Unit | Page | Verses | Attributions | Biblical | Comment |
---|
Ha | 36r | Eph.0.0 | | | Ταύτην ἐπιστέλλει ἀπὸ Ρώμης οὔπω μὲν αὐτοὺς ἑωρακὼς ἀκούσας δὲ περὶ αὐτῶν ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη ἐφέσιοι πιστεύσαντες εἰς τὸν κύριον ἡμῶν ἰησοῦν χριστὸν γνησίαν ἔσχον εἰς αὐτὸν τὴν πίστιν καὶ εἰς πάντας τοὺς ἁγίους τὴν ἀγάπην καὶ ἠβούλοντο παρὰ τοῦ παύλου βεβαιωθῆναι μαθὼν τοίνυν ὁ ἀπόστολος γράφει πρὸς αὐτοὺς ταύτην τὴν ἐπιστολὴν ὥσπερ κατηχητικήν καὶ πρῶτον μὲν δείκνυσι μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον ἀλλ’ ἐξ ἀρχῆς καὶ πρὸ καταβολῆς κόσμου εἶναι ταύτην εὐδοκίαν τοῦ θεοῦ ὥστε τὸν χριστὸν ὑπὲρ ἡμῶν παθεῖν καὶ ἡμᾶς σωθῆναι ἔπειτα περὶ κλήσεως τῶν ἐθνῶν διαλέγεται ἵνα δέιξῃ ἁξίως αὐτοὺς πεπιστευκέναι καὶ ἀποδείκνυσιν ὅτι ἡ κλῆσις ἡμῶν γέγονεν οὐ δι’ ἀνθρώπου ἀλλὰ διὰ χριστοῦ ὅς ἐστὶν υἱὸς τοῦ θεοῦ ἵνα καὶ ἐκ τούτου μάθωσιν ὅτι οὐκ ἀνθρωπολάτραι γέγονασι πιστεύσαντες τῷ χριστῷ ἀλλὰ ἀληθινοὶ θεοσεβεῖς σημαίνει δὲ καὶ ἑαυτὸν διὰ τοῦτο ἀπεστάλθαι κηρύσσειν τὸ εὐαγγέλιον καὶ ὅτι καὶ περὶ αὐτῶν ἐφρόντιζεν ἔπειτα παραινετικοὺς λόγους ἀνδράσι καὶ γυναιξὶ πατράσι καὶ τέκνοις κυρίοις καὶ δούλοις τίθησιν ἐν τῇ ἐπιστολῇ καὶ καθόλου πάντας παρασκευάζει κατὰ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ λέγων πρὸς ἐκείνους ἡμῖν εἶναι τὴν πάλην καὶ ὥσπερ ἀγαθὸς ἀλείπτης ἀλείψας τοῖς λόγοις πάντας κατὰ τῆς διαβολικῆς ἐνεργείας ὅυτως τελειοῖ τὴν ἐπιστολήν |
Hb | 36r | Eph.0.0 | | | τὸ διὰ ἐπὶ πατρὸς εἰρημένον |
1 | 37r | Eph.1.1 | α | Παῦλος ἀπόστολος Ἰησοῦ χριστοῦ… | ὅρα πόση ἧν ἡ τότε ἀρετὴ ὅτι κοσμικοὺς ἀνθρωπούς καὶ πιστοὺς καὶ ἁγίους προσαγορέυει |
1a | 37r | Eph.1.1 | | διὰ θελήματος θεοῦ | τὸ διὰ ἐπὶ πατρὸς εἰρημένον |
2 | 37r | Eph.1.1 | β | | εἰκότως ἀπὸ χάριτος ἤρξατο χάριτι γὰρ καὶ πατῆρ ἀνθρωπών ὁ θεός χάριτι καὶ ὁ ὑιὸς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν |
3 | 37r | Eph.1.1 | γ | | τοῦτο ὡς πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ἰουδαϊκῆς εὐλογίας ἐκέινη γὰρ σαρκικωτέρα μᾶλλον ἦν ἡ δὲ ἡμῶν πνευματική καλῶς δὲ τὸ ἐν πάση γέγονας γὰρ ἀθάνατος ἀναμάρτητος ὓιος καὶ ἀδελφὸς θεοῦ συγκληρονόμος ἡ ἀπαρχή σου προσκυνεῖται ἐκ τῶν χερουβίμ |
3Ph | 37r | Eph.1.1 | φωτ | | εὐλόγησε διὰ τοῦ υἱοῦ ἐξελέξατο διὰ τοῦ υἱοῦ υἱοθέτησε διὰ τοῦ υἱοῦ ἐχαρίτωσε διὰ τοῦ υἱοῦ πῶς δὲ διὰ τοῦ υἱοῦ ὣ θαῦμα διὰ τοῦ αἵματος αὐτοῦ φησιν εἶδες πλοῦτον χάριτος μαλλὸν δὲ περισσείαν καὶ ἅφατον ἕλεος οὑ μόνον δὲ ταῦτα ἀλλὰ καὶ ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ διὰ τίνος τοῦτο καὶ τοῦτο διὰ τοῦ υἱοῦ πάντα διὰ τοῦ υἱοῦ τῆς εὐδοκίας συμπαρούσης ἐν ἅπασι τοῦ πατρὸς οὑδὲ γὰρ ἕν τινι ἀπέσχισται τὸ πατρικὸν βούλημα τοῦ ἡγαπημένου υἱοῦ ἐπειδὴ δὲ περὶ τοῦ γνωρισθῆναι ἡμῖν τὸ μυστήριον διέλαβε πάλιν τῆς υἱοθεσίας μέμνηται δι’ οὖ λέγων καὶ ἐκληρώθημεν οἰ γὰρ υἱοθεστηθέντες ἐπὶ τῷ κληρονομῆσαι τῆς υἱοθεσίας ἀξιοῦνται ἥτις γέγονε διὰ τοῦ υἱοῦ καὶ προώρισται τῆς εὐδοκίας καὶ τοῦ πατρικοῦ βουλήματος συμπαρόντος γέγονε δὲ τοῦτο εἰς τὸ καὶ ἡμᾶς ὅυτως πολιτεύσασθαι ὥστε εἰς ἔπαινον γενέσθαι τῆς δόξας αὐτοῦ τουτέστιν εἰς ἐπαινουμένην δόξαν αὐτοῦ καὶ εὐαρεστον τὸν βίον ἡμῶν καὶ τὴν πολιτείαν ὀρᾶσθαι παρὰ πάντων ὅπως γὰρ ἵδωσι φησὶ τὰ καλὰ ὑμῶν ἔργα ὁ κυρίος ἐν εὐαγγελίοις καὶ δοξάσωσι τὸν πατέρα ἡμῶν τὸν ἐν οὐρανοῖς . εὐλόγησε γὰρ ἡμᾶς οὐ μόνον ἐν πάσῃ πνευματικῇ εὐλογία ἀλλὰ καὶ ἐν πνευματικοῖς πράγμασι καὶ ἐπουρανίοις διὰ τίνος διὰ ἰησοῦ χριστοῦ πῶς καθὼς ἐξελέξατο ἡμᾶς πρὸκαταβολῆς κόσμου οὕτως ἀρχαία ἠ ἡμῶν ἐκλογὴ καὶ εὐλογία ἐπὶ τί δὲ ἡμᾶς ἐξελέξατο ἐπὶ τῷ εἶναι ἁγίους καὶ ἀμώμους τιμίους καὶ καθαροὺς ἐν τῷ βιῷ πόθεν εἰς τοῦτο κινηθεὶς ἐξ ἀγάπης μόνης ἵνα τί γένηται ἵνα υἱοθετήση ἡμᾶς διὰ τοῦ χριστοῦ ἑαυτῷ τοῦτο γὰρ καὶ προώριστο ἐκ ποίας ἡμῶν ἐργασίας ἐξ οὐδεμιᾶς πλὴν ὅτι δι’ εὐδοκίαν τοῦ θελήματος αὐτοῦ ηὐδόκησε γὰρ καὶ ἡθέλησε τοῦτο ἡμῶν ὅλως μηδὲν συνεισενεγκόντων πῶς γὰρ ἧν συνεισενεγκεῖν τοὺς μὴδ’ ἀρχήν που τοῦ εἶναι λαβόντας καὶ τί τὸ ἐκ τούτου κέρδος ἅφατος ἀνακύπτει ἔπαινος καὶ ἐγκώμιον τῆς δεδοξασμένης αὐτοῦ χάριτος ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς διὰ τίνος ἣ δῆλον ὅτι καὶ τοῦτο διὰ τοῦ ἡγαπημένου αὐτοῦ υἱοῦ πῶς ὅτι αὐτὸς ἐποίησε τὴν ἀπολύτρωσιν ἡμῶν ἧμεν γὰρ αἰχμάλων τοι διὰ τὰ παραπτώματα ἡμῶν δοὺς δὲ τὸ αἷμα αὐτοῦ λύτρὸν ὑπὲρ ἡμῶν ἐλυτρώσατο τῆς ἐν ᾗ κατειχόμεθα τυραννίδος καὶ πῶς τοῦτο τὸ φρικτὸν γέγονεν οὐκ ἐστὶν εἰπεῖν πλὴν ὅτι πλοῦτος ἐστὶ χάριτος περισσεία χάριτος ὑπερβολή οὐκ ἔστιν ἄλλο εἰπεῖν τοῦτο δὴ τὸ περὶ ἡμᾶς ἅφατον μυστήριον οὑ μόνον ἐνήργησεν ἀλλὰ καὶ ἐφανέρωσεν ἡμῖν αὐτό πῶς φρενώσας καὶ σοφίσας ἡμᾶς εἰς κατάληψιν αὐτοῦ πάντα τῆς ἐκείνου εὐεργέσιας τὸ ἐνεργῆσαι περὶ ἡμᾶς τὸ ἄφατον ἐκεῖνο μυστήριον τὸ γνωρίσαι αὐτὸ πάλιν ἡμῖν καὶ γὰρ καὶ τοῦτο μεγάλης καὶ ἁφάτου στοργῆς καὶ κηδεμονίας τὸ γνωρίσαι ἡμῖν τοῦ θελήματος αὐτοῦ τὸ μυστήριον οἷον τὸ ἐγκάρδιον αὐτοῦ καὶ ἀπόκρυφον βούλημα ὁρᾶς τίνων ἡμᾶς ἁξιοῖ καὶ τοῦτο ἧν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἐν τῷ υἱῷ αὐτοῦ τουτέστιν διὰ τοῦ υἱοῦ αὐτοῦ προωρισμένον κατ’ εὐδοκίαν γενέσθαι εὐλόγως δὲ πάλιν εἶπεν τὸ κατ’ εὐδοκίαν καὶ ὅτι διὰ τοῦ υἱοῦ ἧν προτεθειμένον γενέσθαι ἐπειδὴ γὰρ εἰπων αὐτὸ κατ’ ἀρχὰς καὶ αἰτίας αἰτίαις ἐν τῶν μεταξυ συνείρων ἀπέστησεν πολὺ τὸν ἀκροατὴν τοῦ λόγου πάλιν ὥσπερ ἐπαναμιμνήσκων αὐτὸν καὶ ἐπαναλαμβάνων ὅτι πάντα διὰ τοῦ υἱοῦ γέγονεν εὐδοκία τοῦ πατρος τοῦτο προσφόρως ἐπισυνάπτει καὶ τίθησιν εἶτα ταῦτα δέ φησιν εἰς οἱκονομίαν τουτέστιν ἐπὶ ἀφάτω προνοία καὶ διοικήσει τῶν τῆς συντελείας καιρῶν τουτέστιν τῶν κατὰ τὴν συντέλειαν πραγματῶν ὅσα γὰρ ἐπράχθῃ διὰ τὴν τότε ἡμῖν ἀποκαλυφθησομένην δόξαν ἐπράχθῃ διὸ καὶ ὁ χριστὸς τότε διὰ τῆς ἐκ βάσεως τῶν πραγμάτων φανεροῦται ἀνακεφαλαιόυμενος τὰ πάντα ἐν εαὐτῷ |
4Ph | 37r | Eph.1.1 | | | ἡ ὅτι οὐ μόνον τὸ πραχθῆναι τὸ περὶ ἡμᾶς μυστήριον διὰ τοῦ υἱοῦ προωρίσθη γενέσθαι κατὰ εὐδοκίαν τοῦ θελήματος τοῦ πατρός ἀλλὰ καὶ τὸ ἁξιωσθῆναι ἡμᾶς μαθεῖν τοῦτο ὁμοίως διὰ τοῦ υἱοῦ ἡμῖν γέγονεν κατ’ εὐδοκίαν τοῦ πατρός πάντα μὲν γὰρ ὁ υἱὸς ἐποίησεν καὶ ἔπαθεν ἵνα υἱοθετήσῃ καὶ υἱοθέτησεν καὶ ἀπεκάλυψεν ὅτι υἱοθέσησεν ἀλλὰ καὶ ἐν πᾶσιν τούτοις ηὐδόκησεν ὁ πατήρ καὶ ἡθέλησεν ἢ οὖν ὡς προεγράφη ἐκληπτέον τὸ εἰπεῖν δεῦτερον τὸ εἰπεῖν τὸν θεῖον παῦλον τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν καὶ ἐξῆς ἢ ὡς νῦν ἀνεπτύχθῃ ἑκατέρα γὰρ διανοίᾳ οὐ διϊσταται τοῦ εὐλόγου |
4 | 37v | Eph.1.3 | δ | ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ | διὰ χριστοῦ γὰρ ἡμῖν ἡ εὐλογία οὐ διά τινος τῶν προφητῶν ὡς ἰουδάιοις διὰ μωυσέως καλῶς δὲ τὸ ἐν τοῖς ἐπουρανίοις οἷον πράγμασιν οὐδὲν γὰρ γήϊνον παρ’ ἡμῖν ὡς παρὰ ϊουδαίοις ἐκεῖ γὰρ γῇ ῥέουσα μέλι καὶ γάλα καὶ τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε καὶ εὐλογήσει κύριος τὴν γῆν σου ἐνταῦθα δὲ πάντα περὶ βασιλέιας οὐρανιῶν |
5 | 37v | Eph.1.4 | ε | καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμος | ὥσπερ εὐλόγησεν ἡμᾶς διὰ χριστοῦ οὕτως καὶ ἐξελέξατο δι’ αὐτοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως τὸ δὲ πρὸ καταβολῆς κόσμου δηλοῖ ὅτι τοῦτο πάλαι ἦν ὁρισθὲν σώθῆναι διὰ τῆς εἰς χριστὸν πίστεως τοὺς ἐπὶ γῆς τὸ δὲ καταβολῆς δηλοῖ ὅτι οἴον ἀπὸ ὕψους τινὸς τῆς τοῦ θεοῦ δυνάμεως κατεβλήθη ὁ κόσμος |
6 | 37v | Eph.1.4 | ϛ | εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ | ἐξείλετο ἡμᾶς φησιν ἐπὶ τούτω τῷ ὅρῳ εἰς τὸ εἶναι ̔ἡμᾶς ἁγιόυς κατὰ πίστιν ἀμώμους κατὰ βίον κατενώπιον αὐτοῦ φησιν εἰσὶ γάρ τινες ἄμωμοι τοῖς ἀνθρώποις δοκοῦντες ἀλλ’ οὐ τοῦτο φησιν ἀλλὰ κατενώπιον αὐτοῦ τοῦτο δέ φησιν διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἐπόιησεν |
7 | 37v | Eph.1.5 | ζ | προορίσας ἡμᾶς εἰς ὑιοθεσίαν διὰ ἰησοῦ χριστοῦ εἰς αὐτόν | μέγα μὲν καὶ τὸ εἰς ὑιοθεσίαν εἰσαχθῆναι θεοῦ μέιζον δὲ τὸ καὶ διὰ τοῦ ὑιοῦ τοῦτον ἐστι τευθῆναι ὑιοθεσίαν δὲ πόιαν τὴν εἰς αὐτόν φησι φέρουσαν τὸν θεὸν |
7ex | 37v | Eph.1.5 | | κατὰ τὴν εὐδοκίαν | τοῦτο γάρ φησιν ἠθέλησεν εὐδοκίαν γὰρ τὴν ἐπ’ εὐεργεσίαν βούλησιν ἔθος τῇ θεία γραφῇ καλεῖν |
8 | 37v | Eph.1.5-Eph.1.6 | η | τοῦ θελήματος αὐτοῦ εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ | ταῦτα δὲ πάντα ἐπόιησεν εἰς ἡμᾶς δι’ ἀλλομὲν οὐδὲν πλὴν ὅτι ἠβουλήθη καὶ σφόδρα ἐπεθύμησεν χάριτι σῶσαι τοὺς ἐπὶ γῆς πρὸς τὸ ἐκ τούτου ἐπαινεῖσθαι καὶ δοξάζεσθαι τὴν ἁγίαν αὐτοῦ δόξαν τῆς χάριτος |
9 | 37v | Eph.1.6 | ι | ἐν ἧ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ | ἐχαρίτωσεν δὲ πρῶτον μὲν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ ἔπειτα δὲ ἐπεράστους ἐποίησεν ἀγγελόις ἀρχαγγέλοις ταῖς ἄνω δυνάμεσιν τοῖς ἐυηρεστηκόσιν αὐτῷ ἁγίοις ἐπιθυμήσει γάρ φησιν ὁ βασιλὲυς τοῦ κάλλους σου τὴν δὲ χάριν τάυτην διὰ τοῦ ἠγαπημένου χριστοῦ τοῖς ἐπὶ γῆς δεδώκεν αὐτὸς γὰρ ὁ μεσίτης |
10 | 37v | Eph.1.6-Eph.1.7 | ια | ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ | δί οὗ φησιν ἔχομεν τὴν ἄφεσιν διὰ τοῦ αἵματος αὐτοῦ ὑπάρξασαν ἡμῖν θαυμαστὸν γὰρ τὸ μὴ μόνον ὑπὲρ ἐχθρῶν ἀλλὰ καὶ τὸν ὑιὸν δοῦναι καὶ πρὸς θάνατον τὸν δι’ αἵματος τοὺτο γὰρ τῶν δωρεῶν τὸ φρικωδέστατον |
11 | 37v | Eph.1.7 | ιβ | τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ | ταῦτα δὲ ἐποίησεν φησι κατὰ τὸν πλοῦτον τουτέστιν ἐν τῷ πλόυτῳ τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς πανταχόθεν ὑπερβολάι ὅτι τὲ πλοῦτος ἐδόθη καὶ πλοῦτος θεοῦ καὶ χάριτος πλοῦτος καὶ ὅτι ἐπερίσσευσεν |
12 | 37v | Eph.1.7-Eph.1.8 | ιγ | ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ | ἢ σοφῶς καὶ φρονίμως ἐγνώρισεν ἡμῖν ἠ σοφοὺς καὶ φρονίμους ποιήσας ὅυτως ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ὡσὲι εἶπεν τὰ ἐν τῇ καρδία αὐτοῦ τί γὰρ ἶσον τοῦ μυστηρίου τούτου τοῦ δοῦναι τὸν ὑιὸν ὑπὲρ τῶν ἐχθρῶν καὶ βιστουμένων |
13 | 37v | Eph.1.9 | ιδ | κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ | γνωρίσας ἡμῖν κατὰ τὴν βουλὴν αὐτοῦ ἢν βουλὴν πρόεθετο ἐν αὐτῷ τουτέστιν τῷ χριστῷ πληρῶσαι καὶ ἁπλῶς τοῦτο πρόεθετο φησιν τοῦτο ἐβουλέυετο ὁ πατὴρ τὴν ἀπαρχὴν τοῦ φυράματος ἡμῶν ἐκ δεξιὼν αὐτοῦ καθίσαι |
14 | 37v | Eph.1.9-Eph.1.10 | ιε | εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν | ταύτην δὲ τὴν ευδοκίαν πρόεθετο εἰς οἰκονομίαν φησὶ τουτέστιν εἰς χρηστὴν καὶ ἐπωφελῆ διοίκησιν τοῦ πέρατος τῶν καιρῶν ἐν γὰρ τοῖς ἐσχάτοις καιροῖς αὐτῇ ἡ σώτηριος οἰκονομία γέγονεν τῆς ἐνανθρωπίσεως |
15 | 37v | Eph.1.10 | ιϛ | ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς | συνάψαι καὶ ἐνῶσαι μίαν κεφαλὴν παρασχεῖν ἀγγέλοις καὶ ἀνθρωποις τὸν χριστὸν ἀπεσχισμένοι γὰρ ἢσαν οἱ ἄγγελοι καὶ οἱ ἄνθρωποι συνῆψεν οὖν καὶ ἤν ωσεν αὐτοὺς διὰ χριστοῦ |
15ex | 37v | Eph.1.10 | * | | ἀνακεφαλαίωσιν καλεῖ τὴν σύντομον των πραγμάτων μεταβολὴν δια γὰρ της κατὰ τὸν δεσπότην χριστὸν οἰκονομίας καὶ τῶν ἀνθρωπῶν ἡ φύσις ἀνίσταται καὶ τὴν ἀφθαρσίαν ἐν δύεται καὶ ἣ ὁρωμέν η κτίσις τῆς φθορας ελευθερουμένη τευξειται τῆς ἀφθαρσίας καὶ τῶν αὀράτων οἱ δῆμοι ἐνευφροσύνῃ διατελέσουσιν ἐπειδὴ ἀπέδρα ὁ δύνη καὶ λύπη καὶ στεναγμός τοῦτο διὰ τῶν ῥητῶν ἐδίδαξεν ὁ θεῖος ἀπόστολος οὐ γὰρ ἁπλῶς εἶπεν τὸν οὐρανὸν καὶ τὴν γῆν ἀλλὰ καὶ τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς καὶ δεικνὺς τὸ τῆς οἰκονομίας μυστήριον ἐπήγαγεν ἐν αὐτῷ τουτέστιν ἐν τῷ χριστῷ |
