A Transcription of Ephesians in GA 075, by Clark R. Bates

UnitPageVersesAttributionsBiblicalComment
Hb155vEph.1.1α /πρόλογος Παῦλος ἀπόστολος ἰησοῦ χριστοῦ ἡ ἔφεσος μητρόπλις μέν ἐστι τῆς ἀσίας τὴν δὲ ἄρτεμιν ἔσεβεν καὶ τοσοῦτον ἦν περὶ τὴν δαίμονα τὸ σέβας ὡς καὶ νεοκόρον τὴν ἔφεσον τῆς ἀρτέμιδος ἀναγορεύεσθαι ὡς ἐν ταῖς πράξεσιν ϊστόρηται ἐν αὐτῇ τῇͅ ἐφέσῳ ὁ εὐαγγελιστὴς ἰωάννης ἐξωρισθεὶς διέτριψεν πολλὰ ἐν ᾗ καὶ τελευτᾷ καὶ τὸν τιμόθεον δὲ ὁ παῦλος ἐκεῖ ἐπίσκοπον ἐχειροτόνησεν τῶν δὲ φιλοσόφων οἱ κατὰ τὴν ἀσίαν ἀνθοῦντες ἐν τῇ ἐφέσῳ μάλιστα διῆγον διὸ πολλῇ σπουδῇ κέχρηται πρὸς αὐτοὺς γράφων καὶ τὰ βαθύτερα τῶν νοημάτων αὐτοῖς ἐπιστέλλει ἄτε κατηχημένοις καὶ τὰ ὑψηλά γράφει δὲ ἀπὸ ῥώμης καὶ τὴν ἐπιστολὴν ἐν δεσμοῖς ὑπάρχων ὁ παῦλος
1a155vEph.1.1β διὰ θελήματος θεοῦ σημειωτέον τὸ διὰ ἐνταῦθα ἐπὶ πατρὸς εἰρημένον
1155vEph.1.1γ τοῖς ἁγίοις τοῖς οὖσιν ἐν ἐφέσῳ καὶ πιστοῖς ἐν χριστῷ ἰησοῦ ὅρα πόση ἧν τότε ἀρετῇ ὅτι κοσμικοὺς ἀνθρωπούς ἁγίους καὶ πιστοὺς προσαγορέυει
2155vEph.1.2δ χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρόυ ἰησοῦ χριστοῦ εἰκότως ἀπὸ χάριτος ἤρξατο χάριτι γὰρ καὶ πατῆρ ἀνθρωπών ὁ θεός χάριτι καὶ ὁ ὑιὸς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν
3155vEph.1.2-Eph.1.3ε εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ τοῦτο ὡς πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ἰουδαϊκῆς εὐλογίας ἐκέινη γὰρ σαρκικωτέρα μᾶλλον ἦν ἡ δὲ ἡμῶν πνευματική καλῶς δὲ τὸ ἐν πάση γέγονας γὰρ ἀθάνατος ἀναμάρτητος ὓιος καὶ ἀδελφὸς θεοῦ συγκληρονόμος χριστοῦ δι’ οὗ ἡ ἀπαρχή σου προσκυνεῖται ἐκ τῶν χερουβίμ
4155vEph.1.3ϛ ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ διὰ χριστοῦ γὰρ ἡμῖν ἡ εὐλογία οὐ διά τινος τῶν προφητῶν ὡς ἰουδάιοις διὰ μωσέως καλῶς δὲ τὸ ἐν τοῖς ἐπουρανίοις οἷον πράγμασιν οὐδὲν γὰρ γήϊνον παρ’ ἡμῖν ὡς παρὰ ϊουδαίοις ἐκεῖ γὰρ γῇ ῥέουσα γάλα καὶ μέλει καὶ τὰ ἀγαθὰ τῆς γῆς φάγεσθαι καὶ εὐλογήσει κύριος τὴν γῆν σου ἐνταῦθα δὲ πάντα περὶ βασιλέιας οὐρανιῶν
5156rEph.1.4ζ καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμος ὥσπερ εὐλόγησεν ἡμᾶς διὰ χριστοῦ οὕτως καὶ ἐξελέξατο δι’ αὐτοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως τὸ δὲ πρὸ καταβολῆς κόσμου δηλοῖ ὅτι ἀπὸ ὕψους τινὸς τῆς τοῦ θεοῦ δυνάμεως κατεβλήθη ὁ κόσμος
6156rEph.1.4η εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ ἐξείλετο ἡμᾶς φησιν ἐπὶ τούτω τῷ ὅρω εἰς τὸ εἶναι ἡμᾶς ἁγιόυς κατὰ πίστιν ἀμώμους κατὰ βίον κατενώπιον αὐτοῦ φησιν εἰσὶ γάρ τινες ἄμωμοι τοῖς ἀνθρώποις δοκοῦντες · ἀλλ’ οὐ τοῦτο φησιν ἀλλὰ κατενώπιον αὐτοῦ τοῦτο δέ φησιν διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἐπόιησεν
7156rEph.1.5θ προορίσας ἡμᾶς εἰς ὑιοθεσίαν διὰ ἰησοῦ χριστοῦ εἰς αὐτόν μέγα μὲν καὶ τὸ εἰς ὑιοθεσίαν εἰσαχθῆναι θεοῦ μεῖζω δὲ τὸ καὶ διὰ τοῦ ὑιοῦ τοῦτον ἐστι τευθῆναι ὑιοθεσίαν δὲ πόιαν τὴν εἰς αὐτόν φησι φέρουσαν τὸν θεὸν
8156rEph.1.5ι κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ταῦτα δὲ πάντα ἐπόιησεν εἰς ἡμᾶς δι’ ἀλλομὲν οὐδὲν πλὴν ὅτι ἠβουλήθη καὶ σφόδρα ἐπεθύμησεν χάριτι σῶσαι τοὺς ἐπὶ γῆς πρὸς τὸ ἐκ τούτου ἐπαινεῖσθαι καὶ δοξάζεσθαι τὴν ἁγίαν αὐτοῦ δόξαν τῆς χάριτος
9156rEph.1.6ια ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ ἐχαρίτωσεν δὲ πρῶτον μὲν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ · ἐπεῖτα ἐπεράστους ἐποίησεν ἀγγελόις ἀρχαγγέλοις ταῖς ἄνω δυνάμεσιν τοῖς ἐυηρεστηκόσιν αὐτῷ ἁγίοις ἐπιθυμήσει γάρ ὁ βασιλὲυς τοῦ κάλλους σου τὴν δὲ χάριν τάυτην διὰ τοῦ ἠγαπημένου χριστοῦ καὶ ὑιοῦ αὐτοῦ τοῖς ἐπὶ γῆς δεδώρηται αὐτὸς γὰρ ὁ μεσίτης
10156rEph.1.6-Eph.1.7ιβ ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ δί οὗ φησιν ἔχομεν τὴν ἄφεσιν διὰ τοῦ αἵματος αὐτοῦ ὑπάρξασαν ἡμῖν θαυμαστὸν γὰρ τὸ μὴ μόνον ὑπὲρ ἐχθρῶν ἀλλὰ καὶ τὸν ὑιὸν δοῦναι καὶ πρὸς θάνατον διὰ τοῦ αἵματος τοὺτο γὰρ τῶν δωρεῶν τὸ φρικωδέστατον
11156rEph.1.7ιγ τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ ταῦτα δὲ ἐποίησεν φησι κατὰ τὸν πλοῦτον τουτέστιν ἐν τῷ πλουτῷ τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς πανταχόθεν ὑπερβολάι ὅτι τὲ πλοῦτος ἐδόθη καὶ πλοῦτος θεοῦ Καὶ χάριτος πλοῦτος καὶ ὅτι περίσσευσεν τουτέστιν περισσευθῆναι ἐπόιησεν
12156rEph.1.7-Eph.1.8ιδ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἢ σοφῶς καὶ φρονίμως ἐγνώρισεν ἡμῖν ἠ σοφοὺς καὶ φρονίμους ποιήσας ὅυτως ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ὡσὲι εἶπεν τὰ ἐν τῇ καρδία αὐτοῦ τί γὰρ ἶσον τοῦ μυστηρίου τοῦ δοῦναι τὸν ὑιὸν ὑπὲρ τῶν ἐχθρῶν καὶ μισουμενών
13156vEph.1.9ιε κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ γνωρίσας ἡμῖν κατὰ τὴν βουλὴν αὐτοῦ ἢ βουλὴν προέθετο ἐν αὐτῷ τουτέστιν τῷ χριστῷ πληρῶσαι καὶ ἁπλῶς τοῦτο πρόεθετο φησιν τοῦτο ἐβουλέυσατο ὁ πατὴρ τὴν ἀπαρχὴν τοῦ φυράματος ἡμῶν ἐκ δεξιὼν αὐτοῦ καθίσαι
14156vEph.1.9-Eph.1.10ιϛ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν ταύτην δὲ τὴν ευδοκίαν διατί πρόεθετο διὰ τί εἰς οἰκονομίαν φησὶ τουτέστιν εἰς χρηστὴν καὶ ἐπωφελῆ διοίκησιν τοῦ πέρατος τῶν καιρῶν ἐν γὰρ τοῖς ἐσχάτοις καιροῖς ταύτη ἡ σωτήριος οἰκονομία γέγονεν τῆς ἐνανθρωπίσεως
15156vEph.1.10ιζ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς συνάψαι ἐνῶσαι μίαν κεφαλὴν παρασχεῖν ἀγγέλοις καὶ ἄνθρωποις συνῆψεν οὖν αὐτοὺς καὶ ἤν ωσεν διὰ χριστοῦ
16156vEph.1.11ιη ἐν αὐτῷ πάλιν τὸ ἐν αὐτῷ τουτέστιν δι’ αὐτοῦ τοῦ χριστοῦ
16ex156vEph.1.11ιθ ἐν ᾧ ἐκληρώθημεν προορισθέντες δι’ οὖ φησι χριστοῦ καὶ ἐκληρώθημεν ἀλλ’ ἐπειδὴ ὁ κλῆρος συν κυρίας μᾶλλον καὶ οὐκ ἀρετῆς ἐστιν διορθοῦται αὐτὸ καὶ φησὶν προρισθέντος οὐκ ἂν δὲ προωρίσθημεν εἰ ἀνάξιοι ἦμεν
17156vEph.1.11κ κατὰ πρόθεσιν τοῦ θεοῦ τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν γνώμην τοῦ τὰ πάντα ἐνεργοῦντος θεοῦ ἔν τε οὐρανῶς καὶ ἐπὶ γῆς
18156vEph.1.11κα κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ εἶτα οὐκ ἄρκεσθεις τὸ εἰπεῖν προορισθέντες καὶ κατα πρόθεστιν ἐπάγει κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ δεῖξαι γὰρ βούλεται ὅτι οὐκ ἐνπαρεπομένῳ ἐκλήθη τὰ ἔθνη διὰ τὸ ἀποσκιρτῆσαι ϊουδαίους ἀλλ’ ἄνωθεν τοῦτο προώριστο καὶ ἐν πρωτο τύπω ἔκειτο ἐπειδὴ γὰρ ὁ χριστὸς προτρεπόμενος τοὺς ἰουδαίους φησὶν οὐκ ἦλθον εἰ μὴ πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου ἰσραήλ καὶ πάλιν εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε σπουδάζει νῦν δεῖξαι ὁ παῦλος ὅτι προτροπῆς ἐνεκεν καὶ ἐφελκύσεως ἰουδαίων ἐκεῖνα ἔιρηται ὡς τό γε ἀληθὲς ἄνωθεν ὥριστο ἡκλῆσις τῶν ἐθνῶν
19157rEph.1.12κβ εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ χριστῷ ἡμᾶς τίνας τοὺς προηλπικότας ἐν τῷ χριστῷ φησὶ τουτέστιν τοὺς πιστούς ἐκ τοῦ καθ’ ἡμᾶς γὰρ πράγματος μάλιστα δόξαστεος ὁ θεός ὅτι ὅυτως ἡμᾶς ἠλλοτριωμένους ἔσωσεν
20157rEph.1.13κγ ἐν ᾧ καὶ ὑμεῖς ἀκοῦσαντες δι’ οὒ χριστοῦ ὅυτω καὶ πρὸς ἑβράιους ἐλάλησεν φησιν ἐν ὑιῷ
21157rEph.1.13κδ τὸν λόγον τῆς ἀληθείας οὐκ ἔστι γὰρ τύπος ὡς ἐπὶ ϊουδαίων ἀλλ’ αὐτὴ ἡ ἀλήθεια
22157rEph.1.13κε τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν εὐαγγελίον τῆς σώτηριας ἔστι μὲν καὶ ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νόμου ἔστι δὲ ὅτι καὶ τοὺς πιστέυοντας σώζει
23157rEph.1.13κϛ ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνευμάτι τῆς ἐπαγγελίας τῷ ἁγίῳ δι’ οὗ φησιν εὐαγγελίου καὶ τῆς ἐν αὐτῷ πίστεως ἐσφραγίσθητε τῷ πνευματι τῆς ἐπαγγελίας ἢ τῶν ἐπαγγελλομένων τὰ μυρία ἀγαθά ἣ ἵνα διὰ τῆς σφραγίδος τύχη τε τῶν ἐπαγγελιῶν ὁ γὰρ θεός δήλους ποιῶν τοὺς αὐτοῦ σφραγίζει αὐτοὺς τῷ ἁγίῳ πνεύματι
24157rEph.1.13-Eph.1.14κζ ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν ὁ ἀρραβὼν πιστοῦται τὸ ὅλον τὴν τοίνυν ὑιοθεσίαν καὶ τὰ μυρία ἀγαθὰ πιστόυμενος ὁ θεὸς δὲδωκεν ἀρραβὼνα τῆς ἐπουρανίου κληρονομίας τὸ πνεῦμα τὸ ἅγιον
25157rEph.1.14κη εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως περιποίησιν ἡμᾶς καλεῖ διὰ τὸ περιποιήσασθαι ἡμᾶς τὸν θεὸν ὁ οὖν ἀρραβών φησι καὶ πρὸς τοῦ τό ἐστιν εἰς τὸ ἀπολυτρώσασθαι τὴν περιποίησιν αὐτοῦ ἐκεῖ δὲ ἔσται ἡ καθαρὰ ἀπολύτρωσις ὅταν μὴ μόνον ἁμαρτιῶν ἀλλὰ καὶ τῆς μετὰ ἁμαρτωλῶν συνοικήσεως λυτρωθῶσιν οἱ ἅγιοι
26157rEph.1.14ιθ εἰς ἔπαινον τῆς δόξης αὐτοῦ τοῦτο συνεχῶς ἐπιλέγει πιστούμενος τὸ πάντως ἔσεσθαι τὰ ἐπηγγελμένα ὣσει ἔλεγεν εἰ μὲν ἡμῶν ἕνεκεν ταῦτα ἐπηγγείλατο κἂν ἀμφιβάλλειν ἦν εἰ δὲ διὰ τὸ θαυμασθῆναι τὴν δόξαν αὐτοῦ τίς αντερεῖ λοιπόν
27157rEph.1.15λ διὰ τοῦτο κἀγώ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ κυριῷ ἱησοῦ διὰ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς ὁρθῶς πιστέυουσι καὶ βιοῦσι καὶ διὰ τὸ ἐν τοῖς σωθησομένοις τετάχθαι ὑμᾶς
28157vEph.1.15λα καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους πλεῖονα γὰρ πάντων διὰ τὴν πίστιν ἡμῶν εὐχαριστητέον τᾦ θεῷ ὅτι νοῦν ἡμῖν πρὸς τὸ πιστεῦσαι δέδωκεν ἀεὶ δὲ τῇ πίστει συνάπτει τὴν ἀγάπην καλλίστην ἀποτελῶν ξυνωρίδα
29157vEph.1.15-Eph.1.16λβ οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου τοῦτο δὲ ἐποίει οὐ μόνον πρὸς αὐτοὺς ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἐαυτοῦ μαθητάς
29ex2157vEph.1.16 τί δὲ παρακαλεῖ καὶ ποίαν μνείαν ποιει ἱνά φησιν ὁ θεὸς δώση ὑμῖν πνεῦμα σοφίας
30ex157vEph.1.16-Eph.1.17λγ ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τοῦτο διὰ τὴν σάρκα φήσιν
30157vEph.1.17λδ ὁ πατὴρ τῆς δόξης ἀὲι πρὸς τὸ προκείμενον ὀνομάζει τὸν θεὸν Θεὸν οἰκτιρμῶν καλῶν καὶ θεὸν εἰρήνης καὶ θεὸν δυνάμεων νῦν δὲ αὐτὸν πατὲρα δόξης καλεῖ μεγίστην γὰρ δόξαν καὶ τιμὴν ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων ἅτε παρασχθέντα ἡμῖν γενικῷ ὀνόματι δόξαν καλεῖ διὰ τοῦ λαμπροτέρου παρ’ ἡμῖν ὀνόματος ταύτης οὖν τῆς δόξης φησὶν αὐτὸν πατὲρα καὶ οἷον δημιουργόν ὁ ἐν ἁγίοις δὲ γρηγόριος ἐν τῷ περὶ υἱοῦ λόγω ὡς νομίζω τὰ δίο εἰς τὸν χριστὸν ἐδέξατο πατέρα μὲν τοῦ λόγου θεὸν δὲ τοῦ προσλήμματος ἵνα ἐκ θεότητος ἐν μιᾶ φύσει δέιξῃ τὸν ἐμμανουήλ
31204rEph.1.17λε δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ ἄρα πνευματικῆς σοφίας δεῖ ἡμῖν εἰς τὸ ἐπιγνῶναι τὰ παρὰ τοῦ θεοῦ δωρηθέντα ἡμῖν ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος μωρία γὰρ αὐτὸ ἐστιν
32204rEph.1.18λϛ πεφωτισμένους τοὺς ὀφθαλμοὺς ὁ γὰρ τὸν θεὸν γνοῦς ὡς χρὴ οὐκ ἂν περὶ ἑτερόυ τινὸς τῶν ὑπὸ θεοῦ γινομένων ἀμφιβάλλει ὡς τόδε δυνατόν ἢ τόδε ἀδύνατον αὐτῷ πάντα γὰρ δυνατὰ τῇ θεῖᾳ φύσει ταύτην δὲ οὐκ ἂν ἄλλως σχόιη τίς τὴν γνῶσιν εἰ μὴ διὰ πνεύματος ἁγίου τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾶ καὶ τὰ βάθη τοῦ θεοῦ
32ex204rEph.1.18λζ τῆς καρδίας ὑμῶν ἄλλως γὰρ οὐκ ἐνι ἐπιγνῶναι θεὸν
33158rEph.1.18λη εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ ἐπειδὴ γὰρ τοῦτο μέλλον ἐστὶ πνευματικῆς δεῖται ἀποκαλύψεως κλῆσιν δὲ φησιν τὸ ἐπὶ ποίαις ἐλπίσιν ἐκλήθημεν δῆλον δὲ ὡς ἐπὶ υἱοθεσία καὶ ἐπὶ κληρονομία βασιλείας οὐρανων καὶ ἐπὶ τὸ γενέσθαι ἡμῶν κεφαλὴν τὸν χριστὸν
34158rEph.1.18λθ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις βαβαὶ πόσα ὑπερέχοντα ῥήματα πλοῦτος δόξα κληρονομία θεοῦ ἐν τοῖς ἁγίοις δὲ ἔσται ταῦτα τῶν γὰρ τοιόυτων ἄξιοι οἱ ἅγιοι καὶ τοῦτο τοιγὰρ οὖν πνευματικῆς δεῖται χάριτος
35158rEph.1.18-Eph.1.19μ καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ὑμᾶς τοὺς πιστεύοντας εἶπεν τινα μέλλοντα λέγει καὶ γεγονὼς ἵνα ἐκ τοῦτου κακεῖνα πιστώσηται ποῖον δὲ τοῦτο αὐτὸ τὸ πιστεῦσαι ἡμᾶς ὄντως γὰρ μέγιστης δυνάμεως θεοῦ δεῖγμα τὸ ἡμᾶς οὕτω θηριώδεις πιστεῦσαι θεῷ καὶ τὰ οὐράνια φιλοσοφεῖν
