ τέλος ἐσμὲν τῆς ζωῆς ἡμῶν ἢ ὅτε ἐπιστεύσαμεν σωτηρίαν δὲ καλεῖ τὸ τέλος τῆς ζωῆς ὅτι τότε τοῖς ἀξίοις ἡ σωτηρία καὶ ἡ ἀπολαυσις ἀποκαλύπτεται μᾶλλον διὸ καὶ ἡμέραν αὐτο καλεῖ ὡς ἡδονὴν παρέχουσαν καὶ φωτίζουσαν καὶ φανεροποιοῦσαν τὰ πρὶν ἐν ἀγνοίᾳ τῇ κατὰ πεῖραν καὶ ἀπολαυσιν κείμενα μόνῃ δὲ τῇ ἐλπίδι θεωρούμενα εἰκοτως δὲ τὸν παρόντα βίον νύκτα καλεῖ πρὸς τὴν μέλλουσαν ἡμέραν πολλὰ γὰρ τῶν ἐν τούτῳ νῦν ὡς ἐν νυκτὶ κρυπτομένων ἐκεῖ φανερὰ ὡς ἐν λαμπρᾷ ἡμέρᾳ γενήσεται καὶ πολλὰ τῶν ἀγνοουμένων ἐνταῦθα ὡς ἐν σκότει ἐκεῖ ὡς ἐν φωτὶ ἐπιγνωσθήσεται πάσης σκηνῆς λυομένης καὶ παντὸς προσώπου περιαιρουμένου καὶ τῆς ἐπιπροσθούσης ἀχλύος τοῖς λογισμοῖς εκκαθαιρομενης συνετμήθη οὖν φησὶν ἡ νὺξ τοῦτ' ἔστιν ὁ βίος ἡμῶν καὶ ἐγγίζει τὸ τέλος ἤ τοι ἡ ἡμέρα ἤδη πλησιάζει τῆς τελευτῆς καὶ τῆς ἀνταποδοσεως χρὴ οὖν καὶ διὰ ταῦτα πᾶσαν ἐντολὴν προθύμως ἐπιτελεῖν ἀγαπᾶν ἀλλήλους ἀποδιδοναι πᾶσι τὰς ὀφειλὰς ὑποτάσσεσθαι ταῖς ἀρχαῖς καὶ γὰρ καὶ ὀλίγος ὁ πόνος ἤδη οὐκ εἰς μῆκος οἱ ἀγῶνες εἴ τι καὶ δέοι ἀγωνίσασθαι ἐκτείνονται βραχὺ λίαν γέγονε τὸ στάδιον τῆς ζωῆς ἡμῶν μηδεὶς ὀκνείτω πάντες σπουδάσωμεν
738104rRom.13.11 ὥρα ἡμᾶς ἤδη ἐγγύς φησι τὸ τέλος καὶ δεῖ ἡμᾶς ἐπείγεσθαι εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐργασίαν
739104rRom.13.11 ἐξ ὕπνου ἐγερθῆναι τῆς ῥαθυμίας ἀναστῆναι
740104rRom.13.11 ἐγγύτερον ἡμῶν τοῦ γὰρ παρόντος βίου ὑποσυρόμενο κατάμικρον ἐγγύτερος ὁ τῆς ἀναστάσεως γίνεται καιρός
741104rRom.13.11 ἡ σωτηρία εὰν ὦμεν ὡς δεῖ παρεσκευασμένοι σωτήριος ἡμῖν ἔσται ἡ τῆς κρίσεως ἡμέρα εἰ δὲ μὴ ὀλέθριος πλὴν αὐτος ἐκ τῶν χρηστοτέρων δηλοῖ τὴν ἡμέραν ἐκείνην
742104rRom.13.11 ὅτε ἐπιστεύσαμεν εἰκὸς ἦν τούτοις ἐν ἀρχῆι μὲν ὡς νεαροὺς ζέειν νυν δὲ ἀπομεμαράνθαι τοῦτο οὖν αἰνίττεται ὅτι ὅσον φησιν ἐγγύτερον ἡμῶν ἡ σωτηρία σπουδάζειν μᾶλλον προσήκει ἡ ραθυμειν
743104rRom.13.11-Rom.13.12 ἡ νὺξ προέκοψεν νύκτα τὸν παρόντα καλεῖ βίον οὐδὲν γὰρ ονειρα τῶν διαφέρει τὰ ἐν αὐτῶι ἡμέραν δὲ τὸν μέλλοντα χρόνον διὰ τὸ τὰ κρυπτὰ ἐν αὐτῶι φανεροῦσθαι
744104rRom.13.12 τὰ ἔργα τοῦ σκότους ργα * σκότους φησι τὰς πονηρᾶς πράξεις ὅπλα δὲ φωτὸς τὴν ἀρετὴν ὡς μὲν οὖν ὅπλα ἀσφαλίζεται ὡς δὲ φωτὸς λαμπρύνει
745Ph104rRom.13.12-Rom.13.13Φ(ω)τ(ιου) ὡς ἐν ἡμέραι ὡς ἤδη παρούσης ὡς ἐνεστηκυίας τῆς ὅσον οὔπω παρεσομένης ἡμέρας οὕτω πολιτευσώμεθα εὐσχημονως τὶ δὲ ἐστι τὸ εὐσχημονως ἑρμηνεύει αὐτὸς ἐπάγων μὴ κώμοις καὶ ἑξῆς εὐσχημονως δέ φησι λίαν ἐντρέπων ὅτι εἰ καὶ μὴ κόλασις ἦν ἀποκειμένη τοῖς ἁμαρτάνουσι καὶ ἀπολαυσις τοῖς κατορθοῦσιν ἔδει τὸ αἰσχρὸν καὶ ἀπρεπὲς καὶ ἀσχημονοῦν φεύγοντας ἔχεσθαι τῆς ἀρετῆς ὅτε δὲ καὶ τὰ ῥηθέντα ἑκατέρῳ βίῳ ἀκολουθεῖ τὶ χρὴ ποιεῖν
745104rRom.13.13 ὡς ἐν ἡμέραι ἄνω εἰρηκὼς μέλλειν τὴν τῆς κρίσεως ἡμέραν νυν αὐτὴν ἐφίστησι πτοῶν τὸν ἀκροατὴν τὸ δὲ περὶ πατησωμεν ἀνεπαχθῆ ποιεῖ τὸν λόγον καὶ γὰρ καὶ ἑαυτὸν ἔμιξεν
746104rRom.13.13 μὴ κώμοις καὶ μέθαις οὐ τὸ πίνειν ἀλλὰ τὸ ἀμέτρως κωλύει
747104rRom.13.13 καὶ ἀσελγείαις οὐ τὴν μίξιν ἀναιρεῖ ἀλλὰ τὴν πορνείαν
748104vRom.13.13 μὴ ἔριδι ἔριδι περὶ θυμοῦ λέγει ζήλωι δὲ περὶ βασκανίας
749104vRom.13.13-Rom.13.14 ἂλλ ἐνδύσασθε ὁ γὰρ αὐτον ἐνδεδυμένος ἔχει καθόλου τὴν ἀρετήν πως δὲ αὐτον ἐνδυτέον εἰ πάντα ἡμῖν αὐτος εἴη ἔσωθεν καὶ ἔξωθεν ἐν ἡμῖν φαινόμενος τὸ δὲ μηδέ ποτε αὐτοῦ ἀπολείπεσθαι ενδυνα καλεῖ
750104vRom.13.14 καὶ τῆς σαρκὸς πρόνοιαν εἰπὼν μηδεῖν προνοεῖν τῆς σαρκὸς ἐπάγει εἰς ἐπιθυμίας ἵνα μὴ νομίσῃς ὅτι οὐδε ἐν τοῖς ἀναγκαίοις δεῖ ἡμᾶς προνοεῖσθαι τῆς σαρκὸς οἷον ἐν βρώσει ἡ ἐν ἐν δυνατι προνοητέον τοιγαροῦν αὐτῆς πρὸς διαμονὴν οὐ πρὸς ἀσελγείας
751104vRom.13.14-Rom.14.1 τὸν δὲ ασεθενουντα Ἦσαν τινες ἐξ Ἰουδαίων πιστεύσαντες οἵτινες ἔτι τοῦ νόμου ἐχόμενὸ πολλὰ τῶν βρωμάτων ἐβδελύσσοντο καὶ διὰ τὸ μὴ γίνεσθαι δηλοῖ λάχανα ἤσθιον μόνα ἵνα δόξηι ἐγκρατείας ἀλλὰ μὴ βδελυγμοῦ είναι ἡ παρατήρησις ἦσαν δὲ καὶ ἄλλοι ἀπὸ Ἰουδαίων πιστοὶ οἱ ἑδραίως πεπιστευκότες οὐ παρετηροῦντο τὰ βρώματα πρὸς τούτους τοιγαροῦν τοὺς εἰλικρινεῖς πιστοὺς ἀποτείνων τὸν λόγον τῶν τὰ βρώματα βδελυττομένων καθάπτεται ἀσθενοῦντας καλῶν τῆι πίστει
751Ph104vRom.14.1Φ(ω)τ(ιου) * Ὅρα τὸ συνετὸν καὶ δραστήριον καὶ προνοητικὸν τοῦ Παύλου δεξιούμενος ἐπιπλήττει τὸν τοῖς βρώμασι διακρινόμενον τὸ μὲν ἵνα μὴ ἀποσκιρτήσῃ ἀκράτου τοῦ ἐλέγχου προτεινομένου τὸ δὲ ἵνα μὴ δόξῃ καλὸν ποιεῖν ἀνεπιτίμητος μένων διὸ προσλαμβάνεσθε αὐτον φησὶν ἀσθενὴς ἐστιν μὴ κρίνῃς αὐτον φησὶν διὰ τὶ οὐχὶ ὅτι οὐ ποιεῖ κακὸν ἀλλ' ὅτι κύριον ἔχει ἄλλον τὸν κρίνοντα αὐτὸν τούτῳ καὶ ἐκεῖνον παραμυθούμενος ὡς ἔφημεν ἐπὶ τῷ μὴ κατακρίνεσθαι ὑπὸ τοῦ πλησίον καὶ διδοὺς πάλιν ἐννοεῖν ὅτι κἂν οὗτος αὐτὸν οὐ κρίνει ἀλλ' οὖν ὑπὸ κρίμα ἐστὶ παρατηρούμενος τὰ βρώματα εἰ γὰρ καὶ οὗτος οὐ κρίνει σε μονονουχὶ λέγων ἀλλ' ἔχεις κύριον τὸν κρίνοντά σε διὸ δεῖ σε τῆς τοιαύτης ἀποσχέσθαι σμικρολογίας κωλύει δὲ περὶ βρωμάτων κρίνειν ἀλλήλους ἵνα μὴ κατ' ἀρχὰς τῆς πίστεως περὶ ταῦτα ἐρίζοντες καὶ φιλονεικοῦντες ἐκ τούτου καὶ εἰς αὐτὰ τὰ καίρια διαστῆναι κινδυνεύσωσιν καὶ τὸ κεφάλαιον αὐτὴν τὴν εἰς Χριστὸν πίστιν ζημιωθῶσιν τὶ οὖν ἂν ἴδωμεν νῦν περὶ τὰ βρώματα Ἰουδαϊκῶς παρατηρούμενον οὐ μὴ κατακρίνωμεν καὶ μάλιστά γε πῶς οὖν φησιν μὴ κρίνετε καὶ οὐ μὴ κριθῆτε οὐ περὶ πίστεως ἢ τῶν εἰς πίστιν συντελούντων τοῦτο δεῖ ἐκλαμβάνειν μὴ γένοιτο οὐδὲ περὶ τῶν αναιδην πραττομένων ἀτοπων ἀλλὰ περὶ τῶν κατὰ τὸν βίον ἔργων περὶ τῶν ὑπονοουμένων περὶ τῶν ὡς αὐτὸς ὁ δεσπότης κάρφους λόγον ἐχοντων περὶ τούτων γὰρ καὶ τῶν τοιούτων οὐδὲ στόμα διᾶραι δεῖ καὶ μάλιστα οἷς
760Ph104vRom.14.1* συμπαρατίθησι τῷ προειρημένῳ κεφαλαίῳ καὶ ἕτερον καί φησιν ὅτι οὐ μόνον ἐπὶ τοῦ προειρημένου οὐ δεῖ κατακρίνειν καὶ ἐξουθενεῖν τὸν πλησίον ἀλλ' οὐδ' ἐπὶ τοῦ ῥηθῆναι μέλλοντος ἔστι δὲ τοῦτο τοιοῦτον οἱ μὲν ἡμέραν παρ' ἡμέραν ἤσθιον οἱ δὲ καθ' ἡμέραν φησὶν οὖν ὅτι οὐ δεῖ οὐ δὲ ἐπὶ τούτων κρίνειν καὶ κατακρίνειν ἀλλήλους οὔτε τὸν ἐσθίοντα νηστεύει γὰρ ὁ πλησίον καὶ αγαθοποιει ποιῶν αὐτὸ διὰ τὸν θεὸν οὔτε πάλιν τὸν νηστεύοντα δεῖ κατακρίνειν τὸν μὴ νηστεύοντα παρ' ἡμέραν οὐ γὰρ νομοθεσίας ἐστὶν ἵνα ἡ παράβασις προξενῇ κρίμα ἀλλὰ μόνης προαιρέσεως
752104vRom.14.1 μὴ εἰς διακρίσεις διαλογισμῶν μία μὲν κατ' αὐτῶν πληγὴ τὸ εἰπεῖν ασθενουντανας τῆ πίστει δευτέρα δὲ τὸ προσλαμβάνεσθε δείκνυσι γὰρ αὐτοὺς πολλῆς δεομένους ἐπιμελείας τρίτη τὸ μὴ εἰς διακρίσεις διαλογισμῶν δηλοῖ γὰρ τοσοῦτον αὐτοὺς πταίοντας ὡς καὶ τοὺς κοινωνοῦντας αὐτοῖς τῆς φιλίας διακρίνεσθαι
753104vRom.14.1-Rom.14.2 ὃς μὲν πιστεύει ὁ μὲν εἰλικρινῶς φησι πιστεύων καὶ μηδεμίαν ἔχων Ιουδαικην παρατήρησι πάντα ἀβδελύκτως ἐσθίει ἀνακηρύττει δὲ αὐτον ἀπὸ τῆς πίστεως ὁ δέ γε φησι περὶ τὴν πίστιν ἀσθενῶν λάχανα ἐσθίει ἐν ταυτῷ καὶ διελέγχει αὐτον ὅτι οὐ δι' ἐπαινουμένην ἐγκράτειαν ἐσθίει τὰ λάχανα κἂν τοῦτο ὑποκρίνεται ἀλλὰ κατὰ ασθενιαν πίστεως
754104vRom.14.2-Rom.14.3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα οὐκ εἶπε διορθούσθω ἀλλὰ μὴ εξουθεν ειτω δεικνὺς ὅτι καταγέλαστα πράττει δεῖ γὰρ αὐτον ἀδελφικῶς διορθοῦσθαι καὶ οὐ μὲν ὡς βδελυκτὸν ἐξουθενεῖν
755104vRom.14.3 μὴ ἐξουθενείτω ὥσπερ γὰρ οιδιαι πίστιν αδισκριτως πάντα ἐσθίοντες ἐξουθένουν τοὺς παρατηρουμένους οὕτως ἐκεῖνοι Τούτους ὡς γαστριμάργους ἔκρινον ὅρα δὲ ἐπὶ τῶν ἐσθιόντων εἰπὼν ὁ θεὸς γὰρ αὐτον προσελάβετο ἐπὶ τῶν παρατηρουμένων οὐδὲν τοιοῦτον εἶπεν
