Unit | Page | Verses | Attributions | Biblical | Comment |
---|
Ha | 128r | Eph.0.0 | θεοδωρητου | | Ταύτην ἐπιστέλλει ἀπὸ Ρώμης οὔπω μὲν αὑτοὺς ἑωρακὼς ἀκούσας δὲ περὶ αὐτῶν ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη ἐφέσιοι πιστεύσαντες εἰς τὸν κύριον ἡμῶν ἰησοῦν χριστὸν γνησίαν ἔσχον εἰς αὐτὸν τὴν πίστιν καὶ εἰς πάντας τοὺς ἁγίους τὴν ἀγάπην καὶ ἠβούλοντο παρὰ τοῦ παύλου βεβαιωθῆναι μαθὼν τοίνυν ὁ ἀπόστολος γράφει πρὸς αὐτοὺς τάυτην τὴν ἐπιστολὴν ὥσπερ κατηχητικήν καὶ πρῶτον μὲν δέικνυσι μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον ἀλλ’ ἐξ ἀρχῆς καὶ πρὸ καταβολῆς κόσμου εἶναι ταύτην εὐδοκίαν θεοῦ ὥστε τὸν χριστὸν ὑπὲρ ἡμῶν παθεῖν καὶ ἡμᾶς σωθῆναι ἕπειτα περὶ κλήσεως τῶν ἐθνῶν διαλέγεται ἵνα δέιξῃ ἁξίως αὐτοὺς πεπιστευκέναι καὶ ἀποδείκνυσιν ὅτι ἡ κλῆσις ἡμῶν γέγονεν οὐ δι’ ἀνθρώπου ἀλλὰ διὰ ἰησοῦ χριστοῦ ὅς ἐστὶν ὑίος τοῦ θεοῦ ἵνα καὶ ἐκ τούτου μάθωσιν ὅτι οὐκ ἀνθρωπολάτραι γέγονασιν πιστεύσαντες χριστῷ ἀλλὰ ἀληθινοὶ θεοσεβεῖς σημαίνει δὲ καὶ ἑαυτὸν διὰ τοῦτο ἀπεστάλθαι κηρύσσειν τὸ εὐαγγέλιον καὶ ὅτι καὶ περὶ αὐτῶν ἐφρόντιζεν ἔπειτα παραινετικοὺς λόγους ἀνδράσι καὶ γυναιξὶ πατράσι καὶ τέκνοις κυρίοις καὶ δούλοις τίθησιν ἐν τῇ ἐπιστολῇ καὶ καθόλου πάντας παρασκευάζει κατὰ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ πρὸς ἐκείνους ἡμῖν εἶναι τὴν πάλιν καὶ ὥσπερ ἀγαθὸς ἀλείπτης ἀλείψας τοῖς λόγοις πάντας κατὰ τῆς διαβολικῆς ἐνεργείας οὕτως τελειοῖ τὴν ἐπιστολήν |
Hb | 128r | Eph.0.0 | | | ἡ ἔφεσος μητρόπολις μέν ἐστι τῆς ἀσίας τὴν δὲ ἅρτεμιν ἔσεβεν καὶ τοσοῦτον ἦν περὶ τὴν δαίμονα τὸ σέβας ὡς καὶ νεωκόρον τὴν ἔφεσον τῆς ἀρτέμιδος ἀναορεύεσθαι ὡς ἐν ταῖς πράξεστιν ἱστόρηται ἐν αὐτῇ ἐφέσῳ ὁ εὐαγγελιστὴς ἰωάννης ἐξορισθεὶς δίετριψε πολλὰ ἐν ᾖ καὶ τελευτᾶ καὶ τὸν τιμόθεον παῦλος ἐκεῖ ἐπὶσκοπον ἐχειροτόνησεν τῶν δὲ φιλοσόφων οἱ κατὰ τὴν ἀσίαν ἀνθοῦντες ἐν τῇ ἐφέσῳ μάλιστα διῆγον διὸ πολλῇ σπουδῇ κέχρηται πρὸς αὐτοὺς γράφων καὶ τὰ βαθύτερα δὲ τῶν νοημάτων αὐτοῖς ἐπιστέλλει ἅτε κατηχημένοις καὶ τὰ ὑψηλά γράφει δὲ ἀπὸ ῥώμης τὴν ἐπιστολὴν ἐν δεσμοῖς ὑπάρχων |
1 | 128v | Eph.1.1 | α | Παῦλος ἀπόστολος Ἰησοῦ χριστοῦ… | ὅρα πόση ἧν ἡ τότε ἀρετὴ ὅτι κοσμικοῖς ἀνθρωποῖς καὶ πιστοῖς ἐπαγορέυει |
2 | 128v | Eph.1.1 | β | | εἰκότως ἀπὸ χάριτος ἤρξατο χάριτι γὰρ καὶ πατῆρ ἀνθρωπών ὁ θεός χάριτι καὶ ὁ ὑιὸς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν |
3 | 128v | Eph.1.1 | γ | | τοῦτο ὡς πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ἰουδαϊκῆς εὐλογίας ἐκέινη γὰρ σαρκικωτέρα μᾶλλον ἦν ἡ δὲ ἡμῶν πνευματική καλῶς δὲ τὸ ἐν πάση γέγονας γὰρ ἀθάνατος ἀναμάρτητος ὓιος καὶ ἀδελφὸς θεοῦ συγκληρονόμος ἡ ἀπαρχή σου προσκυνεῖται ἐκ τῶν χερουβίμ |
3Ph | 128v | Eph.1.1 | * | | εὐλόγησεν διὰ τοῦ υἱοῦ ἐξελέξατο διὰ τοῦ υἱοῦ υἱοθέτησε διὰ τοῦ υἱοῦ ἐχαρίτωσε διὰ τοῦ υἱοῦ πῶς δὲ διὰ τοῦ υἱοῦ ὣ θαῦμα διὰ τοῦ αἵματος αὐτοῦ φησιν εἶδες πλοῦτον χάριτος μᾶλλον δὲ περισσείαν καὶ ἅφατον ἔλεος οὑ μόνον δὲ ταῦτα ἀλλὰ καὶ ἐγνώρησεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ διὰ τίνος τοῦτο καὶ τοῦτο διὰ τοῦ υἱοῦ πάντα διὰ τοῦ υἱοῦ τῆς εὐδοκίας συμπαρούσης ἐν πᾶσιν τοῦ πατρός οὑδὲ γὰρ ἕν τινι ἀπέσχισται τὸ πατρικὸν βούλημα τοῦ ἡγαπημένου υἱοῦ ἐπειδὴ δὲ περὶ τοῦ γνωρισθῆναι ἡμῖν τὸ μυστήριον διέλαβε πάλιν τῆς υἱοθεσίας μέμνηται δι’ οὖ λέγων καὶ ἐκληρώθημεν οἰ γὰρ υἱοθετηθέντες ἐπὶ τῷ κηρονομῆσαι τῆς υἱοθεσίας ἀξιοῦνται ἥτις γέγονε διὰ τοῦ υἱοῦ καὶ προώρισται τῆς εὐδοκίας καὶ τοῦ πατρικοῦ βουλήματος συμπαρόντος γέγονε δὲ τοῦτο εἰς τὸ καὶ ἡμᾶς οὕτως πολιτεύσασθαι ὥστε εἰς ἔπαινον γενέσθαι τῆς δόξης αὐτοῦ τουτέστιν εἰς ἐπαινουμένην δόξαν αὐτοῦ καὶ εὐαρεστον τὸν βίον ἡμῶν καὶ τὴν πολιτείαν ὀρᾶσθαι παρὰ πάντων ὅπως γὰρ ἵδωσιν φησί τὰ καλὰ ὑμῶν ἐργα ὁ κυρίος ἐν εὐαγγελίοις καὶ δοξάσωσι τὸν πατέρα ἡμῶν τὸν ἐν οὐρανοῖς . εὐλόγησε γὰρ ἡμᾶς οὐ μόνον ἐν πάσῃ πνευματικῇ εὐλογία ἀλλὰ καὶ ἐν πνευματικοῖς πράγμασιν καὶ ἐπουρανίοις διὰ τίνος διὰ ἰησοῦ χριστοῦ πῶς καθὼς ἐξελέξατο ἡμᾶς πρὸκαταβολῆς κόσμου οὕ ἀρχαία ἠ ἡμῶν ἐκλογὴ καὶ εὐλογία ἐπὶ τί δὲ ἡμᾶς ἐξελέξατο ἐπὶ τὸ εἶναι ἁγίους καὶ ἀμώμους τιμίους καὶ καθαροὺς ἐν τῷ βίῳ πόθεν εἰς τοῦτο κινηθεὶς ἐξ ἀγάπης μόνης ἵνα τί γένηται ἵνα υἱοθετήση ἡμᾶς διὰ τοῦ χριστοῦ ἑαυτῷ τοῦτο γὰρ καὶ προώριστο ἐκ ποίας ἡμῶν ἐργασίας ἐξ οὐδεμιᾶς πλὴν ὅτι δι’ εὐδοκίαν τοῦ θελήματος αὐτοῦ ηὐδόκησε γὰρ καὶ ἡθέλησε τοῦτο ἡμῶν ὅλως μηδὲν συνεισενεγκόντων πῶς γὰρ ἧν συνεισενεγκεῖν τοὺς μηδ’ ἀρχήν που τοῦ εἶναι λαβόντας καὶ τί τὸ ἐκ τούτου κέρδος ἅφατος ἀνακύπτει ἔπαινος καὶ ἐγκώμιον τῆς δεδοξασμένης αὐτοῦ χάριτος ἐνὶ ἐχαρίτωσας ἡμᾶς δι’ τίνος ἣ δήλον ὅτι καὶ τοῦτο διὰ τοῦ ἡγαπημένου αὐτοῦ υἱοῦ πῶς ὅτι αὐτὸς ἐποίησε τὴν ἀπολύτρωσιν ἡμῶν ἧμεν γὰρ αἰχμάλωτοι διὰ τὰ παραπτώματα ἡμῶν δοὺς δὲ τὸ αἷμα αὐτοῦ λύτρὸν ὑπὲρ ἡμῶν ἐλυτρώσατο τῆς ἐν ᾗ κατειχόμεθα τυραννίδος καὶ πῶς τοῦτο τὸ φρικτὸν γέγονεν οὐκ ἐστὶν εἰπεῖν πλὴν ὅτι πλοῦτος ἐστὶ χάριτος περισσεία χάριτος ὑπερβολή οὐκ ἔστιν ἄλλο εἰπεῖν τοῦτο δὲ τὸ περὶ ἡμᾶς ἄφατον μυστήριον οὑ μόνον ἐνήργησεν ἀλλὰ καὶ ἐφανέρωσεν ἡμῖν αὐτό πῶς φρενώσας καὶ σοφίσας ἡμᾶς εἰς κατάληψιν αὐτοῦ πάντα τῆς ἐκείνου εὐεργέσιας τὸ ἐνεργῆσαι περὶ ἡμᾶς τὸ ἄφατον ἐκεῖνο μυστήριον τὸ γνωρίσαι αὐτὸ πάλιν ἡμῖν καὶ γὰρ καὶ τοῦτο μεγάλης καὶ ἁφάτου στοργῆς καὶ κηδεμονίας τὸ γνωρίσαι ἡμῖν τοῦ θελήματος αὐτοῦ τὸ μυστήριον οἷον τὸ ἐνκάρδιον αὐτοῦ καὶ ἀπόκρυφον βούλημα ὁρᾶς τίνων ἡμᾶς ἁξιοῖ καὶ τοῦτο ἧν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἐν τῷ υἱῷ αὐτοῦ τουτέστιν διὰ τοῦ υἱοῦ αὐτοῦ προωρισμένον κατ’ εὐδοκίαν γενέσθαι εὐλόγως δὲ πάλιν εἶπεν τὸ κατ’ εὐδοκίαν καὶ ὅτι διὰ τοῦ υἱοῦ ἧν προτεθειμένον γενέσθαι ἐπειδὴ γὰρ εἰπων αὐτὸ κατ’ ἀρχὰς καὶ αἰτίας αἰτίαις ἐν τῷ μεταξὺ συνείρων ἀπέστησεν πολὺ τὸν ἀκροατὴν τοῦ λόγου πάλιν ὥσπερ ἐπαναμιμνήσκων αὐτὸν καὶ ἐπαναλαμβάνων ὅτι πάντα διὰ τοῦ υἱοῦ γέγονεν εὐδοκίᾳ τοῦ πατρός τοῦτο προσφόρως ἐπισυνάπτει καὶ τίθησιν εἶτα ταῦτα δέ φησίν εἰς οἱκονομίαν τουτέστιν ἐπὶ ἀφάτῳ προνοιᾳ καὶ διοικήσει τῶν τῆς συντελείας καιρῶν τουτέστιν τῶν κατὰ τὴν συντέλειαν πραγμάτων ὅσα γὰρ ἐπράχθη διὰ τὴν τότε ἡμῖν ἀποκαλυφθησομένην δόξαν ἐπράχθη διὸ καὶ ὁ χριστὸς τότε διὰ τῆς ἐκ βάσεως τῶν πραγμάτων φανεροῦται ἀνακεφαλαιόυμενος τὰ πάντα ἐν εαὐτῷ |
4Ph | 128v | Eph.1.1 | * | | ἡ ὅτι οὐ μόνον τὸ πραχθῆναι τὸ περὶ ἡμᾶς μυστήριον διὰ τοῦ υἱοῦ προωρίσθη γενέσθαι κατὰ εὐδοκίαν τοῦ θελήματος τοῦ πατρός ἀλλὰ καὶ τὸ ἁξιωσθῆναι ἡμᾶς μαθεῖν τοῦτο ὁμοίως διὰ τοῦ υἱοῦ ἡμῖν γέγονεν κατ’ εὐδοκίαν τοῦ πατρός πάντα μὲν γὰρ ὁ υἱὸς ἐποίησεν καὶ ἔπαθεν ἵνα υἱοθετήσῃ καὶ υἱοθέτησεν καὶ ἀπεκάληψεν ἐστιν υἱοθέτησεν ἀλλὰ καὶ ἐν πᾶσιν τούτοις ηὐδόκησεν ὁ πατήρ καὶ ἡθέλησεν ἢ οὖν ὡς προεγράφη ἐκληπτέον τὸ εἰπεῖν β τὸν θεῖον παῦλον τὸ μυστήριον τοῦ θεληματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν καὶ ἑξῆς ἢ ὡς νῦν ἀνεπτύχθη ἑκατέρᾳ γὰρ διανοίᾳ οὐ διϊσταται τοῦ εὐλόγου |
4 | 128v | Eph.1.3 | δ | ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ | διὰ χριστοῦ γὰρ ἡμῶν ἡ εὐλογία οὐ διά τινος τῶν προφητῶν ὡς ἰουδάιοις διὰ μωυσέως καλῶς δὲ τὸ ἐν τοῖς ἐπουρανίοις οἷον πράγμασιν οὐδὲν γὰρ γήϊνον παρ’ ἡμῖν ὡς παρὰ ϊουδαίοις ἐκεῖ γὰρ γῇ τὲ ῥέουσα μέλι καὶ γάλα καὶ τὰ ἀγαθὰ τῆς γῆς φάγεσαι καὶ εὐλογήσει κύριος τὴν γῆν σου ἐνταῦθα δὲ πάντα περὶ βασιλέιας οὐρανιῶν |
5 | 128v | Eph.1.4 | ε | καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμος | ὥσπερ εὐλόγησεν ἡμᾶς διὰ χριστοῦ οὕτως καὶ ἐξελέξατο δι’ αὐτοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως τὸ δὲ πρὸ καταβολῆς κόσμου δηλοῖ ὅτι τοῦτο πάλαι ἦν ὁρισθὲν σώθῆναι διὰ τῆς εἰς χριστὸν πίστεως τοὺς ἐπὶ γῆς τὸ δὲ καταβολῆς δηλοῖ ὅτι ἀπὸ ὕψους τινὸς τῆς τοῦ θεοῦ δυνάμεως κατεβλήθη ὁ κόσμος |
6 | 128v | Eph.1.4 | ϛ | εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ | ἐξείλετο ἡμᾶς φησιν ἐπὶ τούτω τῷ ὅρῳ εἰς τὸ εἶναι ̔ἡμᾶς ἁγιόυς κατὰ πίστιν ἀμώμους κατὰ βίον κατενώπιον αὐτοῦ φησιν εἰσὶ γάρ τινες ἄμωμοι τοῖς ἀνθρώποις δοκοῦντες ἀλλ’ οὐ τοῦτο φησιν ἀλλὰ κατενώπιον αὐτοῦ τοῦτο δέ φησιν διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἐπόιησεν |
7 | 128v | Eph.1.5 | ζ | προορίσας ἡμᾶς εἰς ὑιοθεσίαν διὰ ἰησοῦ χριστοῦ εἰς αὐτόν | μέγα μὲν καὶ τὸ εἰς ὑιοθεσίαν εἰσαχθῆναι θεοῦ μέιζον δὲ τὸ καὶ διὰ τοῦ ὑιοῦ τοῦτον ἐστι τευθῆναι εἰς ὑιοθεσίαν δὲ πόιαν τὴν εἰς αὐτόν φησι φέρουσαν τὸν θεὸν |
7ex | 128v | Eph.1.5 | * | κατὰ τὴν εὐδοκίαν | εὐδοκίαν γὰρ τὴν ἐπ’ εὐεργεσία βούλησιν ἔθος τῇ θεία` καλεῖν γραφῇ |
8 | 128v | Eph.1.5-Eph.1.6 | η | τοῦ θελήματος αὐτοῦ εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ | ταῦτα δὲ πάντα ἐπόιησεν εἰς ἡμᾶς δι’ ἀλλομὲν οὐδὲν πλὴν ὅτι ἠβουλήθη καὶ σφόδρα ἐπεθύμησεν χάριτι σῶσαι τοὺς ἐπὶ γῆς πρὸς τὸ ἐκ τούτου ἐπαινεῖσθαι καὶ δοξάζεσθαι τὴν ἁγίαν αὐτοῦ δόξαν τῆς χάριτος |
9 | 129r | Eph.1.6 | θ | ἐν ἧ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ | ἐχαρίτωσεν δὲ πρῶτον μὲν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ ἔπειτα ἐπεράστοις ἐποίησεν ἀγγέλοις ἀρχαγγέλοις ταῖς ἄνω δυνάμεσιν τοῖς ἐυηρεστηκόσιν αὐτῷ ἁγίοις ἐπιθυμήσει γάρ φησιν ὁ βασιλὲυς τοῦ κάλλους σου τὴν δὲ χάριν τάυτην διὰ τοῦ ἠγαπημένου χριστοῦ τοῖς ἐπὶ γῆς δεδώκεν αὐτὸς γὰρ ὁ μεσίτης |
10 | 129r | Eph.1.6-Eph.1.7 | ι | ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ | δί οὗ φησιν ἔχομεν τὴν ἄφεσιν διὰ τοῦ αἵματος αὐτοῦ ὑπάρξασαν ἡμῖν θαυμαστὸν γὰρ τὸ μὴ μόνον ὑπὲρ ἐχθρῶν ἀλλὰ καὶ τὸν ὑιὸν δοῦναι καὶ πρὸς θάνατον διὰ τοῦ αἵματος τοὺτο γὰρ τῶν δωρεῶν τὸ φρικωδέστατον |
11 | 129r | Eph.1.7 | ια | τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ | ταῦτα δὲ ἐποίησεν φησι κατὰ τὸν πλοῦτον τουτέστιν ἐν τῷ πλόυτῳ τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς πανταχόθεν ὑπερβολάι ὅτι τὲ πλοῦτος ἐδόθη καὶ πλοῦτος θεοῦ καὶ χάριτος πλοῦτος καὶ ὅτι ἐπερίσσευσεν τουτέστιν περισσευθῆναι ἐπόιησεν |
12 | 129r | Eph.1.7-Eph.1.8 | ιβ | ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ | ἢ σοφῶς καὶ φρονίμως ἐγνώρισεν ἡμῖν ἠ σοφοὺς καὶ φρονίμους ποιήσας ὅυτως ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ὡσὲι εἶπεν τὰ ἐν τῇ καρδία αὐτοῦ τί γὰρ ἶσον τοῦ μυστηρίου τούτου τοῦ δοῦναι τὸν ὑιὸν ὑπὲρ τῶν ἐχθρῶν |
13 | 129r | Eph.1.9 | ιγ | κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ | γνωρίσας ἡμῖν κατὰ τὴν βουλὴν αὐτοῦ ἢν βουλὴν πρόεθετο ἐν αὐτῷ τουτέστιν τῷ χριστῷ πληρῶσαι καὶ ἁπλῶς τοῦτο πρόεθετο φησιν τοῦτο ἐβουλέυετο ὁ πατὴρ τὴν ἀπαρχὴν τοῦ φυράματος ἡμῶν ἐκ δεξιὼν αὐτοῦ καθίσαι |
14 | 129r | Eph.1.9-Eph.1.10 | ιδ | εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν | ταύτην δὲ τὴν ευδοκίαν διατί πρόεθετο διατί εἰς οἰκονομίαν φησὶ τουτέστιν εἰς χρηστὴν καὶ ἐπωφελῆ διοίκησιν τοῦ πέρατος τῶν καιρῶν ἐν γὰρ τοῖς ἐσχάτοις καιροῖς ἡ σώτηριος οἰκονομία γέγονεν τῆς ἐνανθρωπήσεως |
15 | 129r | Eph.1.10 | ιε | ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς | συνάψαι ἐνῶσαι μίαν κεφαλὴν παρασχεῖν ἀγγέλοις καὶ ἀνθρωποις τὸν χριστὸν ἀπεσχισμένοι γὰρ ἢσαν οἱ ἄγγελοι καὶ οἱ ἄνθρωποι συνῆψεν οὖν αὐτοὺς καὶ ἤν ωσεν διὰ χριστοῦ |
15ex | 129r | Eph.1.10 | * | | ἀνακεφαλαίωσιν καλεῖ τὴν σύντομον των πραγμάτων μεταβολὴν δια γὰρ της κατὰ τὸν δεσπότην χριστὸν οἰκονομίας καὶ τῶν ἀνθρωπῶν ἡ φύσις ἀνίσταται καὶ τὴν ἀφθαρσίαν ἐν δύεται καὶ ἣ ὁρωμέν η κτίσις τῆς φθορας ἐλευθερουμένη τευξεται τῆς ἀφθαρσίας καὶ τῶν αὀράτων οἱ δῆμοι ἐν εὐφροσύνῃ διατελέσουσιν ἐπειδὴ ἀπέδρα ὁ δύνη καὶ λύπη καὶ στεναγμός τοῦτο διὰ τῶνδε τῶν ῥητῶν ἐδίδαξεν ὁ θεῖος ἀπόστολος οὐ γὰρ ἁπλῶς εἶπεν τὸν οὐρανὸν καὶ τὴν γῆν ἀλλὰ καὶ τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς καὶ δεικνὺς τὸ τῆς οἰκονομίας μυστήριον ἐπήγαγεν ἐν αὐτῷ τουτέστιν ἐν τῷ χριστῷ |
16 | 129r | Eph.1.11 | ιϛ | ἐν αὐτῷ | πάλιν τὸ ἐν αὐτῷ τουτέστιν δι’ αὐτοῦ τοῦ χριστοῦ |
16ex | 129r | Eph.1.11 | * | ἐν ᾧ καὶ | δι’ οὖ φησι χριστοῦ καὶ ἐκληρώθημεν ἀλλ’ ἐπειδὴ ὁ κλῆρος συν κυρίας μᾶλλον καὶ οὐκ ἀρετῆς ἐστιν διορθοῦται αὐτὸ καὶ φησὶν προρισθέντες οὐκ ἂν δὲ προωρίσθημεν εἰ ἀνάξιοι ἦμεν |
16ex2 | 129r | Eph.1.11 | * | ἐκληρώθημεν προορισθέντες | ἄνωθεν γὰρ προορίσας ἡμᾶς εις ταύτην απεκλήρωσεν τὴν ζωὴν ὁ πάντα ποιῶν ὅσα βούλεται δίδασκει δὲ σαφέστερον εἰς ποῖον προωρίσθημεν κλῆρον |
17 | 129v | Eph.1.11 | ιζ | κατὰ πρόθεσιν θεοῦ τοῦ τὰ πάντα ἐνεργοῦντος | κατὰ τὴν γνώμην τοῦ τὰ πάντα ἐνεργοῦντος θεοῦ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς |
18 | 129v | Eph.1.11 | ιη | κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ | εἶτα οὐκ ἄρκεσθεις τῷ εἰπεῖν προορισθέντες καὶ κατα πρόθεστιν ἐπάγει κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ δεῖξαι γὰρ βούλεται ὅτι οὐκ ἐν παρεπομένῳ ἐκλήθη τὰ ἔθνη διὰ τὸ ἀπο σκιρτῆσαι ϊουδαίους ἀλλὰ ἄνωθεν τοῦτο προώριστο καὶ ἐν πρωτο τύπω ἔκειτο ἐπειδὴ γὰρ ὁ χριστὸς προτρεπομενος τοὺς ἰουδαίους φησὶν οὐκ ἦλθον εἰμὴ εις τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου ἰσραήλ καὶ πάλιν εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε σπουδάζει νῦν δεῖξαι ὁ παῦλος ὅτι προτροπῆς ἔνεκεν καὶ ἐφελκύσεως ἰουδαίων ἐκεῖνα ἔιρηται ὡς τό γε ἀληθὲς ἄνωθεν ὥριστο ἡκλῆσις τῶν ἐθνῶν |
19 | 129v | Eph.1.12 | θ | εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον | ἡμᾶς τίνας τοὺς προηλπικότας ἐν τῷ χριστῷ φησὶ τουτέστιν τοὺς πιστούς ἐκ τοῦ καθ’ ἡμᾶς γὰρ πράγματος μάλιστα δόξαστεος ὁ θεός ὅτι ὅυτως αὐτοῦ ἠλλοτριωμένους ἔσωσεν |
19ex | 129v | Eph.1.12 | * | δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ χριστῷ | πάντες γὰρ ὁρῶντες τοὺς εἰς τὸν δεσπότην πεπιστευκότας χριστὸν ἀνυμνοῦσι τὸν τουτων αἴτιον τῶν ἀγαθῶν |
20 | 129v | Eph.1.13 | κ | ἐν ᾧ καὶ ἡμεῖς ἀκοῦσαντες | δι’ οὒ χριστοῦ ὅυτως καὶ πρὸς ἑβράιους ἐλάλησεν φησιν ἡμῖν ἐν ὑιῷ |
21 | 129v | Eph.1.13 | κα | τὸν λόγον τῆς ἀληθείας | οὐκ ἔστι γὰρ τύπος ὡς ἐπὶ ϊουδαίων ἀλλ’ αὐτὴ ἡ ἀλήθεια |
22 | 129v | Eph.1.13 | κβ | τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν | εὐαγγέλιον σωτηρίας ἔστι μὲν καὶ ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νόμου ἔστι δὲ καὶ ὅτι τοὺς πιστέυοντας σώζει |
23 | 129v | Eph.1.13 | κγ | ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνευμάτι τῆς ἐπαγγελίας τῷ ἁγίῳ | δι’ οὗ εὐαγγελίου καὶ τῆς ἐν αὐτῷ πίστεως ἐσφραγίσθητε τῷ πνευματι τῆς ἐπαγγελίας ἢ τῷ ἐπαγγελλομένῳ τὰ μυρία ἀγαθά ἣ ἵνα διὰ τῆς σφραγίδος τύχη τε τῶν ἐπαγγελιῶν ὥσπερ γὰρ δήλους ποιῶν τοὺς αὐτοῦ θεὸς σφραγίζει αὐτοὺς τῷ ἁγίῳ πνεύματι |
23ex | 129v | Eph.1.13 | * | | οἷον τι σφραγίδα τὴν τοῦ πνευματός ἐκομίσασθε δωρεάν ἐπαγγελίαν δὲ ὡς τοῦ κυριοῦ ἐπαγγειλαμένου πέμψειν τὸ ἅγιον πνευμα |
24 | 129v | Eph.1.13-Eph.1.14 | κδ | ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν | ὁ ἀρραβὼν πιστοῦται τὸ ὅλον τὴν τοίνυν ὑιοθεσίαν καὶ τὰ μυρία ἀγαθὰ πιστόυμενος ὁ θεὸς δὲδωκεν ἀρραβὼνα τῆς ἐπουρανίου κληρονομίας τὸ ἅγιον πνεῦμα |
24Ph | 129v | Eph.1.14 | * | | ὅς ἐστι τὸ πνεῦμα φησιν ἐποιήσατο δὲ τὴν μέταληψιν τοῦ ἅρθρου οὐκ ἀπὸ τῆς προφορᾶς τῆς κατὰ τὸ πνεῦμα ἀλλὰ ἀπὸ τῆς ἐννοίας τῆς ἀπὸ τοῦ θεὸς ἐπεῖ γὰρ εἶπεν πνευματι τοῦτο δὲ ἐστιν θεὸς ἐπάγει οἰκείως καὶ βαθύτερον συντάσσων ὅς ἐστιν ἀρραβῶν καὶ ἐξῆς |
