A Transcription of Ephesians in GA 1916, by Clark R. Bates

UnitPageVersesAttributionsBiblicalComment
Hb101rEph.0.0 ἡ ἔφεσος , μητρόπολις μέν ἐστι τῆς ἀσίας , τὴν δὲ ἅρτεμιν ἔσεβεν · καὶ τοσοῦτον ἦν περὶ τὴν δαίμονα τὸ σέβας ὡς καὶ νεοκόρον τὴν ἔφεσον τῆς ἀρτέμιδος ἀναορεύεσθαι · ὡς ἐν ταῖς πράξεσιν ἱστόρηται · ἐν αὐτῇ ἐφέσῳ ὁ εὐαγγελιστὴς ἰωάννης ἐξορισθεὶς δίετριψε πολλὰ . ἐν ᾖ καὶ τελευτᾶ · καὶ τὸν τιμόθεον παῦλος ἐκεῖ ἐπὶσκοπον ἐχειροτόνησε · τῶν δὲ φιλοσόφων οἱ κατὰ τὴν ἀσίαν ἀνθοῦντες , ἐν τῇ ἐφέσῳ μάλιστα διῆγον · διὸ πολλῇ σπουδῇ κέχρηται πρὸς αὐτοὺς γράφων · καὶ τὰ βαθύτερα δὲ τῶν νοημάτων αὐτοῖς ἐπιστέλλει · ἅτε κατηχημένοις καὶ τὰ ὑψηλά · γράφει δὲ ἀπὸ ῥώμης τὴν ἐπιστολὴν ἐν δεσμοῖς ὑπάρχων .
1101vEph.1.1α Παῦλος ἀπόστολος Ἰησοῦ χριστοῦ… ὅρα πόση ἧν ἡ τότε ἀρετὴ · ὅτι κοσμικοῖς ἀνθρωποῖς καὶ πιστοῖς ἐπαγορέυει .
2101vEph.1.1β εἰκότως ἀπὸ χάριτος ἤρξατο · χάριτι γὰρ καὶ πατῆρ ἀνθρωπών ὁ θεός · χάριτι καὶ ὁ ὑιὸς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν .
3101vEph.1.1γ τοῦτο ὡς πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ἰουδαϊκῆς εὐλογίας · ἐκέινη γὰρ σαρκικωτέρα μᾶλλον ἦν . ἡ δὲ ἡμῶν , πνευματική · καλῶς δὲ τὸ ἐν πάσιν · γέγονας γὰρ ἀθάνατος · ἀναμάρτητος · ὓιος καὶ ἀδελφὸς θεοῦ · συγκληρονόμος · ἡ ἀπαρχή σου , προσκυνεῖται ἐκ τῶν χερουβίμ .
3Ph101vEph.1.1 * εὐλόγησεν διὰ τοῦ υἱοῦ ἐξελέξατο διὰ τοῦ υἱοῦ υἱοθέτησε διὰ τοῦ υἱοῦ ἐχαρίτωσε διὰ τοῦ υἱοῦ πῶς δὲ διὰ τοῦ υἱοῦ ὣ θαῦμα διὰ τοῦ αἵματος αὐτοῦ φησιν ἴδες πλοῦτον χάριτος μᾶλλον δὲ περισσείαν καὶ ἅφατον ἔλεος οὑ μόνον δὲ ταῦτα ἀλλὰ καὶ ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ διὰ τίνος τοῦτο καὶ τοῦτο διὰ τοῦ υἱοῦ τῆς εὐδοκίας συμπαρούσης ἐν πᾶσιν τοῦ πατρός οὑδὲ γὰρ ἕν τινι ἀπέσχισται τὸ πατρικὸν βούλημα τοῦ ἡγαπημένου υἱοῦ ἐπειδὴ δὲ περὶ τοῦ γνωρισθῆναι ἡμῖν τὸ μυστήριον διέλαβε πάλιν τῆς υἱοθεσίας μέμνηται δι’ οὖ λέγων καὶ ἐκληρώθημεν οἰ γὰρ υἱοθετηθέντες ἐπὶ τῷ κηρονομῆσαι τῆς ὑιοθεσίας ἀξιοῦνται ἥτις γέγονε διὰ τοῦ υἱοῦ καὶ προώρισται τῆς εὐδοκίας καὶ τοῦ πατρικοῦ βουλήματος συμπαρόντος γέγονε δὲ τοῦτο εἰς τὸ καὶ ἡμᾶς οὕτως πολιτεύσασθαι ὥστε εἰς ἔπαινον γενέσθαι τῆς δόξης αὐτοῦ καὶ εὐαρεστον τὸν βίον ἡμῶν καὶ τὴν πολιτείαν ὀρᾶσθαι παρὰ πάντων ὅπως γὰρ ἵδωσιν φησί τὰ καλὰ ὑμῶν ἔργα ὁ κυρίος ἐν εὐαγγελίοις καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν οὐρανοῖς ·
4101vEph.1.3δ ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ διὰ χριστοῦ γὰρ ἡμῖν ἡ εὐλογία οὐ διά τινος τῶν προφητῶν . ὡς ἰουδάιοις διὰ μωυσέως · καλῶς δὲ τὸ ἐν τοῖς ἐπουρανίοις . οἷον πράγμασιν · οὐδὲν γὰρ γήϊνον παρ’ ἡμῖν ὡς παρὰ ϊουδαίοις · ἐκεῖ γὰρ γῇ τὲ ῥέουσα μέλι καὶ γάλα · καὶ τὰ ἀγαθὰ τῆς γῆς φάγεσαι · καὶ εὐλογήσει κύριος τὴν γῆν σου · ἐνταῦθα δὲ πάντα περὶ βασιλέιας οὐρανιῶν .
5101vEph.1.4ε καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμος ὥσπερ εὐλόγησεν ἡμᾶς διὰ ἰησοῦ χριστοῦ , οὕτως καὶ ἐξελέξατο δι’ αὐτοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως · τὸ δὲ πρὸ καταβολῆς κόσμου δηλοῖ , ὅτι τοῦτο πάλαι ἦν ὁρισθὲν σώθῆναι διὰ τῆς εἰς χριστὸν πίστεως τοὺς ἐπὶ γῆς · τὸ δὲ καταβολῆς δηλοῖ , ὅτι ἀπὸ ὕψους τινὸς τῆς τοῦ θεοῦ δυνάμεως κατεβλήθη ὁ κόσμος .
6101vEph.1.4ϛ εἶναι ἡμᾶς ἁγίους , καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ , ἐξείλετο ἡμᾶς φησιν ἐπὶ τούτω τῷ ὅρῳ εἰς τὸ εἶναι ̔ἡμᾶς ἁγιόυς κατὰ πίστιν · ἀμώμους κατὰ βίον · κατενώπιον αὐτοῦ φησιν · εἰσὶ γάρ τινες ἄμωμοι τοῖς ἀνθρώποις δοκοῦντες · ἀλλ’ οὐ τοῦτο φησιν . ἀλλὰ κατενώπιον αὐτοῦ · τοῦτο δέ φησιν · διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἐπόιησεν .
7101vEph.1.5ζ προορίσας ἡμᾶς εἰς ὑιοθεσίαν διὰ ἰησοῦ χριστοῦ εἰς αὐτόν · μέγα μὲν καὶ τὸ εἰς ὑιοθεσίαν ἀχθῆναι θεοῦ · μέιζον δὲ τὸ καὶ διὰ τοῦ ὑιοῦ τοῦτον ἐστι τευθῆναι · εἰς ὑιοθεσίαν δὲ πόιαν , τὴν εἰς αὐτόν φέρουσαν τὸν θεὸν .
7ex101vEph.1.5 * κατὰ τὴν εὐδοκίαν εὐδοκίαν γὰρ τὴν ἐν εὐεργεσία βούλησιν ἔθος καλεῖν τῇ θεία γραφῇ .
8101vEph.1.5-Eph.1.6η τοῦ θελήματος αὐτοῦ , εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ , ταῦτα δὲ πάντα ἐπόιησεν εἰς ἡμᾶς δι’ ἀλλομὲν , οὐδὲν πλὴν ὅτι ἠβουλήθη καὶ σφόδρα ἐπεθύμησεν χάριτι σῶσαι τοὺς ἐπὶ γῆς πρὸς τὸ ἐκ τούτου ἐπαινεῖσθαι καὶ δοξάζεσθαι αὐτοῦ τὴν ἁγίαν δόξαν τῆς χάριτος .
9101vEph.1.6θ ἐν ἧ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ · ἐχαρίτωσεν δὲ πρῶτον μὲν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ · ἔπειτα ἐπεράστους ἐποίησεν . ἀγγελόις . ἀρχαγγέλοις · ταῖς ἄνω δυνάμεσιν τοῖς ἐυηρεστηκόσιν αὐτῷ ἁγίοις · ἐπιθυμήσει γάρ φησιν ὁ βασιλὲυς τοῦ κάλλους σου · τὴν δὲ χάριν τάυτην , διὰ τοῦ ἠγαπημένου χριστοῦ τοῖς ἐπὶ γῆς · δεδώκεν · αὐτὸς γὰρ ὁ μεσίτης .
10101vEph.1.6-Eph.1.7θ ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ , ἰδοῦ φησιν ἔχομεν τὴν ἄφεσιν · διὰ τοῦ αἵματος αὐτοῦ ὑπάρξασαν ἡμῖν · θαυμαστὸν γὰρ τὸ μὴ μόνον ὑπὲρ ἐχθρῶν · ἀλλὰ καὶ τὸν ὑιὸν δοῦναι καὶ πρὸς θάνατον διὰ τοῦ αἵματος · τοὺτο γὰρ τῶν δωρεῶν τὸ φρικωδέστατον .