756105rRom.14.3 * o θεὸς γὰρ αὐτον ὁ θεὸς γὰρ αὐτόν φησιν πρὸς ἑαυτὸν ἐφειλκύσατο καὶ ἀπήλλαξε πάσης Ἰουδαϊκῆς παρατηρήσεως
756ex105rRom.14.3Σευηρι(ανου) * ὁ οἰκέτης Χριστοῦ ὃν προσελάβετο ὁ Χριστὸς ἀλλοτριος ἐστι τοῦ νόμου τις οὖν εἰ ὁ κρίνων ἀπὸ τοῦ νόμου τὸν τοῦ νόμου ἀλλότριον
757105rRom.14.3-Rom.14.4 σὺ τις εἰ πρὸς τὸν εἰλικρινῆ πιστὸν ὁ λόγος αὐτῶι ἐκ δὲ τούτου δῆλον ὅτι οὐ μόνον ἐξουθένουν ἀλλὰ καὶ ἔκρινον τοὺς τὰ λάχανα ἐσθίοντας
758105rRom.14.4 ἀλλότριον οἰκέτην τοῦ θεοῦ φησιν ἐστι καὶ τῶι θεῶι διαφέρει καὶ ἡ πτῶσις αὐτοῦ καὶ ἡ ἔγερσις οὐκ ἐπειδὴ οὖν οὐκ ἄξια Ποιεῖ κατακρίσεως μὴ κρίνε αὐτόν φησιν ἂλλ ὅτι ἀλλοτριος ἐστιν οἰκέτης
759105rRom.14.4 σταθήσεται δέ πάλιν πλήττει τοὺς ἀσθενεῖς καὶ παρατηρουμένους τὰ βρώματα εἰπὼν γὰρ σταθήσεται δηλοῖ ὅτι σαλεύονται καὶ τοσοῦτον ὡς θεοῦ δεῖσθαι στεῤῥοποιοῦντος
760105rRom.14.4-Rom.14.5 ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν εἰκὸς ἦν τινας τῶν συνεχῶς νηστευόντων κατακρίνειν τοὺς μὴ συνεχῶς νηστεύοντας οἷς τὸ κατακρίνειν καὶ σφόδρα ἐγκαλεῖν ἀπαγορεύει ἦσαν γὰρ νεήλυδες ἐν τῆι πίστει καὶ ἐδεδοίκει μὴ ἡ πολλὴ ἔγκλησις τε λεον αὐτοὺς ἀποσχίσηι τῆς πίστεως ὀργισθέντας ταῖς εγκλησεσιν
761105rRom.14.5 ἕκαστος ἐν τῶ ἰδίῳ νοΐ μὴ περὶ πάντων δόξηι τὸ ἕκαστος τῶι ἰδίωι νοῒ πληροφορείσθω ἂλλ ἐπὶ νηστείας μόνον καὶ τοῦτο ἐπειδὴ ἀρτιπαγεῖς ἦσαν ἐν τῆι πίστει οἱ Ῥωμαῖοι καὶ συγκατεβαίνεν αὐτοῖς ὡς εἰ γε καὶ περὶ πίστεως δέξηι τὸ εἰρημένον τοῦ παντὸς ἐξέπεσες
762105rRom.14.5* κατὰ τὸν ἴδιον νοῦν ἕκαστος πληροφορείσθω ἡ ὅτι καλῶς ποιεῖ νηστεύων ἀεὶ ἡ ὅτι καλῶς ποιεῖ οὐ νηστεύων ἀεί
762exa105rRom.14.5-Rom.14.6 ὁ φρονῶν τὴν ἡμέραν οὐ δεκτέον τὸ ῥητον ἐπὶ δόγματος πίστεως ὅμως καὶ αὐτος προεῖπεν
762exb105rRom.14.6* ἀμφότεροι γὰρ οὗτός τε κἀκεῖνος ἑνὶ χρῶνται σκοπως τιμῆι τῆι περὶ τὸν θεὸν ὅτε γὰρ παραφυλαττόμενος τὴν ἡμέραν οἴεται θεοῦ νόμον πληροῦν ὅτε ἀδιαφορῶν περὶ τοῦτο πᾶσαν ὡς ὑπο θεοῦ γενομένης ἡμέραν δι' ὁμοίας ἔχει τιμῆς
763Ph105rRom.14.6Φ(ω)τ(ιου) * τὸ ὁ φρονῶν τὴν ἡμέραν κυρίωι φρονος καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίωι οὐ φρονος φανερὸν ἐκ τοῦ προειρημένου ἡμῖν ὅτι τοῦτο λέγει ὅτι ὁ κρίνων καὶ λογιζόμενος καλὸν εἶναι καθ' ἡμέραν φαγεῖν τῷ κυρίῳ φρονεῖ τοῦτ' ἔστιν ἐν κυρίῳ τοῦτο λογίζεται τοῦτ' ἔστι διὰ τὸν κύριον αὐτὸ ποιεῖ καὶ ὁ μὴ κρίνων τοῦτο μηδὲ λογιζόμενος ὅτι καλὸν ἐστι καθ' ἡμέραν φαγεῖν διὰ τὸν κύριον τοῦτο κρίνει καλὸν εἶναι καὶ λογίζεται αἰτία γὰρ ἐστιν αὐτῷ ταῦτα εἰρημένα τοῦ ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω πῶς λέγεις τοῦτο Παῦλε καλῶς εἶπον φησὶν ἐπειδὴ καὶ ὁ νηστεύων ὑπὲρ ἡμέραν καὶ ὁ ἐσθίων καθ' ἡμέραν εἰς ἀρέσκειαν κυρίου τοῦτο ποιοῦσι καὶ οὐ δεῖ κρίνειν ὅλως ἀλλήλους ἐπὶ τούτῳ εἶτα καὶ ἐπιτείνει τὴν αἰτίαν καί φησιν καὶ γὰρ ὁ ἐσθίων εὐχαριστεῖ τῷ θεῷ ἐν τῷ ἐσθίειν ὅτι ἔδωκεν ἀνθρώποις πόρον καὶ συνέχειαν ζωῆς καὶ ὁ νηστεύων εὐχαριστεῖ ὅτι ἔδωκεν ἀνθρώποις καρτερίαν καὶ ὑπομονὴν καὶ μεθόδους δι' ὧν τις δύναται περιγενέσθαι τῶν τῆς σαρκὸς παθῶν ὁ δὲ ἄλλως πως ἐσθίων ἡ νηστεύων κατάκριτος ὥσπερ τῶν αἱρέσεών τινες Ταῦτα οὖν περὶ τῶν νηστευόντων καὶ ἐσθιοντων ἰδικῶς ἐκληπτέον ἀλλὰ μὴ ἐπὶ ἄλλων τινῶν οὐ γὰρ ἐπὶ παντὶ ὁ κανὼν οὗτος διήκει ἀλλ' ὡς ἔφημεν ἰδικος ἐστιν ἐπὶ τούτου μόνον καὶ τῶν ὁμοίων παραλαμβανόμενος διὸ οὐδ' ἐπὶ τοῦ πρὸ μικροῦ εἰρημένου κεφαλαίου ἁρμοζει οἷον ἐπὶ τοῦ ἐν τοῖς βρώμασι διακρινομένου καὶ γὰρ ἐκεῖνος μὴ ἐσθίων οὐχὶ εἰς δόξαν οὐκ ἐσθίει τοῦ Χριστοῦ ἀλλ' ὡς ἀσθενὴς καὶ ἀστήρικτος ἐν τῇ πίστει ἀλλ' ἐκεῖνον μὲν οὐ δεῖ κατακρίνειν διὰ τὸν καιρὸν ὅτι ἀρχὴ τοῦ κηρύγματος ἦν τὸν δὲ ἐσθίοντα καθ' ἡμέραν καὶ νηστεύοντα ὑπὲρ ἡμέραν οὐ δεῖ ὅλως οὐδέτερον οὐδετέρῳ μέμψιν ἐπάγειν ὅτι ἄμφω εἰς δόξαν κυρίου ποιοῦσιν ὃ ποιοῦσιν καὶ τὰ ἐφ' ἑξῆς ὅσα περὶ τὴν αὐτὴν ἔννοιαν στρέφεται ἐπὶ τῶν νηστευόντων ὑπὲρ ἡμέραν καὶ ἐσθιοντων καθ' ἡμέραν ἐκληπτέον μόνον οἷον σὺ δὲ τὶ κρίνεις τὸν ἀδελφον σου καὶ ἄρα οὖν ἕκαστος ἡμῶν περὶ εαυτουͅ λόγον δώσει τῷ θεῶ εἶτα λαβὼν ἐντεῦθεν ἀφορμὴν καὶ ἀναμνήσας ὅτι κύριον ἔχομεν καὶ τοῦ βήματος αὐτοῦ εἰς παραίνεσιν ἀνάγει τὸν λόγον καθολικὴν τὶ φησὶ τοῦτο ἐκεῖνο λέγω οὕτω δεῖ πρὸς ἀλλήλους διακεῖσθαι ὥστε ἐν μηδενὶ τὸ ὅσον ἐφ' ἡμῖν ἐπάγειν ἀλλήλοις πρόσκομμα ἢ σκάνδαλον τῷ ἀδελφῷ δὲ εἴρηκε καὶ ἐκ τοῦ ὀνοματος δυσωπῆσαι θέλων τὶ φησὶ σκανδαλίζεις ἀδελφος σοὺ ἐστιν μέλος σοὺ ἐστιν ἕνα πατέρα ἔχετε ἕνα δημιουργὸν ἂν οὖν ἀναιρεθῇ ἀφ' ὑμῶν τὰ σκάνδαλα καὶ τὰ προσσκομματα πολλῷ μᾶλλον ἀναιρεθήσεται τὸ κρίνειν καὶ κατακρίνειν οὐχὶ μόνον τὸ ἐπὶ τούτῳ κρίνειν καὶ κατακρίνειν ἢ ἐπὶ τούτῳ ἀλλ' ἁπλῶς καὶ καθόλου ἀναιρεθήσεται τὸ κρίνειν ὅλως ἀλλήλους καὶ κατακρίνειν καὶ τότε ἔσται ὡς ἀληθῶς ὅ τε κρινόμενος τρισμακάριστος καὶ ὁ μὴ κρίνων παραπλήσιος ἐν ἀρετῇ καὶ ἁγιοτητι ζώντων ἡμῶν καὶ τοῦ κρίνειν καὶ κρίνεσθαι πᾶσαν ἐκ πολλῶν ποιησαμένων πρόφασιν ὦ Παύλου φωνῆς ὦ οἰκοδομου θεμέλιος τοῦτο κρίνατε φησὶ τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον ταύτην κρηπῖδα πρώτην καταβάλεσθε ἂν αὕτη ἑδρασθῇ ἐν ὑμῖν ἡ κρηπὶς ῥᾷον τἄλλα ἐποικοδομεῖν ἐστιν
763105vRom.14.6 καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν οὕτω φησι φρονῶν ώστε καθ' ἡμέραν νηστεύειν διὰ τὸν κύριον οὕτω φρονεῖ καὶ ὁ φρονῶν ώστε καθ' ἡμέρα νηστεύειν διὰ τὸν κύριον φρονεῖ πᾶν δὲ ὁ διὰ τὸν κύριον γίνεται καλὸν ἐστι φησι
764105vRom.14.6 εὐχαριστεῖ γὰρ τῶι θεῶι εἰ οὖν φησι τὸ καίριον γίνεται τὸ διὰ πάντων εὐχαριστεῖσθαι τὸν θεόν τι διαφέρεσθε περὶ τῆς νηστείας οὕτω σφοδρω ὀλίγον γὰρ τὸ μέσον συγκαταβατικῶς μὲν οὕτως λέγει πλήν πως δύναται Χριστῶι εὐχαριστεῖν μὴ ἐσθίων ὡς γὰρ τοῦ νόμου ἐχόμενος οὐκ ἐσθίει
765105vRom.14.6-Rom.14.8 τῶι κυρίῳ ζῶμεν ἔχομεν φησι κύριον ὧι καὶ ζῶμεν εὰν ζῶμεν ὧι καὶ ἀποθνήσκομεν εὰν ἀποθνήσκωμεν εἰ οὖν τῶι κυρίωι διαφέρει ἡμῶν ἡ ζωὴ καὶ ὁ θάνατος αὐτος οἰκονομήσει τὰ καθ' ἡμᾶς καὶ οὐ χρεία κρίνειν τὸν πλησίον ἡ ἐξουθενεῖν
766105vRom.14.8 εὰν τε οὖν ζῶμεν ζωῆς γὰρ αὐτος καὶ θανάτου μόνος ἔχει τὴν ἐξουσίαν
767105vRom.14.8-Rom.14.9 εἰς τοῦτο γὰρ Χριστός τὸν λογισμὸν ἐπήγαγε τοῦ καὶ ζῶντας ἡμᾶς καὶ ἀποθανόντας είναι τοῦ Χριστοῦ πρὸς δὲ τούτοις κἀκεῖνο δείκνυσιν ὅτί φησιν εἰ τοσαύτηι περὶ ἡμᾶς ἐχρήσατο πρόνοια ὡς καὶ σταυρωθῆναι οὐκ ἂν ἡμῶν καταφρονησηι εἰ γὰρ καὶ ἀποθανόντων ἡμῶν προνοεῖ πολλῷ μᾶλλον ζώντων τοῦτο δὲ πρὸς τοὺς κατακρίνοντας λέγει ὅτι φροντισθῶσι παρὰ θεῶι οἱ ἀσθενεῖς τῆι πίστει διὰ τὴν τοσαύτην αὐτοῦ περὶ πάντας πρόνοιαν καὶ τὸν ὀλιγόπιστον δὲ ἐν τρέπει τῶν εὐεργεσιῶν ὑπομιμνήσκων τοῦ θεοῦ
768105vRom.14.9 καὶ ἀπέθανε καὶ ἀνέστη δικαιώματά φησι προαπέθετο τῆς ἡμετέρας δεσποτείας
769105vRom.14.9 ἵνα καὶ νεκρῶν καὶ ζώντων τοῦτ' ἐστι ψυχῶν καὶ σωμάτων αἱ μὲν γὰρ εἰσιν ἀθάνατοι τὰ δὲ θνητὰ οὕτως καὶ ὁ ἅγιος Μεθόδιος ἐν τῶι περὶ ἀναστάσεως λόγωι
770105vRom.14.9-Rom.14.10 σὺ δὲ τι κρίνεις τὸν ἀδελφον προτον ολογοπιστον πάλιν αὐτω ὁ λόγος
771105vRom.14.10 καὶ σὺ τι ἐξουθενεῖς ρος * τὸν ἐδραῖον τῆι πίστει ὀλίγος οὗτος
772105vRom.14.10 τὸν ἀδελφον σου τῶι ὀνόματι τοῦ ἀδελφοῦ λύει αὐτοῖς τὴ ἔριν
773105vRom.14.10-Rom.14.11 γέγραπται γάρ δοκεῖ μὲν διὰ τῆς παραγωγῆς τῆς προφητείας καταστέλλειν τὸν πιστὸν εἰς τὸ μὴ ἐξουθενεῖν τὸν Ἰουδαΐζοντα πλὴν ὅλον τὸ χωρίον εἶπε κατάσειων τὴν ψυχὴν τοῦ Ἰουδαΐζοντος ἔτι ὧδε μὲν τῆι μνήμη τῆς χρισεως ἄνω δὲ ταῖς εὐεργεσίαις αὐτοῦ τοῦ Χριστοῦ ἐντρέπων εἰ γὰρ τῶι Χριστῶι φησιν πάντες παραστησόμεθα καὶ αὐτος ἡμᾶς καὶ οὐχ ὁ νόμος τὰς εὐθύνας ἀπαιτήσει τι σὺ ἔτι ἔχηι τοῦ νόμου καὶ οὐ καθ' ἅπαξ ἐπιλαμβάνηι τοῦ Χριστοῦ