25 | 129v | Eph.1.14 | κε | εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως | περιποίησιν ἡμᾶς καλεῖ διὰ τὸ περιποιήσασθαι ἡμᾶς τὸν θεὸν ὁ οὖν ἀρραβών φησι καὶ πρὸς τοῦ τό ἐστιν εἰς τὸ ἀπολυτρώσασθαι τὴν περιποίησιν αὐτοῦ ἐκεῖ δὲ ἔσται ἡ καθαρὰ ἀπολύτρωσις ὅταν μὴ μόνον ἁμαρτιῶν ἀλλὰ καὶ τοῦ μετὰ ἁμαρτωλῶν συνοικεῖν λυτρωθῶσιν οἱ ἅγιοι |
26 | 129v | Eph.1.14 | κϛ | εἰς ἔπαινον τῆς δόξης αὐτοῦ | τοῦτο συνεχῶς ἐπιλέγει πιστούμενος τὸ πάντως ἔσεσθαι τὰ ἐπηγγελμένα ὣσει ἔλεγεν εἰ μὲν ἡμῶν ἕνεκεν ταῦτα ἐπηγγείλατο κἂν ἀμφιβάλλειν ἦν εἰ δὲ διὰ τὸ θαυμασθῆναι τὴν δόξαν αὐτοῦ τίς αντερεῖ λοιπόν |
27 | 130r | Eph.1.15 | κζ | διὰ τοῦτο κἀγώ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν | διὰ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς ὁρθῶς πιστέυουσι καὶ βιοῦσι καὶ διὰ τὸ ἐν τοῖς σωθησομένοις τετάχθαι ὑμᾶς |
27Ph | 130r | Eph.1.15 | * | | καθ’ ὑπερβατὸν τὴν ἐν τῷ κυριῷ ἰησοῦ καθ’ ὑμᾶς πίστιν ἢν ὑμεῖς φησιν κέκτησθε |
28 | 130r | Eph.1.15 | κη | ἐν τῷ κυρίῳ ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους | πλέον γὰρ ἀπάντων διὰ τὴν πίστιν ἡμῶν εὐχαριστητέον τᾦ θεῷ ὅτι νοῦν ἡμῖν πρὸς τὸ πιστεῦσαι δέδωκεν ἀεὶ δὲ τῇ πίστει συνάπτει τὴν ἀγάπην καλλίστην ἀποτελῶν ξυνωρίδα |
29 | 130r | Eph.1.15 | κθ | | οὐτοῖς παρ’ αὐτοῖς μόνοις |
29ex | 130r | Eph.1.15-Eph.1.17 | * | ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ | τοῦτο κατὰ διαίρεσιν τέθεικεν τὸν γὰρ αὐτὸν τοῦ αὐτοῦ καὶ θεὸν ἐκάλεσεν καὶ πατέρα θεὸν μὲν ὡς ἀνθρώπου πατέρα δὲ ὡς θεοῦ δόξαν γὰρ τὴν θεῖαν φύσιν ὠνόμασεν |
29ex2 | 130r | Eph.1.17 | * | τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ὁ πατὴρ τῆς δόξης | τί δὲ παρακαλεῖς καὶ ποίαν μνείαν ποιῇ ἱνά φησιν ὁ θεὸς τοῦτο διὰ τὴν σάρκα φήσιν |
30 | 130r | Eph.1.17 | λ | ὁ πατὴρ τῆς δόξης | ἀὲι πρὸς τὸ προκείμενον ὀνομάζει τὸν θεὸν Θεὸν οἰκτιρμῶν καλῶν καὶ θεὸν εἰρήνης καὶ θεὸν δυνάμεων νῦν δὲ αὐτὸν πατὲρα δόξης καλεῖ μεγίστην γὰρ δόξαν καὶ τιμὴν ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων ἅτινα παρασχεθέντα ἡμῖν γενικῷ ὀνόματι καλεῖ δόξαν διὰ τοῦ λαμπροτέρου παρ’ ἡμῖν ὀνόματος ταύτης οὖν τῆς δόξης φησὶν αὐτὸν πατὲρα καὶ οἷον δημιουργόν |
31 | 130r | Eph.1.17 | λα | δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ̓πιγνώσει αὐτοῦ | ἄρα πνευματικῆς δεῖ σοφίας ἡμῖν εἰς τὸ ἐπιγνῶναι τὰ παρὰ τοῦ θεοῦ δωρηθέντα ἡμῖν ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος μωρία γὰρ αὐτῷ ἐστιν |
32 | 130r | Eph.1.18 | λβ | πεφωτισμένους τοὺς ὀφθαλμοὺς | ὁ γὰρ τὸν θεὸν γνοῦς ὡς ἐχρὴν οὐκ ἂν περὶ ἑτερόυ τινὸς τῶν ὑπὸ θεοῦ γενομένων ἀμφιβάλλει ὡς τόδε δυνατὸν ἢ τόδε ἀδύνατον αὐτῷ πάντα γὰρ δυνατὰ τῇ θεῖᾳ φύσει ταύτην δὲ οὐκ ἂν ἄλλως σχόιη τίς τὴν γνῶσιν εἰ μὴ διὰ πνεύματος ἁγίου τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾶ καὶ τὰ βάθη τοῦ θεοῦ |
32ex | 130r | Eph.1.18 | * | τοὺς ὀφθαλμοὺς | ἄλλως γὰρ οὐκ ἐνι ἐπιγνῶναι θεὸν |
33 | 130r | Eph.1.18 | λγ | εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ | ἐπειδὴ γὰρ τοῦτο μέλλον ἐστὶ πνευματικῆς δεῖται ἀποκαλύψεως κλῆσιν δὲ φησιν τὸ ἐπὶ ποίαις ἐλπίσιν ἐκλήθημεν δῆλον δὲ ὡς ἐπὶ υἱοθεσία καὶ κληρονομία βασιλείας οὐρανων καὶ ἐπὶ τῷ γενέσθαι ἡμῶν κεφαλὴν τὸν χριστὸν |
34 | 130r | Eph.1.18 | λδ | καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις | βαβαὶ πόσα ὑπερέχοντα ῥήματα πλοῦτος δόξα κληρονομία θεοῦ ἐν τοῖς ἁγίοις δὲ ἔσται ταῦτα τῶν γὰρ τοιόυτων ἄξιοι οἱ ἅγιοι καὶ τοῦτο τοιγὰρ οὖν πνευματικῆς δεῖται χάριτος |
35 | 130r | Eph.1.18-Eph.1.19 | λε | καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας | εἶπεν τινα μέλλοντα λέγει καὶ γεγονὸς ἵνα ἐκ τοῦτου πιστώσηται κακεῖνα ποῖον δὲ τοῦτο αὐτὸ τὸ πιστεῦσαι ἡμᾶς ὄντως γὰρ μέγιστης δυνάμεως θεοῦ δεῖγμα τὸ ἡμᾶς οὕτω θηριώδεις πιστεῦσαι θεῷ καὶ τὰ οὐράνια φιλοσοφεῖν |
35Ph | 130r | Eph.1.19 | * | | τὸ γὰρ καθ’ ὑπερβολὴν μέγεθος τῆς ἁφάτου δυνάμεως αὐτοῦ καὶ εἰς ἡμᾶς τοὺς πιστεύοντας ἐπιδείκνυται πῶς ὅτι τοῖς πάθεστι πάσας τάς αἰσθήσεις νενεκρωμένας ἔχοντας καὶ αὐτὸν τὸν λογισμὸν τούτοις ἐντεθαμμένον καὶ συγκεχωσμένον ἀνέστησεν καὶ ἐζώωσεν εἰς τὸ δέξασθαι ἡμᾶς τῆς πίστεως αὐτοῦ τὴν αἵγλην καὶ τὴν λαμπρότητα ὅντως τοῦτο κράτος ἱσχῦος αὐτοῦ διὸ καὶ συνιέναι αὐτοῦς διὰ τῆς τοῦ πνεῦματος σοφίας ἐπέυχεται τοῦτο ἀν γὰρ συνιῶμεν ὃ εὐεργετήμεθα μὰλλον τε τὸ δῶρον περιπτυξόμεθα καὶ τῷ εὐεργέτη εὐχαρίστως ἐσόμεθα διακείμενοι τὸ δὲ κατὰ τὴν ἐνέργειαν ἦν ἐνήργησεν ἐν τῷ χριστῷ ἢ ὅτι τῆς αὐτῆς ἐστιν ἰσχύος καὶ ἐνεργείας τὸ ἀναστῆναι ἡμᾶς τοῦ ψυχικοῦ θανάτου καὶ τοῦ ἀναστῆναι τοῦ σωματικοῦ τὸν χριστὸν καὶ θεὸν ἡμῶν ἢ κατὰ τὴν ἐνέργειαν φησιν αἰτίαν ἀποδιδοὺς τῆς ἐγέρσεως ἡμῶν οἷον δι’ ἢν πεπιστεύκαμεν καὶ δι’ ἦν ἀνέστημεν τοῦ ψυχικοῦ θανάτου ἡ γὰρ ἐνέργεια ἢν ἐνήργησεν ἐν τῷ χριστῷ ἐγέιρας αὐτὸν καὶ ἑξῆς αὕτῃ γέγονεν αἰτία τοῦ πιστεῦσαι καὶ ἀνενεγκεῖν ἡμᾶς τῆς προτέρας πλάνης ἀνέστῃ γὰρ ὅτι τέθνηκεν τέθνηκεν ὅτι σεσάρκωται σεσάρκωται δὲ ἵνα ἡμᾶς ὑιοποιήσηται καὶ ταῦτα πάντα τῆς ἐνεργείας ἐστι τῆς αὐτῆς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν τὸ οὖν κατὰ τὴν ἐνέργειαν ἵνα εἴπης διὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ καγέν τεκέιν γὰρ καὶ διεκείνην καὶ πεπιστέυκαμεν καὶ σεσώσμεθα ἢ καὶ τί τὸ ὑπερβάλλον μέγεθος αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας τοῦτο φησιν ὅτι τὴν ἀπαρχὴν ἡμῶν ὑπεράνων πάσης ἀρχῆς καὶ δυνάμεως καὶ ἐξουσίας καὶ κυριότητος ἀναστήσας τὸν χριστὸν ἐν δεξιᾷ αὐτοῦ ἐκάθισεν εἰ γὰρ καὶ ἐξ ὅλου τοῦ ἀνθρωπίνου φυράματος τὸ πρόσλημμα ἡμῶν ὀ λόγος καὶ θεός ἡμῶν προσελάβετο ἀλλ’ οὖν ἀπαρχὴ τῶν πιστεύοντων ἐστι μόνον καὶ αὐτῷ κατακολουθούντων ὥσπερ καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς τοῖς πιστέυουσιν ἀλλ’ οὐκ ἐν πᾶσιν οὐ γὰρ κἂν τοῖς ἀπίστοις οὕτως καὶ ἐκλαμβανομένου καὶ τί τὸ ὑπερβάλλον μέγεθος καὶ ἐξῆς τοῦτο γὰρ καὶ τὸ καθ’ ὑπερβολὴν μέγεθος αὐτοῦ μάλιστα παρίστησιν τὸ τὴν γηγενῆ φύσιν ὑπεράνω τῶν οὐρανῶν ἀνυψῶσαι καὶ ὑπὸ τῶν ἀσωμάτων τάξεῶν προσκυνουμέναι δεῖξαι ὅυτῶς καὶ παραληφθείσης τῆς τοῦ ῥητοῦ διανοίας ἀκόλουθος τε καὶ σαφὴς καὶ ἡ ἔννοιᾳ τῶν ἐφεξῆς ἐκ γὰρ τῆς ἐνεργείας ἢς ἐνήργησεν ἀναστήσας τὸν χριστὸν καὶ τὸ τὴν ἡμέτεραν ἀπαρχὴν συνεδριάσαι γέγονεν τῷ πατρῖ καὶ ἡμῖν τοῖς πιστοις τὸ ὑπερσεμνύνεσθαι καὶ ὑπερεγκαλλωπίζεσθαι ἐπὶ τούτῳ |
36 | 130r | Eph.1.19 | λϛ | κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ | γέγονεν φησι γέγονε δὲ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ εἰ γὰρ μὴ ἐνήργησεν ἐν ἡμῖν οὐκ ἂν ἐπίστευσαμεν |
37 | 130v | Eph.1.19-Eph.1.20 | λζ | ἣν ἐνήργησεν ἐν τῷ χριστῷ ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις | ποῖαν δὲ ἐνέργειαν λέγεις ἐνηργηκέναι εἰς ἡμᾶς ἵνα πιστεύσωμεν ἥν φησιν ἐνήργησεν καὶ ἐν τῷ χριστῷ ἐγέιρας αὐτὸν ἐκ νεκρῶν ὅτι δὲ καὶ ἓαυτὸν ἐγηγερκέναι εἴρηται πολλαχοῦ δῆλον |
38 | 130v | Eph.1.21 | λη | ὑπεράνω | οὐ λέγει ἄνω ἀλλὰ τὸ ἄγαν ὑψηλὸν δηλῶν ὑπεράνω φησὶν |
38ex | 130v | Eph.1.21 | * | πάσης | ἅρα ἐστὶ ἀγγελικῶν δυνάμεων ὁ νόματα νῦν μὲν ἀκατονόμαστα τότε δὲ γνωσθησόμενα |
39 | 130v | Eph.1.21 | λθ | ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυρίοτητος | οὐ τῆσδε μὲν οὔ οὐ τῆσδε δὲ νάι ἀλλὰ πάσης ἀσωμάτου δυνάμεως ταῦτα δὲ μετὰ τὴν ἔνσαρκον οἰκονομιαν νόει εἰρῆσθαι τῷ παύλῳ πρὸ γὰρ τῆς σαρκώσεως πρόδηλον ὡς ὁ θεὸς λόγος ἶσα εἶχειν τῷ πατρι κατὰ τὴν ἐξουσίαν ὥσπερ οὖν καὶ νῦν ἔχει καὶ μετα σάρκωσεως |
39Ph | 130v | Eph.1.21 | * | | ἀντι τοῦ καὶ παντὸς ῥητοῦ καὶ ὁνομαστοῦ οὐ μόνον τοῦ ἐνταῦθα ὀνομαζομένου ἀλλὰ καὶ τοῦ ἐκεῖθεν δυναμένου ῥηθῆναι καὶ ὁνομασθῆναι ὑπεράνω γὰρ πάντων ὁ ὑιός ἐστιν εἰ καὶ σεσάρκωται |
40 | 130v | Eph.1.21 | μ | καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι | εἴτι ἔνι ἐν οὐρανιῷ φησιν πὰντων ἀνωτέρω κεκάθικεν |
41 | 130v | Eph.1.21-Eph.1.22 | μα | καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ | εἶτα ἵνα μὴ ἀκόυων ἐκάθισεν ὑπὲρανω νομίσης αὐτὸν προτετιμῆσθαι μόνον δέικνυσιν ὅτι καὶ δεσπότην αὐτὸν ἐποίησεν πάντων τὴν γὰρ σφοδρὰν καὶ ἧς οὐκε νόμιζον ὑποταγὴν δεῖξαι θέλων ὑπὸ τοὺς πόδας εἶπεν |
42 | 130v | Eph.1.22 | μβ | καὶ αὐτὸν ἔδωκεν κεφαλὴν | καὶ τὴν ἐκκλησίαν τῇ δυνάμεισυν ἐκάθισεν τῷ χριστῷ εἰς ἐκεῖνον τὸν θρόνον ὅπου γὰρ ἡ κεφαλὴ ἐκεῖ καὶ τὸ λοιπὸν σῶμα |
43 | 130v | Eph.1.22 | μγ /Οεκουμενιου | ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ | ἢ ὑπερ ἀγγέλους φησὶ καὶ ἀρχαγγέλους αὐτὸν τὸν ὑιὸν ἔδωκεν κεφαλήν ἢ τὸν ὅντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ νοόυμενα χριστόν ἤ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεπόιηκεν τὸ τὸν ὑιὸν δοῦναι κεφαλήν |
43Ph | 130v | Eph.1.22 | * | | εἰπῶν τὸν χριστὸν κεφαλὴν τῶν πιστῶν εἰπῶν τοὺς πιστοὺς σῶμα αὐτοῦ καὶ πλήρωμα αὐτοῦ καὶ πολλὰ τῆς περὶ ἡμᾶς φιλανθρωπίας καὶ οἰκονομίας εὐεργετήματα ἐπάγει καὶ τῆς θείας αὐτοῦ καὶ ἀκηράτου οὑσίας ἔνδειγμα ἀλλὰ τίνος ἐστὲ σῶμα φησιν τίνος πλήρωμα τίνος τοῦ πληρώματος τὰ πάντα οὐκ ἐνί τινι ἐνεργείᾳ καὶ διοικήσει ἀλλ’ ἐν πᾶσιν αὐτὸς ἐδημιούργησεν πάντα αὐτὸς ἔδωκεν πρωὴν τοῖς ζῶσιν αὐτὸς συνέχει αὐτὸς προνοεῖται αὐτὸς τὰ πάντα ἐν πᾶσιν πράγμασιν πληροῖ καὶ διέπει τοσούτου τοῦ εἰς πάντα καὶ ἐν πᾶσιν ἐξαπλοῦντος αὐτοῦ τὰς ἐνεργείας σῶμα καὶ πλήρωμα ἡξίωθημεν καλεῖσθαι ἀλλ’ εἰ ὅυτως νοηθείη τὸ πληρουμένου ἀντι τοῦ πληροῦντος ἐκληφθήσεται ἀκολουθότερον οὗν τῇ λέξει ὡς ἐνόησαν οἰ πρὸ ἡμῶν |
44 | 130v | Eph.1.22-Eph.1.23 | μδ | ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ | ὑπερβολὴ τίς ἐστιν ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν ἀρχήν τινα καὶ ἐξουσίαν νομίσης σωματικῶς φησιν ἡμῶν ἐστὶν κεφαλὴ καὶ ἡ ἐκκλησία πλήρωμα ἐστὶ τοῦ χριστοῦ ἀποπληροῖ γὰρ καὶ τέλειον ποιεῖ σῶμα τὴν κεφαλήν ὥσπερ καὶ ἡ κεφαλὴ πληρωτική ἐστὶ τοῦ λοιποῦ σώματος |
45 | 130v | Eph.1.23 | με | τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου | οὐδενὸς φείδεται ῥήματος ὁ ἀπόστολος πρὸς τὸ δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἕνωσιν ἡμῶν τὴν πρὸς τὸν χριστὸν διό φησιν τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου δεικνὺς οὐ κοινῆ τῆς ἐκκλησίας χρήζοντα τὸν χριστὸν πρὸς τὸ ἀναπληρωθῆναι ἀλλὰ ἑνὸς ἑκάστου ἀνθρώπου πιστοῦ ἂν γὰρ μὴ ὦμεν ὁ μέν τις αὐτοῦ ποῦς ὁ δὲ χείρ ὁ δὲ ἕτερον τι μέλος οὐκ ἀναπληροῦται αὐτοῦ τὸ σῶμα εἰκότως οὖν καὶ ὁ καθεὶς ἡμῶν χρειώδης ἐστὶν πρὸς τὴν συμπλήρωσιν τοῦ σώματος αὐτοῦ τότε οὖν ἀναπληροῦται ὅταν ὦμεν ἄπαντες ἡνωμένοι ἡ οὖν ἐκκλησία πλήρωμα ἐστὶ τῆς κεφαλῆς τουτέστιν τοῦ χριστοῦ |
45ex | 130v | Eph.2.1-Eph.2.2 | * | καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἀμαρτίαις ἐν αἷς ποτὲ | τοῦ πάντα αὐτοῦ φησι τὰ μέλη διὰ τῶν παντῶν ἀνθρώπων πληρουμένου χριστοῦ |
46 | 130v | Eph.2.2 | μϛ | | οὐ τὴν σωματικὴν λέγει τὴν ἐκ τοῦ ἁδὰμ ἀρξαμένην νέκρωσιν ἀλλὰ τὴν ψυχικὴν τὴν ἐξ ἁμαρτιῶν |
46Ph | 130v | Eph.2.2 | * | | ἡ ἀνταπόδοσις μετὰ πολλὴν σύμφρασιν καὶ ὑμᾶς ὅντας φησιν νεκροὺς τοῖς παραπτώμασιν εἶτα πολλαῖς περιβολαῖς μεστώσας τὸν λογὸν μετὰ ἐπαναλήψεως τοῦ αὐτοῦ ῥητοῦ οἷον καὶ ὅντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν ἀπέδωκεν τὸ κατὰ πόδα συνεζωοποίησεν τῷ χριστῷ πολλὴ δὲ αὐτῷ τούτου τοῦ σχήματος ἡ χρῆσις |
46ex | 131r | Eph.2.2 | * | περιεπατήσατε | ἢ ἀπο λελυμενως νοήσον ὅτι ἐν τῶν νῦν φησι κόσμω περιεπατήσατε ἐν ἁμαρτίαις |
47 | 131r | Eph.2.2 | μζ | κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου | αἰῶνα κόσμου τούτου τὸν διεστραμμένον βίον φησὶ καὶ τὸν ἐν ἁμαρτίαις δια τὸ πλεονάξειν ἐν τῷ παρόντι βίῳ τὰς ἁμαρτίας ἄρχοντα δὲ ἐξουσιῶν τὸν σατανᾶν διὰ τὸ τοὺς πολλοὺς ἡμῶν ἑκόντας ἐκ δεδωκέναι ἑαυτοὺς ὑπὸ τὴν αὐτοῦ ἐξουσίαν οὐδὲ γὰρ ἐκ θεοῦ ἀλλ’ ἐξ ἡμῶν ἄρχειν κεχειροτόνηται ἄρχοντα οὖν αὐτὸν λέγει πρὸς τὰ παρόντα ὁρῶν |
47ex | 131r | Eph.2.2 | * | κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας | σαφῶς ἡμᾶς ἐδίδαξεν ὡς πάλαι μὲν ὁ διάβολος τοῦ αἐρος ἐνεπιστεύθη τὴν ἐξουσιαν ἐκπεσὼν δὲ ταὐτης διὰ τὴν πονηρίαν διδασκαλος δυσσεβειάς καὶ πονηρίας ἐγένετο οὐ μὴν ἁπᾶντων κρατεῖ ἀλλὰ μόνων τῶν οὐ προσιεμένων τὰ θεῖα κηρύγματα τούτους γὰρ ὑιοὺς ἀπειθέιας εἲπεν τῆς θείας ἐυεργεσίας τοὺς ἐφεσίους ἀναμιμνήσκων ὅτι νεκροὺς ἥδη γεγενημένους διὰ τὴν ἁμαρτίαν καὶ ὑπο τὴν ἐξουσίαν τελοῦντας τοῦ διαβόλου τῆς σωτηρίας ἠξίωσεν |
48 | 131r | Eph.2.2 | μη | τοῦ ἀέρος τοῦ πνεύματος | καλῶς τὸ τοῦ αἔρος προσέθηκεν εἰ γὰρ καὶ ἄρχοντα αὐτὸν ἡμεῖς ἐχειροτονήσαμεν ὑπὸ τὸν οὐρανὸν ἐστιν αὐτοῦ ἡ ἀρχὴ οὐχ ὑπὲρ τὸν οὐρανὸν ὁ δὲ ὢν ὑπὸ τὸν οὐρανὸν ἠ ἐν τῇ γῇ ἐστιν ἢ ἐν τῷ αἔρι οὗτος δὲ ὡς ὥν πνευμᾶ ἐν τῷ αἔρι ἐστὶν φύσις γὰρ τοῖς πνέυμασιν ἡ ἐναερίος διατρίβη ὅρα δὲ τὸ κατὰ πόδα τοῦ χωρίου κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας ποῖον τοῦτον τὸν τοῦ αἔρος ἄρχοντα τουτέστιν τὸν ἐναερίον ἄρχοντα οὐ γὰρ αἔρος ἄρχει ἀλλὰ ἐναερίων εἶτα πάλιν ἐπισαφηνίζων αὐτόν φησι τοῦ πνευματος πνεῦμα γὰρ ὁ σατανᾶς ἔπειδὴ ὡς πρὸς ἡμᾶς καὶ ἀσώματος ἢ ὅτι ἄρχων ἐστὶν τοῦ αἔρος τοῦ πνευματος τουτέστιν τοῦ ὄντος ἐν τῷ αἔρι πνευματος οἶον τῶν αἐρίων πονηρῶν πνευματῶν ἄρχων γὰρ αὐτῶν πρὶν πέση ἄρχει καὶ μετα τὸ πεσεῖν |
48ex | 131r | Eph.2.2 | οικουμενου | | ὥστε κατὰ τὸ νοὴμα τοῦτο ὁ μᾶλλον καὶ ὁ ἁγίος κύριλλος καὶ ὁ ἁγίος ἱωαννης δέχεται καὶ ἅρχων μέν ἐστι τῶν μετ’ αὐτοῦ πεσόντων ἡμῶν δὲ οὐκ ἀρχει οὐδὲ ἧρξεν ἀλλὰ μόνον ἐνεργεῖ ἐξὸν δὲ ἡμῖν μη δέξασθαι αὐτοῦ τὴν ἐνέργειαν |
48Ph | 131r | Eph.2.2 | * | | ἄρχει γὰρ καὶ ἐξουσίαζει ὁ σατατανᾶς τῶν ἐναερίων καὶ πονηρῶν πνευμάτων καθ’ ὃν τουτέστι καθ’ οὗ βουλὴν καὶ θέλημα ὑμεῖς περιπατήσαντες καὶ νεκρωθέντες καὶ ὀργῆς τέκνα γεγονότες τῷ πλουσίῳ ἐλέει τοῦ θεοῦ καὶ τῇ ἀνυπερβλήτῳ τῷ ἀγάπῃ ἀνέστημεν καὶ ἐζωοποιήθημεν |
49 | 131r | Eph.2.2-Eph.2.3 | μθ | τοῦ νῦν ἐνεργοῦντες ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστάφημεν ποτὲ ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν | ὁρᾶς ὅτι οὐκ εἶπεν ἀναγκάζοντος ἢ βιαζομένου ἀλλ’ ἐνεργοῦντος καίτοι εἰ ἄρχων ἦν τῇ ἀληθεία καὶ μὴ ἐκ τῆς ἡμῶν ῥαθυμίας καὶ πονηρίας κεχειροτόνητο καὶ τοῦ ἀναγκαζέιν ἐξουσίαζεν ἄν νῦν γὰρ τὸ ἐνεργοῦντος δηλοῖ ὅτι ἑκόντες αὐτὸν παρεδεχόμεθα καὶ ὅτι τοῦ τό ἐστιν ἐπάγει τοῖς ὑιοῖς τῆς ἀπειθέιας τουτέστιν τοῖς μὴ πειθομένοις μὲν θεῷ ἐκεῖνω δὲ οὐ μὴν ἁναγκαζομένοις εἶτα ἐπάγει ἐν οῖς καὶ ἡμεῖς πάντες ἀνεστράφημεν ἐπειδὴ γὰρ ἤγαγεν μνήμην τῶν ἁμαρτημάτων αὐτῶν εἰκὸς δὲ ἦν αὐτοὺς αἰσχύνεσθαι ἐπ’ αὐτοῖς καὶ ἑαυτὸν κοινωνὸν ποιεῖ καὶ οὐ μόνον εαυτὸν ἀλλὰ καὶ πάντας τάυτη καὶ τὴν δύναμιν τοῦ λυτρωσαμένου χριστοῦ ἀνακηρύττων σαρκὸς δέ φησι τῶν σαρκικῶν ἐπιθυμιῶν |
50 | 131r | Eph.2.3 | ν | ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν | ὡσεὶ εἶπεν σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες |
51 | 131v | Eph.2.3 | να | καὶ ἦμεν τέκνα | ὥσπερ τέκνα ἀπωλέιας καὶ γέννης εἴρηνται οἱ ἄξια ἀπωλέιας καὶ γεέννης πράττοντες οὕτως καὶ τέκνα ὀργῆς ὁι ἄξια ὀργῆς ὅυτως καὶ ὁ ἱούδας ὑιός ἀπωλείας τῷ τὰ τῆς ἀπωλείας πεπραχέναι |
52 | 131v | Eph.2.3 | νβ | φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί | τὸ φύσει οἷον ἀληθεία καὶ γνησίως ὡς οἱ λοιποῖ οὐδεὶς γὰρ ἦν τῶν τοιούτων ἐλεύθερος |
53 | 131v | Eph.2.3-Eph.2.4 | νγ | ὁ δὲ θεός πλούσιος ὤν ἐν ἐλέει | οὐχ ἁπλῶς ἐλεήμων ἀ̓λλὰ πλόυσιος ἐν ἐλέει |