11102rEph.1.7ια τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ , ταῦτα ἐποίησεν φησι κατὰ τὸν πλοῦτον τουτέστιν ἐν τῷ πλόυτῳ τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς · πανταχόθεν ὑπερβολάι · ὅτι τὲ πλοῦτος ἐδόθη · καὶ πλοῦτος θεοῦ . καὶ χάριτος πλοῦτος · καὶ ὅτι ἐπερίσσευσεν τουτέστιν περισσευθῆναι ἐπόιησεν .
12102rEph.1.7-Eph.1.8ιβ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ , ἢ σοφῶς καὶ φρονίμως ἐγνώρισεν ἡμῖν · ἠ σοφοὺς καὶ φρονίμους ἐγνώρισεν ἡμῖν · ἢ σοφοὺς καὶ φρονίμους ποιήσας οὕτως ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ · ὡσὲι εἶπεν τὰ ἐν τῇ καρδία αὐτοῦ · τί γὰρ ἴσον τοῦ μυστηρίου τούτου · τοῦ δοῦναι τὸν ὑιὸν ὑπὲρ τῶν ἐχθρῶν .
13102rEph.1.9ιγ κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ γνωρίσας ἡμῖν κατὰ τὴν βουλὴν αὐτοῦ ἢν βουλὴν πρόεθετο ἐν αὐτῷ · τουτέστιν ἐκ δεξιὼν αὐτοῦ καθίσαι .
14102rEph.1.9-Eph.1.10ιδ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν , ταύτην δὲ τὴν ευδοκίαν διατί πρόεθετο · εἰς οἰκονομίαν φησὶ · τουτέστιν εἰς χρηστὴν καὶ ἐπωφελῆ διοίκησιν τοῦ πέρατος τῶν καιρῶν · ἐν γὰρ τοῖς ἐσχάτοις καιροῖς ἡ σώτηριος οἰκονομία γέγονεν τῆς ἐνανθρωπήσεως .
15102rEph.1.10ιε ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς . συνάψαι ἐνῶσαι · μίαν κεφαλὴν παρασχεῖν ἀγγέλοις καὶ ἀνθρωποις τὸν χριστὸν · ἀπεσχισμένοι γὰρ ἢσαν οἱ ἄγγελοι καὶ ἄνθρωποι · συνῆψεν οὖν αὐτοὺς καὶ ἤν ωσεν διὰ χριστοῦ .
15ex102rEph.1.10 * ἀνακεφαλαίωσιν καλεῖ , τὴν σύντομον των πραγμάτων μεταβολὴν · δια γὰρ της κατὰ τὸν δεσπότην χριστὸν οἰκονομίας καὶ τῶν ἀνθρωπῶν ἡ φύσις ἀνίσταται καὶ τὴν ἀφθαρσίαν ἐν δύεται · καὶ ἣ ὁρωμέν η κτίσις τῆς φθορας ελευθερουμένη . τευξειται τῆς ἀφθαρσίας · καὶ τῶν αὀράτων οἱ δῆμοι ἐνευφροσύνῃ διατελέσουσιν ἐπειδὴ ἀπέδρα ὁ δύνη καὶ λύπη καὶ στεναγμός . τοῦτο δὶα τῶνδε ῥημάτων ἐδίδαξεν ὁ θεῖος ἀπόστολος · οὐ γὰρ ἁπλῶς εἶπεν τὸν οὐρανὸν καὶ τὴν γῆν · ἀλλὰ καὶ τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς · καὶ δεικνὺς τὸ τῆς οἰκονομίας μυστήριον , ἐπήγαγεν ἐν αὐτῷ · τουτέστιν ἐν τῷ χριστῷ .
16102rEph.1.11ιϛ ἐν αὐτῷ πάλιν τὸ ἐν αὐτῷ τουτέστιν δι’ αὐτοῦ τοῦ χριστοῦ .
16ex102rEph.1.11 * ἐν ᾧ καὶ
16ex2102rEph.1.11 * ἐκληρώθημεν προορισθέντες ἄνωθεν γὰρ προωρίσας ἡμᾶς . εις ταύτην απεκλήρωσεν τὴν ζωὴν , ὁ ποιῶν πάντα ὅσα βούλεται · δίδασκει δὲ σαφέστερον εἰς ποῖον προωρίσθημεν κλῆρον .
17102rEph.1.11ιζ κατὰ πρόθεσιν θεοῦ τοῦ τὰ πάντα ἐνεργοῦντος . κατὰ τὴν γνώμην τοῦ τὰ πάντα ἐνεργοῦντος θεοῦ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς .
18102rEph.1.11ιη κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ , εἶτα οὐκ ἄρκεσθεις τῷ εἰπεῖν προορισθέντες καὶ κατα πρόθεστιν ἐπάγει , κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ · δεῖξαι γὰρ βούλεται ὅτι οὐκ ἐνπαρεπομένῳ ἐκλήθη τὰ ἔθνη διὰ τὸ ἀπο σκιρτῆσαι ϊουδαίους , ἀλλὰ ἄνωθεν τοῦτο προώριστο καὶ ἐν πρωτο τύπω ἔκειτο · ἐπειδὴ γὰρ ὁ χριστὸς προτρεπόμενος τοὺς ἰουδαίους φησὶν · οὐκ ἦλθον εἰμὴ εις τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου ἰσραήλ · καὶ πάλιν εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε . σπουδάζει νῦν δεῖξαι ὁ παῦλος ὅτι προτροπῆς ἔνεκεν καὶ ἐφελκύσεως ἰουδαίων ἐκεῖνα ἔιρηται · ὡς τό γε ἀληθὲς · ἄνωθεν ὥριστο ἡκλῆσις τῶν ἐθνῶν .
19102rEph.1.12ιθ εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον ἡμᾶς τίνας , τοὺς προηλπικότας ἐν τῷ χριστῷ φησὶ · τουτέστιν τοὺς πιστούς · ἐκ τοῦ καθ’ ἡμᾶς γὰρ πράγματος μάλιστα δόξαστεος ὁ θεός · ὅτι ὅυτως αὐτοῦ ἠλλοτριωμένους ἔσωσεν .
19ex102rEph.1.12 * δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ χριστῷ · πάντες γὰρ ὁρῶντες τοὺς εἰς τὸν δεσπότην πεπιστευκότας χριστὸν ἀνυμνοῦσι τὸν τουτων αἴτιον τῶν ἀγαθῶν .
20102rEph.1.13κ ἐν ᾧ καὶ ἡμεῖς ἀκοῦσαντες δι’ οὒ χριστοῦ · ὅυτως καὶ πρὸς ἑβράιους ἐλάλησεν φησιν ἡμῖν ἐν ὑιῷ .
21102rEph.1.13κα τὸν λόγον τῆς ἀληθείας , οὐκ ἔστι γὰρ τύπος ὡς ἐπὶ ϊουδαίων , ἀλλ’ αὐτὴ ἡ ἀλήθεια .
22102rEph.1.13κβ τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν , εὐαγγέλιον σωτηρίας ἔστι μὲν καὶ ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νόμου . ἔστι δὲ ὅτι καὶ τοὺς πιστέυοντας σώζει .
23102rEph.1.13κγ ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνευμάτι τῆς ἐπαγγελίας τῷ ἁγίῳ , δι’ οὗ εὐαγγελίου καὶ τῆς ἐν αὐτῷ πίστεως ἐσφραγίσθητε τῷ πνευματι τῆς ἐπαγγελίας ἢ τῷ ἐπαγγελλομένῳ τὰ μυρία ἀγαθά · ἣ ἵνα διὰ τῆς σφραγίδος τύχη τε τῶν ἐπαγγελιῶν · ὥσπερ γὰρ δήλους ποιῶν τοὺς αὐτοῦ θεὸς , σφραγίζει αὐτοὺς τῷ ἁγίῳ πνεύματι .
23ex102rEph.1.13 * οἷον τινα σφραγίδα τὴν τοῦ πνευματός κομίσασθε δωρεάν · ἐπαγγελίαν δὲ ὡς τοῦ κυριοῦ ἐπαγγειλαμένου πέμψειν τὸ ἅγιον πνευμα .
24102rEph.1.13-Eph.1.14κδ ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν , ὁ ἀρραβὼν πιστοῦται τὸ ὅλον · τὴν τοίνυν ὑιοθεσίαν καὶ τὰ μυρία ἀγαθὰ πιστόυμενος ὁ θεὸς . δὲδωκεν ἀρραβὼνα τῆς ἐπουρανίου κληρονομίας τὸ ἅγιον πνεῦμα .
24Ph102rEph.1.14 φωτ ὅς ἐστι τὸ πνεῦμα φησιν ἐποιήσατο δὲ τὴν μέταληψιν τοῦ ἅρθρου οὐκ ἀπὸ τῆς προφορᾶς τῆς κατὰ τὸ πνεῦμα . ἀλλὰ ἀπὸ τῆς ἐννοίας τῆς ἀπὸ τοῦ θεὸς · ἐπεῖ γὰρ εἶπεν πνευματι · τοῦτο δὲ ἐστιν θεὸς ἐπάγει οἰκείωσω καὶ βαθύτερον συντάσσων . ὅς ἐστιν ἀρραβῶν καὶ ἐξῆς .