36158rEph.1.19μα κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ γέγονεν φησι γέγονε δὲ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ εἰ γὰρ μὴ ἐνήργησεν ἐν ἡμῖν οὐκ ἂν ἐπίστευσαμεν
37158rEph.1.19-Eph.1.20μβ ἣν ἐνήργησεν ἐν τῷ χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθήσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ποῖαν δὲ ἐνέργειαν λέγεις ἐνηργηκέναι εἰς ἡμᾶς ἵνα πιστεύσωμεν ἥν φησιν ἐνήργησεν καὶ ἐν τῷ χριστῷ ἐγέιρας αὐτὸν ἐκ νεκρῶν ὅτι δὲ καὶ ἓαυτὸν ἐγηγερκέναι εἴρηται πολλαχοῦ δῆλον
38158rEph.1.21μγ ὑπεράνω οὐ λέγει ἄνω ἀλλὰ τὸ ἄγαν ὑψηλὸν δηλῶν ὑπεράνω φησὶν
39158rEph.1.21μδ πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυρίοτητος οὐ τῆσδε μὲν οὔ τῆσδε νάι ἀλλὰ πάσης ἀσωμάτου δυνάμεως ταῦτα δὲ μετὰ τὴν ἔνσαρκον οἰκονομιαν νόει εἰρῆσθαι τῷ παύλῳ πρὸ γὰρ τῆς σαρκώσεως πρόδηλον ὡς ὁ θεὸς λόγος ὅσα εἶχειν τῷ πατρι κατὰ τὴν ἐξουσίαν ὥσπερ οὖν καὶ νῦν ἔχει καὶ μετα τὴν σάρκωσιν
38ex158vEph.1.21με καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι ἅρα ἐστὶ δυνάμεων ἀγγελικῶν ὀνόματα νῦν μὲν ἀκατονόμαστα τότε δὲ γνωσθησόμεθα
40158vEph.1.21-Eph.1.22μϛ καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ εἴτι ἔνι οὐρανῷ φησιν πασῶν ἀνω τέρω δυνάμενων καὶ ἐξουσιῶν κεκάθικεν
41158vEph.1.22 εἶτα ἵνα μὴ ἀκόυων ἐκάθισεν ὑπὲρανω νομίσης αὐτὸν προτετιμεῖσθαι μόνον δέικνυει ὅτι καὶ δεσπότην αὐτὸν ἐποίησεν πάντων τὴν γὰρ σφοδρὰν καὶ οἷς οὐκ ἐνόμιζον ὑποταγὴν δεῖξαι θέλων ὑπὸ τοὺς πόδας αὐτοῦ εἶπεν
42158vEph.1.22μζ καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ καὶ τὴν ἐκκλησίαν τῇ δυνάμεισυν ἐκάθισεν τῷ χριστῷ εἰς ἐκεῖνον τὸν θρόνον ὅπου γὰρ ἡ κεφαλὴ ἐκεῖ καὶ τὸ λοιπὸν σῶμα
43158vEph.1.22 ἤ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεπόιηκεν τὸ τὸν ὑιὸν δοῦναι κεφαλήν ἢ ὑπερ ἀγγέλους φησὶ καὶ ἀρχαγγέλους αὐτὸν τὸν ὑιὸν ἔδωκεν κεφαλήν ἢ τὸν ὅντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ νοόυμενα χριστόν ἣ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεπόιηκεν τὸν ὑιὸν δοῦναι κεφαλήν
44158vEph.1.22-Eph.1.23μη ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ ὑπερβολὴ τίς ἐστιν ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν ἀρχήν τινα καὶ ἐξουσίαν νομίσης Σωματικῶς φησιν ἐστὶν ἡμῶν ἡ κεφαλὴ Καὶ ἡ ἐκκλησία πλήρωμα ἐστὶ τοῦ χριστοῦ ἀπoπληροῖ γὰρ καὶ τὸ τέλειον ποιεῖ σῶμα τὴν κεφαλήν ὥσπερ καὶ ἡ κεφαλὴ πληρωτική ἐστὶ τοῦ λοιποῦ σώματος
45158vEph.1.23μθ τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου οὐδενὸς φείδεται ῥήματος ὁ ἀπόστολος πρὸς τὸ δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἕνωσιν ἡμῶν τὴν πρὸς τὸν χριστὸν διό φησιν τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου δεικνὺς οὐκοινῆ τῆς ἐκκλησίας χρήζοντα τὸν χριστὸν πρὸς τὸ ἀναπληρωθῆναι ἀλλὰ ἑνὸς ἑκάστου ἀνθρώπου πιστοῦ ἂν γὰρ μὴ ὦμεν ὁ μέν τις αὐτοῦ ποῦς ὁ δὲ χείρ ὁ δὲ ἕτερον τι μέλος οὐκ ἀναπληροῦται αὐτοῦ τὸ σῶμα εἰκότως οὖν καὶ ὁ καθεὶς ἡμῶν χρειώδης ἐστὶν πρὸς τὴν συμπλήρωσιν τοῦ σώματος αὐτοῦ τότε οὖν ἀναπληροῦται ὅταν ὦμεν ἄπαντες ἡνωμένοι ἡ οὖν ἐκκλησία πλήρωμα ἐστὶ τῆς κεφαλῆς τουτέστιν τοῦ χριστοῦ
45ex158vEph.1.23 τοῦ πάντα αὐτοῦ φησι τὰ μέλη διὰ τῶν παντῶν ἀνθρώπων πληρουμένου χριστοῦ
46158vEph.2.1-Eph.2.2ν καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἀμαρτίαις ὑμῖν ἐν ποτὲ περιεπατήσατε οὐ τὴν σωματικὴν λέγει τὴν ἐκ τοῦ ἁδὰμ ἀρξαμένην νέκρωσιν ἀλλὰ τὴν ψυχικὴν τὴν ἐξ ἁμαρτιῶν
46ex158vEph.2.2 ἢ ἀπολελυμενως νοήσον ὅτι ἐν τῶν νῦν φησι κόσμω περιεπατήσατε ἐν ἁμαρτίαις
47158vEph.2.2να κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας αἰῶνα τοῦ κόσμου τούτου τὸν διεστραμμένον λέγει βίον καὶ τὸν ἐν ἁμαρτίαις δια τὸ πλεονάξειν ἐν τῷ παρόντι βίῳ τὰς ἁμαρτίας ἄρχοντα δὲ φησιν ἐξουσίας τὸν σατανᾶν διὰ τὸ τοὺς πολλοὺς ἡμῶν ἑκόντας ἐκ δεδωκέναι ἑαυτοὺς ὑπὸ τὴν ἐξουσίαν οὐτὲ γὰρ ἐκ θεοῦ ἀλλ’ ἐξ ἡμῶν ἄρχειν κεχειροτόνηται ἄρχοντα οὖν αὐτὸν λέγει πρὸς τὰ παρόντα ὁρῶν
48159rEph.2.2νβ τοῦ ἀέρος τοῦ πνεύματος καλῶς τὸ τοῦ αἔρος προσέθηκεν εἰ γὰρ καὶ ἄρχοντα αὐτὸν ἡμεῖς ἐχειρωτονήσαμεν ὑπὸ τὸν οὐρανὸν ἐστιν αὐτοῦ ἡ ἀρχὴ οὐχ ὑπὲρ τὸν οὐρανὸν ὁ δὲ ὣν ὑπὸ τὸν οὐρανὸν ἠ ἐν τῇ γῇ ἐστιν ἢ ἐν τῷ αἔρι οὗτος δὲ ὡς πνευμᾶ ὣν ἐν τῷ αἔρι ἐστὶν φύσις γὰρ τοῖς πνέυμασιν ἡ ἐναερίος διατρίβη ὅρα δὲ τὸ κατὰ πόδα τοῦ χωρίου κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας ποῖον τοῦτον τὸν τοῦ αἔρος ἄρχοντα τουτέστιν τὸν ἐναερίον ἄρχοντα οὐ γὰρ αἔρος ἄρχει ἀλλ’ ἐναερίων ἄρχει εἶτα πάλιν ἐπισαφηνίζων αὐτὸ φησι τοῦ πνευματος πνεῦμα γὰρ ὁ σατανᾶς ἔπειδὴ ὡς πρὸς ἡμᾶς καὶ ἀσώματος ἢ ὅτι ἄρχων ἐστὶν τοῦ αἔρος τοῦ πνευματος τουτέστιν τοῦ ὄντος ἐν τῷ αἔρι πνευματος οἶον τῶν αἐρίων πονηρῶν πνευματῶν ἄρχων γὰρ αὐτῶν πρὶν πέσεῖ ἄρχει καὶ μετα τὸ πεσεῖν
48ex159rEph.2.2 ὥστε κατὰ τὸ νοὴμα τοῦτο ὁ μᾶλλον ὡς ὁ ἐν ἁγίος κύριλλος καὶ ὁ ἁγίος ἱωαννης δέχεται καὶ ἅρχων μέν φησιν ἐστι τῶν μετὰ τοῦ πεσόντων ἡμῶν δὲ οὐκ ἀρχει οὔτε ἧρξεν ἀλλὰ μόνον ἐνεργεῖ ἐξὸν δὲ ἡμῖν μὴ δέξασθαι αὐτοῦ τὴν ἐνέργειαν
48ex2159rEph.2.2 ἔνσκηψαι ἀκριβῶς τῇ ἑρμ [ῆς]γάρ ἐστιν ἀποδεικνύουσα ὅτι διὰ τῆς τοῦ ἄνθρωπου ῥαθυμίας χειροτονεῖται ὁ διάβολος ἄρχῆ πάσης κακίας πὲρ ἐκ περισσοῦσυν τῇ πρῶην αὐτοῦ ἀποστασία δυναμοῦμενος
49159vEph.2.2-Eph.2.3νγ τοῦ νῦν ἐνεργοῦντες ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημεν ποτὲ ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν ὁρᾶς ὅτι οὐκ εἶπεν ἀναγκάζοντος ἢ βιαζομένου ἀλλὰ ἐνεργοῦντος καίτοι εἰ ἄρχων ἦν τῇ ἀληθεία ἀλλὰ μὴ ἐχειροτονεῖτο ἐκ τῆς ἡμῶν ῥαθυμίας καὶ πονηρίας καὶ τοῦ ἀναγκαζέιν ἐξουσίαν εἶχε νῦν γὰρ τὸ ἐνεργοῦντος δηλοῖ ὅτι ἑκόντες αὐτὸν παρεδεχόμεθα καὶ ὅτι τοῦ τό ἐστιν ἐπάγει τοῖς ὑιοῖς τῆς ἀπειθέιας τουτέστιν τοῖς μὴ πειθομένοις μὲν θεῷ ἐκεῖνω δὲ πειθομένοις οὐ μὴν ἁναγκαζομένοις εἶτα ἐπάγει ἐν οῖς καὶ ἡμεῖς πάντες ἀνεστράφημεν ἐπειδὴ γὰρ ἤγαγεν μνήμην τῶν ἁμαρτημάτων αὐτῶν εἰκὸς δὲ ἦν αὐτοὺς αἰσχύνεσθαι ἐπ’ αὐτοῖς καὶ ἑαυτὸν κοινωνὸν ποιεῖ καὶ οὐ μόνον εαυτὸν ἀλλὰ καὶ πάντας τάυτη καὶ τὴν δύναμιν τοῦ λυτρωσαμένου χριστοῦ ἀνακηρύττων σαρκὸς δέ φησι τῶν σαρκικῶν ἐπιθυμιῶν
50159vEph.2.3νδ ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν ὡσεὶ εἶπεν σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες
51159vEph.2.3νε καὶ ἦμεν τέκνα ὥσπερ τέκνα ἀπωλέιας καὶ γεέννης εἴρηνται οἱ ἄξιοι ἀπωλέιας καὶ γεέννης πράττοντες οὕτως καὶ τέκνα ὀργῆς ὁι ὀργῆς ἄξιοι
52159vEph.2.3νϛ φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί τὸ φύσει οἷον ἀληθῶς γνησίως ὡς καὶ οἱ λοιποῖ οὐδεὶς γὰρ ἦν τῶν τοιούτων ἐλεύθερος
53160rEph.2.3-Eph.2.4νζ ὁ δὲ θεός πλούσιος ὤν ἐν ἐλέει οὐχ ἁπλῶς ἐλεήμων ἀ̓λλὰ πλόυσιος ἐν ἐλέει
54160rEph.2.4νη διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς τοῦτο δὲ ἀπὸ τοῦ πολλοῦ ἐλέου γέγονεν πῶς γὰρ ἂν οἱ τέκνα ὄντες ὀργῆς ἠγαπήθημεν
55160rEph.2.5νθ καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν νεκροὺς ὅσον πρὸς ἔνεργειαν ἀγαθοῦ τινος τοῦτο δὲ γέγονεν φησιν διὰ τὰ παραπτώματα ἡμῶν
56160rEph.2.5ξ συνεζωοποίησεν τῷ χριστῷ πάλιν τὸν χριστὸν ἐν μέσω φέρει ἀξιοπιστον τὸ πραγμα ποιῶν εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ καὶ ἡμᾶς τὸ λοιπὸν αὐτοῦ σῶμα συνεζωοπόιησεν
57160rEph.2.5ξα χάριτι ἐστε σεσωσμένοι οὐ καμάτῳ οὐ κατορθώμασιν ἰδίοις δέον γὰρ κολάσαι τοὺς γενομένους φησὶν τέκνα ὀργῆς τούτους ἑσωσεν χάριτι μόνη
58160rEph.2.5-Eph.2.6ξβ /ωρ παρα ἡ ἑρμηνεία ωρ καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ ὤσπερ γὰρ τῆς ἀπαρχῆς ἡμῶν καὶ τῆς κεφαλῆς τοῦ χριστοῦ ἐγηγερμένης καὶ ἡμᾶς δι’ αὐτῆς ἥγειρεν ὅυτως αὐτῆς καθεζομένης καὶ τὸ λοιπὸν σῶμα συγκάθηται δίο φησιν ἐν χριστῷ ἰησοῦ τουτέστιν διὰ χριστοῦ ἰησοῦ ὅτι δὲ καθίσωσιν οἱ ἄξιοι ἄκουσον τοῦτο τοῦ χριστοῦ λέγοντος τοῖς μαθηταῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ἰσραηλ καὶ πάλιν τὸ δὲ καθίσαι ἐκδεξιών μου καὶ ἐξευονύμων οὐκ ἐστιν ἐμὸν δοῦναι ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ πατρός μου τέως οὖν ἡ τοίμασται καὶ πάλιν θέλω ἵνα ὅπου εἰμι ἐγὼ καὶ οἱ διάκονοι ἐμοι
59160vEph.2.7ξγ ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἵνα μὴ ἀπιστήση τίς τοῖς εἰρημένοις ὅρα πῶς αὐτὸ πειθανὸν ποιεῖ καὶ φησιν ταῦτα δὲ οὐ τοσοῦτον διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην μόνον ὅσον ἵνα ἐνδέιξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χαριτός αὐτοῦ ἐν τοῖς μέλλουσιν αἰῶσι φησι
60160vEph.2.7ξδ ἐν χριστῷ ἰησοῦ ταῦτα μόνα σταίει ἀλλὰ δι’ αὐτοῦ ἥξει καὶ εἰς ἡμᾶς ὡς ἀπὸ ἀπαρχὴς πρὸς τὸ ὅλον τί δὲ ἥξει τὸ συζωοποιηθῆναι τὸ συγκαθίσαι τῇ διὰ πίστεως χάριτι
60ex160vEph.2.7 τῇ διὰ πίστεως χάριτι
61160vEph.2.7-Eph.2.8ξε τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως καὶ τοῦτο οὐκ ἐξ ὑμῶν θεοῦ τὸ δῶρον ἐξ ἠμῶν ἡ πίστις ἀλλὰ καὶ αὐτῆς πρόφασις ὁ θεὸς εἰ γὰρ μὴ ἐνηνθρώπησεν πῶς εἴχομεν πιστεῦσαι πῶς γάρ φησι πιστέυσωσιν ἐὰν μὴ ἀκούσωσιν διὸ δῶρον καλεῖ τοῦ θεοῦ τὴν πίστιν ἢ καὶ δῶρον διὰ τοῦτο ὅτι οὐδὲ ἡ πίστις σῶσαι ἵσχυσεν καθ’ ἑαυτὴν εἰ μὴ ὁ θεὸς ἡβουλήθη διὰ τῆς πίστεως σῶσαι ὥστε τὸ πιστεῦσαι ἡμᾶς δῶρον θεοῦ καὶ τὸ διὰ πίστεως σωθῆναι δὦρον θεοῦ
62161rEph.2.8-Eph.2.9ξϛ οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται οὐκ ἐπειδὴ οὐκ ἐβούλετο ἐξ ἔργων σῶσαι ἀλλ’ ὅτι οὐδεὶς ἴσχυσεν ἐξ ἔργων σωθῆναι Οὔτε καυχήσεται
63161rEph.2.9-Eph.2.10ξζ αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν χριστῷ ἰησοῦ ἐπ’ ἔργοις ἀγαθοῖς ἵνα μὴ ἀκούσας ὅτι οὐκ ἐξ έργων ἐσωθημεν ἀλλὰ χάριτι ῥαθυμώτεροι γενώμεθα δείκνυσιν ὅτι νῦν μετὰ τὴν πίστιν καὶ ἔργων χρεῖα αὐτοῦ γὰρ ἐσμέν φησιν ποίημα κτισθέντες διὰ ἰησοῦ χριστοῦ οὐ τὴν πρώτην ἡμῶν δημιουργίαν λέγει ἀλλὰ τὴν δευτέραν τὴν ἐν τῷ βαπτίσματι ἐκτίσθημεν δέ φησιν ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς εἰς τὸ φησὶν ἐν αὐτοῖς περιπατεῖν ἐν ἐστι δὲ ταῦτα καὶ περὶ τῆς πρώτης δημιουργίας νοεῖν
64161rEph.2.10ξη οἷς προητοίμασεν ὁ θεός οἷς καὶ πρὸ τοῦ βαπτίσματος φησιν ἡτοίμασεν
65161rEph.2.10ξθ ἵνα ἐν αὐτοῖς περιπατήσωμεν τὴν ἐν αὐτοῖς ἄπαυστον σχέσιν δηλοῖ
66161rEph.2.11ο διὸ μνημονεύετε ἐπεὶ οὖν ὅλως ἐπὶ ἔργοις ἀγαθοῖς ἐκτίσθημεν μνημονεύετε καὶ γὰρ ἔθος τοῖς ἀπὸ πολλῆς εὐτελείας εἰς ὕψος ἀναδραμοῦσι μητὲ μεμνῆσθαι τῶν προτέρων
67161vEph.2.11οα ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου θέλει εἰπεῖν ὅτι ὑμεῖς οἱ ἀκρόβυστοι ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀλλότριοι εἶτε τοῦ θεοῦ καὶ τῶν ἐπαγγελιῶν νυνὶ δὲ οἱ τότε ὄντες ἀλλότριοι καὶ πόρρω ἐγγὺς ἐγένεσθε δείκνυσι δὲ ἐκ τούτου τοῦ χριστοῦ τὴν κηδεμονίαν ὅτι τοὺς ἀπηλλοτριωμένους καὶ ἐλπίδα μὴ ἔχοντας ἔσωσεν ὅρα δὲ εὐφυως πῶς καταβάλλει τὴν περιτομὴν δεικνὺς ἐν λόγω μόνον καὶ οὐκ ἐν ἔργω τινὶ γενναίως ἔχειν αὐτὴν ὡς πρὸς τὴν ἀκροβυστίαν τὸ διάφορον ὑμεῖς γάρ φησιν τὰ ἔθνη οἱ ἐν σαρκὶ ἀλλ’ οὐκ ἐν πνευματι καὶ οἱ λεγόμενοι οὐ γὰρ ὄντες κατὰ τὸν πνευματικὸν λόγον ὡσεὶ εὶπεν ἐν σαρκὶ καὶ ἐν λόγοις τὸ ἔλαττον οὐδαμοῦ ἐν πνευματί εἶτα πάλιν περὶ τῆς περιτομῆς λέγων φησὶν ὑπὸ τῆς λεγομένης καὶ χειροποιήτου τὴν ἐν λόγοις μόνον καὶ σαρκὶ προτίμησιν δηλῶν
68161vEph.2.11-Eph.2.12οβ ὅτι εἶτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ τί μνημονευέτε ὅτι εἶτε φησὶν ἐν τῷ καιρῷ ἐκεῖνω χωρὶς χριστοῦ τοῦτο ἦν φησὶν τὸ δεινόν τὸ δὲ τῆς ἀκροβυστίας ἄχρι σαρκὸς καὶ ὀνόματος ἦν ψιλοῦ εἶτα ὅτι καὶ ἀπηλλοτριωμένοι εἶτε τῆς πολιτέιας τοῦ ἰσραὴλ καὶ γὰρ καὶ τοῦτο δεινόν εἰ γὰρ καὶ ἀνάξιοι ὤφθησαν οἱ ἐξ ἰσραὴλ πλὴν ἀλλ’ ἰδέσαν θεὸν