53Ph | 131v | Eph.2.4 | * | | ἐν γὰρ τοῖς πειθαρχοῦσι χριστῷ ἀνενέργητος ἐστιν ὁυδὲν ἰσχύει ὁυδὲν ἐξουσιάζει οἱ δὲ αὐτοὺς υἱοὺς καὶ κληρονόμους τῆς ἀπειθείας αὐτοῦ ἀπεργασάμενοι οὗτοι καὶ ἐνεργοῦνται καὶ ἐξουσιάζονται ὑπ’ αὐτοῦ καὶ ἧμεν καὶ ἡμεῖς ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ πῶς ἐν τῷ ποιεῖν τὰ θελήματα αὐτοῦ ἀλλ’ ὁ θεὸς πλούτῳ ἐλέους καὶ ὑπεραγαπήσας ἐρύσατο ἐκεῖθεν καὶ νεκρωθέντας ἀνέστησεν |
54 | 131v | Eph.2.4 | νδ | διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς | τοῦτο δὲ ἀπὸ τοῦ πολλοῦ ἐλέου γέγονεν πῶς γὰρ ἂν οἱ τέκνα ὀργῆς ὅντες ἠγαπήθημεν |
55 | 131v | Eph.2.5 | νε | καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν | νεκροὺς ὅσον πρὸς ἔνεργειαν ἀγαθοῦ τινος τοῦτο δὲ γέγονεν φησιν διὰ τὰ παραπτώματα ἡμῶν |
56 | 131v | Eph.2.5 | νϛ | συνεζωοποίησεν τῷ χριστῷ | πάλιν τὸν χριστὸν εἰς μέσον φέρει ἀξιοπιστον τὸ πραγμα ποιῶν εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ καὶ ἡμᾶς τὸ λοιπὸν αὐτοῦ σῶμα συνεζωοπόιησεν |
56ex | 131v | Eph.2.5 | οικουμενιου | | νῦν μὲν τῇ δυνάμει ὕστερον δὲ καὶ ἐνεργείᾳ |
57 | 131v | Eph.2.5 | νζ | χάριτι ἐστε σεσωσμένοι | οὐ καμάτῳ οὐ κατορθώμασιν ἰδίοις δέον γὰρ κολάσαι τοὺς γενομένους τέκνα ὀργῆς ἑσωσεν χάριτι μόνη |
58 | 131v | Eph.2.5-Eph.2.6 | νη | καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ | ὤσπερ γὰρ τῆς ἀπαρχῆς ἡμῶν καὶ τῆς κεφαλῆς τοῦ χριστοῦ ἐγηγερμένης καὶ ἡμᾶς δι’ αὐτοῦ ἥγειρεν ὅυτως αὐτῆς καθεζομένης καὶ τὸ λοιπὸν σῶμα συγκάθηται δίο φησιν ἐν χριστῷ ἰησοῦ τουτέστιν διὰ χριστοῦ ἰησοῦ ὅτι δὲ καθίσουσιν ἄξιοι ἄκουε τοῦ χριστοῦ λέγοντος τοῖς μαθηταῖς καθίσεσθε ἐπὶ ΙΒ θρόνους κρίνοντες τὰς φυλὰς τοῦ ἰσραηλ καὶ πάλιν τὸ δὲ καθίσαι ἐκδεξιών μου καὶ ἐξευωνύμων οὐκ ἐστιν ἐμὸν δοῦναι ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ πατρός μου τέως οὖν ἡ τοίμασται καὶ πάλιν θέλω ἵνα ὅπου εἰμι ἐγὼ καὶ οἱ διάκονοι οἱ ἐμοι |
59 | 131v | Eph.2.7 | νθ | ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ | ἵνα μὴ τις ἀπιστήση τοῖς εἰρημένοις ὅρα πῶς αὐτὸ πιθανὸν ποιεῖ καὶ φησιν ταῦτα δὲ οὐ τοσοῦτον διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην μόνον ὅσον ἵνα καὶ ἐνδέιξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χαριτός αὐτοῦ ἐν τοῖς μέλλουσιν αἰῶσι φησι |
60 | 131v | Eph.2.7 | ξ | ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν χριστῷ ἰησοῦ | τοῦτέστιν οὐκ ἄχρι τοῦ χριστοῦ ταῦτα μόνου στάιη ἀλλὰ δι’ αὐτοῦ ἥξει καὶ εἰς ἡμᾶς ὡς ἀπαρχῆς πρὸς τὸ ὅλον τί δὲ ἥξει τὸ συζωοποιηθῆναι τὸ συγκαθίσαι |
60ex | 131v | Eph.2.7-Eph.2.8 | * | τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως καὶ τοῦτο οὐκ ἐξ ὑμῶν | τῇ διὰ πίστεως χάριτι |
61 | 131v | Eph.2.8 | ξα | θεοῦ τὸ δῶρον | ἐξ ἠμῶν μὲν ἡ πίστις ἀλλὰ καὶ αὐτῆς πρόφασις ὁ θεὸς εἰ γὰρ μὴ ἐνηνθρώπησεν πῶς εἴχομεν πιστεῦσαι πῶς γάρ φησι πιστέυσωσιν ἐὰν μὴ ἀκούσωσιν διὸ δῶρον καλεῖ θεοῦ τὴν πίστιν ἢ καὶ δῶρον διὰ τοῦτο ὅτι οὐδὲ ἡ πίστις σῶσαι ἵσχυεν καθ’ ἑαυτὴν εἰ μὴ ὁ θεὸς ἑβουλήθη διὰ τῆς πίστεως σῶσαι ὥστε τὸ πιστεῦσαι ἡμᾶς δῶρον θεοῦ καὶ τὸ διὰ πίστεως σωθῆναι δὦρον θεοῦ |
62 | 131v | Eph.2.8-Eph.2.9 | ξβ | οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται | οὐκ ἐπειδὴ οὐκ ἐβούλετο ἐξ ἔργων σῶσαι ἀλλ’ ὅτι οὐδεὶς ἴσχυεν ἐξ ἔργων σωθῆναι εἰ μὴ διὰ πίστεως ἐπεὶ οὖν οὐδεὶς ἴσχυσεν ἐξ ἔργων σωθῆναι οὔδε καυχήσεται |
62Ph | 131v | Eph.2.9 | * | | οὐκ ἐξ ἔργων ἵνα μή τῆς πρόφασης ἀπονοίας λάβῃ ὡς ἐξ οἰκείων ἔργων σωθείς καίτοι καὶ εἰ ἐξ ἔργων ἐνῆν σώζεσθαι οὐδ’ οὕτως φησιν ἐχρῆν εἰς ἀπόνοιαν καὶ καύχησιν ἐκπεσεῖν διὰ τί ὅτι ποίημα ἐσμεν τοῦ θεοῦ καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἐπὶ τὸ ἀγαθοεργεῖν κτισθέντες ὥστε καὶ εἰ ἐξ ἔργων ἐσωζόμεθα εἰς θεὸν ἂν εἴημεν δίκαιοιάν ἀφερὴν τὴν αἰτίαν καὶ τὴν εὐχαριστίαν ὅτι αὐτὸς ἡμᾶς ἐπὶ τούτω ἔκτισεν ἀλλ’ οὐχὶ εἰς ἐαυτοὺς τὰ τῆς ἀπονοίας κρατύνειν ὅτε δὲ καὶ κτισθέντες ἐπὶ ἕργοις ἀγαθοῖς οὐ μόνον οὑδεν ἠγαθουργήσαμεν ἀλλὰ καὶ εἰς τουναντίον ἀπηνέχθημεν καὶ ἀπενεχθέντες οὐκ ἐξ ἐαυτῶν ἐπεστράφημεν ἀλλὰ χάριτι καὶ δωρήματι τοῦ θεοῦ πηλίκη τις ἡ εὐχαριστία παρ’ ἡμῶν ὀφείλεται τῷ θεῷ τὸ δὲ ἐπὶ ἔργοις ἀγαθοῖς κτισθέντες ἀμὰ καὶ προτρέποντος ἐστιν καὶ διανιστῶντος ἐπὶ πράξεις ἀγαθάς ἵνα εἴπης χρεῶσται ἐστε ποιεῖν τὸ ἀγαθὸν καὶ ἀρχαῖόν ἐστι τὸ χρέος ἐπὶ τούτω γὰρ ἐκτίσθητε ἀλλὰ καὶ τόκοις αὐτὸ πολλοῖς ἐβαρύνατε καὶ ἡυξήσατε μηδὲν ἀποδιδόντες ἀλλὰ καὶ διὰ παραβάσεως προστιθέντες χρεία οὖν πολλῆς σπουδῆς καὶ ἐπιμελείας εἰς τὸ τὰ ὀφειλόμενα ἀποτίσαι |
63 | 131r | Eph.2.9-Eph.2.10 | ξγ | αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν χριστῷ ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς | εἶτα ἵνα μὴ ἀκόυσαντες ὅτι οὐκ ἐξ ἔργων ἐσώθημεν ἀλλὰ χάριτι ῥαθυμότεροι γενώμεθα δείκνυσιν ὅτι νῦν μετὰ τὴν πίστιν καὶ ἔργων χρεῖα αὐτοῦ γὰρ ἐσμέν φησιν ποίημα κτισθέντες διὰ ἰησοῦ χριστοῦ οὐ τὴν πρώτην ἡμῶν δημιουργίαν λέγων ἀλλὰ τὴν δευτέραν τὴν ἐν τῷ βαπτίσματι ἐκτίσθημεν δέ φησιν ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς εἰς τὸ φησὶν ἐν αὐτοῖς περιπατεῖν ἐν ἐστι δὲ ταῦτα καὶ περὶ τῆς πρώτης δημιουργίας νοεῖν |
64 | 131r | Eph.2.10 | ξδ | οἷς προητοίμασεν ὁ θεός | οἷς καὶ πρὸ τοῦ βαπτίσματος φησιν ἡτοίμασεν |
65 | 131r | Eph.2.10 | ξε | ἵνα ἐν αὐτοῖς περιπατήσωμεν | τὴν ἐπ’ αὐτοῖς ἄπαυστον σχέσιν δηλοῖ |
66 | 131r | Eph.2.11 | ξϛ | διὸ μνημονεύετε | ἐπεὶ οὖν ὅλως ἐπὶ ἔργοις ἀγαθοῖς ἐκτίσθημεν μνημονεύετε καὶ γὰρ ἔθος τοῖς ἀπὸ πολλῆς εὐτελείας εἰς ὕψος ἀναδραμοῦσι μηδὲ μεμνῆσθαι τῶν προτέρων |
67 | 131r | Eph.2.11 | ξζ | ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου | θέλει εἰπεῖν ὅτι ὑμεῖς οἱ ἀκρόβυστοι ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀλλότριοι ἦτε τοῦ θεοῦ καὶ τῶν ἐπαγγελιῶν νυνὶ δὲ οἱ τότε ὄντες ἀλλότριοι καὶ πόρρω ἐγγὺς ἐγένεσθε δείκνυσι δὲ ἐκ τούτου τοῦ χριστοῦ τὴν κηδεμονίαν ὅτι τοὺς ἀπηλλοτριωμένους καὶ ἐλπίδα μὴ ἔχοντας ἔσωσεν ὅρα δὲ εὐφυῶς πῶς καταβάλλει τὴν περιτομὴν δεικνὺς ἐν λόγω μόνον καὶ οὐκ ἔργω τινὶ γενναίως ἔχειν αὐτὴν ὡς πρὸς τὴν ἀκροβυστίαν τὸ διάφορον ὑμεῖς γάρ φησιν τὰ ἔθνη οἱ ἐν σαρκὶ ἀλλ’ οὐκ ἐν πνευματι καὶ οἱ λεγόμενοι οὐ γὰρ ὄντες κατὰ τὸν πνευματικὸν λόγον ὡσεὶ εὶπεν ἐν σαρκὶ καὶ ἐν λόγοις τὸ ἔλαττον οὐδαμοῦ ἐν πνευματί εἶτα πάλιν περὶ τῆς περιτομῆς λέγων φησὶν ὑπὸ τῆς λεγομένης καὶ χειροποιήτου τὴν ἐν λόγοις μόνον καὶ σαρκὶ προτίμησιν δηλῶν |
68 | 131r | Eph.2.11-Eph.2.12 | ξη | ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ | τί μνημονέτε ὅτι ἧτε φησὶν ἐν τῷ καιρῷ ἐκεῖνω χωρὶς χριστοῦ τοῦτο ἦν φησὶν τὸ δεινόν τὸ δὲ τῆς ἀκροβυστίας ἄχρι σαρκὸς καὶ ὀνόματος ἦν ψιλοῦ εἶτα ὅτι καὶ ἀπηλλοτριωμένοι ἧτε τῆς πολιτέιας τοῦ ἰσραὴλ καὶ τοῦτο δεινόν εἰ γὰρ καὶ ἀνάξιοι ὤφθησαν οἱ ἐξ ἰσραὴλ πλὴν ἀλλ' ἠδέσθησαν θεὸν |
68ex | 131r | Eph.2.12 | οικουμενιου | | καὶ ξένοι φησὶ τῶν διαθηκῶν ἤ τοῦ νόμου ἢ τῆς πρὸς αὐτοὺς ἐπαγγελίας |
69 | 131r | Eph.2.12 | ξθ | ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ἰσραήλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας | οὐκ εἶπε κεχωρισμένοι ἀλλ’ ἀπηλλοτριωμένοι ὄυτε πάλιν οὐ μετέχοντες ἀλλὰ ξένοι ἅπερ πολλὴν δείκνυσι τὴν ἀλλοτρίωσιν |
70 | 131r | Eph.2.12 | ο | ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ | οἱ ϊουδαῖοι εἰ καὶ ἀπέτυχον δι’ ἀναξίοτητα εἶχον μέντοι ἐλπίδα ἐκ τῆς ἐπαγγελίας τί πρὸς ὑμᾶς φησι τὰ ἔθνη αὐτὸ μὴ ἔχοντα ἐλπίδα καὶ ἄθεοι φησὶν ἐν κόσμω καίτοι προσεκύνουν θεοὺς ἀλλ’ οὐκ ἥσαν φησὶ θεόι υμεῖς οὖν φησιν ἄθεοι ἦτε οἱ γὰρ ϊουδαῖοι εἰ καὶ προσέκρουον ἥδεσαν μέντοι θεόν |
70Ph | 131r | Eph.2.12 | * | | καὶ ἄθεοι ἐν τῷ κόσμῳ ἐν τῇ κατὰ τὸν παρόντα βίον πολιτείᾳ ὑμῶν καὶ λατρείᾳ ἐν γὰρ τῷ μέλλοντι καὶ ἄκοντες ἅπαντες ἐπιγνώσονται τὸν θεὸν οὐ μόνον δὲ ἀλλὰ καὶ κατὰ τὸν παρόντα ὡς δημιουργήματα καὶ προνοόυμενα οὐκ ἧσαν ἄθεοι πῶς οὖν ἄθεοι ἀπὸ τῆς κατὰ κόσμον πολιτείας ἀπὸ τῆς λατρείας ἀπὸ τῆς βεβήλου προαιρέσεως |
71 | 131v | Eph.2.13 | οα | νυνὶ δὲ ἐν χριστῷ ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν | δείξας πολὺ καὶ σφόδρα ἀφεστηκότα τὰ ἔθνη τοῦ θεοῦ τῇ πρὸς ϊουδαίους παραθέσει δείκνυσιν ὅτι διὰ μόνην φιλανθρωπίαν θεοῦ ἐγγὺς γέγονασιν τοῦτον δὲ πάντα κεκίνηκεν τὸν λόγον δεικνύς τὴν πρὸς τὰ ἔθνη τοῦ θεοῦ κηδεμονίαν ὅσω γὰρ πόρρω ὄντες ἐγγὺς γεγόνασι τοσόυτω μᾶλλον δείκνυται ἡ τοῦ θεοῦ πρόνοια περὶ αὐτούς |
72 | 131v | Eph.2.13-Eph.2.14 | οβ | ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ χριστοῦ Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν | τὸ ἐγγὺς καὶ τὸ μακρὰν προαιρέσεως ἐστιν οὐ τό που οἱ μακρὰν οὖν ὄντες τῆς πολιτέιας τοῦ θεοῦ καὶ διὰ τοῦτο καὶ τοῦ θεοῦ ἐγγὺς γεγόνατε ἢ οἱ μακρὰν ὄντες τῆς τοῦ ἰσραὴλ πολιτείας τῆς κατὰ θεόν ἐγγὺς γεγόνατε τοῦτο γὰρ δηλοῖ τὸ ἐπόμενον ὁ ποιήσας τὰ ἀμφότερα ἕν καὶ τὸ πρῶτον δὲ καλῶς ἔχει ἐν τῷ αἵματι φησι τοῦ χριστοῦ τουτέστιν διὰ τοῦ αἵματος αὐτοῦ αὐτὸς γὰρ τὸ αἷμαι ἐκχέας ὑπὲρ ἡμῶν καὶ τούτω λύσας τὴν ἁμαρτίαν πάντας ἤγαγεν ἐγγύς αὐτὸς γάρ ἐστι φησὶν ἡ εἰρήνη ἡμῶν πρὸ γὰρ τῆς ἐνανθρωπήσεως βδελυκτοὶ ἦμεν καὶ ἀγγέλοις καὶ ἰουδάιοις καὶ οὐ μόνον ἐχθροί |
73 | 131v | Eph.2.14 | ογ | ὁ ποιήσας τὰ ἀμφότερα ἕν | τούς τε ἰουδαίους καὶ τοὺς ἐξ ἐθνῶν |
73ex | 131v | Eph.2.14 | | | τοῦτο δὲ λέγει ὅτι εἰς τὴν τῶν ἰουδαίων ἡμᾶς πολιτείαν ἤγαγεν ἀλλ’ ἐκείνους καὶ ἡμᾶς ζεύξας εἰς τὴν ἑαυτοῦ πίστιν ἤγαγεν ὁ χριστός πλὴν τὰ ἔθνη μάλιστα εὐχαριστεῖν ὀφείλομεν ὅσω καὶ μάλιστα ξένοι ἦμεν |
74 | 131v | Eph.2.14-Eph.2.15 | οδ | καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τήν ἔχθραν ἐν τῇ σαρκί αὐτοῦ | μεσότοιχον φραγμοῦ φησι τὴν ἔχθραν τὴν πρὸς θεὸν ἡμῶν τε καὶ ἰουδαίων ἥτις ἐκ τῶν ἡμετέρων ἐγίνετο παραπτωμάτων ὡς καὶ αὐτός φησι διὰ τοῦ προφήτου οὐχὶ αἱ ἀμαρτίαι ὑμῶν δι’ ἰστῶσιν ἀνὰ μεσον ὑμῶν καὶ ἐμοῦ ποῖον δὲ μεσότοιχον τὴν ἔχθραν φησὶν τὴν πρὸς θεὸν ἐν τῇ σαρκί τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ εἰ γὰρ μὴ ἀπεθανεν ὑπερ ἡμῶν οὐκ ἂν ἐλύθη ἡ ἁμαρτία ἡ χωρίζουσα ἡμᾶς ἀπὸ θεοῦ |
74Ph | 131v | Eph.2.15 | * | | διπλῆ ἦν ἡ ἔχθρα καὶ διπλοῦν τὸ μεσότοιχον μᾶλλον καὶ τριπλῆ καὶ γὰρ καὶ πρὸς ἀγγέλους ἐξεπολέμωτο τὸ ἀνθρώπινον νῦν δὲ τέως περὶ τῶν δύο διαλαμβάνει ἢν εἶχον οἱ ἐξ ἐθνῶν πρὸς τοὺς ἐξ ἱουδαιῶν καὶ ἢν ἄμφω πρὸς τὸν θεὸν τῶν ὅλων ἀλλ’ ἐκατέραν ἐχθραν καὶ ἐκάτερον μεστότοιχον ἔλυσεν χριστός ὁ θεός ἡμῶν |
75 | 131v | Eph.2.15 | οε | τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας | ἐπειδὴ ἔδωκεν νόμον ἀσφαλιζόμενον ἡμᾶς ἡμεῖς δὲ παρέβημεν αὐτὸν οἱ ἄνθρωποι ἔλυσεν καὶ αὐτὸν τὸν νόμον ὥσπερ ἂν εἴ τις παιδαγωγὸν δοὺς παιδίῳ ἐπειδὴ ἥκουσεν τοῦ παιδαγωγοῦ ἐλέυθερον εἴασεν καὶ τοῦ παιδαγωγοῦ δέον κολάσαι καταργήσας δέ φησι τὸν νόμον ἐν δόγμασιν ἢ τῇ πίστει ἢ οἷς αὐτὸς εἶπεν ἐγὼ δέ φησι λέγω ὑμῖν |
76 | 131v | Eph.2.15 | οϛ | ἵνα τοὺς δύο κτίσῃ | ὁρᾶς ὅτι οὐχ ὁ ἔλλην γέγονεν ἰουδαῖος ἀλλὰ καὶ οὗτος κάκεῖνος εἰς ἀμείνω κατάστασιν ἦλθον κτίση φησὶ δεικνὺς τὴν ἀναγέννησιν εἰς ἔνα γὰρ πάντες εἰσὶν ἐκ τις μένοι νέον τινα καὶ πιστὸν ἄνθρωπον καὶ τοῦ γήρους τῶν ἁμαρτιῶν ἀλλότριον |
76ex | 131v | Eph.2.15 | * | ἐν ἑαὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην | ἐν ἑαυτῷ οἷον δὶ ἑαυτοῦ οὐ δί ἀγγέλων τινῶν ἢ ἄλλων τινῶν δυνάμεων ἀλλὰ δί ἑαυτοῦ ἣ ὃτι φησὶ τοῦτο πρῶτον γενόμενος καὶ τύπον καὶ ὑπόδειγμα παρασχών |
77 | 131v | Eph.2.16 | οζ | καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους | πρὸς τὸν θεὸν καὶ ἀνθρωπούς οὐ γὰρ ἄν ποτε κατηλλάγησαν τῷ θεῷ μένοντες ἰουδαῖοι καὶ ἔλληνες ὅτι γὰρ πρὸ τούτου σφόδρα ἦσαν ἀκατάλλακτοι πρὸς τὸν θεὸν δείκνυσιν ἥ ἔμφασις τοῦ ἀποκαταλλάξη |
77Ph | 132r | Eph.2.16 | * | | διὰ μὲν τοῦ ἐν ἑνὶ σώματι τὴν πρὸς ἀλλήλους ἐμφαίνει καταλλαγήν διὰ δὲ τοῦ τῷ θεῷ τὴν πρὸς θεὸν ἀμφοτέρων |
77ex | 132r | Eph.2.16 | * | ἐν ἑνὶ σώματι τῷ θεῷ | οἷον γινομένους οὗ αὐτός ἐστι κεφαλή |
78 | 132r | Eph.2.16 | οη | διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ | πῶς δὲ ἀποκατήλλαξεν τῷ θεῷ ἀποκτείνας φησὶ τὴν ἔχθραν δι’ ἑαυτοῦ διὰ τοῦ σταυροῦ γὰρ λύσας τῷ θανάτῳ αὐτοῦ τὴν ἁμαρτίαν καὶ τὴν ἔχθραν ἔλυσεν οὐδὲν δὲ ἐμφατικώτερον τοῦ ἀποκτείνας τὸ γὰρ ἀσάλευτον τῆς λύσεως δηλοῖ πῶς οὖν νῦν φαίη τις πάλιν ἁμαρτάνομεν ἑτέρας ἁμαρτίας γεννῶντες αἰ γὰρ πρότεραι ἀπεκτάνθησαν |
79 | 132r | Eph.2.17 | οθ | καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς | μηδένα πέμψας ἀλλὰ αὐτὸς ἑαυτῷ διακονησάμενος μακρὰν δὲ τα ἔθνη καλεῖ ἐγγὺς δὲ τοὺς ἰουδαίους |
80 | 132r | Eph.2.18 | π | ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα | τὴν καταλλαγὴν καὶ τὴν εἰρήνην τὴν πρὸς τὸν θεὸν οὐ γὰρ ἀφ’ ἐαυτῶν ἀπήλθομεν ἀλλ’ ὑπὸ χριστοῦ προσήχθημεν ἐν ἑνὶ πνεύματι οὐκ ἐκεῖνοι μὲν ἄτε ἐγγὺς ὄντες ἐν μείζονι ἡμεῖς δὲ ὡς μακρὰν ἐν ἐλάσσονι διὰ γὰρ τοῦ πνευματός ἐπεράστους ποιήσας προσήγαγεν τῷ πάτρι καὶ ὅτι διά τε ἑαυτοῦ καὶ διὰ τοῦ πνεύματος προσήγαγεν |
81 | 132r | Eph.2.18-Eph.2.19 | πα | ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων | οἰ γὰρ μὴ ἔχοντες πάλαι ἐλπίδα τέυξασθαι τῶν οὐρανιών ξένοι ἦσαν καὶ πάροικοι τῶν ἀγίων νῦν δέ φησιν τὴν αὐτὴν ἔχετε τοῖς ἁγίοις πόλιν τὴν οὐρανίον ἱερουσαλὴμ ὅρα δὲ οὐκ εἶπεν τῶν ἰουδαίων ἀλλὰ τῶν ἁγίων τῶν ἀμφὶ τὸν ἁβραάμ φησιν |
82 | 132r | Eph.2.19-Eph.2.20 | πβ | καὶ οἰκεῖοι τοῦ θεοῦ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ | ὅπερ γὰρ ἔσχον ἐκεῖνοι φησὶν μυρίοις πόνοις τοῦτο ὑμῖν διὰ τῆς πίστεως δεδώρηται τὴν δὲ ἄγαν ἕνωσιν τὴν πρὸς τοὺς προφήτας καὶ ἀποστόλους τῶν ἐθνῶν σημᾶναι θέλων ἐποικοδομηθέντες φησιν ὡσεὶ εἶπεν θεμέλιος ἀπόκεινται οἱ προφῆται καὶ οἱ ἀπόστολοι ὑμεῖς τὴν λοιπὴν οἰκοδομὴν ἀναπληροῦτε ἵνα γένησθε οἱ πάντες εἰς ἔνα ὡς θεοῦ οἷον δέ ἐστιν ἐπάνω προφητῶν καὶ ἀποστόλων οἰκοδομεῖσθαι |
83 | 132r | Eph.2.20 | πγ | τῶν ἀποστόλων καὶ προφητῶν | ὅρα ὅτι πρῶτοι οἱ ἀπόστολοι |
84 | 132r | Eph.2.20 | πδ | ὄντος ἀκροψωνιαίου αὐτοῦ ἰησοῦ χριστοῦ | αὐτὸς γὰρ ὁ καὶ τὸν θεμέλιον καὶ τὸ οἰκοδόμημα συνέχων καὶ συσφίγγων καὶ ὅρα ποτὲ ἄνωθεν συσφίγγειν αὐτὸν λέγει ἔνθα κεφαλὴν αὐτὸν λέγει ποτὲ κάτωθεν ὡς ἐπὶ τοῦ ἀκρογωνιαίου ἀλλαχοῦ δὲ καὶ θεμέλιον φησὶ τὸν χριστὸν |
85 | 132r | Eph.2.21 | πε | ἐν ᾧ πᾶσα οἰκοδομὴ | ἐν ᾦ ἀκρογωνιάιῳ |
86 | 132r | Eph.2.21 | πϛ | συναρμολογουμένη | δείκνυσι τὴν ἀκριβῆ οἰκοδομὴν ἅμαδηλῶν μὴ ἅλλως εἰς ναὸν αὔξειν ἅγιον ἢ ὅλως σώζεσθαι εἰ μὴ μετὰ ἡκριβωμένου βίου |
87 | 132r | Eph.2.21 | πζ | αὔξει εἰς ναὸν | ἡ γὰρ οἰκοδομὴ αὕτη ἄυξουσα καὶ πληρουμένη ἀποτελεῖται νὰος θεοῦ ἐν οἰκήσω γὰρ ἐν αὐτοὶς φησι καὶ κοινῇ γὰρ εἰς τὴν ἐκκλησίαν οἰκεῖ ὁ θεός καὶ ἰδία εἰς ἔκαστον τῶν ἀξίων |
87ex | 132r | Eph.2.21 | * | ἅγιον ἐν κυρίῳ | τὸ ἐν κυριώ διὰ κυριοῦ |
88 | 132r | Eph.2.21 | πη | | τὴν πρώτην οἰκοδομὴν τῆς καθόλου ἐκκλησίας εἰρηκεν ταύτην δὲ τῶν ἐν ἐφέσῳ |
89 | 132r | Eph.2.22 | πθ | ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι | ἢ διὰ πνευματός ἢ ἐν πνευματικῇ οἰκοδομῇ |
89ex | 132v | Eph.2.22-Eph.3.1 | * | τούτο χάριν ἐγὼ παῦλος ὁ δέσμιος τοῦ χριστοῦ ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν | ἐπειδή φησιν ὁ δεσπότης μου τοιαῦτα ἐπεδείξατο εἰς ὑμᾶς ἀνάγκη κἀμὲ τὰ κατα δύναμιν εἰς ἐνεγκεῖν ὁ δέσμιος ἐν δεσμοῖς γὰρ ὢν ἔγραφεν ἅμα δε καὶ τοῦτο δηλοῖ ὁ δεσπότης μου ἐσταυρώθη ἐγὼ δὲ τέως δέδεμαι ὑπὲρ ὑμῶν τῶν ἐθνῶν |