25102rEph.1.14κε εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως , περιποίησιν ἡμᾶς καλεῖ . διὰ τὸ περιποιήσασθαι ἡμᾶς τὸν θεὸν · ὁ οὖν ἀρραβών φησι καὶ πρὸς τοῦ τό ἐστιν εἰς τὸ ἀπολυτρώσασθαι τὴν περιποίησιν αὐτοῦ · ἐκείνη δὲ ἔστιν ἡ καθαρὰ ἀπολύτρωσις · ὅταν μὴ μόνον ἁμαρτιῶν , ἀλλὰ καὶ τοῦ μετὰ ἁμαρτωλῶν συνοικεῖν λυτρωθῶσιν οἱ ἅγιοι .
26102vEph.1.14κϛ εἰς ἔπαινον τῆς δόξης αὐτοῦ . τοῦτο συνεχῶς ἐπιλέγει . πιστούμενος τὸ πάντως ἔσεσθαι τὰ ἐπηγγελμένα · ὣσει ἔλεγεν · εἰ μὲν ἡμῶν ταῦτα ἕνεκεν ἐπηγγελτο . κἂν ἀμφιβάλλειν ἦν · εἰ δὲ διὰ τὸ θαυμασθῆναι τὴν δόξαν αὐτοῦ , τίς αντερεῖ λοιπόν .
27102vEph.1.15κζ διὰ τοῦτο κἀγώ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν διὰ τὰ ἀποκείμενα ἀγαθὰ . τοῖς ὁρθῶς πιστέυουσι καὶ βιοῦσι καὶ διὰ τὸ ἐν τοῖς σωθησομένοις τετάχθαι ὑμᾶς .
27Ph102vEph.1.15
28102vEph.1.15κη ἐν τῷ κυρίῳ ἰησοῦ · καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους , πλέον γὰρ ἀπάντων διὰ τὴν πίστιν ἡμῶν εὐχαριστητέον τᾦ θεῷ · ὅτι τὸν νοῦν ἡμῖν πρὸς τὸ πιστεῦσαι δέδωκεν · ἀεὶ δὲ τῇ πίστει συνάπτει τὴν ἀγάπην . καλλίστην ἀποτελῶν ξυνωρίδα .
29102vEph.1.15κθ οὐτοῖς παρ’ αὐτοῖς μόνοις
29ex102vEph.1.15-Eph.1.17 * ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ , τοῦτο κατὰ διαίρεσιν τέθεικεν · τὸν γὰρ αὐτὸν τοῦ αὐτοῦ καὶ θεὸν ἐκάλεσεν καὶ πατέρα · θεὸν μὲν ὡς ἀνθρώπου · πατέρα δὲ ὡς θεοῦ . δόξαν γὰρ τὴν θεῖαν φύσιν ὠνόμασεν .
30102vEph.1.17λ ὁ πατὴρ τῆς δόξης , ἀὲι πρὸς τὸ προκείμενον ὀνομάζει τὸν θεὸν . Θεὸν οἰκτιρμῶν καλῶν καὶ θεὸν εἰρήνης · καὶ θεὸν δυνάμεων · νῦν δὲ αὐτὸν πατὲρα δόξης καλεῖ · μεγίστην γὰρ δόξαν καὶ τιμὴν ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων ἅτινα παραχθέντα ἡμῖν · γενικῷ ὀνόματι καλεῖ δόξαν διὰ τοῦ λαμπροτέρου παρ’ ἡμῖν ὀνόματος · ταύτης οὖν τῆς δόξης φησὶν αὐτὸν πατὲρα καὶ οἷον δημιουργόν .
31102vEph.1.17λα δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως , ἐν ̓πιγνώσει αὐτοῦ · ἄρα πνευματικῆς δεῖ σοφίας ἡμῖν , εἰς τὸ ἐπιγνῶναι τὰ παρὰ τοῦ θεοῦ δωρηθέντα ἡμῖν . ψυχικὸς γὰρ ἄνθρωπος , οὐ δέχεται τὰ τοῦ πνεύματος · μωρία γὰρ αὐτῷ ἐστιν .
32102vEph.1.18λβ πεφωτισμένους τοὺς ὀφθαλμοὺς ὁ γὰρ τὸν θεὸν γνοῦς ὡς ἐχρὴν , οὐκ ἂν περὶ ἑτερόυ τινὸς τῶν ὑπὸ θεοῦ γενομένων ἀμφιβάλλει · ὡς τόδε δυνατὸν ἢ ἀδύνατον αὐτῷ · πάντα γὰρ δυνατὰ τῇ θεῖᾳ φύσει . ταύτην δὲ · οὐκ ἂν ἄλλως σχόιη τίς τὴν γνῶναι · εἰ μὴ διὰ πνεύματος ἁγίου · τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾶ καὶ τὰ βάθη τοῦ θεοῦ .
32ex102vEph.1.18 * τοὺς ὀφθαλμοὺς ἄλλως γὰρ οὐκ ἐνι ἐπιγνῶναι θεὸν .
33102vEph.1.18λγ εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ , ἐπειδὴ γὰρ τοῦτο μέλλον ἐστὶ πνευματικῆς δεῖται ἀποκαλύψεως · κλῆσιν δὲ φησιν . τὸ ἐπὶ ποίαις ἐλπίσιν ἐκλήθημεν · δῆλον δὲ ὡς ἐπὶ υἱοθεσία καὶ κληρονομία βασιλείας οὐρανων · καὶ ἐπὶ τῷ γενέσθαι ἡμῶν κεφαλὴν τὸν χριστὸν .
34102vEph.1.18λδ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις , βαβαὶ πόσα ὑπερέχοντα ῥήματα · πλοῦτος · δόξα · κληρονομία θεοῦ · ἐν τοῖς ἁγίοις δὲ ἔσται ταῦτα · τῶν γὰρ τοιόυτων ἄξιοι οἱ ἅγιοι · καὶ τοῦτο τοιγὰρ οὖν πνευματικῆς δεῖται χάριτος .
35102vEph.1.18-Eph.1.19λε καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας , εἶπεν τινα μέλλοντα · λέγει καὶ γεγονὸς · ἵνα ἐκ τοῦτου πιστώσηται κακεῖνα · ποῖον δὲ τοῦτο , αὐτὸ τὸ πιστεῦσαι ἡμᾶς · ὄντως γὰρ μέγιστης δυνάμεως θεοῦ δεῖγμα , τὸ ἡμᾶς οὕτω θηριώδεις πιστεῦσαι θεῷ καὶ τὰ οὐράνια φιλοσοφεῖν .
36102vEph.1.19λϛ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ γέγονεν φησι · γέγονεν δὲ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ · εἰ γὰρ μὴ ἐνήργησεν ἐν ἡμῖν οὐκ ἂν ἐπίστευσαμεν .
37102vEph.1.19-Eph.1.20λζ ἣν ἐνήργησεν ἐν τῷ χριστῷ , ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν , καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις , ποῖαν δὲ ἐνέργειαν λέγεις ἐνηργηκέναι εἰς ἡμᾶς , ἵνα πιστεύσωμεν · ἥν φησιν ἐνήργησεν καὶ ἐν τῷ χριστῷ ἐγέιρας αὐτὸν ἐκ νεκρῶν · ὅτι δὲ καὶ ἓαυτὸν ἐγηγερκέναι εἴρηται , πολλαχοῦ δῆλον .
38102vEph.1.21λη ὑπεράνω οὐ λέγει ἄνω · ἀλλὰ τὸ ἄγαν ὑψηλὸν δηλῶν · ὑπεράνω φησὶν .
38ex102vEph.1.21 * πάσης ἅρα ἐστὶ ἀγγελικῶν δυνάμεων ὁ νόματα · νῦν μὲν ἀκατονόμαστα · τότε δὲ γνωσθησόμεθα .
39102vEph.1.21λθ ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυρίοτητος , οὐ τῆσδε μὲν οὔ · τῆσδε δὲ νάι · ἀλλὰ πάσης ἀσωμάτου δυνάμεως · ταῦτα δὲ μετὰ τὴν ἔνσαρκον οἰκονομιαν εἰρῆσθαι τῷ παύλῳ · πρὸ γὰρ τῆς σαρκώσεως . πρόδηλον ὡς ὁ θεὸς λόγος ἶσα εἶχειν τῷ πατρι κατὰ τὴν ἐξουσίαν · ὥσπερ οὖν καὶ νῦν ἔχει καὶ μετα σάρκωσεως .
39Ph102vEph.1.21 ἀντι τοῦ παντὸς ῥητοῦ καὶ ὁνομαστοῦ · ὑπεράνω γὰρ πάντων ὁ ὑιός ἐστιν καὶ σεσάρκωται .
40102vEph.1.21μ καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ , ἀλλὰ καὶ ἐν τῷ μέλλοντι · εἴ τινι ἐνι φησιν οὐρανιῷ πὰντων ἀνωτέρω κεκάθικεν ·
41103rEph.1.21-Eph.1.22μα καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ , εἶτα ἵνα μὴ ἀκόυων ἐκάθισεν ὑπὲρανω νομίσης αὐτὸν τε τιμῆσθαι μόνον · δέικνυσιν , ὅτι καὶ δεσπότην αὐτὸν ἐποίησεν πάντων · τὴν γὰρ σφοδρὰν καὶ ἧν οὐκ ἔνόμιζον ὑποταγὴν δεῖξαι θέλων . ὑπὸ τοὺς πόδας εἶπεν .
42103rEph.1.22μβ καὶ αὐτὸν ἔδωκεν κεφαλὴν καὶ τὴν ἐκκλησίαν τῇ δυνάμει συνεκάθισεν τῷ χριστῷ εἰς ἐκεῖνον τὸν θρόνον · ὅπου γὰρ ἡ κεφαλὴ , ἐκεῖ καὶ τὸ λοιπὸν σῶμα .