69161vEph.2.12ογ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ἰσραήλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας οὐκ εἶπεν κεχωρισμένοι ἀλλ’ ἀπηλλοτριωμένοι ὄυτε πάλιν οὐ μετέχοντες ἀλλὰ ξένοι ἅπερ πολλὴν δείκνυσιν τὴν ἀλλοτρίωσιν καὶ ξένοι γὰρ φησὶ τῆς διαθήκης τοῦ νόμου ἢ τῆς πρὸς αὐτοὺς ἐπαγγελίας
70162rEph.2.12οδ ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ οἱ ϊουδαῖοι εἰ καὶ ἀπέτυχον δι’ ἀναξίοτητα εἶχον μέντοι ἐλπίδα ἐκ τῆς ἐπαγγελίας τί δὲ πρὸς ὑμᾶς φησιν τὰ ἔθνη τὰ μὴ ἔχοντα ἐλπίδα καὶ ἄθεοι φησὶν ἐν κόσμῳ καίτοι προσεκύνουν θεούς ἀλλ’ οὐκ ἥσαν φησὶ θεόι υμεῖς οὖν φησιν ἄθεοι εἶτε οἱ γὰρ ϊουδαῖοι εἰ καὶ προσέκρουον ἵδεσαν μέντοι θεόν
71162rEph.2.13οε νυνὶ δὲ ἐν χριστῷ ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν δείξας πολὺ καὶ σφόδρα ἀφεστηκότα τὰ ἔθνη τοῦ θεοῦ τῇ πρὸς ϊουδαίους παραθέσει δείκνυσιν ὅτι διὰ μόνην φιλανθρωπίαν θεοῦ ἐγγὺς γέγονασιν τοῦτον δὲ πάντα κεκίνηκεν τὸν λόγον δεικνύς τὴν πρὸς τὰ ἔθνη τοῦ θεοῦ κηδεμονίαν ὅσω γὰρ πόρρω ὄντες ἐγγὺς γεγόνασι τοσόυτο μᾶλλον δείκνυται ἡ τοῦ θεοῦ πρόνοια περὶ αὐτούς
72162rEph.2.13-Eph.2.14οϛ ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ χριστοῦ Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν τὸ ἐγγὺς καὶ τὸ μακρὰν προαιρεσεώς ἐστιν οὐτό που οἱ μακρὰν οὖν ὄντες τῆς πολιτέιας τοῦ θεοῦ καὶ διὰ τοῦτο καὶ τοῦ θεοῦ ἐγγὺς γεγόνατε ἢ οἱ μακρὰν ὄντες τῆς τοῦ ἰσραὴλ πολιτείας τῆς κατὰ θεόν ἐγγὺς γεγόνατε τοῦτο γὰρ δηλοῖ τὸ ἐπόμενον ὁ ποιήσας τὰ ἀμφότερα ἕν καὶ τὸ πρῶτον δὲ καλῶς ἔχει ἐν τῷ αἰματι φησι τοῦ χριστοῦ τουτέστιν διὰ τοῦ αἴματος αὐτοῦ αὐτὸς γὰρ τὸ αἴμαι ἐκχέας ὑπὲρ ἡμῶν καὶ τούτω λύσας τὴν ἁμαρτίαν πάντας ἤγαγεν ἐγγύς αὐτὸς γάρ ἐστιν φησὶν ἡ εἰρήνη ἡμῶν πρὸ γὰρ τῆς ἐνανθρωπήσεως βδελυκτοὶ ἦμεν καὶ ἀγγέλοις καὶ ἰουδάιοις οὐ μόνον ἐχθροί
73162rEph.2.14οζ /ωριγενες ωρ ὁ ποιήσας τὰ ἀμφότερα ἕν τούς τε ἰουδαίους καὶ τοὺς ἐξ ἐθνῶν
73ex162rEph.2.14 τοῦτο δὲ λέγει ὅτι οὐκ εἰς τὴν τῶν ἰουδαίων ἡμᾶς πολιτείαν ἤγαγεν ἀλλ’ ἐκείνους καὶ ἡμᾶς ζεύξας εἰς τὴν ἑαυτοῦ πίστιν ἤγαγεν ὁ χριστός πλὴν τὰ ἔθνη μάλιστα εὐχαριστεῖν ὠφείλομεν
74162rEph.2.14-Eph.2.15οη καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τήν ἔχθραν ἐν τῇ σαρκί αὐτοῦ μεσότοιχον τοῦ φραγμοῦ φησι τὴν ἔχθραν τὴν πρὸς τὸν θεὸν ἡμῶν τὲ καὶ ἰουδαίων ἥτις ἐκ τῶν ἠμετέρων ἐγένετο παραπτωμάτων ὡς καὶ αὐτός φησι διὰ τοῦ προφήτου οὐχὶ αἱ ἀμαρτίαι ὑμῶν δι’ ἰστῶσιν ἀνὰμεσον ὑμῶν καὶ ἐμοῦ ποῖον δὲ μεσότοιχον τὴν ἔχθραν φησὶν τὴν πρὸς τὸν θεὸν δηλον ὅτι ἐν τῇ σαρκί τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ εἰ γὰρ μὴ ἀπεθανεν ὑπερ ἡμῶν οὐκ ἂν ἐλύθη ἡ ἁμαρτία ἡ χωρίζουσα ἡμᾶς ἀπὸ τοῦ θεοῦ
75162rEph.2.15οθ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας ἐπειδὴ γὰρ ἔδωκεν νόμον ἀσφαλιζόμενον ἡμᾶς ἡμεῖς δὲ παρέβημεν αὐτὸν οἱ ἄνθρωποι ἔλυσεν καὶ αὐτὸν τὸν νόμον ὥσπερ ἂν εἴ τις παιδαγωγὸν δοὺς παιδίω ἐπεὶ μὴ ἥκουσε τοῦ παιδαγωγοῦ ἐλέυθερον εἴασεν καὶ τοῦ παιδαγωγοῦ καὶ δέον κολάσαι καταργήσας δέ φησι τὸν νόμον ἐν δόγμασιν ἢ τῇ πίστει ἦ οἶς αὐτὸς εἶπεν δόγμασιν ἐγὼ δέ φησι λέγω ὑμῖν
76163rEph.2.15π ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην ὁρᾶς ὅτι οὐχ ὁ ἔλλην γέγονεν ἰουδαῖος ἀλλὰ καὶ οὗτος κάκεῖνος εἰς ἀμείνω κατάστασιν ἦλθον κτίσει φησὶ δεικνὺς τὴν ἀναγέννησιν εἰς ἔνα γὰρ πάντες εἰσὶν ἐκ τις μένοι νέον τινὰ καὶ πιστὸν ἄνθρωπον καὶ τοῦ γήρως τῶν ἁμαρτιῶν ἀλλότριον
76ex163rEph.2.15 ἐν ἑαυτῶ δὲ φησιν οἷον δι’ ἑαυτοῦ οὐ δι’ ἀγγέλων τινῶν ἣ ἄλλων δυνάμεων ἀλλὰ δι’ ἑαυτοῦ ἢ ὅτι φησιν τοῦτο πρῶτος γενόμενος καὶ τύπον καὶ ὑπόδειγμα παρασχών
77163rEph.2.15-Eph.2.16πα καὶ ἀποκαταλλάξει τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ πρὸς τὸν θεὸν ἰουδαῖοι καὶ ἔλληνες ἐν ἑνὶ σώματι οἷον γινομένους οὗ αὐτός ἐστι κεφαλή οὐ γὰρ ἄν ποτε κατηλλαγησαν θεῷ μένοντες ἱουδαῖοι καὶ ἕλληνες ὅτι γὰρ πρὸ τούτο ἀκατάλλακτοι σφόδρα ἦσαν πρὸς τὸν θεὸν δείκνυσιν ἥ ἔμφασις τοῦ ἀποκαταλλάξει
78163rEph.2.16πβ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ πῶς δὲ ἀπεκατήλλαξεν τῷ θεῷ ἀποκτείνας φησὶ τὴν ἔχθραν δι’ ἑαυτοῦ διὰ τοῦ σταυροῦ γὰρ λύσας τῷ θανάτῳ αὐτοῦ τὴν ἁμαρτίαν καὶ τὴν ἔχθραν ἔλυσεν οὐδὲν δὲ ἐμφαντικώτερον τοῦ ἀποκτείνας τὸ γὰρ ἀσάλευτον τῆς λύσεως δηλοῖ πῶς οὖν νῦν φαίη τις πάλιν ἁμαρτάνομεν ἑτέρας ἁμαρτίας γεννῶντες αἰ γὰρ πρότεραι ἀπεκτάνθησαν
79163vEph.2.17πγ καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς μὴδένα πέμψας ἀλλ’ αὐτὸς ἑαυτῶ διακονησάμενος μακρὰν δὲ τοὺς ἐξ ἐθνῶν καλεῖ ἐγγὺς δὲ τοὺς ἰουδαίους
80163vEph.2.18πδ ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα τὴν καταλλαγὴν καὶ τὴν εἰρήνην τὴν πρὸς τὸν θεὸν οὐ γὰρ ἀφ ἑαυτῶν ἀπήλθομεν ἀλλ’ ὑπὸ χριστοῦ προσήχθημεν ἐν ἑνὶ πνεύματ οὐκ ἐκεῖνοι μὲν ἄτε ἐγγὺς ὄντες ἐν μείζονι ἡμεῖς δὲ ὡς μακρὰν ἐλάσσῳ διὰ γὰρ τοῦ πνευματός ἐπεράστους ποιήσας προσήγαγεν τῷ πάτρι καὶ ὅτι διά τὸ ἑαυτοῦ καὶ διὰ τοῦ πνεύματος προσήγαγεν
81163vEph.2.18-Eph.2.19πε ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων οἰ γὰρ μὴ ἔχοντες πάλαι ἐλπίδα τέυξασθαι τὸν οὐρανιὸν ξένοι ἦσαν καὶ πάροικοι τῶν ἀγίων νῦν δέ φησιν τὴν αὐτὴν ἔχετε τοῖς ἁγίοις πόλιν τὴν ἐπουρανίον Ἰερουσαλὴμ ὅρα δὲ οὐκ εἶπεν τῶν ἰουδαίων ἀλλὰ τῶν ἁγίων τῶν ἀμφὶ τὸν ἁβραάμ φησιν
82163vEph.2.19-Eph.2.20πϛ καὶ οἰκεῖοι τοῦ θεοῦ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ ὅπερ γὰρ ἔσχον φησὶν ἐκεῖνοι μυρίοις πόνοις Τοῦτο ὑμῖν διὰ τῆς πίστεως δεδώρηται τὴν δὲ ἄγαν ἕνωσιν τὴν πρὸς τοὺς προφήτας καὶ ἀποστόλους τῶν ἐθνῶν σημάναι θέλων ἐποικοδομηθέντες φησιν ὡσεὶ εἶπεν θεμέλιος ἀπόκεινται οἱ προφῆται καὶ οἱ ἀπόστολοι ὑμεῖς τὴν λοιπὴν οἰκοδομὴν ἀναπληροῦτε ἵνα γένησθε οἱ πάντες εἰς ναὸς θεοῦ οἷον δέ ἐστιν ἐπάνω προφητῶν καὶ ἀποστόλων οἰκοδομεῖσθαι
83164rEph.2.20πζ τῶν ἀποστόλων καὶ προφητῶν ὄντος ἀκροψωνιαίου αὐτοῦ ἰησοῦ χριστοῦ ὅρα ὅτι πρῶτοι οἱ ἀπόστολοι
84164rEph.2.20 αὐτὸς γὰρ ὁ καὶ τὸν θεμέλιον καὶ τὸ οἰκοδόμημα συνέχων καὶ συσφίγγων καὶ ὅρα ποτὲ ἄνωθεν συσφίγγειν αὐτὸν λέγει ποτὲ κάτωθεν ὡς ἐπὶ τοῦ ἀκρογωνιαίου ἀλλαχοῦ δὲ καὶ θεμέλιον φησὶ τὸν χριστὸν
85164rEph.2.21πη ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ ἐν ὦ ἀκρογωνιάιω
86164rEph.2.21πθ συναρμολογουμένη δείκνυσι τὴν ἀκριβῆ οἰκοδομὴν μὴ ἅλλως εἰς ναὸν αὔξει ἅγιον ἢ ὅλως σώζεσθαι εἰ μὴ μετὰ ἡκριβωμένου βίου
87164rEph.2.21ϛ αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ ἡ γὰρ οἰκοδομὴ αὕτη ἄυξουσα καὶ πληρουμένη ἀποτελεῖται νὰος θεοῦ ἐν οἰκήσω γὰρ ἐν αὐτοὶς φησι καὶ κοινῇ γὰρ εἰς τὴν ἐκκλησίαν οἰκεῖ ὁ θεός καὶ ἰδία εἰς ἔκαστον τῶν ἀξίων
87ex164rEph.2.21 τῷ ἐν κυριώ οἷον διὰ κυριοῦ
88164rEph.2.22ϛα ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ τὴν μὲν πρώτην οἰκοδομὴν τῆς καθόλου ἐκκλησίας εἰρήκει ταύτην δὲ τῶν ἐν ἐφέσῳ
89164rEph.2.22ϛγ ἐν πνεύματι ἢ διὰ πνευματός ἢ ἐν πνευματικῆ οἰκοδομῆ ͅ
89ex164vEph.2.22-Eph.3.1ϛδ τούτο χάριν ἐγὼ παῦλος ὁ δέσμιος χριστοῦ ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν ἐπειδή φησιν ὁ δεσπότης μου τοιαῦτα ἐπεδείξατο εἰς ὑμᾶς ἀνάγκη κἀμὲ τὰ κατα δύναμιν εἰς ἐνεγκεῖν ὁ δέσμιος ἐν δεσμοῖς γὰρ ὢν ἔγραφεν ἅμα δε καὶ τοῦτο δηλοῖ ὁ δεσπότης μου ἐσταυρώθη ἐγὼ τέως δέδεμαι ὑπὲρ ὑμῶν τῶν ἐθνῶν
90164vEph.3.2ϛε εἴγε ἠκούσατε τὴν οἰκονομίαν τὴν πρόρρησιν λέγει τὴν πρὸς τὸν ἀνανίαν λεχθεῖσαν ὅτι σκεῦος ἐκλογῆς μου ἐστὶν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν
91164vEph.3.2ϛϛ τῆς χάριτος τοῦ θεοῦ οἰκονομίαν χάριτος τὴν ἀποκάλυψιν φησιν ὅτι οὐ παρὰ ἀνθρωποῦ ἔμαθεν ἀλλ’οὕτως ὠκονόμησεν ἡ χάρις τοῦ θεοῦ ὥς τέ μοι ἐξ οὐρανιοῦ ἀποκαλυφθῆναι χάριτος δὲ τότε καλέσαι καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἴνα εὐπειθέστερος γένηται
92164vEph.3.2ϛζ τῆς δοθείσης μοι εἰς ὑμᾶς αὐτὸς γὰρ μοι εἶπεν φησιν ὅτι εἰς ἔθνη μακρὰν ἀποστελῶσε
93164vEph.3.2-Eph.3.3ϛη ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισθη μοι τὸ μυστήριον μυστήριον γὰρ τὸ τοὺς ἐλληνας λίθοις προσκυνοῦντας εἰς τοσαύτην ἐπαρθῆναι δόξαν καὶ εὐγένειαν ὃ καὶ αὐτὸ ἀπεκάλυπτο αὐτῷ
94164vEph.3.3ϛθ καθὼς προέγραψα ἐν ὀλίγῳ τὰς προλεχθείσας ἄνω λέγει οἰκονομίας ὅτι ἐκλήθη τὰ ἔθνη ὄντα μακρὰν καὶ ἐποικοδομήθη καὶ ὅσα τοιαῦτα ἐν ὀλίγω πρὸ ὀλίγου ἣ διὰ βραχέων
95165rEph.3.4ρ πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ βαβαὶ ὥστε οὐκ ἔγραψεν ὅσα ἐχρῆν ἀλλ’ ὅσα ἐχώρουν νοεῖν σύνεσιν δέ φησιν τὸ πῶς τὸ μυστήριον συνῆκα τὸ πῶς αὐτὸ κατενόησα σύνεσις γάρ ἐστιν ἡ εἴδησις ἡγνῶσις ἡ ἐπὶ τῷ μυστηρίῳ τοῦ χριστοῦ
96165rEph.3.4-Eph.3.5ρα /ωριγενες ωρ ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὅπερ μυστήριον φησὶν ἑτέραις γενεαὶς οὐκ ἐγνωρίσθη πάντα δὲ ταῦτα εἰς μυστήριον χριστοῦ συντελεῖ ἡ ἐνανθρώπησις ὁ σταυρός ἡ ἀνάστασις ἡ ἐκδεξιὼν τοῦ πατρὸς καθέδρα ἡ κλῆσις τῶν ἐθνῶν ἡ διὰ τῆς πίστεως σωτήρια ἡ ἐκβολὴ τοῦ κατὰ σάρκα ἰουδάιου ἡ συνάφεια τῶν δύο λαῶν εἰς ἓν σῶμα χριστοῦ χρηματίζουσα μᾶλλον δὲ οὔσα ἧ δευτέρα παρουσία καὶ ἠ ἀπόδοσις τῶν κατ' ἀξίαν καὶ ὅσα τοιαῦτα
97165rEph.3.5ρβ ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις τί οὖν οἱ πάλαι προφῆται οὐκ εῖδεσαν πῶς οὖν ὁ χριστος φησιν μωϋσῆς καὶ οἱ προφῆται περὶ ἐμοῦ ταῦτα ἔγραψαν καὶ πάλιν φησι περὶ τῶν γραφῶν ὅτι ἐκεῖναι εἰσιν αἱ μαρτυροῦσαι μοι καὶ φαμέν ἢ τοὺτο εἶπεν ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἐγνωρίσθη εἶπεν γὰρ ἔμπροσθεν τοῖς υἱοῖς φησιν τῶν ἀνθρώπων νῦν γὰρ μετὰ τὴν ἐνανθρώπησιν πάντες αὐτὸν ἐθεάσαντο ἢ ὅτι οὐ δὲ οἱ προφῆται ἶδον ὡς νῦν ὡράθη τουτέστιν σωματικῶς ἢ ὅτι περὶ τῶν ἐθνῶν οὐδενὶ ὅυτως ἐγνώσθη εἶναι ταῦτα συγκληρονόμα καὶ σύσσωμα καὶ σμμέτοχα τῆς ἐπαγγελίας
98165vEph.3.5ργ ἐν πνεύματι διὰ πνευματος γὰρ καὶ νῦν ἡ ἀποκάλυψις τῶν τοιόυτων ἀμέλει οἱ ἐστερημένοι τοῦ πνευματός καὶ νῦν πλανῶνται ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη εἴδεσαν οἱ προφῆται ὅτι δὲ συγκληρονόμα καὶ συμμέτοχα ἔσται οὐκ εἴδεσαν
99165vEph.3.6ρδ εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τὸ ἓν ἔχειν χριστῶ σῶμα διὰ τὸ εἶναι αὐτοῦ μέλη
100165vEph.3.6-Eph.3.7ρε τῆς ἐπαγγελίας ἐν χριστῷ ἰησοῦ διὰ τοῦ εὐαγγελίου οὗ ἐγενήθην διάκονος βασιλέιαν μὲν γὰρ ἐπήγγελται παρὰ τοῦ πατρὸς διὰ χριστοῦ δὲ τὰ ἔθνη καὶ τῆς εἰς αὐτὸν πίστεως τῆς τοιαῦτης ἐστὶν ἐπαγγελίας συμμέτοχα τῆς πίστεως αὐτοῖς φησι τὸ εὐαγγελιὸν ὁ δηλὸν καὶ πρόξενον
101165vEph.3.7ρϛ κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ χριστοῦ τῆς δοθείσης μοι ἐγενήθην φησὶ τοῦ εὐαγγελίου διάκονος ἐν δωρεᾶ χάριτος τοῦτο λαβών οὐδὲν γὰρ ἐγὼ ἔργον ἐμὸν σύνεισήνεγκα τῇ χάριτι τάυτῃ ὅρα παῦλον ταῦτα λέγοντα τὸν καθ’ ἡμέραν ἀποθνήσκοντα
102165vEph.3.7ρζ κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ καὶ οὐ μόνον φησὶν ἐδωρήθη μοι ἡ χάρις αὕτη ἀλλὰ πρὸς τῇ δωρεᾷ καὶ ἐνεργεῖ μοι δύναμιν εἰς τὸ ἰσχύειν πρὸς τὴν διακονίαν τοῦ εὐαγγελίου δέδωκεν Τριῶν γὰρ δεῖται τὸ πρὰγμα παραβόλου ψυχῆς καὶ βίου ἀλήπτου καὶ σοφίας πνευματικῆς
103166rEph.3.8ρη ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀγίων ὅρα ὑερβολὴν ταπεινοφροσύνης ἀλλαχοῦ μὲν μὴ εἶναι ἱκανὸν εἰς ἀποστολὴν ἔλεγεν αὐτόν νῦν δὲ καὶ πάντων τῶν ἁγίων ἐλαχιστότερον λέγει ἐμοὶ οὖν φησιν ἐδόθη ἡ χάρις αὕτη καὶ εἰκότως χάρις ἤγε τὸ πάντων ὥς φησιν ἐλαχιστοτέρῳ τῶν ἐθνῶν ἐπετράπη
104166rEph.3.8ρθ ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς ἔθνεσιν ποία χάρις τὸ ἐν τοῖς ἔθνεσίν φησὶν εὐαγγελίζεσθαι