774105vRom.14.11 ὅτι ἐμοι κάμψει τὴν ἁπάντων αὐτῶι δεσποτείαν μαρτυρεῖ
775105vRom.14.11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τὰς οἰκείας ἁμαρτίας ἐξ αὐτοῦ τοῦ συνειδότος ἅτε κριτῆι
776ex105vRom.14.11* εἴρηται περὶ τοῦ θεοῦ καὶ πατρὸς ὅτι αὐτος κρίνει οὐδένα τὴν δὲ κρίσιν δέδωκε τῶι υἱῶι δῆλον οὖν ὡς περὶ τοῦ κριτοῦ εἴρηται τῶι Παύλωι τὸ ἐξομολογήσεται τῶι θεῶι καὶ τὸν λόγον δώσει τῶι θεῶι ἄρα θεὸς ὁ Χριστὸς κἂν οἱ ἀσεβεῖς μὴ βούλωνται
777105vRom.14.11-Rom.14.13 μηκέτι οὖν ἀλλήλους πάλιν τοῦ πρώτου ἔχεται λόγου ἵνα μὴ δόξηι διὰ φόβον τῆς κρίσεως μνησθῆναι ἀλλὰ διά τινα λόγου ἀκολουθίαν
778105vRom.14.13 τὸ μὴ τιθέναι πρόσκομμα τοῦτο καὶ πρὸς τὸν εἰλικρινῆ πιστὸν καὶ τὸν ἔτι ἰουδαΐζοντα ἁρμοζει καὶ γὰρ καὶ ὁ τέλειος ἐσκανδαλίζετο τῆι τῶν βρωμάτων παρατηρήσει τοῦ πλησίον καὶ ὁ τὰ βρώματα παραιτούμενος τῆι σφοδρᾶι ἐπιπλήξει τοῦ ειιλικρινως πιστοῦ ώστε μιᾶι συμβουλὴ τοὺς δύο διορθοῦται ἀπέχεσθαι τούτων ασκανδαλον πρόφασις τῶ πλησίον γίνεται
779105vRom.14.13-Rom.14.14 οἶδα καὶ πέπεισμαι ἐν κυρίωι ἔτι περὶ τῆς τῶν βρωμάτων παρατηρεσεως ὁ λόγος αὐτω ἐπεὶ οὖν εἶπεν οἶδα καὶ πέπεισμαι ὅτι οὐδὲν κοινὸν ἵνα μὴ εἴπῃ ὁ ἔτι ἰουδαΐζων καί τι εἰ σὺ ειπεπεισμενος τοῦ νόμου τὸ ἐναντίον εἰσηγουμένου προστίθησι τὸ ἐν κυρίωι Ἰησοῦ δεικνὺς ὅτι παρ' αὐτοῦ ταῦτα μεμάθηκε καὶ πεπληροφόρηται καὶ οὐκ ἀφ' ἑαυτοῦ λέγει
779Ph106rRom.14.14 * ὅτι οὐδὲν κοινόν Ἐντεῦθεν πάλιν εἰς τὰ περὶ βρωμάτων ἐπάνεισι καὶ παραινεῖ τοὺς δυνατοὺς κατὰ τὴν πίστιν ἀντιλαμβάνεσθαι τῶν ἀσθενῶν καὶ δείκνυσιν ἐξ ὧν λέγει καλὸν μὲν καὶ τὸ ἐκεῖνον ἐν βρώμασιν διακρινόμενον πειρᾶσθαι διορθοῦν ἄμεινον δὲ τὸ ἀδυνατοῦντα ἐν τούτῳ ὑπερορᾶν τὸ ἐλάττωμα καὶ χειραγωγεῖν παντὶ τρόπῳ ἐπὶ τὸ κερδῆσαι καὶ σῶσαι αὐτον
779exa106rRom.14.14[Θ]εοδ(ωρητου) * οὐδέν φησι κοινὸν δι' αὐτοῦ ἵνα γὰρ μὴ λέγωσι σύ τις ὧν ἀντινομοθετεῖς Μωσεῖ τὸν Μωσέως δεσπότην εἰς μέσον παράγει διδάσκων ὡς αὐτος τὰς νομικὰς παρατηρήσεις ἔπαυσε καὶ οὐδὲν εἴασε νομίζειν ἀκάθαρτον ἔδεσμα τὸ γὰρ δι' αὐτοῦ τουτέστι διὰ τὴν εὐαγγελικὴν αὐτοῦ νομοθεσίαν
779exb106rRom.14.14* οὐδὲν κοινὸν δι' αὐτοῦ τῆι φύσει τοῦτ' ἐστιν ἀκάθαρτον
779exc106rRom.14.14* δι' αὐτοῦ τουτέστι τοῦ θεοῦ
780106rRom.14.14* διὰ τήν νυν φησιν δοθεῖσαν χάριν παρ' αὐτοῦ οὐδὲν φύσει κοινὸν ἀλλὰ ποτης προαιρέσεως τοῦ μετιόντος γίνεται κοινὸν ὅθεν καὶ ἐκείνῳ μόνῳ γίνεται κοινὸν οὐχὶ δὲ καὶ πᾶσιν ἐκείνῳ γάρ φησιν κοινόν
781106rRom.14.14-Rom.14.15 εἰ δὲ διὰ βρῶμα ὠνείδιζον γὰρ αὐτοὺς οἱ πιστοὶ ὡς ἰουδαΐζοντας ἔτι καὶ διὰ τοῦτο παρατηρουμένους τὰ βρώματα οὐ βούλεται οὖν αὐτοὺς ἐν τοῖς μὴ πάνυ μεγάλοις πλήττεσθαι σφοδρῶς φοβούμενος μή πως ολιγοθυμήσαντες τέλεον ἀποστῶσι τῆς πίστεως εἰ οὖν καὶ μηδὲν ἐν βρώμασι κοινόν φησιν πλὴν ἀπόσχου τῆς σφοδρᾶς ἐγκλήσεως τοῦ ἀδελφοῦ σου οἰκονομικῶς διὰ τὴν εἰρημένην αἰτίαν
782106rRom.14.15 οὐκέτι κατὰ ἀγάπην βούλεται γὰρ είναι ἀγάπην εἰδὼς πάντα δι' αὐτῆς κατὰ μέρος κατορθυσθαι
783106rRom.14.15 μὴ τῶι βρώματὶ σου μὴ ἐπειδὴ σὺ πάντα ἐσθίεις πιστὸς ὧν ἐγκαλῶν σφοδρῶς ἐκείνῳ ἐκβάλῃς αὐτον τέλεον τῆς πίστεως καὶ γὰρ καὶ ὑπὲρ αὐτοῦ ὁ Χριστὸς ἀπέθανεν ὅθεν ὀφείλεις οἰκονομικῶς συγκαταβαίνειν αὐτω
783ex106rRom.14.15Οικου(μενιου) * ὦ δὲ συμβουλεύει καὶ τοὺς πιστοὺς ἀπέχεσθαι βρώματα διὰ τὴν τῶν ὀλιγοπίστων συγκατάβασιν ὅπερ καὶ παριὼν λέγει
784106rRom.14.15-Rom.14.16 μὴ βλασφημείσθω οὖν ἐγκαλῶν γὰρ ἀεὶ καὶ διαφιλονεικων πρὸς αὐτον διὰ τὴν τήρησιν τῶν βρωμάτων οὐ μόνον αὐτον φιλονεικότερον ποιεῖς ἀλλὰ καὶ πρόφασιν δίδως τοῖς ἔξωθεν βλασφημεῖν ἡμῶν τὴν πίστιν διὰ τὰς τοιαύτας μάχας
785106rRom.14.16* τὸ ἀγαθον τὸ ἀγαθον γὰρ οἷον ἡ πίστις φησιν
785ex106rRom.14.16* καλῶς μὲν διδάσκεις ἂλλ ἡ μάχη αἰτία βλασφημίας γίνεται
785Ph106rRom.14.16Φ(ω)τ(ιου) * με βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθον ἀγαθὸν μὲν γὰρ τὸ διὰ τὸ ἐστηριγμένον εἶναι τῇ πίστει μὴ διακρίνεσθαι ἐν τοῖς βρώμασιν ἐρίζοντες δὲ καὶ διαφιλονεικοῦντες σφόδρα πρὸς τοὺς διακρινομένους ποιεῖτε τὸ ἀγαθὸν ὑμῶν βλασφημεῖσθαι ἐλεγχομενοι γὰρ ἐκεῖνοι συνελαύνονται λέγειν πρὸς ὑμᾶς ὡς οὐ διὰ πίστιν τοῦτο ποιεῖτε ἀλλὰ τὴν γαστέρα θεραπεύοντες εἰ οὖν καὶ μὴ δι' ἄλλο τι ἐχρῆν τῆς περὶ τοῦτο ἔριδος ἀποσχέσθαι ἀλλ' οὖν καὶ αὐτὸ τοῦτο τὸ μὴ βλασφημεῖσθαι τὸ ἀγαθὸν ὑμῶν ἱκανον ἐστιν εἰς τὸ πεῖσαι ὑμᾶς τὴν ἔριν εἰς ὁμονοιαν καὶ ἀγάπην διαλῦσαι οὐ γὰρ ἐστι τούτοͅ παρορᾶν τὰ τῆς πίστεως ἀλλὰ τιμᾶν ἐν τῷ τὰς κατ' αὐτῆς κωλύειν βλασφημίας εἰκὸς δὲ καὶ τῶν ἔξω τινὰς τὰς ἔριδας διακούοντας ἐπιγελᾶν καὶ τὰ τῶν Χριστιανῶν χλευάζειν καὶ βλασφημεῖν δι' ἃ πάντα ἄμεινον ἦν ἀντὶ τοῦ ἐρίζειν περὶ τὰ μὴ καίρια ὁμονοοῦντας περὶ τὰ καίρια καὶ συνηρμοσμένους τῇ ἀγάπῃ πᾶσαν διαβολῆς καὶ βλασφημίας πρόφασιν ἐκκοπτειν ταῦτα γὰρ ἐστι τὰ εἰσάγοντα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ἡ ἐν πίστει καὶ εἰρήνῃ καὶ ἡ ἐν ἁγίῳ πνεύματι χαρὰ καὶ ἡ δικαιοσύνη
786106rRom.14.16-Rom.14.17 οὐ γὰρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις παῦσαι βούλεται ἐκείνους τῶν εγκληματων οὐ γὰρ διὰ βρώσεως ἡ πόσεως φησιν ἔχομεν εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ
786Ph106rRom.14.17Φ(ω)τ(ιου) ἄλλως Εἰπὼν οὐ γὰρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις δείκνυσι τὴν περὶ τὰ βρώματα αὐτῶν ἔριν σφοδροτάτην οὖσαν καὶ πέρα τοῦ μέτρου καὶ αἰνίττεται ὡς εἰ ἦν βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις δείκνυσι τὴν περὶ τὰ οὐκ ἂν πλέον διηγωνίσασθε ἂν ἅμα δὲ καὶ ἐντρεπτικῶς ὅτι εἰ ὑπὲρ τούτων οὕτω ποιεῖτε τὶ χρὴ πράττειν ὑπὲρ δικαιοσύνης καὶ εἰρήνης καὶ τῆς πνευματικῆς χαρᾶς
787106rRom.14.17 ἀλλὰ δικαιοσύνη ποία οὖν ἐστι τὰ εἰσάγοντα εἰς τὴν βασιλείαν δικαιοσύνη τουτέστιν ὁ ἐνάρετος βίος ἡ πρὸς τὸν ἀδελφον εἰρήνη ἡ ἐκ τῆς ὁμονοίας χαρὰ ἐπειδὴ δὲ ἑνὶ εἰρήνη καὶ χαρὰ καὶ ἐπὶ αἰσχροῖς προστίθησι τὸ ἐν πνεύματι ἁγίωι ὡς εἰ εἶπεν ταύτην λέγω τὴν εἰρήνην καὶ χαρὰ τὴν ἐν πνεύματι ἁγίωι γινομένην τουτέστι διὰ τοῦ ἁγίου πνεύματος εἰσηγουμένην
787Ph106rRom.14.17-Rom.14.18 ὁ γὰρ ἐν τούτοις δουλεύων οὕτω πράττων αὐτὰ ὡς χρεωστῶν ὡς ὀφειλέτης μετὰ φοβοῦ καὶ μετὰ συντριμμοῦ ὡς πιστὸς δοῦλος θεοῦ ὁ γὰρ φυσιούμενος καὶ ἀλαζονευομενος ἐν τούτοις οὔτε δουλεύει θεῷ οὔτε εὐάρεστος αὐτῷ ἐστιν
788106rRom.14.18* ἑνὶ καὶ ἀπὸ κενοδοξίας ἐγκαλεῖν καὶ οὐ διὰ φόβον ἡ δι' ἀγάπην θεοῦ διὸ ἐπάγει ὁ γὰρ ἐν τούτοις δουλεύων τῶι Χριστῶι ὃ ἐστιν ἐν δικαιοσύνηι καὶ χαρὰ καὶ εἰρήνηι πνευματικῆι
789106vRom.14.18 καὶ δόκιμος τοῖς ἀνθρώποις καὶ γὰρ καὶ οἱ ἄνθρωποί σε θαυμάσουσιν ὁρῶντες εἰρήνην ἔχοντα καὶ χαρὰν καὶ δικαιοσύνην ἤπερ διὰ τὰ βρώματα
790106vRom.14.18-Rom.14.19 ἄρα οὖν τὰ τῆς εἰρήνης ἐπεὶ οὖν ταῦτα ἀνωμολόγηταί φησι καὶ δέδεικται ὅτι καλὸν ἡ εἰρήνην ταύτην φησι μετερχώμεθα δι' ἧς ἔσται καὶ ἡ πάντων οἰκοδομή
791106vRom.14.19-Rom.14.20 μὴ ἕνεκεν βρώματος οὐ μόνον φησι οὐκ οἰκοδομεῖς ἐγκαλῶν ἀεὶ διὰ τὰ βρώματα ἀλλὰ καὶ ἦν ἔχει πίστιν καταλύεις φιλονεικοτέρους αὐτοὺς ποιῶν καὶ ἀποστῆναι τέλεον τῆς πίστεως παροξύνων
792ex106vRom.14.20 τὸ ἔργον τοῦ θεοῦ ὁ θεός φησι διὰ τοῦ σταυροῦ ᾠκοδόμησε σὺ δὲ τὴν οἰκοδομὴν αὐτοῦ καταλύεις
793106vRom.14.20 πάντα μὲν καθαρά ἵνα μὴ τῆι πολλῆι τῶν ὑγιαινόντων ἐπιπλήξει βεβαιώσηι τῶ ἀσθενεῖ τὸ παρατηρησθαι τὰ βρώματα καὶ εἰς αὐτον χωρεῖ λοιπόν