43103rEph.1.22μγ /Οεκουμενιου ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ , ὑπερ ἀγγέλους φησὶ καὶ ἀρχαγγέλους · αὐτὸν τὸν ὑιὸν ἔδωκεν κεφαλήν · ἢ τὸν ὅντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ νοόυμενα χριστόν . ἤ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεπόιηκεν τὸ τὸν ὑιὸν δοῦναι κεφαλήν .
43Ph103rEph.1.22 * εἰπῶν τὸν χριστὸν κεφαλὴν τῶν πιστῶν · εἰπῶν τοὺς πιστοὺς σῶμα αὐτοῦ · καὶ πλήρωτας αὐτοῦ · καὶ πολλὰ τῆς περὶ ἡμᾶς φιλανθρωπίας καὶ εὐεργεσιας οἰκονομήματα . ἐπάγει καὶ τῆς θείας αὐτοῦ καὶ ἀκηράτου οὑσίας ἔνδειγμα · ἀλλὰ τίνος ἐστὲ σῶμα φησιν · τίνος πλήρωμα · τίνος , τοῦ πληροῦντος τὰ πάντα οὐκ ἐνί τινι ἐνεργείᾳ καὶ διοικήσει , ἀλλ’ ἐν πᾶσιν αὐτὸς ἐδημιούργησεν πάντα · αὐτὸς ἔδωκεν ζωὴν τοῖς ζῶσιν · αὐτὸς συνέχει · αὐτὸς προνοεῖται · αὐτὸς τὰ πάντα ἐν πᾶσι πράγμασι πληροῖ καὶ διέπει · τούτου οὗν τοῦ τηλικούτου καὶ τοσούτου εἰς πάντα καὶ ἐν πᾶσιν ἐξαπλοῦντος αὐτοῦ τὰς ἐνεργείας . σῶμα καὶ πλήρωμα ἡξίωθημεν καλεῖσθαι · ἀλλ’ ὅυτως νοηθείη τὸ πληρουμένου · ἀντι τοῦ πληροῦντος ἐκληφθήσεται · ἀκολουθότερον οὗν τῇ λέξει · ὡς ἐνόησαν οἰ πρὸ ἡμῶν .
44103rEph.1.22-Eph.1.23μδ ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ , ὑπερβολὴ τίς ἐστιν · ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν ἀρχήν τινα καὶ ἐξουσίαν νομίσης . σωματικῶς φησιν · ἡμῶν ἐστὶν κεφαλὴ . καὶ ἡ ἐκκλησία πλήρωμα ἐστὶ τοῦ χριστοῦ · ἀποπληροῖ γὰρ καὶ τέλειον ποιεῖ σῶμα τὴν κεφαλήν · ὥσπερ καὶ ἡ κεφαλὴ πληρωτική ἐστὶ τοῦ λοιποῦ σώματος .
45103rEph.1.23με τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου . οὐδενὸς φείδεται ῥήματος ὁ ἀπόστολος πρὸς τὸ δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἕνωσιν ἡμῶν τὴν πρὸς τὸν χριστὸν · διό φησιν τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου · δεικνὺς οὐκοινῆ τῆς ἐκκλησίας χρήζοντα τὸν χριστὸν πρὸς τὸ ἀναπληρωθῆναι , ἀλλὰ ἑνὸς ἑκάστου ἀνθρώπου πιστοῦ · ἂν γὰρ μὴ ὦμεν ὁμέν τις αὐτοῦ ποῦς · ὁ δὲ χείρ ὁ δὲ ἕτερον τι μέλος οὐκ ἀναπληροῦται αὐτοῦ τὸ σῶμα · εἰκότως οὖν καὶ ὁ καθεὶς ἡμῶν χρειώδης ἐστὶν πρὸς τὴν συμπλήρωσιν τοῦ σώματος · τότε οὖν ἀναπληροῦται . ὅταν ἦμεν ἄπαντες ἡνωμένοι · ἡ οὖν ἐκκλησία , πλήρωμα ἐστὶ τῆς κεφαλῆς τοῦ χριστοῦ .
45ex103rEph.2.1-Eph.2.2 καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἀμαρτίαις ἐν αἷς ποτὲ
46103rEph.2.2μϛ οὐ τὴν σωματικὴν λέγει τὴν ἐκ τοῦ ἁδὰμ ἀρξαμένην νέκρωσιν . ἀλλὰ τὴν ψυχικὴν τὴν ἐξ ἁμαρτιῶν :
47103rEph.2.2μζ κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου , αἰῶνα κόσμου τούτου τὸν διεστραμμένον βίον καὶ τὸν ἐν ἁμαρτίαις · δια τὸ πλεονάξειν ἐν τῷ παρόντι βίῳ τὰς ἁμαρτίας · ἄρχοντα δὲ ἐξουσιῶν τὸν σατανᾶν · διὰ τὸ τοὺς πολλοὺς ἡμῶν ἑκόντας ἐκ δεδωκέναι ἑαυτοὺς ὑπὸ τὴν ἑαυτοῦ ἐξουσίαν · οὐδὲ γὰρ ἐκ θεοῦ · ἀλλ’ ἐξ ἡμῶν ἄρχειν κεχειροτόνηται · ἄρχοντα οὖν αὐτὸν λέγει , πρὸς τὰ παρόντα ὁρῶν
47ex103rEph.2.2* κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας σαφῶς ἡμᾶς ἐδίδαξεν ὡς πάλαι μὲν ὁ διάβολος · τοῦ αἐρος ἐνεπιστεύθη τὴν ἐξουσιαν ἐκπεσὼν δὲ ταὐτης διὰ τὴν πονηρίαν , διδασκαλος δυσσεβειάς καὶ πονηρίας ἐγένετο · οὐμὴν ἁπᾶντων κρατεῖ · ἀλλὰ μόνων τῶν οὐ προσιεμένων τὰ θεῖα κηρύγματα · τούτους γὰρ ὑιοὺς ἀπειθέιας εἲπεν · τῆς θείας ἐυεργεσίας τοὺς ἐφεσίους ἀναμιμνήσκων · ὅτι νεκροὺς ἥδη γεγενημένους διὰ τὴν ἁμαρτίαν καὶ ὑπο τὴν ἐξουσίαν τελοῦντας τοῦ διαβόλου , τῆς σωτηρίας ἠξίωσεν .
48103rEph.2.2μη τοῦ ἀέρος , τοῦ πνεύματος καλῶς τὸ τοῦ αἔρος προσέθηκεν · εἰ γὰρ καὶ ἄρχοντα ἡμεῖς αὐτὸν ἐχειροτονήσαμεν · ὑπὸ τὸν οὐρανὸν αὐτοῦ ἐστιν ἡ ἀρχὴ οὐχ ὑπὲρ τὸν οὐρανὸν · ὁ δὲ ὢν ὑπὸ τὸν οὐρανὸν , ἠ ἐν τῇ γῇ ἐστιν ἢ ἐν τῷ αἔρι · οὗτος δὲ ὡς ὥν πνευμᾶ , ἐν τῷ αἔρι ἐστὶν · φύσις γὰρ τοῖς πνέυμασιν ἡ ἐναερίος διατρίβη · ὅρα δὲ τὸ κατὰ πόδα τοῦ χωρίου · κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας · ποῖον δὴ τοῦτον , τὸν τοῦ αἔρος ἄρχοντα τουτέστιν τὸν ἐναερίον ἄρχοντα · οὐ γὰρ αἔρος ἄρχει ἀλλὰ αερίων · εἶτα πάλιν ἐπισαφηνίζων . αὐτόν φησι τοῦ πνευματος · πνεῦμα γὰρ ὁ σατανᾶς ἔπειδὴ ὡς πρὸς ἡμᾶς καὶ ἀσώματος · ἢ ὅτι ἄρχων ἐστὶν τοῦ αἔρος τοῦ πνευματος · τουτέστιν τοῦ ὄντος ἐν τῷ αἔρι πνευματος · οἶον τῶν αἐρίων πονηρῶν · ἄρχων γὰρ αὐτῶν πρὶν πέση , ἄρχει καὶ μετα τὸ πεσεῖν :
49103rEph.2.2-Eph.2.3μθ τοῦ νῦν ἐνεργοῦντες ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας · ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστάφημεν ποτὲ ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν , ὁρᾶς ὅτι οὐκ εἶπεν ἀναγκάζοντος ἢ βιαζομένου ἀλλ’ ἐνεργοῦντος ; καίτοι εἰ ἄρχων ἦν τῇ ἀληθεία καὶ μὴ ἐκ τῆς ἡμῶν ῥαθυμίας καὶ πονηρίας κεχειροτόνητο · καὶ τοῦ ἀναγκαζέιν ἐξουσίαζεν ἄν · νῦν γὰρ τὸ ἐνεργοῦντος δηλοῖ ὅτι ἑκόντες αὐτὸν παρεδεχόμεθα · καὶ ὅτι τοῦ τό ἐστιν ἐπάγει · τοῖς ὑιοῖς τῆς ἀπειθέιας · τουτέστιν τοῖς μὴ πειθομένοις μὲν θεῷ . ἐκεῖνω δὲ · οὐ μὴν ἁναγκαζομένοις · εἶτα ἐπάγει · ἐν οῖς καὶ ἡμεῖς πάντες ἀνεστράφημεν · ἐπειδὴ γὰρ ἤγαγεν μνήμην τῶν ἁμαρτημάτων αὐτῶν . εἰκὸς δὲ ἦν αὐτοὺς αἰσχύνεσθαι ἐπ’ αὐτοῖς καὶ ἑαυτὸν κοινωνὸν ποιεῖ · καὶ οὐ μόνον εαυτὸν , ἀλλὰ καὶ πάντας · τάυτη καὶ τὴν δύναμιν τοῦ λυτρωσαμένου χριστοῦ ἀνακηρύττων · σαρκὸς δέ φησι · τῶν σαρκικῶν ἐπιθυμιῶν .