105166rEph.3.8ρι εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ εἰ ὁ πλοῦτος αὐτοῦ ἀνεξιχνίαστος ἐστιν τί δεῖ περὶ τῆς οὐσίας αὐτοῦ πολυπραγμονεῖν
106166rEph.3.9ρια καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη εἴδεσαν τινες διὰ τοῦ πνευματός ὅτι δὲ ἐπὶ τοιούτοις ὥστε ἀπαρχὴν αὐτῶν γένεσθαι τὸν θεὸν λόγον οὐκ εἴδεσαν τοῦτο οὖν φησιν μυστήριον ἀποκεκρυμμένον
107166rEph.3.9ριβ τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ ὥστε οὐ νεαρὸν ἐστι τὸ κατὰ τὰ ἔθνη ἀλλ’ ἄνωθεν ἐδέδοκτο εἰκότως δὲ πᾶσιν ἄγνως τον ἦν ὅτι τὰ ἔθνη τοιόυτων ἀξιωθήσεται εἰ γὰρ ἐν τῷ θεῷ κέκρυπτο τίς ἦν ὁ ἀποκαλύπτων
108166vEph.3.9ριγ τῷ τὰ πάντα κτίσαντι διὰ ἰησοῦ χριστοῦ ὁ γὰρ τὰ πάντα δι’αυτοῦ κτίσας πατηρ καὶ τοῦτο δι’αυτοῦ ἀπεκάλυψεν
109166vEph.3.10ριδ /γρηγορίου νύσης ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις ὅτι μὲν γὰρ ἐγένετο μερὶς κυριοῦ λαὸς ὁ τοῦ ἰακὼβ εἴδεσαν καὶ ὅτι σώσει τὸν λαὸν αὐτοῦ εἶπεν ὁ γαβριὴλ περὶ τοῦ ἰσραὴλ λέγων ὅτι δὲ ἐπὶ τούτοις τὰ ἔθνη κληθήσεται οὐκ εἴδεσαν εἰ δὲ ἀρχαὶ καὶ ἐξουσίαι οὐκ εἴδεσαν δῆλον ὡς οὐδὲ ἄγγελοι ἣ ἀρχάγγελοι
109ex2166vEph.3.10 πρό τῶν τῆς ἐνανθρωπήσεως τοῦ σωτηρίας ἡμῶν χρόνων ἁπλῆν ἐγίνωσκον αἱ οὐρανιαι δυνάμεις τὴν σοφίαν τοῦ θεοῦ ἐκ μόνου τοῦ δυνατοῦ κατορθουμένην ὁ γὰρ τῇ ὁρμῇ τοῦ οἰκέιου θελήματος οὐσιώσας τὰ πάντας θεὸς δυνάμει ἀκαταλήπτῳ διετήρει πρὸς διαμονὴν τὰ δημιουργηθέντα καὶ οὐδὲν ἦν ποικίλον ἀλλ’ οἷον ἐθεωρεῖτο τοιοῦτον καὶ ὑπῆρχεν νῦν δέ γε διὰ τῆς εἰς τὴν ἐκκλησίαν καὶ τὸ ἀνθρωπίνον γένος οἰκονομιας οὐκ ἐτι μόνον ἁπλῇ ἀλλα καὶ πολυποίκιλος ἐγνώσθη σοφία τοῦ θεοῦ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατορθοῦσα διὰ θανάτου ζωήν διὰ τιμίας δόξαν διὰ σταυροῦ τρόπαιον διὰ πάντων τῶν εὐτελῶν τὰ θεοπρεπῇ διὰ οὖν τῆς εἰς ἡμᾶς οἰκονομίας τῆς ἐν τῇ ἐνανθρωπήσει γενομένης πολυποίκυλος ἐγνώσθη ἡ σοφία καὶ ἡ δύναμις τοῦ θεοῦ ταῖς οὐρανίαις δυνάμεσιν οὕτως ὁ ἅγιος γρηγόριος ὁ νύσης ἐν τῇ Η ὁμιλία τῆς ἑρμηνείας τῶν ἀσμάτων
110167rEph.3.10ριε διὰ τῆς ἐκκλησίας ὅτε γὰρ ἡμεῖς ἐμαθομεν Τότε κακεῖνοι δι’ ἡμῶν ὁρῶντες τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ δι’ αὐτῆς εἰς γνῶσιν ὁ δηγούμενοι
111167rEph.3.10ριϛ ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ κατὰ πρόθεσιν τῶν αἰώνων οὐ μόνον ποικίλη ἀλλὰ πολυπόικιλος ἡ οὖσα φησι κατὰ πρόθεσιν τῶν αἰώνων τουτέστιν καταπρόγνωσιν καὶ πρόειδησιν καὶ πρὸ οἰκονομίαν νῦν μὲν γὰρ γέγονεν φησιν ἄνωθεν δὲ ταῦτα ἐδόκει
112167rEph.3.11ριζ ἣν ἐποίησεν ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν οὓς ἀπαιώνων δι’ αὐτοῦ γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν
113167rEph.3.12ριη ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ προσήχθημεν οὖν τῷ θεῷ καὶ πατρὶ διὰ χριστοῦ προσήχθημεν δὲ οὐχ ὡς αἰχμάλωτοι οὐ δὲ ὡς συγγνώμης ἀξιωθησόμενοι ἐφοῖς ἡμᾶρτήσαμεν ἀλλὰ μετὰ παρρησίας φησὶ καὶ παρρησίας οὐχ ἁπλῶς ἀλλὰ ἐνθάρσει τινὶ καὶ πεποιθήσει ἁγιάσας γὰρ ἡμᾶς διὰ τοῦ ἰδίου αὐτοῦ αἴματος προσήγαγεν θαρροῦντας λοιπὸν προσελθεῖν διὰ τὴν εἰς αὐτὸν πίστιν
114167vEph.3.12-Eph.3.13ριθ διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν εἴτις ἐστὶν δόξα ὑμῶν διο φησιν αἰτῶ μὴ ἐκκακεῖν μὴ δὲ θορυμεῖσθαι ἐν ταῖς θλίψεσιν μου αἵτινες ὑπὲρ ὑμῶν καὶ δι’ ὑμᾶς εἰσί μοι πῶς ὅτι ὅυτως ἠγάπησεν ὑμᾶς ὁ θεὸς ὥστε τὸν ὑιὸν αὐτοῦ δοῦναι καὶ τοὺς δοὺλους αὐτοῦ κακοῦν ὑπὲρ τοῦ ὑμᾶς σωθῆναι ἆρα οὐ δόξα τὸ ὅυτως ἀγαπᾶσθαι ὑπὸ θεοῦ
115167vEph.3.13 ἐπειδή φησιν τοσαῦτα ἐπιστέυθην καὶ ἀνάγη καὶ δεδέσθαι καὶ διώκεσθαι παρὰ τῶν ἀντιλεγόντων τὸ κηρύγμα
116167vEph.3.13-Eph.3.14ρκ τούτο χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ἐπειδὴ ὅυτως ἠγαπεῖσθε παρὰ θεοῦ δέομαι φησιν ὑπὲρ ὑμῶν
117167vEph.3.14-Eph.3.15ρκα ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται ἐπὶ μὲν γῆς πατριᾶς τὰ γένη καλεῖ ἀφῶν καὶ πατέρες καλοῦνται ἐν οὐρανῶ δὲ ἔνθα οὐκ ἔστιν ὅς δὲ ἐκ τοῦ δὲ πατριᾶς τὰ συστήματα λέγει αὐτὸς γὰρ τάς τε ἄνω καὶ τὰς κάτω φυλὰς ἐδημιόυργησεν
118167vEph.3.15-Eph.3.16ρκβ ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ ὅρα μεθόσης ἀπληστίας ἐπέυχεται αὐτοῖς τὰ ἀγαθά δυνάμει κραταιωθῆναι φησιν εἰς τὸ μὴ περιφέρεσθαι τοῦτο δὲ πῶς ἕσται διὰ πνευματός ἁγίου τὸ δὲ κραταιωθῆναι ὡς πρὸς τοὺς πειρασμοὺς νόει
119168rEph.3.16-Eph.3.17ρκγ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστὸν εἰς τὸ κατοικῆσαι φησιν τὸν χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον ἢ ἵνα δώη ὑμῖν εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστόν ἵνα φησι ναὸς θεοῦ γένησθε καὶ οὐχ ἁπλῶς κατοικῆσαι ἀλλὰ ἐν ταῖς καρδίαις ὑμῶν μηδέν φησιν ἐπιπόλεον ὁ γὰρ ἔσω ἄνθρωπος καὶ αἰ καρδίαι τὴν καταβάθους ἐνοίκησιν καὶ τὴν οἱον συμφυῆ καὶ ἐρριζωμένην δηλοῖ
120168rEph.3.17-Eph.3.18ρκδ διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι πῶς δὲ ἔσται τοῦτο διὰ τῆς πίστεως φησιν καὶ διὰ τοῦ ἐν ἀγάπη εἲναι ὑμᾶς ἐρριζωμένους καὶ τεθεμελιωμένους καὶ ὑπὸ μὴδεν ὃς κινουμένους
121168rEph.3.18ρκε ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺμ πᾶσιν τοῖς ἁγίοις ταῦτα δὲ ὑμῖν διὰ τοῦτο ἐπέυχομαι φησιν ἵνα ἐξισχύσητε καταλαβέσθαι πολὺν δὲ ἔδειξεν τὸν κάματον τότε ἐξισχύσαι καὶ τὸ καταλαβέσθαι εἰπῶν
122168rEph.3.18ρκϛ τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος σωματικοῖς ὑπογράφει σχήμασι τὸ τοῦ μυστηρίου μέγεθος τοῦ ὑπερ τῶν ἐθνῶν οἰκονομηθέντος
123168rEph.3.18ρκζ καὶ ὕψος οἷον τοῦ μυστηρίου
124168rEph.3.18-Eph.3.19ρκη /οιουμενιου γνῶναί τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ καὶ ἵνα φησι γνῶτε τὴν ὑπερβάλλουσαν πᾶσαν ἀνθρωπινήν γνῶσιν ἀγάπην τοῦ χριστοῦ καὶ οἷον τῆς γνώσεως ὑπεράνω ἔστι μεν γάρ φησιν ὑπεράνω γνώσεως πλὴν ὑμεῖς γνώσεσθε εἰ τὸν χριστὸν σχόιητε ἐνοικοῦντα ἵνα ἐκ τούτου πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ πλήρωμα δὲ θεοῦ ἐστιν ἦ τὸ γνῶναι ὡς ἐν πατρὶ καὶ υἱῷ καὶ πνευματὶ ἁγίω προσκυνεῖται ἡμῖν ὁ θεὸς ἦ ἵνα ἦτε φησιν πεπληρωμένοι πάσης ἀρετῆς ἧς πλήρης ὁ θεὸς
125168vEph.3.19-Eph.3.20ρκθ /οικουμενοιυ τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὐπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν τῷ δὲ δυναμὲνῳ θεῷ οὐ μόνον καθὰ λέγομεν ἀλλὰ καὶ ὑπὲρ ἐκπερισσοῦ ποιῆσαι πάντα καὶ οὐ μόνον πάντα ἀλλὰ καὶ ὑπὲρ πάντα αὐτῷ φησιν ἡ δόξα ἀμήν ὅρα δὲ δύο ὑπερβολὰς τὸ καὶ ὑπὲρ πάντα ποιῆσαι τὰ εἰρημένα καὶ ὑπὲρ περισσοῦ ποιὴμαι ἃ ποεῖ ἔνι γὰρ καὶ πλείονα ποιοῦντα τῶν αἰτηθέν των κεφάλαια μὴ πλουσίως μήτε δαψιλῶς ἔκαστον ποιῆσαι
126168vEph.3.20ρλ κατὰ τὴν ἐνέργειαν τὴν ἐνεργουμένην ἐν ἡμῖν καὶ ὅτι ἐκπερισσοῦ ὧν αἰτούμεθα ἠνοοῦμεν δυναστός ἐστι ποιῆσαι δῆλον ἐκ τῆς ἐν ἡμῖν ἐνεργούσης δυνάμεως αὐτοῦ τίς γὰρ τοῦτο προσεδόκησεν περὶ τῶν ἐθνῶν ὅτι οἱ τοσοῦτον ἀπερρωγότες θεοῦ ἐν τοῖς ὑιοθετηθεῖσιν εἰσὶν
127168vEph.3.20-Eph.3.21ρλα αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων ἀμήν ἐπειδὴ γὰρ τοσαῦτα δωρησάμενος δοξάζεσθαι ὀφείλει ὥστε καὶ ἡ δοξολογία δεῖγμα ὑπάρχει τοῦ μεγέθους τῶν δεδωρημένων ἡμῖν παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν ἀνθρωπίνην ἀγαθῶν καλῶς δὲ ἡ δόξα αὐτοῦ ἐν ταῖς ἐκκλησίαις ἐπεὶ γὰρ αὖται διηνεκῶς μένουσιν ἐν ταύταις εἴ ἠ φησὶν ἡ δόξα τοῦ θεοῦ ἵνα μείνη διηνεκῶς δοξαζόμενος καὶ εἰς πάσας ἔλθει τοῦτο γενεάς
127ex169rEph.3.21οικουμενιου ἤ ὅτι τῇ ἐκκλησία ἐπέυχεται ὥστε διατηρεῖν ἀεὶ τὴν δοξολογίαν τοῦ θεοῦ καὶ μήποτε παρατραπῆναι τὸ δὲ ἐν χριστῷ ἰησοῦ ἣ σὺν χριστῶ ἰησοῦ νόει ἠ νοήσεις διὰ χριστοῦ ἰησοῦ διὰ τὴν σάρκα τοῦτο νόει εἰρῆσθαι
128169rEph.3.21-Eph.4.1ρλβ παρακαλῶ οὖν ὑμᾶς ἐγώ ὁ δέσμιος ἐν κυρίῳ ὁ διὰ τὸν κύριον φησὶν δέσμιος βαβαὶ ὅσον τὸ ἀξίωμα τὸ δεδέσθαι διὰ τὸν χριστὸν καὶ αὐτὸς γὰρ ὁ ἀπόστολος ταύτην προβάλλεται ὡς δι’ αὐτὴν δυσωπήσων αὐτούς
128ex169rEph.4.1ρλγ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε μεγάλη γὰρ ἡ κλῆσις καὶ ἐπὶ μεγάλοις ἐπὶ τὸ ἔχειν κεφαλὴν τὸν χριστόν ἐπὶ τὸ εἰς ὑιοὺς εἶναι θεοῦ
129169rEph.4.1-Eph.4.2ρλδ/ρλε μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ τουτέστιν ἐν παντὶ πράγματι ἐπὶ παντὸς προσώπου οὕτω γάρ ἐστιν ἀξίως τῆς ἐκκλησίας περιπατῆσαι μετὰ ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας καὶ τοῦ ἀνέχεσθαι ἀλλήλων ἔνθα γάρ ἐστιν ἀγάπη πάντα ἐστὶν ἀνεκτά
130169rEph.4.3ρλϛ σπουδάζοντες τηρεῖν τὴν ἑνώτητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης καθάπερ γὰρ ἐπὶ τῶν ἡμετέρων σωμάτων ἐστὶ τὸ ἡμῶν πνευμᾶ ἐνεργοῦν ἐν πᾶσι τοῖς μέλεσι καὶ πάντα συνέχων ὅυτω καὶ τὸ πνευμᾶ τὸ ἅγιον ἡμῖν ἐδόθη τοὺς γένει καὶ τρόπω καὶ ἤθεσιν διαλάττοντας ἑν οῦν καὶ ποιοῦν ἡμᾶς σῶμα ἓν ταύτην φυλάξωμεν τὴν ἑνώτητα τὴν διὰ τοῦ ἁγίου δοθεῖσαν ἡμῖν πνευματός εἴτις φησὶ γίνεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης
131169rEph.4.3-Eph.4.4ρλζ ἓν σῶμα καὶ ἓν πνεῦμα γίνεσθε φησιν οὕτως ἡνωμένοι ὅυτως ἀλλήλων κηδόμενοι ἐκ τούτου γάρ φησιν ἔσεσθε καὶ ἓν πνευμᾶ ἔχοντες τουτέστιν ὁμότιμον τὴν χάριν τοῦ πενυματός ἢ ὅτι ἔστιν μὲν ἓν σῶμα εἰναι οὐκ ἓν δὲ πνευμᾶ ὡς ὅταν τις αἱρετικῶν φίλος ᾖ ἢ ὅτι τοῦ τό φησιν ἓν πνευμᾶ λαβόντες οὐκ ὀφείλετε διχονοεῖν ἀλλ’ ἓν εἰναι σῶμα ἢ ὅτι πνευμᾶ ἐνταῦθα τὴν προθυμίαν καλεῖ
132169rEph.4.4ρλη καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι ὁ θεὸς ἡμᾶς φησιν ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν οὐδενὶ πλεῖον ἀπονείμας πᾶσιν ἀθανασίαν πᾶσι ζωὴν αἰώνιον ἐπηγγείλατο πᾶσιν δόξαν ἀθάνατον πᾶσιν ἀδελφότητα πᾶσι κληρονομίαν ἐπηγγέιλατο κοινὴ πάντων ἐγένετο κεφαλή πάντας ἤγειρε καὶ συνεκάθισεν εἰ τοίνυν φησιν ἐντοῖς πνευματικοῖς τοσαύτην ἔχετε κοινωνίαν ὠφείλετε καὶ ἓν σῶμα εἶναι ἐν τῇ τῆς ἀγάπης ἀνακράσει
133169rEph.4.4ρλθ τῆς κλήσεως ὑμῶν πάντα γὰρ τὰ εἰρημένα κοινή ἐστιν ἡμῶν ἐλπὶς ἐκ τῆς κλήσεως γενομένη
134170rEph.4.4-Eph.4.5ρμ εἷς κύριος μία πίστις ἓν βάπτισμα ἰδοὺ καὶ ἄλλη κοινωνία εἰς ἡμῖν κυριός μία πίστις ἒν βάπτισμα οὐδεῖ οὖν ἡμᾶς διεστάναι
135170rEph.4.5-Eph.4.6ρμα /ωριγενες εἷς θεὸς πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ ἐμπασῖν ἡμῖν ἰδοὺ καὶ ἄλλη κοινωνία ἀγάπης πρόφασις τὸ εἶναι ἡμῖν ἔνα πατέρα τὸν θεόν καὶ ἐπὶ πάντων τουτέστιν ὁ ἐπάνω πάντων καὶ διὰ πάντων τουτεστιν ὁ προνοῶν διὰ πάντων ἡμῶν καὶ ἐνοικῶν ἐν πᾶσιν ἡμῖν
136170rEph.4.7ρμβ ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ εἰ πάντα ἐστὶν ὡς λέγεις κοινὰ πόθεν ὁ δεῖνα μὲν μεῖζον ὁ δεῖνα δὲ ἔλαττον ἔχει χάρισμα τοῦτο γὰρ αὐτοὺς εἰς φθόνον μάλιστα ἦγε καὶ φησὶν ἑκάστω ἐδόθη ἡ χάρις τουτέστιν τὸ χάρισμα κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ ὡσεὶ εἶπεν εἰ αὐτὸς ἐμέτρησεν πάντως ὅτι καλῶς ἐμέτρησεν πάντως ὅτι καὶ συμφερόντως καὶ εἰ δωρεάς ἐστι τὸ πᾶν ὑπὲρ μὲν οὔ ἔλαβες εὐχαρίστει ὑπὲρ δὲ οὗ οὐκ ἔλαβες μὴ φθόνει δωρεὰ γὰρ ἐστιν ὡσεὶ εἶπεν οἶδεν ὁ μετρήσας καὶ δωρησάμενος πῶς καλῶς καὶ συμφερόντως τοῦτο πεποίηκεν τὰ μὲν γὰρ ἄλλα κοινὰ πρόκειται τὰ δὲ χαρίσματα δέδοται κατὰ τὴν ἀναλογίαν τῆς ἐκάστου καθαρότητος
137170vEph.4.7-Eph.4.8ρμγ διὸ λέγει ἀναβὰς εἶς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ὅτι φησὶν ἡ χάρις δωρέα ἐστι τοῦ χριστοῦ καὶ αὐτὸς ὁ μετρήσας ἔδωκεν ἄκουε φησι τοῦ δαυῖδ τὸ δὲ ἀναβὰς εἰς ὕψος ἀλλαχοῦ λέγει ὅτι ἐπήρθη ἡ μεγαλοπρέπεια σου ὑπεράνω τῶν οὐρανῶν τίνα δὲ ἥχμαλώτευσεν ἡμᾶς δηλονότι τὴν καλὴν καὶ συμφέρουσαν αἰχμαλωσίαν πολέμω γὰρ νοητῶ νικήσας τὸν διάβολον αἰχμαλώτους εἶλεν ἡμᾶς οὐχ ἵνα κατα δουλώσηται πῶς γὰρ τοὺς ὄντας δούλους καὶ πάλαι ἀλλ’ ἵνα τῆς πικρᾶς ἀπαλλάξη τυραννίδος τοῦ πονηροῦ