90 | 132v | Eph.3.2 | ϛ | εἴγε ἠκούσατε τὴν οἰκονομίαν | τὴν πρόρρησιν λέγει τὴν πρὸς τὸν ἀνανίαν λεχθεῖσαν ὅτι σκεῦος ἐκλογῆς μοὶ ἐστὶν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν |
90Ph | 132v | Eph.3.2 | * | | τούτου χάριν ἐγὼ παῦλος ὁ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν δέσμιος τοῦ χριστοῦ ἰησοῦ ἔστι γὰρ εἶναι μὲν δέσμιον τοῦ χριστοῦ τουτέστι διὰ τὴν εἰς αὐτὸν ἀμετὰτρεπτον πίστιν δεδέσθαι καὶ κολάζεσθαι ἀλλ’ οὐχὶ καὶ ὑπὲρ τῶν ἐθνῶν τουτέστι διὰ τὴν διδασκαλίαν καὶ τὸ κήρυγμα ὃ κηρύσσει τις ἐν τοῖς ἔθνεσιν ὥσπερ πολλοὶ τῶν μαρτύρων οὐχ ὅτι γὰρ ἐδίδασκον τὰ ἔθνη ἀλλ’ ὅτι οὐκ ἐξηρνοῦντο ἐκολάζοντο ὁ δὲ παῦλος διὰ ἀμφότερα καὶ ὑπὲρ τοῦ χριστοῦ καὶ ὑπὲρ τῶν ἐθνῶν |
91 | 132v | Eph.3.2 | | τῆς χάριτος τοῦ θεοῦ | οἰκονομίαν χάριτος τὴν ἀποκάλυψιν φησιν ὅτι οὐ παρὰ ἀνθρωποῦ ἔμαθεν ἀλλὰ οὕτως ὡκονόμησεν ἡ χάρις τοῦ θεοῦ ὥστε μοι ἐξ οὐρανιοῦ ἀποκαλυφθῆναι χάριτος γὰρ τότε καλέσαι καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἰν’ εὐπειθέστερος γένηται |
92 | 132v | Eph.3.2 | ϛβ | τῆς δοθείσης μοι εἰς ὑμᾶς | αὐτὸς γὰρ μοι εἶπεν φησιν ὅτι εἰς ἔθνη μακρὰν ἀποστελῶσε |
93 | 132v | Eph.3.2-Eph.3.3 | ϛγ | ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον | μυστήριον γὰρ ἀληθῶς τὸ τοὺς ἐλληνας λίθοις προσκυνοῦντας εἰς τοσαύτην ἐπαρθῆναι δόξαν καὶ εὐγένειαν ὃ καὶ αὐτὸ ἀποκεκάλυπτο αὐτῷ |
94 | 132v | Eph.3.3 | ϛδ | καθὼς προέγραψα ἐν ὀλίγῳ | τὰς προλεχθείσας ἄνω λέγει οἰκονομίας ὅτι ἐκλήθη τὰ ἔθνη ὄντα μακρὰν καὶ ἐπωκοδομήθη καὶ ὅσα τοιαῦτα ἐν ὀλίγῳ ἢ πρὸ ὀλίγου ἣ διὰ βραχέων |
95 | 132v | Eph.3.4 | ϛε | πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ | βαβαὶ ὥστε οὐκ ἔγραψεν ὅσα ἐχρῆν ἀλλὰ ὅσα ἐχώρουν νοεῖν σύνεσιν δέ φησιν ὅπως τὸ μυστήριον συνῆκεν ὅπως αὐτὸ κατενόησεν σύνεσις γάρ ἐστιν ἡ εἴδησις ἡγνῶσις ἡ ἐπὶ τῷ μυστηρίῳ τοῦ χριστοῦ |
96 | 132v | Eph.3.4-Eph.3.5 | ϛϛ | ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων | ὅπερ μυστήριον ἑτέραις φησὶν γενεαὶς οὐκ ἐγνωρίσθη πάντα δὲ ταῦτα εἰς μυστήριον τοῦ χριστοῦ συντελεῖ ἡ ἐνανθρώπησις ὁ σταυρός ἡ ἀνάστασις ἡ ἐκδεξιὼν τοῦ πατρὸς καθέδρα ἡ κλῆσις τῶν ἐθνῶν ἡ διὰ τῆς πίστεως σωτηρία ἡ ἐκ βολὴ τοῦ κατὰ σάρκα ἰουδάιου ἡ συνάφεια τῶν δύο λαῶν εἰς ἓν σῶμα χριστοῦ χρηματίζουσα μᾶλλον δὲ οὔσα ἧ δευτέρα παρουσία καὶ ἠ ἀπόδοσις τοῦ κατ' ἀξίαν καὶ ὅσα τοιαῦτα |
97 | 132v | Eph.3.5 | ϛζ | ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις | τί οὖν οἱ πάλαι προφῆται οὐκ ἥδεσαν πῶς οὖν ὁ χριστος φησιν μωυσῆς καὶ οἱ προφῆται περὶ ἐμοῦ ταῦτα ἔγραψαν καὶ πάλιν φησι περὶ τῶν γραφῶν ὅτι ἐκεῖναι εἰσιν αἱ μαρτυροῦσαι μοι καὶ φαμέν ἢ τοὺτο εἶπεν ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἐγνωρίσθη εἶπεν γὰρ ἔμπροσθεν τοῖς υἱοῖς τῶν ἀνθρώπων νῦν γὰρ μετὰ τὴν ἐνανθρώπησιν πάντες αὐτὸν ἐθεάσαντο ἢ ὅτι οὐδὲ οἱ προφῆται εἶδον ὡς νῦν ὡράθη τουτέστιν σωματικῶς ἢ ὅτι περὶ τῶν ἐθνῶν οὐδενὶ ὅυτως ἐγνώσθη εἶναι ταῦτα συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας |
98 | 132v | Eph.3.5 | ϛη | ἐν πνεύματι | διὰ πνευματος γὰρ καὶ νῦν ἡ ἀποκάλυψις τῶν τοιόυτων ἀμέλει οἱ ἐστερημένοι τοῦ πνευματός καὶ νῦν πλανῶνται ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη ἤδεσαν οἱ προφῆται ὅτι δὲ συγκληρονόμα καὶ συμμέτοχα ἔσται οὐκ ἤδεσαν |
99 | 133r | Eph.3.6 | ϛθ | εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα | τὸ ἓν ἔχειν χριστῶ σῶμα διὰ τὸ εἶναι αὐτοῦ μέλη |
100 | 133r | Eph.3.6-Eph.3.7 | ρ | τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ χριστῷ διὰ τοῦ εὐαγγελίου οὗ ἐγενόμην διάκονος | βασιλέια μὲν γὰρ ἐπήγγελται παρὰ τοῦ πατρὸς διὰ χριστοῦ δὲ τὰ ἔθνη καὶ τῆς εἰς αὐτὸν πίστεως τῆς τοιαῦτης ἐστὶν ἐπαγγελίας συμμέτοχα τῆς πίστεως αὐτοῖς φησι τὸ εὐαγγελιὸν ὁ δηλὸν καὶ πρόξενον |
101 | 133r | Eph.3.7 | α | κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τὴν δοθεῖσάν μοι | ἐγενήθη φησὶ τοῦ εὐαγγελίου διάκονος ἐν δωρεᾶ χάριτος τοῦτο λαβών οὐδὲν γὰρ ἔργον ἐμὸν συνεισήνεγκα φησι τῇ χάριτι τάυτῃ ὅρα παῦλον ταῦτα λέγοντα τὸν καθ’ ἡμέραν ἀποθνήσκοντα |
102 | 133r | Eph.3.7 | β | κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ | καὶ οὐ μόνον φησὶν ἐδωρήθη μοι ἡ χάρις αὕτη ἀλλὰ πρὸς τῇ δωρεᾷ καὶ ἐνεργεῖ μοι δύναμιν εἰς τὸ ἰσχύειν πρὸς τὴν διακονίαν τοῦ εὐαγγελίου |
103 | 133r | Eph.3.8 | γ | ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀγίων | ὅρα ὑερβολὴν ταπεινοφροσύνης ἀλλαχοῦ μὲν μὴ εἶναι ἱκανὸν εἰς ἀποστολὴν ἔλεγεν ἑαυτόν νῦν δὲ καὶ πάντων τῶν ἁγίων ἐλαχιστότερον λέγει ἐμοὶ οὖν φησιν ἐδόθη ἡ χάρις αὕτη καὶ εἰκότως χάρις εἴγε τῷ πάντων ὥς φησιν ἐλαχιστοτέρω τὸ κήρυγμα τῶν ἐθνῶν ἐπετράπη |
104 | 133r | Eph.3.8 | δ | ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς ἔθνεσιν | ποία χάρις τὸ ἐν τοῖς ἔθνεσίν φησὶν εὐαγγελίζεσθαι |
104Ph | 133r | Eph.3.8 | * | | ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων λείπει τὸ γάρ οἷον ἐμοὶ γὰρ ἢ μᾶλλον οὐδὲν ἐλλείπει ἀλλὰ ἀνταπόδόσις ἐστιν τούτου τοῦ χάριν ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη καὶ ἑξῆς σκόπει δὲ ὅτι ἀρξάμενος τῆς περιόδου κατὰ τὸ ὁρθὸν σχῆμα ἐν τῇ ἀνταποδόσει ἐπλαγίωσεν σχηματίσας τὴν ἀνταπόδοσιν πρὸς τὸν τῶν περιβολῶν τύπον οὕτως καὶ θουκυδίδης καὶ δημοσθένης πολλαχοῦ τὸ δὲ τούτου χάριν φησιν οἷον χάριν τοῦ συνοικοδομηθῆναι ὑμᾶς εἰς κατοικητήριον θεοῦ |
105 | 133r | Eph.3.8 | ε | εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ | εἰ ὁ πλοῦτος αὐτοῦ ἀνεξιχνίαστος ἐστιν τί δεῖ περὶ τῆς οὐσίας αὐτοῦ φιλοπραγμονεῖν |
106 | 133r | Eph.3.9 | ϛ | καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου | ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη εἴ δοσάν τινες διὰ τοῦ πνευματός ὅτι δὲ ἐπὶ τὸ ἀπαρχὴν αὐτῶν γένεσθαι τὸν θεὸν λόγον οὐκ ἤδεισαν τοῦτο οὖν φησιν μυστήριον ἀποκεκρυμμένον |
107 | 133r | Eph.3.9 | ζ | τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ | ὥστε οὐ νεαρὸν ἐστι τὸ κατὰ τὰ ἔθνη ἀλλ’ ἄνωθεν ἐδέδοκτο εἰκότως δὲ πᾶσιν ἄγνως τον ἦν ὅτι τὰ ἔθνη τοιόυτων ἀξιωθήσονται εἰ γὰρ ἐν τῷ θεῷ ἐκέκρυπτο τίς ἦν ὁ ἀποκαλύπτων |
108 | 133r | Eph.3.9 | η | τῷ τὰ πάντα κτίσαντι διὰ ἰησοῦ χριστοῦ | ὁ γὰρ τὰ πάντα δι’αυτοῦ κτίσας πατηρ καὶ τοῦτο δι’ αὐτοῦ ἀπεκάλυψεν |
109 | 133r | Eph.3.10 | θ | ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ̓ξουσίαις ἐν τοῖς ἐπουρανίοις | ὅτι μὲν γὰρ ἐγένετο μερὶς κυριοῦ λαὸς ὁ τοῦ ἰακὼβ ἤδεισαν καὶ ὅτι σώσει τὸν λαὸν αὐτοῦ εἶπεν γαβριὴλ περὶ τοῦ ἰσραὴλ λέγων ὅτι δὲ ἐπὶ τούτοις τὰ ἔθνη κληθήσεται οὐκ ἥδεσαν εἰ δὲ ἀρχαὶ καὶ ἐξουσίαι οὐκ ἥδεσαν δῆλον ὡς οὐδὲ ἄγγελοι ἣ ἀρχάγγελοι |
109ex | 133r | Eph.3.10 | * | | οὐ δὲ γὰρ αἱ αόρατοι δυνάμεις ᾔδεσαν τὸ μυστήριον ἀλλὰ διὰ τῆς περὶ τὴν ἐκκλησίαν οἰκονομίας τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν κατέμαθον κατὰ πρόθεσιν δὲ τῶν αἰώνων λέγει ἀντὶ τοῦ ταῦτα πρὸ αἰώνων μὲν προέθετο ἐποίησεν δὲ διὰ τῆς κατὰ τὸν δεσπότην χριστὸν οἰκονομίας |
109ex2 | 133v | Eph.3.10 | οικουμενιου * | ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις | πρό τῶν τῆς ἐνανθρωπήσεως τοῦ σωτηρίας ἡμῶν χρόνων ἁπλῆν ἐγίνωσκον αἱ οὐρανιαι δυνάμεις τὴν σοφίαν τοῦ θεοῦ ἐκ μόνον τοῦ δυνατοῦ κατορθουμένην ὁ γὰρ τῇ ὁρμῇ τοῦ οἰκέιου θελήματος οὐσιώσας τὰ πάντας θεὸς δυνάμει ἀκαταλήπτῳ διετήρει πρὸς διαμονὴν τὰ δημιουργηθέντα καὶ οὐδὲν ἦν ποικίλον ἀλλ’ οἷον ἐθεωρεῖτο τοιοῦτον καὶ ὑπῆρχεν νῦν δέ γε διὰ τῆς εἰς τὴν ἐκκλησίαν καὶ τὸ ἀνθρωπίνον γένος οἰκονομιας οὐκ ἐτι μόνον ἁπλῇ ἀλλα καὶ πολυποίκιλος ἐγνώσθη ἡ σοφία τοῦ θεοῦ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατορθοῦσα διὰ θανάτου ζωήν διὰ τιμίας δόξαν διὰ σταυροῦ τρόπαιον διὰ πάντων τῶν εὐτελῶν τὰ θεοπρεπῇ διὰ οὖν τῆς εἰς ἡμᾶς οἰκονομίας τῆς ἐν τῇ ἐνανθρωπήσει γενομένης πολυποίκυλος ἐγνώσθη ἡ σοφία καὶ δύναμις τοῦ θεοῦ ταῖς οὐρανίαις δυνάμεσιν ὅυτως ὁ νύσης εἰς τὰ ἄσματα τῶν ἀσμάτων |
110 | 133v | Eph.3.10 | ι | διὰ τῆς ἐκκλησίας | ὅτε γὰρ ἡμεῖς ἐμάθομεν τότε κακεῖνοι δι’ ἡμῶν ὁρῶντες τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ δι’ αὐτῆς εἰς γνῶσιν ὁ δηγούμενοι |
111 | 133v | Eph.3.10 | ια | ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ | οὐ μόνον ποικίλη ἀλλὰ πολυπόικιλος ἡ οὖ σάφησι κατὰ πρόθεσιν τῶν αἰώνων τουτέστιν κατὰ πρόγνωσιν καὶ πρόειδησιν καὶ πρὸ οἰκονομίαν νῦν μὲν γὰρ γέγονεν φησιν ἄνωθεν δὲ ταῦτα ἐδόκει |
111Ph | 133v | Eph.3.10 | * | | ἡ κατὰ πρόθεσιν τῶν αἰώνων πολοιποίκιλος σοφία τοῦ θεοῦ αὔτῃ γὰρ καὶ τῶν αἰώνων προετίθετο καὶ προώριστο εἴ καὶ ἐν ἐσχάτοις καιροῖς διὰ τῆς ἐκκλησίας ἐγνώσθη τὸδε ἧν ἐποίησεν ὅτι καὶ ταύτην διὰ τοῦ χριστοῦ καὶ προέθετο τῶν αἰώνων καὶ προώρησεν οὐδὲν γὰρ ἄνευ τοῦ υἱοῦ οὔτε ἠβουλήθη οὔτε ὥρισεν οὔτε ἐποίησεν |
111ex | 133v | Eph.3.11 | * | κατὰ πρόθεσιν τῶν αἰώνων | τοὺς προορισμοὺς προθέσεις εἶπεν |
111ex2 | 133v | Eph.3.11 | * | | οὗσα ἀπ’ ἀιωνῶν |
112 | 133v | Eph.3.11 | ιβ | ἣν ἐποίησεν ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν | δι’ αὐτοῦ γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν |
113 | 133v | Eph.3.12 | ιγ | ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ | προσήχθημεν οὖν τῷ θεῷ καὶ πατρὶ διὰ χριστοῦ προσήχθημεν δὲ οὐχ ὡς αἰχμάλωτοι οὐ δὲ ὡς συγγνώμης ἀξιωθησόμενοι ἐφοῖς ἡμᾶρτομεν ἀλλὰ μετὰ παρρησίας φησὶν καὶ παρρησίας οὐχ ἁπλῶς ἀλλὰ ἐνθάρσει τινὶ καὶ πεποιθήσει ἁγιάσας γὰρ ἡμᾶς διὰ τοῦ ἰδίου αὐτοῦ αἴματος προσήγαγεν θαρροῦντας λοιπὸν τὸ προσελθεῖν διὰ τὴν εἰς αὐτὸν πίστιν |
114 | 133v | Eph.3.13 | ιδ | διὸ αἰτοῦμαι | διό φησιν αιτῶ μὴ ἐκ κακεῖν μὴ δὲ θορυμεῖσθαι ἐν ταῖς θλίψεσι μου αἵτινες ὑπὲρ ὑμῶν καὶ δι’ ὑμᾶς εἰσί μοι πῶς ὅτι ὅυτως ὑμᾶς ἠγάπησεν ὁ θεὸς ὥστε καὶ τὸν ὑιὸν αὐτοῦ δοῦναι καὶ τοὺς δοὺλους αὐτοῦ κακοῦν ὑπὲρ τοῦ ὑμᾶς σωθῆναι ἆρα οὐ δόξα τὸ ὅυτως ἀγαπᾶσθαι ὑπὸ θεοῦ |
114Ph | 133v | Eph.3.13 | | | διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς ὑπὲρ ὑμῶν θλίψεσιν μου Καθυπερβὰτον γὰρ ἡ σύνταξις |
115 | 133v | Eph.3.13 | ιε | μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν ἥτις ἐστὶν δόξα ὑμῶν | ἐπειδή φησι τοσαῦτα ἔθνη ἐπιστέυθην ἀνάγκη ἐστὶ καὶ δεδέσθαι παρὰ τῶν ἀντιλεγόντων τῷ κηρύγματι |
116 | 133v | Eph.3.13-Eph.3.14 | ιϛ | τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ | ἐπειδὴ ὅυτως ἠγαπήθητε παρὰ θεοῦ δέομαι φησιν ὑπὲρ ὑμῶν |
117 | 133v | Eph.3.14-Eph.3.15 | ιζ | ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται | ἐπὶ μὲν γῆς πατριὰς τὰ γένη καλεῖ ἀφῶν καὶ πατέρες καλοῦνται ἐν οὐρανῷ δὲ ἔνθα οὐκ ἔστιν ὅς δὲ ἐκ τοῦ δὲ πατριὰς τὰ συστήματα λέγει αὐτὸς γὰρ τάς τε ἄνω καὶ τὰς κάτω φυλὰς ἐδημιόυργησεν |
118 | 134r | Eph.3.15-Eph.3.16 | ιη | ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ | ὅρα μεθόσης ἀπολογίας ἐπέυχεται αὐτοῖς τὰ ἀγαθά δυνάμει κραταιωθῆναι φησιν εἰς τὸ μὴ περιφέρεσθαι τοῦτο δὲ πῶς ἕσται διὰ πνευματός ἁγίου τὸ δὲ κραταιωθῆναι ὡς πρὸς τοὺς πειρασμοὺς νόει |
119 | 134r | Eph.3.16-Eph.3.17 | ιθ | εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστὸν | εἰς τὸ κατοικῆσαι φησιν τὸν χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον ἵνα δῴη ὑμῖν εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστόν ἵνα φησι ναὸς θεοῦ γένησθε καὶ οὐχ ἁπλῶς κατοικῆσαι ἀλλ’ ἐν ταῖς καρδίαις ὑμῶν μηδέν φησιν ἐπιπόλαιον ὁ γὰρ ἔσω ἄνθρωπος καὶ αἰ καρδίαι τὴν καταβάθους ἐνοίκησιν καὶ τὴν οἱον εἰ συμφυῆ καὶ ἐρριζωμένην δηλοῖ |
120 | 134r | Eph.3.17 | κ | διὰ τῆς πίστεω ἐν ταῖς καρδίαις ὑμῶν | πῶς δὲ ἔσται τοῦτο διὰ τῆς πίστεως φησὶ καὶ διὰ τοῦ ἐν ἀγάπῃ εἲναι ὑμᾶς ἐρριζωμένους καὶ τεθεμελιωμένους ὑπὸ μὴδεν ὃς κινουμένους |
121 | 134r | Eph.3.18 | κα | ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις | ταῦτα δὲ ὑμῖν ἐπέυχομαι φησὶν ἵνα ἐξισχύσητε καταλαβέσθαι πολὺν δὲ ἔδειξεν τὸν κάματον τῷ τε ἐξισχύσαι καὶ τῷ καταλαβέσθαι εἰπεῖν |
121Ph | 134r | Eph.3.18 | φωτ | | * ἢ σφάλμα καλλιγραφικόν δέον κατ’ αἰτιατικὴν γράψαι ἐρριζωμένους καὶ τεθεμελιωμένους ἢ εἰ μὴ * ξεως ἐχρήσατο ὁ θεῖος παῦλος ἀντι αἰτιατικῆς μετοχικὴν εὐθεῖαν πολὺ δὲ καὶ παρὰ τοῖς ἔξω τὸ τοιοῦτον σχῆμα καὶ * θουκυδίδῃ εἰ δὲ δεῖ καὶ τὴν εὐθεῖαν ὡς εὐθεῖαν ἀλλὰ μὴ κατὰ ἀντίπτωσιν ἐκλαβεῖν καὶ ὅυτως τὸ ἀκόλουθον φυλαχθήσεσται καθ’ ὑπερβατὸν * ποιουμένων ᾧ καὶ μάλιστα σχήματι φαίνεται κεχρημένος ὁ θεῖος παῦλος οἷον ἵνα ᾗ συντεταγμένον τὸ ῥητὸν οὕτως ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθε σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ἐξῆς |
122Ph | 134r | Eph.3.18 | | | ἀπὸ κοινοῦ τὸ ἵνα ἐξισχύσητε οἷον ἵνα ἐξισχύσητε καταλαβέσθαι καὶ γνῶναι |
122 | 134r | Eph.3.18 | κβ | τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος | σωματικοῖς ὑπογράφει σχήμασι τὸ τοῦ μυστηρίου μέγεθος τοῦ ὑπερ τῶν ἐθνῶν οἰκονομηθέντος |
122ex | 134r | Eph.3.18 | * | | τῆς γεγενημένης οἱκονομίας τὸ μέγεθος παρεδήλωσεν ἐπειδὴ ταῦτα μεγέθους δηλωτικά |
123 | 134r | Eph.3.18 | κγ | καὶ ὕψος | οἷον τοῦ μυστηρίου |
123Ph | 134r | Eph.3.18 | * | | τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος ἢ τοῦ μυστηρίου ἵνα ᾗ κατ’ ἔλλειψιν εἰρημένον ἢ καὶ χωρὶς ἐλλέιψεως καθ’ ὑπερβατὸν δέ ἵνα ἐξισχύσητε φησὶν καταλαβέσθαι τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος τῆς γνώσεως τοῦ χριστοῦ γνῶναι τε τὴν ὑπερβάλλουσεν εἰς ἡμᾶς ἀγάπην αὐτοῦ ἔστιν δὲ γνῶσις μὲν χριστοῦ ἡ τῆς περὶ ἡμᾶς αὐτοῦ οἰκονομίας φανέρωσις γνῶσις δέ ἐστιν χριστοῦ ὅτι τὲ τὴν πρᾶξιν αὐτοῦ τὴν ὑπερθαύμαστον αὐτὸς καὶ οὐκ ἄλλος ὑπὲρ ἡμῶν εἰργάσατο καὶ ὅτι αὐτός ἔστιν ἡμῖν χωρηγὸς ταύτης τῆς γνώσεῶς καὶ ὅτι δί αὐτῆς μάλιστα ἐπέγνωμεν τὸν χριστὸν ἀλλὰ γνῶσις μὲν χριστοῦ αὕτῃ μῆκος δέ ἔστιν αὐτῆς τὸ ἀπὸ τῶν αἰώνων αὐτὴν προωρίσθαι πλάτος δὲ ὅτι εἰς πάντας αὐτῆς ἡ εὐεργεσία ἐξαπλοῦται εἰς τοὺς πρὸ νόμου εις τοὺς ἐν τῷ νόμῳ καὶ μετὰ τὸν νόμον εἰς τοὺς ζῶντας εἰς τοὺς τετελευτηκότας εἰς τοὺς ἰουδαίους εἰς τοὺς ἔλληνας εἰς τοὺς βαρβάρους εἰς πάντα τὰ ἔθνη εἰς τὰ οὐρανία εἰς τὰ ἐπίγεια εἰρήνην γὰρ εἰργήσατο ἐν αὐτοῖς ὁ χριστὸς πρότερον ἐκπεπολεμωμένοις οὖσιν εἰς ἀλλήλους τοῖς ἀγγέλοῖς καὶ τοῖς ἀνθρώποις εὔχεται οὖν αὐτοὺς ταῦτα καταλαβέσθαι καὶ οὐ ταῦτα μόνον ἀλλὰ καὶ τὸ βάθος αὐτῆς καὶ τὸ ὕψος ὅτι μέχρι τῶν τοῦ ᾅδου ταμείων τὴν ἄφατον αὐτοῦ δύναμιν καὶ εὐεργεσίαν ἐπεδείξατο ἐκεῖνον μὲν καταργήσας καὶ αἰχμαλωτίσας τοὺς δὲ αἰχμαλώτους ἀναρρυσάμενος καὶ ἐλευθερώσας εἶτα καὶ τὸ ὕψος ὅτι ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβας ὅτι ὑπεράνω τῶν οὐρανῶν ἀνήγαγε τὴν ἀπαρχὴν ἡμῶν ὅτι ὑπεράνω πάσης ἀρχῆς και ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος ὁρᾶς ὕψος ἅφατον τῆς οἱκονομίας χριστοῦ καὶ τῆς γνώσεως αὐτοῦ ταῦτα ἐπέυχεται αὐτοὺς ὁ παῦλος κατανοῆσαι ταῦτα καταλαβέσθαι ἁν δὲ ταῦτα καταλάβωνται τί τότε γνώσονται τὴν εἰς ἡμᾶς ὑπερβάλλουσαν ἀγάπην αὐτοῦ ἀν δὲ γνῶμεν τί τίς ἁντερεῖ τὸ μὴ οὐχι χρεῶστας εἶναι πληρωθῆναι ἐν παντὶ πληρώματι θεοῦ οἷον ὅλον αὐτὸν διὰ τῶν ἔργων τὸν οὕτως ἀγαπήσαντα εἰσδέξασθαι |
124 | 134r | Eph.3.18-Eph.3.19 | κδ | γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ | καὶ ἵνα φησι γνῶτε τὴν ὑπερβάλλουσαν πᾶσαν ἀνθρωπινήν γνῶσιν ἀγάπην τοῦ χριστοῦ καὶ οἷον τῆς γνώσεως ὑπεράνω ἔστι μεν γάρ φησιν ὑπεράνω γνώσεως πλὴν ὑμεῖς γνώσεσθε εἰ τὸν χριστὸν σχόιητε ἐνοικοῦντα ἵνα ἐκ τούτου πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ πλήρωμα δὲ θεοῦ ἐστιν ἦ τὸ γνῶναι ὡς ἐν πατρὶ καὶ υἱῷ καὶ πνευματὶ ἁγίω προσκυνεῖται ἡμῖν ὁ θεὸς ἢ ἵνα ἦτε φησιν πεπληρωμένοι πάσης ἀρετῆς ἧς πλήρης ὁ θεὸς |