50103vEph.2.3ν ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν , ὡσεὶ εἶπεν · σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες .
51103vEph.2.3να καὶ ἦμεν τέκνα ὥσπερ τέκνα ἀπωλείας καὶ γεέννης εἴρηνται οἱ ἄξια ἀπωλείας καὶ γεέννης πράττοντες , οὕτως καὶ τέκνα ὀργῆς . ὁι ἄξιοι ἀπωλείας καὶ γεένης ὀργῆς · ὅυτως καὶ ὁ ἱούδας ὑιός ἀπωλείας . τῷ τὰ τῆς ἀπωλείας πεπραχέναι .
52103vEph.2.3 φύσει ὀργῆς , ὡς καὶ οἱ λοιποί ·
53103vEph.2.3-Eph.2.4νγ ὁ δὲ θεός , πλούσιος ὤν ἐν ἐλέει , οὐχ ἁπλῶς ἐλεήμων , ἀ̓λλὰ πλόυσιος ἐν ἐλέει .
54103vEph.2.4νδ διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς , τοῦτο δὲ ἀπὸ τοῦ πολλοῦ ἐλέου γέγονεν · πῶς γὰρ ἂν οἱ τέκνα ὀργῆς ὄντες ἠγαπήθημεν .
55103vEph.2.5νε καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν νεκροὺς ὅσον πρὸς ἔνεργειαν ἀγαθοῦ τινος · τοῦτο δὲ γέγονεν φησιν διὰ τὰ παραπτώματα ἡμῶν .
56103vEph.2.5νϛ συνεζωοποίησεν τῷ χριστῷ πάλιν τὸν χριστὸν εἰς μέσον φέρει ἀξιοπιστον τὸ πρᾶγμα ποιῶν · εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ καὶ ἡμᾶς τὸ λοιπὸν αὐτοῦ σῶμα συνεζωοπόιησεν . νῦν μὲν τῇ δυνάμει ὕστερον δὲ καὶ ἐνεργέιᾳ .
57103vEph.2.5νζ χάριτι ἐστε σεσωσμένοι οὐ καμάτῳ · οὐ κατορθώμασιν ἰδίοις · δέον γὰρ κολάσαι τοὺς γενομένους τέκνα ὀργῆς . ἑσωσεν χάριτι μόνη .
58103vEph.2.5-Eph.2.6νη καὶ συνήγειρεν , καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ · ὤσπερ γὰρ τῆς ἀπαρχῆς ἡμῶν καὶ τῆς κεφαλῆς τοῦ χριστοῦ ἐγηγερμένης καὶ ἡμᾶς δι’ αὐτοῦ ἥγειρεν , ὅυτως καθεζομένης . τὸ λοιπὸν σῶμα ἐγκάθηται · δίο φησιν ἐν χριστῷ ἰησοῦ · τουτέστιν δὶα χριστοῦ ἰησοῦ · ὅτι δὲ καθίσουσιν οἰ ἄξιοι , ἄκουε τοῦ χριστοῦ λέγοντος τοῖς μαθηταῖς · καθήσεσθε ἐπὶ ΙΒ θρόνους κρίνοντες τὰς ΙΒ φυλὰς τοῦ ἰσραηλ · καὶ πάλιν · τὸ δὲ καθίσαι ἐκδεξιών μου καὶ ἐξευωνύμων . οὐκ ἐστιν ἐμὸν δοῦναι ἀλλ’ οἷς ἡτοίμασται ὑπό τοῦ πατρός μου · τέως οὖν ἡ τοίμασται · καὶ πάλιν θέλω ἵνα ὅπου εἰμι ἐγὼ καὶ οἱ διάκονοι οἱ ἐμοι .
59103vEph.2.7νθ ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἵνα μὴ τις ἀπιστήση τοῖς εἰρημένοις ὅρα πῶς αὐτὸ πιθανὸν ποιεῖ καὶ φησιν · ταῦτα δὲ οὐ τοσοῦτον διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην μόνον . ὅσον ἵνα καὶ ἐνδέιξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χαριτός αὐτοῦ ἐν τοῖς μέλλουσιν αἰῶσι φησι .
60103vEph.2.7ξ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν χριστῷ ἰησοῦ τοῦτέστιν οὐκ ἄχρι τοῦ χριστοῦ ταῦτα μόνου στάιη · ἀλλὰ δι’ αὐτοῦ ἥξει καὶ εἰς ἡμᾶς ὡς ἀπαρχὴς πρὸς τὸ ὅλον τί δὲ · ἥξει τὸ συζωοποιηθῆναι , τὸ συγκαθίσαι .
60ex103vEph.2.7
61103vEph.2.8ξα θεοῦ τὸ δῶρον · ἐξ ἠμῶν μὲν ἡ πίστις ἀλλὰ καὶ αὐτῆς πρόφασις ὁ θεὸς · εἰ γὰρ μὴ ἐνηνθρώπησεν , πῶς εἴχομεν πιστεῦσαι · πῶς γάρ φησι πιστέυσωσιν . ἐὰν μὴ ἀκούσωσιν · διὸ δῶρον θεοῦ καλεῖ τὴν πίστιν · ἢ καὶ δῶρον διὰ τοῦτο ὅτι οὐδὲ ἡ πίστις σῶσαι ἵσχυεν καθ’ ἑαυτὴν . εἰ μὴ ὁ θεὸς ἑβουλήθη διὰ τῆς πίστεως σῶσαι · ὥστε τὸ πιστεῦσαι ἡμᾶς , δῶρον θεοῦ · καὶ τὸ διὰ πίστεως σωθῆναι , δὦρον θεοῦ .
62103vEph.2.8-Eph.2.9ξβ οὐκ ἐξ ἔργων , ἵνα μή τις καυχήσηται . οὐκ ἐπειδὴ οὐκ ἐβούλετο ἐξ ἔργων σῶσαι . ἀλλ’ ὅτι οὐδεὶς ἴσχυεν ἐξ ἔργων σωθῆναι εἰ μὴ διὰ πίστεως · ἐπεὶ οὖν οὐδεὶς ἴσχυσεν ἐξ ἔργων σωθῆναι . οὔδε καυχήσεται .
62Ph103vEph.2.9 οὐκ ἐξ ἔργων · ἵνα μή τις πρόφασιν ἀπονοίας λάβοι ὡς ἐξ οἰκείων ἔργων σωθείς · καίτοι · καὶ εἰ ἐξ ἔργων ἐνῆν σώζεσθαι , οὐδ’ οὕτως φησιν ἐχρῆν εἰς ἀπόνοιαν καὶ καύχησιν ἐμπεσεῖν · δὶα τί , ὅτι ποίημα ἐσμεν τοῦ θεοῦ · καὶ οὐ τοῦτο μόνον , ἀλλὰ καὶ ἐπὶ τὸ ἀγαθοεργεῖν κτισθέντες · ὥστε καὶ εἰ ἐξ ἔργων ἐσωζόμεθα . εἰς θεὸν ἂν εἴημεν δίκαιοιάν ἀφερὴν τὴν αἰτίαν καὶ τὴν εὐχαριστίαν · ὅτι αὐτὸς ἡμᾶς ἐπὶ τοῦτω ἔκτισεν · ἀλλ’ οὐχ’ εἰς ἐαυτοὺς τὰ τῆς ἀπονοίας κρατύνειν · ὅτε δὲ καὶ κτισθέντες ἐπὶ ἕργοις ἀγαθοῖς · οὐ μόνον οὑδεν ἠγαθουργήσαμεν . ἀλλὰ χάριτι καὶ δωρήματι τοῦ θεοῦ , πηλίκη τις ἡ εὐχαριστία παρ’ ἡμῖν ὀφείλεται τῷ θεῷ ·
63103vEph.2.9-Eph.2.10ξγ αὐτοῦ γάρ ἐσμεν ποίημα , κτισθέντες ἐν χριστῷ ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς , εἶτα ἵνα μὴ ἀκόυσαντες ὅτι οὐκ ἐξ έργων ἐσώθημεν ἀλλὰ χάριτι ῥαθυμώτεροι γενώμεθα , δείκνυσιν ὅτι νῦν μετὰ τὴν πίστιν καὶ ἔργων χρεῖα · αὐτοῦ γὰρ ἐσμέν φησιν ποίημα κτισθέντες διὰ ἰησοῦ χριστοῦ · οὐ τὴν πρώτην ἡμῶν δημιουργίαν λέγων · ἀλλὰ τὴν δευτέραν τὴν ἐν τῷ βαπτίσματι · ἐκτίσθημεν δέ φησιν ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς εἰς τὸ περιπατεῖν · ἐν ἐστι δὲ ταῦτα καὶ περὶ τῆς πρώτης δημιουργίας νοεῖν .
64104rEph.2.10ξδ οἷς προητοίμασεν ὁ θεός , οἷς καὶ πρὸ τοῦ βαπτίσματος φησιν ἡτοίμασεν .
65104rEph.2.10ξε ἵνα ἐν αὐτοῖς περιπατήσωμεν . τὴν ἐπ’ αὐτοῖς ἄπαυστον σχέσιν δηλοῖ .