138170vEph.4.8ρμδ καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις ὥστε οὖ χριστοῦ τὰ δόματα τί ἀδημονεῖς πολύ μὴ ἔχων ἤ φθονεῖς τῷ ἔχοντι ὧ δε μὲν ὅυτως παρακατιῶν δὲ δέικνυσιν ὅτι πρὸς ὠφέλειαν τῆς ἐκκλησίας ἐκάστος ἔλαβεν τὸ χάρισμα καὶ ὁ τὸ μέγα λαβὼν καὶ ὁ οὐ τοιοῦτον καὶ οὐ διὰ τὰ οἰκεῖα ἔργα οὐ δὲ διὰ τὸ ἄξιον εἶναι τινὰ τοῦ λαβεῖν τίς οὖν φθονήσει ἐν τὸ διά τί εἰληφότι καὶ πρὸς ἑτέρων ὠφέλειαν ὅσω γὰρ μεῖζον τὸ χάρισμα τοσοῦτω ἀκριβέστερον αἰ εὐθύναι
139170vEph.4.8-Eph.4.9ρμε τὸ δέ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον οὐκ ἂν δέ φησιν ἐδεήθη ὁ προφήτης τοῦ εἰπεῖν ἀνέβη εἰ μὴ ἴδει ὅτι καὶ κατέβη πρῶτον περὶ γὰρ τοῦ καταβάντος τὸ ἀνέβη λέγει τίς
140170vEph.4.9ρμϛ εἰς τὰ κατώτερα μέρη τῆς γῆς τουτέστιν μεθὰ οὐκ ἔνι κατώτερα λέγει δὲ τὸν ἄδην ὡς πρὸς τὴν κοινὴν συνήθειαν ἀφορῶν ὅυτω γὰρ λέγειν εἰώθαμεν διὸ καὶ ἰακώβ φησι καὶ κατάξαι τὸ γῆρας μου μετ’ ὠδύνης εἰς ἄδου καὶ δαυιδ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
141171rEph.4.9-Eph.4.10ρμζ ὁ καταβάς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς τοῦτο φησιν ὅτι οὐδὲν αὐτῷ πρὸς τὴν ἄνωδον ἐνεπόδισεν ἡ εἰς τὰ κατώτατα κάθοδος ὥς τέ φησιν καὶ ὑμῶν ὅσω ἄντις ταπεινοφρονεῖ τοσοῦτον μᾶλλον ὑψοῦται
141ex171rEph.4.10ρμη ὑπεράνω πάντων τῶν οὐρανῶν μεθὰ οὐκ ἐστιν ἄλλο
142171rEph.4.10ρμθ ἵνα πληρώσῃ τὰ πάντα καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι τὰ πάντα ἐπλήρου καὶ σαρκωθεὶς ἵνα τὰ πάντα καὶ μετὰ σαρκὸς πληρώσῃ κατέβη καὶ ἀνέβη
143171rEph.4.11ρν καὶ αὐτὸς ἔδωκεν ὁ μὴ παραιτησάμενος φησιν διὰ τὴν ἡμῶν σωτηρίαν εἰς τὰ κατώτατα κατελθεῖν αὐτὸς τὴν διανομὴν τὼν χαρισμάτων ἐποίησεν ἄρα οὖν χρὴ ἀγανακτεῖν πρὸς τὴν διανομήν εἰ γὰρ αὐτὸς ἔδωκεν τί ἀντι λέγεις ἀλλαχοῦ δέ φησιν τὸ πνευμᾶ διδόναι τὰ χαρίσματα πάντα γὰρ ταῦτα φησιν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνευμᾶ ἀλλαχοῦ τὸν πατέρα φησιν ὡς τὸ ἐγὼ ἐφύτευσα ἀπολλῶς ἐπότισεν ἀλλ’ ὁ θεὸς ἤυξανεν ἐνταῦθα τὸν ὑιὸν κοινὰ γὰρ τὰ πάντα τῇ ἁγία καὶ μακαρία τριάδι
144171rEph.4.11ρνα τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας οἱ γὰρ ἀπόστολοι καὶ προφητείαν εἶχον οἵδε τὸτε προφῆται οὐκ εἶχον ἀποστολήν
145171vEph.4.11 τοὺς δὲ εὐαγγελιστάς τοὺς τὸ εὐαγγέλιον γράψαντας
146171vEph.4.11ρνγ τοὺς δὲ ποιμένας καὶ διδασκάλους τοὺς τὰς ἐκκλησίας ἐμπεπιστευμένους λέγει τοὺς ἐπισκόπους οἷος ὁ τιμόθεος οἷος ὁ τῖτος ἦν
147171vEph.4.11-Eph.4.12ρνδ /ωριγενες πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ ὁρᾶς τὴν αἰτίαν τῆς δόσεως τῶν χαρισμάτων πρὸς καταρτισμόν διδόμενα τουτέστιν πρὸς ἀπαρτισμόν πρὸς πλήρωσιν εἰς τὸ ἐν τούτοις διακονεῖν τῇ ἐκκλησία καὶ οἰκοδομεῖν αὐτήν ὅσω οὖν τις μείζονα ἔλαβε χάρισμα τοσούτω μεἶζον ἔχει τὸ φορτίον τίς οὖν φθονήσει ἐν τὸ μεῖζον ἔχοντι φορτίον ταῦτα δέ φησι πρὸς τοὺς τῷ φθόνω τῶν μειζόνων χαρισμάτων ἀποκεκομμένους τοῦ σώματος τῆς ἐκκλησίας δεικνὺς ὅτι πάντων τὸ ἔργον εἰς ἒν ὁρᾶ τέλος τὸν καταρτισμὸν τῶν ἁγίων ποῦ οὖν χρεία φθόνου τῶν ἁγίων ἢτοι τῶν ἀποστόλων εἰ μὴ συμβαίη τοῦτο γίνεσθαι μόνον ὑπὸ τῶν ἀπίστων
148171vEph.4.13ρνε μέχρι καταντήσωμεν οἱ πάντες οἷον φθάσωμεν
149171vEph.4.13ρνϛ εἰς τὴν ἑνώντητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τουτέστιν ἔως ἂν οἱ πάντες μίαν τὴν πίστιν σχῶμεν ἕκαστος κάμνει καὶ ἕκαστος διακονεῖ ἑνώτης γὰρ πίστεως τὸ μὴ διαφωνεῖν περὶ τὰ δόγματα τοῦτο γὰρ ἐπίγνωσις τοῦ ὑιοῦ τοῦ θεοῦ τὸ μὴ διαφωνεῖν περὶ αὐτοῦ ἄνδρα δὲ τέλειον καὶ μέτρον ἡλικίας λέγει τὴν τελείαν τοῦ χριστοῦ ἔννοιαν καὶ εἴδησιν
150172rEph.4.13ρνζ /ωριγενες τοῦ πληρώματος τοῦ χριστοῦ πλήρωμα χριστοῦ φησιν τὴν περὶ χριστοῦ ὀλοτελῆ γνῶσιν καὶ πίστιν οἷον ὅτι ἐκ παρθένου σάρκα ἔλαβεν ὅτι ἐκ θεότητος καὶ ἀνθρωπότητος εἰς μίαν ὑπἄρχει ὑπόστασιν ἵνα γὰρ μὴ ἀκούσας ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὴν σωματικὴν νοήσης ἐπήγαγε τοῦ πληρώματος τοῦ χριστοῦ ὡσεὶ ἔλεγεν μέχρις οὗ εἰς τελείοτητα φθάσωμεν τῆς ὀλοτελοῦς τοῦ χριστοῦ γνώσεως καὶ πίστεως
151172rEph.4.13-Eph.4.14ρνη ἵνα μηκέτι ὦμεν νήπιοι δείκνυσιν πάλαι τοῦτο παθόντας αὐτοὺς καὶ ὠς ἐν διηγήματος τάξει ἐπανορθοῦται αὐτοὺς καὶ ἑαυτὸν συντάττων διὰ τὸ ἀνεπαχθές νηπίους δὲ τῇ πίστει φησιν
152172rEph.4.14ρνθ κλυδονιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας νηπίων γὰρ ὄντως τὸ περιφέρεσθαι καὶ οὐ βεβηκότων
153172rEph.4.14 εἰπὼν δὲ κλυδονιζόμενοι ἐπέμεινε τῇ τροπῇ καὶ ἄνεμον διδασκαλίας προσειπών
154172rEph.4.14ρξ ἐν τῇ κοιβίᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης κοιβευταὶ λόγων λέγονται οἱ ποτε μὲν τοῦτο ποτὲ δὲ ἐκεῖνο διδάσκοντες καὶ μετα βαὶνοντες ἀεὶ ἀπὸ τούτου εἰς τοῦτο πανούργως τοιοῦτοι οἱ αἱρετικοί οἱ δὲ τοιοῦτοι φησι καὶ πανοῦργοι πρὸς τὸ μεθοδον ἐυρεῖν καὶ πρόφασιν πλάνης πάντα πρὸς τὸ ἀπατῆσαι μηχανώμενοι
155172rEph.4.14-Eph.4.15ρξα /οικουμενιου ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλή ὁ χριστός ἐκεῖνοι μὲν νόθα φησὶν καὶ ψευδῆ διδάσκουσι περὶ ὧν ὁ λόγος ἡμεῖς δὲ ἀλληθεύοντες ἔντε δόγμασι καὶ βίω καὶ λόγω ἐν ἀγάπῃ ἄλλω γὰρ οὐκ ἔστιν ἀληθέυειν αὐξήσωμεν καὶ ἐποικοδομήσωμεν εἰς τὸν χριστὸν τὴν κεφαλὴν ἡμῶν τὰ πάντα ἡμῶν καὶ βίον καὶ λόγον καὶ δόγματα
156173rEph.4.15-Eph.4.16ρξβ /ωριγενες ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἑνὸς ἑκάστου μέρους καθάπερ ἐπὶ τῶν ἡμετέρων σωμάτων τὸ πνευμᾶ ζωτικὸν τὸ ἀπὸ ἐγκεφάλου διὰ τῶν νεὐρων κατιὼν οὐχ ἁπλῶς πᾶσιν ἐμπνεῖ τοῖς μέλεστιν δύναμιν ἀλλὰ τὸ μὲν πλεῖον τι δεξασθαι δυναμένω πλεῖον δίδωσι τὸ δὲ ἔλαττον ἔλαττον ὅυτως καὶ ὁ χριστὸς καθάπερ γὰρ μελῶν τῶν ἡμετέρων ψυχῶν ἐξαυτοῦ καὶ εἰσαυτὸν ἀποκεκρυμμένων ἡ πνευματικὴ αὐτοῦ δύναμις καὶ ἡ τῶν χαρισμάτων διανομὴ κατὰ ἀναλογίαν ἑνὸς ἐκάστου μέλους αὐτοῦ πρὸς ἁπτομένη τὴν αὔξησιν ποιεῖται τῆς πνευματικῆς ἡλικίας διὰ τῆς ἁφῆς φησι τῆς ἐπιχορηγίας τουτέστιν διὰ τῆς ἐν τῇ ἁφῆ καὶ οἷον ἐρεύνη τοῦ ἐπιτηδείου ἐπιχορηγίας γινομένης ἐκεῖνη γὰρ ἡ ἀπὸ τοῦ χριστοῦ κατιοῦσα πνευματικὴ δύναμις ἑνὸς ἐκάστου μέλους αὐτοῦ ἁπτομένη ὅυτως ἐνεργεῖ ὡς ἑὰν ἕυρη τινὰ πρὸς ὑποδοχὴν ἐπιτή δειον ὡσει ἐλεγεν τὰ μέλη τοῦ χριστοῦ ἡμεῖς φησι οἱ ἄνθρωποι κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου πνευματικοῦ μέτρου δεχόμενοι τὴν ἀπὸ χριστοῦ ἐπιχορηγίαν αὔξωμεν τὸ γὰρ πνευμᾶ ἄνωθεν ἐπιρρέον ἀπὸ τοῦ χριστοῦ ἀφθόνως καὶ χορηγόυμενον πάντων ἐφαπτόμενον τῶν εἰς μέλη τελούντων τοῦ χριστοῦ πρὸς τὴν ἀναλογίαν τῆς ἐκάστου δυνάμεως τὴν αὐξησιν ποιεῖται καλῶς δὲ προστέθεικεν ἐν ἀγάπη ἄνευ γὰρ ταύτης οὐκ ἂν εἰς τινα καταβαίη τὰ πνευμᾶ τὸ ἅγιον
156ex173rEph.4.16οεκυμενιου ὅρα τί κἀγὼ ἐνόμισα οὔ τε γὰρ ἐχώρησα τὰ τοῦ μακαρίου ἰωάννου ἔξῃ νοῆσαι ἐξ οὖ χριστός πᾶν τὸ σῶμα τῆς ἐκκλησίας συναρμολογούμενον αὐτῷ καὶ συμβιβαζόμενον τουτέστιν συγκεκολλημένον αὐτῷ καὶ προσηνωμένον ὡς ἰδία κεφαλὴ ἐξ αὐτοῦ γὰρ ἡμῖν τὸ κεκολλεῖσθαι αὐτῷ Κεκολλημένον δὲ διὰ πάσης ἀφῆς τουτέστιν αἰσθήσεως τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρω ἑνὸς ἑκάστου μέρους τουτέστιν διὰ τῆς κατ’ ἐνέργειαν χριστοῦ ἐπιχορηγίας τοῦ ἁγίου πνευματός τῆς κατὰ τὸ μέτρον καὶ τὴν τῆς ὑποδοχῆς δύναμιν ἑνὸς ἑκάστου βέλους τοῦ χριστοῦ γινομένης τὴν αὔξησιν τοῦ σώματος τοῦ χριστοῦ τουτέστιν τῆς ἐκκλησίας ποιεῖται αὔξησιν δὲ δηλαδὴ πνευματικὴν διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου πενυματός αὔξεται εἰς μέτρον τέλειον πνευματικῆς ἡλικίας ἡ ἐκκλησία εἴτε διὰ χαρισμάτων εἴτε διὰ γνώσεως εἰτε διὰ πίστεως
157173vEph.4.16ρξγ /οικουμενιου τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ αὔξων γὰρ τὴν ἐκκλησίαν ὁ χριστὸς πνευματικῶς τε καὶ αἰσθητῶς ἑαυτὸν οἰκοδομεῖ ἐπειδὴ τὸ ἴδιον αὔξει σῶμα καλῶς δὲ τὸ ἐν αγάπῃ ἄνευ γὰρ τοῦ ταύτην ἡμῖν προσϊέναι οὐδὲν ἡμῖν τούτων ἔσται
157ex173vEph.4.16 ἡ ἐν ἀγάπῃ ἣν αὐτὸς ἡμᾶς ἀγαπᾶ διὰ γὰρ τὸ ἀγαπᾶν ἡμᾶς φησὶ ταῦτα ποιεῖ
158173vEph.4.16-Eph.4.17ρξδ τοῦτο οὗν λεγώ καὶ μαρτύρομαι ἐν κυρίῳ μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐχρῆν μὴ μόνον διὰ τοῦ παραινεῖν ἀλλὰ καὶ διὰ τοῦ φοβεῖν καὶ τῷ θεῷ παραδιδόναι τὴν διδασκαλίαν ἐργάζεσθαι μαρτύρομαι φησιν ἐν κυρίω τουτέστιν μάρτυρα τὸν κυριόν καλῶ ὅτι εῖπον τί δεῖ ὑμᾶς πράττειν ὅρα δὲ σοφίαν οὐκ εἶπεν μὴκετι ὑμᾶς περιπατεῖν καθὼς περιπατεῖτε ἔπληξεν γὰρ ἄν ἀλλὰ τοῦτο μὲν ἐδήλωσεν ἀπὸ δὲ ἑτέρων ἤγαγεν τὸ παράδειγμα
159173vEph.4.17ρξε ἐν ματαίοτητι τοῦ νοὸς αὐτῶν εἰς τὸ μὴ περὶ τὰ μάταια ἀσχολεῖσθαι τὸν νοῦν ὑμῶν
160174rEph.4.17-Eph.4.18ρξϛ ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ τὸ γὰρ πλῆθος τῶν βιωτικῶν ἁμαρτιῶν τὸ διορατικὸν τῆς διανοίας ἐπισκοτίζουσα ἰδεῖν οὐκ ἐτᾶ τὸν ἥλιον τῆς δικαιοσύνης χριστόν ἔνθεν γίνεται ἣ πώρωσις τῆς καρδίας ὅπερ παρακατιῶν φησιν οἷον εἰπήρωσις τις οὖσα καὶ ἀναισθησία τὸ γὰρ ἐσκοτισμένον καὶ ἀναίσθητον
161174rEph.4.18ρξζ διὰ τὴν ἄγνοίαν τὴν οὖσαν ἐν αὐτοῖς εἰ οὖν ἀγνοοῦσι φησι ἔτι·καὶ εἰ πεπώρωνται οὐκ ἄξιοι ἐγκλημάτων εἰσὶν ἢ τιμωριῶν ἀλλὰ μάλλον τοῦ μαθεῖν ἀλλ’ ὅρα πῶς αὐτῶν ἀφαιρεῖται τὴν συγγνώμην οἵτινες φησιν ἀπηλγηκότες ἑαυτὸυς παρέδωκαν τῇ ἀσελγεία εἰς ἐργασίαν ἀκαθαρσίας πάσης δείκνυσι γὰρ ὅτι τῆς ἁγνοίας καὶ τῆς πωρώσεως ὁμίος αὐτοῖς αἴτιος ὁδεμίος ἐξ οἰκείας γέγονεν ῥαθυμίας καὶ ἀναλγησίας ἑαυτοὺς γὰρ φησι παρέδωκεν ὅταν οὖν εἰς τὴν πρὸς ῥωμαίους εὕρης παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν κατὰ τὴν ενταῦθα διάνοιαν αὐτῶν νόει συνεχώρησεν γὰρ ὁ θεὸς παραδοθῆναι αὐτοὺς ἐπειδὴ τούτου ἀξίους ἑαυτοὺς ἐπόιησαν
162174rEph.4.18ρξη διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν διὰ τὴν ἀναισθησίαν ἀναισθησίαν γὰρ φέρει τοῦ φωτὸς ἡσκότωσις τὸ μὴ ἔχειν ἐν ἑαυτοῖς φόβον θεοῦ
163174vEph.4.19ρξθ οἵτινες ἀπηλγηκότες οἷον ἀναλγήτως ἐσχηκότες καὶ ῥαθυμήσαντες καὶ καμεὶν μὴ βουληθέντες πρὸς εὕρεσιν τοῦ καλοῦ Εἰς τὸν παράνομον βίον ἐξωκέιλαντες κατὰ βραχὺ τὴν ἀναλγησίαν ἐνόσησαν
164174vEph.4.19ρο ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ πῶς γὰρ ὁ ἐν ἀσελγεία ἐξεταζόμενος δυνηθεί ἡγνῶναι θεόν οὐκ οὖν ἡ αἰτία τῆς ἀγνόιας ἡασέλγεια ἥτις κατὰ ἀγνώμην ἁμαρτάνεται
165174vEph.4.19ροα εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ ὡς ἔργω φησι τὸ ἀσελγένειν ἐχρήσαντο καὶ πλεονεκτεῖν ἀρα οὐκ ἐξ ἦν αὐτοῖς μὴ ἀσελγένειν μὴ πλεονεκτεῖν Παντί που δῆλον ὁρᾶς ὅτι παρ’ αὐτῶν γέγονεν ἡ σκότασις καὶ ἡ πώρωσις
166174vEph.4.19-Eph.4.21ροβ /ωριγενες ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστὸν εἴγε αὐτὸν ἠκούσατε οὐκ ἐπὶ τούτω φησὶν τῷ ὅρῳ ὥστε τὰ ὅμοια ποιεῖν ἐκείνοις τὸ δὲ εἴγε αὐτὸν ἠκούσατε ὁ ἅγιος ἰωάννης βεβαιωτικὸν ἐδέξατο Καθώς φησιν αὐτὸν ἠκούσατε δύναται δὲ τις καὶ ἐν ἀμφιβόλω αὐτὸ δέξασθαι ἵνα καὶ μᾶλλον αὐτοὺς πλήξη ὡσεὶ εἶπεν ἀμφιβάλλω γὰρ εἴτις τὸν χριστὸν ἀκούσας καὶ διδαχθεὶς ἐν αὐτῷ τοιαῦτα πράττει
167175rEph.4.21-Eph.4.22ρογ καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφήν τὸν παλαιὸν ἄνθρωπον τὸ καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ δύνη καὶ τὸ ἄνω ἁρμόσαι οἷον καὶ ἐν αὐτῷ ἐδιδάχθητε τί ̓ἐδιδάχθημεν καθώς φησιν ἐστιν ἀλήθεια ἐν αὐτῷ ἀλήθειαν λέγων τὴν δικαιοσύνην τὸ γὰρ ψευδός γὰρ ἐστιν ἡ ἁμαρτία καθὼς οὖν ἐστιν ἐν αὐτῷ ἀλήθεια ὅυτως καὶ ὑμεῖς ἐδιδάχθητε κατὰ γὰρ αὐτὴν ἐδιδάχθητε δύνη δὲ καὶ τῷ εποιμένῳ ἁρμόσαι αὐτό καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς τοῦτο γὰρ ἐδιδάχθητε καὶ τοῦτό ἐστιν τῷ ἰησοῦ ἀλήθεια τὸ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν ἐν ἁμαρτίαις