16 | 37v | Eph.1.11 | | ἐν αὐτῷ | |
16ex | 38r | Eph.1.11 | ιη * | ἐν ᾧ καὶ | δι’ οὖ φησι χριστοῦ καὶ ἐκληρώθημεν ἀλλ’ ἐπειδὴ ὁ κλῆρος κυρίας μᾶλλον καὶ οὐκ ἀρετῆς ἐστιν διορθοῦται αὐτὸ καὶ φησὶν προρισθέντες οὐκ ἂν δὲ προωρίσθημεν εἰ ἀνάξιοι ἦμεν |
16ex2 | 38r | Eph.1.11 | * | ἐκληρώθημεν προορισθέντες | ἄνωθεν γὰρ προορίσας ἡμᾶς εις ταύτην απεκλήρωσεν τὴν ζωὴν ὁ πάντα ποιῶν ὅσα βούλεται δίδασκει δὲ σαφέστερον εἰς ποῖον προωρίσθημεν κλῆρον |
17 | 38r | Eph.1.11 | ιθ | κατὰ πρόθεσιν θεοῦ τοῦ τὰ πάντα ἐνεργοῦντος | κατὰ τὴν γνώμην τοῦ τὰ πάντα ἐνεργοῦντος θεοῦ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς |
18 | 38r | Eph.1.11 | κ | κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ | εἶτα οὐκ ἄρκεσθεις τὸ εἰπεῖν προορισθέντες καὶ κατα πρόθεστιν ἐπάγει κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ δεῖξαι γὰρ βούλεται ὅτι οὐκ ἐνπαρεπομένῳ ἐκλήθη τὰ ἔθνη διὰ τὸ ἀπο σκιρτῆσαι ϊουδαίους ἀλλὰ ἄνωθεν τοῦτο προώριστο καὶ ἐν πρωτοτύπω ἔκειτο ἐπειδὴ γὰρ ὁ χριστὸς προτρεπομενος τοὺς ἰουδαίους φησὶν οὐκ ἦλθον εἰμὴ εις τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου ἰσραήλ καὶ πάλιν εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε σπουδάζει νῦν δεῖξαι ὁ παῦλος ὅτι προτροπῆς ἔνεκεν καὶ ἐφελκύσεως ἰουδαίων ἐκεῖνα ἔιρηται ὡς τό γε ἀληθὲς ὥριστο ἄνωθεν ἡκλῆσις τῶν ἐθνῶν |
19 | 38r | Eph.1.12 | κα | εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον | ἡμᾶς τίνας τοὺς προηλπικότας ἐν τῷ χριστῷ φησὶ τουτέστιν τοὺς πιστούς ἐκ τοῦ καθ’ ἡμᾶς γὰρ πράγματος μάλιστα δόξαστεος ὁ θεός ὅτι ὅυτος αὐτοῦ ἠλλοτριωμένους ἔσωσεν |
19ex | 38r | Eph.1.12 | * | δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ χριστῷ | πάντες γὰρ ὁρῶντες τοὺς εἰς τὸν δεσπότην πεπιστευκότας χριστὸν ἀνυμνοῦσι τὸν τουτων αἴτιον τῶν ἀγαθῶν |
20 | 38v | Eph.1.13 | κβ | ἐν ᾧ καὶ ἡμεῖς ἀκοῦσαντες | ἐν ὧ ἀντὶ τοῦ δι’ οὒ χριστοῦ ὅυτως καὶ ἐν τῇ πρὸς ἑβράιους ἐλάλησεν φησιν ἡμῖν ἐν ὑιῷ |
21 | 38v | Eph.1.13 | κγ | τὸν λόγον τῆς ἀληθείας | οὐκ ἔστι γὰρ τύπος ὡς ἐπὶ ϊουδαίων ἀλλ’ αὐτὴ ἡ ἀλήθεια |
22 | 39r | Eph.1.13 | κδ | τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν | εὐαγγέλιον σωτηρίας ἔστι μὲν καὶ ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νόμου ἔστι δὲ ὅτι καὶ τοὺς πιστέυοντας σώζει |
23 | 39r | Eph.1.13 | κε | ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνευμάτι τῆς ἐπαγγελίας τῷ ἁγίῳ | δι’ οὗ φησιν εὐαγγελίου καὶ τῆς ἐν αὐτῷ πίστεως καὶ ἐσφραγίσθητε τῷ πνευματι τῆς ἐπαγγελίας ἢ τῷ ἐπαγγελλομένῳ τὰ μυρία ἀγαθά ἣ ἵνα διὰ τῆς σφραγίδος τύχη τε τῶν ἐπαγγελιῶν ὥσπερ γὰρ ὁ θεὸς δήλους ποιῶν τοὺς αὐτοῦ σφραγίζει αὐτοὺς τῷ ἁγίῳ πνεύματι |
23ex | 39r | Eph.1.13 | | | |
24 | 39r | Eph.1.13-Eph.1.14 | κϛ | ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν | ὁ ἀρραβὼν πιστοῦται τὸ ὅλον τὴν τοίνυν ὑιοθεσίαν καὶ τὰ μυρία ἀγαθὰ πιστόυμενος ὁ θεὸς δὲδωκεν ἀρραβὼνα τῆς ἐπουρανίου κληρονομίας τὸ πνεῦμα τὸ ἅγιον |
25 | 39r | Eph.1.14 | κζ | εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως | περιποίησιν ἡμᾶς καλεῖ διὰ τὸ περιποιήσασθαι ἡμᾶς τὸν θεὸν ὁ οὖν ἀρραβών φησι καὶ πρὸς τοῦτο ἐστιν εἰς τὸ ἀπολυτρώσασθαι τὴν περιποίησιν αὐτοῦ ἐκεῖ δὲ ἔσται ἡ καθαρὰ ἀπολύτρωσις ὅταν μὴ μόνον ἁμαρτιῶν ἀλλὰ καὶ τοῦ μετὰ ἁμαρτωλῶν συνοικεῖν λυτρωθῶσιν οἱ ἅγιοι |
26 | 39r | Eph.1.14 | κη | εἰς ἔπαινον τῆς δόξης αὐτοῦ | τοῦτο συνεχῶς ἐπιλέγει πιστούμενος τὸ πάντως ἔσεσθαι τὰ ἐπηγγελμένα ὣσει ἔλεγεν εἰ μὲν ἡμῶν ἕνεκεν ταῦτα ἐπηγγείλατο κἂν ἀμφιβάλλειν ἦν εἰ δὲ διὰ τὸ θαυμασθῆναι τὴν δόξαν αὐτοῦ τίς αντερεῖ λοιπόν |
27 | 39r | Eph.1.15 | κθ | διὰ τοῦτο κἀγώ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν | διὰ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς ὁρθῶς πιστέυουσι καὶ βιοῦσι καὶ διὰ τὸ ἐν τοῖς σωθησομένοις τετάχθαι ὑμᾶς |
28 | 39r | Eph.1.15 | λ | ἐν τῷ κυρίῳ ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους | πλεῖον γὰρ ἀπάντων διὰ τὴν πίστιν ἡμῶν εὐχαριστητέον τᾦ θεῷ ὅτι νοῦν ἡμῖν πρὸς τὸ πιστεῦσαι δέδωκεν ἀεὶ δὲ τῇ πίστει συνάπτει τὴν ἀγάπην καλλίστην ἀποτελῶν ξυνωρίδα |
29 | 39r | Eph.1.15 | λα | | οὐτοῖς παρ’ αὐτοῖς μόνοις |
29ex | 39r | Eph.1.15-Eph.1.17 | λγ | ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ | τοῦτο κατὰ διαίρεσιν τέθεικεν τὸν γὰρ αὐτὸν τοῦ αὐτοῦ καὶ θεὸν ἐκάλεσεν καὶ πατέρα θεὸν μὲν ὡς ἀνθρώπου πατέρα δὲ ὡς θεοῦ δόξαν γὰρ τὴν θεῖαν φύσιν ὠνόμασεν |
29ex2 | 39r | Eph.1.17 | * | τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ὁ πατὴρ τῆς δόξης | τί δὲ παρακαλεῖς καὶ ποίαν μνείαν ποιῇ ἱνά φησιν ὁ θεὸς τοῦ κυριοῦ ἡμῶν καὶ τὰ ἑξης |
30 | 39r | Eph.1.17 | λβ | ὁ πατὴρ τῆς δόξης | ἀὲι πρὸς τὸ προκείμενον ὀνομάζει τὸν θεὸν θεὸν οἰκτιρμῶν καλῶν καὶ θεὸν εἰρήνης καὶ θεὸν δυνάμεως νῦν δὲ αὐτὸν πατὲρα δόξης καλεῖ μεγίστην γὰρ δόξαν καὶ τιμὴν ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων ἅτινα παρασχεθέντα ἡμῖν γενικῷ ὀνόματι δόξαν καλεῖ διὰ τοῦ λαμπροτέρου παρ’ ἡμῖν ὀνόματος ταύτης οὖν τῆς δόξης φησὶν αὐτὸν πατὲρα καὶ οἷον δημιουργόν |
31 | 39r | Eph.1.17 | λγ | δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ̓πιγνώσει αὐτοῦ | ἄρα πνευματικῆς δεῖ σοφίας ἡμῖν εἰς τὸ ἐπιγνῶναι τὰ παρὰ τοῦ θεοῦ δωρηθέντα ἡμῖν ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος μωρία γὰρ αὐτῷ ἐστιν |
32 | 39r | Eph.1.18 | λε | πεφωτισμένους τοὺς ὀφθαλμοὺς | ὁ γὰρ τὸν θεὸν γνοῦς ὡς ἐχρὴν οὐκ ἂν περὶ ἑτερόυ τινὸς τῶν ὑπὸ θεοῦ γενομένων ἀμφιβάλοι ὡς τό δεδυνατὸν ἢ τόδε ἀδύνατον αὐτῷ πάντα γὰρ δυνατὰ τῇ θεῖᾳ φύσει ταύτην δὲ οὐκ ἂν ἄλλως σχόιη τίς τὴν γνῶσιν εἰ μὴ διὰ πνεύματος ἁγίου τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾶ καὶ τὰ βάθη τοῦ θεοῦ |
32ex | 39r | Eph.1.18 | λδ | τοὺς ὀφθαλμοὺς | ἄλλως γὰρ οὐκ ἐνι ἐπιγνῶναι |
33 | 39v | Eph.1.18 | λϛ | εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ | ἐπειδὴ γὰρ τοῦτο μέλλον ἐστὶ πνευματικῆς δεῖται ἀποκαλύψεως κλῆσιν δὲ φησιν τὸ ἐπὶ ποίαις ἐλπίσιν ἐκλήθημεν δῆλον δὲ ὡς ἐπὶ υἱοθεσία καὶ κληρονομία βασιλείας οὐρανων καὶ ἐπὶ τῷ γενέσθαι ἡμῶν κεφαλὴν τὸν χριστὸν |
34 | 39v | Eph.1.18 | λζ | καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις | βαβαὶ πόσα ὑπερέχοντα ῥήματα πλοῦτος δόξα κληρονομία θεοῦ ἐν τοῖς ἁγίοις δὲ ἔσται ταῦτα τῶν γὰρ τοιόυτων ἄξιοι οἱ ἅγιοι καὶ τοῦτο τοιγὰρ οὖν πνευματικῆς δεῖται χάριτος |
35 | 39v | Eph.1.18-Eph.1.19 | λη | καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας | εἶπεν τινα μέλλοντα λέγει καὶ γεγονὸτα ἵνα ἐκ τοῦτου κακεῖνα πιστώσηται ποῖον δὲ τοῦτο αὐτὸ τὸ πιστεῦσαι ἡμᾶς ὄντως γὰρ μέγιστης δυνάμεως θεοῦ δεῖγμα τὸ ἡμᾶς οὕτω θηριώδεις πιστεῦσαι θεῷ καὶ τὰ οὐράνια φιλοσοφεῖν |
36 | 39v | Eph.1.19 | λθ | κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ | γέγονεν φησι γέγονε δὲ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ εἰ γὰρ μὴ ἐνήργησεν ἐν ἡμῖν οὐκ ἂν ἐπίστευσαμεν |
37 | 39v | Eph.1.19-Eph.1.20 | μ | ἣν ἐνήργησεν ἐν τῷ χριστῷ ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις | ποῖαν δὲ ἐνέργειαν λέγεις ἐνηργηκέναι εἰς ἡμᾶς ἵνα πιστεύσωμεν ἥν φησιν ἐνήργησεν καὶ ἐν τῷ χριστῷ ἐγέιρας αὐτὸν ἐκ νεκρῶν ὅτι δὲ καὶ ἓαυτὸν ἐγηγερκέναι εἴρηται πολλαχοῦ δῆλον |
38 | 39v | Eph.1.21 | μα | ὑπεράνω | οὐ λέγει ἄνω ἀλλὰ τὸ ἄγαν ὑψηλὸν δηλῶν ὑπὲρανω φησὶν |
38ex | 39v | Eph.1.21 | μβ | πάσης | ἅρα ἐστὶ δυνάμεων ἀγγελικῶν ὀνόματα νῦν μὲν ἀκατονόμαστα τότε δὲ γνωσθησόμενα |
40 | 39v | Eph.1.21 | μγ | καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι | εἴτι ἔνι ἐν οὐρανιῷ φησιν πὰντων ἀνωτέρω κεκάθικεν |
41 | 39v | Eph.1.21-Eph.1.22 | μδ | καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ | εἶτα ἵνα μὴ ἀκόυων ἐκάθισεν ὑπὲρανω νομίσης αὐτὸν προτετιμῆσθαι μόνον δέικνυσιν ὅτι καὶ δεσπότην αὐτὸν ἐποίησεν πάντων τὴν γὰρ σφοδρὰν καὶ ἧς οὐκ ἔνόμειζον ὑποταγὴν δεῖξαι θέλων ὑπὸ τοὺς πόδας εἶπεν |
42 | 39v | Eph.1.22 | με | καὶ αὐτὸν ἔδωκεν κεφαλὴν | καὶ τὴν ἐκκλησίαν τῇ δυνάμει συνεκάθισεν τῷ χριστῷ εἰς ἐκεῖνον τὸν θρόνον ὅπου γὰρ ἡ κεφαλὴ ἐκεῖ καὶ τὸ λοιπὸν σῶμα |
43 | 39v | Eph.1.22 | μϛ /Οεκουμενιου | ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ | ἢ ὑπερ ἀγγέλους φησὶ καὶ ἀρχαγγέλους αὐτὸν τὸν ὑιὸν ἔδωκεν κεφαλήν ἢ τὸν ὅντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ τὰ νοόυμενα χριστόν ἤ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεπόιηκεν τὸ τὸν ὑιὸν δοῦναι κεφαλήν |
44 | 39v | Eph.1.22-Eph.1.23 | μζ | ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ | ὑπερβολὴ τίς ἐστιν ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν ἀρχήν τινα καὶ ἐξουσίαν νομίσης σωματικῶς φησιν ἐστὶν ἡμῶν κεφαλὴ καὶ ἡ ἐκκλησία πλήρωμα ἐστὶ τοῦ χριστοῦ ἀποπληροῖ γὰρ καὶ τὸ τέλειον ποιεῖ σῶμα τὴν κεφαλήν ὥσπερ καὶ ἡ κεφαλὴ πληρωτική ἐστὶ τοῦ λοιποῦ σώματος |
45 | 39v | Eph.1.23 | μη | τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου | οὐδενὸς φείδεται ῥήματος ὁ ἀπόστολος πρὸς τὸ δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἕνωσιν ἡμῶν τὴν πρὸς τὸν χριστὸν διό φησιν τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου δεικνὺς οὐκοινῆ τῆς ἐκκλησίας χρήζοντα τὸν χριστὸν πρὸς τὸ ἀναπληρωθῆναι ἀλλ’ ἑνὸς ἑκάστου ἀνθρώπου πιστοῦ ἂν γὰρ μὴ ὦμεν ὁμέν τις αὐτοῦ ποῦς ὁ δὲ χείρ ὁ δὲ ἕτερον τι μέλος οὐκ ἀναπληροῦται αὐτοῦ τὸ σῶμα εἰκότως οὖν καὶ ὁ καθεὶς ἡμῶν χρειώδης ἐστὶν πρὸς τὴν συμπλήρωσιν τοῦ σώματος αὐτοῦ τότε οὖν ἀναπληροῦται ὅταν ὦμεν ἄπαντες ἡνωμένοι ἡ οὖν ἐκκλησία πλήρωμα ἐστὶ τῆς κεφαλῆς τουτέστιν τοῦ χριστοῦ |
45ex | 39v | Eph.2.1-Eph.2.2 | | καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἀμαρτίαις ἐν αἷς ποτὲ | |
46 | 40r | Eph.2.2 | μθ | | οὐ τὴν σωματικὴν λέγει τὴν ἐκ τοῦ ἁδὰμ ἀρξαμένην νέκρωσιν ἀλλὰ τὴν ψυχικὴν τὴν ἐξ ἁμαρτιῶν |
47 | 40r | Eph.2.2 | ν | κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου | αἰῶνα τοῦ κόσμου τούτου τὸν διεστραμμένον βίον καὶ τὸν ἐν ἁμαρτίαις δια τὸ πλεονάζειν ἐν τῷ παρόντι βίῳ τὰς ἁμαρτίας ἄρχοντα δὲ φησιν ἐξουσίας τὸν σατανᾶν διὰ τὸ τοὺς πολλοὺς ἡμῶν ἑκόντας ἐκ δεδωκέναι ἑαυτοὺς ὑπὸ τὴν αὐτοῦ ἐξουσίαν οὐδὲ γὰρ ἐκ θεοῦ ἀλλ’ ἐξ ἡμῶν ἄρχειν κεχειροτόνηται ἄρχοντα οὖν αὐτὸν λέγει πρὸς τὰ παρόντα ὁρῶν |
47ex | 40r | Eph.2.2 | | κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας | |
48 | 40r | Eph.2.2 | | τοῦ ἀέρος τοῦ πνεύματος | |
48ex | 40r | Eph.2.2 | να | | ὁ ἐν ἁγίος κύριλλος καὶ ὁ ἁγίος ἱωαννης λέγει ἅρχων ἐστι τῶν μετ’ αὐτοῦ πεσόντων ἡμῶν δὲ οὐκ ἀρχει οὔτε ἧρξεν ἀλλὰ μόνον ἐνεργεῖ ἐξὸν δὲ ἡμῖν μὴ δέξασθαι αὐτοῦ τὴν ἐνέργειαν |
49 | 40r | Eph.2.2-Eph.2.3 | | τοῦ νῦν ἐνεργοῦντες ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστάφημεν ποτὲ ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν | |
50 | 40r | Eph.2.3 | νβ /Οικουμενιου | ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν | ὡσεὶ εἶπεν σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες |
51 | 40r | Eph.2.3 | νγ | καὶ ἦμεν τέκνα | ὥσπερ τέκνα ἀπωλέιας καὶ γεέννης εἴρηνται οἱ ἄξια ἀπωλείας καὶ γεέννης πράττοντες οὕτω τέκνα ὀργῆς ὁι ὀργῆς ἄξια |
52 | 40r | Eph.2.3 | νδ | φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί | τὸ φύσει οἷον ἀληθῶς καὶ γνησίως ὡς καὶ οἱ λοιποῖ οὐδεὶς γὰρ ἦν τῶν τοιούτων ἐλεύθερος |
53 | 40r | Eph.2.3-Eph.2.4 | νε | ὁ δὲ θεός πλούσιος ὤν ἐν ἐλέει | οὐχ ἁπλῶς ἐλεήμων ἀ̓λλὰ πλόυσιος ἐν ἐλέει |
54 | 40r | Eph.2.4 | νϛ | διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς | τοῦτο δὲ ἀπὸ τοῦ πολλοῦ ἐλέου γέγονεν πῶς γὰρ ἂν οἱ τέκνα ὄντες ὀργῆς ἠγαπήθημεν |
55 | 40r | Eph.2.5 | νζ | καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν | νεκροὺς ὅσον πρὸς ἔνεργειαν ἀγαθοῦ τινος τοῦτο δὲ γέγονεν φησιν διὰ τὰ παραπτώματα ἡμῶν |
56 | 40r | Eph.2.5 | νη | συνεζωοποίησεν τῷ χριστῷ | πάλιν τὸν χριστὸν ἐν μέσω φέρει ἀξιοπιστον τὸ πραγμα ποιῶν εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ καὶ ἡμᾶς τὸ λοιπὸν αὐτοῦ σῶμα συνεζωοπόιησεν |
56ex | 40r | Eph.2.5 | οικουμενιου | | |
57 | 40r | Eph.2.5 | νθ | χάριτι ἐστε σεσωσμένοι | οὐ καμάτῳ οὐ κατορθώμασιν ἰδίοις δέον γὰρ φησιν κολάσαι τοὺς γενομένους τέκνα φυσει ὀργῆς τούτου ἑσωσεν χάριτι μόνη |
58 | 40v | Eph.2.5-Eph.2.6 | ξ | καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ | ὤσπερ γὰρ τῆς ἀπαρχῆς ἡμῶν καὶ τῆς κεφαλῆς τοῦ χριστοῦ ἐγηγερμένης καὶ ἡμᾶς δι’ αὐτοῦ ἥγειρεν ὅυτως καὶ αὐτῆς καθεζομένης καὶ τὸ λοιπὸν σῶμα συγκάθηται δίο φησιν ἐν χριστῷ ἰησοῦ τουτέστιν διὰ χριστοῦ ἰησοῦ ὅτι δὲ καθίσουσιν οἱ ἄξιοι ἄκουε τοῦ χριστοῦ λέγοντος τοῖς μαθηταῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς ΙΒ φυλὰς τοῦ ἰσραηλ καὶ πάλιν τὸ δὲ καθίσαι ἐκδεξιών μου καὶ ἐξευωνύμων οὐκ ἐστιν ἐμὸν δοῦναι ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ πατρός μου τέως οὖν ἡτοίμασται καὶ πάλιν θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ οἱ διάκονοι οἱ ἐμοι |
59 | 40v | Eph.2.7 | ξα | ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ | ἵνα μὴ ἀπιστήση τις τοῖς εἰρημένοις ὅρα πῶς αὐτὸ ποιεῖ πιθανὸν καὶ φησιν ταῦτα δὲ οὐ τοσοῦτον διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην μόνον ὅσον ἵνα καὶ ἐνδέιξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χαριτός αὐτοῦ ἐν τοῖς μέλλουσιν αἰῶσι φησι |
60 | 40v | Eph.2.7 | ξβ | ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν χριστῷ ἰησοῦ | τοῦτέστιν οὐκ ἄχρι τοῦ χριστοῦ ταῦτα μόνου στάιη ἀλλὰ δι’ αὐτοῦ ἥξει καὶ εἰς ἡμᾶς ὡς ἀπαρχὴς πρὸς τὸ ὅλον τί δὲ ἥξει τὸ συζωοποιηθῆναι τὸ συγκαθίσαι |
60ex | 40v | Eph.2.7-Eph.2.8 | * | τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως καὶ τοῦτο οὐκ ἐξ ὑμῶν | τῇ διὰ τῆς πίστεως χάριτι |
61 | 40v | Eph.2.8 | | θεοῦ τὸ δῶρον | |
62 | 40v | Eph.2.8-Eph.2.9 | ξγ | οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται | οὐκ ἐπειδὴ οὐκ ἐβούλετο ἐξ ἔργων σῶσαι ἀλλ’ ὅτι οὐδεὶς ἴσχυεν ἐξ ἔργων σωθῆναι οὔδε καυχήσεται |
63 | 40v | Eph.2.9-Eph.2.10 | ξδ | αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν χριστῷ ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς | εἶτα ἵνα μὴ ἀκόυσαντες ὅτι οὐκ ἐξ έργων ἐσώθημεν ἀλλὰ χάριτι ῥαθυμότεροι γενώμεθα δείκνυσιν ὅτι νῦν μετὰ τὴν πίστιν καὶ ἔργων χρεῖα αὐτοῦ γὰρ ἐσμέν φησιν ποίημα κτισθέντες διὰ ἰησοῦ χριστοῦ οὐ τὴν πρώτην ἡμῶν δημιουργίαν λέγων ἀλλὰ τὴν δευτέραν τὴν ἐν τῷ βαπτίσματι ἐκτίσθημεν δέ φησιν ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς εἰς τὸ ἐναὐτοῖς φησιν περιπατεῖν ἔξεστιν δὲ ταῦτα καὶ περὶ τῆς πρώτης δημιουργίας νοεῖν |
64 | 40v | Eph.2.10 | ξε | οἷς προητοίμασεν ὁ θεός | οἷς καὶ πρὸ τοῦ βαπτίσματος φησιν ἡτοίμασεν |
65 | 40v | Eph.2.10 | ξϛ | ἵνα ἐν αὐτοῖς περιπατήσωμεν | τὴν ἐπ’ αὐτοῖς ἄπαυστον σχέσιν δηλοῖ |
66 | 40v | Eph.2.11 | ξζ | διὸ μνημονεύετε | ἐπεὶ γοὐν ὅλως ἐπὶ ἔργοις ἀγαθοῖς ἐκτίσθημεν μνημονεύετε καὶ γὰρ ἔθος τοῖς ἀπὸ πολλῆς εὐτελείας εἰς ὕψος ἀναδραμοῦσι μηδὲ μεμνῆσθαι τῶν προτέρων |
67 | 40v | Eph.2.11 | ξη | ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου | θέλει εἰπεῖν ὅτι ὑμεῖς οἱ ἀκρόβυστοι ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀλλότριοι ἦτε τοῦ θεοῦ καὶ τῶν ἐπαγγελιῶν νυνὶ δὲ οἱ τότε ὄντες ἀλλότριοι καὶ πόρρω ἐγγὺς ἐγένεσθε δείκνυσι δὲ ἐκ τούτου τοῦ χριστοῦ τὴν κηδεμονίαν ὅτι τοὺς ἀπηλλοτριωμένους καὶ ἐλπίδα μὴ ἔχοντας ἔσωσεν ὅρα δὲ πῶς εὐφυως καταβάλλει τὴν περιτομὴν δεικνὺς ἐν λόγω μόνον καὶ οὐκ ἔργω τινὶ γενναίω ἔχειν αὐτὴν ὡς πρὸς τὴν ἀκροβυστίαν τὸ διάφορον ὑμεῖς γάρ φησιν τὰ ἔθνη οἱ ἐν σαρκὶ ἀλλ’ οὐκ ἐν πνευματικι καὶ οἱ λεγόμενοι οὐ γὰρ ὄντες κατὰ τὸν πνευματικὸν λόγον ὡσεὶ εὶπεν ἐν σαρκὶ καὶ ἐν λόγοις τὸ ἔλαττον οὐδαμοῦ ἐν πνευματί εἶτα πάλιν περὶ τῆς περιτομῆς λέγων φησὶν ὑπὸ τῆς λεγομένης καὶ χειροποιήτου τὴν ἐν λόγοις μόνον καὶ σαρκὶ προτίμησιν δηλῶν |
68 | 41r | Eph.2.11-Eph.2.12 | ξθ | ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ | τί μνημονέυετε ὅτι ἧτε φησὶν ἐν τῷ καιρῷ ἐκεῖνω χωρὶς χριστοῦ τοῦτο ἦν φησὶν τὸ δεινόν τὸ δὲ τῆς ἀκροβυστίας ἄχρι σαρκὸς καὶ ὀνόματος ἦν ψιλοῦ εἶτα ὅτι καὶ ἀπηλλοτριωμένοι ἧτε τῆς πολιτέιας τοῦ ἰσραὴλ καὶ τοῦτο δεινόν εἰ γὰρ καὶ ἀνάξιοι ὤφθησαν οἱ ἐξ ἰσραὴλ πλὴν ἀλλ’ ἤδεσαν θεὸν |
68ex | 41r | Eph.2.12 | οικουμενιου | | |
69 | 41r | Eph.2.12 | ο | ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ἰσραήλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας | οὐκ εἶπε κεχωρισμένοι ἀλλ’ ἀπηλλοτριωμένοι ὄυτε πάλιν οὐ μετέχοντες ἀλλὰ ξένοι ἅπερ πολλὴν δείκνυσι τὴν ἀλλοτρίωσιν |
70 | 41r | Eph.2.12 | οα | ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ | οἱ ϊουδαῖοι εἰ καὶ ἀπέτυχον δι’ ἀναξίοτητα εἶχον μέντοι ἐλπίδα ἐκ τῆς ἐπαγγελίας τί πρὸς ὑμᾶς φησι τὰ ἔθνη αὐτὸ μὴ ἔχοντα ἐλπίδα καὶ ἄθεοι φησὶν ἐν κόσμω καίτοι προσεκύνουν θεοὺς ἀλλ’ οὐκ ἥσαν φησὶ θεόι υμεῖς οὖν φησιν ἄθεοι ἦτε οἱ μὲν γὰρ ϊουδαῖοι εἰ καὶ προσέκρουον ᾕδεσαν μέντοι θεόν |
71 | 41r | Eph.2.13 | οβ | νυνὶ δὲ ἐν χριστῷ ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν | δείξας πολὺ καὶ σφόδρα ἀφεστηκότα τὰ ἔθνη τοῦ θεοῦ τῇ πρὸς ϊουδαίους παραθέσει δείκνυσιν ὅτι διὰ μόνην φιλανθρωπίαν θεοῦ ἐγγὺς γέγονασιν τοῦτον δὲ πάντα κεκίνηκεν τὸν λόγον δεικνύς τὴν πρὸς τὰ ἔθνη τοῦ θεοῦ κηδεμονίαν ὅσω γὰρ πόρρω ὄντες ἐγγὺς γεγόνασι τοσόυτω μᾶλλον δείκνυται ἡ τοῦ θεοῦ πρόνοια περὶ αὐτούς |
72 | 41r | Eph.2.13-Eph.2.14 | | ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ χριστοῦ Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν | |
73 | 41r | Eph.2.14 | ογ | ὁ ποιήσας τὰ ἀμφότερα ἕν | τούς τε ἰουδαίους καὶ τοὺς ἐξ ἐθνῶν |
73ex | 41r | Eph.2.14 | | | οὐ τοῦτο δὲ λέγει ὅτι εἰς τὴν τῶν ἰουδαίων ἡμᾶς πολιτείαν ἤγαγεν ἀλλ’ ἐκείνους καὶ ἡμᾶς ζεύξας εἰς τὴν ἑαυτοῦ πίστιν ἤγαγεν ὁ χριστός πλὴν τὰ ἔθνη μάλιστα εὐχαριστεῖν ὀφείλομεν ὅσω καὶ μάλιστα ξένοι ἦμεν |
74 | 41r | Eph.2.14-Eph.2.15 | οδ | καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τήν ἔχθραν ἐν τῇ σαρκί αὐτοῦ | μεσότοιχον φραγμοῦ φησι τὴν ἔχθραν τὴν πρὸς θεὸν ἡμῶν τε καὶ ἰουδαίων ἥτις ἐκ τῶν ἡμετέρων ἐγίνετο παραπτωμάτων ὡς καὶ αὐτός φησι διὰ τοῦ προφήτου οὐχὶ αἱ ἀμαρτίαι ὑμῶν δι’ ἰστῶσιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν ποῖον δὲ μεσότοιχον τὴν ἔχθραν φησὶν τὴν πρὸς τὸν θεὸν δῆλον ὅτι ἐν τῇ σαρκί τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ εἰ γὰρ μὴ ἀπεθανεν ὑπερ ἡμῶν οὐκ ἂν ἐλύθη ἡ ἁμαρτία ἡ χωρίζουσα ἡμᾶς τοῦ θεοῦ |
75 | 41r | Eph.2.15 | οε | τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας | ἐπειδὴ γὰρ ἔδωκεν νόμον ἀσφαλιζόμενον ἡμᾶς ἡμεῖς δὲ παρέβημεν αὐτὸν οἱ ἄνθρωποι ἔλυσεν αὐτὸν τὸν νόμον ὥσπερ ἂν εἴ τις παιδαγωγὸν δοὺς παιδίῳ ἐπεὶ μὴ ἥκουε τοῦ παιδαγωγοῦ ἐλέυθερον εἴασεν τοῦ παιδαγωγοῦ δέον κολάσαι καταργήσας δέ φησι τὸν νόμον ἐν δόγμασιν ἢ ἐν τῇ πίστει ἢ οἷς αὐτὸς εἶπεν δόγμασιν |
76 | 41v | Eph.2.15 | οϛ | ἵνα τοὺς δύο κτίσῃ | ὁρᾶς ὅτι οὐχ ὁ ἔλλην γέγονεν ἰουδαῖος ἀλλὰ καὶ οὗτος κάκεῖνος εἰς ἀμείνω κατάστασιν ἦλθον κτίση δὲ φησὶ δεικνὺς τὴν ἀναγέννησιν εἰς ἔνα γὰρ πάντες εἰσὶν ἐκ τις μένοι νέον τινα καὶ πιστὸν ἄνθρωπον καὶ τοῦ γήρους τῶν ἁμαρτιῶν ἀλλότριον |
76ex | 41v | Eph.2.15 | * | ἐν ἑαὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην | |
77 | 41v | Eph.2.16 | οζ | καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους | πρὸς τὸν θεὸν τοὺς ἀνθρωπούς οὐ γὰρ ἄν ποτε κατηλλάγησαν θεῷ μένοντες ἰουδαῖοι καὶ ἔλληνες ὅτι γὰρ πρὸ τούτου ἀκατάλλακτοι σφόδρα ἦσαν πρὸς θεὸν δείκνυσιν ἥ ἔμφασις τοῦ ἀποκαταλλάξη |
77ex | 41v | Eph.2.16 | * | ἐν ἑνὶ σώματι τῷ θεῷ | |
78 | 41v | Eph.2.16 | οη | διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ | πῶς δὲ ἀποκατήλλαξεν τῷ θεῷ ἀποκτείνας φησὶ τὴν ἔχθραν δι’ ἑαυτοῦ διὰ τοῦ σταυροῦ γὰρ λύσας τῷ θανάτῳ αὐτοῦ τὴν ἁμαρτίαν καὶ τὴν ἔχθραν ἔλυσεν οὐδὲν δὲ ἐμφαντικώτερον τοῦ ἀποκτείνας τὸ γὰρ ἀσάλευτον τῆς λύσεως δηλοῖ πῶς οὖν νῦν φαίη τις ἁμαρτάνομεν ἑτέρας ἁμαρτίας γεννῶντες αἰ γὰρ πρότεραι ἀπεκτάνθησαν |
79 | 41v | Eph.2.17 | οθ | καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς | μηδένα πέμψας ἀλλὰ αὐτὸς ἑαυτῷ διακονησάμενος μακρὰν δὲ τοὺς ἐξ ἐθνῶν καλεῖ ἐγγὺς δὲ τοὺς ἰουδαίους |
80 | 41v | Eph.2.18 | π | ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα | τὴν καταλλαγὴν καὶ τὴν εἰρήνην τὴν πρὸς τὸν θεὸν οὐ δὲ γὰρ ἀφ’ ἐαυτῶν ἀπήλθομεν ἀλλ’ ὑπὸ χριστοῦ προσήχθημεν ἐν ἑνὶ πνεύματι οὐκ ἐκεῖνοι μὲν ἄτε ἐγγὺς ὄντες ἐν μείζονι ἡμεῖς δὲ ὡς μακρὰν ὄντες ἐν ἐλάσσονι διὰ γὰρ τοῦ πνευματός ἐπεράστους ποιήσας προσήγαγεν τῷ πάτρι καὶ ὅτι δι’ ἑαυτοῦ τε καὶ τοῦ πνεύματος προσήγαγεν |
81 | 41v | Eph.2.18-Eph.2.19 | πα | ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων | οἰ γὰρ μὴ ἔχοντες πάλαι ἐλπίδα τέυξεσθαι τῶν οὐρανιών ξένοι ἦτε καὶ πάροικοι τῶν ἀγίων νῦν δέ φησιν τὴν αὐτὴν ἔχετε τοῖς ἁγίοις πόλιν τὴν ἐπουρανίον ἱερουσαλὴμ ὅρα δὲ οὐκ εἶπεν τῶν ἰουδαίων ἀλλὰ τῶν ἁγίων τῶν ἀμφὶ τὸν ἁβραάμ |
82 | 41v | Eph.2.19-Eph.2.20 | πβ | καὶ οἰκεῖοι τοῦ θεοῦ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ | ὅπερ γὰρ ἔσχον φησὶν ἐκεῖνοι μυρίοις πόνοις τοῦτο ὑμῖν διὰ τῆς φησιν πίστεως δεδώρηται τὴν δὲ ἄγαν ἕνωσιν τὴν πρὸς τοὺς προφήτας καὶ ἀποστόλους τῶν ἐθνῶν σημάναι θέλων ἐποικοδομηθέντες φησιν ὡσεὶ εἶπεν θεμέλιος ὑπόκεινται οἱ προφῆται καὶ οἱ ἀπόστολοι ὑμεῖς τὴν λοιπὴν οἰκοδομὴν ἀναπληροῦτε ἵνα γένησθε οἱ πάντες εἰς ναὸς θεοῦ οἷον δέ ἐστιν ἐπάνω προφητῶν καὶ ἀποστόλων οἰκοδομεῖσθαι |
83 | 41v | Eph.2.20 | πγ | τῶν ἀποστόλων καὶ προφητῶν | ὅρα ὅτι πρῶτοι οἱ ἀπόστολοι |
84 | 41v | Eph.2.20 | πδ | ὄντος ἀκροψωνιαίου αὐτοῦ ἰησοῦ χριστοῦ | αὐτὸς γὰρ ὁ καὶ τὸν θεμέλιον καὶ τὸ οἰκοδόμημα συνέχων καὶ συσφίγγων καὶ ὅρα ποτὲ ἄνωθεν αὐτὸν συσφίγγειν λέγει ἔνθα κεφαλὴν ποτὲ δὲ κάτωθεν ἐπὶ τοῦ ἀκρογωνιαίου ἀλλαχοῦ δὲ καὶ θεμέλιον φησὶ τὸν χριστὸν |
85 | 41v | Eph.2.21 | πε | ἐν ᾧ πᾶσα οἰκοδομὴ | ἐν ᾦ ἀκρογωνιάιῳ |
86 | 41v | Eph.2.21 | πϛ | συναρμολογουμένη | δείκνυσι τὴν ἀκριβῆ οἰκοδομὴν ἅμαδηλῶν μὴ ἅλλως εἰς ναὸν αὔξειν ἅγιον ἢ ὅλως σώζεσθαι εἰ μὴ μετὰ ἡκριβωμένου βίου |