125 | 134r | Eph.3.20 | κε | τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι | τῷ δὲ δυναμὲνῳ θεῷ οὐ μόνον καθὰ λέγομεν ἀλλὰ καὶ ὑπερ ἐκπερισσοῦ ποιῆσαι πάντα καὶ οὐ μόνον πάντα ἀλλὰ καὶ ὑπὲρ ἅπαντα αὐτῷ φησιν ἡ δόξαν ἀμήν ὅρα δὲ δύο ὑπερβολὰς τὸ ὑπὲρ πάντα ποιῆσαι τὰ εἰρημένα καὶ ὑπερεκπερισσοῦ ποιῆσαι ἃ ποεῖ ἔνι γὰρ καὶ πλείονα ποίουντα τῶν αἰτηθέν των κεφάλαια μὴ πλουσίως μήτε δαψιλῶς ἔκαστον ποιῆσαι |
126 | 134v | Eph.3.20 | κϛ | ὐπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν | καὶ ὅτι ἐκπερισσοῦ ὦν αἰτούμεθα ἢ νοοῦμεν δυνατός ἐστι ποιῆσαι δῆλον ἐκ τῆς ἐν ἡμῖν ἐνεργούσης δυνάμεως αὐτοῦ τίς γὰρ τοῦτο προσεδόκησεν περὶ τῶν ἐθνῶν ὅτι οἱ τοσοῦτον ἀπερρωγότες θεοῦ ἐν τοῖς ὑιοθετηθεῖσιν εἰσὶν |
127 | 134v | Eph.3.20-Eph.3.21 | κζ | αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν χριστῷ ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων ἀμήν | ἐπειδὴ δεῖ τὸν τοσαῦτα δωρησάμενον δοξάζεσθαι ὥστε καὶ ἡ δοξολογία δεῖγμα ὑπάρχει τοῦ μεγέθους τῶν ὑπηργμένων ἡμῖν παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν ἀνθρωπίνην ἀγαθῶν καλῶς δὲ ἡ δόξα αὐτοῦ ἐν ταῖς ἐκκλησίαις ἐπεὶ γὰρ αὖται διηνεκῶς μένουσιν ἐν ταύταις εἴ ἠ φησὶν ἡ δόξα τοῦ θεοῦ ἵνα ἡμῖν ᾐ διηνεκῶς δοξαζόμενος καὶ εἰς πάσας ἔλθη τοῦτο γενεάς |
127ex | 134v | Eph.3.21 | οικουμενιου | | ἤ ὅτι τῇ ἐκκλησία ἐπέυχεται ὥστε διατηρεῖν ἀεὶ τὴν δοξολογίαν τοῦ θεοῦ καὶ μήποτε παρατραπῆναι τὸ δὲ ἐν χριστῷ ἰησοῦ ἣ σὺν χριστῶ ἰησοῦ νόει ἠ διὰ χριστοῦ ἰησοῦ διὰ τὴν σάρκα τοῦτο νοῶν εἰρῆσθαι |
128 | 134v | Eph.3.21-Eph.4.1 | κη | παρακαλῶ οὖν ὑμᾶς ἐγώ ὁ δέσμιος ἐν κυρίῳ | ὁ διὰ τὸν κύριον φησὶν δέσμιος βαβαὶ ὅσον τὸ ἀξίωμα τὸ δεδέσθαι διὰ χριστὸν βαβαὶ ὅσα εἶπεν ὁ μακάριος ἰωάννης εἰς τὴν ἅλυσιν τὴν παῦλου καὶ αὐτὸς γὰρ ὁ ἀπόστολος ταύτην προβάλλεται ὡς δι’ αὐτῆς δυσωπήσων αὐτούς |
128ex | 134v | Eph.4.1 | * | | μεγάλη γὰρ ἡ κλῆσις καὶ ἐπὶ μεγάλοις ἐπὶ τῷ ἔχειν κεφαλὴν τὸν χριστόν ἐπὶ τῷ εἰς ὑιοὺς εἶναι θεοῦ |
129 | 134v | Eph.4.1-Eph.4.2 | κθ | μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ | τουτέστιν ἐν παντὶ πράγματι ἐπὶ παντὸς προσώπου αὐτὸ γάρ ἐστιν ἀξίως τῆς κλήσεως περιπατῆσαι μετὰ ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας καὶ τοῦ ἀνέχεσθαι ἀλλήλων ἔνθα γάρ ἐστιν ἀγάπη πάντα ἐστὶν ἀνεκτά |
130 | 134v | Eph.4.3 | λ | σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσῳ τῆς εἰρήνης | καθάπερ γὰρ ἐπὶ τῶν ἡμετέρων σωμάτων ἐστὶ τὸ ἡμῶν πνευμᾶ ἐνεργοῦν ἐν πᾶσι τοῖς μέλεσι καὶ πάντα συνέχον οὕτως καὶ τὸ πνευμᾶ τὸ ἅγιον ἡμῖν ἐδόθη τοὺς γένει καὶ τρόπω καὶ ἤθεσιν διαλάσσοντας ἑν οῦν καὶ ποιοῦν ἡμᾶς ἓν σῶμα ταύτην φυλάξωμεν τὴν ἑνότητα τὴν διὰ τοῦ ἁγίου δοθεῖσαν ἡμῖν πνευματός ἥτις φησὶ γίνεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης |
130Ph | 134v | Eph.4.3 | * | | Σπουδάζοντες τηρεῖν τὴν ἑνοτητα τοῦ πνεύματος ἐν τῷ συνδεδέσθαι ἀλλήλους εἰρηνικῶς κάθ ὣς ἓν σῶμα καὶ καθ’ ἓν πνεῦμα τοῦτο γὰρ ἡ ἑνοτης τοῦ πνεύματος ἣν ἥνωσεν ἡμᾶς ἐκεῖνο καὶ οὗτως ἐκλήθητε ἢ σπουδάζοντες ἀλλήλους τηρεῖν καὶ φυλάττειν ἓν σῶμα καὶ ἓν πνεῦμα κατὰ τὴν ἑνοτητα τοῦ πνεύματος καθὼς ἡμᾶς τὸ ἅγιον ἥνωσεν πνεῦμα καθὼς καὶ ἐκλήθητε τὴν τοιαύτην δὲ φυλάττει ἕνωσιν ὁ τῆς ἀγάπης σύνδεσμος ἀλλ’ εἰ μὲν ὡς τὸ προτερον ἐλλειπτικὴ ἂν εἴη μονον ἡ σύνταξις λείπουσα τὴν κατὰ προθεσιν οἷον καθ’ ἓν σῶμα καὶ καθ’ ἓν πνεῦμα εἰ δὲ ὡς τὸ δεύτερον τρεῖς ἔχει τροπους ὑπερβατὸν καὶ ἀπὸ κοινοῦ μετὰ ζεύγματος καὶ τρίτον τὸν ἐλλειπτικον κἀνταῦθα τῆς αὐτῆς μὲν προθέσεως ἐλλειπούσης οἷον κατὰ τὴν ἑνοτητα τοῦ δὲ ἀλλήλων ἀπὸ κοινοῦ μετὰ ζεύγματος λαμβανομένου ἀλλήλους γὰρ ἐξακουσθήσεται τὸ δὲ ὑπερβατὸν εὔδηλον |
131 | 134v | Eph.4.3-Eph.4.4 | λα | ἓν σῶμα καὶ ἓν πνεῦμα | γένεσθε φησιν ὅυτως συνηνωμένοι ὅυτως ἀλλήλων κηδόμενοι ἐκ τούτου γάρ φησιν ἔσεσθε καὶ ἓν πνευμᾶ ἔχοντες τουτέστιν ὁμότιμον τὴν χάριν τοῦ πενυματός ἢ ὅτι ἔστιν μὲν ἓν σῶμα εἰναι οὐχ ἓν δὲ πνευμᾶ ὡς ὅταν τις αἱρετικῶν φίλος ᾖ ἢ ὅτι τοῦτο φησιν ἓν πνευμᾶ λαβόντες οὐκ ὀφείλετε διχονοεῖν ἀλλ’ ἓν εἰναι σῶμα ἢ ὅτι πνευμᾶ ἐνταῦθα τὴν προθυμίαν καλεῖ |
132 | 134v | Eph.4.4 | λβ | καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι | ὁ θεὸς ἡμᾶς φησιν ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν οὐδενὶ πλεῖον ἀπονείμας πᾶσιν ἀθανασίαν πᾶσι ζωὴν αἰώνιον ἐπηγγέιλατο πᾶσιν δόξαν ἀθάνατον πᾶσιν ἀδελφότητα πᾶσι κληρονομίαν ἐπηγγέιλατο κοινὴ πάντων ἐγένετο κεφαλή πάντας συνήγειρεν καὶ συνεκάθισεν εἰ τοίνυν ἐν τοῖς πνευματικοῖς φησιν τοσαύτην ἔχετε κοινωνίαν ὀφείλετε καὶ ἓν σῶμα εἶναι ἐν τῇ τῆς ἀγάπης ἀνακράσει |
133 | 136r | Eph.4.4 | λγ | τῆς κλήσεως ὑμῶν | πάντα γὰρ τὰ εἰρημένα κοινή ἐστιν ἡμῶν ἐλπὶς ἐκ τῆς κλήσεως γενομένη |
134 | 136r | Eph.4.4-Eph.4.5 | λδ | εἷς κύριος μία πίστις ἓν βάπτισμα | ἰδοὺ καὶ ἄλλη κοινωνία εἰς ἡμῖν κυριός μία πίστις ἒν βάπτισμα οὐδεῖ οὖν ἡμᾶς διεστάναι |
135 | 136r | Eph.4.5-Eph.4.6 | λε | εἷς θεὸς καὶ πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πασῖν ἡμῖν | ἰδοὺ καὶ ἄλλη κοινωνία ἀγάπης πρόφασις τὸ εἶναι ἡμῖν ἔνα πατέρα τὸν θεόν καὶ ἐπὶ πάντων τουτέστιν ὁ ἐπάνω πάντων καὶ διὰ πάντων τουτέστιν ὁ προνοῶν διὰ πάντων ἡμῶν καὶ ἐν πᾶσιν ἡμῖν τουτέστιν ὁ ἐνοικῶν ἐν πᾶσιν ἡμῖν |
136 | 136r | Eph.4.7 | λϛ /αντιθεσις | ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ | εἰ πάντα ἐστὶν ὡς λέγεις κοινὰ πόθεν ὁ δεῖνα μὲν μεῖζον ὁ δεῖνα δὲ ἔλαττον ἔχει χάρισμα τοῦτο γὰρ αὐτοὺς εἰς φθόνον μάλιστα ἐνῆγε καὶ φησὶν ἑκάστω ἐδόθη ἡ χάρις τουτέστιν τὸ χάρισμα καὶ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ ὡσεὶ εἶπεν εἰ αὐτὸς ἐμέτρησεν πάντως ὅτι καλῶς ἐμέτρησεν πάντως καὶ συμφερόντως καὶ εἰ δωρεάς ἐστι τὸ πᾶν ὑπὲρ μὲν οὗ ἔλαβες εὐχαρίστει ὑπὲρ δὲ οὗ οὐκ ἔλαβες μὴ φθόνει δωρεὰ γὰρ ἐστιν ὡσεὶ εἶπεν οἶδεν ὁ μετρήσας καὶ δωρησάμενος πῶς καλῶς καὶ συμφερόντως τοῦτο πεποίηκεν τὰ μὲν γὰρ ἄλλα κοινὰ πρόκειται τὰ δὲ χαρίσματα δέδοται κατὰ τὴν ἀναλογίαν τῆς ἐκάστου καθαρότητος |
137 | 136r | Eph.4.7-Eph.4.8 | λζ | διὸ λέγει ἀναβὰς εἶς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν | καὶ ὅτι φησὶν ἡ χάρις δωρέα ἐστι τοῦ χριστοῦ καὶ αὐτὸς ἐμμετρήσας ἔδωκεν ἄκουε φησι τοῦ δαυῖδ τὸ δὲ ἀναβὰς εἰς ὕψος ἀλλαχοῦ λέγει ὅτι ἐπήρθη ἡ μεγαλοπρέπεια σου ὑπεράνω τῶν οὐρανῶν τίνα δὲ ἥχμαλώτευσεν ἡμᾶς δηλονότι τὴν καλὴν καὶ συμφέρουσαν αἰχμαλωσίαν πολέμω γὰρ νοητῶ νικήσας τὸν διάβολον αἰχμαλώτους εἶλεν ἡμᾶς οὐχ ἵνα κατα δουλώσηται πῶς γὰρ τοὺς ὄντας δούλους καὶ πάλαι ἀλλ’ ἵνα τῆς πικρᾶς ἀπαλλάξη τυραννίδος τοῦ πονηροῦ |
137Ph | 136r | Eph.4.8 | * | | λέγει δὲ τὸ τοῦ σταυροῦ ὡς αὐτὸς ἐπηγγείλατο ὅτε ὑψοθῶ πάντας ἑλκύσω πρὸς ἐμαυτον |
137Ph2 | 136r | Eph.4.8 | * | | Ἠιχμαλώτευσε μὲν τὸν διάβολον ἔδωκε δὲ ἀντὶ τιμωρίας δοματα καὶ χαρίσματα τοῖς αἰχμαλωτισθεῖσιν ἐπειδὴ ὁ ἀναβαίνων ἢ ἐν τῷ ἀναβαίνην λαμβάνει τὴν ἀρχὴν ἄνω γενέσθαι ὥσπερ ὅτε τις ἀπάρχεται ἀναβαίνην μὴ ὢν ἐξ ἀρχῆς ἄνω ἢ οὐ νῦν λαμβάνει τὴν ἀρχὴν τῆς ἀνοδου ἀλλ’ ἀπ’ ἀρχῆς μὲν ἦν ἄνω καταβὰς δὲ ἐκεῖθεν νῦν πάλιν ἄνεισιν εἰπὼν δὲ ἀναβάς ἑρμηνεύει πῶς δεῖ ἐννοεῖν τὸ ἀναβάς ὅτι οὐχ ὡς νῦν φησίν ἀρξάμενος ἀναβαίνει ἦν γὰρ ἐξ ἀρχῆς ἐν τῷ ὕψει τῆς θεϊκῆς ἀξίας καὶ τῆς πατρικῆς δοξης ἀλλ’ ὡς ἀπὸ τῆς κατὰ τὴν οἰκονομίαν συγκαταβάσεως καὶ μέχρι τῆς εἰς ᾅδου καθοδου εἰς τὴν πρέπουσαν τοῦ θεϊκοῦ ὕψους φανέρωσιν ἀνελθὼν πάλιν λέγεται φησιν ὅτι ἀνέβη |
138 | 136r | Eph.4.8 | λη | καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις | ὥστε τοῦ χριστοῦ τὰ δόματα τί ἀδημονεῖς πολύ μὴ ἔχων ἤ φθονεῖς τῷ ἔχοντι ὧδε μὲν ὅυτως παρακατιῶν δὲ δέικνυσιν ὅτι πρὸς ὠφέλειαν τῆς ἐκκλησίας ἐκάστος ἔλαβεν τὸ χάρισμα καὶ ὁ τὸ μέγα λαβὼν καὶ ὁ τὸ μὴ τοιοῦτον καὶ οὐ διὰ τὰ οἰκεῖα ἔργα οὐ δὲ διὰ τὸ ἄξιον εἶναι τινα τοῦ λαβεῖν τίς οὖν φθονήσει ἐν τῷ διά τί εἰληφότι πρὸς ἑτέρων ὠφέλειαν ὅσον γὰρ μεῖζον τὸ χάρισμα τοσοῦτον ἀκριβέστεραι αἰ εὐθύναι |
138ex | 136r | Eph.4.8 | * | | λαβὼν γὰρ τὴν πίστιν ἀντι δίδωσιν τὴν χάριν |
139 | 136r | Eph.4.8-Eph.4.9 | λθ | τὸ δέ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον | οὐκ ἂν δέ φησιν ἐδεήθη ὁ προφήτης τοῦ εἰπεῖν ἀνέβη εἰ μὴ ᾔδει ὅτι κατέβη πρῶτον περὶ γὰρ τοῦ καταβάντος τὸ ἀνέβη λέγει τίς |
140 | 136r | Eph.4.9 | μ | εἰς τὰ κατώτερα μέρη τῆς γῆς | τουτέστιν μεθ ὃ οὐκ ἔνι κατώτερα λέγει δὲ τὸν ᾄδην ὡς πρὸς τὴν κοινὴν συνήθειαν ἀφορῶν ὅυτως γὰρ λέγειν εἰώθαμεν διὸ καὶ ἰακώβ φησι καὶ κατάξετε τὸ γῆρας μου μετ’ ὀδύνης εἰς ἄδου καὶ δαυιδ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον |
140ex | 136r | Eph.4.9 | * | | κατώτερα μέρη τῆς γῆς τὸν θάνατον ἐκάλεσεν |
141 | 136v | Eph.4.9-Eph.4.10 | μα | ὁ καταβάς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν | τοῦτο φησιν ὅτι οὐδὲν αὐτῷ πρὸς τὴν ἄνοδον ἐνεπόδισεν ἡ εἰς τὰ κατώτατα κάθοδος ὥς τέ φησιν καὶ ὑμῶν ὅσον ἄντις ταπεινοφρονῇ τοσοῦτον μᾶλλον ὑψοῦται |
141Ph | 136v | Eph.4.10 | * | | τοῦτο τὴν νεστορίου καταβάλλει βλασφημίαν ὁ αὐτος φησίν ἐστὶν ὁ καταβὰς καὶ ὁ ἀναβάς καταβαίνει μὲν γὰρ εἰς τὴν σάρκωσιν ὡς θεος ἀναβαίνει δὲ ὡς ἄνθρωπος καὶ καταβαίνει μὲν εἰς τὸν ᾅδην ὡς ἄνθρωπος ἀνίσταται δὲ ὡς θεος οὐ μονον δέ καὶ ὑπεράνω γίνεται τῶν οὐρανῶν καὶ οὐχ ἁπλῶς ἀλλὰ πάντων τῆς ἐκεῖσε λήξεως καὶ καθέδρας τὸ προσλημμα ἀξιῶν |
142 | 136v | Eph.4.10 | μβ | ἵνα πληρώσῃ τὰ πάντα | καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι τὰ πάντα ἐπλήρου καὶ σαρκωθεὶς ἵνα τὰ πάντα μετὰ σαρκὸς πληρώσῃ κατέβη καὶ ἀνέβη |
143 | 136v | Eph.4.11 | μγ | καὶ αὐτὸς ἔδωκεν | ὁ μὴ παραιτησάμενος φησιν διὰ τὴν ἡμῶν σωτηρίαν εἰς τὰ κατώτατα κατελθεῖν αὐτὸς τὴν διανομὴν τὼν χαρισμάτων ἐποίησεν ἄρα οὖν οὐ χρὴ ἀγανακτεῖν πρὸς τὴν διανομήν εἰ γὰρ αὐτὸς ἔδωκεν τί ἀντι λέγεις ἀλλαχοῦ δέ φησιν τὸ πνευμᾶ διδόναι τὰ χαρίσματα πάντα γὰρ ταῦτα φησιν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνευμᾶ ἁλλαχοῦ τὸν πατέρα φησιν ὡς τὸ ἐγὼ ἐφύτευσα ἀπολλῶς ἐπότισεν ἀλλ’ ὁ θεὸς ἤυξανεν ἐνταῦθα τὸν ὑιὸν κοινὰ γὰρ τὰ πάντα τῇ ἁγία καὶ μακαρία τριάδι |
144 | 136v | Eph.4.11 | μδ | τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας | οἱ γὰρ ἀπόστολοι καὶ προφητείαν εἶχον οἵ δὲ τότε προφῆται οὐκ εἶχον ἀποστολήν |
145 | 136v | Eph.4.11 | με | τοὺς δὲ εὐαγγελιστάς | τοὺς τὸ εὐαγγέλιον γράψαντας |
146 | 136v | Eph.4.11 | μϛ | τοὺς δὲ ποιμένας καὶ διδασκάλους | τοὺς τὰς ἐκκλησίας ἐμπεπιστευμένους λέγει τοὺς ἐπισκόπους οἷος ὁ τιμόθεος οἷος ὁ τῖτος ἦν |
147 | 136v | Eph.4.11-Eph.4.12 | μζ | πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ | ὁρᾶς τὴν αἰτίαν τῆς δόσεως τῶν χαρισμάτων πρὸς τὸν καταρτισμόν φησιν τουτέστιν πρὸς ἀπαρτισμόν πρὸς πλήρωσιν εἰς τὸ ἐν τούτοις διακονεῖν τῇ ἐκκλησία καὶ οἰκοδομεῖν αὐτήν ὅσω οὖν τις μεῖζον ἔλαβεν χάρισμα τοσοῦτον μεῖζον ἔχει τὸ φορτίον ταῦτα δέ φησι πρὸς τοὺς τῷ φθόνῳ τῶν μειζόνων χαρισμάτων ἀποκεκομμένους τοῦ σώματος τῆς ἐκκλησίας δεικνὺς ὅτι πάντων τὸ ἔργον εἰς ἒν ὁρᾶ τέλος τὸν καταρτισμὸν τῶν ἁγίων ποῦ οὖν χρεία φθόνου ἁγίων τῶν ἀπίστων |
148 | 136v | Eph.4.13 | μη | μέχρι καταντήσωμεν οἱ πάντες | φθάσωμεν |
149 | 136v | Eph.4.13 | μθ | εἰς τὴν ἑνόντητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας | τουτέστιν ἔως ἂν οἱ πάντες μίαν τὴν πίστιν σχῶμεν ἕκαστος κάμνει καὶ ἕκαστος διακονεῖ ἑνότης γὰρ πίστεως τὸ μὴ διαφωνεῖν περὶ τὰ δόγματα τοῦτο γὰρ ἐπιγνωσις τοῦ ὑιοῦ τοῦ θεοῦ τὸ μὴ διαφωνεῖν περὶ αὐτοῦ ἄνδρα δὲ τέλειον καὶ μέτρον ἡλικίας λέγει τὴν τελείαν τοῦ χριστοῦ ἔννοιαν καὶ εἴδησιν |
150 | 136v | Eph.4.13 | ν /οικουμενιου | τοῦ πληρώματος τοῦ χριστοῦ | πλήρωμα χριστοῦ φησιν τὴν περὶ χριστοῦ ὀλοτελῆ γνῶσιν καὶ πίστιν οἷον ὅτι ἐκ παρθένου σάρκα ἔλαβεν ὅτι ἐκ θεότητος καὶ ἀνθρωπότητος εἰς μίαν ὑπῆρξεν ὑπόστασιν ἵνα γὰρ μὴ ἀκούσας ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὴν σωματικὴν νοήσης ἐπήγαγεν τοῦ πλήρωματος τοῦ χριστοῦ ὡσεὶ ἔλεγεν μέχρις οὗ εἰς τελείοτητα φθάσωμεν τῆς ὀλοτελοῦς τοῦ χριστοῦ πίστεως καὶ γνώσεως |
150Ph | 136v | Eph.4.13 | * | | οὐ γὰρ ὁ τυχὼν γίνεται μέρος τοῦ ὅλου πληρώματος ἤτοι τοῦ σώματος τοῦ χριστοῦ ἀλλ’ ὁ εἰς ἄνδρα τέλειον τῆς ἐπιγνώσεως αὐτοῦ καταντίσας καὶ εἰς μέτρον ἡλικίας ἀξίας τοῦ πληρώματος τοῦ Χριστοῦ |
151 | 136v | Eph.4.13-Eph.4.14 | να | ἵνα μηκέτι ὦμεν νήπιοι | δείκνυσιν τοῦτο παθόντας αὐτοὺς πάλαι ὠς ἐν διηγήματος τάξει ἐπανορθοῦται αὐτοὺς καὶ ἑαυτὸν συντάττων διὰ τὸ ἀνεπαχθές νηπιόυς δὲ τῇ πίστει φησιν |
152 | 136v | Eph.4.14 | νβ | κλυδωνιζόμενοι καὶ περιφερόμενοι | νηπίων γὰρ ὄντως τὸ περιφέρεσθαι καὶ οὐ βεβηκότων |
153 | 137r | Eph.4.14 | νγ | παντὶ ἀνέμῳ τῆς διδασκαλίας | εἰπὼν κλυδωνιζόμενοι ἐπέμεινε τῇ τροπῇ καὶ ἄνεμον διδασκαλίας προσειπών |
154 | 137r | Eph.4.14 | νδ | ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης | κυβευταὶ λόγων λέγονται οἱ ποτε μὲν τοῦτο ποτὲ δὲ ἐκεῖνο διδάσκοντες καὶ μετα βαίνοντες ἀεὶ ἀπὸ τούτου εἰς τοῦτο πανούργως τοιοῦτοι οἱ αἱρετικοί οἱ δὲ τοιοῦτοι φησι καὶ πανοῦργοι πρὸς τὸ μεθοδον ἐυρεῖν καὶ πρόφασιν πλάνης πάντα πρὸς τὸ ἀπατῆσαι μηχανώμενοι |
154ex | 137r | Eph.4.14 | * | | κύβειαν τὴν πανουργίαν καλεῖ πεποίηται δὲ ἀπὸ τοῦ κυβεύειν τὸ ὄνομα ἰδιον δὲ τοὖτο το τῇ δὲ κακεῖ σε μετα φέρειντὰς ψήφους πανουργεuομένους |
155 | 137r | Eph.4.14-Eph.4.15 | νε | ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ̓στιν ἡ κεφαλή ὁ χριστός | ἐκεῖνοι μὲν νόθα φησὶν καὶ ψευδῆ διδάσκουσι περὶ ὧν ὁ λόγος ἡμεῖς δὲ ἀληθεύοντες ἔντε δόγμασι καὶ βίῳ καὶ λόγῳ ἐν ἀγάπη ἄλλως γὰρ οὐκ ἔνι ἀληθέυειν αὐξήσωμεν καὶ ἐποικοδομήσωμεν εἰς τὸν χριστὸν τὴν κεφαλὴν ἡμῶν τὰ πάντα ἡμῶν καὶ βίον καὶ λόγον καὶ δόγματα |
156 | 137r | Eph.4.15-Eph.4.16 | νϛ | ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμςβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους | καθάπερ ἐπὶ τῶν ἡμετέρων σωμάτων τὸ πνευμᾶ τὸ ζωτικὸν τὸ ἀπ’ ἐγκεφάλου διὰ τῶν εὐρῶν κατιὸν οὐχ ἁπλῶς πᾶσιν ἐμπνεῖ τοῖς μέλεσιν δύναμιν ἀλλὰ τῷ μὲν πλεῖόντι δέξασθαι δυναμένω πλεῖον δίδωσι τὸ δὲ ἔλαττον ἔλαττον ὅυτως καὶ ὁ χριστὸς καθάπερ γὰρ μελῶν τῶν ἡμετέρων ψυχῶν αὐτοῦ καὶ εἰς αὐτὸν ἀποκρεμμαμένων ἡ πνευματικὴ αὐτοῦ δύναμις καὶ ἡ τῶν χαρισματων διανομὴ κατὰ ἀναλογίαν ἑνὸς ἐκάστου μέλους αὐτοῦ προσαπτομένη τὴν αὔξησιν ποιεῖται τῆς πνευματικῆς ἡλικίας διὰ τῆς ἁφῆς φησι τῆς ἐπιχορηγίας τουτέστιν διὰ τῆς ἐν τῇ ἁφῇ καὶ οἷον ἐρευνῃ τοῦ ἐπιτηδείου ἐπιχορηγίας γινομένης ἐκεῖνη γὰρ ἡ ἀπὸ χριστοῦ κατιοῦσα πνευματικὴ δύναμις ἑνὸς ἐκάστου μέλους αὐτοῦ ἁπομένη ὅυτως ἐνεργεῖ ὡς ἂν ἕυρη τινὰ πρὸς ὑποδοχὴν ἐπιτή δειον ὡσει ἐλεγεν τὰ μέλη τοῦ χριστοῦ ἡμεῖς φησι οἱ ἄνθρωποι κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου πνευματικοῦ μέτρου δεχόμενοι τὴν ἀπὸ χριστοῦ ἐπιχορηγίαν αὔξομεν τὸ γὰρ πνευμᾶ ἄνωθεν ἐπιρρέον ἀπὸ τοῦ χριστοῦ ἀφθόνως καὶ χορηγόυμενον πάντων ἐφαπτόμενον τῶν εἰς μέλη τελούντων χριστοῦ πρὸς τὴν ἀναλογίαν τῆς ἐκάστου δυνάμεως τὴν αὐξησιν ποιεῖται καλῶς δὲ προσέθηκεν ἐν ἀγάπῃ ἄνευ γὰρ ταύτης οὐκ ἂν εἰς τινα καταβαίη τὸ πνευμᾶ τὸ ἅγιον |