168175rEph.4.22ροδ τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἢ τὸ κατὰ τὰς ἐπιθυμίας ἀντὶ τοῦ διὰ τῶν ἐπιθυμιῶν κεῖται δι’ αὐτῶν γὰρ φθείρεται ὁ ἄνθρωπος ὥσπερ τὸ ́ἔριον φθείρεται δὲ καὶ ἐν τῇ γεέννῃ καὶ ἐν τῷ νῦν βίω αἱ γὰρ ἀκολασίαι καὶ αὐτοῦ τοῦ σώματος Οὐ μόνον τῆς ψυχῆς εἰσι φθαρτικαί ἢ ὥς πέρ φησιν αἱ ἐπιθυμία φθείρονται φθείρονται δὲ καὶ νόσω καὶ χρόνω καὶ τὸ τελευταῖον θανάτω ὅυτως καὶ αὐτὸς ὁ τὰς ἐπιθυμίας τίκτων ἄνθρωπος καλῶς δὲ τὴν ἐκ τῶν ἐπιθυμιῶν ἀποτελουμένην ἁμαρτίαν ἀπάτην ἐκάλεσεν ἀπάτη γὰρ καὶ οὐ κυρίως ἡδονή
169175rEph.4.22-Eph.4.23ροε ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν ̓ἀνανεοῦσθαι δὲ διὰ τοῦ ἁγίου πνευματος τοῦ ὄντος ἐν τῶν οἰ ὑμῶν τὸ γὰρ πνευμᾶ παλαιῶν οὐκ ἀνέχεται πράξεων καλῶς δὲ τὴν τοιάυτην ἀνακαίνισιν ἐν πνευματι γίνεσθαι λέγει οὐ γὰρ σωματικῶς ἄλλοι ἀντάλλων γινόμεθα ἀλλὰ διὰ πνευματὸς ἔστιν ἡ ἀνακαίνισις μετανοίας ἡγουμένης καὶ τὸ γήρας τῶν ἁμαρτιῶν ἀποζετόυσης
170175vEph.4.23-Eph.4.24ροϛ καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον ἐνεδύσασθε φησιν ἐν τῷ καπτίσματι ἐνδύσασθε καὶ διὰ μετανοίας καὶ πολιτείας χρηστῆς
171175vEph.4.24 ὁρᾶς ὅτι ἑκούσιον ἐστι τὸ πρᾶγμα καὶ μᾶλλον εὐχερές Καινὸν δὲ ἄνθρωπον φησι τὸν ἐν ἀρετῆ διαζῶντα ὥσπερ παλαὶον τὸν ἐν ἁμαρτίαις
172175vEph.4.24ροζ τὸν κατὰ θεὸν κτισθέντα ὁ γὰρ τοιοῦτος ἄνθρωπος ὁ ἐν ἀρετῆ ζῶν κατὰ θεὸν ἕκτισται καὶ κατὰ θεὸν πολιτέυεται δικαιοσύνη δὲ ἡ καθολικὴ λέγεται ἀρετῆ ὁσίοτης δὲ ἡ καθαρότης
173175vEph.4.24ροη ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας ἦν καὶ παρὰ ἰουδαίοις δικαιοσύνηκαὶ ὁισίοτης ἀλλὰ τυπική Περὶ σώματος γὰρ κάθαρσιν ἠσχόλειτο ἀλλὰ μἡ ταύτην ἀλλὰ τὴν ἐν ψυχῆ δικαιοσύνην καὶ ὁσίοτητα ἐνδύσασθε αὔτη γὰρ ἡ τῆς ἀληθείας ἦ ὅτι δικαιοσύνην ἀληθείας λέγει πρὸς ἀντι διαστολὴν τῆς ἐν ὑποκρίσει
174175vEph.4.25ροθ διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ ὅτι ἐσμὲν ἀλλήλων μέλη εἶπεν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς λοιπὸν καὶ ἰουδαικῶς αὐτὸν διαγράφει καὶ πρῶτον αὐτοῦ τὸ ψεῦδος ἀποκόπτει ὡς ἀπὸ οἰκείων μελῶν ὡσεὶ εἶπεν μὴ ὀφθαλμὸς ἰδὼν θηρίον οὐδίδωσι φυγὴν τοῖς ποσίν ἢ χείρψηλα φήσασα τὸ πονηρὸν ψεύδεται τὰ λοιπὰ μέλη ὅυτω φησι καὶ ὑμᾶς χρὴ ἀληθεύειν πρὸς ἑαυτούς
175176rEph.4.26ρπ /ωριγενες ωρ ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν εἶπεν μὴ ψεύδεσθε ἐπὲι οὖν πολλάκις τίς ψευδόμενος ὀργῆς πρόφασιν παρεῖ χέφησι καλὸν μὲν τὸ μὴ ὀργίζεσθαι καθόλου εἰ δὲ ἄρα κἂν μὴ πρὸς ἁμαρτίαν ἐξαχθῆτε μὴ δὲ παραμενέτω ὑμῖν ἐπὶ πολὺ τὸ πάθος ἔνι γὰρ ὡς λέγοι τίς ὀργῆς δικαίας πρὸς ὥραν ἐμπλησθῆναι λύσον δὲ αὐτὴν πρὸ ἡλίου δύσεως διά τε τὸ μὴ δόξαι ἐπὶ ἀναξίοις ἀνατεταλκέν αὐτὸν ἥλιον καὶ ἵνα μὴ ἡ νὺξ διὰ τῶν ἐν νοιῶν χαλεποτέραν ἐργάσηται τὴν πυράν
176176rEph.4.26 ἥκουσα τινων ἑρμηνευσάντων μία φησὶν ἀναμάρτητος ὀργὴ ἡ πρὸς τοὺς δαίμονας καὶ τὰ πάθη
176ex176rEph.4.27ρπα /οικυμενιου μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ ἢ ὅτι τοῦτο ἄνω εἴρηται μὴ ἐπιδυέτω φησὶν ὁ ἥλιος ἐπὶ τῶ παροργισμῶ ὑμῶν ἵνα μὴ δῶτε χῶραν τῶ διαβόλω διὰ τῶν κατὰ τὴν νύκτα λογισμῶν Πλεῖον ὑμᾶς ἐκ κάλειν κατὰ τῶν ἀδελφῶν ὥστε τὸ ἀλλήλους πολεμεῖν τόπον ἐστὶ διδόναι τῷ διαβόλῳ καθ’ ἡμῶν αὐτῶν
177176rEph.4.27 ὥστε τὸ ἀλλήλους πολεμεῖν τόπον ἐστὶ διδόναι τῷ διαβόλῳ καθ’ ἡμῶν αὐτῶν
178176rEph.4.28ρπβ ὁ κλέπτων μηκέτι κλεπτέτω ἰδοὺ τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου ποῦ δὲ εἰσιν νῦν οἱ ῥύπου γένοντες ἑαυτοὺς δὲ καθαροὺς ἐπικαλοῦντες οἱ μὴ δεχόμενοι τὴν μετάνοιαν ἰδοὺ γὰρ φανερῶς ἀκόυουσιν ὁ κλέπτων μὴκετι κλεπτέτω
179176vEph.4.28ρπγ μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι οὐ γὰρ ἀρκεῖ πάυσασθαι ἁμαρτίας τὸν μετανοοῦντα ἀλλὰ καὶ τὴν ἐναντίαν αὐτῆς ὁ δευτέον αὐτῷ κοπίατω δὲ εἰπὼν τὸ ἐπίπονον ἐδήλωσεν τοῦ ἔργου τὸ ἀγαθόν φησιν καὶ γὰρ ὁ κλέπτων ἐργάζεται μὲν ἀλλὰ κακόν
180176vEph.4.28-Eph.4.29ρπδ /ωριγενες ωρ πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω ἤ σαπρὸν τὸ ἀργὸν καὶ ἰκαῖον καλεῖ ἢ σαπρὸν τὸν οἷον σεσηπότα καὶ δυσώδη τί γὰρ λοιδορίας Καὶ καταλαλιᾶς αἰσχρότερον ἢ αἰσχρολογίας καὶ εὐτραπελίας δυσωδέστερον ἢ σαπρὸν λεγει τὸ πλέον σεσηπός
181176vEph.4.29ρπε ἀλλ’ ἔι τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας τῆς παρόυσης φησὶν περὶ ἧς ἡδιάλεξις δεῖ γὰρ τὸν πνευματικὸν ἄνθρωπον πᾶσαν προκειμένην διάλεξιν περι τρέπειν εἰς οἰκοδομὴν τῶν συμπαρόντων
181ex176vEph.4.29ρπϛ ἵνα δῷ χάριν τοῖς ἀκούουσιν ἵνα δῶ χάριν θεοῦ φησιν τοῖς ἀκούουσιν ἢ ἵνα χάριν σοι εἴσωνται ἐφ’ οῖς λαλεῖς ἢ ἵνα εὐχαρὴς αὐτοῖς γένη πνευματικῶς ἔσται δε τοῦτο ἐὰν περὶ σωφροσύνης περὶ δικαιοσύνης περὶ ἐλεημοσύνης λαλῆς
182176vEph.4.29-Eph.4.30ρπζ καὶ μὴ λυπεῖται τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως φοβερόντι λέγει δείκνυσι γὰρ ὅτι πᾶς ὁ σαπρὸν λόγον λαλῶν τὸ πνευμᾶ λυπεῖ τὸ ἅγιον εἶτα καὶ ἐκ τῆς ἐυεργεσίας τοῦ πνευματός φοβερώτερον τὸν λόγον ποιεῖ ἐν ὧ γάρ φησιν ἐσφραγίσθητε
182ex176vEph.4.30 ὡσπερ γὰρ δῆλους ποιῶν ἡμᾶς ἐν τῶ βαπτίσματι αὐτοῦ γὰρ ἡ ἡμέρα τῆς ἀπολυτρώσεως
183177rEph.4.30-Eph.4.31ρπη πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺμ πάσῃ κακίᾳ πικρίαν μὲν λέγει τὴν δεινότητα καὶ τὴν κατασκευήν ὁ δὲ θυμὸς γενητικός ἐστι τῆς ὀργῆς ἐκ δὲ τῆς ὀργῆς ἡ κραγὴ πρόϊσιν ἐκ δὲ ταύτης ἡ βλασφημία οἶον ἡλοιδορία ταῦτα τοι γὰρ οὖν ἄπαντα ἄρθήτω ἀφ’ ὑμῶν οὐ λέγει κατεχέσθω ἠκολαζεσθω ἀλλὰ τὴν τελείαν αὐτῶν δηλῶν ἀναίρεσιν ἀρθήτω φησὶν σὺν πάση κακία ἐπειδὴ γὰρ εἰσίν ἄνθρωποι ὥσπερ τῶν κυνῶν οἱ λαθροδάκται οὔτε κράζουσιν οὔτε δήλην ποιοῦσι τὴν ὀργὴν ἀλλὰ κατὰ ψυχὴν ἔχοντες ἀμύνονται ἐν καιρῶ τὸν λυπησάντα βούλεται καὶ τὴν ἐνδομυχοῦσαν κακίαν αἴρεσθαι καὶ ἐξορίζεσθαι
184177rEph.4.32ρπθ γίνεσθε δὲ εἰς ἀλλήλους οὔτε γὰρ ἀρκεῖ μόνη τῶν κακῶν ἡ ἀποχὴ ἀπαλλάξαι τιμωρίας εἰ μὴ καὶ ἀγαθόν τις πρὸς ἐργάσηται καὶ τοῦτο δηλοῦσιν οἱ ἐξ εὐωνύμων οἳ οὐδὲν ἐγκαλοῦνται κακόν ὅτι δὲ μὴ ἔθρεψαν καὶ ἐπότισαν καὶ ἐσκέπασαν ἅπερ ἐστι καλῶν ἡ ἐργασία διὸ τὰ φαῦλα ἀνελὼν ὁ παῦλος ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν παρακαλεῖ
185177vEph.4.32ρϛ χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοῖς χρηστὸι ὡς πρὸς ἀντιδιαστολὴν τῆς ὀργῆς εὔσπλαγχνοι ὡς πρὸς ἀντι διαστολὴν τῆς πικρίας τὸ δὲ χαριζόμενοι ἑαυτοῖς ὅ ἐστι συγγνωμονικοὶ γίνεσθε ὡς πρὸς ἀντι διαστολὴν τῆς κακίας καὶ βλασφημίας τέθεικεν
186177vEph.4.32ρϛα καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐχαρίσατο ἡμῖν μεγίστη μὲν προτροπὴ πρὸς τὸ χαρίζεσθαι ἑαυτοῖς τὸ εἰπεῖν τὸν χριστὸν ἀφετε καὶ ἀφεθήσεται ὑμῖν ἀλλ’ ἐπειδὴ πολλοὶ οὐ σφὸδρα τοῖς μέλλουσιν πιστέυουσιν ἀπὸ τῶν προ ὑπηργμένων ποιεῖται τὴν παράκλησιν χαριζόμενοι γὰρ φησιν ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν χριστω ἐχαρίσατο ἡμῖν τι ἐστιν ἐν χριστῶ τουτέστιν μετὰ κινδύνου τοῦ ὑιοῦ αὐτοῦ διὰ τῆς σφαγῆς αὐτοῦ καὶ τοῦ σταυροῦ καὶ σὺ μὲν φησιν ἀκινδύνως χαρίζει ὁ δὲ θεὸς μετὰ τοῦ θανάτου τοῦ μονογενοῦς αὐτοῦ ἐχαρίσατο ἡμῖν ὁρᾶς ὑπερβολήν
187177vEph.4.32-Eph.5.1ρϛβ γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ἀρκεῖ τοῦτο πρὸς μισθὸν τῷ χαριζομένω τὸ γενέσθαι μιμητὴν θεοῦ
188177vEph.5.1ρϛγ ὡς τέκνα ἀγαπητά ἰδοὺ καὶ ἄλλη πρὸς τὸ χαρίζεσθαι προτροπὴ μᾶλλον δὲ ἀνάγκη ἀνάγκην γὰρ ἔχετε φησιν μιμεῖσθαι τὸν πατέρα ὑμῶν εἶτα ἐπειδὴ μὴ πάντα τὰ τέκνα μιμεῖται τὸν πατέρα πρόσεθηκεν τὸ ἀγαπητά τοῖς γὰρ τοιόυτοις καὶ ἐξ ἀνάγκης τινὸς ἡ μίμησις
189177vEph.5.1-Eph.5.2ρϛδ /ωριγενες ωρ καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας ἰδοὺ πάντων ἡ ῥίζα τάυτης γὰρ ὄυσης καὶ ἡφυγὴ τῶν κακῶν καὶ ἡ ποίησις τῶν ἀγαθῶ εὐχερῶς κατορθοῦται καθώς φησιν ὁ χριστὸς ἡγάπησεν ἡμᾶς καί οὐκ ἔστιν ὃμοιον τῆς τοῦ χριστοῦ ἀγάπης τὸ ἡμέτερον ὁ μὲν γὰρ ἐχθροὺς ὅντας ἡμᾶς ἠγάπησεν σὺ δὲ φησιν τοῦτο κἂν εἶς τοὺς πλησίον ἐπίδειξαι καὶ ὁ μὲν χριστὸς ἑαυτὸν εἰς θάνατον παρέδωκεν σοῦ δὲ ἀκίνδυνος καὶ ἀζήμιος ἔσται ἡ πρὸς τὸν πλησίον ἀγάπη εἰ δὲ ἐχθροὺς ἀγαπήσεις κατὰ μίμησιν τοῦ χριστοῦ γενήση καὶ θυσία τῷ θεῷ καὶ προσφορὰ εἰς ὀσμὴν εὐωδίας λογιζομένη ὅυτως ὁ χριστὸς γέγονεν ὅυτω καὶ ἡμεῖς ἂν θελήσωμεν ἐσώμεθα
190178rEph.5.3ρϛε πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία εἰπεν περὶ τοῦ θυμικοῦ πάθους τοῦ θυμοῦ καὶ τῆς ὀργῆς καὶ τῆς πικρίας ἢλθεν λοιπὸν εἰς τὸ ἐπιθυμητικὸν τὸ τῆς πορνείας καὶ γὰρ καὶ ὁ νόμος πρῶτον εἰπὼν οὐ φονέυσεις ὅπερ τοῦ θυμικοῦ πάθους ὑπάρχει τότε εἶπεν οὐ μοιχεύσεις ὅπερ τοῦ ἐπιθυμητικοῦ καθέστηκεν καθάπερ γὰρ ἡ πικρία καὶ ἡκραγὴ καὶ ἡ κακία καὶ η βλασφημία τοῦ θυμικοῦ πάθους ἐστὶν ὅυτως τοῦ ἐπιθυμητικοῦ πορνεία μοιχεία ἀκαθαρσία πλεονεξία εἰ γὰρ καὶ μὴ σωμάτων χρημάτων μέντοι ἐπιθυμεῖ
191178rEph.5.3ρϛϛ μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν ̃οἶδεν γὰρ τοὺς περὶ τούτων λόγους ὑπεκκαύματα καὶ προτροπὰς τῶν ἔργῶν γινομένους
192178rEph.5.3 καθὼς πρέπει ἁγίοις ὅυτως γὰρ πρέπει τοὺς ἁγίους εἶναι σπουδαίους
193178vEph.5.3-Eph.5.4ρϛζ καὶ αἰσχρότης ἠ μωρολογία ἢ εὐτραπελία ὥσπερ ἄνω τὴν κραυγὴν περι εῖλεν ὄχημα τῆς ὀργῆς ὑπάρχουσαν ὅυτως νῦν τὴν αἰσχρολογίαν καὶ τὴν εὐτραπελίαν καὶ τὴν μωρολογίαν ὑπέκκαυμα τῆς πορνείας τυγχάνουσαν
194178vEph.5.4ρϛθ /ωριγενες ωρ τὰ οὖκ ἀνήκοντα ἵνα μὴ δόξη φορτικός τις εἶναι καὶ τὴν ἐτραπελείαν ἐκκόπτων Τὴν αἰτίαν ἐπάγει τὰ μὴ ἀνήκοντα φησιν τί γὰρ πρὸς ἡμᾶς ταῦτα οὐδὲν κοινὸν ἡμῖν πρὸς ταὺτα οὐ γὰρ γέλωτος ἢ εὐτραπελείας ὁ παρὼν καιρὸς ἀλλὰ πένθους καὶ ἀγῶνος ὡσεὶ ἔλεγεν ἐφέστηκεν ὁ δίαβολος πάντοθεν τρίζων τοὺς ὀδόντας καθ’ ἡμῶν καὶ ὠρυόμενος καὶ σὺ παίζεις καὶ ἀστεῖας λαλεῖς καὶ πῶς αὐτοῦ περιέστη δυσχερὲς γὰρ καὶ ἀγωνιζόμενον αὐτοῦ περι γενέσθαι μὴ τι γεπαίζοντα
195178vEph.5.4ς ἀλλὰ μᾶλλον εὐχαριστία ἀνθῶν γὰρ τὰ ἀλλό τρία σου φθέγγει εὐχαρίστει τῷ θεῷ
196178vEph.5.4-Eph.5.5σα τοῦτο ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης ὅς ἐστιν εἰδωλάτρης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ ἦσαν ἴσως τινὲς παραυτοῖς οἱ λέγοντες ὅτι φοβῆσαι θέλων ὁ θεὸς ταῦτα ἀπηγόρευσεν τὰ εὐτελῇ ἢ καὶ ἐξεφάυλιζον τὰ τοιαῦτα ὡς οὐχῖ κανὰ ὅντα εἰς γέενναν ἐμβαλεῖν Οἷα καὶ νῦν γίνεται τί γάρ φασιν τὸ ἄτοπον εἰ ὁ εἰπὼν μωρὲ ἔνοχος γενήσεται γεέννης Καὶ πῶς ἣ πλεονεξία εἰδωλολατρεία τούτους οὖν αἰνίττεται ὁ ἀπόστολος καὶ δηλοῖ καὶ ἡ ἐπαγωγή μηδεὶς ὑμᾶς ἐξαπατάτω φησι κενοῖς λόγοις κενοῖς δὲ τοῖς μὴ ἔχουσιν τὸ ἐλπισθὲν αὐτοῖς πέρας μὴ δὲ εῖς ἔργον ἐκβαίνουσιν
197179rEph.5.6σβ μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις ἄρα ἀπάτης ἐστὶ τὸ τοιαῦτα λαλεῖν
198179rEph.5.6-Eph.5.7σγ διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν ἢ διὰ τὴν πορνείαν καὶ τὴν ἀκαθαρσίαν καὶ τὰ λοιπὰ ἠ διὰ τοὺς τοιούτους λόγους ἀπειθείας δὲ ὑιοὺς Τοὺς ἀσπειθοῦντας τοῖς τοιόυτοις δόγμασι λέγει
199179rEph.5.7-Eph.5.8σδ ἦτε γάρποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας πολιτείας σκότος ἦτε φησι σκότος δὲ λέγει τὸν ενπλάνη βίον νῦν δὲ διὰ τοῦ χριστοῦ φῶς γεγόνατε φῶς λέγων τὸν ἐν ἀρετῇ καὶ ̓ἐπιγνώσει θεοῦ βίον μὴ τοίνυν παλινδρομήσητε πρὸς τὸ σκότος
200179rEph.5.8σε ὡς τέκνα φωτὸς περιπατεῖτε τοῦτεστιν εὐσχημόνως ἐν γὰρ φωτὶ πᾶς τις τοῦ εὐσχήμου προνοεῖ
201179rEph.5.9σϛ ὁ γὰρ καρπὸς τοῦ πνεύματος τοιαῦτα καρποφορεῖ τὸ πνευμᾶ καὶ οἱ πνευματικόι ὡς τά γε ἕτερα τοῦ σατανᾶ εἰσιν καρποί
202179rEph.5.9σζ ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ τοῦτο ὡς πρὸς τοὺς ὀργιζομένους πρὸς τοὺς πικρούς τὸ δὲ δικαιοσύνη ὡς πρὸς τοὺς πλεονέκτας τὸ δὲ ἀληθεία ὡς πρὸς τοὺς τὴν ψευδῇ τῆς ἀκολασίας καὶ ἁμαρτίας διώκοντας ἡδονήν