87 | 41v | Eph.2.21 | πζ | αὔξει εἰς ναὸν | ἡ γὰρ οἰκοδομὴ αὕτη ἄυξουσα καὶ πληρουμένη ἀποτελεῖται νὰος θεοῦ ἐν οἰκήσω γὰρ ἐν αὐτοὶς φησι καὶ κοινῇ γὰρ εἰς τὴν ἐκκλησίαν οἰκεῖ ὁ θεός καὶ ἰδία εἰς ἔκαστον τῶν ἀξίων |
87ex | 41v | Eph.2.21 | πη | ἅγιον ἐν κυρίῳ | τὸ ἐν κυριώ διὰ κυριοῦ |
88 | 41v | Eph.2.21 | | | τὴν μὲν πρώτην οἰκοδομὴν τῆς καθόλου ἐκκλησίας εἰρηκεν ταύτην δὲ τῶν ἐν ἐφέσῳ |
89 | 42r | Eph.2.22 | πθ | ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι | ἢ διὰ πνευματός ἢ ἐν πνευματικῇ οἰκοδομῇ |
89ex | 42r | Eph.2.22-Eph.3.1 | | τούτο χάριν ἐγὼ παῦλος ὁ δέσμιος τοῦ χριστοῦ ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν | |
90 | 42r | Eph.3.2 | ϛ | εἴγε ἠκούσατε τὴν οἰκονομίαν | τὴν πρόρρησιν λέγει τὴν πρὸς τὸν ἀνανίαν λεχθεῖσαν ὅτι σκεῦος ἐκλογῆς μοὶ ἐστὶν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν |
91 | 42r | Eph.3.2 | ϛα | τῆς χάριτος τοῦ θεοῦ | οἰκονομίαν χάριτος τὴν ἀποκάλυψιν φησιν ὅτι οὐ παρὰ ἀνθρωπῶν ἔμαθεν ἀλλ’οὕτως ωἰκονόμησεν ἡ χάρις τοῦ θεοῦ ὥστε μοι ἐξ οὐρανιῶν ἀποκαλυφθῆναι χάριτος δὲ καὶ τό καλέσαι καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἵνα εὐπειθέστερος γένηται |
92 | 42r | Eph.3.2 | ϛβ | τῆς δοθείσης μοι εἰς ὑμᾶς | αὐτὸς γὰρ μοι εἶπεν φησιν ὅτι εἰς ἔθνη μακρὰν ἀποστελῶσε |
93 | 42r | Eph.3.2-Eph.3.3 | ϛγ | ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον | μυστήριον γὰρ ἀληθῶς τὸ τοὺς ἐλληνας τοῖς λίθοις προσκυνοῦντας εἰς τοσαύτην ἐπαρθῆναι δόξαν καὶ εὐγένειαν ὃ καὶ αὐτὸ ἀποκεκάλυπτο αὐτῷ |
94 | 42r | Eph.3.3 | ϛδ | καθὼς προέγραψα ἐν ὀλίγῳ | τὰς προλεχθείσας ἄνω λέγει οἰκονομίας ὅτι ἐκλήθη τὰ ἔθνη ὄντα μακρὰν καὶ ἐπωικοδομήθη καὶ ὅσα τοιαῦτα ἐν ὀλίγῳ ἢ πρὸ ὀλίγου ἣ διὰ βραχέων |
95 | 42r | Eph.3.4 | ϛε | πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ | βαβαὶ ὥστε οὐκ ἔγραψεν ὅσα ἐχρῆν ἀλλ’ ὅσα ἐχώρουν νοεῖν σύνεσιν δέ λέγει τὸ πῶς τὸ μυστήριον συνῆκεν τὸ πῶς αὐτὸ κατενόησεν σύνεσις γάρ ἐστιν ἡ εἴδησις ἡγνῶσις ἡ τῷ μυστηρίῳ τοῦ χριστοῦ |
96 | 42r | Eph.3.4-Eph.3.5 | ϛϛ | ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων | ὅπερ μυστήριον φησὶν ἑτέραις γενεαὶς οὐκ ἐγνωρίσθη πάντα δὲ ταῦτα εἰς μυστήριον τοῦ χριστοῦ συντελεῖ ἡ ἐνανθρώπησις ὁ σταυρός ἡ ἀνάστασις ἡ ἐκδεξιὼν τοῦ πατρὸς καθέδρα ἡ κλῆσις τῶν ἐθνῶν ἡ διὰ τῆς πίστεως σωτηρία ἡ ἐκ βολὴ τοῦ κατὰ σάρκα ἰουδάιου ἡ συνάφεια τῶν δύο λαῶν εἰς ἓν σῶμα χριστοῦ χρηματίζουσα μᾶλλον δὲ οὔσα ἧ δευτέρα παρουσία καὶ ἠ ἀπόδοσις τοῦ κατ’ ἀξίαν καὶ ὅσα τοιαῦτα |
97 | 42r | Eph.3.5 | | ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις | |
98 | 42r | Eph.3.5 | ϛζ | ἐν πνεύματι | διὰ πνευματος γὰρ καὶ νῦν ἡ ἀποκάλυψις τῶν τοιόυτων ἀμέλει οἱ ἐστερημένοι τοῦ πνευματός καὶ νῦν πλανῶνται ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη ᾔδεσαν οἱ προφῆται ὅτι δὲ συγκληρονόμα καὶ συμμέτοχα ἔσται οὐκ ᾔδεσαν |
99 | 42r | Eph.3.6 | ϛη | εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα | τὸ ἓν ἔχειν χριστῶ σῶμα διὰ τὸ εἶναι αὐτοῦ μέλη |
100 | 42r | Eph.3.6-Eph.3.7 | ϛθ | τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ χριστῷ διὰ τοῦ εὐαγγελίου οὗ ἐγενόμην διάκονος | βασιλέια μὲν γὰρ ἐπήγγελται παρὰ τοῦ πατρὸς διὰ δὲ χριστοῦ τὰ ἔθνη καὶ τῆς εἰς αὐτὸν πίστεως τῆς τοιαῦτης ἐστὶν ἐπαγγελίας συμμέτοχα τῆς πίστεως αὐτοῖς φησι τὸ εὐαγγελιὸν ὁ δηλὸν καὶ πρόξενον |
101 | 42r | Eph.3.7 | ρ | κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τὴν δοθεῖσάν μοι | ἐγενήθην φησὶ τοῦ εὐαγγελίου διάκονος ἐν δωρεᾶ χάριτος τοῦτο λαβών οὐδὲν γὰρ ἔργον ἐμὸν συνεισήνεγκα τῇ χάριτι τάυτῃ ὅρα παῦλον ταῦτα λέγοντα τὸν καθ’ ἡμέραν ἀποθνήσκοντα |
102 | 42v | Eph.3.7 | α | κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ | καὶ οὐ μόνον φησὶν ἐδωρήθη μοι ἡ χάρις αὕτη ἀλλὰ πρὸς τῇ δωρεᾷ καὶ ἐνεργεῖ μοι δύναμιν εἰς τὸ ἰσχύειν πρὸς τὴν διακονίαν τοῦ εὐαγγελίου τριῶν γὰρ δεῖ τουτὸ πρᾶγμα γενναιας ψυχῆς καὶ βίου ἀνεπιλήπτου καὶ σοφίας πνευματικῆς |
103 | 42v | Eph.3.8 | β | ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀγίων | ὅρα ὑερβολὴν ταπεινοφροσύνης ἀλλαχοῦ μὲν μὴ εἶναι ἱκανὸν εἰς ἀποστολὴν ἔλεγεν ἑαυτόν νῦν δὲ καὶ πάντων τῶν ἁγίων ἐλαχιστότερον λέγει ἐμοὶ οὖν φησιν ἐδόθη ἡ χάρις αὕτη καὶ εἰκότως χάρις εἴγε τῷ πάντω ὥς φησιν ἐλαχιστοτέρω τὸ κήρυγμα τῶν ἐθνῶν ἐπετράπη |
104 | 42v | Eph.3.8 | γ | ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς ἔθνεσιν | ποία χάρις τὸ ἐν τοῖς ἔθνεσίν φησὶν εὐαγγελίζεσθαι |
105 | 42v | Eph.3.8 | δ | εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ | εἰ ὁ πλοῦτος αὐτοῦ ἀνεξιχνίαστος ἐστιν τί δεῖ περὶ τῆς οὐσίας αὐτοῦ φιλοπραγμονεῖν |
106 | 42v | Eph.3.9 | ε | καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου | ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη ᾔδεσαν τινες διὰ τοῦ πνευματός ὅτι δὲ ἐπὶ τοιόυτοις ὥστε ἀπαρχὴν αὐτὸν γένεσθαι τὸν θεὸν λόγον οὐκ ᾔδεσαν τοῦτο οὖν φησιν μυστήριον ἀποκεκρυμμένον |
107 | 42v | Eph.3.9 | ϛ | τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ | ὥστε οὐ νεαρὸν ἐστι τὸ κατὰ τὰ ἔθνη ἀλλ’ ἄνωθεν ἐδέδοκτο εἰκότως δὲ πᾶσιν ἄγνως τον ἦν ὅτι τὰ ἔθνη τοιόυτων ἀξιωθήσεται εἰ γὰρ ἐν τῷ θεῷ ἐκέκρυπτο τίς ἦν ὁ ἀποκαλύπτων |
108 | 42v | Eph.3.9 | ζ | τῷ τὰ πάντα κτίσαντι διὰ ἰησοῦ χριστοῦ | ὁ γὰρ τὰ πάντα δι’αυτοῦ κτίσας πατηρ καὶ τοῦτο δι’ αυτοῦ ἀπεκάλυψεν |
109 | 42v | Eph.3.10 | η | ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ̓ξουσίαις ἐν τοῖς ἐπουρανίοις | ὅτι μὲν γὰρ ἐγένετο μερὶς κυριοῦ λαὸς αὐτοῦ ἰακὼβ ᾔδεσαν καὶ ὅτι σώσει τὸν λαὸν αὐτοῦ εἶπεν ὁ γαβριὴλ περὶ τοῦ ἰσραὴλ λέγων ὅτι δὲ ἐπὶ τούτοις τὰ ἔθνη κληθήσεται οὐκ ᾕδεσαν εἰ δὲ ἀρχαὶ καὶ ἐξουσίαι οὐκ ᾕδεσαν δῆλον ὡς οὐδὲ ἄγγελοι ἣ ἀρχάγγελοι |
109ex | 42v | Eph.3.10 | | | |
109ex2 | 42v | Eph.3.10 | | ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ̓ξουσίαις ἐν τοῖς ἐπουρανίοις | |
110 | 42v | Eph.3.10 | θ | διὰ τῆς ἐκκλησίας | ὅτε γὰρ ἡμεῖς ἐμάθομεν τότε κακεῖνοι δι’ ἡμῶν ὁρῶντες τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ δι’ αὐτῆς εἰς γνῶσιν ὁ δηγούμενοι |
111 | 42v | Eph.3.10 | ι | ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ | οὐ μόνον ποικίλη ἀλλὰ πολυπόικιλος ἡ οὖσα φησι κατὰ πρόθεσιν τῶν αἰώνων τουτέστιν κατὰ πρόγνωσιν καὶ πρόειδησιν καὶ προοικονομίαν νῦν μὲν γὰρ γέγονεν φησιν ἄνωθεν δὲ ταῦτα ἐδόκει |
111ex | 42v | Eph.3.11 | | κατὰ πρόθεσιν τῶν αἰώνων | |
111ex2 | 42v | Eph.3.11 | | | |
112 | 42v | Eph.3.11 | ια | ἣν ἐποίησεν ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν | δι’ αὐτοῦ γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν |
113 | 42v | Eph.3.12 | ιβ | ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ | προσήχθημεν οὖν τῷ θεῷ καὶ πατρὶ διὰ χριστοῦ προσήχθημεν δὲ οὐχ ὡς αἰχμάλωτοι οὐ δὲ ὡς συγγνώμης ἀξιωθησόμενοι ἐφ’ οἷς ἡμᾶρτομεν ἀλλὰ μετὰ παρρησίας φησὶ καὶ παρρησίας οὐχ ἁπλῶς ἀλλὰ ἐνθάρσει τινὶ καὶ πεποιθήσει ἁγιάσας γὰρ ἡμᾶς διὰ τοῦ ἰδίου αὐτοῦ αἴματος προσήγαγεν θαρροῦντας λοιπὸν τὸ προσελθεῖν διὰ τὴν εἰς αὐτὸν πίστιν |
114 | 43r | Eph.3.13 | ιγ | διὸ αἰτοῦμαι | διό φησιν αἰτῶ μὴ ἐκ κακεῖν μὴ δὲ θορυμεῖσθαι ἐν ταῖς θλίψεσι μου αἵτινες ὑπὲρ ὑμῶν καὶ δι’ ὑμᾶς εἰσί μοι πῶς ὅτι ὅυτως ὑμᾶς ἠγάπησεν ὁ θεὸς ὥστε καὶ τὸν ὑιὸν αὐτοῦ δοῦναι καὶ τοὺς δοὺλους αὐτοῦ κακοῦν ὑπὲρ τοῦ ὑμᾶς σωθῆναι ἆρα οὐ δόξα τὸ ὅυτως ἀγαπᾶσθαι ὑπὸ θεοῦ |
114ex | 43r | Eph.3.13 | | | |
115 | 43r | Eph.3.13 | ιδ | μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν ἥτις ἐστὶν δόξα ὑμῶν | ἐπειδή φησι τοσαῦτα ἐπιστέυθην καὶ ἀνάγκη ἦν καὶ δεδέσθαι παρὰ τῶν ἀντιλεγόντων τῷ κηρύγματι |
116 | 43r | Eph.3.13-Eph.3.14 | ιε | τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ | ἐπειδὴ ὅυτως ἠγαπήθητε παρὰ τοῦ θεοῦ δέομαι φησιν ὑπὲρ ὑμῶν |
117 | 43r | Eph.3.14-Eph.3.15 | | ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται | |
118 | 43r | Eph.3.15-Eph.3.16 | ιϛ | ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ | ὅρα μεθόσης ἀπληστίας ἐπέυχεται αὐτοῖς τὰ ἀγαθά δυνάμει κραταιωθῆναι φησιν εἰς τὸ μὴ περιφέρεσθαι τοῦτο δὲ πῶς ἕσται διὰ πνευματός ἁγίου τὸ δὲ κραταιωθῆναι ὡς πρὸς τοὺς πειρασμοὺς νόει |
119 | 43r | Eph.3.16-Eph.3.17 | ιζ | εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστὸν | εἰς τὸ κατοικῆσαι φησιν τὸν χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον ἣ ἵνα δῴη ὑμῖν εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστόν ἵνα φησι ναὸς θεοῦ γένησθε καὶ οὐχ ἁπλῶς κατοικῆσαι ἀλλὰ ἐν ταῖς καρδίαις ὑμῶν μηδέν φησιν ἐπιπόλαιον ὁ γὰρ ἔσω ἄνθρωπος καὶ αἰ καρδίαι τὴν καταβάθους ἐνοίκησιν καὶ τὴν οἱον συμφυῆ καὶ ἐρριζωμένην δηλοῖ |
120 | 43r | Eph.3.17 | ιη | διὰ τῆς πίστεω ἐν ταῖς καρδίαις ὑμῶν | πῶς δὲ ἔσται τοῦτο διὰ τῆς πίστεως φησὶ καὶ διὰ τοῦ ἐν ἀγάπῃ εἲναι ὑμᾶς ἐρριζωμένους καὶ τεθεμελιωμένους καὶ ὑπὸ μὴδεν ὃς κινουμένους |
121 | 43r | Eph.3.18 | ιθ | ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις | ταῦτα δὲ ὑμῖν διὰ τοῦτο φησιν ἐπέυχομαι ἵνα ἐξισχύσητε καταλαβέσθαι πολὺν δὲ ἔδειξεν κάματον τῷ τε ἐξισχύσαι καὶ τῷ καταλαβέσθαι εἰπεῖν |
122 | 43r | Eph.3.18 | κ | τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος | σωματικοῖς ὑπογράφει σχήμασι τὸ τοῦ μυστηρίου μέγεθος τοῦ ὑπερ τῶν ἐθνῶν οἰκονομηθέντος |
122ex | 43r | Eph.3.18 | | | |
123 | 43r | Eph.3.18 | κα | καὶ ὕψος | οἷον τοῦ μυστηρίου |
124 | 43r | Eph.3.18-Eph.3.19 | | γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ | καὶ ἵνα φησι γνῶτε τὴν ὑπερβάλλουσαν πᾶσαν ἀνθρωπινήν γνῶσιν ἀγάπην τοῦ χριστοῦ καὶ οἷον τῆς γνώσεως ὑπεράνω ἔστι μεν γάρ ὑπεράνω φησιν γνώσεως πλὴν ὑμεῖς γνώσεσθε εἰ τὸν χριστὸν σχόιητε ἐνοικοῦντα ἵνα ἐκ τούτου πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ πλήρωμα δὲ θεοῦ ἐστιν ἦ τὸ γνῶναι ὡς ἐν πατρὶ καὶ υἱῷ καὶ πνευματὶ ἁγίω προσκυνεῖται ἡμῖν ὁ θεὸς ἤ ἵνα ἦ τέ φησιν πεπληρωμένοι πάσης ἀρετῆς ἧς πλήρης ὁ θεὸς |
125 | 43r | Eph.3.20 | κγ /οικουμενου | τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι | τῷ δυναμὲνῳ θεῷ οὐ μόνον καθὰ λέγομεν ἀλλὰ καὶ ὑπερ ἐκπερισσοῦ ποιῆσαι πάντα καὶ οὐ μόνον πάντα ἀλλὰ καὶ ὑπὲρ πάντα αὐτῷ φησιν ἡ δόξα ἀμήν ὅρα δὲ δύο ὑπερβολὰς τὸ καὶ ὑπὲρ πάντα ποιῆσαι τὰ εἰρημένα καὶ ὑπερεκπερισσοῦ ποιῆσαι ἃ ποεῖ ἔνι γὰρ καὶ πλείονα ποίουντα τῶν αἰτηθέν των κεφάλαια μὴ πλουσίως μή δὲ δαψιλῶς ἔκαστον ποιῆσαι |
126 | 43r | Eph.3.20 | | ὐπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν | |
127 | 43v | Eph.3.20-Eph.3.21 | κε | αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν χριστῷ ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων ἀμήν | ἐπειδὴ χρὴ τὸν τοσαῦτα δωρησάμενον δοξάζεσθαι ὥστε καὶ ἡ δοξολογία δεῖγμα ὑπάρχει τοῦ μεγέθους τῶν ὑπηργμένων ἡμῖν παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν ἀνθρωπίνην ἀγαθῶν καλῶς δὲ ἡ δόξα αὐτοῦ ἐν ταῖς ἐκκλησίαις ἐπεὶ γὰρ αὖται διηνεκῶς μένουσιν ἐν ταύταις εἴ ἠ φησὶν ἡ δόξα τοῦ θεοῦ ἵνα ἐν ἡμῖν ᾐ διηνεκῶς δοξαζόμενος καὶ εἰς πάσας ἔλθη τοῦτο γενεάς |
127ex | 43v | Eph.3.21 | | | |