794106vRom.14.20 τῶι διὰ προσκόμματος ἐσθίοντι τῶι μετὰ κακοῦ φησι συνειδότος ἐσθίοντι καὶ γὰρ εἰ ἀναγκασθεὶς φάγῃς φησιν οὐδὲν ὠφέλησας μετὰ γὰρ διακρίσεως βέβρωκας οὐ γὰρ τὸ φαγεῖν ποιεισε καθαρὸν ἂλλ ἡ γνώμη μεθ' ἧς ἐσθίεις
795106vRom.14.20-Rom.14.21 καλὸν τὸ μὴ φαγεῖν κρέα ἐνταῦθα οὐ μόνον τῶι πιστῶι παραινεῖ μὴ σφόρδα καθάπτεσθαι τοῦ ἀσθενοῦντος ἀλλὰ καὶ συγκαταβῆναι αὐτῶι καὶ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον κἂν άλλο τι δέοι παραιτῆσαι διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ σου μεγίστην γὰρ ἔχει συγκαταβάσεως ἀφορμὴν τὴν ἀσθένειαν
796106vRom.14.21 μηδὲ ἐν ὧι ὁ ἀδελφος σου προσκόπτει ὅρα πως ἐν τῶι πρὸς τὸν πιστὸν λόγωι τῶν ολιπιστων καθάπτεται προσκόπτειν μὲν γὰρ εἶπεν ὅπερ τυφλωττόντων ἴδιον σκανδαλίζεται δὲ ὅπερ εὐσκανδαλίστων ἀσθενεῖ ὅπερ ὀλιγοπίστων
797106vRom.14.21-Rom.14.22 σὺ πίστιν ἔχεις πίστιν ἐνταῦθα τὴν περὶ τῶν προκειμένων λέγει οἷον βρωμάτων ὡς ἥγε περὶ δογμάτων ὁμολογεῖσθαι πᾶσιν οφελει ἐνταῦθα δὲ καὶ κενοδοξεῖν αἰνίττεται τὸν τέλειον τέλειος εἰ φησιν καὶ ἀπηρτισμένος τιπον πευεις τὴν ἀρετὴν ἴστω ὁ θεὸς τὸ πρᾶγμα
798106vRom.14.22 μακάριος ὁ μὴ κρίνων μακάριὸς ἐστι φησιν ὁ μὴ κατὰ κρίνων ἑαυτὸν ἐν ὧι δοκιμάζει τουτέστιν ἐν ὧι ανδοκιμασηι πράγματι τοιως δὲ ἡ τοιως δὲ οἷον φαγει τὸ δὲ ἡ μὴ φαγεῖν πως δὲ ἔσται τοῦτο ἀπὸ καθαρὸ συνειδότος ἐπειδὴ γὰρ εἶπε κατὰ σεαυτὸν ἔχε τὴν πίστιν φησιν ὅτι κἂν πάντες σε μέμφωνται οἰκονομικῶς τι ποιοῦντα ἡ διὰ σωτηρίαν τοῦ ἀδελφοῦ τὸ δὲ σὸν συνειδὸς οὐ κατακρινηισε μακάριος εἰ ἐκ δὴ τούτων τὸν ἀσθενῆ πλήττει εἰ γὰρ ἐκ τοῦ συνειδότος ὁ στέφανος καὶ ὁ μακαρισμὸς τῶι πιστῶι δηλονότι καὶ ἡ κατὰ κρίσις μὴ οὖν κατὰ διάκρισιν ἔσθιε διὰ τὴν ἀνάγκην φησιν
798Ph106vRom.14.22Φ(ω)τ(ιου) ὁ μὴ κρίνων ἑαυτόν Ἀντιπίπτον λύει τὶ οὖν φησὶν ἂν διὰ τὸν ἀσθενῆ μηδ' ἐγὼ φάγω οὐ παραβάλλομαι αὐτῷ οὐ γίνομαι αὐτῷ ὅμοιος πρὸς οὖν τοῦτο μονονουχὶ λέγει ὅτι μὴ γένοιτο ἡ γὰρ πίστις σου ἡ ἐνώπιον τοῦ θεοῦ καθαρὰ καὶ ἀκίβδηλος μένει εἶτα τὶ δὲ λέγω ὅτι οὐδὲν παραβλάπτῃ ἐκ τούτου καὶ ὅτι ἡ πίστις σου μένει ἐνώπιον τοῦ θεοῦ καὶ μακαρισμὸν προξενεῖς σεαυτῷ ἐὰν διὰ τὴν ὠφέλειαν καὶ σωτηρίαν τοῦ ἀδελφοῦ οὐ τρώγῃς μακάριος γὰρ φησὶν ὁ μὴ κατακρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει τοῦτ' ἔστιν ὁ ἔχων τὸ συνειδὸς αὐτοῦ μαρτυροῦν αὐτῷ οὐκ ἐν τούτῳ μόνον ἐν ᾧ διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ ἀπέχεται βρωμάτων ἀλλὰ καὶ ἁπλῶς ἐν παντὶ πράγματι ὃ ἂν διὰ δοκιμῆς ἀκριβοῦς κατανοήσῃ ὅτι ἀγαθον ἐστιν ἔπειτα πράττῃ αὐτὸ τὴν συνείδησιν ἔχων μαρτυροῦσαν μακάριος ἐστιν ὁ τοιοῦτος τοσοῦτον ἀπέχει τοῦ βλαβήν τινα ἕνεκα τούτου δέξασθαι
799106vRom.14.22-Rom.14.23 ὁ δὲ διακρινόμενος τοῦτο πάλιν πρὸς τὸν ὑγιαίνοντα τι γὰρ αὐτον ἐκβιάζηι φαγεῖν ουπως ἐστηριγμένον οὐκ οἶδας ὅτι ὁ διακρινόμενος εὰν φάγηι κατακέκριται ὅτι μὴ ἐσθίει ἐκ πίστεως ἂλλ ἐξ ἀνάγκης ἡ αἰδοῦς οὔτε γὰρ ἐπίστευσεν αὐτο καθαρὸν είναι καὶ οὕτως ἔφαγε τι οὖν αὐτῶι πρόφασις γίνῃ κατακρίσεως εἶτα λοιπὸν κατὰ ἀποφασιν λέγει ὅτι πᾶν ὁ ἄν τις ποιῆι οὐκ ἐκ πίστεως ἁμαρτάνει
800106vRom.14.23-Rom.16.24 τῶι δὲ δυναμένωι τῶι δεδυναμενων ὑμᾶς στηρίξαι δόξα εἰς τοὺς αἰῶνας ἀμήν
801106vRom.16.24 ὑμᾶς στηρίξαι λοιπὸν επευχαται τοῖς ἀσθενέσιν ευχεις γὰρ εἶχον χρείαν μᾶλλον ἡ συμβουλῆς εἰπὼν δὲ στηρίξαι δηλοῖ ὅτι σαλεύονται εἶτα ἐπάγει καὶ τὸν τρόπον τοῦ στηριγμοῦ
801ex106vRom.16.24Οικου(μενιου) κατὰ τὸ εὐαγγέλιον μου ἵνα οὕτως ζῶσι φησιν ὡς τὸ εὐαγγέλιον διαγορεύει
803Pha107rRom.16.24Φ(ω)τ(ιου) * καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ Τὶ δὲ ἐστι τὸ κήρυγμα τοῦ Ἰησοῦ ἵνα γινώσκωσίν σε φησὶ καὶ ὃν ἀπέστειλας Ἰησοῦν ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμεν καὶ ὡς ὁ Πέτρος φησὶν ὅτι αὐτος ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος καὶ ὅτι τὴν κρίσιν πᾶσαν ὁ υἱὸς ἔχει καὶ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἡ βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ τὰ ὁμοία καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ
803Phb107rRom.16.24τ(ο)υ αυτ(ου) * Τὶς δὲ ἐστιν οὗτος ὁ Ἰησοῦς Χριστὸς ὁ ἐξ ἀρχῆς μὲν συνὼν τῷ πατρὶ φανερωθεὶς δὲ νῦν πῶς δὲ φανερωθεὶς τοῦ μυστηρίου φησὶν ἀποκαλυφθέντος ἐν χρόνοις γὰρ αἰωνίοις τοῦτο σεσιγημένον ὑπῆρχε μόνῳ τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ πνεύματι γινωσκόμενον νῦν δὲ τοῦ μυστηρίου ἀποκαλυφθέντος εἰς πάντα τὰ ἔθνη ἐφανερώθη ὁ Χριστὸς υἱὸς ὢν τοῦ θεοῦ καὶ θεὸς ὁμοούσιος ἀλλὰ πῶς ἐφανερώθη διὰ τῶν προφητῶν διὰ τῶν γραφῶν αὐτῶν καὶ πόθεν οὗτοι ἐλάλησαν καὶ ἔγραψαν ἐπιτάττοντος καὶ ἐμπνέοντος αὐτοῖς τοῦ παναγίου πνεύματος τοῦτο γὰρ αἰώνιον θεὸν καλεῖ τοῦτ' ἔστιν ἄχρονον τὶ οὖν τὸ ἔργον τῶν προφητικῶν γραφῶν ἃς διὰ τοῦ πνεύματος ἐλάλησαν γνωρισθῆναι τὸν Χριστὸν πᾶσιν ἔθνεσιν πῶς ὑπακουσάντων αὐτῶν τῇ πίστει διὰ τῶν εὐαγγελισαμένων αὐτοῖς ταύτην ὧν τὸ πλεῖστον μέρος ὁ τοῦ Παύλου δρόμος καὶ τὸ εὐαγγέλιον ἤνυσεν ἔχεις οὖν κἀνταῦθα τὴν τριάδα συναπτομένην διὰ μὲν τοῦ σοφῷ θεῷ τὸν πατέρα διὰ δὲ τοῦ Ἰησοῦ Χριστοῦ δηλονότι τὸν υἱον διὰ δὲ τοῦ κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ τοὺς προφήτας προφητεῦσαι τὸ ἅγιον πνεῦμα καὶ ὅρα τῆς ὑψηλῆς ὡς ἀληθῶς καὶ οὐρανοδρομου διανοίας Παύλου τὸ ὀξυωπὲς ἐπεὶ γὰρ ὡς ἐπίπαν τὸ μὲν σοφὸν εἶναι πνεῦμα οὐ προσίσταταί τισι τὸ δὲ ἄχρονον εἶναι προσίσταται τοῖς πολλοῖς ἤμειψε ταῦτα καὶ τὸ μὲν ὃ προὔστη ἄν τισιν εἰ μὴ Παῦλος ἐβοα τίθησιν ἐπὶ τοῦ πνεύματος αἰώνιον θεὸν καλῶν τὸ δὲ ὃ καὶ μὴ μαρτυροῦντος εὔληπτον νομίζειν ἐπὶ τοῦ πατρὸς τοῦτο τίθησι μηδὲν δεδιὼς ἐπὶ τοῦ πατρὸς σοφὸν ἀποκαλῶν οὐ γὰρ ἐδεδίει μή τις ἀφαιρήσῃ τῶν πολλῶν ἢ τὸ σοφὸν ἀπὸ τοῦ πνεύματος ἢ τὸ αἰώνιον ἀπὸ τοῦ πατρὸς τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ υἱοῦ τὸ γὰρ χρόνοις αἰωνίοις καὶ τὸ φανερωθέντος τὸ ἄχρονον κηρύσσει τοῦ υἱοῦ περὶ ὃ προσκόπτειν ἔμελλον τινες τοῦτο προθεραπεύων ὥσπερ οὖν ῥηθέντος τοῦ υἱοῦ καὶ τοῦ πνεύματος αἰωνίου καὶ τὸν πατέρα αἰώνιον ἡ ἀκολουθία δίδωσι εννοεῖν οὕτω σοφοῦ ῥηθέντος τοῦ πατρὸς καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα εἰκοτως ἐν ἀρρήτῳ καὶ θεοπρεπεῖ σοφίᾳ νοηθεῖεν ἂν καὶ οὔτε τὸ αἰώνιον τοῦ πατρὸς ἀφαιρεθείη οὔτε τὸ σοφὸν τοῦ πνεύματος ἢ τοῦ υἱοῦ ἀποστερηθείη καὶ τὸ εἰπεῖν δὲ τὸν θεῖον Παῦλον ἐπὶ τοῦ πατρὸς ἐνταῦθα τῶι σοφῷ συνάψαντα τὸ μόνῳ τῆς ὡς ἀληθῶς ἦν τοῦ πνεύματος σοφίας καὶ τῆς ἐκεῖθεν χορηγουμένης Παύλῳ διανοίας ἐν τούτῳ γὰρ τέθεικε τὸ μόνῳ ἐν ᾧ πᾶσὶν ἐστι ἀναμφίβολον καὶ τοῖς λίαν φιλονείκοις ὅτι ὁ υἱὸς καὶ τὸ πνεῦμα οὐκ ἀπεστέρηται τούτου τὶ τοῦτο ποιήσας ἵνα καὶ ἐν οἷς ἂν ἑτέροις θεοπρεπέσι νοήμασι καὶ ὀνομασι τὸ μόνον ἐπισυναπτομενον ἀκούσῃς μὴ πρὸς ἀντιδιαστολὴν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὴν φωνὴν ἐκλάβοις ἀλλὰ πρὸς ἀντιδιαστολὴν μὲν τῶν ἄλλων ἁπάντων ἕνωσιν δὲ καὶ συνάφειαν τῆς μοναρχικῆς τριάδος ὁ γὰρ ἐνταῦθα τοῦτο νοεῖν φανερῶς ὑποτιθεὶς καὶ ἐπὶ τῶν παραπλησίων τὴν αὐτὴν ὑποληψιν ἔχειν διακελεύεται ἤκουσας σοφὸν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα συνεξάκουσον σοφὸν αἰώνιον εἶπον τὸν υἱὸν ἢ τὸ πνεῦμα καὶ τὸν πατέρα οὕτω μοι νοησον βασιλέα εἶπον τὸν πατέρα δυνατὸν ἐξουσιαστὴν καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα οὕτω σε δοξάζειν χρὴ μόνον εἶπον καλῶς ἵνα τῇ μοναδικῇ τριάδι συντηρήσω τὸ ἐξαίρετον οὐχ ἵνα σχίσας αὐτὴν ἀφαιρήσω τὸ ἀξίωμα μόνον ὅταν συνάψω τἄλλα πάντα διαστέλλω ἐκείνην δὲ μᾶλλον διὰ τοῦ μόνον ἑνοποιῶ τῆς φυσικῆς σχέσεως οὐ μερίζων τὸ ἀδιάστατον ἀλλὰ συσφίγγων ταῖς τῶν ἀκροατῶν διανοίαις τὴν ἑνοτητα