66104rEph.2.11ξϛ διὸ μνημονεύετε ἐπεὶ οὖν ὅλως ἐπὶ ἔργοις ἀγαθοῖς ἐκτίσθημεν , μνημονεύετε · καὶ γὰρ ἔθος τοῖς ἀπὸ πολλῆς εὐτελείας εἰς ὕψος ἀναδραμοῦσι . μηδὲ μεμνῆσθαι τῶν προτέρων .
67104rEph.2.11ξγ ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί , οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου , θέλει εἰπεῖν ὅτι ὑμεῖς οἱ ἀκρόβυστοι ἐν τοῖς ἔμπροσθεν χρόνοις . ἀλλότριοι ἦτε τοῦ θεοῦ καὶ τῶν ἐπαγγελιῶν · νυνὶ δὲ οἱ τότε ὄντες ἀλλότριοι καὶ πόρρω ἐγγὺς ἐγένεσθε · δείκνυσι δὲ ἐκ τούτου , τοῦ χριστοῦ τὴν κηδεμονίαν · ὅτι τοὺς ἀπηλλοτριωμένους καὶ ἐλπίδα μὴ ἔχοντας ἔσωσεν · ὅρα δὲ εὐφυως πῶς καταβάλλει τὴν περιτομὴν δεικνὺς ἐν λόγω μόνον καὶ οὐκ ἐν ἔργω τινὶ γενναίως ἔχειν αὐτὴν ὡς πρὸς τὴν ἀκροβυστίαν τὸ διάφορον · ὑμεῖς γάρ φησιν τὰ ἔθνη · οἱ ἐν σαρκὶ ἀλλ’ οὐκ ἐν πνευματι · καὶ οἱ λεγόμενοι · οὐ γὰρ ὄντες κατὰ τὸν πνευματικὸν λόγον · ὡσεὶ εὶπεν , ἐν σαρκὶ καὶ ἐν λόγοις τὸ ἔλαττον · οὐδαμοῦ ἐν πνευματί · εἶτα πάλιν περὶ τῆς περιτομῆς λέγων φησὶν · ὑπὸ τῆς λεγομένης καὶ χειροποιήτου τὴν ἐν λόγοις μόνον καὶ σαρκὶ προτίμησιν δηλῶν .
68104rEph.2.11-Eph.2.12ξη ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ , τί μνημονέυτε · ὅτι ἧτε φησὶν ἐν τῷ καιρῷ ἐκεῖνω χωρὶς χριστοῦ · τοῦτο ἦν φησὶν τὸ δεινόν · τὸ δὲ τῆς ἀκροβυστίας , ἄχρι σαρκὸς καὶ ὀνόματος ἦν ψιλοῦ · εἶτα ὅτι καὶ ἀπηλλοτριωμένοι ἧτε τῆς πολιτέιας τοῦ ἰσραὴλ , καὶ τοῦτο δεινόν · εἰ γὰρ καὶ ἀνάξιοι ὤφθησαν οἱ ἐξ ἰσραὴλ , πλὴν ἀλλ’ ἠδέσθησαν θεὸν .
68ex104rEph.2.12
69104rEph.2.12ξθ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ἰσραήλ , καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας , οὐκ εἶπε κεχωρισμένοι ἀλλ’ ἀπηλλοτριωμένοι · ὄυτε πάλιν μετέχοντες · ἀλλὰ ξένοι ἅπερ πολλὴν δείκνυσι τὴν ἀλλοτρίωσιν .
70104rEph.2.12ο ἐλπίδα μὴ ἔχοντες , καὶ ἄθεοι ἐν τῷ κόσμῳ . οἱ ϊουδαῖοι εἰ καὶ ἀπέτυχον δι’ ἀναξίοτητα , εἶχον μέντοι ἐλπίδα ἐκ τῆς ἐπαγγελίας · ὑμᾶς δὲ φησι τὰ ἔθνη μὴ δὲ ὅλως ἔχοντας ἐλπιδα σωτηρίας · καὶ ἄθεοι ἦτε καίτοι ἐκεῖνοι προσεκύνουν θεοὺς ἀλλ’ οὐκ ἥσαν φησὶ ἀθεόι · υμεῖς οὖν φησιν ἄθεοι ἦτε οἱ γὰρ ϊουδαῖοι εἰ καὶ προσέκρουον εἴδεσαν μέντοι θεόν .
70Ph104rEph.2.12
71104rEph.2.13οα νυνὶ δὲ ἐν χριστῷ ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν δείξας πολὺ καὶ σφόδρα ἀφεστηκότα τὰ ἔθνη τοῦ θεοῦ τῇ πρὸς ϊουδαίους παραθέσει . δείκνυσιν ὅτι διὰ μόνην φιλανθρωπίαν θεοῦ ἐγγὺς γέγονασιν · τοῦτον δὲ πάντα κεκίνηκεν τὸν λόγον δεικνύς τὴν πρὸς τὰ ἔθνη τοῦ θεοῦ κηδεμονίαν · ὅσω γὰρ πόρρω ὄντες ἐγγὺς γεγόνασι , τοσόυτω μᾶλλον δείκνυται ἡ τοῦ θεοῦ πρόνοια περὶ αὐτούς .
72104rEph.2.13-Eph.2.14οβ ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ χριστοῦ . Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν , τὸ ἐγγὺς καὶ τὸ μακρὰν προαιρέσεως ἐστιν οὐτό που · οἱ μακρὰν οὖν ὄντες τῆς πολιτέιας τοῦ θεοῦ · καὶ διὰ τοῦτο καὶ τοῦ θεοῦ ἐγγὺς γεγόνατε · ἢ οἱ μακρὰν ὄντες τῆς τοῦ ἰσραὴλ πολιτείας , τῆς κατὰ θεόν ἐγγὺς γεγόνατε τοῦτο γὰρ δηλοῖ τὸ ἐπόμενον ὁ ποιήσας τὰ ἀμφότερα ἕν καὶ τὸ πρῶτον δὲ καλῶς ἔχει ἐν τῷ αἵματι φησι τοῦ χριστοῦ · τουτέστιν διὰ τοῦ αἵματος αὐτοῦ · αὐτὸς γὰρ τὸ αἷμαι ἐκχέας ὑπὲρ ἡμῶν καὶ τούτω λύσας τὴν ἁμαρτίαν , πάντας ἤγαγεν ἐγγύς αὐτὸς γάρ ἐστι φησὶν ἡ εἰρήνη ἡμῶν · πρὸ γὰρ τῆς ἐνανθρωπήσεως , βδελυκτοὶ ἦμεν καὶ ἀγγέλοις καὶ ἰουδάιοις .
73104rEph.2.14ογ ὁ ποιήσας τὰ ἀμφότερα ἕν τούς τε ἰουδαίους καὶ τοὺς ἐξ ἐθνῶν · τοῦτο δὲ λέγει οὐχ ὅτι εἰς τὴν τῶν ἰουδαίων ἡμᾶς πολιτείαν ἤγαγεν . ἀλλ’ ὅτι ἐκείνους καὶ ἠμᾶς διαζεύξας τῶν πατρῶν ὠν ἐθνῶν καὶ παραδώσεων καὶ ἀλλήλοις συζεύξας , εἰς τὴν ἑαυτοῦ πίστιν ἤγαγεν ὁ χριστός · πλὴν τὰ ἔθνη μάλιστα εὐχαριστεῖν ὀφείλομεν ὅσω καὶ μάλιστα ξένοι ἦμεν .
73ex104rEph.2.14
74104rEph.2.14-Eph.2.15οδ καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας , τήν ἔχθραν ἐν τῇ σαρκί αὐτοῦ , μεσότοιχον φραγμοῦ φησι τὴν ἔχθραν τὴν πρὸς τὸν θεὸν ἡμῶν τε καὶ ἰουδαίων ἥτις ἐκ τῶν ἡμετέρων ἐγίνετο παραπτωμάτων · ὡς καὶ αὐτός φησι διὰ τοῦ προφήτου · οὐχὶ αἱ ἀμαρτίαι ὑμῶν δι’ ἰστῶσιν ἀνὰ μεσον ὑμῶν καὶ ἐμοῦ ; ποῖον δὲ μεσότοιχον , τὴν ἔχθραν φησὶν τὴν πρὸς τὸν θεὸν · ἐν τῇ σαρκί · τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ · εἰ γὰρ μὴ ἀπεθανεν ὑπερ ἡμῶν , οὐκ ἂν ἐλύθη ἡ ἁμαρτία ἡ χωρίζουσα ἡμᾶς ἀπὸ τοῦ θεοῦ .
74Ph104rEph.2.15
75104rEph.2.15οε τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν , καταργήσας · ἐπειδὴ ἔδωκεν νόμον ἀσφαλιζόμενον ἡμᾶς · ἡμεῖς δὲ παρέβημεν αὐτὸν οἱ ἄνθρωποι , ἔλυσεν καὶ αὐτὸν τὸν νόμον . ὥσπερ ἂν εἴ τις παιδαγωγὸν δοὺς παῖδα · ἐπεὶ δὴ παρήκουσε τοῦ παιδαγωγοῦ ἐλέυθερον εἴασεν καὶ τοῦ παιδαγωγοῦ . δέον κολάσαι · καταργήσας δέ φησι τὸν νόμον ἐν δόγμασιν · ἢ τῇ πίστει ἤ οἶς αὐτὸς εἶπεν ἐγὼ δέ φησι λέγω ὑμῖν ·
76104vEph.2.15οϛ ἵνα τοὺς δύο κτίσῃ ὁρᾶς ὅτι οὐχ ὁ ἔλλην γέγονεν ἰουδαῖος · ἀλλὰ καὶ οὗτος κάκεῖνος εἰς ἀμείνω κατάστασιν ἦλθον ; κτίση φησὶ · δεικνὺς τὴν ἀναγέννησιν · εἰς ἔνα γὰρ πάντες εἰσὶν ἐκ τις μένοι νέον τινα καὶ πιστὸν ἄνθρωπον · καὶ τοῦ γήρους τῶν ἁμαρτιῶν ἀλλότριον ·
76ex104vEph.2.15 * ἐν ἑαὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον , ποιῶν εἰρήνην , ἐν ἑαυτῷ · οἷον δὶ αὐτοῦ · οὐ δί ἀγγέλων τινῶν ἢ ἄλλων τινῶν δυνάμεων . ἀλλὰ δί ἑαυτοῦ · ἣ ὃτι φησὶ τοῦτο πρῶτον γενόμενος · καὶ τύπον καὶ ὑπόδειγμα παρασχών .