128 | 43v | Eph.3.21-Eph.4.1 | κϛ | παρακαλῶ οὖν ὑμᾶς ἐγώ ὁ δέσμιος ἐν κυρίῳ | ὁ διὰ τὸν κύριον φησὶν δέσμιος βαβαὶ ὅσον τὸ ἀξίωμα τὸ δεδέσθαι διὰ τὸν χριστὸν καὶ αὐτὸς γὰρ ὁ παῦλος ταύτην προβάλλεται ἤτοι τὴν ἅλυσιν ὡς δι’ αὐτῆς δυσωπήσων αὐτούς |
128ex | 43v | Eph.4.1 | κζ | | μεγάλη γὰρ ἡ κλῆσις καὶ ἐπὶ μεγάλοις ἐπὶ τῷ ἔχειν κεφαλὴν τὸν χριστόν ἐπὶ τῷ εἰς ὑιοὺς εἶναι θεοῦ |
129 | 43v | Eph.4.1-Eph.4.2 | κη | μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ | τουτέστιν ἐν παντὶ πράγματι ἐπὶ παντὸς προσώπου οὕτω γάρ ἐστιν ἀξίως τῆς κλήσεως περιπατῆσαι μετὰ ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας καὶ τοῦ ἀνέχεσθαι ἀλλήλων ἔνθα γάρ ἐστιν ἀγάπη πάντα ἐστὶν ἀνεκτά |
130 | 43v | Eph.4.3 | | σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσῳ τῆς εἰρήνης | |
131 | 43v | Eph.4.3-Eph.4.4 | κθ | ἓν σῶμα καὶ ἓν πνεῦμα | γένεσθαι φησιν οὕτως ἡνωμένοι οὕτως ἀλλήλων κηδόμενοι ἐκ τούτου γάρ φησιν ἔσεσθε καὶ ἓν πνευμᾶ ἔχοντες τουτέστιν ὁμότιμον τὴν χάριν τοῦ πενυματός ἢ ὅτι ἔστιν μὲν ἓν σῶμα εἰναι οὐχ ἓν δὲ πνευμᾶ ὡς ὅταν τις αἱρετικῶν φίλος ᾖ ἢ ὅτι τοῦτο φησιν ἓν πνευμᾶ λαβόντες οὐκ ὀφείλετε διχονοεῖν ἀλλ’ ἓν εἰναι σῶμα ἢ ὅτι πνευμᾶ ἐνταῦθα τὴν προθυμίαν καλεῖ |
132 | 43v | Eph.4.4 | λ | καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι | ὁ θεὸς ἡμᾶς φησιν ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν οὐδενὶ πλεῖον ἀπονείμας πᾶσιν γὰρ ἀθανασίαν πᾶσι ζωὴν αἰώνιον ἐπηγγέιλατο πᾶσιν δόξαν ἀθάνατον πᾶσιν ἀδελφότητα πᾶσι κληρονομίαν κοινὴ πάντων ἐγένετο κεφαλή πάντας συνήγειρε καὶ συνεκάθισεν εἰ τοίνυν φησιν ἐν τοῖς πνευματικοῖς φησιν τοσαύτην ἔχετε κοινωνίαν ὀφείλετε καὶ ἓν σῶμα εἶναι ἐν τῇ τῆς ἀγάπης ἀνακράσει |
133 | 43v | Eph.4.4 | λα | τῆς κλήσεως ὑμῶν | πάντα γὰρ τὰ εἰρημένα κοινή ἐστιν ἡμῶν ἐλπὶς ἐκ τῆς κλήσεως γενομένη |
134 | 43v | Eph.4.4-Eph.4.5 | λβ | εἷς κύριος μία πίστις ἓν βάπτισμα | ἰδοὺ καὶ ἄλλη κοινωνία εἰς ἡμῖν κυριός μία πίστις ἒν βάπτισμα οὐδεῖ οὖν ἡμᾶς διεστάναι |
135 | 43v | Eph.4.5-Eph.4.6 | λγ | εἷς θεὸς καὶ πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πασῖν ἡμῖν | ἰδοὺ καὶ ἄλλη κοινωνία καὶ ἀγάπης πρόφασις τὸ εἶναι ἡμῖν ἔνα πατέρα τὸν θεόν καὶ ἐπὶ πάντων τουτέστιν ὁ ἐπάνω πάντων καὶ διὰ πάντων τουτέστιν ὁ προνοῶν διὰ πάντων ἡμῶν καὶ ἐν πᾶσιν ἡμῖν τουτέστιν ὁ ἐνοικῶν ἐν πᾶσιν ἡμῖν |
136 | 44r | Eph.4.7 | λδ | ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ | εἰ πάντα ἐστὶν ὡς λέγεις κοινὰ πόθεν ὁ δεῖνα μὲν μεῖζον ὁ δεῖνα δὲ ἔλαττον ἔχει χάρισμα τοῦτο γὰρ αὐτοὺς εἰς φθόνον μάλιστα ἤγαγε καὶ φησὶν ἑκάστω ἐδόθη ἡ χάρις τουτέστιν τὸ χάρισμα καὶ τὸ μέτρον τῆς δωρεᾶς τοῦ θεοῦ ὡσεὶ εἶπεν εἰ αὐτὸς ἐμέτρησεν πάντως ὅτι καλῶς ἐμέτρησεν καὶ συμφερόντως καὶ εἰ δωρεᾶς ἐστι τὸ πᾶν ὑπὲρ οὗ μὲν ἔλαβες εὐχαρίστει ὑπὲρ οὗ δὲ οὐκ ἔλαβες μὴ φθόνει τὰ μὲν οὖν ἄλλα φησιν κοινὰ πρόκειται τὰ δὲ χαρίσματα δέδοται κατὰ τὴν ἀναλογίαν τῆς ἐκάστου καθαρότητος |
137 | 44r | Eph.4.7-Eph.4.8 | | διὸ λέγει ἀναβὰς εἶς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν | |
138 | 44r | Eph.4.8 | λε | καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις | ὥστε τοῦ χριστοῦ τὰ δόματα τί οὖν ἀδημονεῖς ἤ φθονεῖς τῷ ἔχοντι παρακατιῶν μὲν δέικνυσιν ὅτι πρὸς ὠφέλειαν τῆς ἐκκλησίας ἐκάστος ἔλαβεν τὸ χάρισμα καὶ ὁ τὸ μεῖζον καὶ ὁ τὸ ἔλαττον καὶ οὐ διὰ τὰ οἰκεῖα ἔργα οὐ δὲ διὰ τὸ ἄξιον εἶναι τινα τοῦ λαβεῖν τίς οὖν φθονήσει τῷ διά τί εἰληφότι καὶ πρὸς ἑτέρων ὠφέλειαν ὅσον γὰρ μεῖζον τὸ χάρισμα τοσοῦτον ἀκριβέστερον αἰ εὐθύναι |
138ex | 44r | Eph.4.8 | | | |
139 | 44r | Eph.4.8-Eph.4.9 | λϛ | τὸ δέ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον | οὐκ ἂν φησιν ἐδεήθη ὁ προφήτης τοῦ εἰπεῖν ἀνέβη εἰ μὴ ᾔδει ὅτι κατέβη πρῶτον περὶ γὰρ τοῦ καταβάντος τὸ ἀνέβη λέγει τίς |
140 | 44r | Eph.4.9 | λζ | εἰς τὰ κατώτερα μέρη τῆς γῆς | τουτέστιν μεθ’ ἃ οὐκ ἔνι κατώτερα λέγει δὲ τὸν ᾄδην ὡς πρὸς τὴν κοινὴν συνήθειαν ἀφορῶν διὸ καὶ ἰακώβ φησι καὶ κατάξετε τὸ γῆρας μου μετ’ ὀδύνης εἰς ᾄδου καὶ δαυιδ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον |
140ex | 44r | Eph.4.9 | | | |
141 | 44r | Eph.4.9-Eph.4.10 | λη | ὁ καταβάς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν | τοῦτο φησιν ὅτι οὐδὲν αὐτῷ πρὸς τὴν ἄνοδον ἐνεπόδισεν ἡ εἰς τὰ κατώτατα κάθοδος ὥστε φησιν καὶ ὑμῶν ὅσον ἄντις ταπεινοφρονη τοσοῦτον μᾶλλον ὑψοῦται |
142 | 44r | Eph.4.10 | μ /οικουμενιου | ἵνα πληρώσῃ τὰ πάντα | καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι τὰ πάντα ἐπλήρου καὶ σαρκωθεὶς ἵνα τὰ πάντα καὶ μετὰ σαρκὸς πληρώσῃ κατέβη καὶ ἀνέβη |
143 | 44r | Eph.4.11 | μα | καὶ αὐτὸς ἔδωκεν | ὁ μὴ παραιτησάμενος φησιν διὰ τὴν ἡμῶν σωτηρίαν εἰς τὰ κατώτατα κατελθεῖν αὐτὸς τὴν διανομὴν τὼν χαρισμάτων ἐποίησεν ἄρα οὖν οὐ χρὴ ἀγανακτεῖν πρὸς τὴν διανομήν εἰ γὰρ αὐτὸς ἔδωκεν τί ἀντι λέγεις ἀλλαχοῦ δέ φησιν τὸ πνευμᾶ διδόναι τὰ χαρίσματα πάντα γὰρ ταῦτα φησιν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνευμᾶ ἁλλαχοῦ τὸν πατέρα φησιν ὡς τὸ ἐγὼ ἐφύτευσα ἀπολλῶς ἐπότισεν ἀλλ’ ὁ θεὸς ἤυξανεν ἐνταῦθα τὸν ὑιὸν κοινὰ γὰρ τὰ πάντα τῇ ἁγία καὶ μακαρία τριάδι |
144 | 44r | Eph.4.11 | μβ | τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας | οἱ γὰρ ἀπόστολοι καὶ προφητείαν εἶχον οἵ δὲ τότε προφῆται οὐκ εἶχον ἀποστολήν |
145 | 44r | Eph.4.11 | μγ | τοὺς δὲ εὐαγγελιστάς | τοὺς τὸ εὐαγγέλιον γράψαντας λέγει |
146 | 44r | Eph.4.11 | μδ | τοὺς δὲ ποιμένας καὶ διδασκάλους | τοὺς τὰς ἐκκλησίας ἐμπεπιστευμένους λέγει τοὺς ἐπισκόπους οἷος ὁ τιμόθεος οἷος ὁ τῖτος ἦν |
147 | 44r | Eph.4.11-Eph.4.12 | | πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ | |
148 | 44v | Eph.4.13 | με | μέχρι καταντήσωμεν οἱ πάντες | οἷον φθάσωμεν |
149 | 44v | Eph.4.13 | μϛ | εἰς τὴν ἑνόντητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας | τουτέστιν ἔως ἂν οἱ πάντες μίαν τὴν πίστιν σχῶμεν ἕκαστος γὰρ κάμνει καὶ ἕκαστος διακονεῖ ἑνότης γὰρ πίστεως τὸ μὴ διαφωνεῖν περὶ τὰ δόγματα τοῦτο γὰρ ἐπιγνωσις τοῦ ὑιοῦ τοῦ θεοῦ τὸ μὴ διαφωνεῖν περὶ αὐτοῦ ἄνδρα δὲ τέλειον καὶ μέτρον ἡλικίας λέγει τὴν τελείαν περὶ τοῦ χριστοῦ ἔννοιαν καὶ εἴδησιν |
150 | 44v | Eph.4.13 | μζ /οικουμενιου | τοῦ πληρώματος τοῦ χριστοῦ | πλήρωμα χριστοῦ φησιν τὴν περὶ χριστοῦ ὀλοτελῆ πίστιν καὶ γνῶσιν οἷον ὅτι ἐκ παρθένου σάρκα λαβεῖν ὅτι ἐκ θεότητος καὶ ἀνθρωπότητος εἰς μίαν ὑπῆρξεν ὑπόστασιν ἵνα γὰρ μὴ ἀκούσας ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὴν σωματικὴν νοήσης ἐπήγαγε τοῦ πληρώματος τοῦ χριστοῦ ὡσεὶ ἔλεγεν μέχρις οὗ εἰς τελείοτητα φθάσωμεν τῆς ὀλοτελοῦς τοῦ χριστοῦ πίστεως καὶ γνώσεως |
151 | 44v | Eph.4.13-Eph.4.14 | μη | ἵνα μηκέτι ὦμεν νήπιοι | δείκνυσιν πάλαι τοῦτο παθόντας αὐτοὺς καὶ ὠς ἐν διηγήματος τάξει ἐπανορθοῦται αὐτοὺς καὶ ἑαυτὸν συντάττων διὰ τὸ ἀνεπαχθές νηπιόυς δὲ τῇ πίστει φησιν |
152 | 44v | Eph.4.14 | μθ | κλυδωνιζόμενοι καὶ περιφερόμενοι | νηπίων δὲ ὄντως τὸ περιφέρεσθαι καὶ οὐ βεβηκότων |
153 | 44v | Eph.4.14 | | παντὶ ἀνέμῳ τῆς διδασκαλίας | εἰπὼν δὲ κλυδωνιζόμενοι ἐπέμεινε τῇ τροπῇ καὶ ἄνεμον διδασκαλίας προσειπών |
154 | 44v | Eph.4.14 | | ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης | |
154ex | 44v | Eph.4.14 | ν | | κύβειαν τὴν πανουργίαν καλεῖ πεποίηται δὲ ἀπὸ τοῦ κυβεύειν τὸ ὄνομα ἰδιον δὲ τοὖτο το τῇ δὲ κακεῖ σε μετα φέρειντὰς ψήφους πανευργως τοῦτο ποιοῦντας |
155 | 44v | Eph.4.14-Eph.4.15 | να | ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ̓στιν ἡ κεφαλή ὁ χριστός | ἐκεῖνοι μὲν νόθα φησὶν καὶ ψευδῆ διδάσκουσι περὶ ὧν ὁ λόγος ἡμεῖς δὲ ἀληθεύοντες ἔντε δόγμασι καὶ λόγῳ ἐν ἀγάπη ἄλλως γὰρ οὐκ ἔστιν ἀληθέυειν αὐξήσωμεν φησιν καὶ ἐποικοδομήσωμεν εἰς χριστὸν τὴν κεφαλὴν ἡμῶν τὰ πάντα ἡμῶν καὶ βίον καὶ λόγον καὶ δόγματα |
156 | 44v | Eph.4.15-Eph.4.16 | | ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμςβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους | |
157 | 44v | Eph.4.16 | νβ | τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ | αὔξων γὰρ τὴν ἐκκλησίαν ὁ χριστὸς πμευμαυτικῶς τε καὶ αἰσθητῶς ἑαυτὸν οἰκοδομεῖ ἐπειδὴ τὸ ἴδιον αὐξει σῶμα καλῶς δὲ τὸ ἐν αγάπῃ ἄνευ γὰρ τοῦ ταύτην ἡμῖν προς εῖναι οὐδὲν ἡμῖν τούτων ἔσται |
157ex | 44v | Eph.4.16 | | | |
158 | 44v | Eph.4.16-Eph.4.17 | νγ | τοῦτο οὗν λεγώ καὶ μαρτύρομαι ἐν κυρίῳ μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ | ἐχρῆν μὴ μόνον διὰ τοῦ παραινεῖν ἀλλὰ καὶ διὰ τοῦ φοβεῖν καὶ τῷ θεῷ παραδιδόναι τὴν διδασκαλίαν ἐργάζεσθαι μαρτύρομαι φησιν ἐν κυρίω τουτέστιν μάρτυρα τὸν κυριόν καλῶ ὅτι εῖπον τί δεῖ ὑμᾶς πράττειν ὅρα δὲ σοφίαν οὐκ εἶπεν μηκέτι ἡμᾶς περιπατεῖν καθὼς περιπατεῖτε ἔπληξεν γὰρ ἄν ἀλλὰ τοῦτο μὲν ἐδήλωσεν ἀπὸ δὲ ἑτέρων ἤγαγεν τὸ παράδειγμα |
159 | 44v | Eph.4.17 | νδ | ἐν ματαίοτητι τοῦ νοὸς αὐτῶν | εἰς τὸ περὶ τὰ μάταια ἀσχολεῖσθαι τὸν νοῦν ὑμῶν |
160 | 45r | Eph.4.17-Eph.4.18 | νε | ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ | τὸ γὰρ πλῆθος τῶν βιωτικῶν ἁμαρτιῶν τὸ διορατικὸν τῆς διανοίας ἐπισκοτίζον ἰδεῖν οὐκ ἐᾷ τὸν ἥλιον τῆς δικαιοσύνης χριστόν ἔνθεν γίνεται ἣ πώρωσις τῆς καρδίας ὅπερ παρακατιών φησιν οἷον εἰπήρωσις τις οὖσα καὶ ἀναισθησία τὸ γὰρ ἐσκοτισμένον καὶ ἀναίσθητον |
161 | 45r | Eph.4.18 | νζ | διὰ τὴν ἄγνοίαν τὴν οὖσαν ἐν αὐτοῖς | εἰ οὖν ἀγνοσῦσι φησι καὶ εἰ πεπώρωνται οὐκ ἄξιοι ἐγκλημάτων εἰσὶν ἢ τιμωριῶν ἀλλὰ μάλλον τοῦ μαθεῖν ἀλλ’ ὅρα πῶς αὐτῶν ἀφαιρεῖται τὴν συγγνώμην οἵτινες φησιν ἀπηλγηκότες ἑαυτὸυς παρἐδωκαν τῇ ἀσελγεία εἰς ἐργασίαν ἀκαθαρσίας ἀπάσης δείκνυσι γὰρ ὅτι τῆς ἁγνόιας καὶ τῆς πωρώσεως ὁ βίος αὐτοῖς αἴτιος ὁ δὲ βίος ἐξ οἰκείας γέγονε ῥαθυμίας καὶ ἀναλγησίας ἑαυτοὺς γὰρ φησι παρέδωκαν ὅταν οὗν εἰς τὴν πρὸς ῥωμαίους εὐρης παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν κατὰ τὴν ενταῦθα διάνοιαν αὐτὸ νόει συνεχώρησεν γὰρ ὁ θεὸς παραδοθῆναι αὐτοὺς ἐπειδὴ τούτου ἀναξίους ἑαυτοὺς ἐπόιησαν |
162 | 45r | Eph.4.18 | νϛ | διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν | διὰ τὴν ἀναισθησίαν ἀναισθησίαν γὰρ φέρει τοῦ φωτὸς ἡσκότωσις τῷ μὴ ἔχειν ἐν ἑαυτοῖς φόβον θεοῦ |
162ex | 45r | Eph.4.19 | | οἵτινες ἀπηλγηκότες ἑαυτοὺς | |
163 | 45r | Eph.4.19 | νη | | οἷον ἀναλγήτως ἐσχηκότες καὶ ῥαθυμήσαντες καὶ καμεῖν μὴ βουληθέντες πρὸς εὕρεσιν τοῦ καλοῦ |
164 | 45r | Eph.4.19 | νθ | παρέδωκαν τῇ ἀσελγείᾳ | πῶς γὰρ ὁ ἐν ἀσελγείᾳ ἐξεταζόμενος δυνηθεί ἡγνῶναι θεόν οὐκ οὖν ἡ αἰτία τῆς * ῥαθυμίας ἡ ἀσέλγεια ἥτις κατὰ γνώμην ἁμαρτάνεται |
165 | 45r | Eph.4.19 | ξ | εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ | ὡς ἔργω φησι τῷ ἀσελγαίνειν ἐχρήσαντο καὶ πλεονεκτεῖν ἆρα οὐκ ἐξ ἦν αὐτοῖς μὴ ἀσελγαίνειν μὴ πλεονεκτεῖν παντί πουδῆλον ὁρᾶς ὅτι παρ’ αὐτοὺς γέγονεν ἡ σκότωσις καὶ ἡ πώρωσις |
166 | 45r | Eph.4.19-Eph.4.21 | ξα | ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστὸν εἴγε αὐτὸν ἠκούσατε | οὐκ ἐπὶ τούτῳ φησὶν τῷ ὅρῳ ὥστε τὰ ὅμοια ποιεῖν ἐκείνοις τὸ δὲ εἴγε αὐτὸν ἠκούσατε βεβαιωτικὸν καθώς φησιν αὐτὸν ἠκούσατε δύναται δὲ τις καὶ ἐν ἀμφιβολίᾳ αὐτὸ δέξασθαι ἵνα καὶ μᾶλλον αὐτοὺς πλήξη ὡσεὶ εἶπεν ἀμφιβάλλω γὰρ εἴ τις τὸν χριστὸν ἀκούσας καὶ διδαχθεὶς ἐν αὐτῷ τοιαῦτα πράττει |