802107rRom.16.24 καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ ὁ Χριστὸς αυτὰ ἐκήρυξέ φησιν οὐκοῦν οὐκ ἀνθρώπων οἱ νόμο τοῦ εὐαγγελίου ἂλλ αὐτοῦ τοῦ Χριστοῦ τὸ ἀξιοπιστον δὲ αὐτῶν δείκνυσιν ἀπό τε τοῦ κηρύγματος καὶ τοῦ ὀνόματος εὐαγγέλιον γὰρ λέγεται ποῖον δὲ τὸ κήρυγμα τοῦ Χριστοῦ αὐτος ὁ Χριστός
803107rRom.16.24 κατὰ ἀποκάλυψιν μυστηρίου τοῦ δοθέντος φησι κατὰ ἀποκάλυψιν μυστηρίου ποίου τοῦ σεσιγημένου μὲν ἐν τοῖς προλαβοῦσι αἰωνίοις χρόνοις ὃ ἐστι πολλοῖς φανερωθέντος δέ νυν
803ex107rRom.16.24* σημαίνει δὲ τὸ είναι αὐτο πολλῆς τιμῆς δῶρον οὐ μόνον ἐκ τοῦ κηρύξαντος Χριστοῦ καὶ ἐκ τοῦ λέγεσθαι εὐαγγέλιον ἀλλὰ καὶ ἐκ τοῦ νυν ἡμῖν κατὰ δωρεὰν φανερωθῆναι εἰ καὶ ἦν προαιώνιον ἐξ ἀρχῆς γὰρ ἦν ὁ υἱος ἀλλά νυν ἐγνώσθη αγνοιυμενος τὸ πρίν
804107vRom.16.24-Rom.16.25 διὰ τε γραφῶν πως δέ φησιν ἐφανερώθη διὰ γραφῶν προφητικῶν οὕτως τοῦ πατρὸς ἐπιτάξαντος γενέσθαι ταύτηι δὲ τὸν ἄπιστον εἰς πίστιν προτρέπεται τι γὰρ φοβῆι εἰλικρινῶς αὐτῶι πιστεῦσαι οἱ προφῆται εἶπον ὁ θεὸς ἐνετείλατο
805107vRom.16.25 εἰς υποακοην πίστεως ὑπακοῆς γὰρ χρείαν ἔχει ἡ πίστις ἵνα μή τις περιεργαζηται διά τι νυν ἐφανερώθη καὶ διά τι πάλαι ἐσιγᾶτο
806107vRom.16.25 εἰς πάντα τὰ ἔθνη μὴ φοβοῦ φησιν οὐ σὺ μόνον πιστεύεις ἀλλὰ καὶ πᾶσα ἡ οἰκουμένη
807107vRom.16.25-Rom.16.26 μόνωι σοφῶι θεῶι πρὸς ἀντιδιατολην τῶν ψευδων ὑμῶν θεῶν οὐ τοῦ Χριστοῦ ἡ τοῦ πνεύματος μὴ γένοιτο
808107vRom.16.26 διὰ Ἰησοῦ Χριστοῦ γνωρισθέντος ἐν τοῖς ἔθνεσι διὰ Ἰησοῦ Χριστοῦ ὡς καὶ κηρύξαντος λοιπὸν διὰ μέσου τὸ μόνωι σοφῶι θεῶι ἡ δόξα
808exa107vRom.16.26* ἡ οὕτως τῶι δὲ δυναμένῳ ὑμᾶς στηρίξαι μόνωι σοφῶι θεῶι στηρίξαι δέ πως διὰ Ἰησοῦ Χριστοῦ δόξα φησιν εἰς τοὺς αἰῶνας
808exb107vRom.16.26Φ(ω)τ(ιου) ὧι ἡ δόξα τὸ ὧι παρέλκεται τὸ ὦ ἡ δόξα πρὸς τὰ τρία ἀκουστέον ὡς τὸ τῶι δὲ δυναμένῳ ἡμῖν στηρίξαι μόνωι σοφῶι θεῶι καὶ ὡς τὸ κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ καὶ ὡς τὸ διὰ Ἰησοῦ Χριστοῦ τῆς τριάδος γὰρ διὰ τούτων δηλουμένης καὶ τῆι τριάδι τὴν δόξαν ἀνήνεγκεν
809107vRom.16.26-Rom.15.1 ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοί πρὸς τοὺς ὑγιαίνοντας τρέπει τὸν λόγον διδάσκων δεῖν συγκαταβαίνειν τοῖς ἀσθενέσι χρεωστοῦμεν γὰρ τοῦτό φησιν ὅρα δέ πως εὐτελίζει τοὺς ἀσθενεῖς περὶ μὲν γὰρ τῶν ἄλλων φησιν οἱ δυνατοὶ περὶ δὲ τούτων τὰ ἀσθενήματα καὶ τῶν ἀδυνάτων καὶ τὸ βαστάζειν
810107vRom.15.1 καὶ μὴ ἑαυτοῖς ἀρέσκειν ἀλλὰ τῶι πλησίον διὰ τῆς συγκαταβάσεως
811107vRom.15.1-Rom.15.2 ἕκαστος ἡμῶν τῶι πλησίον δυνατὸς εἰ καὶ πιστὸς λαβέτω σου πεῖραν ὁ ἀσθενὴς διὰ συγκαταβάσεως δεῖ γὰρ ἕκαστον ἡμῶν τῶι πλησίον ἀρέσκειν ἂλλ ἐπειδὴ ἑνὶ ἀρέσκειν καὶ ἐπὶ κακῶι προσέθηκεν εἰς τὸ ἀγαθον πρὸς οἰκοδομὴν τοῦτο γὰρ ποιῶν οἰκοδομήσεις αὐτον καὶ διορθώσεις
812107vRom.15.2-Rom.15.3 καὶ γὰρ ὁ Χριστός εἰ ἠθέλησε φησιν ὁ Χριστὸς τὸ ἑαυτοῦ σκοπεῖν οὐκ ἂν ἔπαθεν εξην γὰρ αὐτῶι μηδὲ ὑβρισθῆναι ὰλλ οὐχ ἑαυτῶι ἤρεσεν οὐ δὲ τοῦ ἰδίου ἐφρόντισεν ἀλλὰ τοῦ ἡμέτερο συμφέροντος
812ex107vRom.15.3* διὸ τὸ ἑαυτοῦ παρεῖδε καὶ ὑβρίσθη καὶ πονηρὰν παρὰ πολλοῖς ἔλαβε δόξαν
813107vRom.15.3 ἀλλὰ καθὼς γέγραπται οὐδέν φησι ξένον ἂλλ οἱ ἐν τῆι παλαιᾶι ὀνειδίσαντες καὶ ὑβρίσαντές σε θεὲ πάτερ οὗτοι καὶ κατὰ τοῦ υἱοῦ σου ἐμοῦ ἦλθον
814107vRom.15.3-Rom.15.4 ὅσα γὰρ προεγράφη ταῦτά φησι πρὸς ἡμετέραν διδασκαλίαν γέγραπται ἵνα μὴ μιμώμεθα
815107vRom.15.4 ἵνα διὰ τῆς ὑπομονῆς ἵνα φησι παρακαλούμενοι ὑπο τῶν γραφῶν καὶ διὰ τῆς ἐκεῖ γεγραμμένης ὑπομονῆς νευρούμενοι μένωμεν εἰς τὴν ἐλπίδα τοῦ θεοῦ ἡ γὰρ ὑπομονὴ τῆς ἐλπίδος ἐστι κατάσκευαστικη καὶ ἡ ἐλπὶς πάλιν τῆς ὑπομονῆς
816107vRom.15.4-Rom.15.5 ὁ δὲ θεὸς τῆς ὑπομονῆς δείκνυσιν ὅτι μετὰ τῶν γραφῶν καὶ τῆς ἐξ αὐτῶν διδασκαλίας καὶ παρακλήσεως καὶ εὐχῶν χρεία πρὸς τὸ ἐπισπάσασθαι τὴν τοῦ θεοῦ βοήθειαν
817107vRom.15.5 δώῃ ὑμῖν τὸ αὐτο φρονεῖν ἀγάπην αὐτοῖς ἐπεύχεται ἂλλ ἐπειδὴ ἑνὶ καὶ ἐπὶ κακῶι ἀγάπη διαιρῶν ἐκείνης ταύτην ἐπάγει κατὰ Χριστὸν Ἰησοῦν
818107vRom.15.5-Rom.15.6 ἵνα ὁμοθυμαδόν τι δὲ τὸ ὄφελος τοῦ ἀγάπην ἔχειν καὶ τὸ αὐτο φρονεῖν μετ' ἀλλήλων αἴτιον φησι γίνεται τοῦ πάντας ὁμοθυμαδὸν μιᾶι ψυχῆι δοξάζειν τὸν θεόν
819107vRom.15.6-Rom.15.7 διὸ προσλαμβάνεσθε ἐπειδὴ ταῦτα οὕτως ἔχει φησι προσλαμβάνεσθε ἀλλήλους τουτέστι καταλλάσσεσθε ἑαυτοῖς καὶ πάλιν ἐν ὑποδείγματι τὸ Χριστὸν φέρει τοῦτο δὲ ποιοῦντες τὸν θεὸν δοξάσετε διὰ τῆς ἀγάπης
820107vRom.15.7 εἰς δόξαν θεοῦ τὸ ὑπερβατον προσλαμανεσθε αλληηλους εἰς δόξαν θεοῦ
821107vRom.15.7-Rom.15.8 λέγω δὲ Χριστὸν Ἰησοῦν οἷς * ἰουδαΐζουσιν ἐγκαλεὶ καί φησιν ὁ Χριστὸς ἐλθὼν συνέπραξε τῶι πατρὶ εἰς τὸ τὰς παρ' αὐτοῦ δοθείσας τοῖς ἀμφὶ τὸν Ἀβραὰμ ἐπαγγελίας εἰς πέρας ἐλθεῖν συνέπραξε δὲ τὸν νόμον ἅπαντα πληρώσας καὶ περιτμηθεὶς τοῦτο γὰρ λέγει περιτομῆς ἵνα καὶ ταύτηι βεβαιώσῃ καὶ πληρώσηι τὸν νόμον
821Ph107vRom.15.8Φ(ω)τ(ιου) * Λέγω γὰρ Χριστὸν Ἰησοῦν καὶ ἑξῆς οἷον πῶς προσελάβετο ὑμᾶς ὁ Χριστὸς οὕτω λέγω φησὶν τοὺς μὲν Ἰουδαίους περιτμηθεὶς καὶ χρηματίσας κατὰ σάρκα ἐκ τοῦ σπέρματος αὐτῶν ἐξ οὗ ἀληθεῦσαί τε συνήργησε τὸν πατέρα καὶ τὰς ἐπαγγελίας ἐκπληρῶσαι ἵνα γὰρ μή τις εἴπῃ καὶ τὶς χρεία τοῦ προσληφθῆναι τοὺς Ἰουδαίους πάλαι τῷ πατρὶ προσῳκειωμένους ὄντας καὶ ἐπαγγελίας ἐκδεχομένους ἃς οὐχ οἷον τε ἦν μὴ ἐκβῆναι ἐπεὶ παναληθὴς ὁ ὑποσχομενος ταῦτα φησὶν ὅτι κἂν προελήφθησαν οἱ Ἰουδαῖοι κἂν ἐπαγγελίας ἐδέξαντο εἰ μὴ προσελάβετο αὐτοὺς ὁ υἱὸς σαρκωθεὶς καὶ περιτμηθεὶς οὔτε τῶν ἐπαγγελιῶν ἠξιώθησαν ἂν ἑαυτοὺς τῶν ἐντολῶν παραβάτας ἀπεργασάμενοι οὒτ' ἂν τὸ περὶ τὴν ἀλήθειαν ἄτρεπτον καὶ ἀμετάβλητον τοῦ πατρὸς εἰς συμφέρον αὐτοῖς ἐχρημάτιζε διὰ τῆς παραβάσεως παρεμποδίζουσι ταύτην ἀποβῆναι διὸ προσλαβόμενος αὐτοὺς καὶ περιτμηθεὶς καὶ τῇ τοῦ πατρὸς ἀληθείᾳ συνέπραξεν καὶ τὰς ἐπαγγελίας τελεσθῆναι καὶ βεβαιωθῆναι συνήργησεν ἀλλὰ τοὺς μὲν Ἰουδαίους οὕτω τε καὶ διὰ ταῦτα τὰ δὲ ἔθνη φησὶ διὰ τὶ προσελάβετο δι' ἄφατον ἔλεος καὶ τοῦ δοξασθῆναι μᾶλλον τὸν πατέρα εἰ γὰρ τὸ τὰς ἐπαγγελίας ἐκπληρῶσαι καὶ μὴ δόξα τισὶ διαψεύσασθαι τὸν πατέρα εἰς δόξαν αὐτοῦ συνετέλει τὸ μηδ' ὑποσχέσθαι μηδ' ἐπαγγείλασθαι ἀλλ' οὕτως ἀθροον χαρίσασθαι τὰ ὑπερφυῆ καὶ ἀνέλπιστα πῶς οὐχὶ εἰς ἄφατον δόξαν τοῦ πατρὸς συντελέσει
822Ph107vRom.15.8του αυτου * ὁ Χριστὸς μόνος ἐπλήρωσε τὸν νόμον πάσας τὰς ἐντολὰς κατορθώσας ἀλλὰ καὶ Ἰουδαῖος ἦν κατὰ σάρκα τοῦτο γὰρ καὶ διὰ τῆς περιτομῆς δηλοῦται ἀλλὰ καὶ οἱ αὑτῷ υἱοθετηθέντες ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ ἐπληθύνθησαν καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ὥστε αὐτὸς καὶ τῷ πατρὶ συνήργησεν εἰς τὸ ἀληθεῦσαι καὶ εἰς τὸ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ἀποπληρωθῆναι καθορθώσας μὲν πᾶσαν ἐντολὴν εἰς Ἀβραὰμ δὲ σπέρμα λογισθεὶς πᾶσάν τε τὴν οἰκουμένην πληρώσας διὰ τῶν πιστῶν
821ex108rRom.15.8 * διάκονον γεγενῆσθαι ἑνὶ καὶ οὕτως νοῆσαι διάκονος γέγονεν ὁ Χριστὸς τῶν Ἰουδαίων τοῦτ' ἐστιν ὑπὲρ τοῦ τοὺς Ἰουδαίους ἐν τος γενέσθαι τῶν ἐπαγγελιῶν ἵνα καὶ ὁ ταύτας ἐπαγγειλάμενος πατὴρ ἀληθεύσηι
822108rRom.15.8
823108rRom.15.8 εἰς τὸ βεβαιῶσαι ὁ δέ γε νόμος οὐκ ἴσχυσαν αὐτὰς βεβαιῶσαι πως οὖν φησιν οὐκ ἄτοπον τὸν βεβαιώσαντα ἡμῶν τὰς ἐπαγγελίας ἃς ἔλαβον οἱ πατέρες Χριστὸν παρορᾶν καὶ τοῦ νόμου ἔχεσθαι τοῦ μὴ ἰσχύσαντος τὰς ἐπαγγελίας ἡμῖν φυλάξαι