77104vEph.2.16οζ καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους πρὸς τὸν θεὸν καὶ ἀνθρωπούς οὐ γὰρ ἄν ποτε κατηλλάγησαν τῷ θεῷ μένοντες ἰουδαῖοι καὶ ἔλληνες · ὅτι γὰρ πρὸ τούτου σφόδρα ἦσαν ἀκατάλλακτοι πρὸς τὸν θεὸν . δείκνυσιν ἥ ἔμφασις τοῦ ἀποκαταλλάξει .
77Ph104vEph.2.16
77ex104vEph.2.16 * ἐν ἑνὶ σώματι τῷ θεῷ οἷον γινομένους οὗ αὐτός ἐστι κεφαλή .
78104vEph.2.16οη διὰ τοῦ σταυροῦ , ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ · πῶς δὲ ἀποκατήλλαξεν τῷ θεῷ · ἀποκτείνας φησὶ τὴν ἔχθραν δι’ ἑαυτοῦ · διὰ τοῦ σταυροῦ γὰρ λύσας τῷ θανάτῳ αὐτοῦ τὴν ἁμαρτίαν , καὶ τὴν ἔχθραν ἔλυσεν · οὐδὲν δὲ ἐμφαντικώτερον τοῦ ἀποκτείνας · τὸ γὰρ ἀσάλευτον τῆς λύσεως δηλοῖ · πῶς οὖν ἐμφάητις πάλιν ἁμαρτάνομεν ἑτέρας ἁμαρτίας γεννῶντες · αἰ γὰρ πρότεραι ἀπεκτάνθησαν .
79104vEph.2.17οθ καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς · μηδένα πέμψας · ἀλλὰ αὐτὸς ἑαυτῷ διακονησάμενος · μακρὰν δὲ τα ἔθνη καλεῖ ἐγγὺς δὲ τοὺς ἰουδαίους .
80104vEph.2.18π ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα . τὴν καταλλαγὴν καὶ τὴν εἰρήνην τὴν πρὸς τὸν θεὸν · οὐ γὰρ ἀφ’ ἐαυτῶν ἀπήλθομεν ἀλλ’ ὑπὸ χριστοῦ προσήχθημεν ἐν ἑνὶ πνεύματι · οὐκ ἐκεῖνοι μὲν , ἄτε ἐγγὺς ὄντες ἐν μείζονι ἡμεῖς δὲ ὡς μακρὰν ἐν ἐλάσσονι · διὰ γὰρ τοῦ πνευματός ἐπεράστους ποιήσας . προσήγαγεν τῷ πάτρι ·
81104vEph.2.18-Eph.2.19πα ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι , ἀλλὰ συμπολῖται τῶν ἁγίων οἰ γὰρ μὴ ἔχοντες πάλαι ἐλπίδα τέυξεσθαι τῶν οὐρανιών , ξένοι ἦσαν καὶ πάροικοι τῶν ἀγίων · νῦν δέ φησιν τὴν αὐτὴν ἔχετε τοῖς ἁγίοις πόλιν , τὴν οὐρανίον ἱερουσαλὴμ · ὅρα δὲ οὐκ εἶπεν τῶν ἰουδαίων ἀλλὰ τῶν ἁγίων τῶν ἀμφὶτον ἁβραάμ φησιν .
82104vEph.2.19-Eph.2.20πβ καὶ οἰκεῖοι τοῦ θεοῦ , ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ ὅπερ γὰρ ἔσχον ἐκεῖνοι φησὶν μυρίοις πόνοις . τοῦτο ὑμῖν διὰ τῆς πίστεως δεδώρηται · τὴν δὲ ἄγαν ἕνωσιν τὴν πρὸς τοὺς προφήτας καὶ ἀποστόλους , τῶν ἐθνῶν σημάναι θέλων , ἐποικοδομηθέντες φησιν · ὡσεὶ εἶπεν · θεμέλιος ἀπόκεινται οἱ προφῆται καὶ οἱ ἀπόστολοι , ὑμεῖς τὴν λοιπὴν οἰκοδομὴν ἀναπληροῦτε . ἵνα γένησθε οἱ πάντες εἰς ἔν ναὸς θεοῦ · οἷον δέ ἐστιν ἐπάνω προφητῶν καὶ ἀποστόλων οἰκοδομεῖσθαι .
83104vEph.2.20πγ τῶν ἀποστόλων καὶ προφητῶν , ὅρα ὅτι πρῶτοι οἱ ἀπόστολοι .
84104vEph.2.20πδ ὄντος ἀκροψωνιαίου αὐτοῦ ἰησοῦ χριστοῦ , αὐτὸς γὰρ ὁ καὶ τὸν θεμέλιον καὶ τὸ οἰκοδόμημα συνέχων καὶ συσφίγγων · καὶ ὅρα · ποτὲ ἄνωθεν συσφίγγειν αὐτὸν λέγει , ἔνθα κεφαλὴν αὐτὸν λέγει · ποτὲ κάτωθεν ἐπὶ τοῦ ἀκρογονιαίου · ἀλλαχοῦ δὲ καὶ θεμέλιον φησὶ τὸν χριστὸν .
85104vEph.2.21πε ἐν ᾧ πᾶσα οἰκοδομὴ ἐν ᾦ ἀκρογωνιάιῳ .
86104vEph.2.21πϛ συναρμολογουμένη δείκνυσι τὴν ἀκριβῆ οἰκοδομὴν · ἅμαδηλῶν μὴ ἅλλως εἰς ναὸν ἄξειν ἅγιον ἢ ὅλως σώζεσθαι , εἰ μὴ μετὰ ἀκριβείας καὶ ἠκριβωμένου βίου .
87104vEph.2.21πζ αὔξει εἰς ναὸν ἡ γὰρ οἰκοδομὴ αὕτη ἄυξουσα καὶ πληρουμένη , ἀποτελεῖται νὰος θεοῦ · ἐν οἰκήσω γὰρ ἐν αὐτοὶς φησι . καὶ κοινῇ γὰρ εἰς τὴν ἐκκλησίαν οἰκεῖ ὁ θεός καὶ ἰδία εἰς ἔκαστον τῶν ἀξίων ·
87ex104vEph.2.21 ἅγιον ἐν κυρίῳ ,
88104vEph.2.21πη τὴν πρώτην οἰκοδομὴν τῆς καθόλου ἐκκλησίας εἰρηκεν , ταύτην δὲ τῶν ἐν ἐφέσῳ .
89104vEph.2.22πθ ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι . ἢ διὰ πνευματός ἢ ἐν πνευματικῇ οἰκοδομῇ .
89ex104vEph.2.22-Eph.3.1 * τούτο χάριν ἐγὼ παῦλος ὁ δέσμιος τοῦ χριστοῦ ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν , ἐπειδή φησιν ὁ δεσπότης μου τοιαῦτα ἐπεδείξατο εἰς ὑμᾶς , ἀνάγκη κἀμὲ τὰ κατα δύναμιν εἰς ἐνεγκεῖν · ὁ δέσμιος · ἐν δεσμοῖς ὢν ἔγραφεν · ἅμα δε καὶ τοῦτο δηλοῖ · ὁ δεσπότης μου ἐσταυρώθη . ἐγὼ δὲ τέως δέδεμαι ὑπὲρ ὑμῶν τῶν ἐθνῶν .
90104vEph.3.2 εἴγε ἠκούσατε τὴν οἰκονομίαν
90Ph104vEph.3.2 φωτ τούτου χάριν ἐγὼ παῦλος : ὁ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν δέσμιος τοῦ χριστοῦ ἰησοῦ · ἔστι γὰρ δέσμιον εἶναι μὲν τοῦ χριστοῦ · τουτέστι διὰ τὴν εἰς αὐτὸν ἀμετὰτρεπτον πίστιν δεδέσθαι καὶ κολάζεσθαι · ἀλλ’ οὐχὶ καὶ ὑπὲρ τῶν ἐθνῶν · τουτέστι διὰ τὴν διδασκαλίαν καὶ τὸ κήρυγμα ὃ κηρύσσει τις ἐν τοῖς ἔθνεσιν ὥσπερ πολλοὶ τῶν μαρτύρων οὐχ ὅτι γὰρ ἐδίδασκον τὰ ἔθνη ἀλλ’ ὅτι οὐκ ἐξηρνοῦντο ἐκολάζοντο · ὁ δὲ παῦλος δι’ ἀμφότερα · καὶ ὑπὲρ τοῦ χριστοῦ καὶ ὑπὲρ τῶν ἐθνῶν .