167 | 45r | Eph.4.21-Eph.4.22 | | καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ̓στιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφήν τὸν παλαιὸν ἄνθρωπον | |
167ex | 45r | Eph.4.22 | ξβ | | παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ἐκάλεσεν ἀλλὰ τὴν τῆς ἁμαρτίας ἐνέργειαν |
168 | 45r | Eph.4.22 | ξγ | τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης | ἢ τὸ κατὰ τὰς ἐπιθυμίας ἀντὶ τοῦ διὰ τῶν ἐπιθυμιῶν κεῖται δι’ αὐτῶν γὰρ φθείρεται ὁ ἄνθρωπος ὥσπερ τὸ ́ἔριον δι’ ὧν τίκτειση τῶν φθείρεται δὲ καὶ ἐν τῇ γεέννῃ καὶ ἐν τῷ νῦν βίῳ αἱ γὰρ ἀκολασίαι καὶ αὐτοῦ τοῦ σώματος οὐ μόνον τῆς ψυχῆς εἰσι φθαρτικαί ἢ ὥσπερ φησιν αἱ ἐπιθυμία φθείρονται φθείρονται καὶ νόσῳ καὶ χρόνῳ καὶ τὸ τελευταῖον θανάτῳ ὅυτως καὶ αὐτὸς ὁ τὰς ἐπιθυμίας τίκτων ἄνθρωπος καλῶς δὲ τὴν ἐκ τῶν ἐπιθυμιῶν ἀποτελουμένην ἁμαρτίαν ἀπάτην ἐκάλεσεν ἀπάτη γὰρ καὶ οὐ κυρίως ἡδονή |
169 | 45v | Eph.4.22-Eph.4.23 | ξδ | ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν | ̓ἀνανεοῦσθαι δὲ διὰ τοῦ ἁγίου πνευματός τοῦ ὄντος ἐν τῶν ᾧ ὑμῶν τὸ γὰρ πνευμᾶ παλαιῶν οὐκ ἀνέχεται πράξεων καλῶς δὲ τὴν τοιάυτην ἀνακαίνισιν ἐν πνευματικι γίνεσθαι λέγει οὐ γὰρ σωματικῶς ἄλλοι ἀντάλλων γινόμεθα ἀλλὰ διὰ πνευματὸς ἐστιν ἡ ἀνακαίνισις μετανοίας ἡγουμένης καὶ τὸ γήρας τῶν ἁμαρτιῶν ἀποζυούσης |
170 | 45v | Eph.4.24 | ξε | καὶ ἐνδύσασθε | ἐνεδύσασθε φησιν ἐν τῷ βαπτίσμῳ ἐνδύσασθε καὶ διὰ μετανοίας καὶ πολιτείας χρηστῆς |
171 | 45v | Eph.4.24 | ξϛ | τὸν καινὸν ἄνθρωπον | ὁρᾶς ὅτι ἑκούσιον ἐστι τὸ πρᾶγμα καὶ μᾶλλον εὐχερές καινὸν δὲ ἄνθρωπον φησι τὸν ἐν ἀρετῇ διαζῶντα ὥσπερ παλαὶον τὸν ἐν ἁμαρτίαις |
172 | 45v | Eph.4.24 | | τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι | |
173 | 45v | Eph.4.24 | ξζ | τῆς ἀληθείας | ἦν καὶ παρὰ ἰουδαίοις δικαιοσύνη καὶ ὁισίοτης ἀλλὰ τυπική περὶ σώματος γὰρ κάθαρσιν ἠσχόλητο ἀλλὰ μὴ ταύτην ἀλλὰ τὴν ἐν ψυχῇ καὶ δικαιοσύνην καὶ ὁσίοτητα ἐνδύσασθε αὔτη γὰρ ἡ τῆς ἀληθείας ἦ ὅτι δικαιοσύνην ἀληθείας λέγει πρὸς ἀντι διαστολὴν τῆς ἐν ὑποκρίσει |
174 | 45v | Eph.4.25 | ξη | διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ ὅτι ἐσμὲν ἀλλήλων μέλη | εἶπεν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς λοιπὸν καὶ εἰδικῶς αὐτὸν διαγράφει καὶ πρῶτον αὐτοῦ τὸ ψεῦδος ἀποκόπτει ὡς ἀπὸ οἰκείων μελῶν ὡσεὶ εἶπεν μὴ ὀφθαλμὸς ἰδὼν θηρίον οὐ δίδωσι φυγεῖν τοῖς ποσίν ἢ χείρψηλα φήσα σάτι πονηρὸν ψεύδεται τὰ λοιπὰ μέλη ὅυτως φησι καὶ ὑμᾶς χρὴ διακεῖσθαι |
175 | 45v | Eph.4.26 | ξθ | ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παρουργισμῷ ὑμῶν | εἶπεν μὴ ψεύδεσθε ἐπὲι οὖν πολλάκις τίς ψευδόμενος ὀργῆς πρόφασιν παρεῖχε φησι καλὸν μὲν τὸ μὴ ὀργίζεσθαι καθόλου εἰ δὲ ἄρα κἂν μὴ πρὸς ἁμαρτίαν ἐξαχθῆτε μὴ δὲ παραμενέτω ὑμῶν ἐπὶ πολὺ τὸ πάθος ἔνι γὰρ ὡς εἶποι ἄν τίς ὀργῆς δικαίας πρὸς ὥραν ἐμπλησθῆναι λύσον δὲ αὐτὴν πρὸ ἡλίου δύσεως διά τε τὼ μὴ δόξαι ἐπὶ ἀναξίοις ἀνατεταλκέναι τὸν ἥλιον καὶ ἵνα μὴ ἡ νὺξ διὰ τῶν ἐν νοιῶν χαλεπωτέραν ἐργάσηται τὴν πυράν |
176 | 45v | Eph.4.27 | | μηδὲ δίδοτε τόπον | |
176ex | 45v | Eph.4.27 | ο | | ἢ ὅτι τοῦ ἄνω ἤρτηται μὴ ἐπιδυέτω φησὶν ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν ἵνα μὴ δῶτε χώραν τῷ διαβόλῳ διὰ τῶν κατὰ τὴν νύκτα λογισμῶν πλειόν ὑμᾶς ἐκ κάλειν κατὰ τῶν ἀδελφῶν |
177 | 45v | Eph.4.27 | οα | τῷ διαβόλῳ | ὥστε τὸ ἀλλήλους πολεμεῖν τόπον ἐστὶ διδόναι τῷ διαβόλῳ καθ’ ἡμῶν αὐτῶν |
178 | 45v | Eph.4.28 | οβ | ὁ κλέπτων μηκέτι κλεπτέτω | ἰδοὺ τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου ποῦ δὲ νῦν εἰσιν οἱ ῥύπου γένοντες ἑαυτὸυ δὲ καθαροὺς ἀποκαλοῦντες οἱ μὴ δεχόμενοι τὴν μετάνοιαν ἰδοὺ γὰρ φανερῶς ἀκούουσιν ὁ κλέπτων μὴκετι κλεπτέτω |
179 | 45v | Eph.4.28 | ογ | μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν ταῖς χερσίν ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι | οὐ γὰρ ἀρκεῖ παύσασθαι ἁμαρτίας τὸν μετανοοῦντα ἀλλὰ καὶ τὴν ἐν αντίαν αὐτῆς ὁ δευτέον αὐτῷ κοπίατω δὲ εἰπὼν τὸ ἐπίπονον ἐδήλωσεν τοῦ ἔργου τὸ ἀγαθόν φησιν καὶ γὰρ καὶ ὁ κλέπτων ἐργάζεται μὲν ἀλλὰ κακόν |
180 | 45v | Eph.4.28-Eph.4.29 | οδ | πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω | ἢ σαπρὸν τὸν ἀργὸν καὶ εἰκαῖον καλεῖ ἢ σαπρὸν τὸν οἷον σεσηπότα καὶ δυσειδῆ τί γὰρ λοιδορίας ἢ καταλαλιᾶς ἢ αἰσχρολογίας ἢ εὐτραπελίας δυσωδέστερον ἢ πλεόν σεσηπός |
181 | 46r | Eph.4.29 | οε | ἀλλ’ ἔι τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας | τῆς παρόυσης φησὶν περὶ ἧς ἡδιάλεξις δεῖ γὰρ τὸν πνευματικὸν ἄνθρωπον πᾶσαν προκειμένην διάλεξιν περιτρέπειν εἰς οἰκοδομὴν τῶν συμπαρόντων |
181ex | 46r | Eph.4.29 | | ἵνα δῷ χάριν τοῖς ἀκούουσιν | |
182 | 46r | Eph.4.29-Eph.4.30 | οϛ | καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως | φοβερόντι λέγει δείκνυσι γὰρ ὅτι πᾶς ὁ σαπρὸν λόγον λεγῶν τὸ πνευμᾶ λυπεῖ τὸ ἅγιον εἶτα καὶ ἐκ τῆς ἐυεργεσίας τοῦ πνευματός φοβερώτερον τὸν λόγον ποιεῖ ἐν ᾧ γάρ φησιν ἐσφραγίσθητε |
182ex | 46r | Eph.4.30 | | | |
183 | 46r | Eph.4.30-Eph.4.31 | οζ | πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ | πικρίαν μὲν λέγει τὴν δεινότητα καὶ τὴν κατασκευήν ὁ δὲ θυμὸς γεννητικός ἐστι τῆς ὀργῆς ἐκ δὲ τῆς ὀργῆς ἡ κραγὴ πρόεισιν ἐκ δὲ ταύτης ἡ βλασφημία οἶον ἡλοι δορία ταῦτα τοι γὰρ οὖν πάντα ἄρθήτω ἀφ’ ὑμῶν οὐ λέγει κατεχέσθω ἠκολαζεσθω ἀλλὰ τὴν τελείαν αὐτῶν δηλῶν ἀναίρεσιν ἀρθήτω φησὶν σὺν πάσῃ κακίᾳ ἐπειδὴ γὰρ εἰσίν ἄνθρωποι ὥσπερ τῶν κυνῶν οἱ λαθροδάκται οἳ οὔτε κράζουσιν οὔτε δήλην ποιοῦσι τὴν ὀργὴν ἀλλὰ κατὰ ψυχὴν ἔχοντες ἀμύνονται ἐν καιρῷ τὸν λυπησάντα βούλεται καὶ τὴν ἐνδομυχοῦσαν κακίαν αἴρεσθαι καὶ ἐξορίζεσθαι |
184 | 46r | Eph.4.32 | οη | γίνεσθε δὲ εἰς ἀλλήλους | οὐ γὰρ ἀρκεῖ μόνη τῶν κακῶν ἡ ἀποχὴ ἀπαλλάξαι τιμωρίας εἰ μὴ καὶ ἀγαθόν τις πρὸσεργάσηται καὶ τοῦτο δηλοῦσιν οἱ ἐξ εὐωνύμων οἳ οὐδὲν ἐγκαλοῦνται κακόν ὅτι δὲ μὴ ἔθρεψαν καὶ ἐπότισαν καὶ ἐσκέπασαν ἅπερ ἐστι τῶν καλῶν ἐργασία δεῖ οὖν ἡμῖν καὶ καλῶν ἐργασίας διὸ τὰ φαῦλα ἀνελὼν ὁ παῦλος ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν παρακαλεῖ |
185 | 46r | Eph.4.32 | οθ | χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοῖς | χρηστὸι ὡς πρὸ ἀντιδιαστολὴν τῆς πικρίας τὸ δὲ χαριζόμενοι ἑαυτοῖς ἀντὶ τοῦ συγγνωμονικοὶ γίνεσθε πρὸς ἀντιδιαστολὴν τῆς κακίας καὶ βλασφημίας τέθεικεν |
186 | 46r | Eph.4.32 | | καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐξαρίσατο ὑμῖν | |
187 | 46r | Eph.4.32-Eph.5.1 | π | γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ | ἀρκεῖ τοῦτο πρὸς μισθὸν τῷ χαριζομένῳ τὸ γενέσθαι μιμητὴν θεοῦ |
188 | 46r | Eph.5.1 | πα | ὡς τέκνα ἀγαπητά | ἰδοὺ καὶ ἄλλη πρὸς τὸ χαρίζεσθαι προτροπὴ μᾶλλον δὲ ἀνάγκη ἀνάγκην γὰρ ἔχετε φησιν μιμεῖσθαι τὸν πατέρα ὑμῶν εἶτα ἐπειδὴ μὴ πάντα τὰ τέκνα μιμεῖται τὸν πατέρα πρόσεθηκεν τὸ ἀγαπητά τοῖς γὰρ τοιόυτοις καὶ ἐξ ἀνάγκης τινὸς ἡ μίμησις |
189 | 46r | Eph.5.1-Eph.5.2 | | καὶ περιπατεῖτε ἐν ἀγάπῃ καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας | |
190 | 46v | Eph.5.3 | πβ | πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία | εἰπεν περὶ τοῦ θυμικοῦ πάθους τοῦ θυμοῦ καὶ τῆς ὀργῆς καὶ τῆς πικρίας ἢλθεν λοιπὸν εἰς τὸ ἐπιθυμητικὸν τὸ τῆς πορνείας καὶ γὰρ ὁ νόμος πρῶτον εἰπὼν οὐ φονέυσεις ὅπερ τοῦ θυμικοῦ πάθους ὑπάρχει τότε εἶπεν οὐ μοιχέυσεις ὅπερ τοῦ ̓ἐπιθυμητικοῦ καθέστηκεν καθάπερ γὰρ ἡ πικρία καὶ ἡκραυγὴ καὶ ἡ κακία καὶ ἡ βλασφημία τοῦ θυμικοῦ πάθους ἐστὶν ὅυτως τοῦ ἐπιθυμητικοῦ πορνεία μοιχεία ἀκαθαρσία πλεονεξία εἰ γὰρ καὶ μὴ σωμάτων χρημάτων μέντοι ἐπιθυμεῖ |
191 | 46v | Eph.5.3 | πγ | μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν | ̃οἶδεν γὰρ τοὺς περὶ τούτων λόγους ὑπεκκαύμα καὶ προτροπὰς τῶν ἔργῶν γινομένους |
192 | 46v | Eph.5.3 | πδ | καθὼς πρέπει ἁγίοις | ὅυτω γὰρ πρέπει τοῖς ἁγίοις εἶναι σπουδάζουσιν |
193 | 46v | Eph.5.3-Eph.5.4 | πε | καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία | ὥσπερ ἄνω τὴν κραυγὴν περιεῖλεν ὄχημα τῆς ὀργῆς ὑπάρχουσαν ὅυτως νῦν τὴν αἰσχρολογίαν καὶ τὴν εὐτραπελίαν καὶ μωρολογίαν ὑπέκκαυμα τῆς πορνείας τυγχάνουσαν |
194 | 46v | Eph.5.4 | πϛ | τὰ οὖκ ἀνήκοντα | ἵνα μὴ δόξη φορτικός τις εἶναι καὶ τὴν ἐτραπελίαν ἐκκόπτων τὴν αἰτίαν ἐπάγει τὰ μὴ ἀνήκοντα φησιν τί γὰρ πρὸς ἡμᾶς ταῦτα οὐδὲν κοινὸν ἡμῖν πρὸς αὐτά οὐ γὰρ γέλωτος ἢ εὐτραπελίας ὁ παρὼν καιρὸς ἀλλὰ πένθους καὶ ἀγῶνος ὡσεὶ ἔλεγεν ἐφέστηκεν ὁ δίαβολος πάντοθεν τρίζων τοὺς ὀδόντας καθ’ ἡμῶν καὶ ὠρυόμενος καὶ σὺ παίζεις καὶ ἀστεῖα λαλεῖς καὶ πῶς αὐτοῦ περιέστη δυσχερὲς ἀγωνιζόμενον αὐτοῦ περιγενέσθαι μὴ τι γεπαίζοντα |
195 | 46v | Eph.5.4 | πζ | ἀλλὰ μᾶλλον εὐχαριστία | ἀνθῶν γὰρ τὰ ἀλλό τρία σου οὐ φθέγγη εὐχαρίστει θεῷ |
196 | 46v | Eph.5.4-Eph.5.5 | πη | τοῦτο γὰρ ἔστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκὰθαρτος ἢ πλεονέκτης ὅς ἐστιν εἰδωλάτρης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ | ἦσαν ἴσως τινὲς παρ’αὐτοῖς οἱ λέγοντες ὅτι φοβῆσαι θέλων ὁ θεὸς ταῦτα ἀπηγόρευσεν τὰ εὐτελῇ ἢ καὶ ἐξεφάυλιζον τὰ τοιαῦτα ὡς οὐχῖ κανὰ ὅντα εἰς γέενναν ἐμβαλεῖν οἷα καὶ νῦν γίνεται τί γάρ φησι τὸ ἄτοπον εἰ ὁ εἰπὼν μωρὲ ἔνοχος γενήσεται γεέννης καὶ πῶς ἣ πλεονεξία εἰδωλολατρεία τούτους οὖν αἰνίττεται ὁ ἀπόστολος καὶ δηλοῖ ἡ ἐπαγωγή μηδεὶς ὑμᾶς ἐξαπατάτω φησι κενοῖς λόγοις κενοῖς δὲ τοῖς μὴ ἔχουσιν τὸ ἐλπισθὲν αὐτοῖς πέρας μὴ δὲ εῖς ἔργον ἐκβαίνουσιν |
197 | 46v | Eph.5.6 | πθ | μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις | ἄρα ἀπάτης ἐστὶ τὸ τὰ τοιαῦτα λαλεῖν |
198 | 46v | Eph.5.6-Eph.5.7 | ϛ | διὰ ταῦτα γὰρ ἔρξεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν | ἢ διὰ τὴν πορνείαν καὶ τὴν ἀκαθαρσίαν καὶ τὰ λοιπὰ ἠ διὰ τοὺς τοιούτους λόγους ἀπειθείας δὲ ὑιοὺς τοὺς ἀσπειθοῦντας τοῖς τοιόυτοις δόγμασι λέγει |
199 | 46v | Eph.5.7-Eph.5.8 | ϛα | ἦτε γάρποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ | ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας πολιτείας σκότος ἦτε φησι σκότος δὲ λέγει τὸν ἐνπλάνῃ βίον νῦν δὲ διὰ τοῦ χριστοῦ φῶς γεγόνατε φῶς λέγων τὸν ἐν ἀρετῇ καὶ ἐπιγνώσει θεοῦ βίον μὴ τοίνυν παλινδράμητε πρὸς τὸ σκότος |
200 | 47r | Eph.5.8 | ϛβ | ὡς τέκνα φωτὸς περιπατεῖτε | τοῦτεστιν εὐσχημόνως ἐν γὰρ φωτὶ πᾶσ τις τοῦ εὐσχήμου προνοεῖ |
201 | 47r | Eph.5.9 | ϛγ | ὁ γὰρ καρπὸς τοῦ πνεύματος | τοιαῦτα καρποφορεῖ τὸ πνευμᾶ καὶ οἱ πνευματικόι ὡς τά γε ἕτερα τοῦ σατανᾶ εἰσιν καρποί |
202 | 47r | Eph.5.9 | ϛδ | ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ | τοῦτο ὡς πρὸς τοὺς ὀργιζομένους ὡς πρὸς τοὺς πικρούς τὸ δὲ δικαιοσύνη ὡς πρὸς τοὺς πλεονέκτας τὸ δὲ ἀληθείᾳ ὡς πρὸς τοὺς τὴν ψευδῇ τῆς ἀκολασίας καὶ ἁμαρτίας διώκοντας ἡδονήν |
202ex | 47r | Eph.5.9 | ϛε | | προσυπακουστέον τὸ ἐστί |
203 | 47r | Eph.5.10 | ϛϛ | δοκιμάζοντες τί ̓στιν εὐάρεστον τῷ θεῷ | ́ἄρα ἀδοκίμου καὶ παιδικῆς διανοίας τὰ ἄλλα |