824108rRom.15.8-Rom.15.9 τὰ δὲ ἔθνη ὑπὲρ ελους οἱ μὲν Ἰουδαῖοι κἂν ἐπαγγελίας ἦσαν δεξάμενοι εἰ καὶ μηδὲν ἐξ αὐτῶν ὠφελήθησαν εἰ μὴ Χριστὸς αὐτὰς ἐβεβαίωσεν ὑμεῖς δέ φησι τὰ ἔθνη ὑπὲρ μόνης φιλανθρωπίας ὀφείλετε δοξάζειν τὸν θεὸν ἐπειδὴ μή τε ἐπαγγελίας εἴχετε ἂλλ ἠλεήθητε τῆς χάριτος τὸ πᾶν ποιησάσης ὅσον οὖν φησιν ἠλεήθητε χάριτι Χριστοῦ τοσοῦτον ὀφειλέται ἐστε τοῦ θεοῦ εἰς τὸ βαστάζειν τοὺς ὀλιγοπίστους ἐξ Ἰουδαίων τοῦτο γὰρ δόξα θεοῦ ἡ ὁμόνοια ὑμῶν καὶ εἰρήνη διαλέγεται γὰρ τοῖς ἐξ ἐθνῶν πιστοῖς οἱ μάλιστα ἐπέκειντο τοῖς παρατηρουμένοις τὰ βρώματα
824ex108rRom.15.9Ιω(αννου) εις τ(ο) ολ(ον) χ(ω)ριον από τ(ου) λεγ(ω) δε Χ(ριστο)ν Ι(ησου)ν * Ἐπαγγελία πρὸς τὸν Ἀβραὰμ ἦν γεγενημένη λέγουσα σοὶ δώσω τὴν γῆν καὶ ἐν τῷ σπέρματί σου εὐλογηθήσεται πάντα τὰ ἔθνη ἀλλ’ ἐγένοντο κολάσεως ὑπεύθυνοι μετὰ ταῦτα οἱ τοῦ σπέρματος Ἀβραὰμ ἅπαντες ὁ γὰρ νόμος ὀργὴν αὐτοῖς εἰργάζετο παραβαινουσι καὶ τῆς ἐπαγγελίας ἀπεστέρει λοιπὸν ἐκείνης τῆς τῶν πατέρων παραγενόμενος τοίνυν ὁ Υἱὸς συνέπραξε τῷ Πατρὶ εἰς τὸ τὰς ἐπαγγελίας ἀληθεῦσαι ἐκείνας πάντα γὰρ τὸν νόμον πληρώσας ἐν ᾧ καὶ περιτομὴ ἦν καὶ ταύτῃ καὶ διὰ τοῦ σταυροῦ ἀπαλλάξας τοὺς ἐπὶ τῇ παραβάσει οὐκ ἀφῆκεν διαπεσεῖν τὴν ἐπαγγελίαν ὅταν οὖν λέγη Διάκονον περιτομῆς τοῦτο λέγει ὅτι ἐλθὼν καὶ πάντα τὸν νόμον πληρώσας καὶ περιτμηθεὶς καὶ γενόμενος σπέρμα τοῦ Ἀβραὰμ ἔλυσεν τὴν κατάραν ἔπαυσεν τὴν ὀργὴν τοῦ Θεοῦ ἐπιτηδείους λοιπὸν ἐποίησεν τοὺς μέλλοντας δέχεσθαι τὴν ἐπαγγελίαν Ἵνα οὖν μὴ λέγωσιν οὗτοι οἱ ἐγκαλούμενοι Πῶς οὖν ὁ Χριστὸς περιετέμετο καὶ πάντα τὸν νόμον ἐφύλαξεν εἰ εἰς τοὐναντίον αὐτον περιτρέπει φησιν οὐ γὰρ ἵνα μείνη ὁ νόμος τοῦτο ἐποίησεν ἀλλ’ ἵνα αὐτὸν λύση καὶ ἀπαλλάξη τῆς ἐκείνου κατάρας εἶτα ἵνα μὴ τοῦτο φυσήση τὸυς ἐξ ἐθνῶν φησὶ τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεὸν Ὃ δὲ λέγει τοιοῦτον ἐστιν οἱ μὲν ἐξ Ἰουδαίων κἂν ἐπαγγελίας εἶχον σὺ δὲ οὐδὲ τοῦτο ἀλλ’ ἀπὸ φιλανθρωπίας ἐσώθης μόνης εἰ καὶ τὰ μάλιστα οὐδὲ ἐκείνοις τι πλέον ἐγένετο ἀπὸ τῆς ἐπαγγελίας εἰ μὴ παρεγένετο ὁ Χριστὸς δόξα δὲ θεοῦ τὸ συνῆφθαι τὸ ὁμοθυμαδὸν εὐφημεῖν τὸ βαστάζειν τὸν ἀσθενέστερον
825108rRom.15.9 διὰ τοῦτο ἐξομολογήσομαι σοι ἐν ἔθνεσι τὴν μαρτυρίαν φέρει δεικνὺς ἐστι συνῆφθαι δεῖ τοὺς ἐξ Ἰουδαίων τοῖς ἔθνεσι
826108vRom.15.9-Rom.15.12 καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν τὸ Καὶ παρέλκεται ἵνα ἦι ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ ποία αυτὴ ὁ ἀνιστάμενος φησιν ἄρχειν ἐθνῶν
827108vRom.15.12-Rom.15.13 ὁ δὲ θεὸς τῆς ἐλπίδος πάλιν εἰς εὐχὴν ἦλθε λέγει δὲ ὁ θεός φησιν ἀπαλλάξει ὑμᾶς τῆς πρὸς ἀλλήλους μάχης καὶ τῆς ἔνθεν ἀθυμίας
829Ph108vRom.15.13 Ὃ θεὸς τῆς ἐλπίδος ἐλπίδος ἐστὶ φησὶ θεὸς ὁ θεὸς ἡμῶν ὥστε καλῶς ἐπεύχομαι ὑμιν ἐλπίζω γὰρ ἐνεργῆσαι τὴν εὐχὴν ἂν αὐτοὶ μόνον βούλοισθε ἐν δὲ τῷ πιστεύειν χαρᾶς καὶ εἰρήνης τῆς κατὰ τοὺς λογισμοὺς πληρούμενοι ὅπερ ὑμῶν ὑπερεύχομαι ἐστὲ καὶ ἐν τῇ ἐλπίδι περισσεύοντες οἷον πλουτοῦντες καὶ δαψιλῶς διακείμενοι ταῦτα δὲ διὰ τῆς χάριτος καὶ δυνάμεως τοῦ παναγίου παραγίνεται πνεύματος
828108vRom.15.13 ἐν τῶι πιστεύειν τοῦτο γὰρ παρ' ἡμῶν εἰσενεκτέον τὴν πίστιν ἐκ δὴ τούτου ἔσται ἡμῖν τὸ πάντων αἴτιον τῶν ἀγαθῶν ἡ εἰς θεὸν ἐλπὶς ἦν μεθ' ὑπερβολῆς ἐπεύχεται εἰς τὸ περισσεύειν γάρ φησιν ὅπερ οὐκ ἄλλως ἔσται εἰ μὴ τῆι δυνάμει τοῦ πνεύματος ὁ τοίνυν τὸ πνεῦμα ἔχων τὰ πάντα ἔχει
829108vRom.15.13-Rom.15.14 πέπεισμαι δὲ ἀδελφοὶ μου οὐ δέομαί φησι παρ' ἑτέρων
830108vRom.15.14 μεστοὶ ἐστε ἀγαθωσύνης ἀγαθωσύνην καλεῖ τὴν ἀπηρτισμένην ἀρετὴν τὸ δὲ μεστοὶ ἐπιτάσεως ῥῆμα
831108vRom.15.14 πεπληρωμένοι πάσης γνώσεως τι γὰρ ὅτι φιλάδελφὸς μὲν ἐστι τις οὐ δυνάμενος δὲ εἰς δέον τῆι ἀγάπηι χρήσασθαι διὰ τοῦτό φησι πάσης γνώσεως
832108vRom.15.14 δυνάμενοι καὶ ἄλλους οὐ μόνον ουδεισθε φησι παραινέσεως ἀλλὰ καὶ ἄλλους διδάσκετε
833Pha108vRom.15.14-Rom.15.15 τολμηρότερον δὲ ἔγραψα τολμηρότερον ἀπὸ μέρους ἀντὶ τοῦ τρόπον τινὰ καὶ εἴ τις μὴ τὴν διάνοιαν ὅλην βλέπει ἀλλ' αὐτὰς τὰς λέξεις ἐκ μέρους πολυπραγμονεῖ γυμνώσας τὰς διανοίας εἴ τις οὖν ἐκ μέρους σκοπεῖ δόξει ἂν αὐτῷ σκληρότερόν με καὶ τραχύτερον ὑμῖν προσενεχθῆναι διὰ τῶν γραμμάτων ἀλλ' ἐγὼ ὡς ἐπαναμιμνήσκων ἔγραψα καὶ πάλιν ἀνάγκην εἶχον τοῦ γράφειν ὅτι χάρις μοι ἀπὸ θεοῦ ἐδοθη εἰς τὸ κηρύσσειν καὶ διδάσκειν τὰ ἔθνη λειτουργὸς γὰρ εἰμι Χριστοῦ οἷον ὑπουργὸς καὶ ὑπηρέτης καὶ τὶ ἐργάζῃ ἱερουργῶ φησὶ τὸ εὐαγγέλιον αὐτοῦ τοῦτ' ἔστι θυσίαν αὐτῷ ταύτην θύω τὸ εὐαγγέλιον αὐτοῦ καὶ πῶς ἐστι θύειν καὶ ἱερουργεῖν τὸ εὐαγγέλιον ἐκ τοῦ προσφέρειν αὐτῷ φησὶ τὰ δι' αὐτοῦ πιστεύοντα ἔθνη καὶ γίνεσθαι αὐτὰ εὐπροσδεκτα καὶ ἡγιασμένα ἐν πνεύματι ἁγίῳ ὥστε ὁ προσάγων τῇ πίστει τὸ εὐαγγέλιον τοῦ θεοῦ ἱερουργεῖ ἢ ἱερουργοῦντα ἀκουστέον ἁπλούστερον οἷον ἱερῶς ἐργαζομενον καὶ σπουδαίως ἀλλὰ μὴ ὡς ἔτυχε καὶ ἠμελημένως ἢ οὖν οὕτως ἢ μᾶλλον οὕτως ἐκληπτέον τολμηρότερον ἔγραψα ἐκ μέρους ὑμῖν καὶ ὡς ἐπαναμιμνήσκων γράψας ἡ γὰρ ἐπικειμένη μοι ἀνάγκη καὶ σφοδρότερον καὶ ἀκριβέστερον γράφειν ἀπαιτεῖ ἐγὼ δὲ ἐτολμησα καὶ τῆς ἀκριβείας καθυφεῖναι καὶ οὐχ ὡς διδάσκαλος γράφειν ἀλλὰ μετὰ πολλῆς φειδοῦς καὶ ὡς ἐπαναμιμνήσκων καίτοι χρεωστῶν καὶ ἀκριβέστερον καὶ σφοδρότερον εἰς τοῦτο γὰρ ὑπὸ τῆς χάριτος προκεχείρισμαι καὶ ἐν τούτῳ ὑπουργεῖν καὶ δουλεύειν τέταγμαι ὡσανεί τις ἔλεγεν ἴσως ἐν οἷς ἔγραψα καθηψάμην ὑμῶν καὶ ἔδοξα τισιν ὑμῶν σκληρότερον ὑμῖν προσενεχθῆναι ἐγὼ δὲ τοσούτῳ δέω τοῦτο ποιῆσαι ὅτι καὶ φοβοῦμαι μή πως οὕτω μετὰ πολλῆς φειδοῦς καὶ ὑποστολῆς γράψας καὶ εὐθύνας ὑφέξω ὡς τολμήσας ἔλαττον ἔργον διδασκάλου ποιῆσαι
833Phb108vRom.15.15* καὶ γὰρ μείζονα γράφειν καὶ πλείω ὡς τὸ διδάσκειν ἐμπεπιστευμένος χρεωστῶ νῦν δὲ ὡς φειδόμενος καὶ ὡς τολμηρον τι πράττων οὕτως ὑφειμένως ἔγραψα
833108vRom.15.15 ἀδελφοί ἔδει γὰρ αὐτοὺς κατασκωφθέντας ἱκανῶς καὶ λεᾶναι
833ex108vRom.15.15 ὡς ἐπαναμιμνήσκων ἠρέμα φησι πως ωσαν εἰ ἀναμνήσας τουτέστι μικρὸν ἀναμνήσας ἡ δὲ τοιαύτη σημασία τῶν λεξεων κολάζει τῶ μὴ καθόλου αὐτοὺς ἀναμεμνῆσθαι ὅθεν οὐδέ φησιν διδάσκων ἂλλ ἀναμιμνήσκων
834108vRom.15.15 διὰ τὴν χάριν τὴν δοθεῖσαν οὐκ ἑνὸς ὁ πόνος φησιν ἀλλὰ χάρις ἐστι θεοῦ δείκνυσι δὲ ὅτι οὐ δὲ ἀναμνῆσαι ἂν ἐτόλμησεν εἰ μὴ τὰ ἔθνη ἐπεπίστευτο πολλὰ δὲ μετριάζει
835108vRom.15.15-Rom.15.16 εἰς τὰ ἔθνη ἱερουργοῦντα οὐκοῦν καὶ παρ' ὑμῶν δικαίως ανακουσθειην
836108vRom.15.16 εὐπρόσδεκτος τοιγαροῦν ἐμπιστευθεὶς ταύτην τὴν λειτουργίαν καὶ ἱερουργίαν σπουδὴν ἔχω εἰς ἔργον ἀγαγεῖν τὴν βουλὴν τοῦ θεοῦ ἡ δὲ ἐστιν εὐπρόσδεκτον ὑμῶν γενέσθαι τὴν προσφοράν
837108vRom.15.16 ἐν πνεύματι ἁγίωι πως δ'ανεσεσθε εὐπρόσδεκτοι καὶ ἡγιασμένοι εἰ ἔχετέ φησι τὸ πνεῦμά πως δὲ τοῦτο παραγίνεται διὰ βίου ἀλήπτου ὡς οἵ γε μὴ ὀρθῶς βιοῦντες διώκουσιν τὸ ἅγιον πνεῦμα ἀφ' ἑαυτῶν
838109rRom.15.16-Rom.15.17 * ἔχω οὖν καύχησιν καυχῶμαι τοιγαροῦν οὐκ ἐν εμαυτων οὐ δὲ ἐν σπουδῆι ἐμῆι ἂλλ ἐν Χριστῶι ἐν τοῖς πράγμασι τοῖς ἀνήκουσι καὶ διαφέρουσι τῶι πατρὶ ἄρα ἡ εἰς Χριστὸν πίστις τῶι πατρὶ διαφέρει