156ex | 137r | Eph.4.16 | οικουμενιου | | ὅρα τί κἀγὼ ἐνόμισα οὔτε γὰρ ἐνόησα τὸ τοῦ μακαρίου ἔξειν νοῆσαι ἐξ οὖ χριστοῦ πᾶν τὸ σῶμα τῆς ἐκκλησίας συναρμολογούμενον αὐτῷ καὶ συμβιβαζόμενον τουτέστιν συγκεκολλημένον αὐτῷ καὶ προσηνωμένον ὡς ἰδία κεφαλὴ ἐξ αὐτοῦ γὰρ ἡμῖν τὸ κεκολλῆσθαι αὐτῷ κεκολλημένον δὲ διὰ πάσης ἀφῆς τουτέστιν αἰσθήσεως τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρω ἑνὸς ἑκάστου μέτρους τουτέστιν διὰ τῆς κατ’ ἐνέργειαν χριστοῦ ἐπιχορηγίας τοῦ πνευματός τῆς κατὰ τὸ μέτρον καὶ τὴν τῆς ὑποδοχῆς δύναμιν ἑνὸς ἑκάστου βέλους τοῦ χριστοῦ γινομένης τὴν αὔξησιν τοῦ σώματος τοῦ χριστοῦ τουτέστιν τῆς ἐκκλησίας ποιεῖται αὔξησιν δὲ δηλαδὴ πνευματικὴν διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου πενυματός αὔξεται εἰς μέτρον τέλειον πνευματικῆς ἡλικίας ἡ ἐκκλησία εἴτε διὰ χαρισμάτων εἴτε διὰ γνώσεως εἰτε διὰ πίστεως |
156Ph | 137r | Eph.4.16 | * | | * συναρμολογούμενον καὶ συμβιβαζομενον τὴν αὔξησιν τὴν ἰδίαν ποιεῖται ἐπι ἰδίᾳ οἰκοδομῇ καὶ τελειοτητι ἀλλ’ οὐχὶ * ἀγάπῃ ὅτι οὐδ’ ἄλλο μέν τι τῶν καλῶν χωρὶς ἀγάπης συνίσταται καὶ τελειοῦται μάλιστα δὲ ἡ κατὰ πίστιν ἑνο * μολογία ἀλλὰ πῶς ἁρμολογοῦνται καὶ συμβιβάζονται οἱ πιστοί διὰ πάσης ἁφῆς φησίν ἵνα μὴ ὁ μὲν τῷδε συνάπτηται ὁ δὲ τῶδε * σιν διὰ γὰρ τῆς ἁπάντων συναφῆς ἡ κοινὴ τοῦ σώματος παντὸς αὔξησις γίνεται αὕτη δὲ ἡ ἁφὴ καὶ συνάφεια ποθεν φύεται * ρηγίας ἐστὶ τοῦ Χριστοῦ φησίν ἐπιχορηγίας δέ ὅτι μετὰ τῶν ἄλλων αὐτοῦ εὐεργεσιῶν καὶ τὴν ἀλλήλων συνάφειαν αὐτὸς ἐπιχορηγεῖ ἄλλων αὐτοῦ εὐεργεσιῶν καὶ τὴν ἀλλήλων συνάφειαν αὐτὸς ἐπιχορηγεῖ τὸ δὲ κατ’ ἐνέργειαν ὅτι οὐ μονον τὸ ἐπιτηδείως ἔχειν πρὸς τὴν συνάφειαν ἀλλὰ καὶ αὐτὸ τὸ συνάπτεσθαι τῆς αὐτῆς ἐπιχορηγίας ἐστίν τὸ δὲ ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους ἵνα μὴ ἀκούσας ὅτι αὐτὸς ἡμᾶς ἀλλήλοις συναρμολογεῖ αὐτὸς ἐπιχορηγεῖ καὶ τὴν κατ’ ἐνέργειαν συνάφειαν τῆς αὐτοῦ ἐστι δωρεᾶς καὶ ἐπιχορηγίας ἅπαντα ἵνα μὴ τοῦτο λογισάμενος αὐτὸς εἰς ῥᾳθυμίαν ἀποκλίνῃς ὡς πάντα ἔχων ἐκεῖθεν προῖκα προστίθησι ταῦτα ὅτι εἰ καὶ προῖκα ἐπιχοριγεῖται ἀλλὰ κατὰ τὸ μέτρον τῆς προθυμίας ἑνὸς ἑκάστου τῶν δεχομέων ἡ διανέμησις γίνεται |
157 | 137v | Eph.4.16 | νζ | τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ | αὔξων γὰρ τὴν ἐκκλησίαν ὁ χριστὸς πμευμαυτικῶς τε καὶ αἰσθητῶς ἑαυτὸν οἰκοδομεῖ ἐπειδὴ τὸ ἴδιον αὐξει σῶμα καλῶς δὲ τὸ ἐν αγάπῃ ἄνευ γὰρ τοῦ ταύτην ἡμῖν προς εῖναι οὐδὲν ἡμῖν τούτων ἔσται |
157ex | 137v | Eph.4.16 | οικουμενιου | | ἤ ἐν ἀγάπη ἧ αὐτὸς ἡμᾶς ἀγαπᾶ διὰ γὰρ τὸ ἀγαπᾶν ἡμᾶς φησὶ ταῦτα ποιεῖ |
158 | 137v | Eph.4.16-Eph.4.17 | νη | τοῦτο οὗν λεγώ καὶ μαρτύρομαι ἐν κυρίῳ μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ | ἐχρῆν μὴ μόνον διὰ τοῦ παραινεῖν ἀλλὰ καὶ διὰ τοῦ φοβεῖν καὶ τῷ θεῷ παραδιδόναι τὴν διδασκαλίαν ἐργάζεσθαι μαρτύρομαι φησιν ἐν κυρίω τουτέστιν μάρτυρα τὸν κυριόν καλῶ ὅτι εῖπον τί δεῖ ὑμᾶς πράττειν ὅρα δὲ σοφίαν οὐκ εἶπεν μηκέτι ἡμᾶς περιπατεῖν καθὼς περιπατεῖτε ἔπληξεν γὰρ ἄν ἀλλὰ τοῦτο μὲν ἐδήλωσεν ἀπὸ δὲ ἑτέρων ἤγαγεν τὸ παράδειγμα |
159 | 137v | Eph.4.17 | νθ | ἐν ματαίοτητι τοῦ νοὸς αὐτῶν | εἰς τὸ μὴ περὶ τὰ μάταια ἀσχολεῖσθαι τὸν νοῦν ὑμῶν |
160 | 137v | Eph.4.17-Eph.4.18 | ξ | ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ | τὸ γὰρ πλῆθος τῶν βιωτικῶν ἁμαρτιῶν τὸ διορατικὸν τῆς διανοίας ἐπισκοτίζον ἰδεῖν οὐκ ἐτᾶ τὸν ἥλιον τῆς δικαιοσύνης χριστόν ἔνθεν γίνεται ἣ πώρωσις τῆς καρδίας ὅπερ παρακατιών φησιν οἷον εἰπήρωσις τις οὖσα καὶ ἀναισθησία τὸ γὰρ ἐσκοτισμένον ἀναίσθητον |
160Ph | 137v | Eph.4.18 | * | | οὐ τὰ τῆς ἀληθείας φρονοῦντες καὶ πιστεύοντες καὶ ἀποδεχομενοι ἀλλ’ ἅπερ ἂν ὁ νοῦς αὐτῶν μάτην ἀναπλάσῃ καὶ λογίσηται τί δ’ ἂν καὶ λογίσοιτο τῶν καλῶν ὁ ἐσκοτισμένην ἔχων τὴν διάνοιαν |
161 | 137v | Eph.4.18 | ξα | διὰ τὴν ἄγνοίαν τὴν οὖσαν ἐν αὐτοῖς | εἰ οὖν ἀγνοσῦσι φησι καὶ εἰ πεπώρωνται οὐκ ἄξιοι ἐγκλημάτων εἰσὶν καὶ τιμωριῶν ἀλλὰ μάλλον τοῦ μαθεῖν ἀλλ’ ὅρα πῶς αὐτῶν ἀφαιρεῖται τὴν συγγνώμην οἵτινες φησιν ἀπηλγηκότες ἑαυτὸυς παρἐδωκαν τῇ ἀσελγεία εἰς ἐργασίαν ἀκαθαρσίας πάσης δείκνυσι γὰρ ὅτι τῆς ἁγνόιας καὶ τῆς πωρώσεως ὁ βίος αὐτοῖς αἴτιος ὁ δε βίος ἐξ οἰκείας γέγονεν ῥαθυμίας καὶ ἀναλγησίας ἑαυτοὺς γὰρ φησι παρέδωκαν ὅταν οὗν εἰς τὴν πρὸς ῥωμαίους εὐρης παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν κατὰ τὴν ενταῦθα διάνοιαν αὐτὸ νόει συνεχώρησεν γὰρ ὁ θεὸς παραδοθῆναι αὐτοὺς ἐπειδὴ τούτου ἀξίους ἑαυτοὺς ἐπόιησαν |
162 | 137v | Eph.4.18 | ξβ | διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν | διὰ τὴν ἀναισθησίαν ἀναισθησίαν γὰρ φέρει τοῦ φωτὸς ἡσκότωσις τῷ μὴ ἔχειν ἐν ἑαυτοῖς φόβον θεοῦ |
162ex | 137v | Eph.4.19 | * | οἵτινες ἀπηλγηκότες ἑαυτοὺς | εἰς τὸν παράνομον ἐξωκείλαντες βίον κατὰ βραχὺ τὴν ἀναλγησιν ἀν ἐνόσησαν |
163 | 137v | Eph.4.19 | ξγ | | οἷον ἀναλγήτως ἐσχηκότες καὶ ῥαθυμήσαντες καὶ καμεὶν μὴ βουληθέντες πρὸς εὕρεσιν τοῦ καλοῦ |
164 | 137v | Eph.4.19 | ξδ | παρέδωκαν τῇ ἀσελγείᾳ | πῶς γὰρ ὁ ἐν ἀσελγείᾳ ἐξεταζόμενος δυνηθεί ἡγνῶναι θεόν οὐκ οὖν ἡ αἰτία τῆς ἀγνόιας ἡ ἀσέλγεια ἥτις κατὰ ἀγνώμην ἁμαρτάνεται |
164Ph | 137v | Eph.4.19 | * | | ἢ ὅτι δυσὶν ἑαυτοὺς παρέδωκαν πάθεσιν ἀσελγείᾳ καὶ πλεονεξίᾳ ἅ ἐστιν ἐπιπολάζοντα μᾶλλον τῶν ἄλλων ἁμαρτιῶν ἢ ὅτι τὴν ἀσέλγειαν καὶ ἀκαθαρσίαν ἁπλῶς ἐν πλεονεξίᾳ τοῦτ' ἔστι καθ’ ὑπερβολὴν καὶ ἀνενδοτως εἰργάσαντο |
165 | 138r | Eph.4.19 | ξε | εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ | ὡς ἔργω φησι τὸ ἀσελγαίνειν ἐχρήσαντο καὶ πλεονεκτεῖν ἄρα οὐκ ἐξ ἦν αὐτοῖς μὴ ἀσελγαίνειν μὴ πλεονεκτεῖν παντί πουδῆλον ὁρᾶς ὅτι παρ’ αὐτῶν γέγονεν ἡ τύφλωσις |
166 | 138r | Eph.4.19-Eph.4.21 | ξϛ | ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστὸν εἴγε αὐτὸν ἠκούσατε | οὐκ ἐπὶ τούτῳ φησὶν τῷ ὅρῳ ὥστε τὰ ὅμοια ποιεῖν ἐκείνοις τὸ δὲ εἴγε αὐτὸν ἠκούσατε ὁ ἅγιος ἰωάννης βεβαιωτικὸν ἐδέξατο καθώς φησιν αὐτὸν ἠκούσατε δύναται δὲ τις καὶ ἐναμφιβολίᾳ αὐτὸ δέξασθαι ἵνα καὶ μᾶλλον αὐτοὺς πλήξη ὡσεὶ εἶπεν ἀμφιβάλλω γὰρ εἴ τις τὸν χριστὸν ἀκούσας καὶ διδαχθεὶς ἐν αὐτῷ τοιαῦτα πράττει |
167 | 138r | Eph.4.21-Eph.4.22 | ξζ | καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ̓στιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφήν τὸν παλαιὸν ἄνθρωπον | τὸ καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ δύνη καὶ τὸ ἄνῳ ἁρμόσαι οἷον καὶ ἐν αὐτῷ ἐδιδάχθητε τί ἐδιδάχθημεν καθώς φησιν ἐστιν ἀλήθεια ἐν αὐτῷ ἀλήθειαν λέγων τὴν δικαιοσύνην τὸ γὰρ ψευδός ἐστιν ἁμαρτία καθὼς οὖν ἐστιν ἐν αὐτῷ ἀλήθεια ὅυτως καὶ ὑμεῖς ἐδιδάχθητε κατὰ γὰρ αὐτὴν ἐδιδάχθητε δύνη δὲ καὶ τῷ εποιμένῳ ἁρμόσαι αὐτό καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς τοῦτο γὰρ ἐδιδάχθητε καὶ αὐτό ἐστιν ἡ ἐν τῷ ἰησοῦ ἀλήθεια τὸ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν ἐν ἁμαρτίαις |
167ex | 138r | Eph.4.22 | * | | παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ὠνόμασεν ἀλλὰ τὴν τῆς ἁμαρτίας ἐνέργειαν |
167Ph | 138r | Eph.4.22 | * | | ἐδιδάχθητε ἀποθέσθαι ἐδιδάχθητε ἐνδύσασθαι ἀπὸ κοινοῦ γὰρ τὸ ἐδιδάχθητε |
167Ph2 | 138r | Eph.4.22 | * | | τὸν κατὰ τὴν προτέραν ἀναστροφὴν παλαιὸν ἄνθρωπον |
168 | 138r | Eph.4.22 | ξη | τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης | ἢ τὸ κατὰ τὰς ἐπιθυμίας ἀντὶ τοῦ διὰ τῶν ἐπιθυμιῶν κεῖται δι’ αὐτῶν γὰρ φθείρεται ὁ ἄνθρωπος ὥσπερ τὸ ́ἔριον δι’ ὧν τί κτεισητῶν φθείρεται δὲ καὶ ἐν τῇ γεέννῃ καὶ ἐν τῷ νῦν βίῳ αἱ γὰρ ἀκολασίαι καὶ αὐτοῦ τοῦ σώματος οὐ μόνον τῆς ψυχῆς εἰσι φθαρτικαί ἢ ὥσπερ φησιν αἱ ἐπιθυμία φθείρονται φθείρονται δὲ καὶ νόσῳ καὶ χρόνῳ καὶ τελευταῖον θανάτῳ ὅυτως καὶ αὐτὸς ὁ τὰς ἐπιθυμίας τίκτων ἄνθρωπος καλῶς δὲ τὴν ἐκ τῶν ἐπιθυμιῶν ἀποτελουμένην ἁμαρτίαν ἀπάτην ἐκάλεσεν ἀπάτη γὰρ καὶ οὐ κυρίως ἡδονή |
169 | 138r | Eph.4.22-Eph.4.23 | ξθ | ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν | ̓ἀνανεοῦσθαι δὲ διὰ τοῦ ἁγίου πνευματός τοῦ ὄντος ἐν τῶν ᾧ ὑμῶν τὸ γὰρ πνευμᾶ παλαιῶν οὐκ ἀνέχεται πράξεων καλῶς δὲ τὴν τοιάυτην ἀνακαίνισιν ἐν πνευματικι γίνεσθαι λέγει οὐ γὰρ σωματικῶς ἄλλοι ἀντ’ ἄλλων γινόμεθα ἀλλὰ διὰ πνευματὸς ἡ ἀνακαίνισις μετανοίας ἡγουμένης καὶ τὸ γήρας τῶν ἁμαρτιῶν ἀποζυούσης |
170 | 138r | Eph.4.24 | ο | καὶ ἐνδύσασθε | ἐνεδύσασθε φησιν ἐν τῷ βαπτίσματι ἐνδύσασθε καὶ διὰ μετανοίας καὶ πολιτείας χρηστῆς |
171 | 138r | Eph.4.24 | οα | τὸν καινὸν ἄνθρωπον | ὁρᾶς ὅτι ἑκούσιον ἐστι τὸ πρᾶγμα καὶ μᾶλλον εὐχερές καινὸν δὲ ἄνθρωπον φησι τὸν ἐν ἀρετῇ διαζῶντα ὥσπερ παλαὶον τὸν ἐν ἁμαρτίαις |
172 | 138r | Eph.4.24 | οβ | τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι | ὁ γὰρ ἐν ἀρετῇ ζῶν κατὰ θεὸν ἕκτισται καὶ κατὰ θεὸν πολιτέυεται δικαιοσύνη δὲ ἡ καθολικὴ λέγεται ἀρετῆ ὁσιότης δὲ ἡ καθαρότης |
173 | 138v | Eph.4.24 | ογ | τῆς ἀληθείας | ἦν καὶ παρὰ ἰουδαίοις δικαιοσύνηκαὶ ὁισίοτης ἀλλὰ τυπική περὶ γὰρ σώματος κάθαρσιν ἠσχόλητο ἀλλὰ μὴ ταύτην ἀλλὰ τὴν ἐν ψυχῇ δικαιοσύνην καὶ ὁσίοτητα ἐνδύσασθαι αὔτη γὰρ ἡ τῆς ἀληθείας ἦ δικαιοσύνην ἀληθείας λέγει πρὸς ἀντι διαστολὴν τῆς ἐν ὑποκρίσει |
174 | 138v | Eph.4.25 | οδ | διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ ὅτι ἐσμὲν ἀλλήλων μέλη | εἶπεν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς λοιπὸν καὶ ἰδικῶς αὐτὸν διαγράφει καὶ πρῶτον αὐτοῦ τὸ ψεῦδος ἀποκρύπτει ὡς ἀπὸ οἰκείων μελῶν ὡσεὶ εἶπεν μὴ ὀφθαλμὸς ἰδὼν θηρίον οὐδίδωσι φυγεῖν τοῖς ποσίν ἢ χείρψιλα φήσασα τι πονηρὸν ψεύδεται τὰ λοιπὰ μέλη ὅυτως φησι καὶ ὑμᾶς χρὴ διακεῖσθαι |
175 | 138v | Eph.4.26 | οε | ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παρουργισμῷ ὑμῶν | εἶπεν μὴ ψεύδεσθε ἐπὲι οὖν πολλάκις τίς ψευδόμενος ὀργῆς πρόφασιν παρεῖχεν φησι καλὸν μὲν τὸ μὴ ὀργίζεσθαι καθόλου εἰ δὲ ἄρα κἂν μὴ πρὸς ἁμαρτίαν ἐξαχθῆτε μὴ δὲ παραμενέτω ὑμῖν ἐπὶ πολὺ τὸ πάθος ἔνι γὰρ ὡς λέγοι τίς ὀργῆς δικαίας πρὸς ὥραν ἐμπλησθῆναι λύσον δὲ αὐτὴν πρὸ ἡλίου δύσεως διά τε τὸ μὴ δόξαι ἐπὶ ἀναξίοις ἀνατεταλκέναι τὸν ἥλιον καὶ ἵνα μὴ ἡ νὺξ διὰ τῶν ἐν νοιῶν χαλεπωτέραν ἐργάσηται τὴν πυράν |
176 | 138v | Eph.4.27 | οϛ /Οικουμενιου | μηδὲ δίδοτε τόπον | ἥκουσα τινων ἑρμηνευσάντων μία φησὶν ἀναμάρτητος ὀργὴ ἡ πρὸς τοὺς δαίμονας καὶ τὰ πάθη |
176ex | 138v | Eph.4.27 | Οικουμενιου | | ἢ ὅτι τοῦ ἄνω ἤρτηται μὴ ἐπιδυέτω φησὶν ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν ἵνα μὴ δῶτε χώραν τῷ διαβόλῳ διὰ τῶν κατὰ τὴν νύκτα λογισμῶν πλεόν ἐκ κάλειν κατὰ τῶν ἀδελφῶν |
177 | 138v | Eph.4.27 | οζ | τῷ διαβόλῳ | ὥστε τὸ ἀλλήλους πολεμεῖν τόπον ἐστὶ διδόναι τῷ διαβόλῳ καθ’ ἡμῶν αὐτῶν |
178 | 138v | Eph.4.28 | οη | ὁ κλέπτων μηκέτι κλεπτέτω | ἰδοὺ τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου ποῦ δὲ νῦν εἰσιν οἱ ῥύπου γένοντες ἑαυτὸυ δὲ καθαροὺς ἐπικαλοῦντες καὶ τὴν μετάνοιαν μὴ δεχόμενοι ἰδοὺ γὰρ φανερῶ ἀκούουσιν ὁ κλέπτων μὴκετι κλεπτέτω |
179 | 138v | Eph.4.28 | οθ | μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν ταῖς χερσίν ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι | οὐ γὰρ ἀρκεῖ παύσασθαι ἁμαρτίας τὸν μετανοοῦντα ἀλλὰ καὶ τὴν ἐν αντίαν αὐτοῖς ὁ δευτέον αὐτῷ κοπίατω δὲ εἰπὼν τὸ ἐπίπονον τοῦ ἔργου ἐδήλωσεν τὸ ἀγαθόν φησιν καὶ γὰρ καὶ ὁ κλέπτων ἐργάζεται ἀλλὰ κακόν |
180 | 138v | Eph.4.28-Eph.4.29 | π | πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω | σαπρὸν ἢ τὸν ἀργὸν καὶ εἰκαῖον καλεῖ ἢ τὸν σεσηπότα καὶ δυσώδη τί γὰρ λοιδορίας καταλαλιᾶς αἰσχρολογίας εὐτραπελίας δυσωδέστερον ἢ πλεόν σεσηπός |
181 | 138v | Eph.4.29 | πα | ἀλλ’ ἔι τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας | τῆς παρόυσης φησὶν περὶ ἧς ἡδιάλεξις δεῖ γὰρ τὸν πνευματικὸν ἄνθρωπον πᾶσαν προκειμένην διάλεξιν περιτρέπειν εἰς οἰκοδομὴν τῶν συμπαρόντων |
181ex | 139r | Eph.4.29 | * | ἵνα δῷ χάριν τοῖς ἀκούουσιν | ἵνα δῶ χάριν θεοῦ φησὶ τοῖς ἀκούουσιν ἢ ἵνα χάριν σοι εἴσονται ἐφ’ οῖς λαλεῖς ἢ ἵνα εὐχαρὴς αὐτοῖς γένη πνευματικῶς ἔσται δε τοῦτο ἐὰν περὶ σωφροσύνης περὶ δικαιοσύνης περὶ ἐλεμοσύνης λαλῆς |
182 | 139r | Eph.4.29-Eph.4.30 | πβ | καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως | φοβερόντι λέγει δείκνυσι γὰρ ὅτι πᾶς ὁ σαπρὸν λόγον λαλῶν τὸ πνευμᾶ λυπεῖ τὸ ἅγιον εἶτα καὶ ἐκ τῆς ἐυεργείας τοῦ πνευματός φοβερώτερον τὸν λόγον ποιεῖ ἐν ᾧ γάρ φησιν ἐσφραγίσθητε |
182ex | 139r | Eph.4.30 | Οικουμενιου | | ὡσπερ γὰρ δῆλους ποιῶν ἡμᾶς ὅτι ἐσμὲν θεοῦ λαὸς ἐσφράγισεν ἡμᾶς ἐν τῷ βαπτίσματι αὕτη γὰρ ἡ ἡμέρα τῆς ἀπολυτρώσεως |
183 | 139r | Eph.4.30-Eph.4.31 | πγ | πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ | πικρίαν μὲν λέγει τὴν δεινότητα καὶ τὴν κατασκευήν ὁ δὲ θυμὸς γεννητικός ἐστι τῆς ὀργῆς ἐκ δὲ τῆς ὀργῆς ἡ κραγὴ πρόεισιν ἐκ δὲ ταύτης ἡ βλασφημία οἶον ἡλοι δορία ταῦτα τοι γὰρ οὖν ἄπαντα ἄρθήτω ἀφ’ ὑμῶν οὐ λέγει κατεχέσθω ἠκολαζεσθω ἀλλὰ τὴν τελείαν αὐτῶν δηλῶν ἀναίρεσιν ἀρθήτω φησὶν σὺν πάσῃ κακίᾳ ἐπειδὴ γὰρ εἰσίν ἄνθρωποι ὥσπερ τῶν κυνῶν οἱ λαθροδάκται οἳ οὔτε κράζουσιν οὔτε δήλην ποιοῦσι τὴν ὀργὴν ἀλλὰ κατὰ ψυχὴν ἔχοντες ἀμύνονται ἐν καιρῷ τὸν λυπησάντα βούλεται καὶ τὴν ἐνδομυχοῦσαν κακίαν αἴρεσθαι καὶ ἐξορίζεσθαι |
184 | 139r | Eph.4.32 | πδ | γίνεσθε δὲ εἰς ἀλλήλους | οὐδὲ γὰρ ἀρκεῖ μόνη τῶν κακῶν ἡ ἀποχὴ ἀπαλλέξαι τιμωρίας εἰ μὴ καὶ ἀγαθόν τις πρὸς ἐργάσηται καὶ τοῦτο δηλοῦσιν οἱ ἐξ εὐωνύμων οἳ οὐδὲν ἐγκαλοῦνται κακόν ὅτι δὲ μὴ ἔθρεψαν καὶ ἐπότισαν καὶ ἐσκέπασαν ἅπερ ἐστι τῶν καλῶν ἐργασία δεῖ οὖν ἡμῖν καὶ καλῶν ἐργασίας διὸ τὰ φαῦλα ἀνελὼν ὁ παῦλος ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν παρακαλεῖ |
185 | 139r | Eph.4.32 | πε | χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοῖς | χρηστὸι ὡς πρὸς ἀντιδιαστολὴν τῆς ὀργῆς ἔυσπλαγχνοι ὡς πρὸς ἀντι διαστολὴν τῆς πικρίας τὸ δὲ χαριζόμενοι ἑαυτοῖς ὅ ἐστι συγγνωμονικοὶ γίνεσθε πρὸς ἀντι διαστολὴν τῆς κακίας καὶ βλασφημίας τέθεικεν |
186 | 139r | Eph.4.32 | πϛ | καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐξαρίσατο ὑμῖν | μεγίστη μὲν προτροπὴ πρὸς τὸ χαρίζεσθαι ἑαυτοῖς τὸ εἰπεῖν τὸν χριστὸν ἀφετε καὶ ἀφεθήσεται ὑμῖν ἀλλ’ ἐπειδὴ πολλοὶ οὐ σφὸδρα τοῖς μέλλουσιν πιστέυειν ἀπὸ τῶν προ ὑπηργμένων ποιεῖται τὴν παράκλησιν χαριζόμενοι γὰρ φησιν ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐχαρίσατο ὑμῖν τι ἐστιν ἐν χριστῷ τουτέστιν μετὰ κινδύνου τοῦ ὑιοῦ αὐτοῦ διὰ τῆς σφαγῆς αὐτοῦ καὶ τοῦ σταυροῦ καὶ σὺ μὲν φησιν ἀκινδύνως χαρίζῃ ὁ δὲ θεὸς μετὰ τοῦ θανάτου τοῦ μονογενοῦς αὐτοῦ ἐχαρίσατο ὑμῖν ὁρᾶς ὑπερβολήν |
187 | 139r | Eph.4.32-Eph.5.1 | πζ | γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ | ἀρκεῖ τοῦτο πρὸς μισθὸν τῷ χαριζομένῳ τὸ γενέσθαι μιμητὴν τοῦ θεοῦ |
188 | 139r | Eph.5.1 | πη | ὡς τέκνα ἀγαπητά | ἰδοὺ καὶ ἄλλη πρὸς τὸ χαρίζεσθαι προτροπὴ μᾶλλον δὲ ἀνάγκη ἀνάγκην γὰρ ἔχετε φησιν μιμεῖσθαι τὸν πατέρα ὑμῶν εἶτα ἐπειδὴ μὴ πάντα τὰ τέκνα μιμεῖται τὸν πατέρα πρόσεθηκεν τὸ ἀγαπητά τοῖς γὰρ τοιόυτοις καὶ ἐξ ἀνάγκης τινὸς ἡ μίμησις |
189 | 139v | Eph.5.1-Eph.5.2 | πθ | καὶ περιπατεῖτε ἐν ἀγάπῃ καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας | ἰδοὺ πάντων τῶν καλῶν ἡ ῥίζα τάυτης γὰρ ὄυσης καὶ ἡφυγὴ τῶν κακῶν καὶ ἡ ποίησις τῶν ἀγαθῶ εὐχερῶς κατορθοῦται καθώς φησιν ὁ χριστὸς ἡγάπησεν ἡμᾶς καίτοι οὐκ ἔστιν ὃμοιον τῆς τοῦ χριστοῦ ἀγάπης τὸ ἡμέτερον ὁ μὲν γὰρ ἐχθροὺς ὅντας ἡμᾶς ἠγάπησεν σὺ δὲ φησιν τοῦτο κἂν εἶς τοὺς πλησίον ἐπίδειξαι καὶ ὁ μὲν χριστὸς ἑαυτὸν εἰς θάνατον παρέδωκεν σοὶ δὲ ἀκίνδυνος καὶ ἀζήμιος ἔσται ἡ πρὸς τὸν πλησίον ἀγάπη εἰ δὲ ἐχθροὺς ἀγαπήσεις κατὰ μίμησιν τοῦ χριστοῦ γενήση καὶ σὺ θυσίαν τῷ θεῷ καὶ προσφορὰ εἰς ὀσμὴν εὐωδίας λογιζομένη ὅυτως ὁ χριστὸς γέγονεν ὅυτως καὶ ἡμεῖς εἂν θελήσωμεν ἐσόμεθα |