203179vEph.5.10ση δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυριῷ ́ἄρα ἀδοκίμου καὶ παιδικῆς διανοίας τὰ ἄλλα
204179vEph.5.10-Eph.5.12σθ ωρ καὶ μὴ κοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν ποῖος γὰρ καρπός ποῖον ὥφελος ἐξ ἐκείνων θάνατος μὲν οὖν σκότος δὲ λέγει τὸν ἐν πλάνη καὶ ἐν ἁμαρτίαις ἄνθρωπον καὶ τί λέγω μὴ συγκοινωνεῖτε μᾶλλον φησι καὶ ἐλέγχετε παιδέυοντες αὐτοὺς διὰ τῶν ἐλέγχων τοῦτο δὲ οὐκ ἐστίν ἐναντίον τὸ μὴ κρίνετε ὧδε γὰρ τὸ ἐλέγχετε ἀντὶ τοῦ παιδέυετε κεῖται ἐκεὶ δὲ τὸ κατακρίνετε
205179vEph.5.13σι τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται τουτέστιν ἄν ἦτε ὑμεῖς ἐνάρετοι οὐ δύνανται λανθάνειν οἱ πονηρόι ἀλλ’ αὐτὸς ὑμὼν ὁ βίος καὶ πρὸς τῶν ὑμετέρων λόγων κατήγορος καὶ ἔλεγχος ἔστιν αὐτῶν ἐὰν γὰρ λανθάνουσιν ἀδιόρθω τοιμένουσιν φανερούμενοι δὲ διορθωθήσονται
206179vEph.5.13σια πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν ἢ τοῦ τό φησιν ὅτι τὰ ἁμαρτήματα ἐπὰν φανερωθῇ φῶς γίνεται τουτέστιν εἰς δικαιοσύνην τρέπεται ἐκ μετανοίας ἢ ὅτι ἐνάρετος βίος οὐ δύναται κρυβῆναι δίο ἐλέγχει τὸ σκότος τουτέστιν τοὺς πονηρούς
207180rEph.5.13-Eph.5.14σιβ διὸ λέγει ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καθεύδοντα καὶ νεκρὸν τὸν ἐν ἁμαρτίαις λέγει Καὶ γὰρ καὶ ἀνενέργητος ἐστιν πρὸς τὸ ἀγαθὸν ὡς ὁ νεκρὸς καὶ φαντασιοῦται ὡς ὁ καθεύδων καὶ εἰδεχθής ἐστι καὶ δυσωδίας γέμει ὡς ὁ νεκρὸς πάλιν
208180rEph.5.14σιγ καὶ ἐπιφαύσει σοι ὁ χριστός ὅτι δὲ φησιν ἐστί σκοτος ὁ ἐν ἁμαρτίαις ἀκουσον πῶς αὐτὸν καθεύδοντα καὶ νεκρὸν ἡ γραφὴ καλεῖ καὶ οὐκ ἂν ἄλλως αὐτῷ ἐπιλάμψη ὁ χριστὸς πλὴν εἰ μὴ πάυσηται τῆς ἁμαρτίας τὸ γὰρ ἔγειραι παῦσαι ἐστι ταῦτα καὶ πρὸς ἀπίστους καὶ προς πιστοὺς ἀμαρτωλοὺς ἁρμόζει τὸ δὲ ἐπιφαῦσει ἐπιλάμψει ἐστιν
209180rEph.5.14-Eph.5.15σιδ βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε πρόβατα ἐστὲ ἐν μέσω λύκων διὸ πολλῆς παραφυλακῆς χρεία μὴ ἀναδέξασθε ἔχθρας πλὴν τῶν διὰ τὸ κήρυγμα
210180rEph.5.15-Eph.5.16σιε μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοὶ ἐξαγοραζόμενοι τὸν καιρόν οἱ γὰρ σοφοὶ ἴσασιν πῶς δεῖ περιπατεῖν πάντα γάρ φησιν δεῖ προϊέσθαι καὶ ἀγοράζειν τὸ μὴ περὶ τὴν πίστιν ναυαγῆσαι
210ex180rEph.5.16 ἢ ὅυτως ὁ καιρὸς οὐκ ἔστιν ἡμῖν βέβαιος πάροικοι γὰρ ἐσμέν ἀγόρασον οὖν αὐτὸν καὶ ποίησον αὐτὸν ἴδιον πῶς δὲ ἐσται τοῦτο Διὰ τοῦ ἐν αὐτῷ εὐαρεστῆσαι τῷ θεῷ τότε γὰρ ὃυτος ἴδιος γίνεται ὅταν αἱ ἐν αὐτῷ πράξεις καλαὶ ἐπακολουθοῦσιν ἐκεῖ δοξάζουσαι ὥσπερ αἱ κακαὶ κατακρίνουσαι
211180vEph.5.16σιϛ ὅτι αἱ ἡμέραι πονηραί εἰσιν οὐχ αἵ ἐν αὐταῖς ὧρᾳ ἢ οἱ χρόνοι εἰσὶ πονηροὶ μὴ γένοιτο ἀλλ’ ἐκ τῶν ἐν αὐταῖς κακῶν παρ’ ἡμῶν γινομένων τὰς ἡμέρας πονηρὰς ἐκάλεσεν ὡς ἡμεῖς λέγομεν καλὴν ἢ κακὴν ἡμέραν ἐποίησα Οὐ τοῦτο λέγοντες ὄτι αὐτὴ ἡ φύσις τῆς ἡμέρας καλὴ ἢ κακὴ ἀλλ’ ἐκ τῶν ἡμῖν συμβαινόντων ὅυτως αὐτὴν ὀνομάζοντες διὰ τοῦτο καὶ ὁ χριστός φησιν ἀρκετὸν τῇ ἡμέρα ἡ κακία αὐτῆς τουτέστιν τὰ ἐν αὐτῇ κακὰ παρ’ ἡμῶν γινόμενα
212180vEph.5.16-Eph.5.17σιζ διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἐπειδὴ ἡ πονηρία φησιν ἀνθεῖ καὶ ἐπικρατεῖ τοῦ παρόντος βίου καὶ τῶν ἡμερῶν μὴ γίνεσθε ἄφρονες ὥστε ἀλίσκεσθαι αὐτῇ
213180vEph.5.17σιη ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου θέλημα δὲ τοῦ κυριοῦ τοῦ τὸν παρόντα καιρὸν ἐξαγοράζεσθαι
214180vEph.5.17-Eph.5.18σιθ καὶ μὴ μεθύσκεσθε οἴνῳ ὁ γὰρ οἶνος πρὸς εὐφροσύνην οὐ πρὸς μέθην δέδοται
215180vEph.5.18σκ ἐν ᾧ ἐστὶν ἀσωτία θυμώ δεισποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς καὶ πρὸς ἀσέλγειαν ἐπιρρεπεῖς
216180vEph.5.18σκα ἀλλὰ πληροῦσθε ἐν πνεύματι θέλεις πληροῦσθαι φησι καὶ ὡς εἰπεῖν μεθύσκεσθαι τοῦτο ποίει ἐν τῷ ἁγίω πνευματικί πληρούμενος αὐτοῦ ἔσται δὲ τοῦτο διὰ ψαλμῶν καὶ ὠδῶν
217180vEph.5.18-Eph.5.19σκβ λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εἰσὶ γὰρ καὶ διαβολικάι
218181rEph.5.19σκγ ἄδοντες καὶ ψαλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ κυρίῳ μὴ τοῖς χείλεσι μόνον ἀλλὰ καὶ κατὰ καρδίαν
219181rEph.5.19-Eph.5.20σκδ εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί διὰ τοῦ ὀνόματος τοῦ χριστοῦ πάντα ἡμῖν ὑπάρχει
220181rEph.5.21σκε ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ κύριου ὅταν γὰρ ἔκαστος ἐκάστω ἔιη ὑποτεταγμένος καὶ μὴ διάτι πραγμα κοσμικὸν ἢ ἄτοπον ἀλλὰ διὰ φόβον χριστοῦ τί ἔσται λοιπὸν ἐν μέσω κακόν
221181rEph.5.21-Eph.5.22σκϛ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ κυρίῳ ἐὰν γὰρ ὦσιν οὗτοι ἐν εἰρήνη πᾶσα ἡ οἰκία εἰρηνέυει καὶ πάντες ἀπολαύσουσι τῆς ἔνθεν ὠφελείας
222181rEph.5.22-Eph.5.23σκζ ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας βαβαὶ ὑποταγῆς ἐπίτασις πῶς οὖν φησιν ὁ χριστὸς ἐὰν μήτις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ οὐ δύναται ἀκολουθῆσαι μοι καὶ φαμέν ὅτι τὸ ΩϹ οὐ πάντως ἰσότητα σημαίνει ἢ ὅτι τοῦτο φησιν ὡσεῖ δῦιαι ὅτι τῷ χριστῷ εἰσιν ὑποτασσόμεναι ἐκ τούτου
223181rEph.5.23σκη καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος καὶ αὐτὸς ὁ ἀνὴρ καὶ γὰρ ἡ κεφαλὴ σωτηρία ἐστι τοῦ λοιποῦ σώματος μικροῦ τὰς πάσας αἰσθήσεις ἔχουσα ἐν ἑαυτῆ οὐκ οὖν καὶ ὁ ἀνὴρ τῆς γυναικός ὅρα δέ πῶς τὸ ἀρχικὸν καὶ προνοητικὸν ἀπένειμεν τῷ ἀνδρί τὸ δὲ ὑποτακτικὸν τῇ γυναικί
224181vEph.5.23-Eph.5.24σκθ ἀλλ’ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί τὸ ἄπαν πλῆθος ἐν γὰρ τοῖς καθέκαστον ἔνι καὶ ἀν ὑπότακτος
225181vEph.5.24-Eph.5.25σλ οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν Καὶ ἑαυτὸν παρέδωκεν ὑπερ αὐτῆς θέλεις αὐτὴν ὑποτετάχθαι σοι ὡς τῷ κυριῷ ἀγάπα αὐτὴν ὡς ὁ κυριός τὴν ἐκκλησίαν κἆν δέητι παθεῖν ὑπὲρ αὐτῆς κἂν ἀποθανεῖν μὴ παραιτήση σὺ μἐν γὰρ ἴσως εἰς ὑποτεταγμένην καὶ ἀγαπῶσαν ταῦτα ἐπι δείξη ὁ δὲ χριστὸς εἰς ἐχθρὰν καὶ ἀποστρεφομένην καὶ φέγουσαν
226181vEph.5.25-Eph.5.26σλα ἵνα αυτὴν ἁγιάσῃ ἆρα οὖν ἅναγνος ἦν καὶ ἀκάθαρτος οἶαν οὖν εἰ λάβοις γυναῖκα οὐκ ἂν ὅυτως ἀκάθαρτον λήψη ἀλλ’ οὐκ ὠν είδισεν ὁ χριστὸς τὴν ἐκκλησίαν αὐτὴν οὖσαν οὐκ οὖν μὴ τὲ σὺ τὴν σαυτοῦ γυναῖκα
227181vEph.5.26σλβ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι τουτέστιν τῷ βαπτίσματι ἀπέλουσε γὰρ αὐτῆς τὴν ἀκαθαρσίαν
228181vEph.5.26 ποίω δὲ ῥήματι ᾧ αὐτὸς εἶπεν τοῖς ἀποστολὸις βαπτίζοντες αὐτούς φησιν εἰς τὸ ὅνομα τοῦ πατρὸς καὶ τοῦ ὑιοῦ καὶ τοῦ ἁγίου πνευματὸς
229181vEph.5.26-Eph.5.27σλγ ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν οὐχ ἁπλῶς καθαρὰν ἀλλ’ ἔνδοξον ὥσπερ τοίνυν ὁ χριστὸς πάντων αἴτιος τῶν ἀγαθῶν τῇ ἐκκλησία καὶ σὺ κατὰ δύναμιν ἔσω τῇ σῆ γυναικί καὶ ὥσπερ αὐτὸς σώματος οὐκ ἐπιζητεῖ κάλλος ἀλλὰ ψυχῆς ὅυτω καὶ συ ἀν γὰρ ψυχῆς κάλλος ἐπιζητῆς καὶ εἰς τοῦτο αυτὴν ῥυθμήσης καὶ τῷ θεῷ καὶ σαυτῷ καλὴν ἐργάση
230182rEph.5.27σλδ μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ’ ἵνα ἦ ἁγία καὶ ἄμωμος διὰ τούτων τὰ ψυχικὰ λέγει πάθη τὰ δυσειδῆ τὸν ἐν τὸς ποιοῦντα ἄνθρωπον
231182rEph.5.28σλε οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα οὐχ ὥς εἰς μεῖζον ἐρχόμενος ὑπόδειγμα Τὸ τοῦ οἰκείου σώματος εἴρηκεν ὑπερβάλλει γὰρ τὸ κατὰ χριστὸν πρὸς τὴν ἐκκλησίαν ἀλλ’ ὡς οἰκειότερον καὶ ἐγγύτερον ἐκ τούτου γὰρ καὶ ὀφειλὴν τὸ πραγμα δείκνυσιν εἰ γὰρ σῶμα ἐστι σὸν ἡ γυνὴ ἔσονται γάρ φησιν οἱ δύο εἰς σάρκα μίαν κατὰ ὀφειλὴν προνοήσεις αὐτῆς ὡς σαρκός σου
235182rEph.5.28-Eph.5.29σλϛ οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτὴν τὴν ἡκριβωμένην ἕνωσιν καὶ ἀγάπην δηλοῖ
233182rEph.5.29σλζ καθὼς καὶ ὁ χριστός τὴν ἐκκλησίαν συνεχῶς τὸ τοῦ χριστοῦ χρεῖται παραδείγματι πρὸς ἀγάπην τοὺς ἄνδρας ἐκ τούτου παρακαλῶν
234182rEph.5.30σλη ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ ὡσεὶ εἶπεν γνησίως ἐσμὲν ἐξ αὐτοῦ ἐπειδὴ γὰρ τὰ ὀστὰ καὶ τὸ σῶμα χαρακτηρίζει τὸν ἄνθρωπον διὰ τὴν γνησιότητα φησιν ἐξ αὐτῶν ἡμᾶς εἶναι
234ex182rEph.5.30 ἐξ αὐτοῦ δὲ καθ’ ὃ ἀπαρχὴ ἡμῶν ἐστιν τῆς δευτέρας πλάσεως ὥσπερ ἐκ τοῦ ἀδὰμ διὰ τὴν πρώτην
232182vEph.5.30-Eph.5.31σλθ ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ ὅτι γάρ ἐστι σὰρξ τοῦ ἀνδρὸς ἡ γυνὴ ἄκουε τοῦ ἀδὰμ λέγοντος τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου
236182vEph.5.31σμ καὶ ἕσονται οἱ δύο εἰς σάρκα μίαν ἰδὸυ καὶ ἕτερον δικαίωμα ἀγάπης ὅτι σῶμα ἀλλήλων εἰσίν
237182vEph.5.32σμα ωρ τὸ μυστήριον τοῦτο μέγα ἐστὶν ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν πῶς μέγα ὅτι ὁ χριστός ἐξὸν μένειν εἰς τὴν ἰδίαν δόξαν ἐταπέινωσεν ἑαυτὸν ἐν ἀνθρωπήσας ἵνα προσκολληθῇ τῇ ἐκκλησία καὶ γένωνται οἱ δύο εἰς πνεῦμα ἔν ὁ γὰρ κολλώμενος φησιν τῷ κυριῷ ἓν πνεῦμα ἐστίν
238182vEph.5.33σμβ πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἔνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν ὡσέι ἔλεγεν οὐχὶ ἠ ἀναγωγῇ τοῦ νοήματος καὶ ἡ πνευματικῇ ἐξήγησις ἀνατρέπει τὸ ἰδικόν δύναται γὰρ καὶ πνευματικῶς καὶ ἰδικῶς ἑρμηνεύεσθαι
239182vEph.5.33 οἱ καθ’ ἔνα δὲ εἶπεν οἷον ἄνθρωποι τὰ γὰρ τοῦ κατὰ ἀναγωγὴν νοήματος εἰς κοινότητα ὁρᾶ τουτέστιν τὴν ἐκκλησίαν
240182vEph.5.33σμγ ἡ δὲ γυνὴ ἵνα φοβεῖται τὸν ἄνδρα οἷδεν γὰρ ἥϊσοτι μία ἀκαταστασίας ὑπόθεσις γίνεσθαι διὰ τοῦτο μίαν ἀρχὴν κελέυει εἶναι τὴν τοῦ ἀνδρός τι δήποτε δὲ περι τῆς ἀγάπης πολλὰ διαλεχθεῖς περι τοῦ φόβου οὐχ ὅυτως ἐποίησεν ὅτι προηγουμένος τὴν ἀγάπην εἶναι δεῖ ὅυτω γὰρ καὶ ὁ φόβος ἔψεται τὸ δὲ φοβεῖσθαι νόει ὡσπερ ἐπει γυναῖκα φοβεῖσθαι δουλοπρεπῶς
241183rEph.5.33-Eph.6.1σμδ τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν εἶπεν περὶ τῆς πρώτης ἀρχῆς τῆς κατὰ τὸν ἄνδρα νῦν περὶ τῆς δευτέρας λέγει τῆς κατὰ τοὺς γονεῖς ἡμὲν γὰρ γυνὴ τῶ ἀνδρί τὰ δὲ τέκνα αὐτῷ τε καὶ τῇ γυναικὶ ὑπόκεινται
242183rEph.6.1-Eph.6.2σμε ἐν κυριῷ τοῦτο γάρ ἐστιν δίκαιον τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου τουτέστιν κατὰ κυρίον ἐν οἷς μὴ βλάπτεται ἡ εὐσέβεια τί γὰρ ὅτι προστῆσαι βούλεται ὁ πατὴρ τὴν θυγατέραν ἢ αἰσχρὰν διδάξαι τέχνην τὸν υἱόν ἢ πρὸς ἑλληνισμὸν ἀγαγεῖν τὰ γὰρ τοιαὺτα οὐκ ἐν κυρίῳ ἐστιν
243183rEph.6.2-Eph.6.3σμϛ ἥτις ἐστὶν ἐντολὴ πρῶτη ἐντολὴ ἐν ἐπαγγελίᾳ,ἵνα εὖ σοι γένηται καὶ τοι οὐκ ἔστιν αὔτῃ πρώτῃ ἔστι γὰρ πρώτη οὐ φονεύσεις οὐ μοιχέυσεις ἀλλ’ ὅρα τί προς τέθεικεν ἐν ἐπαγγελία ἐκ εῖναι γὰρ αἱ πρῶται οὐκ ἔχουσιν ἐπαγγελίας ἀναχώρησις γάρ εἰσι κακῶν Οὐκ ἀγαθοῦ ἐργασία αὔτῃ τοι γάρ οὖν κατὰ τὸν τῆς ἐπαγγελίας λόγον ἐστὶ πρώτῃ ἀγαθοῦ γάρ ἐστιν ἐργασία
244183rEph.6.3σμζ καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς ὅρα σοφίαν ἐπειδὴ πρὸς νηπίους ὁ λόγος αὐτῷ πρὸς γὰρ τὰ τέκνα λεγεῖ αὐτὴν τὴν κειμένην ἀμοιβὴν εἴρηκεν καὶ οὐδὲν ὑψηλόν οὐ περὶ βασιλείας οὐρανῶν·οὐ περὶ μιμήσεως χριστοῦ ὅπερ ἐπὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐποίησεν τί γὰρ ἡ δύτερον παισὶ τῆς μακροχρονίας καὶ γὰρ καὶ τοῖς ἰουδαίοις ὡς νηπίοις οὖσι τὰς φρένας ταῦτα ἐνομοθετήθη οὐ γὰρ ἴσχυον τέλείων ἀκούειν
245183vEph.6.3-Eph.6.4σμη καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν οὐκ εἶπεν ἀγαπᾶτε τοῦτο γὰρ αὐτοὺς ἡ φύσις καὶ ἄκοντας ἀπαιτεῖ ἀλλὰ μὴ παροργίζετε τουτέστιν μὴ ἀποκληρονόμους μὴ ἀποκηρύκτους ποιῆτε μὴ φορτικὰ καὶ δούλοις πρέποντα αὐτοῖς ἐπιτάσσετε καὶ πρὸς αὐτοὺς ἀεὶ δυσχεράινετε
246183vEph.6.4σμθ ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου τοῦτο τῆς παραινέσεως τὸ κεφάλαιον τῶν πνευματικῶν γὰρ ὄντων Καὶ τὰ σαρκικὰ ἀκολουθήσει τοῦτο γὰρ αὐτοὺς μάλιστα πιθινίους ποιεῖ