204 | 47r | Eph.5.10-Eph.5.12 | ϛζ | καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν | ποῖος γὰρ καρπός ποῖον ὅφελος ἐξ ἐκείνων θάνατος μὲν οὖν σκότους δὲ λέγει τῶν ἐν πλάνῃ καὶ ἐν ἁμαρτίαις ἄνθρωπον καὶ τί λέγω μὴ συγκοινωνεῖτε μᾶλλον φησι καὶ ἐλέγχετε παιδέυοντες αὐτοὺς διὰ τῶν ἐλέγχων τοῦτο δὲ οὐκ ἐστίν ἐναντίον τῶ μὴ κρίνετε ὧδε γὰρ τὸ ἐλέγχετε ἀντὶ τοῦ παιδέυετε κεῖται ἐκεὶ δὲ τὸ κατακρίνετε |
205 | 47r | Eph.5.13 | ϛη | τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φασεροῦται | τουτέστιν ἄν ἦτε ὑμεῖς ἐνάρετοι οὐ δύνανται λανθάνειν οἱ πονηρόι ἀλλ’ αὐτὸς ὑμὼν ὁ βίος καὶ πρὸτων ὑμετέρων λόγων κατήγορος καὶ ἔλεγχος ἔσται αὐτῶν ἐὰν γὰρ λανθάνωσιν ἀδιόρθω τοιμένουσιν φανερούμενοι δὲ διορθωθήσονται |
206 | 47r | Eph.5.13 | ϛθ | πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν | ἢ τοῦτο φησιν ὅτι τὰ ἁμαρτήματα ἐπ’ ἂν φανρωθῆ φῶς γίνεται τουτέστιν εἰς δικαιοσύνην τρέπεται ἐκ μετανοίας ἢ ὅτι ἐνάρετος βίος οὐδύναται κρυβῆναι δίο ἐλέγχει τὸ σκότος τουτέστιν τοὺς πονηρούς |
207 | 47r | Eph.5.13-Eph.5.14 | ρ | διὸ λέγει ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν | καθεύδοντα καὶ νεκρὸν τὸν ἐν ἁμαρτίαις λέγει καὶ γὰρ καὶ ἀνενέργητος ἐστιν πρὸς τὸ ἀγαθὸν ὡς ὁ νεκρὸς καὶ φαντασιοῦται ὡς ὁ καθεύδων καὶ εἰδεχθής ἐστι καὶ δυσωδίας γέμει ὡς ὁ νεκρὸς πάλιν |
208 | 47r | Eph.5.14 | α | καὶ ἐπιφαύσει σοι ὁ χριστός | ὅτι δὲ φησιν εἰς σκότος ἐστί ὁ ἐν ἁμαρτίαις ἀκουσον πῶς αὐτὸν καθεύδοντα καὶ νεκρὸν ἡ γραφὴ λαλεῖ καὶ ὡς οὐκ ἂν ἄλλως αὐτῷ ἐπιλάμψῃ ὁ χριστὸς πλὴν εἰ μὴ πάυσηται τῆς ἁμαρτίας τὸ γὰρ ἔγειραι πῦσαι ἐστι ταῦτα καὶ πρὸς ἀπίστους καὶ πρὸς πιστοὺς ἁμαρτωλοὺς ἁρμόζει τὸ δὲ ἐπιφαῦσει τουτέστιν ἐπιλάμψει |
209 | 47r | Eph.5.14-Eph.5.15 | β | βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε | πρόβατα ἐστὲ ἐν μέσῳ λύκων διὸ πολλῆς παραφυλακῆς χρεία μὴ ἀναδέξασθαι ἔχθρας πλὴν τῶν διὰ τὸ κήρυγμα |
210 | 47r | Eph.5.15-Eph.5.16 | γ | μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί ἐξαγοραζόμενοι τὸν καιρόν | οἱ γὰρ σοφοὶ ἴσασιν πῶς δεῖ περιπατεῖν πάντα γάρ φησιν δεῖ προϊέσθαι καὶ ἀγοράζειν τὸ μὴ περὶ τὴν πίστιν ναυαγῆσαι |
210ex | 47r | Eph.5.16 | | | |
211 | 47r | Eph.5.16 | δ | ὅτι αἱ ἡμέραι πονηραί εἰσιν | οὐχ αἵ ἐν αὐταῖς ὧραι ἢ οἱ χρόνοι εἰσὶ πονηροὶ μὴ γένοιτο ἀλλ’ ἐκ τῶν ἐν αὐταῖς κακῶν παρ’ ἡμῶν γινομένων τὰς ἡμέρας ἐκάλεσεν πονηρὰς ὡς ἡμεῖς λέγομεν καλὴν ἢ κακὴν ἡμέραν ἐποίησα οὐ τοῦτο λέγοντες ὄτι αὐτὴ ἡ φύσις τῆς ἡμέρας καλὴ ἢ κακὴ ἀλλ’ ἐκ τῶν ἡμῖν συμβαινόντων ὅυτως αὐτὴν ὀνομάζοντες διὰ τοῦτο καὶ ὁ χριστός φησιν ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς τουτέστιν τὰ ἐν αὐτῇ κακὰ παρ’ ἡμῶν γινόμενα |
212 | 47v | Eph.5.16-Eph.5.17 | ε | διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες | ἐπειδὴ ἡ πονηρία φησιν ἀνθεῖ καὶ ἐπικρατεῖ τοῦ παρόντος βίου καὶ τῶν ἡμερῶν μὴ γίνεσθε ἄφρονες ὥστε ἀλίσκεσθαι αὐτῇ |
213 | 47v | Eph.5.17 | ϛ | ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου | θέλημα κυριοῦ τὸ τὸν παρόντα καιρὸν ἐξαγοράζεσθαι |
214 | 47v | Eph.5.17-Eph.5.18 | ζ /Οικουμενιου | καὶ μὴ μεθύσκεσθε οἴνῳ | ὁ γὰρ οἶνος πρὸς εὐφροσύνην οὐ πρὸς μέθην δέδοται |
215 | 47v | Eph.5.18 | η | ἐν ᾧ ἐστὶν ἀσωτία | θυμώ δεισποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς καὶ πρὸς ἀσέλγειαν ἐπιρρεπεῖς |
216 | 47v | Eph.5.18-Eph.5.19 | θ | ἀλλὰ πληροῦσθε ἐν πνεύματι λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς | θέλεις πληροῦσθαι φησι καὶ ὡς εἰπεῖν μεθύσκεσθαι τοῦτο ποίει ἐν τῷ ἁγίῳ πνευματικί πληρούμενος αὐτοῦ ἔσται δὲ τοὖτο διὰ ψαλμῶν καὶ ὠδῶν |
217 | 47v | Eph.5.19 | * | ἄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ | εἰσὶ γὰρ καὶ διαβολικάι |
218 | 47v | Eph.5.19 | ι | | μὴ τοῖς χείλεσι μόνοις ἀλλὰ καὶ κατὰ τὴν καρδίαν |
219 | 47v | Eph.5.19-Eph.5.20 | ια | εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί | διὰ τοῦ ὀνόματος τοῦ χριστοῦ πάντα ἡμῖν ὑπάρχει |
220 | 47v | Eph.5.21 | ιγ | ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ θεοῦ | ὅταν γὰρ ἔκαστος ἐκάστῳ ἔιη ὑποτεταγμένος καὶ μὴ διάτι πραγμα κοσμικὸν ἢ ἄτοπον ἀλλὰ διὰ φόβον χριστοῦ τί ἔσται λοιπὸν ἐν μέσω κακόν |
221 | 47v | Eph.5.21-Eph.5.22 | ιδ | αἱ γυναῖκες | ἐὰν γὰρ ὢσιν οὗτοι ἐν εἰρήνῃ πᾶσα ἡ οἰκία εἰρηνέυει καὶ πάντες ἀπολαύουσι τῆς ἐντεῦθεν ὠφελείας |
222 | 47v | Eph.5.22-Eph.5.23 | ιε | τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ κυρίῳ ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός,ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας | βαβαὶ ὑποταγῆς ἐπίτασις πῶς οὖν φησιν ὁ χριστὸς ἐὰν μὴ τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ οὐ δύναται ἀκολουθῆσαι μοι καὶ φαμέν ὅτι τὸ ΩϹ οὐ πάντως ἰσότητα σημαίνει ἢ τοῦτο φησιν ὡσεῖ δῦιαι ὅτι τῷ χριστῷ εἰσιν ὑποτασσόμεναι ἐκ τούτου |
223 | 47v | Eph.5.23 | ιϛ | καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος | καὶ αὐτὸς ὁ ἀνὴρ καὶ γὰρ ἡ κεφαλὴ σωτηρία ἐστι τοῦ λοιποῦ σώματος μικροῦ πάσας τὰς αἰσθήσεις ἔχουσα ἐν ἑαυτῇ οὐκ οὖν καὶ ὁ ἀνὴρ τῆς γυναικός ὅρα δὲ πῶς τὸ ἀρχικὸν καὶ προνοητικὸν ἀπένειμεν τῷ ἀνδρί τὸ δὲ εἰκτικὸν τῇ γυναικί |
224 | 47v | Eph.5.23-Eph.5.24 | ιζ | ἀλλ’ ὡσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ’’ανδράσιν ἐν παντί | τὸ ἄπαν πλῆθος ἐν γὰρ τοῖς καθέκαστον ἔνι καὶ ἀν ὑπότακτος |
225 | 47v | Eph.5.24-Eph.5.25 | ιη | οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν Καὶ ἑαυτὸν παρέδωκεν ὑπερ αὐτῆς | θέλεις αὐτὴν ὑποτετάχθαι σοι ὡς τῷ κυριῷ ἀγάπα αὐτὴν ὡς ὁ κυριός τὴν ἐκκλησίαν κἆν δέητι παθεῖν ὑπὲρ αὐτῆς κἂν ἀποθανεῖν μὴ παραιτήση σὺ μἐν γὰρ ἴσως εἰς ὑποτεταγμένην καὶ ἀγαπῶσαν ταύτην ἐπι δείξη ὁ δὲ χριστὸς εἰς αἰσχρὰν καὶ ἀποστρεφομένην καὶ φέυγουσαν |
226 | 47v | Eph.5.25 | ιθ | | ἆρα οὖν ἅναγνος ἦν καὶ ἀκάθαρτος οἶαν οὖν εἰ λάβοις γυναῖκα οὐκ ἂν ὅυτως ἀκάθαρτον λήψη ἀλλ’ οὐκ ὠν είδισεν ὁ χριστὸς τὴν ἐκκλησίαν τοίαυτην οὖσαν οὐκ οὖν μὴ τε σὺ τὴν σεαυτοῦ γυναῖκα |
227 | 48r | Eph.5.26 | κ | καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος | τουτέστιν τῷ βαπτίσματι ἀπέλουσε γὰρ αὐτῆς τὴν ἀκαθαρσίαν |
228 | 48r | Eph.5.26 | κα | ἐν ῥήματι | ποίω ῥήματι ᾧ αὐτὸς εἶπεν τοῖς ἀποστολὸις βαπτίζοντες αὐτούς φησιν εἰς τὸ ὅνομα τοῦ πατρὸς καὶ τοῦ ὑιοῦ καὶ τοῦ ἁγίου πνευματὸς |
229 | 48r | Eph.5.26-Eph.5.27 | κβ | ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν | οὐχ ἁπλῶς καθαρὰν ἀλλ’ ἔνδοξον ὥσπερ τοίνυν ὁ χριστὸς πάντων αἴτιος τῶν ἀγαθῶν τῇ ἐκκλησίᾳ καὶ σὺ κατὰ δύναμιν ἔσοτῇ σῇ γυναικί καὶ ὥσπερ αὐτὸς σώματος οὐκ ἐπιζητεῖ κάλλος ἀλλὰ ψυχῆς ὅυτω καὶ συ ἀν γὰρ ψυχῆς κάλλος ἐπιζητῆς καὶ εἰς τοῦτο αυτὴν ῥυθμίσης καὶ τῷ θεῷ καὶ σεαυτῷ καλὴν ἐργάση |
230 | 48r | Eph.5.27 | κγ | μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ’ ἵνα ἦ ἁγία καὶ ἄμωμος | διὰ τούτων τὰ ψυχικὰ λέγει πάθη τὰ δυσειδῆ τὸν ἐν τὸς ποιοῦντα ἄνθρωπον |
231 | 48r | Eph.5.28 | κδ | οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα | οὐχ ὥς εἰς μεῖζον ἐρχόμενος ὑπόδειγμα τὸ τοῦ οἰκείου σώματος εἴρηκεν ὑπερβάλλει γὰρ τὸ κατὰ χριστὸν πρὸς τὴν ἐκκλησίαν ἀλλ’ ὡς οἰκειότερον καὶ ἐγγύτερον ἐκ τούτου γὰρ καὶ ὀφειλὴν τὸ πραγμα δείκνυσιν εἰ γὰρ σῶμα ἐστι σὸν ἡ γυνὴ ἔσονται γάρ φησιν οἱ δύο εἰς σάρκα μίαν κατὰ ὀφειλὴν προνοήσεις αὐτῆς ὡς σαρκός σου |
232 | 48r | Eph.5.28-Eph.5.29 | κε | ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ οὐδεὶς γάρ ποτε τὴνἑαυτοῦ σάρκα ἐμίσησεν | ὅτι γάρ ἐστι σὰρξ τοῦ ἀνδρὸς ἡ γυνὴ ἅκουε τοῦ ἀδὰμ λέγοντος τοῦτο νῦν ὁστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου |
233 | 48r | Eph.5.29 | κϛ | ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτὴν καθὼς καὶ ὁ κυρίος τὴν ἐκκλησίαν | συνεχῶς τῷ τοῦ χριστοῦ χρῆται παραδείγματι πρὸς ̓ἀγάπην τοὺς ἄνδρας ἐκ τούτου παρακαλῶν |
234 | 48r | Eph.5.30 | κζ | ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ | ὡσεὶ εἶπεν γνησίως ἐσμὲν ἐξ αὐτοῦ ἐπειδὴ γὰρ τὰ ὀστὰ καὶ τὸ σῶμα χαρακτηρίζει τὸν ἄνθρωπον διὰ τὴν γνησιότητα φησιν ἐξ αὐτοῦ ἡμᾶς εἶναι |
234ex | 48r | Eph.5.30 | κη /οικουμενιου | | ἐξ αὐτοῦ δὲ καθὸ ἀπαρχὴ ἡμῶν ἐστιν τῆς δευτέρας πλάσεως ὥσπερ ἐκ τοῦ ἀδὰμ διὰ τὴν πρώτην |
235 | 48r | Eph.5.30-Eph.5.31 | κθ | καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἕσονται οἱ δύο εἰς σάρκα μίαν | τὴν ἡκριβωμένην ἕνωσιν καὶ ἀγάπην δηλοῖ |
236 | 48r | Eph.5.31 | λ | | ἰδὸυ καὶ ἕτερον δικαίωμα ἀγάπης ὅτι σῶμα ἀλλήλων εἰσίν |
237 | 48r | Eph.5.32 | λα | τὸ μυστήριον τοῦτο μέγα ἐστὶν ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν | πῶς μέγα ὅτι τῷ χριστῷ ἐξὸν μένειν ἐπὶ τῆς ἰδίας δόξης ἐταπέινωσεν ἑαυτὸν ἐν ἀνθρωπήσας ἵνα προσκολληθῇ τῇ ἐκκλησίᾳ καὶ ἐγένοντο οἱ δύο εἰς πνεῦμα ἔν ὁ γὰρ κολλώμενος φησιν τῷ κυριῷ ἓν πνεῦμα ἐστίν |
238 | 48r | Eph.5.33 | λβ | πλὴν καὶ ὑμεῖς | ὡσέι ἔλεγεν οὐχ ἠ ἀναγωγῇ τοῦ ὀνόματος καὶ ἡ πνευματικῇ ἐξήγησις ἀνατρέπει τὸ ἰδικὸν δύναται γὰρ καὶ πνευματικῶς καὶ ἰδικῶς ἑρμηνεύεσθαι |
239 | 48v | Eph.5.33 | λγ | οἱ καθ’ ἔνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν | οἷον ἄνθρωποι τὰ γὰρ τοῦ κατὰ ἀναγωγὴν νοήματος εἰς κοινότητα ὁρᾶ τουτέστιν τὴν ἐκκλησίαν |
240 | 48v | Eph.5.33 | λδ | ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα | οἷδεν γὰρ ἡ ἰσοτιμία γίνεσθαι ἀκασταστασίας ὑπόθεσις διὰ τοῦτο μίαν ἀρχὴν εἶναι κελεύει τὴν τοῦ ἀνδρός τί δή ποτε δὲ περὶ τῆς ἀγάπης πολλὰ διαλεχθεις περὶ τοῦ φόβου οὐχ οὕτως ἐποίησεν ὅτι προηγουμένως τὴν ἀγάπην εἶναι δεῖ ὅυτω γὰρ καὶ ὁ φόβος ἔψεται τὸ δὲ φοβεῖσθαι νόει ὡς πρέπει γυναῖκα φοβεῖσθαι μὴ δουλοπρεπῶς |
241 | 48v | Eph.5.33-Eph.6.1 | λε | τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν | εἶπεν περὶ τῆς πρώτης ἀρχῆς τῆς κατὰ τὸν ἄνδρα νῦν δὲ περὶ τῆς δευτέρας λέγει τῆς κατὰ τοὺς γονεῖς ἡμὲν γὰρ γυνὴ τῷ ἀνδρί τὰ δὲ τέκνα καὶ τῇ γυναικὶ ὑπόκεινται |
242 | 48v | Eph.6.1-Eph.6.2 | λϛ | ἐν κυριῷ τοῦτο γάρ ἐστιν δίκαιον τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα | τουτέστιν κατὰ κυρίον ἐν οἷς μὴ βλάπτεται ἡ εὐσέβεια τί γὰρ ὅτι προστῆσαι βούλεται ὁ πατὴρ τὴν θυγατέρα ἢ αἰσχρὰν διδάξαι τέχνην τὸν υἱόν ἢ πρὸς ἑλληνισμὸν ἀγαγεῖν τὰ γὰρ τοιαῦτα οὐκ ἐν κυρίῳ ἐστιν |
243 | 48v | Eph.6.2-Eph.6.3 | λζ | ἥτις ἐστὶν ἐντολὴ πρῶτη ἐν ἐπαγγελίᾳ,ἵνα εὖ σοι γένηται | καὶ τοι οὐκ ἔστιν αὔτη πρώτη ἔστι γὰρ πρώτη οὐ φονέυσεις οὐ μοιχέυσεις ἀλλ’ ὅρα τί προς τέθεικεν ἐν ἐπαγγελίᾳ ἐκεῖναι γὰρ αἱ πρῶται οὐκ ἔχουσιν ἐπαγγελίας ἀναχωρήσεις γάρ εἰσι κακῶν οὐκ ἀγαθοῦ ἐργασία τοι γάρ οὖν κατὰ τὸν τῆς ἐπαγγελίας λόγον ἐστὶ πρώτη ἀγαθοῦ γάρ ἐστιν ἐργασία |
244 | 48v | Eph.6.3 | λη | καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς | ὅρα σοφίαν ἐπειδὴ γὰρ πρὸς νηπίους ὁ λόγος αὐτῷ πρὸς γὰρ τὰ τέκνα λαλεῖ αὐτὴν τὴν κειμένην ἀμοιβὴν εἴρηκεν καὶ οὐδὲν ὑψηλόν οὐ περὶ βασιλείας οὐρανῶν·οὐ περὶ μιμήσεως χριστοῦ ὅπερ ἐπὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐποίησεν τί γὰρ ἡ δύτερον παισὶ τῆς μακροχρονίας καὶ γὰρ καὶ τοῖς ἰουδαίοις ὡς νηπίοις οὖσι τὰς φρένας ταῦτα ἐνομοθετήθη οὐ γὰρ ἴσχυον τέλείων ἀκούειν |
245 | 48v | Eph.6.3-Eph.6.4 | λθ | καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν | οὐκ εἶπεν ἀγαπᾶτε τοῦτο γὰρ αὐτοὺς ἡ φύσις καὶ ἄκοντας ἀπαιτεῖ ἀλλὰ μὴ παροργίζετε τουτέστιν μὴ ἀποκληρονόμους μὴ ἀποκηρύκτους ποιεῖτε μὴ φορτικὰ καὶ δούλοις πρέποντα αὐτοῖς ἐπιτάσσετε καὶ πρὸς αὐτοὺς ἀεὶ δυσχεράινετε |