190 | 139v | Eph.5.3 | ϛ | πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία | εἰπεν περὶ τοῦ θυμικοῦ πάθους τοῦ θυμοῦ καὶ τῆς ὀργῆς καὶ τῆς πικρίας ἢλθεν λοιπὸν εἰς τὸ ἐπιθυμητικὸν τὸ τῆς πορνείας καὶ γὰρ καὶ ὁ νόμος πρῶτον εἰπὼν οὐ φονέυσεις ὅ πέρ ἐστι τοῦ θυμικοῦ τότε εἶπεν οὑ μοιχέυσεις ὅπερ τοῦ ἐπιθυμητικοῦ καθέστηκεν καθάπερ γὰρ ἡ πικρία καὶ ἡκραυγὴ καὶ ἡ κακία καὶ ἡ βλασφημία τοῦ θυμικοῦ πάθους ἐστὶν ὅυτως τοῦ ἐπιθυμητικοῦ πορνεία μοιχεία ἀκαθαρσία πλεονεξία εἰ γὰρ καὶ μὴ σωμάτων χρημάτων μέντοι ἐπιθυμεῖ |
191 | 139v | Eph.5.3 | ϛα | μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν | ̃οἶδεν γὰρ τοὺς περὶ τούτων λόγους ὑπεκκαύμα καὶ προτροπὰς τῶν ἔργῶν γινομένους |
192 | 139v | Eph.5.3 | ϛβ | καθὼς πρέπει ἁγίοις | ὅυτω γὰρ πρέπει τοῖς ἁγίοις εἶναι σπουδάζουσιν |
193 | 139v | Eph.5.3-Eph.5.4 | ϛγ | καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία | ὥσπερ ἄνω τὴν κραγὴν περιεῖλεν ὄχημα τῆς ὀργῆς ὑπάρχουσαν ὅυτως νῦν τὴν αἰσχρολογίαν καὶ τὴν εὐτραπελίαν καὶ μωρολογίαν ὑπέκκαυμα τῆς πορνείας τυγχάνουσαν |
194 | 139v | Eph.5.4 | ϛδ | τὰ οὖκ ἀνήκοντα | ἵνα μὴ δόξη φορτικός τις εἶναι καὶ τὴν ἐτραπελίαν ἐκκόπων τὴν αἰτίαν ἐπάγει τὰ μὴ ἀνήκοντα φησιν τί γὰρ πρὸς ἡμᾶς ταῦτα οὐδὲν κοινὸν ἡμῖν πρὸς αὐτά οὐ γὰρ γέλωτος ἢ εὐτραπελίας ὁ παρὼν καιρὸς ἀλλὰ πένθους καὶ ἀγῶνος ὡσεὶ ἔλεγεν ἐφέστηκεν ὁ δίαβολος πάντοθεν τρίζων τοὺς ὀδόντας καθ’ ἡμῶν καὶ ὠρυόμενος καὶ σὺ παίζεις καὶ ἀστεῖας λαλεῖς καὶ πῶς αὐτοῦ περίσετη δυσχερὲς γὰρ ἀγωνιζόμενον αὐτοῦ περιγενέσθαι μὴ τι γεπαίζοντα |
195 | 139v | Eph.5.4 | ϛε | ἀλλὰ μᾶλλον εὐχαριστία | ἀνθῶν γὰρ τὰ ἀλλό τρία σου μὴ φθέγγη εὐχαρίστει τῷ θεῷ |
196 | 139v | Eph.5.4-Eph.5.5 | ϛϛ | τοῦτο γὰρ ἔστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκὰθαρτος ἢ πλεονέκτης ὅς ἐστιν εἰδωλάτρης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ | ἦσαν ἴσως τινες παρ’αυτοῖς οἱ λέγοντες ὅτι φοβῆσαι θέλων ὁ θεὸς ταῦτα ἀπηγόρευσεν τὰ εὐτελῇ ἢ καὶ ἐξεφάυλιζον τὰ τοιαῦτα οὐχῖ κανὰ ὅντα εἰς γέενναν ἐμβαλεῖν οἷα καὶ νῦν γίνεται τί γάρ φησι τὸ ἄτοπον εἰ εἰπὼν μωρὲ ἔνοχος γενήσεται γεέννης καὶ πῶς ἣ πλεονεξία εἰδωλολατρεία τούτους οὖν αἰνίττεται ὁ ἀπόστολος δηλοῖ γὰρ ἡ ἐπαγωγή μηδεὶς ὑμᾶς ἐξαπατάτω φησι καινοῖς λόγοις καινοῖς δὲ τοῖς μὴ ἔχουσιν τὸ ἐλπισθὲν αὐτοῖς πέρας μὴ δὲ εῖς ἔργον ἐκβαίνουσιν |
197 | 140r | Eph.5.6 | ϛζ | μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις | ἄρα ἀπάτης ἐστὶ τὸ τὰ τοιαῦτα λαλεῖν |
198 | 140r | Eph.5.6-Eph.5.7 | ϛη | διὰ ταῦτα γὰρ ἔρξεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν | ἢ διὰ τὴν πορνείαν καὶ ἀκαθαρσίαν καὶ τὰ λοιπὰ ἠ διὰ τοὺς τοιούτους λόγους ἀπειθείας δὲ ὑιοὺς τοὺς ἀσπειθοῦντας τοῖς τοιόυτοις δόγμασι λέγει |
199 | 140r | Eph.5.7-Eph.5.8 | ϛθ | ἦτε γάρποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ | ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας πολιτείας σκότος ἦτε φησι σκότος δὲ λέγει τὸν ἐν πλάνῃ βίον μὴ τοίνυν παλινδρομήσητε πρὸς τὸ σκότος |
200 | 140r | Eph.5.8 | ρ | ὡς τέκνα φωτὸς περιπατεῖτε | τοῦτεστιν εὐσχημόνως ἐν γὰρ φωτὶ πᾶσις τοῦ εὐσχήμου προνοεῖ |
201 | 140r | Eph.5.9 | α | ὁ γὰρ καρπὸς τοῦ πνεύματος | τοιαῦτα καρποφορεῖ τὸ πνευμᾶ καὶ οἱ πνευματικόι ὡς τά γε ἕτερα τοῦ σατανᾶ εἰσιν καρποί |
202 | 140r | Eph.5.9 | β | ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ | τοῦτο ὡς πρὸς τοὺς ὀργιζομένους πρὸς τοὺς πικρούς τὸ δὲ δικαιοσύνη ὡς πρὸς τοὺς πλεονέκτας τὸ δὲ ἀληθείᾳ ὡς πρὸς τοὺς τὴν ψευδῇ τῆς ἀκολασίας καὶ ἁμαρτίας διώκοντας ἡδονήν |
203 | 140r | Eph.5.10 | γ | δοκιμάζοντες τί ̓στιν εὐάρεστον τῷ θεῷ | ́ἄρα ἀδοκίμου καὶ παιδικῆς διανοίας τὰ ἄλλα |
204 | 140r | Eph.5.10-Eph.5.12 | δ | καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν | ποῖος γὰρ καρπός ποῖον ὅφελος ἐξ ἐκείνων θάνατος μὲν οὖν σκότους δὲ λέγει τῶν ἐν πλάνῃ καὶ ἁμαρτίαις ἄνθρωπον καὶ τί λέγω μὴ συγκοινωνεῖτε μᾶλλον φησι καὶ ἐλέγχετε παιδέυοντες αὐτοὺς διὰ τῶν ἐλέγχων τοῦτο δὲ οὐκ ἐστίν ἐναντίον τῶ μὴ κρίνετε ὧδε γὰρ τὸ ἐλέγχετε ἀντὶ τοῦ παιδέυετε κεῖτετει ἐκεὶ δὲ τὸ κατακρίνετε |
204Ph | 140r | Eph.5.12 | * | | ἔργα σκοτους εἶπεν γενικῶς ὀνομάσας πᾶσαν ἁμαρτίαν διὰ τί δέ φησίν οὐκ ἐπεξῆλθον ἑκάστην αὐτῶν ὀνομαστὶ πρᾶξιν ὅτι καὶ ἐν αὐτὰ τὸ λέγειν αὐτὰς αἰσχροτητος πληροῦται καὶ ὁ ἐπεξιὼν αὐτάς ἢ οὕτως ἐλέγχετε φησί τῇ παραθέσει τοῦ οἰκείου βίου οὐδὲ γὰρ λέγω ἐλέγχειν αὐτοὺς τὰς πράξεις αὐτῶν ἐπεξιῶντας αὐτοῖς καὶ ὀνειδίζοντας οἶδα γὰρ ὅτι τοῖς σπουδαίοις καὶ τὸ ὅλως μνημονεύειν αὐτὰς αἰσχροτης νομίζεται οὐδὲν γὰρ ἔλαττον φησί τῶν ὑμετέρων ἔργων ταῖς ἀρεταῖς ἀστραπτοντων ἢ εἰ διὰ λογων τις αὐτοὺς ἀνεκάλυπτεν ἀλλὰ καὶ μᾶλλον ἅπαντα τὰ ἔργα αὐτῶν διὰ τοῦ φωτὸς τοῦ ὑμετέρου βίου ἐλέγχεται καὶ ἀποκαλύπτεται καὶ φανεροῦται φανερούμενα δὲ φωτίζεται καὶ εἰς τὸ ἄμεινον μετάγεται καὶ μεταποιεῖται ἡ γὰρ τῶν κρυφίων διὰ τῆς ἐναρέτου πολιτείας φανέρωσις εἰς κατάγνωσιν προτρέπεται ἡ δὲ ἀρχὴ γίνεται ἐπιστροφῆς αὕτη δὲ εἰς ἐργασίαν ἀρετῆς καταλήγει ὅπερ ἐστὶ φῶς ὡς προξενον τοῦ ἐκεῖθεν φωτος καὶ φῶς πάλιν ὅτι τυφλῶττον ἐν ἡμῖν προτερον περὶ τὰ πάθη αὕτη καταλάμψασα τὸ ἡγεμονικον ποιεῖ αὐτὸ καθορᾶν τὴν ἐν τῇ ἁμαρτίᾳ ἀσχημοσύνην καὶ αἰσχροτητα καὶ ἀμορφίαν τὸ δὲ πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν ἢ ὡς εἴρηται ληπτέον ἢ κατασκευαστικὸν τοῦ δύνασθαι ἐλέγχειν τοὺς σπουδαίους διὰ τοῦ οἰκείου βίου τῶν φαύλων πολιτείαν φανεροῦται μὲν γὰρ ὁ τοῦ σπουδαίου βίος φησίν φανερούμενος δὲ φῶς ἐστιν φωτὸς δὲ λάμποντος τὸ σκοτος ἐλέγχεται ὅπερ ἐστὶν ὁ τῶν φαύλων βίος |
205 | 140r | Eph.5.13 | ε | τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φασεροῦται | τουτέστιν ἄν ἦτε ὑμεῖς ἐνάρετοι οὐ δύνανται λανθάνειν οἱ πονηρόι ἀλλ’ αὐτὸς ὑμὼν ὁ βίος καὶ πρὸ τῶν ὑμετέρων λόγων κατήγορος καὶ ἔλεγχος ἔστιν αὐτῶν ἐὰν γὰρ λανθάνωσιν ἀδιόρθω τοιμένουσιν φανερούμενοι δὲ διορθωθήσονται |
205Ph | 140r | Eph.5.13 | * | | ἢ οὕτως ἐλέγχετε αὐτοὶ διὰ τοῦ ὑμετέρου λαμπροῦ καὶ σπουδαίου βίου καὶ μὴ ἀναμένετε ἐκείνους ἑαυτοὺς προσαγγέλλειν καὶ κωμῳδεῖν τὰ οἰκεῖα καὶ εἰς μέσον ἄγειν καὶ οὕτω βελτιοῦσθαι εἰ γὰρ καὶ πράττουσιν ἃ μὴ θέμις ἀλλ’ οὖν ὑπὸ τῆς ἐμφύτου γνώσεως εἰδοτες αὐτῶν τὴν αἰσχροτητα αἰσχύνονται καίτοι δέον ἀνακαλύπτειν τὴν αἰσχημοσύνην ἑαυτῶν |
206 | 140v | Eph.5.13 | ϛ | πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν | ἢ τοῦτο φησιν ὅτι τὰ ἁμαρτήματα ἐπ’ ἂν φανρωθῆ φῶς γίνεται τουτέστιν εἰς δικαιοσύνην προτρέπεται ἐκ μετανοίας ἢ ὅτι ἐνάρετος βίος οὐδύναται κρυβῆναι δίο ἐλέγχει τὸ σκότος τουτέστιν τοὺς πονηρούς |
206Ph | 140v | Eph.5.13 | * | | ὅτι φησί τὸ φανερούμενον καὶ ἀνακαλυπτομενον φῶς γίνεται μαρτυρεῖ καὶ ἡ χρῆσις ἔγειρε γάρ φησίν ὁ καθεύδων οἷον διανάστηθι ἀπὸ τῆς πρὸς τὰ πάθη κατακλίσεως καὶ προσεδρίας καὶ ἀνάστα ἐκ τῶν νεκρῶν ἔασον αὐτὰ νεκρὰ καὶ αἰσχρὰ καθώς εἰσιν φανερωθῆναι καὶ ἂν ταῦτα γένηται ἐπιφαύσει σοι τοτε καὶ φωτίσει καὶ καταυγάσει σε ὁ Χριστος ὥστε τὸ φανερούμενον φῶς γίνεται καὶ φωτίζεται |
207 | 140v | Eph.5.13-Eph.5.14 | ζ | διὸ λέγει ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν | καθεύδοντα καὶ νεκρὸν τὸν ἐν ἁμαρτίαις λέγει καὶ γὰρ καὶ ἀνενέργητος ἐστιν πρὸς τὸ ἀγαθὸν ὡς ὁ νεκρὸς καὶ φαντασιοῦται ὡς ὁ καθεύδων καὶ εἰδεχθής ἐστι καὶ δυσωδίας γέμει ὡς ὁ νεκρὸς πάλιν |
208 | 140v | Eph.5.14 | η | καὶ ἐπιφαύσει σοι ὁ χριστός | ὅτι δὲ σκότος ἐστί φησιν ὁ ἐν ἁμαρτίαις ἀκουσον πῶς αὐτὸν καθεύδοντα καὶ νεκρὸν ἡ γραφὴ καλεῖ καὶ ὡς οὐκ ἂν ἄλλως αὐτῷ ἐπιλάμψει ὁ χριστὸς πλὴν εἰ μὴ πάυσηται τῆς ἁμαρτίας τὸ γὰρ ἔγειρε πᾶν σόν ἐστι ταῦτα καὶ πρὸς ἀπίστους καὶ προς πιστοὺς ἁμαρτωλοὺς ἁρμόζει τὸ δὲ ἐπιφαῦσει ἐπιλάμψει ἐστιν |
209 | 140v | Eph.5.14-Eph.5.15 | θ | βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε | πρόβατα ἐστὲ ἐν μέσῳ λύκων διὸ πολλῆς παραφυλακῆς χρεία μὴ ἀναδέξασθαι ἔχθρας πλὴν τῶν διὰ τὸ κήρυγμα |
210 | 140v | Eph.5.15-Eph.5.16 | ι | μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί ἐξαγοραζόμενοι τὸν καιρόν | οἱ γὰρ σοφοὶ ἴσασιν πῶς δεῖ περιπατεῖν πάντα γάρ δεῖ φησιν προϊέσθαι καὶ ἀγοράζειν τὸ μὴ περὶ πίστιν ναυαγῆσαι |
210ex | 140v | Eph.5.16 | οικουμενιου | | ἢ ὅυτως ὁ καιρὸς οὐκ ἔστιν ἡμῖν βέβαιος πάροικοι γὰρ ἐσμέν ἀγόρασον οὖν αὐτὸν καὶ ποίησον αὐτὸν ἴδιον πῶς δὲ τοῦτο ἐσται διὰ τοῦ ἐν αὐτῷ εὐαρεστῆσαι τῷ θεῷ τότε γὰρ ὃυτος ἴδιος γίνεται ὅτι αἱ ἐν αὐτῷ καλαὶ πράξεις ἐπακολουθοῦσιν ἐκεῖ δοξάζουσαι ὥσπερ αἱ κακαὶ κατακρίνουσαι |
211 | 140v | Eph.5.16 | ια | ὅτι αἱ ἡμέραι πονηραί εἰσιν | οὐχ αἵ ἐν αὐταῖς ὧραι ἢ οἱ χρόνοι εἰσὶ πονηροὶ μὴ γένοιτο ἀλλ’ ἐκ τῶν ἐν αὐταῖς κακῶν παρ’ ἡμῶν γινομένων τὰς ἡμέρας πονηρὰς ἐκάλεσεν ὡς ἡμεῖς λέγομεν καλὴν ἢ κακὴν ἡμέραν ἐποίησα οὐ τοῦτο λέγοντες ὅτι αὐτὴ ἡ φύσις τῆς ἡμέρας καλὴ ἢ κακὴ ἀλλ’ ἐκ τῶν ἡμῖν συμβαινόντων ὅυτως αὐτὴν ὀνομάζοντες διὰ τοῦτο καὶ ὁ χριστός φησιν ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς τουτέστιν τὰ ἐν αὐτῇ κακὰ παρ’ ἡμῶν γινόμενα |
212 | 140v | Eph.5.16-Eph.5.17 | ιβ | διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες | ἐπειδὴ ἡ πονηρία φησιν ἀνθεῖ καὶ ἐπικρατεῖ τοῦ παρόντος βίου καὶ τῶν ἡμερῶν μὴ γίνεσθε ἄφρονες ὥστε ἀλίσκεσθαι αὐτῇ |
213 | 140v | Eph.5.17 | ιγ | ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου | θέλημα δὲ τοῦ κυριοῦ τὸ τὸν παρόντα καιρὸν ἐξαγοράζεσθαι |
213Ph | 140v | Eph.5.17 | * | | συνιέντες περιπατεῖτε ἀπὸ κοινοῦ γὰρ ὥσπερ καὶ τὸ πληροῦσθε πάλιν ἐστὶν ἀπὸ κοινοῦ πρὸς τὸ λαλοῦντες γὰρ καὶ ᾄδοντες καὶ ψάλλοντες καὶ εὐχαριστοῦντες ἀποδίδοται καὶ πρὸς τὸ ὑποτασσομενοι |
214 | 140v | Eph.5.17-Eph.5.18 | ιδ /Οικουμενιου | καὶ μὴ μεθύσκεσθε οἴνῳ | ὁ γὰρ οἶνος πρὸς εὐφροσύνην οὐ πρὸς μέθην δέδοται |
215 | 140v | Eph.5.18 | ιε | ἐν ᾧ ἐστὶν ἀσωτία | θυμώ δεισποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς καὶ πρὸς ἀσέλγειαν ἐπιρρεπεῖς |
216 | 140v | Eph.5.18-Eph.5.19 | ιϛ | ἀλλὰ πληροῦσθε ἐν πνεύματι λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς | θέλεις πληροῦσθαι φησι ὡς εἰπεῖν μεθύσκεσθαι τοῦτο ποίει ἐν τῷ ἁγίῳ πνευματικί πληρούμενος αὐτοῦ ἔσται δὲ τοὖτο διὰ ψαλμῶν καὶ ὠδῶν φησιν |
217 | 141r | Eph.5.19 | ιζ | ἄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ | εἰσὶ γὰρ καὶ διαβολικάι |
218 | 141r | Eph.5.19 | ιη | | μὴ τοῖς χείλεσι μόνοις ἀλλὰ καὶ κατὰ τὴν καρδίαν |
219 | 141r | Eph.5.19-Eph.5.20 | ιθ /Οικουμενιου | εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί | διὰ γὰρ τοῦ ὀνόματος τοῦ χριστοῦ πάντα ἡμῖν ὑπάρχει |
220 | 141r | Eph.5.21 | κ /Οικουμενιου | ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ θεοῦ | ὅταν γὰρ ἔκαστος ἐκάστῳ ἔιη ὑποτεταγμένος καὶ μὴ διάτι πραγμα κοσμικὸν ἢ ἄτοπον ἀλλὰ διὰ φόβον * ἔσται λοιπὸν ἐν μέσω κακόν |
221 | 141r | Eph.5.21-Eph.5.22 | κα | αἱ γυναῖκες | ἐὰν γὰρ ὢσιν οὗτοι ἐν εἰρήνῃ πᾶσα ἡ οἰκία εἰρηνέυσοι καὶ πάντες ἀπολαύσουσι τῆς ἔνθεν ὠφελείας |
222 | 141r | Eph.5.22-Eph.5.23 | κβ | τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ κυρίῳ ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός,ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας | βαβαὶ ὑποταγῆς ἐπίτασις πῶς οὖν φησιν ὁ χριστὸς ἐὰν μὴ τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ οὐ δύναται ἀκολουθῆσαι μοι καὶ φαμέν ὅτι τὸ ΩϹ οὐ πάντως ἰσότητα σημαίνει ἢ τοῦτο φησιν ὡσεῖ δῦιαι ὅτι τῷ χριστῷ εἰσιν ὑποτασσόμεναι ἐκ τούτου |
223 | 141r | Eph.5.23 | κγ | καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος | καὶ αὐτὸς ὁ ἀνὴρ καὶ γὰρ ἡ κεφαλὴ σωτηρία ἐστι τοῦ λοιποῦ σώματος μικροῦ τὰς πάσας αἰσθήσεις ἔχουσα ἐν ἑαυτῇ οὐκ οὖν καὶ ὁ ἀνὴρ τῆς γυναικός ὅρα δὲ πῶς τὸ ἀρχικὸν καὶ προνοητικὸν ἀπένειμεν τῷ ἀνδρί τὸ δὲ εἰκτικὸν τῇ γυναικί |
224 | 141r | Eph.5.23-Eph.5.24 | κδ /Οικουμενιου | ἀλλ’ ὡσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ’’ανδράσιν ἐν παντί | τὸ ἄπαν πλῆθος ἐν γὰρ τοῖς καθέκαστον ἔνι καὶ ἀνυπότακτος |
225 | 141r | Eph.5.24-Eph.5.25 | κε | οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν Καὶ ἑαυτὸν παρέδωκεν ὑπερ αὐτῆς | θέλεις αὐτὴν ὑποτετάχθαι σοι ὡς τῷ κυριῷ ἀγάπα αὐτὴν ὡς ὁ κυριός τὴν ἐκκλησίαν κἆν δέητι παθεῖν ὑπὲρ αὐτῆς κἂν ἀποθανεῖν μὴ παραιτήση σὺ μἐν γὰρ ἴσως εἰς ὑποτεταγμένην καὶ ἀγαπῶσαν ταῦτα ἐπι δείξη ὁ δὲ χριστὸς εἰς ἐχθρὰν καὶ ἀποστρεφομένην καὶ φέγουσαν |
226 | 141r | Eph.5.25 | κϛ | | ἆρα οὖν ἅναγνος ἦν καὶ ἀκάθαρτος οἶαν οὖν εἰ λάβοις γυναῖκα οὐκ ἂν ὅυτως ἀκάθαρτον λήψη ἀλλ’ οὐκ ὠν είδισεν ὁ χριστὸς τὴν ἐκκλησίαν οἷαν αὐτὴν οὖσαν οὐκ οὖν μὴδε σὺ τὴν σαυτοῦ γυναῖκα |
227 | 141r | Eph.5.26 | κζ | καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος | τουτέστιν τῷ βαπτίσματι ἀπέλουσεν γὰρ αὐτῆς τὴν ἀκαθαρσίαν |
228 | 141r | Eph.5.26 | κη | ἐν ῥήματι | ποίω ῥήματι ὃ αὐτὸς εἶπεν τοῖς ἀποστολὸις βαπτίζοντες αὐτούς φησιν εἰς τὸ ὅνομα τοῦ πατρὸς καὶ τοῦ ὑιοῦ καὶ τοῦ ἁγίου πνευματὸς |
229 | 141v | Eph.5.26-Eph.5.27 | κθ | ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν | οὐχ ἁπλῶς καθαρὰν ἀλλ’ ἔνδοξον ὥσπερ τοίνυν ὁ χριστὸς πάντων αἴτιος τῶν ἀγαθῶν τῇ ἐκκλησίᾳ καὶ σὺ κατὰ δύναμιν ἔσοτῇ γυναικί καὶ ὥσπερ αὐτὸς σώματος οὐκ ἐπιζητεῖ κάλλος ἀλλὰ ψυχῆς ὅυτως καὶ συ ἀν γὰρ ψυχῆς κάλλος ἐπιζητῆς εἰς τοῦτο αυτὴν ῥυθμίσεις καὶ τῷ θεῷ καὶ σαυτῷ καλὴν ἐργάση |
230 | 141v | Eph.5.27 | λ | μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ’ ἵνα ἦ ἁγία καὶ ἄμωμος | διὰ τούτων τὰ ψυχικὰ λέγει πάθη τὰ δυσειδῆ τὸν ἐν τὸς ποιοῦντα ἄνθρωπον |
231 | 141v | Eph.5.28 | λα | οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα | οὐχ ὥς εἰς μεῖζον ἐρχόμενος ὑπόδειγμα τὸ τοῦ οἰκείου σώματος εἴρηκεν ὑπερβάλλει γὰρ τὸ κατὰ χριστὸν πρὸς τὴν ἐκκλησίαν ἀλλ’ ὡς οἰκειότερον καὶ ἐγγύτερον ἐκ τούτου γὰρ καὶ ὀφειλὴν τὸ πραγμα δείκνυσιν εἰ γὰρ σῶμα ἐστι σὸν ἡ γυνὴ ἔσονται γάρ φησιν οἱ δύο εἰς σάρκα μίαν κατὰ ὀφειλὴν προνοήσεις αὐτῆς ὡς σαρκός σου |
232 | 141v | Eph.5.28-Eph.5.29 | λβ | ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ οὐδεὶς γάρ ποτε τὴνἑαυτοῦ σάρκα ἐμίσησεν | ὅτι γάρ ἐστι σὰρξ τοῦ ἀνδρὸς ἡ γυνὴ ἅκουε τοῦ ἀδὰμ λέγοντος τοῦτο νῦν ὁστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου |
233 | 141v | Eph.5.29 | λγ | ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτὴν καθὼς καὶ ὁ κυρίος τὴν ἐκκλησίαν | συνεχῶς τῷ τοῦ χριστοῦ χρῆται παραδείγματι πρὸς ̓ἀγάπην τοὺς ἄνδρας ἐκ τούτου παρακαλῶν |
234 | 141v | Eph.5.30 | λδ | ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ | ὡσεὶ εἶπεν γνησίως ἐσμὲν ἐξ αὐτοῦ ἐπειδὴ γὰρ τὰ ὀστὰ καὶ τὸ σῶμα χαρακτηρίζει τὸν ἄνθρωπον διὰ τὴν γνησιότητα φησιν ἐξ αὐτῶν ἡμᾶς εἶναι |
234ex | 141v | Eph.5.30 | οικουμενιου | | ἐξ αὐτοῦ δὲ καθὸ ἀπαρχὴ ἡμῶν ἐστιν τῆς δευτέρας πλάσεως ὥσπερ ἐκ τοῦ ἀδὰμ διὰ τὴν πρώτην |
235 | 141v | Eph.5.30-Eph.5.31 | λε | καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἕσονται οἱ δύο εἰς σάρκα μίαν | τὴν ἡκριβωμένην ἕνωσιν καὶ ἀγάπην δηλοῖ |