247183vEph.6.5σν οἱ δοῦλοι ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις τοὺς δούλους ἐσχάτους τέθεικεν ἐπειδὴ καὶ εἰσὶν τῷ ἀξιώματι οὐκέτι δὲ τούτοις ὡς παιδίοις νηπίως διὰ λέγεται ἀλλ’ ὡ τελείοις κατὰ σάρκα δὲ τουτέστιν τοῖς προς καίροις ἐκ τούτου δὲ καὶ παραμυθεῖται αὐτούς
248183vEph.6.5σνα μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι καρδίας ὑμῶν ὡς τῷ κυριῷ εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλους ὑποτάσσει πόσω μᾶλλον τούτους τὸν δὲ τοιοῦτον οὐκ ἀπαιτεῖ παρὰ γυναικῶν φόβον ἐπειδὴ μήτε εἰσὶ δοῦλοι ἀλλ’ ὑπήκοοι καλῶς δὲ τὸ ἐν ἀπλότητι καρδίας ἔνι γὰρ καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν ἀλλ’ οὐκ ἐξευνοίας ̓ἀλλὰ κακόυργως
249184rEph.6.5-Eph.6.6σνβ μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι ἵνα ὅταν πάρεισιν οἱ δεσπόται καὶ ὁρῶσιν ἀλλ’ ἵνα καὶ ἀπόντων αὐτῶν τὰ δέοντα ποιεῖεν
250184rEph.6.6σνγ ἀλλ’ ὡς δοῦλοι χριστοῦ ἄρα οὖν ὁ ἀνθρωπάρεσκος οὐκ ἐστι χριστοῦ δοῦλος
251184rEph.6.6-Eph.6.7σνδ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς μετ’ εὐνοίας δουλεύοντες τῷ κυριῷ καὶ οὐκ ἄνθρωποις ἐνί γὰρ καὶ ἐν ἁπλότητι καὶ ἀκούργως ἐργάζεσθαι μὴ μέντοι ὡς ἡ δύναμις πάρεστιν ἀλλὰ τὸ ὁρισμένον μόνον καὶ οὐ κατὰ ἄνθρωποις φησιν τουτέστιν
252184rEph.6.7 μὴ κατὰ βίαν ἀλλ’ ἐκ προαιρέσεως
253184rEph.6.7-Eph.6.8σνε εἰδότες ὅτι ὃ ἐάν ἕκαστος ποιήσῃ ἀγαθὸν τοῦτο κομιεῖται παρὰ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος ἐπειδὴ εἰκός ἐστιν πολλοὺς τῶν δεσποτῶν μὴ ἀμείβεσθαι τῆς εὐνοίας τοὺς δούλους ἐκεῖ αὐτοῖς ὑπισχνεῖται τὴν ἀμοιβήν
254184rEph.6.8-Eph.6.9σνϛ καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς τὸ αὐτὸ ποῖον μετ’ εὐνοίας δουλεύετε μὴ ὡς ̓ἀνθρωπάρεσκοι ἀλλὰ ταῦτα οὐ λέγει φανερῶς καίτοι ταῦτα διανοηθείς καὶ γὰρ καὶ οἰ κύριοι δουλεύουσι τοῖς δούλοις ὅταν γὰρ ἐκεῖνου κοιμωμένου καὶ ῥέγχοντος ὁ δεσπότης περὶ τροφῶν περὶ ἐνδυμάτος μεριμνῶν καθεύδει ἆρα οὐ δουλεύει ἔστι δὲ καὶ ἐπὶ τῶν κυρίων τὸ μετὰ φόβου καὶ τρόμου ἁρμόσαι τοῦ πρὸς θεὸν δηλονότι
255184rEph.6.9σνζ ἀνιέντες τὴν ἀπειλήν μὴ φορτικοί φησιν μὴ ἐπαχθεῖς
256184vEph.6.9σνη εἰδότες ὅτι καὶ ὑμῶν καὶ αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανῶ ᾧ γὰρ μέτρω μετρεῖτε μετρηθήσεται ὑμῖν φησιν μὴ ἀκούσης καὶ σὺ δοῦλε πονηρὲ πᾶσαν ἐκεῖνην τὴν ὀ φειλὴν ἀφῆκα σοι καὶ τὰ τούτων ἑξῆς
257184vEph.6.9σνθ καὶ προσωποληψία οὐκ ἔστιν παρ’ αὐτῷ μὴ νομίσης ὅτι τῶν εἰς τὸν δοῦλον γινομένων κακῶν καταφρονεῖ διὰ τὸ τοῦ προσώπου εὐτελές οὐκ ἔνι παρὰ θεῷ δοῦλος καὶ δεσποτῆς
258184vEph.6.9-Eph.6.10σξ τὸ λοιπὸν ἀδελφοί ἐν δυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ μετὰ τὸ διὰ τάξαι φησὶ τὰ εἰκότα τοῦτο ὑπό λοιπον τὸ ἐνδυναμοῦσθαι ὑμᾶς ἐν κυρίῳ τουτέστιν ἐν τῇ εἰς αὐτὸν ἐλπίδι καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ διὰ γὰρ τῆς αὐτοῦ βοηθείας ὕπαρχει ἡμῖν τὸ ἐλπίζειν εἰς αὐτόν
259184vEph.6.10 ἰσχυρὸς γάρ ἐστι φησὶν καὶ ἱκανὸς πάντα κατορθὼσαι
260184vEph.6.10-Eph.6.11σξα ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ μετὰ τὸ διοικῆσαι πάντας κατὰ τάξιν λοιπὸν καθ’ ὁπλίζει αὐτοὺς ὡς πρὸς πώλεμον
261184vEph.6.11σξβ προς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου οὐκ εἶπεν μάχας ἀλλὰ μεθοδίας ὅπερ ἐστι χαλεπώτερον οἷον πρὸς τὰς ἐπιβουλάς προς τὰς ἐνέδρας πρὸς τοὺς δόλους
262184vEph.6.11-Eph.6.12σξγ ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ταῦτα φησιν δεικνὺς ὅτι νήψεως χρεία καὶ ἐγρηγόρσεως πρὸς τὸν πόλεμον οὐ πτοῆσαι βουλόμενος ὁ γὰρ διδάσκων τοῦ ἐχθρὸυ τὴν δύναμιν ἀσφαλετέρους ποιεῖ τοὺς οἰκείους
263185rEph.6.12σξδ ἀλλὰ πρὸς τὰς ἀρχάς περὶ δαιμόνων λέγει οὓς ἡμεῖς αὐτοὺς πεποιήκαμεν ἄρχοντας ἐκόντες αὐτοῖς ὑποκλινόμενοι οὐ γὰρ ἔλαχον τοῦ ἄρχειν ἡμῶν ἀλλὰ πατεῖσθαι ἰδοὺ γάρ φησι δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων
264185rEph.6.12 πρὸς τὰς ἐξουσίας οὐ γὰρ ἕξει περαιτέρω τοῦ κόσμου χώραν
265185rEph.6.12σξε πρὸς τοὺς κοσμοκράτορας κόσμον οἶδεν ἡ γραφὴ τὰς πονηρὰς πράξεις καλεῖν οὕτω καὶ ὁ χριστὸς πρὸς τοὺς ἑαυτοῦ μαθητᾶς ὑμεῖς οὐκ ἐστέ φησιν ἐκ τοῦ κόσμου τούτου καίτοι ἦσαν ἀλλὰ τὰς πονηρὰς πράξεις λέγων ὅυτως εἶπεν κοσμοκράτορας οὖν φησι τοὺς δαίμονας ὡς ὄντας τῶν πονηρῶν πράξεων καθηγεμόνας
266185rEph.6.12σξϛ τοῦ σκότους τοῦ αἰῶνος τούτου ἵνα μὴ φοβηθεῖς ἀκόυων κοσμοκράτορας ἐπήγαγεν τίνος ἄρχουσι τῆς πονηρίας φησι σκότος γὰρ τοῦ αἰῶνος τούτου τὰς πονηρὰς λέγει πράξεις
267185rEph.6.12σξζ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πρὸς τὰ πνευματικὰ τῆς πονηρίας τουτέστιν δαιμόνια τὰ ὄντα ἠ τῆς πονηρίας οἷον τοῦ διαβόλου ὑπ’ αὐτὸν γὰρ τελοῦσιν οἱ τῶν πονηρῶν πράξεων καθηγηταί
268185rEph.6.12σξη ἐν τοῖς ἐπουρανίοις ὡσεὶ ἔλεγεν ἔστιν δὲ ἡμῖν πρὸς τούτους ἡ πάλη οὐ περὶ μικρῶν τινῶν ἀλλ’ ὑπὲρ τῶν ἐπουρανίων πραγμάτων οἷον βασιλείας οὐρανῶν καὶ ὑιοθεσίας διὸ νήφειν χρή ἡ δὲ ἀντὶλεξις ἰδικῶς διὰ τὰ ἐπουράνια φησὶ τὸ γὰρ ἐν διά ἐστιν
269185vEph.6.12-Eph.6.13σξθ διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀντιστῆναι ἐπειδή φησι χαλεποὶ οἱ ἐχθροί
270185vEph.6.13σο ἐν τῇ ἡμέρα τῇ πονηρᾷ ἡμέραν πονηρὰν τὸν παρόντα καλεῖ βίον διὰ τὰ ἐν αὐτῷ πονηρὰ πράγματα δεικνὺς βραχὺν τὸν τοῦ πολέμου καιρόν κατ' αὐτὸ προθυμίαν αὐτοῖς διδούς
271185vEph.6.13σοα καὶ ἅπαντα κατεργασάμενοι στῆναι ἅπαντα οἷον πάθη τὰς ἐπιθυμίας κατεργασάμενοι οἷον καταπολεμήσαντες στῆναι νικηφόροι τινες καὶ λαμπροὶ τοῖς τροπαίοις πολλοὶ γὰρ μετὰ τὸ νικῆσαι πάλιν ἔπεσαν ἀλλ’ ἵνα ἐνστῆτε τῇ νίκῃ
272185vEph.6.14σοβ στῆτε οὖν περιζωσάμενοι ἐπὶ πόλεμον προτρέπων τὸ πρῶτον ἐν τοῖς τακτικοῖς παραινεῖ τὸ στῆναι εὐτάκτως εἶτα λοιπὸν καθοπλίζει καὶ πρῶτον ζώννυσι τὸν διαρέοντα καὶ διακεχύμενον ταῖς ἐπιθυμίαις καὶ χαμὰι τοὺς λογισμοὺς συρομένους ἔχοντα στρατίωτην καὶ ἀναστέλλει τῇ νοητῇ ταύτῃ ζώνη
273185vEph.6.14σογ /οικουμενιου τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ ὥσπερ ἐπὶ τῶν νηῶν ἡ τρόπη τὸ πᾶν συνέχει θεμέλιος τις οὖσα οὕτως ἐφ’ ἡμῖν ἡ ὀσφύς οἱ γοῦν ἀποκαμόντες πολλάκις ὥσπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας ἐπιτιθέντες διαναπάυονται τὴν τοίνυν ἀρχὴν ἡμῶν πρῶτον συσφίγγει οἷον τὸν ἐν ἡμῖν τόνον τῆς ψυχῆς ὃν τροπικῶς ὀσφὺν ἐκάλεσεν ὂν τοῦτον τῇ ἀληθεία περιζώννυσιν ἡ δὲ ἀλήθεια εἰς πολλὰ νοεῖται ἀλήθεια δογμάτων ἀλήθεια βίου χρηστοῦ ὑποκρίσεως κεχωρισμένου ἀλήθεια λόγων τὸ δολερὸν ἀρνουμένων ἀλήθεια ἐνθυμήσεως οὐδὲν ἐχούσης τοῦ νόθου καὶ κιβδήλου τῶν δαιμόνων σπόρου
273ex185vEph.6.14 δύνῃ δὲ καὶ ὡς πρὸς τὸν χριστὸν νοῆσαι τὸν ὄντως ἀλήθειαν ἐγὼ γάρ εἰμί φησιν ἡ ἀλήθεια ὃν καὶ ἐν δεδύσθαι οὐ μόνον τοῖς ἀνθρωποίς περιεζὼσθαι δεδώρηται ὅσοι γὰρ φησιν εἰς χριστὸν ἐβαπτίσθητε χριστὸν ἐνεδύσασθε
274186rEph.6.14σοδ καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης τὸν καθὸλου φησιν ἐνάρετον βίον
275186rEph.6.15σοε καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης ἢ τοῦτο φησιν ὅτι χρὴ τοὺς πόδας ἡμῶν ἐτοίμους εἶναι πρὸς τὸ εὐαγγελίζεσθαι ὡς ὡραῖοι γάρ φησιν οἱ πόδες τῶν εὐαγγελιζομένων εἶρήνην ἢ ὅτι ἐν ἑτοίμω ὁφείλομεν εἶναι καὶ βίον ἔχειν ὡς τὸ εὐαγγελίον ὑφηγεῖται τὴν γὰρ ἑτοιμασίαν τῆς καρδίας αυτῶν ὡς φησὶν ὁ προφήτης προσέσχεν τὸ οὖσσου
276186rEph.6.15 τὸ γὰρ εὐαγγέλιον εἰρήνην μὲν πρὸς τὸν θεὸν ποιεῖ Πόλεμον δὲ πρὸς τοὺς δαίμονας
277186rEph.6.15-Eph.6.16σοϛ ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως δεῖ γὰρ ἐκεῖνα προηγήσασθαι πίστιν δὲ φησι τὴν ἐλικρινῇ καὶ διάπυρον περὶ ἦς ὁ κύριος φησιν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτο μετάβηθι καὶ μετάβησεται
278186vEph.6.16σοζ ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι βέλη φησι τὰς ἐπιθυμιας τοὺς λογισμούς τους πειρασμούς καλῶς δὲ τὰ πεπυρωμένα τοιαῦται γὰρ αἱ ἄτοποι ἐπιθυμίαι
279186vEph.6.16-Eph.6.17σοη καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι τῆς σωτηρίας ὑμῶν τουτέστιν τῆς ἐλπίδος τὸ δὲ δέξασθαι οἷον φορέσατε καὶ δέξασθε τῇ κεφαλῇ
280186vEph.6.17-Eph.6.18σοθ καὶ τὴν μάχαιραν τοῦ πνεύματος ὅ ἐστιν ῥῆμα θεοῦ διὰ πᾶσης προσευχῆς καὶ δεήσεως ἢ τὸ πνεῦμα φησι περιφραστικῶς εἰρηκὼς διὰ τὸ τομὸν καὶ μεριστικὸν τῶν ἐναντίων ἔξεων ἢ τὴν πνευματικὴν ζωὴν καὶ πολιτειαν ἥτις ὡς μάχαιρα ἐνεργεῖ κατὰ τῶν νοητῶν ἐχθρῶν ὤσπερ γὰρ ὀ λόγος τοῦ θεοῦ τμητικός ἐστι ζῶν γὰρ φησιν ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος οὕτως καὶ τὸ πνεῦμα ὃ ἐστί φησιν ῥῆμα θεοῦ τουτέστιν ὃ ἕτοικεν τῶ λόγω τοῦ θεοῦ
280ex186vEph.6.18 ἢ ὅτι τὰ πνευματικά λέγει χαρίσματα ἅπερ ἐστι διὰ ῥήματος καὶ προστάγματος θεοῦ ἢ ὅπερ ἐστι ῥῆμα θεοῦ τῷ κάτῳ ζευκτέον ἵνα ᾖ ὅυτως ὅπερ ἐστι ῥῆμα θεοῦ καὶ πρόσταγμα τοῦτο φησι ποιεῖτε ποῖον διὰ πάσης προσευχῆς καὶ δέησεως προσευχόμενοι ἵνα εἴ ἦτε φησὶν ἢ ὅτι κατὰ τὸ ἐνεργεῖν καὶ τέμνειν τὰ πνευματικὰ χαρίσματα ῥῆμα ἔστιν θεοῦ τμητικὸν γὰρ τὸ ῥῆμα τοῦ θεοῦ ὅυτω μᾶλλον ὁ μακάριος ἰωάννης διὰ γὰρ ῥῆματος θεοῦ ἐπετελεῖτο τὰ χαρίσματα πᾶν γὰρ ὃ εὰν αἰτήσητε φησιν ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν φησιν ὃ χριστός
281187rEph.6.18σπ προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι μετὰ τὸ καθωπλίσαι τὸν βασιλέια λοιπὸν καλεῖ ἵνα δῷ χεῖρα
282187rEph.6.18σπα καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει ὑπὲρ πάντων τῶν ἁγίων μὴ ἐν βατολογίαις καὶ εἰς αὐτὸ ἀργπνοῦντες μηδέν φησι ῥάθυμον ἢ ἠμελημένον
283187rEph.6.18-Eph.6.19 καὶ ὑπὲρ ἐμοῦ καὶ γὰρ καὶ τὸν πέτρον φησιν ἡ εὐχὴ τῆς ἐκκλησίας ἔλυσεν τῶν δεσμῶν
284187rEph.6.19σπβ ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματος μου καλῶς τὸ ἐν ἀνοίξει οὔτε γὰρ προεμελέτα τί λαλήσαι τῷ χριστῷ πειθόμενος ἀλλ’ ἐξ ὑπογύου καὶ ἐν αὐτῷ τὸ στόμα ἀνοῖξα ὁ λόγος προείη
285187rEph.6.19σπγ ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου ἡ ἵνα ἐν παρρησίᾳ ἀπολογήσωμαι ἢ εὐαγγελίσωμαι
286187rEph.6.19-Eph.6.20σπδ ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει ὑπὲρ οὖ εὐαγγελίου πρεσβεύω πρὸς τοὺς ἀνθρώπους ἵνα φησιν ἐν αὐτῷ καὶ τοῖς ἐν αὐτῷ καταλλαγῶσιν ὑπὲρ χριστοῦ γάρ φησιν πρεσβεύομεν
287187rEph.6.20σπε ἵνα ἐν αὐτῷ παρρησίασωμαι ὡς δεῖ με λαλῆσαι ἐν δεσμοῖς ἦν καὶ ἀπολογεῖσθαι ἤμελλεν ἵνα οὖν φησι μετὰ παρρησίας καὶ ὅυτως ὡς χρὴ τῶν ὑπὲρ τηλικούτων ἀπολογούμενον ἀπολογήσωμαι
288187vEph.6.20-Eph.6.21σπϛ ἵνα δὲ ἴδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ τί πράσσω πάντα ὑμῖν γνωρίσει τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς ἄπερ ἦν παραινέσεως καὶ δογμάτων ἔγραψεν τὰ δὲ κατ’αὐτὸν τῷ φέροντι τὴν ἐπιστολὴν λαλῆσαι ἐπέτρεψεν
289187vEph.6.21σπζ καὶ πιστὸς διάκονος ἐν κυριῷ εἰ πιστὸς οὐκ οὖν καὶ ἀληθεύει
290187vEph.6.21-Eph.6.22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν τοῦτο καὶ τῆς παύλου ἀγάπης καὶ τῆς ἐκείνων σημεῖον ἦν τὸ ἐθέλειν παντὶ τρόπω γνωσθῆναι αὐτοῖς τὰ ἐν ποίοις ἦν
291187vEph.6.22σπη καὶ παρακαλέσει τὰς καρδίας ὑμῶν ἐπειδὴ γὰρ ἐν ἁλύσεσιν ἦν ὁ διδάσκαλος ἔχρηζον οἱ μαθηταὶ τὸ μὴ καταπεσεῖν παρακλήσεως
292187vEph.6.23σπθ εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἰησοῦ χριστοῦ ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ τὴν μετὰ πίστεως ἀγάπην ἵνα μὴ εἴ ἡ αὕτη πρὸς ἐτεροδόξους ἀλλὰ πρὸς μόνους πιστούς ἢ ὅτι οὐδέν ἔσται τῆς ἀγάπης κέρδος μὴ καὶ μετὰ πίστεως οὔσης
293187vEph.6.24σϛ ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κυρίον ἡμῶν ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ ἀμήν ἡ γὰρ εἰς τὸν χριστὸν ἀγάπη ἄφθαρτος καὶ ἀμείωτος μὰλλον δὲ καθ’ ἐκάστην ἐπιδιδοῦσα τὴν ἡμέραν ὤφειλεν εἶναι