838Ph109rRom.15.17Φ(ω)τ(ιου) * Τὶ οὖν σὺ ἐνεπιστεύθης τὴν τῶν ἐθνῶν προσφορὰν ναὶ φησὶ καὶ καυχήσασθαι δύναμαι ἐν οἷς εἰργασάμην ἐν αὐτοῖς ἡ δὲ καύχησίς μου οὐκ ἐν ἐμοὶ τοῦτ' ἔστιν οὐκ ἐν τῇ ἰσχύϊ ἢ τῇ δυνάμει τῇ ἐμῇ ἀλλ' ἐν Χριστῷ Ἰησοῦ καὶ γὰρ εἴ τι ἂν εἴπω καὶ καυχήσωμαι οὐδὲν ἄλλο τολμήσω λέγειν ἀλλ' ἢ ἅπερ ὁ Χριστὸς ἐν ἐμοι ̀κατειργάσατο εἰς τὸ ὑπακοῦσαι καὶ πιστεῦσαι τὰ ἔθνη τὶ οὖν κατειργάσατο λόγον εἰς τὸ κηρύττειν ἔδωκε σημεῖα καὶ τέρατα εἰς τὸ εὐεργετεῖν καὶ πείθειν ἐχορήγησε τέλος οὕτως ηὔξησε καὶ ἐπλάτυνε καὶ ἐστήριξε τὴν δι' ἐμοῦ κηρυττομένην πίστιν ὥστε ἀπὸ Ἰερουσαλὴμ ἑξῆς τὴν πρώτην ἤνεγκε βλάστην καὶ πέριξ μέχρι τοῦ Ἰλλυρικοῦ διαριζωθῆναι καὶ διαφῦναι καὶ πληρῶσαι τὸ κήρυγμα τὴν τοσαύτην οἰκουμένην οὐκοῦν καλῶς καὶ ὑμῖν ἔγραψα καὶ ὑπέμνησα τῶν ἐν ἐκείνοις κατορθωθέντων θαρρεῖν καὶ περὶ ὑμᾶς ὑποτιθεμένων καὶ τὴν ἐξουσίαν καὶ ἄδειαν τοῦ νουθετεῖν μετὰ τοῦ πνεύματος ἐγγυωμένων
839109rRom.15.17-Rom.15.18 οὐ γὰρ τολμήσω λαλεῖ ἐπειδὴ εἶπεν ἔχω καύχημα προστίθησιν ὅτι οὐ κόμπος φησι ῥημάτων τὰ εἰρημένα οὐδὲν γὰρ εἰπεῖν τολμῶ τῶν μὴ παρὰ Χριστοῦ μοι παρασχεθέντων εἰς τὴν τῶν ἐθνῶν ἱερουργίαν καὶ ιναμου τὰ ἔθνη υπακουση ἀλλὰ καὶ σημείων ποιήσεις καὶ τεράτων ἐπιδείξεις μοι παρεσχέθησαν ἀνάγει γὰρ λοιπὸν ἑαυτὸν ἐπειδὴ σφόδρα ἐν τοῖς ἄνω ἐταπείνωσεν ἑαυτὸν εἰπὼν τολμηρότερον ἔγραψα ὑμῖν ἵνα μὴ ὡς εὐτελοῦς ἀπόβλητος ὁ λόγος γένηται
840109rRom.15.18 ὧν οὐ κατειργατο Χριστός δείκνυσιν ὅτι οὐδὲν ἦν αὐτοῦ ἀλλὰ τὸ πᾶν Χριστοῦ
841109rRom.15.18-Rom.15.19 ἐν δυνάμει πνεύματος τὸ ἀξίωμα λέγει τοῦ ἁγίου πνεύματος ὅτι ταῦτα πεποίηκα φησι τῆι δυνάμει αὐτοῦ
842109rRom.15.19 ώστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ λοιπὸν ἡ ἀποδειξις τῶν εἰρημένων τῶν μαθητῶν τὸ πλῆθος διὰ τοῦτο δὲ εἶπε καὶ κύκλωι ἵνα μὴ τὴν κατευθειαν ὁδὸν ἐνθυμηθῇς ἀλλὰ πάντα τὰ πέριξ οὐκ εἶπε κηρύξαι ἂλλ ὁ μεῖζον ἦν πεπληρωκέναι
843109rRom.15.19-Rom.15.20 οὕτως δὲ φιλοτιμούμενον φιλοτιμία δέ μοι ἦν φησιν ἐκεῖ εὐαγγελίζεσθαι ἔνθα οὔπω ἦν ὀνομασθεὶς ὁ Χριστός τι δή ποτε ἵνα μή φησιν ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ
843ex109rRom.15.20 οὐχ ὅπου ωνοασθη Χριστός οὐχ ὡς ἀπευχόμενος τῶν λοιπῶν ἀποστόλων τὴν κοινωνίαν ἂλλ ὡς πλεονεκτικὸν καὶ ἄδικον κρινωντην τῶν ἀλλοτρίων ἔργων δόξαν ὑφαρπάζειν
844109rRom.15.20 ἵνα μὴ επαλλοτριον ἀλλότριον θεμέλιον φησι τὴν τῶν ἄλλων κηρύκων διδαχὴν ἀλλότριον δὲ οὐ διὰ τὸ ἂλλ οἷον τοῦ κηρύγματος ἀλλὰ κατὰ τὸν τοῦ μισθοῦ λόγον καὶ τοῦ καμάτου
845109rRom.15.20-Rom.15.21 ἀλλὰ καθὰ γέγραπται δείκνυσιν ὅτι τοῦτο ποιῶν καὶ προφητείαν ἐπλήρου
846109rRom.15.21-Rom.15.22 διὸ καὶ ἐνεκοπτομην τοῦ ἐν ἀρχῆι αὐτῶι εἰρημένου ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς νυν τὴν αἰτίαν ἀποδίδωσιν ὅτί φησιν ἡ πρὸς τὰ ἔθνη διδασκαλία ἐκώλυσε με
847109rRom.15.22 τὰ πολλά οἷον πολλάκις
848109rRom.15.22-Rom.15.23 μηκέτι τόπον ἔχων ὁρᾷς ὅτι οὐ τῆς αὐτῶν δόξης ἐφιέμενος ἔγραψεν οὐ δὲ ὡς ἂν εἴποι τις κολακεύων αὐτοὺς ὡς δυνάστας καὶ γὰρ μονονουχὶ τοῦτο γράφει ἐπειδὴ τὸ ἔργον πεπλήρωκα καὶ οὐδὲν ἔχω ποιῆσαι θέλω ἐλθεῖν πρὸς ὑμᾶς
849109rRom.15.23 ἐπιποθίαν δὲ ἔχων ἵνα μὴ δόξῃ ἐξ ευτελιζειν αὐτοὺς γραφῶν ὅτι μηδὲν ἔχων ποιῆσαι ἔρχομαι πρὸς ὑμᾶς τὸν τῆς ἀγάπης ἀναπτύσσει λόγον
850109rRom.15.23-Rom.15.24 ὡς εὰν πορεύωμαι εἰς τὴν Σπανίαν να * μὴ πάλιν νομισθῇ κατὰ κολακείαν εἰρηκέναι τὸ ἐπιποθίαν ἔχων ἀπὸ πολλῶν ἐτῶν κολάζει τὸ εἰρημένον λέγων ὅτι διὰ τοῦτο μάλιστα ἐλθεῖν θέλω ἵνα εἰς τὴν Σπανίαν ἀπέλθω
851109rRom.15.24 καὶ ἀφ' ὑμῶν προπεμφθῆναι εἶτα ἵνα μὴ λέγωσιν ὁδοῦ πάρεργον ἡμᾶς ποιῆι ἐπάγει τὸ ἀφ' ὑμῶν προπεμφθῆναι ἵνα πάλιν τὴν ἀγάπην ἐνδείξηται ἂλλ ἐπειδὴ οὐκ ἦν ἀξιόχρεων τοῦτο προστίθησι τὸ ἐμπλησθῶ ὅπερ πατρὸς ἦν μᾶλλον ἡ διδασκάλου
852109rRom.15.24 ἀπὸ μέρους ἐμπλησθῶ οἷον ἐν μέρει οὐδεὶς γὰρ χρόνος τελείως φησιν ἐμπλῆσαί με δύναται τῆς ὑμῶν ἀγάπης
853109rRom.15.24-Rom.15.25 νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλήμ ἐπειδὴ εἶπε μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις ἔρχομαι πρὸς ὑμᾶς ἔμελλε δὲ ἔτι βραδύνειν ἵνα μὴ κεχλευάσθαι νομίσωσι λέγει τὴν αἰτίαν τῆς ἔτι μελλήσεως
854109vRom.15.25 διακονῶν τοῖς ἁγίοις εἰ Παῦλος διάκονος ἐννόησον τὸ μέγιστον τοῦ πράγματος
855109vRom.15.25-Rom.15.26 εὐδόκησαν γὰρ Μακεδονία υ * μόνον τὴν αιτιαιν θέλει εἰπεῖν τῆς ἔτι μελλήσεως ἀλλὰ προτρέψασθαι αὐτοὺς ὁμοίως τοῖς ἄλλοις πέμψαι τοῖς ἐν Ἱερουσαλὴμ τοῦτο γὰρ βούλεται αὐτω τὸ εἰπεῖν καὶ τοὺς πέμποντας
856109vRom.15.26 κοινωνίαν τινα κοινωνίαν καλεῖ τὴν ἐλεημοσύνην καθὸ αὐτοὶ μὲν χρήματα οἱ δὲ ἅγιοι τὴν πρὸς θεὸν παρρησίαν συνεισφέρουσιν
857109vRom.15.26 εἰς τοὺς πτωχοὺς τῶν ἁγίων διπλὴ ἡ τῆς ἐπιδόσεως ἀνάγκη διά τε τὴν πενίαν καὶ διὰ τὴν ἀρετήν
858109vRom.15.26-Rom.15.27 καὶ ὀφειλέται αὐτῶν εἰσιν διά τι δὲ τοῦτο ποιεῖν εβουλευεσαντο ἴσασι φησι χρεωστοῦντες τοῦτο οὐκ ἄρα κατὰ ἐλεημοσύνην ἀλλὰ κατὰ χρέος πέμπουσιν
859109vRom.15.27 εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν λοιπὸν λέγει πως εἰσιν αὐτῶν ὀφειλέται δι' αὐτούς φησιν μάλιστα ἦλθεν ὁ Χριστὸς περὶ γὰρ τῶν ἐκ περιτομῆς πιστῶν ὁ λόγος αὐτῶι καὶ αὐτῶν ἦν τὰ ἀγαθὰ καὶ αἱ ἐπαγγελίαι ὥσπερ οὖν τοῖς πνευματικὸς αὐτῶν ἐκοινώνησε τὰ ἔθνη οὕτω χρὴ αὐτοὺς καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς οὐκέτι δὲ λέγει κοινωνῆσαι ἀλλὰ λειτουργῆσαι ενταξει διακονῶν αὐτοὺς τιθεὶς τοῖς ἁγίοις φόρους τελούντων ὡς βασιλεῦσιν
860109vRom.15.27-Rom.15.28 καὶ σφραγισάμενος αὐτοῖς ὡς ἐν ἀσύλωι τόπωι καὶ ἀσφαλεῖ μέλλων ἀποτίθεσθαι καὶ γὰρ ἐν οὐρανοῖς ἔμελλεν ἀποτίθεσθαι φησιν καὶ σφραγισάμενος
861109vRom.15.28 τὸν καρπὸν τοῦτον καρπὸν καλεῖ τὴν ἐλεημοσύνην δεικνὺς κερδαίνοντα τὸν παρέχοντα
862109vRom.15.28 εἰς τὴν Σπανίαν πάλιν τῆς σπανιας μέμνηται δεικνὺς τὸ πρὸ τοὺς σπανίους φίλτρον
863109vRom.15.28-Rom.15.29 οἶδα δὲ ὅτι ἐρχόμενος τουτέστιν οἶδα ὅτι ἐρχόμενος πρὸς ὑμᾶς κομῶντας ὑμᾶς τοῖς ἀγαθοῖς εὑρήσω τὸ γὰρ ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τὸ πάντων ἐντὸς είναι τῶν ἀγαθῶν σημαιναι
863ex109vRom.15.29Οικου(μενιου) * ἡ οὕτως οἶδα ὅτι ἐρχόμενος πρὸς τὸ πληρῶσαι ὑμᾶς τῆς ἐκ τοῦ εὐαγγελίου εὐλογίας ἐλεύσομαι ὃ ἐστιν πρὸς ἀρετὴν καὶ πίστιν ἄλειψαί
864109vRom.15.29-Rom.15.30 διὰ τοῦ κυρίου ἡμῶν ὡς μὴ αὐτος ὧν ἀξιόχρεως πρὸς τὸ πεῖσαι διὰ τοῦ Χριστοῦ φησιν ὑμᾶς καὶ τοῦ ἁγίου πνεύματος παρακαλῶ ὅρα ὅτι υἱοῦ καὶ πνεύματος ἐμνήσθη οὐκέτι δὲ καὶ πατρὸς τοῦτο δὲ εἴρηται ἵνα ὅτε πατρὸς καὶ υἱοῦ μόνου μέμνηται μὴ θορυβηθῇς διά τι μὴ καὶ τοῦ πνεύματος ἐμνήσθη διαφόρως γὰρ τὴν ἁγίαν τίθησι τριάδα
865109vRom.15.30 συναγωνίσασθαὶ μοι μεγίστῃ ταπεινωοφροσύνη ὅ τι λέγει τῆς τούτων δεῖσθαι εὐχῆς
866109vRom.15.30-Rom.15.31 ἵνα ῥυσθῶ οὐκ εἶπεν ἵνα συμπλακῶ καὶ νικήσω αὐτοὺς ἀλλὰ ῥυσθῶ θεῖον νόμον πληρῶν ὅς φησιν εὔχεσθε μὴ ἐμπεσεῖν εἰς πειρασμόν
867109vRom.15.31 ἀπὸ τῶν ἀπειθούντων σημαίνει πονηρούς τινας καὶ λύκους μᾶλλον ἡ ἀνθρώπους ἐπιθησομένους αὐτῶι
868109vRom.15.31 εὐπρόσδεκτος γένηται καὶ ἵνα φησιν ἡ θυσία μου εὐπρόσδεκτος γένηται παρὰ θεῶι καὶ ἵνα καὶ αὐτοὶ μετὰ προθυμίας καὶ εὐχαριστίας δέξωνται τὰ ἀπ' ἐμοῦ
869109vRom.15.31-Rom.15.32 ἵνα ἐν χαρὰ ἔλθω εἰ γὰρ ῥυσθῶ φησιν ἐκ τῶν ἀπειθούντων καὶ ἡ διακονία μου εὐπρόσδεκτος γένηται ἐν χαρᾶι καὶ οὐκ ἐν ἀθυμίαι ἐλεύσομαι
870109vRom.15.32 διὰ θελήματος θεοῦ ὁ ἐξ ἀρχῆς εἶπε καί νυν λέγει εἴπως ἤδε ποτε εὐοδωθήσομαι ἐν τῶι θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς
871109vRom.15.32 καὶ συναναπαύσωμαι ὑμῖν ὁρᾷς αὐτοῦ τὸ ἄτυφον οὐ γὰρ εἶπε διδάξω ὑμᾶς ἡ κατεχήσω ἀλλὰ συναναπαύσομαι τουτέστιν ὑμεῖς ἐμοι διὰ τὴν διδασκαλίαν κἀγὼ ὑμῖν διὰ τὴν τῆς πίστεως ἐπίδοσιν
871Ph109vRom.15.32* ὅπερ κατ' ἀρχὰς ἔλεγε τοῦτο δὲ ἐστι συμπαρακληθῆναι διὰ τῆς ἐν ἀλλήλοις πίστεως
872109vRom.15.32-Rom.15.33 o δὲ θεὸς τῆς εἰρήνης τοῦτο πανταχοῦ ἔθος εὐχὴν τιθέναι μετὰ τὴν παραίνεσιν