236 | 141v | Eph.5.31 | λϛ | | ἰδὸυ καὶ ἕτερον δικαίωμα ἀγάπης ὅτι σῶμα ἀλλήλων εἰσίν |
237 | 141v | Eph.5.32 | λζ | τὸ μυστήριον τοῦτο μέγα ἐστὶν ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν | πῶς μέγα ὅτι τῷ χριστῷ ἐξὸν μένειν ἐπὶ τῆς ἰδίας δόξης ἐταπέινωσεν ἑαυτὸν ἐν ἀνθρωπήσας ἵνα προσκολληθῇ τῇ ἐκκλησίᾳ καὶ ἐγένοντο οἱ δύο εἰς πνεῦμα ἔν ὁ γὰρ κολλώμενος φησιν τῷ κυριῷ ἓν πνεῦμα ἐστίν |
238 | 142r | Eph.5.33 | λη | πλὴν καὶ ὑμεῖς | ὡσέι ἔλεγεν οὐχ ἠ ἀναγωγῇ τοῦ ὀνόματος καὶ ἡ πνευματικῇ ἐξήγησις ἀνατρέπει τὸ ἰδικὸν δύναται γὰρ καὶ πνευματικῶς καὶ ἰδικως ἑρμηνεύεσθαι |
239 | 142r | Eph.5.33 | λθ | οἱ καθ’ ἔνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν | οἷον ἄνθρωποι τὰ γὰρ τοῦ κατὰ ἀναγωγὴν νοήματος εἰς κοινότητα ὁρᾶ τουτέστιν τὴν ἐκκλησίαν |
240 | 142r | Eph.5.33 | μ | ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα | οἷδεν γὰρ ἡ ἰσοτιμία γίνεσθαι ἀκασταστασίας ὑπόθεσις διὰ τοῦτο μίαν ἀρχὴν εἶναι κελεύει τὴν τοῦ ἀνδρός τί δή ποτε δὲ περὶ τῆς ἀγάπης πολλὰ διαλεχθεις περὶ τοῦ φόβου οὐχ οὕτως ἐποίησεν ὅτι προηγουμένως τὴν ἀγάπην εἶναι δεῖ ὅυτω γὰρ καὶ ὁ φόβος ἔψεται τὸ δὲ φοβεῖσθαι νόει ὡς πρέπον γυναῖκα φοβεῖσθαι μὴ δουλοπρεπῶς |
241 | 142r | Eph.5.33-Eph.6.1 | μα | τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν | εἶπεν περὶ τῆς πρώτης ἀρχῆς τῆς κατὰ τὸν ἄνδρα νῦν περὶ τῆς δευτέρας λέγει τῆς κατὰ τοὺς γονεῖς ἡμὲν γὰρ γυνὴ τῷ ἀνδρί τὰ δὲ τέκνα καὶ τῇ γυναικὶ ὑπόκειται |
242 | 142r | Eph.6.1-Eph.6.2 | μβ | ἐν κυριῷ τοῦτο γάρ ἐστιν δίκαιον τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα | τουτέστιν κατὰ κυρίον ἐν οἷς μὴ βλάπτεται ἡ εὐσέβεια τί γὰρ ὅτι προστῆσαι βούλεται ὁ πατὴρ τὴν θυγατέρα ἢ αἰσχρὰν διδάξαι τέχνην τὸν υἱόν ἢ πρὸς ἑλληνισμὸν ἀγαγεῖν τὰ γὰρ τοιαῦτα οὐκ ἐν κυρίῳ ἐστιν |
243 | 142r | Eph.6.2-Eph.6.3 | μγ | ἥτις ἐστὶν ἐντολὴ πρῶτη ἐν ἐπαγγελίᾳ,ἵνα εὖ σοι γένηται | καὶ τοι οὐκ ἔστιν αὔτη πρώτη ἔστι γὰρ πρώτη οὐ φονέυσεις οὐ μοιχέυσεις ἀλλ’ ὅρα τί προς τέθεικεν ἐν ἐπαγγελίᾳ ἐκ εῖναι γὰρ αἱ πρῶται οὐκ ἔχουσιν ἐπαγγελίας ἀναχωρήσεις γάρ εἰσι κακῶν οὐκ ἀγαθοῦ ἐργασία αὔτη τοι γάρ οὖν κατὰ τὸν τῆς ἐπαγγελίας λόγον ἐστὶ πρώτη ἀγαθοῦ γάρ ἐστιν ἐργασία |
244 | 142r | Eph.6.3 | μδ | καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς | ὅρα σοφίαν ἐπειδὴ πρὸς νηπίους ὁ λόγος αὐτῷ πρὸς γὰρ τὰ τέκνα λαλεῖ αὐτὴν τὴν κειμένην ἀμοιβὴν εἴρηκεν καὶ οὐδὲν ὑψηλόν οὐ περὶ βασιλείας οὐρανῶν·οὐ περὶ μιμήσεως χριστοῦ ὅπερ ἐπὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐποίησεν τί γὰρ ἡ δύτερον παισὶ τῆς μακροχρονίας καὶ γὰρ καὶ τοῖς ἰουδαίοις ὡς νηπίοις τὰς φρένας ταῦτα ἐνομοθετήθη οὐ γὰρ ἴσχυον τέλείων ἀκούειν |
245 | 142r | Eph.6.3-Eph.6.4 | με | καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν | οὐκ εἶπεν ἀγαπᾶτε τοῦτο γὰρ αὐτοὺς ἡ φύσις καὶ ἄκοντας ἀπαιτεῖ ἀλλὰ μὴ παροργίζετε τουτέστιν μὴ ἀποκληρονόμους μὴ ἀποκηρύκτους ποιεῖτε μὴ φορτικὰ καὶ δούλοις πρέποντα ἐπιτάσσετε καὶ πρὸς αὐτοὺς ἀεὶ δυσχεράινετε |
246 | 142r | Eph.6.4 | μϛ | ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου | τοῦτο τῆς παραινέσεως τὸ κεφάλαιον τῶν πνευματικῶν γὰρ ὄντων καὶ τὰ σαρκικὰ ἀκολουθήσει τοῦτο γὰρ αὐτοὺς μάλιστα πιθηνίους ποιεῖ |
247 | 142r | Eph.6.5 | μζ | οἱ δοῦλοι ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα | τοὺς δούλους ἐσχάτους τέθεικεν ἐπειδὴ καὶ εἰσὶν τῷ ἀξιώματι οὐκέτι δὲ τούτοις ὡς παιδίοις νηπίως διὰ λέγεται ἀλλὰ τελείως κατὰ σάρκα δὲ τουτέστιν τοῖς προς καίροις ἐκ τούτου δὲ καὶ παραμυθεῖται αὐτούς |
248 | 142v | Eph.6.5 | μη | μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ χριστῷ | εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσει πόσω μᾶλλον τούτους τὸν δὲ * τεῖ παρὰ γυναικῶν φόβον ἐπειδὴ μήτε εἰσὶ δοῦλοι ἀλλ’ ὑπήκοοι καλῶς δὲ τὸ ἐν ἀπλότητι καρδίας ἔνι γὰρ καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν ἀλλ’ οὐκ ἐξευνοίας ̓ἀλλὰ κακόυργως |
249 | 142v | Eph.6.5-Eph.6.6 | μθ | μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι | μὴ ὅταν πάρεισιν οἱ δεσπόται καὶ ὁρῶσιν * των αὐτῶν ἴνα τὰ δέοντα ποιῶσιν |
250 | 142v | Eph.6.6 | ν | ἀλλ’ ὡς δοῦλοι τοῦ χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ | ἄρα οὖν ὁ ἀνθρωπ * οὐκ ἔστι δοῦλος χριστοῦ |
251 | 142v | Eph.6.6-Eph.6.7 | να | ἐκ ψυχῆς μετ’ εὐνοίας δουλεύοντες | ἐνί γὰρ καὶ ἐν ἁπλότητι κακούργως ἐργάζεσθαι μὴ μὴν ὀση δύναμις πάρεστιν ἀλλὰ τὸ ὁρισμένον μόνον |
252 | 142v | Eph.6.7 | νβ | τῷ κυριῷ καὶ οὐκ ἄνθρωποις | μὴ κατὰ βίαν ἀλλ’ ἐκ προαιρέσεως |
253 | 142v | Eph.6.7-Eph.6.8 | νγ | εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν τοῦτο κομιεῖται παρὰ τοῦ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος | ἐπειδὴ εἰκός ἐστιν πολλοὺς τῶν δεσποτῶν μὴ ἀμείβεσθαι τῆς εὐνοίας τοὺς δούλους ἐκεῖ αὐτοῖς ὑπισχνεῖται τὴν ἀμοιβήν |
254 | 142v | Eph.6.8-Eph.6.9 | νδ | καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς | τὰ αὐτὰ ποῖα μετ’ εὐνοίας δουλεύετε μὴ ὡς ̓ἀνθρωπάρεσκοι ἀλλὰ ταῦτα οὐ λέγει φανερῶς καίτοι τὰ αὐτὰ διανοηθείς καὶ γὰρ καὶ οἰ κύριοι δουλεύουσι τοῖς δούλοις ὅταν γὰρ ἐκεῖνου κοιμωμένου καὶ ῥέγχοντος ὁ δεσπότης περὶ τροφῶν περὶ ἐνδύματος μεριμνῶν οὐ καθεύδει ἆρα οὐ δουλεύει ἔστι δὲ καὶ ἐπὶ τῶν κυρίων τὸ μετὰ φόβου καὶ τρόμου ἁρμόσαι τοῦς πρὸς θεὸν δηλονότι |
255 | 142v | Eph.6.9 | νε | ἀνιέντες τὴν ἀπειλήν | μὴ φορτικοί φησιν μὴ ἐπαχθεῖς |
256 | 142v | Eph.6.9 | νϛ | εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς | ᾧ γὰρ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν φησιν μὴ ἀκούσης καὶ σὺ δοῦλε πονηρὲ πᾶσαν ἐκεῖνην τὴν ὀφειλὴν ἀφῆκα σοι καὶ τὰ τούτων ἑξῆς |
257 | 142v | Eph.6.9 | νζ | καὶ προσωποληψία οὐκ ἔστιν παρ’ αὐτῷ | μὴ νομίσης ὅτι τῶν εἰς τὸν δοῦλον γινομένων κακῶν καταφρονεῖ διὰ τὸ τοῦ προσώπου εὐτελές οὐκ ἔνι παρὰ θεῷ δοῦλος καὶ δεσποτῆς |
258 | 142v | Eph.6.9-Eph.6.10 | νη | τὸ λοιπὸν ἀδελφοί μου ̓ν δυναμοῦσθε ἐν κυρίῳ | μετὰ τὸ διὰ τάξαι φησὶ τὰ εἰκότα τοῦτο ἀκόλουθον καὶ ὑπό λοιπον τὸ ἐνδυναμοῦσθαι ὑμᾶς ἐν κυρίῳ τουτέστιν τῇ εἰς αὐτὸν ἐλπίδι καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ διὰ γὰρ τῆς αὐτοῦ βοηθείας ἔστιν ἡμῖν τὸ ἐλπίζειν εἰς αὐτόν |
259 | 142v | Eph.6.10 | νθ | καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ | ἰσχυρὸς γάρ ἐστι φησὶν καὶ ἱκανὸς πάντα κατορθὼσαι |
260 | 142v | Eph.6.10-Eph.6.11 | ξ | ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ | μετὰ τὸ διοικῆσαι πάντας κατὰ τάξιν λοιπὸν καὶ ὁπλίζει αὐτοὺς ὡς πρὸσπόλεμον |
261 | 143r | Eph.6.11 | ξα | προς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου | οὐκ εἶπεν μάχας ἀλλὰ μεθοδείας ὅ πέρ ἐστι χαλεπώτερον οἷον πρὸς τὰς ἐπιβουλάς προς τὰς ἐνέδρας πρὸς τοὺς δόλους |
262 | 143r | Eph.6.11-Eph.6.12 | ξβ | ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα | ταῦτα φησιν δεικνὺς ὅτι νήψεως χρεία καὶ ἐγρηγόρσεως πρὸς τὸν πόλεμον οὐ πτοῆσαι βουλόμενος ὁ γὰρ διδάσκων τοῦ ἐχθρὸυ τὴν δύναμιν ἀσφαλετέρους ποιεῖ τοὺς οἰκείους |
263 | 143r | Eph.6.12 | ξγ | ἀλλὰ πρὸς τὰς ἀρχάς | περὶ δαιμόνων λέγει οὓς ἡμεῖς ἑαυτῶν πἐποιήκαμεν ἄρχοντας ἐκόντες αὐτοῖς ὑποκλινόμενον * ἔλαχεν τοῦ ἄρχειν ἡμῶν ἀλλὰ πατεῖσθαι ὑφ’ ἡμῶν ἰδοὺ γάρ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων |
264 | 143r | Eph.6.12 | ξδ | πρὸς τὰς ἐξουσίας | οὐ γὰρ ἕξει περαιτέρῳ τοῦ κόσμου χώραν |
265 | 143r | Eph.6.12 | ξε | πρὸς τοὺς κοσμοκράτορας | κόσμον οἶδεν ἡ γραφὴ τὰς πονηρὰς πράξεις καλεῖν οὕτω καὶ ὁ χριστὸς πρὸς τοὺς μαθητάς ὑμεῖς οὐκ ἐστέ φησιν τοῦ κόσμου τούτου καίτοι ἦσαν ἀλλὰ τὰς πονηρὰς πράξεις λέγων ὅυτως εἶπεν κοσμοκράτορας οὖν φησι τοὺς δαίμονας ὡς τῶν πονηρῶν πράξεων καθηγεμόνας |
266 | 143r | Eph.6.12 | ξϛ | τοῦ σκότους τοῦ αἰῶνος τούτου | ἵνα μὴ φοβηθῆς ἀκόυων κοσμοκράτορας ἐπήγαγεν τίνος ἄρχουσι τῆς πονηρίας φησι σκότος γὰρ τοῦ αἰῶνος τούτου τὰς πονηρὰς λέγει πραξεις |
267 | 143r | Eph.6.12 | ξζ /Οικουμενιου | πρὸς τὰ πνευματικὰ τῆς πονηρίας | πρὸς τὰ πνευματικὰ τουτέστιν δαιμόνια τὰ ὄντα ἢ τῆς πονηρίας οἷον τοῦ διαβόλου ὑπ’ αὐτὸ γὰρ τελοῦσιν ἣ τῶν πονηρῶν πράξεων καθηγηταί |
268 | 143r | Eph.6.12 | ξη | ἐν τοῖς ἐπουρανίοις | ὡσεὶ ἔλεγεν ἔστιν δὲ ἡμῖν ἡ πρὸς τούτους πάλη οὐ περὶ μικρῶν τινῶν ἀλλ’ ὑπὲρ τῶν ἐν τοῖς ἐπουρανίοις πραγμάτων οἷον βασιλείας οὐρανῶν καὶ ὑιοθεσίας διὸ νήφειν χρή ἡ δὲ ἀντίλεξις ἰδικῶς διὰ τὰ ἐπουρανία φησὶ τὸ γὰρ ἐν διά ἐστιν |
269 | 143r | Eph.6.12-Eph.6.13 | ξθ | διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀντιστῆναι | ἐπειδή φησι χαλεποὶ οἱ ἐχθροί |
270 | 143r | Eph.6.13 | ο | ἐν τῇ ἡμέρα τῇ πονηρᾷ | ἡμέραν πονηρὰν τὸν παρόντα καλεῖ βίον διὰ τὰ ἐν αὐτῷ πονηρὰ πράγματα δεικνὺς βραχὺν τὸν τοῦ πολέμου καιρόν καὶ ταῦτα προθυμίαν αὐτοῖς διδούς |
271 | 143r | Eph.6.13 | οα | καὶ ἅπαντα κατεργασάμενοι στῆναι | ἅπαντα οἷον τὰ πάθη τὰς ἐπιθυμίας κατεργασάμενοι οἷον καταπολεμήσαντες στῆναι νικηφόροιτινες καὶ λαμπροὶ τοῖς τροπαίοις πολλοὶ γὰρ μετὰ τὸ νικῆσαι πάλιν ἔπεσον ἀλλ’ ἵνα ἐνστῆτε τῇ νίκῃ |
272 | 143v | Eph.6.14 | οβ | στῆτε οὖν περιζωσέμενοι | ἐπὶ πόλεμον προτρέπων τὸ πρῶτον ἐν τοῖς τακτικοῖς παραινεῖ τὸ στῆναι εὐτάκτως εἶτα λοιπὸν καθοπλίζει καὶ πρῶτον ζώννυσι τὸν διαρρέοντα καὶ διακεχύμενον ταῖς ἐπιθυμίαις καὶ χαμὰι τοὺς λογισμοὺς συρομένους ἔχοντα στρατίωτην καὶ ἀναστέλλει τῇ νοητῇ ταύτῃ ζώσει |
273 | 143v | Eph.6.14 | ογ | τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ | ὥσπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις τὸ πᾶν συνέχει θεμέλιος τις οὖσα οὕτως ἐφ’ ὑμῶν ἡ ὀσφύς οἱ γοῦν ἀποκαμόντες πολλάκις ὥσπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας ἐπιτιθέντες ἐπαναπάυοντα τὴν τοίνυν ἀρχὴν ἡμῶν πρῶτον συσφίγγει οἷον τὸν ἐν ἡμῖν τόνον τῆς ψυχῆς ὃν τροπικῶς ὀσφὺν ἐκάλεσεν τοῦτον τῇ ἀληθείᾳ περιζώννυσιν ἡ δὲ ἀλήθεια εἰς πολλὰ νοεῖται ἀλήθεια δογμάτων ἀλήθεια βίου χρηστοῦ ὑποκρίσεως κεχωρισμένου ἀλήθεια λόγων τὸ δολερὸν ἀρνουμένων ἀλήθεια ἐνθυμήσεως οὐδὲν ἐχούσης τοῦ νόθου καὶ κιβδήλου τῶν δαιμόνων σπόρου |
273ex | 143v | Eph.6.14 | Οικουμενιου | | δύνῃ δὲ καὶ ὡς πρὸς τὸν χριστὸν νοῆσαι τὴν ἀλήθειαν τὸν ὄντως ἀλήθειαν ἐγὼ γάρ εἰμί φησιν ἡ ἀλήθεια ὃν καὶ ἐν δεδύσθαι οὐ μόνον περιεζὼσθαι τοῖς ἀνθρωποίς δεδώρηται ὅσοι γὰρ εἰς χριστὸν ἐβαπτίσθητε φησι χριστὸν ἐνεδύσασθε |
274 | 143v | Eph.6.14 | οδ | καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς διλαιοσύνης | τὸν καθὸλου φησιν ἐνάρετον βίον |
275 | 143v | Eph.6.15 | οε | καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ | ἢ τοῦτο φησιν ὅτι χρὴ τοὺς πόδας ἡμῶν ἐτοίμους εἶναι πρὸς τὸ εὐαγγελίζεσθαι ὡς ὡραῖοι γάρ φησιν οἱ πόδες τῶν εὐαγγελιζομένων εἶρήνην ἢ ὅτι ἐν ἑτοίμῳ ὁφείλομεν εἶναι καὶ βίον ἔχειν ὡς τὸ εὐαγγελίον ὑφηγεῖται τὴν γὰρ ἑτοιμασίαν τῆς καρδίας αυτῶν φησὶν ὁ προφήτης προσέσχεν τὸ οὖσσου |
276 | 143v | Eph.6.15 | οϛ | τοῦ εὐαγγελίου τῆς εἰρήνης | τὸ γὰρ εὐαγγέλιον εἰρήνην μὲν πρὸς τὸν θεὸν ποιεῖ πόλεμον δὲ πρὸς τοὺς δαίμονας |
277 | 143v | Eph.6.15-Eph.6.16 | οζ | ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρετὸν τῆς πίστεως | δεῖ γὰρ ἐκεῖνα προηγεῖσθαι πίστιν δὲ φησι τὴν εἰλικρινῇ καὶ διάπυρον περὶ ἦς ὁ κύριος φησιν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι καὶ μεταβήσεται |
278 | 143v | Eph.6.16 | οη | ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι | βέλη φησι τὰς ἐπιθυμιας τοὺς λογισμούς τους πειρασμούς καλῶς δὲ τὸ πεπυρωμένα τοιαῦται γὰρ αἱ ἄτοποι ἐπιθυμίαι |
279 | 143v | Eph.6.16-Eph.6.17 | οθ | καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι | τῆς σωτηρίας ὑμῶν τουτέστιν τῆς ἐλπίδος τὸ δὲ δέξασθαι οἷον φορέσται καὶ δέξασθαι τῇ κεφαλῇ |
280 | 144r | Eph.6.17-Eph.6.18 | π | καὶ τὴν μάχαιραν τοῦ πνεύματος ὅ ἐστιν ῥῆμα θεοῦ διὰ πᾶσης προσευχῆς καὶ δεήσεως | ἢ τὸ πνεῦμα φησι περιφραστικῶς εἰρηκὼς διὰ τὸ τομὸν καὶ μεριστικὸν τῶν ἐναντίων ἔξεων ἢ τὴν πνευματικὴν ζωὴν καὶ πολιτείαν ἥτις ὡς μάχαιρα ἐνεργήσει φησιν κατὰ τῶν νοητῶν ἐχθρῶν |
280ex | 144r | Eph.6.18 | οικουμενιου | | ἢ ὅτι τὰ πνευματικά φησι χαρίσματα ἅπερ ἐστι διὰ ῥήματος καὶ προστάγματος θεοῦ ἢ τὸ ὅ πέρ ἐστι ῥῆμα θεοῦ τῷ κάτῳ συζευκτέον ἵνα ᾖ ὅυτως ὅ πέρ ἐστι ῥῆμα θεοῦ καὶ πρόσταγμα τοῦτο φησι ποιεῖτε ποῖον διὰ πάσης προσευχῆς καὶ δέησεως προσευχόμενοι ἵνα εἶητε φησὶν ἢ κατὰ τὸ ἐνεργεῖν καὶ τέμνειν τὰ πνευματικὰ χαρίσματα ῥῆμα ἔστιν θεοῦ τμητικὸν γὰρ τὸ ῥῆμα τοῦ θεοῦ ὅυτως μᾶλλον καὶ ὁ μακάριος ἰωάννης διὰ γὰρ ῥῆματος θεοῦ ἐπετελεῖτο τὰ χαρίσματα πᾶν γὰρ ὃ εὰν αἰτήσητε φησιν ἐν τῷ ὀνόμα τίμου δώσει ὑμῖν ὁ χριστός |
281 | 144r | Eph.6.18 | πα | προσευχόμενοι ἐν παντὶ | μετὰ τὸ καθοπλίσαι τὸν βασιλέια λοιπὸν καλεῖ ἵνα δῷ χεῖρα |
282 | 144r | Eph.6.18 | πβ | καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων | μὴ ἐν βαττολογίαις καὶ εἰς αὐτὸ ἀργπνοῦντες μηδέν φησι ῥάθυμον ἢ ἠμελημένον |
283 | 144r | Eph.6.18-Eph.6.19 | πγ | καὶ ὑπὲρ ἐμοῦ | καὶ γὰρ καὶ τὸν πέτρον φησιν ἡ εὐχὴ τῆς ἐκκλησίας ἔλυσεν τῶν δεσμῶν |
284 | 144r | Eph.6.19 | πδ | ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματος μου | καλῶς τὸ ἐν ἀνοίξει οὐ δὲ γὰρ προεμελέτα τί λαλήσει χριστῷ πειθόμενος ἀλλ’ ἐξ ὑπογύου καὶ ἐν αὐτῷ τῷ ἀνοῖξαι τὸ στόμα ὁ λόγος προίῃ |
285 | 144r | Eph.6.19 | πε | ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου | ἡ ἵνα ἐν παρρησίᾳ ἀπολογήσωμαι ἢ ἵνα εὐαγγελίζωμαι |
286 | 144r | Eph.6.19-Eph.6.20 | πϛ | ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει | ὑπὲρ οὗ εὐαγγελίου πρεσβεύω πρὸς τοὺς ἀνθρώπους ἵνα φησιν αὐτῷ καὶ τοῖς ἐν αὐτῷ καταλλαγῶσιν ὑπὲρ χριστοῦ γάρ φησιν πρεσβεύομεν |
287 | 144r | Eph.6.20 | πζ | ἵνα ἐν αὐτῷ παρρησίασωμαι ὡς δεῖ με λαλῆσαι | ἐν δεσμοῖς ἦν καὶ ἀπολογεῖσθαι ἔμελλεν ἵνα οὖν φησι μετὰ παρρησίας καὶ ὅυτως ὡς χρὴ τὸν ὑπὲρ τηλικούτων ἀπολογούμενον ἀπολογήσωμαι |
288 | 144r | Eph.6.20-Eph.6.21 | πη | ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ τί πράσσω πάντα ὑμῖν γνωρίσει τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς | ἄπερ ἦν παραινέσεως καὶ δογμάτων ἔγραψεν τὰ δὲ κατ’αυτὸν τῷ φέροντι τὴν ἐπιστολὴν λαλῆσαι ἐπέτρεψεν |
289 | 144r | Eph.6.21 | πθ | καὶ πιστὸς διάκονος ἐν κυριῷ | εἰ πιστὸς οὐκ οὖν καὶ ἀληθεύσει |
290 | 144r | Eph.6.21-Eph.6.22 | ϛ | ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν | τοῦτο καὶ τῆς παύλου ἀγάπης καὶ τῆς ἐκείνων σημεῖον ἦν τὸ ἐθέλειν παντὶ τρόπῳ γνωσθῆναι αὐτοῖς ἐν οῖς ἧν |
291 | 144r | Eph.6.22 | ϛα | καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν | ἐπειδὴ γὰρ ἐν ἁλύσεσιν ἦν ὁ διδάσκαλος ἔχρηζον οἱ μαθηταὶ παρακλήσεως τοῦ μὴ καταπεσεῖν |
292 | 144r | Eph.6.23 | ϛβ | εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἰησοῦ χριστοῦ | ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ τὴν μετὰ πίστεως ἀγάπην ἵνα μὴ πρὸς ἐτεροδόξους ᾖ ἀλλὰ πρὸς μόνους τοὺς πιστούς ἢ ὅτι οὐδέν ἐστιν τῆς ἀγάπης κέρδος μὴ καὶ μετὰ πίστεως οὔσης |
293 | 144r | Eph.6.24 | ϛγ | ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κυρίον ἡμῶν ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ ἀμήν | ἡ γὰρ εἰς τὸν χριστὸν ἀγάπη ἄφθαρτος καὶ ἀμείωτος μὰλλον δὲ καθ’ ἐκάστην ἐπιδιδοῦσα τὴν ἡμέραν ὤφειλεν εἶναι |