246 | 48v | Eph.6.4 | μ | ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου | τοῦτο τῆς παραινέσεως τὸ κεφάλαιον τῶν πνευματικῶν γὰρ ὄντων καὶ τὰ σαρκικὰ ἀκολουθήσει τοῦτο γὰρ αὐτοὺς μάλιστα πιθηνίους ποιεῖ |
247 | 48v | Eph.6.5 | μα | οἱ δοῦλοι ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα | τοὺς δούλους ἐσχάτους τέθεικεν ἐπειδὴ καὶ εἰσὶν τῷ ἀξιώματι οὐκέτι δὲ τούτοις ὡς παιδίοις νηπίοις διὰ λέγεται ἀλλὰ τελείοις κατὰ σάρκα δὲ τουτέστιν τοῖς προς καίροις ἐκ τούτου δὲ καὶ παραμυθεῖται αὐτούς |
248 | 48v | Eph.6.5 | μβ | μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ χριστῷ | εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσει πόσω μᾶλλον τούτους τὸν δὲ τοιοῦτον οὐκ ἀπαιτεῖ παρὰ γυναικῶν φόβον ἐπειδὴ μήτε εἰσὶ δοῦλοι ἀλλ’ ὑπήκοοι καλῶς δὲ τὸ ἐν ἀπλότητι καρδίας ἔνι γὰρ καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν ἀλλ’ οὐκ ἐξευνοίας ̓ἀλλὰ κακόυργως |
249 | 49r | Eph.6.5-Eph.6.6 | μγ | μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι | μὴ ὅταν πάρωσιν οἱ δεσπόται καὶ ὁρῶσιν ἀλλ’ ἵνα καὶ ἀπόντων αὐτῶν τὰ δέοντα ποιῶσιν |
250 | 49r | Eph.6.6 | μδ | ἀλλ’ ὡς δοῦλοι τοῦ χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ | ἄρα οὖν ὁ ἀνθρωπάρεσκος οὐκ ἔστι χριστοῦ δοῦλος |
251 | 49r | Eph.6.6-Eph.6.7 | με | ἐκ ψυχῆς μετ’ εὐνοίας δουλεύοντες | ἐνί γὰρ καὶ ἐν ἁπλότητι κακούργως ἐργάζεσθαι μὴ μὴν ὀση δύναμις πάρεστιν ἀλλὰ τὸ ὡρισμένον μόνον |
252 | 49r | Eph.6.7 | μϛ | τῷ κυριῷ καὶ οὐκ ἄνθρωποις | μὴ κατὰ βίαν ἀλλ’ ἐκ προαιρέσεως |
253 | 49r | Eph.6.7-Eph.6.8 | μζ | εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν τοῦτο κομιεῖται παρὰ τοῦ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος | ἐπειδὴ εἰκός ἐστιν πολλοὺς τῶν δεσποτῶν μὴ ἀμείβεσθαι τῆς εὐνοίας τοὺς δούλους ἐκεῖ αὐτοῖς ὑπισχνεῖται τὴν ἀμοιβήν |
254 | 49r | Eph.6.8-Eph.6.9 | μη | καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς | τὰ αὐτὰ ποῖα μετ’ εὐνοίας δουλεύετε μὴ ὡς ̓ἀνθρωπάρεσκοι ἀλλὰ ταῦτα οὐ λέγει φανερῶς καὶ τοιαῦτα διανοηθείς καὶ γὰρ καὶ οἰ κύριοι δουλεύουσι τοῖς δούλοις ὅταν γὰρ ἐκεῖνου κοιμωμένου καὶ ῥέγχοντος ὁ δεσπότης περὶ τροφῶν καὶ ἐνδύματος οὐ καθεύδει μεριμνῶν ἆρα οὐ δουλεύει ἔστι δὲ καὶ ἐπὶ τῶν κυρίων τὸ μετὰ φόβου καὶ τρόμου ἁρμόσαι τοῦ πρὸς θεὸν δῆλον ὅτι |
255 | 49r | Eph.6.9 | μθ /ωριγενες ωρ | ἀνιέντες τὴν ἀπειλήν | μὴ φορτικοί φησιν μὴ ἐπαχθεῖς |
256 | 49r | Eph.6.9 | ν | εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς | ᾧ γὰρ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν φησιν μὴ ἀκούσης καὶ σὺ δοῦλε πονηρὲ πᾶσαν ἐκεῖνην τὴν ὀφειλὴν ἀφῆκα σοι καὶ τὰ ἑξῆς |
257 | 49r | Eph.6.9 | να /ωριγενες ωρ | καὶ προσωποληψία οὐκ ἔστιν παρ’ αὐτῷ | μὴ νομίσης ὅτι τῶν εἰς τὸν δοῦλον γινομένων κακῶν καταφρονεῖ διὰ τὸ τοῦ προσώπου εὐτελές οὐκ ἔνι παρὰ θεῷ δοῦλος καὶ δεσποτῆς |
258 | 49r | Eph.6.9-Eph.6.10 | νβ | τὸ λοιπὸν ἀδελφοί μου ̓ν δυναμοῦσθε ἐν κυρίῳ | μετὰ τὸ διὰ τάξαι φησὶ τὰ εἰκότα τοῦτο φησιν ὑπόλοιπον τὸ ἐνδυναμοῦσθαι ὑμᾶς ἐν κυρίῳ τουτέστιν ἐν τῇ εἰς αὐτὸν ἐλπίδι καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ διὰ γὰρ τῆς αὐτοῦ βοηθείας ὑπάρχει ἡμῖν τὸ ἐλπίζειν εἰς αὐτόν |
259 | 49r | Eph.6.10 | νγ | καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ | ἰσχυρὸς γάρ ἐστι καὶ ἱκανὸς πάντα κατορθὼσαι |
260 | 49r | Eph.6.10-Eph.6.11 | νδ | ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ | μετὰ τὸ διοικῆσαι πάντας κατὰ τάξιν λοιπὸν καὶ ὁπλίζει αὐτοὺς ὡς πρὸσπόλεμον |
261 | 49r | Eph.6.11 | νε | προς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου | οὐκ εἶπεν μάχας ἀλλὰ μεθοδείας ὅ πέρ ἐστι χαλεπώτερον οἷον πρὸς τὰς ἐπιβουλάς προς τὰς ἐνέδρας πρὸς τοὺς δόλους |
262 | 49r | Eph.6.11-Eph.6.12 | νϛ | ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα | ταῦτα φησιν δεικνὺς ὅτι νήψεως χρεία καὶ ἐγρηγόρσεως πρὸς τὸν πόλεμον οὐ πτοῆσαι βουλόμενος ὁ γὰρ διδάσκων τοῦ ἐχθρὸυ τὴν δύναμιν ἀσφαλετέρους ποιεῖ τοὺς οἰκείους |
263 | 49r | Eph.6.12 | νζ | ἀλλὰ πρὸς τὰς ἀρχάς | περὶ δαιμόνων λέγει οὓς ἡμεῖς ἑαυτῶν πἐποιήκαμεν ἄρχοντας ἐκόντες αὐτοῖς ὑποκλινόμενοι οὐ γὰρ ἔλαχεν τοῦ ἄρχειν ἡμῶν ἀλλὰ πατεῖσθαι ἰδοὺ γάρ φησι δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων |
264 | 49v | Eph.6.12 | νη | πρὸς τὰς ἐξουσίας | οὐ γὰρ ἕχει περαιτέρῳ τοῦ κόσμου χώραν |
265 | 49v | Eph.6.12 | νθ | πρὸς τοὺς κοσμοκράτορας | κόσμον οἶδεν ἡ γραφὴ τὰς πονηρὰς πράξεις καλεῖν οὕτω καὶ ὁ χριστὸς πρὸς τοὺς μαθητάς ὑμεῖς οὐκ ἐστέ φησιν ἐκ τοῦ κόσμου τούτου κοσμοκράτορας οὖν φησι τοὺς δαίμονας ὅντας ὡς τῶν πονηρῶν πράξεων καθηγεμόνας |
266 | 49v | Eph.6.12 | ξ | τοῦ σκότους τοῦ αἰῶνος τούτου | ἵνα μὴ φοβηθῆς ἀκόυων κοσμοκράτορας ἐπήγαγεν τίνος ἄρχουσι τῆς πονηρίας φησι σκότος γὰρ τοῦ αἰῶνος τούτου τὰς πονηρὰς λέγει πραξεις |
267 | 49v | Eph.6.12 | ξα | πρὸς τὰ πνευματικὰ τῆς πονηρίας | πρὸς τὰ πνευματικὰ τουτέστιν δαιμόνια τὰ ὄντα ἢ τῆς πονηρίας οἷον τοῦ διαβόλου ὑπ’ αὐτὸ γὰρ τελοῦσιν ἣ τῶν πονηρῶν πράξεων καθηγηταί |
268 | 49v | Eph.6.12 | ξβ | ἐν τοῖς ἐπουρανίοις | ὡσεὶ ἔλεγεν ἔστιν δὲ ἡμῖν ἡ πρὸς τούτους πάλη οὐ περὶ μικρῶν τινῶν ἀλλ’ ὑπὲρ τῶν ἐν τοῖς ἐπουρανίοις πραγμάτων οἷον βασιλείας οὐρανῶν καὶ ὑιοθεσίας διὸ νήφειν χρή ἡ δὲ λέξις ἡ ΕΝ ἀντὶ προθέσεως τῆς διὰ τὰ ἐπουρανία φησὶ |
269 | 49v | Eph.6.12-Eph.6.13 | ξγ | διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀντιστῆναι | ἐπειδή φησι χαλεποὶ οἱ ἐχθροί |
270 | 49v | Eph.6.13 | ξδ | ἐν τῇ ἡμέρα τῇ πονηρᾷ | ἡμέραν πονηρὰν τὸν παρόντα καλεῖ βίον διὰ τὰ ἐν αὐτῷ πονηρὰ πράγματα δεικνὺς βραχὺν τὸν τοῦ πολέμου καιρόν καὶ ἐν ταῦτα προθυμίαν αὐτοῖς διδούς |
271 | 49v | Eph.6.13 | ξε | καὶ ἅπαντα κατεργασάμενοι στῆναι | ἅπαντα οἷον τὰ πάθη τὰς ἐπιθυμίας κατεργασάμενοι οἷον καταπολεμήσαντες στῆναι νικηφόροι τινὲς καὶ λαμπροὶ τοῖς τροπαίοις πολλοὶ γὰρ μετὰ τὸ νικῆσαι πάλιν ἔπεσον ἀλλ’ ἵνα ἐνστῆτε τῇ νίκῃ φησι |
272 | 49v | Eph.6.14 | ξϛ | στῆτε οὖν περιζωσέμενοι | ἐπὶ πόλεμον προτρέπων τὸ πρῶτον ἐν τοῖς τακτικοῖς παραινεῖ τὸ στῆναι εὐτάκτως εἶτα λοιπὸν καθοπλίζει καὶ πρῶτον ζώννυσι τὸν διαρρέοντα καὶ διακεχύμενον ταῖς ἐπιθυμίαις καὶ χαμὰι τοὺς λογισμοὺς συρομένους ἔχοντα στρατίωτην καὶ ἀναστέλλει τῇ νοητῇ ταύτῃ ζώσει |
273 | 49v | Eph.6.14 | ξζ | τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ | ὥσπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις τὸ πᾶν συνέχει θεμέλιος τις οὖσα οὕτως ἐφ’ ὑμῶν ἡ ὀσφύς οἱ γοῦν ἀποκαμόντες πολλάκις ὥσπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας ἐπιτιθέντες ἐπαναπάυονται τὴν τοίνυν ἀρχὴν ἡμῶν πρῶτον συσφίγγει οἷον τὸν ἐν ἡμῖν τόνον τῆς ψυχῆς ὃν τροπικῶς ὀσφὺν ἐκάλεσεν ὅν τῇ ἀληθείᾳ περιζώννυσιν ἡ δὲ ἀλήθεια εἰς πολλὰ νοεῖται ἀλήθεια δογμάτων ἀλήθεια βίου χρηστοῦ ὑποκρίσεως κεχωρισμένου ἀλήθεια λόγων τὸ δολερὸν ἀρνουμένων ἀλήθεια ἐνθυμήσεως οὐδὲν ἐχούσης τοῦ νόθου καὶ κιβδήλου σπόρου τῶν δαιμόνων |
273ex | 49v | Eph.6.14 | | | |
274 | 49v | Eph.6.14 | ξη | καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς διλαιοσύνης | τὸν καθὸλου φησιν ἐνάρετον βίον |
275 | 50r | Eph.6.15 | ξθ | καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ | ἢ τοῦτο φησιν ὅτι χρὴ ἐτοίμους εἶναι πρὸς τὸ εὐαγγελίζεσθαι ὡς ὡραῖοι γάρ οἱ πόδες τῶν εὐαγγελιζομένων εἶρήνην ἢ ὅτι ἐν ἑτοίμῳ ὁφείλομεν εἶναι καὶ βίον ἔχειν ὡς τὸ εὐαγγελίον ὑφηγεῖται τὴν γὰρ ἑτοιμασίαν τῆς καρδίας αυτῶν φησὶν ὁ προφήτης προσέσχεν τὸ οὖσ σου |
276 | 50r | Eph.6.15 | 0 | τοῦ εὐαγγελίου τῆς εἰρήνης | τὸ γὰρ εὐαγγέλιον εἰρήνην μὲν πρὸς τὸν θεὸν ποιεῖ πόλεμον δὲ πρὸς τοὺς δαίμονας |
277 | 50r | Eph.6.15-Eph.6.16 | οα | ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρετὸν τῆς πίστεως | δεῖ γὰρ ἐκεῖνα προηγεῖσθαι πίστιν δὲ φησι τὴν εἰλικρινῇ καὶ διάπυρον περὶ ἦς ὁ κύριος φησιν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως καὶ τὰ ἐξῆς |
278 | 50r | Eph.6.16 | | ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι | |
279 | 50r | Eph.6.16-Eph.6.17 | οβ | καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι | τῆς σωτηρίας ὑμῶν τουτέστιν τῆς ἐλπίδος τὸ δὲ δέξασθε οἷον φορέσατε δέξασθε τῇ κεφαλῇ |
280 | 50r | Eph.6.17-Eph.6.18 | | καὶ τὴν μάχαιραν τοῦ πνεύματος ὅ ἐστιν ῥῆμα θεοῦ διὰ πᾶσης προσευχῆς καὶ δεήσεως | |
280ex | 50r | Eph.6.18 | | | |
281 | 50r | Eph.6.18 | ογ | προσευχόμενοι ἐν παντὶ | μετὰ τὸ καθοπλίσαι τὸν βασιλέια λοιπὸν καλεῖ ἵνα δῷ χεῖρα |
282 | 50r | Eph.6.18 | οδ | καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων | μὴ ἐν βαττολογίαις καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες μηδέν φησι ῥάθυμον ἢ ἠμελημένον |
283 | 50r | Eph.6.18-Eph.6.19 | οε | καὶ ὑπὲρ ἐμοῦ | καὶ γὰρ καὶ τὸν πέρον φησιν ἡ εὐχὴ τῆς ἐκκλησίας ἔλυσεν τῶν δεσμῶν |
284 | 50r | Eph.6.19 | οϛ | ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματος μου | καλῶς τὸ ἐν ἀνοίξει οὐ τὲ γὰρ προεμελέτα τί λαλήσει τῷ χριστῷ πειθόμενος ἀλλ’ ἐξ ὑπογύου καὶ ἐν αὐτῷ τῷ ἀνοῖξαι τὸ στόμα ὁ λόγος προῄει |
285 | 50r | Eph.6.19 | οζ | ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου | ἡ ἵνα ἐν παρρησίᾳ ἀπολογήσωμαι |
286 | 50r | Eph.6.19-Eph.6.20 | οη | ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει | ὑπὲρ οὗ εὐαγγελίου πρεσβεύω πρὸς τοὺς ἀνθρώπους ἵνα φησιν αὐτῷ καὶ τοῖς ἐν αὐτῷ καταλλαγῶσιν ὑπὲρ χριστοῦ γάρ φησιν πρεσβεύομεν |
287 | 50r | Eph.6.20 | οθ | ἵνα ἐν αὐτῷ παρρησίασωμαι ὡς δεῖ με λαλῆσαι | ἐν δεσμοῖς ἦν καὶ ἀπολογεῖσθαι ἤμελλεν ἵνα οὖν φησι μετὰ παρρησίας καὶ ὅυτως ὡς χρὴ τὸν ὑπὲρ τηλικούτων ἀπολογούμενον ἀπολογήσωμαι |
288 | 50r | Eph.6.20-Eph.6.21 | π | ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ τί πράσσω πάντα ὑμῖν γνωρίσει τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς | ἄπερ ἦν παραινέσεως καὶ δογμάτων ἔγραψεν τὰ δὲ κατ’αὐτὸν τῷ φέροντι τὴν ἐπιστολὴν λαλῆσαι ἐπέτρεψεν |
289 | 50r | Eph.6.21 | πα | καὶ πιστὸς διάκονος ἐν κυριῷ | εἰ πιστὸς οὐκ οὖν καὶ ἀληθεύσει |
290 | 50r | Eph.6.21-Eph.6.22 | πβ | ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν | τοῦτο καὶ τῆς τοῦ παύλου ἀγάπης καὶ τῆς ἐκείνου σημεῖον ἦν τὸ ἐθέλειν παντὶ τρόπῳ γνωσθῆναι αὐτοῖς τὸ ἐν ποίοις ἧν |
291 | 50r | Eph.6.22 | πγ | καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν | ἐπειδὴ γὰρ ἐν ἁλύσεσιν ἦν ὁ διδάσκαλος ἔχρηζον οἱ μαθηταὶ παρακλήσεως εἰς τὸ μὴ καταπεσεῖν |
292 | 50r | Eph.6.23 | πδ | εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἰησοῦ χριστοῦ | ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ τὴν μετὰ πίστεως ἀγάπην ἵνα μὴ ἦ αὕτη πρὸς ἐτεροδόξους ἀλλὰ πρὸς μόνους πιστούς ἢ ὅτι τῆς ἀγάπης κέρδος οὐδὲν μὴ μετὰ πίστεως οὔσης |
293 | 50r | Eph.6.24 | πε | ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κυρίον ἡμῶν ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ ἀμήν | ἡ γὰρ εἰς τὸν χριστὸν ἀγάπη ἄφθαρτος καὶ ἀμείωτος μὰλλον δὲ καθ’ ἐκάστην ἐπιδιδοῦσα τὴν ἡμέραν ὀφείλεν εἶναι |