873109vRom.15.33-Rom.16.1 Φοίβην τὴν ἀδελφήν ὅρα διὰ πόσων αὐτὴν σεμνύνει τῶ πρώτης μεμνῆσθαι τῶ ἀδελφὴν καλέσαι τι δὲ ἴσον τοῦ είναι Παύλου ἀδελφήν
874109vRom.16.1-Rom.16.2 προσδέξησθε ἐν κυρίῳ διὰ * τὸν κύριον ἡ κατὰ κύριον καὶ ἀξίως τῶν ἁγίων ὃν τρόπον φησιν πρέπει ἁγίους δέχεσθαι διπλὴν δέδωκεν αὐτῆι θεραπείας ἀφορμὴν καὶ τὸ διὰ τὸν κύριον αὐτὴν δεχθηναι καὶ τὸ είναι αὐτὴν ἁγίαν
875109vRom.16.2 καὶ παραστῆτε αὐτῆι ὁρᾷς τὸ ἀνεπαχθὲς οὐκ εἶπεν ὅτι ἀπαλλάξατε αὐτὴν ἐκ τῶν ἐπικειμένων ἀλλὰ παραστῆτε τοῦτ' ἐστι τὰ παρ' ὑμῶν εἰσενέγκατε καὶ χεῖρα ὀρέξατε
876109vRom.16.2 προστάτις πολλῶν μέγας ὁ ἔπαινος καὶ ἱκανὸς αὐτοὺς προτρέψασθαι
877109vRom.16.2 καὶ αὐτοῦ ἐμοῦ τὸ μέγιστον ἐγκώμιον τελευταῖον τέθεικε μακαρία γὰρ ὄντως ηδυνηθεισα προστῆναι καὶ ἀναπαῦσαι τὴν ἁγίαν ψυχὴν Παύλου αὐτοῦ ἐμοῦ τουτέστι τοῦ ἀπόστολο τοῦ κήρυκος τοῦ διδασκάλου τῆς οἰκονουμένης
878109vRom.16.2-Rom.16.3 καὶ Ἀκύλαν τοὺς συνεργοὺς μου συνεργησαν φησιν ἐν διδαχῆι ἐν πειρασμοῖς ἐν κινδύνοις μέγας δὲ ὁ ἔπαινος
879110rRom.16.3-Rom.16.4 * ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι ἡ διὰ τὴν διδασκαλίαν ἡ καὶ διὰ τὴν ἐκ τῶν χρημάτων εἰς αὐτοὺς συνεισφοράν
880110rRom.16.4-Rom.16.5 καὶ τὴν κατ' οἶκον αὐτῶν οὕτως δὲ ἦσαν εὐδόκιμοι ὅτι καὶ τὸν οἶκον αὐτῶν ἐκκλησίαν ἐποίησαν ἡ ὅτι πανοικὶ ἦσαν πιστοὶ ὡς τὸν οἶκον λοιπὸν ἐκκλησίαν είναι
881110rRom.16.5 Ἐπαίνετον τὸν ἀγαπητόν μέγα τὸ είναι Παύλου ἀγαπητὸν τοῦ κρίσει καὶ οὐ πρὸς χάριν φιλεῖν εἰδότος ἀπαρχὴν δὲ αὐτον λέγει ἡ ὅτι πρῶτος ἐπίστευσεν ἡ ὅτι πλείονα πάντων εὐλάβειαν ἐπεδείκνυτο ἵνα δὲ μὴ νομίσῃς ὅτι ἐν κοσμικοῖς ἦν πράγμασιν ἀπαρχὴ προστίθησιν εἰς Χριστόν
882110rRom.16.5-Rom.16.6 πολλὰ ἐκοπίασεν δείκνυσιν ὅτι μετὰ τῆς διδασκαλίας καὶ ἕτερα κέκμηκεν εἰς αὐτούς
883110rRom.16.6 εἰς ἡμᾶς οὐ μόνον φησιν εἰς ἑαυτὴν ἐκοπίασεν ἵνα σωθῆι ἀλλὰ καὶ εἰς ἡμᾶς ἀπόστολο τάξιν πληροῦσα καὶ εὐαγγελιστοῦ πως οὖν εἶπε φησιν γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω τῆς ἐν τῶι μέσῳ καὶ κοινῷ προεδρίας αὐτὴν κωλύων καὶ τῆς ἐν βήματι καθέδρας οὐ τῆς τοῦ λόγου διδασκαλίας
884110rRom.16.6-Rom.16.7 καὶ συναιχμαλώτους μεῖζον ἐγκώμιον τὸ συναιχμαλώτους μου χαλεπώτερα γὰρ αἰχμαλώτων ἔπασχον διωκόμενοι ὑβριζόμενοι ἀδικούμενοι
885110rRom.16.7 ἐπίσημοι μέγα μὲν καὶ τὸ είναι ἀποστόλους τὸ δὲ καὶ ἐπισήμους ἐν αὐτοῖς μέγιστον
886110rRom.16.7 οἱ καὶ πρὸ ἐμοῦ ὅρα τὴν ἁγίαν ψυχὴν οὐκ ἐπαισχύνεται λέγων ὅτι πρὸ ἐμοῦ ἐπίστευσαν οὗτοι τῶι Χριστῶι
887110rRom.16.7-Rom.16.8 Ἀμπλίαν τὸν ἀγαπητόν μέγας ὁ ἔπαινος
888110rRom.16.8-Rom.16.9 Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν τοῦτο μεῖζον ὅτι καὶ συνήργει ἐν τῆι διδασκαλίαι
889110rRom.16.9-Rom.16.10 Ἀπελλῆν τὸν δόκιμον οἷον ἂν επιληπτον
890110rRom.16.10 τοὺς ἐκ τῶν Ἀριστοβούλου ἴσως οὐκ ἦσαν ὡς οἱ πρῶτοι διὸ οὐδε ὀνομαστὶ αὐτῶν ἐμνήσθη
891110rRom.16.10-Rom.16.11 τοὺς ὄντας ἐν κυρίωι ἴσος πᾶσιν ὁ ἔπαινος ὅτι ἐν κυρίωι ἦσαν ὃ ἐστι πιστοί
891Ph110rRom.16.11
892110rRom.16.11-Rom.16.12 τὰς κοπιώσας ἐν κυρίωι περὶ Μαρίας ἄνω ἔλεγεν ἥτις πολλὰ ἐκοπίασε ταύτας δὲ ἔτι κοπιώσας λέγει διὸ μείζων ὁ ἔπαινος
893110rRom.16.12 Περσίδα τὴν ἀγαπητήν αὕτη μείζων Τρυφαίνης καὶ Τρυφώσης ὅτί τε ἀγαπητῇ καὶ ὅτι πολλὰ ἐκοπίασεν
894110rRom.16.12-Rom.16.13 Ῥοῦφον τὸν ἐκλεκτόν διπλοῦν ἀγαθον τὸ καὶ τὸν υἱον ἀνεπίληπτον καὶ τὴν ματηρα ἐνάρετον τοῦτο γὰρ δηλοῖ τὸ καὶ ἐμοῦ
895110rRom.16.13-Rom.16.14 καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς μέγα καὶ τούτοις τὸ είναι Παύλου ἀδελφούς
895Ph110rRom.16.14-Rom.16.15 Φιλόλογον καὶ Ἰουλίαν τὸν Φιλόλογον φασὶ πρῶτον ἐπίσκοπον γενέσθαι Σινώπης ὑπο Ἀνδρέου
896110rRom.16.15 καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους οἱ δὲ ἅγιοι οὐ μικρὸν αὐτοῖς τὸ ἐγκώμιον
897110rRom.16.15-Rom.16.16 ἀσπάσασθε ἀλλήλους νυν πάντας ἀναμὶξ τίθησιν ἵνα μή τις λύπη γένηται τοῖς μὴ ὀνομαστὶ μνημονευθεῖσιν
898110rRom.16.16 ἐν φιλήματι ἁγίωι ἑνὶ γὰρ καὶ μὴ ἁγίωι
899110rRom.16.16 ἀσπάζονται ὑμᾶς οὐκέτι τὸν δεῖνα ἡ τὸν δεῖνα ἂλλ ἐκοινοποίησεν αὐτοὺς τὸ ὑμᾶς εἰπών
900110rRom.16.16-Rom.16.17 παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί ξένον εἶδος συμβουλῆς ἱκέτου γὰρ ὑπέδυ πρόσωπον καὶ ἀδελφοὺς καλεῖ μετὰ πολλῆς τῆς τιμῆς
901110rRom.16.17 σκοπεῖν τοὺς τὰς διχοστασίας ρευναν * φησι καταμανθανει δείκνυσι δὲ τὸ δολερὸν αὐτῶν καὶ ὅτι οὐ γίνονται κατάδηλὸ πονηροὶ ὄντες αυτὴ γὰρ μάλιστα ἐκκλησίας ἀνατροπὴ τὸ διηρησθαι ἀπ' ἀλλήλων
902110rRom.16.17 καὶ τὰ σκάνδαλα μετὰ γὰρ τὴν διχοστασίαν εἴσοδον εὑρίσκει τὰ σκάνδαλα
903110rRom.16.17* τι δὲ ἐστι τὰ σκάνδαλα ἑρμηνεύει αἱρέσεις φησι παρὰ τὴν διδαχὴν ἡμῶν ἐπεισιοῦσα
904110rRom.16.17-Rom.16.18 ἀλλὰ τῆι ἑαυτῶν κοιλία αἱ γὰρ αἱρέσεις πᾶσαι καὶ τὰ σκάνδαλα ἀπὸ τοῦ δουλεύειν πάθεσι καὶ γαστρὶ διοφησιν ὅτι οὐ δουλεύουσι τῶι Χριστῶι ἀλλὰ τῆι κοιλίαι δοκεῖ δὲ τοὺς ἐξ Ἰουδαίων αἰνίττεσθαι καὶ γὰρ Ἰουδαίων πάντες ὡς γαστριμάργων κατηγοροῦσιν
905110rRom.16.18 διὰ τῆς χρηστολογίας χρι * ῥημάτων ἡ θεραπεία φησιν ἡ δὲ διάνοια δολερὰ πρὸς ὑμᾶς καινὸν δὲ λέγει τρόπον ἀπάτης τὸ πρῶτον αὐτοὺς κολακεύειν
906110rRom.16.18 τὰς καρδίας τῶν ἀκάκων οὐκ εἶπεν ὑμῶν ἀλλὰ τῶν ἀπλουστέρων
907110rRom.16.18-Rom.16.19 ἡ γὰρ ἡμῶν ὑπακοή καὶ ὅτι οὐχ ὑμᾶς ἀλλὰ τοὺς ἀκάκους ἐξαπατῶσι δῆλον ἔνθεν ὅτι ἡ ὑμῶν ὑπακοὴ καὶ πείθω εἰς πάντας ἦλθε πολλοὺς δὲ αὐτοῖς ἐφίστησι μάρτυρας ἵνα μὴ ἀναισχυντήσωσι πρὸς τὴν κακὴν διδακήν
908110rRom.16.19 χαίρω οὖν τὸ ἐφ' ὑμῖν τοῖς μὴ ἐξαπατωμένοις φησι
909110rRom.16.19
909ex110rRom.16.19 σοφοὺς μὲν είναι εἰς τὸ ἀγαθον ουτεστι * φρονησεις μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ' ἑτέρων ἀδικεῖσθαι ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπιβουλεύειν
910110rRom.16.19-Rom.16.20 ὁ δὲ θεὸς τῆς εἰρήνης ἐπειδὴ ἦσαν διχοστασίαι τὸν τῆς εἰρήνης δοτῆρα ἐπικαλεῖται ἵνα παύσῃ τὰ σκάνδαλα
911110rRom.16.20 συντρίψει ὁ πολλῷ μεῖζον ἦν τοῦ ὑποτάξαι
912110vRom.16.20 τὸν Σατανᾶν οὐ μόνον φησι τοὺς τὰ σκάνδαλα παρεμβαλλοντας συντρίψει ἀλλὰ καὶ αὐτον τὸν στρατηγὸν αὐτῶν σατανᾶν ἐν τάχει φησιν ἐκ τοῦ χρόνου τὴν παραμυθίαν κατασκευάζων
913110vRom.16.20 ἡ χάρις τοῦ κυρίου ἡμῶν ἀνέμνησεν αὐτοὺς τῆς τοῦ θεοῦ χάριτος τῆς ἀεὶ σωσάσης εἰ δὲ ἐχθροὺς ὄντας ἔσωσε φησιν πολλῷ μᾶλλον νυν ὁρᾷς ὅτι μετὰ τῶν ἔργων καὶ χάριτος εἰς τὸ σωθῆναι δεόμεθα μετὰ γὰρ τὸ μαρτυρῆσαι αὐτοῖς ὑπακοὴν τότε τὴν χαρι ἐπηύξατο
914110vRom.16.20-Rom.16.21 Τιμόθεος ὁ συνεργὸς μου εἰ δὲ ἐγκώμιον τοῦ Τιμοθέου συνήργει δὲ αὐτῶι ἐν τῶι εὐαγγελίωι
915110vRom.16.21 καὶ Σωσίπατρος οἱ συγγενεῖς συγγενεῖς φησι τοὺς εικοτας κατὰ τὴν εὐσέβειαν
916110vRom.16.21-Rom.16.22 Τέρτιος ὁ γράψας ἀντὶ μεγάλου τέθεικεν ἐπαίνου τὸ είναι ὑπογραφέα Παύλου
917110vRom.16.22-Rom.16.23 Γάϊος ὁ ξένος μου τουτέστιν ὁ ξενοδοχοσμου καὶ πολὺς ὁ ἔπαινος ὅτι πᾶσαν αὐτος ξενοδοχει τὴν ἐκκλησίαν καὶ τὸν Παῦλον ὃς οὐκ ἂν ἁπλῶς παρ' αὐτῶι ἐξενίσθη
918110vRom.16.23 ὁ οἰκονόμος τῆς πόλεως τὴν ἀξίαν αὐτοῦ τέθεικεν ἵνα γνῷς ὅτι οὐ πλοῦτος οὐκ ἀξίωμα κώλυμα γίνεται τινι πρὸς τὸ ὀρθῶς βιοῦν ἡ πιστεύειν
919110vRom.16.23-Rom.16.24 ἡ χάρις τοῦ κυρίου ἡμῶν τῆς χάριτος μέμνηται τῶν εὐεργεσιῶν ὑπομιμνήσκων τοῦ Χριστοῦ
920110vRom.16.24 μετὰ πάντων ὑμῶν ἀμήν οὕτως ἄρχεσθαι ἀπὸ εὐχῆς καὶ οὕτως καταπαύειν τὸν λόγον προσήκει εἰς εὐχὴν ταύτην γὰρ θεμέλιον ταύτην ὅρον ἀεὶ ποιεῖν αὐτῶι φίλον