91104vEph.3.2ϛα τῆς χάριτος τοῦ θεοῦ οἰκονομίαν χάριτος . τὴν ἀποκάλυψιν φησιν ὅτι οὐ παρὰ ἀνθρωποῦ ἔμαθεν . ἀλλ’οὕτως ᾧκονόμησεν ἡ χάρις τοῦ θεοῦ . ὥς τέ μοι ἐξ οὐρανιοῦ ἀποκαλυφθῆναι · χάριτος γὰρ τότε καλέσαι καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἰν’ εὐπειθέστερος γένηται .
92105rEph.3.2ϛβ τῆς δοθείσης μοι εἰς ὑμᾶς , αὐτὸς γὰρ μοι εἶπεν φησιν ὅτι εἰς ἔθνη μακρὰν ἀποστελῶσε .
93105rEph.3.2-Eph.3.3ϛγ ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον , μυστήριον γὰρ ἀληθῶς τὸ τοὺς ἐλληνας λίθοις προσκυνοῦντας . εἰς τοσαύτην ἐπαρθῆναι δόξαν καὶ εὐγένειαν · ὃ καὶ αὐτὸ ἀπεκάλυπτο αὐτῷ .
94105rEph.3.3ϛδ καθὼς προέγραψα ἐν ὀλίγῳ , τὰς προλεχθείσας ἄνω λέγει οἰκονομίας · ὅτι ἐκλήθη τὰ ἔθνη ὄντα μακρὰν καὶ ἐπωκοδομήθη καὶ ὅσα τοιαῦτα · ἐν ὀλίγῳ ἢ πρὸ ὀλίγου . ἣ διὰ βραχέων .
95105rEph.3.4ϛε πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ · βαβαὶ ὥστε οὐκ ἔγραψεν ὅσα ἐχρῆν , ἀλλ’ ὅσα ἐχώρουν νοεῖν · σύνεσιν δέ φησιν ὅπως τὸ μυστήριον συνῆκεν · ὅπως αὐτὸ κατενόησεν σύνεσις γάρ ἐστιν ἡ εἴδησις ἡγνῶσις ἡ ἐπὶ τῷ μυστηρίῳ τοῦ χριστοῦ .
96105rEph.3.4-Eph.3.5ϛϛ ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων , ὅπερ μυστήριον ἑτέραις φησὶν γενεαὶς οὐκ ἐγνωρίσθη · πάντα δὲ ταῦτα εἰς μυστήριον τοῦ χριστοῦ συντελεῖ · ἡ ἐνανθρώπησις · ὁ σταυρός · ἡ ἀνάστασις · ἡ ἐκδεξιὼν τοῦ πατρὸς καθέδρα · ἡ κλῆσις τῶν ἐθνῶν · ἡ διὰ τῆς πίστεως σωτηρία . ἡ ἐκ βολὴ τοῦ κατὰ σάρκα ἰουδάιου · ἡ συνάφεια τῶν Β λαῶν εἰς ἓν σῶμα χριστοῦ χρηματίζουσα μᾶλλον δὲ οὔσα · ἧ δευτέρα παρουσία · καὶ ἠ ἀν τὰ ἀπόδοσις τοῦ κατ' ἀξίαν καὶ ὅσα τοιαῦτα .
97105rEph.3.5ϛζ ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις τί οὖν οἱ πάλαι προφῆται οὐκ ἥδεσαν ; πῶς οὖν ὁ χριστος φησιν μωυσῆς καὶ οἱ προφῆται περὶ ἐμοῦ ταῦτα ἔγραψαν · καὶ πάλιν περὶ τῶν γραφῶν φησιν · ὅτι ἐκεῖναι εἰσιν αἱ μαρτυροῦσαι μοι · καὶ φαμέν · ἢ τοὺτο εἶπεν ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἐγνωρίσθη · εἶπεν γὰρ ἔμπροσθεν τοῖς υἱοῖς τῶν ἀνθρώπων · νῦν γὰρ μετὰ τὴν ἐνανθρώπησιν πάντες αὐτὸν ἐθεάσαντο · ἢ ὅτι οὐ δὲ οἱ προφῆται εἶδον ὡς νῦν ὡράθη τουτέστιν σωματικῶς · ἢ ὅτι περὶ τῶν ἐθνῶν οὐδενὶ ὅυτως ἐγνώσθη εἶναι ταῦτα συγκληρονόμα καὶ σύσσωμα καὶ σμμέτοχα τῆς ἐπαγγελίας .
98105rEph.3.5ϛη ἐν πνεύματι διὰ πνευματος γὰρ καὶ νῦν ἡ ἀποκάλυψις τῶν τοιόυτων · ἀμέλει οἱ ἐστερημένοι τοῦ πνευματός καὶ νῦν πλανῶνται · ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη , ἤδεσαν οἱ προφῆται · ὅτι δὲ συγκληρονόμα καὶ συμμέτοχοι ἔσται , οὐκ ἤδεσαν .
99105rEph.3.6ϛθ εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῷ ἓν ἔχειν δὶα χριστὸν σῶμα διὰ τὸ εἶναι αὐτοῦ μέλη .
100105rEph.3.6-Eph.3.7ρ τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ χριστῷ , διὰ τοῦ εὐαγγελίου , οὗ ἐγενόμην διάκονος βασιλέια μὲν γὰρ ἐπήγγελται παρὰ τοῦ πατρὸς · διὰ χριστοῦ δὲ τὰ ἔθνη καὶ τῆς εἰς αὐτὸν πίστεως τῆς τοιαῦτης ἐστὶν ἐπαγγελίας συμμέτοχα · τῆς πίστεως αὐτοῖς φησι τὸ εὐαγγελιὸν ὁ δηλὸν καὶ πρόξενον .
101105rEph.3.7α κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ , τὴν δοθεῖσάν μοι ἐγενήθην φησὶ τοῦ εὐαγγελίου διάκονος ἐν δωρεᾶ χάριτος τοῦτο λαβών · οὐδὲν γὰρ ἔργον ἐμὸν συνεισήνεγκα φησι τῇ χάριτι τάυτῃ · ὅρα παῦλον ταῦτα λέγοντα τὸν καθ’ ἡμέραν ἀποθνήσκοντα .
102105rEph.3.7β κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ . καὶ οὐ μόνον φησὶν ἐδωρήθη μοι ἡ χάρις αὕτη , ἀλλὰ πρὸς τῇ δωρεᾷ καὶ ἐνεργεῖ μοι δύναμιν · εἰς τὸ ἰσχύειν πρὸς τὴν διακονίαν τοῦ εὐαγγελίου .
103105rEph.3.8γ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀγίων ὅρα ὑερβολὴν ταπεινοφροσύνης · ἀλλαχοῦ μὲν μὴ εἶναι ἱκανὸν εἰς ἀποστολὴν ἔλεγεν ἑαυτόν · νῦν δὲ καὶ πάντων τῶν ἁγίων ἐλαχιστότερον λέγει · ἐμοὶ οὖν φησιν ἐδόθη ἡ χάρις αὕτη · καὶ εἰκότως χάρις · ἤγουν τῶν πάντων ὥς φησιν ἐλαχιστοτέρω τὸ κήρυγμα τῶν ἐθνῶν ἐπετράπη .
104105rEph.3.8δ ἐδόθη ἡ χάρις αὕτη , ἐν τοῖς ἔθνεσιν ποία χάρις , τῷ ἐν τοῖς ἔθνεσίν φησὶν εὐαγγελίζεσθαι .
104Ph105rEph.3.8
105105rEph.3.8ε εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ , εἰ ὁ πλοῦτος αὐτοῦ ἀνεξιχνίαστος ἐστιν . τί δεῖ περὶ τῆς οὐσίας αὐτοῦ πολυπραγμονεῖν .
106105rEph.3.9ϛ καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη ἤδεισαν τινες διὰ τοῦ πνευματός · ὅτι δὲ τὸ ἐπὶ τὸ δὲ ἀπαρχὴν αὐτῶν γένεσθαι τὸν θεὸν λόγον οὐκ ἤδεισαν · τοῦτο οὖν φησιν μυστήριον ἀποκεκρυμμένον .
107105rEph.3.9ζ τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ ὥστε οὐ νεαρὸν ἐστι τὸ κατὰ τὰ ἔθνη , ἀλλ’ ἄνωθεν ἐδέδοκτο · εἰκότως δὲ πᾶσιν ἄγνως τον ἦν ὅτι τὰ ἔθνη τοιόυτων ἀγάθων ἀξιωθήσονται · εἰ γὰρ ἐν τῷ θεῷ ἐκέκρυπτο τίς ἦν ὁ ἀποκαλύπτων .
108105rEph.3.9η τῷ τὰ πάντα κτίσαντι διὰ ἰησοῦ χριστοῦ , ὁ γὰρ τὰ πάντα δι’αυτοῦ κτίσας πατηρ , καὶ τοῦτο δι’’αυτοῦ ἀπεκάλυψεν .
109105rEph.3.10θ ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ̓ξουσίαις ἐν τοῖς ἐπουρανίοις ὅτι γὰρ ἐγένετο μερὶς κυριοῦ λαὸς ὁ τοῦ ἰακὼβ ἤδεισαν · καὶ ὅτι σώσει τὸν λαὸν αὐτοῦ εἶπεν ὁ γαβριὴλ περὶ τοῦ ἰσραὴλ λέγων · ὅτι δὲ ἐπὶ τούτοις τὰ ἔθνη κληθήσεται , οὐκ ἥδεσαν · εἰ δὲ ἀρχαὶ καὶ ἐξουσίαι οὐκ ἥδεσαν , δῆλον ὡς οὐδὲ ἄγγελοι ἣ ἀρχάγγελοι .
109ex105rEph.3.10 * οὐ δὲ γὰρ αἱ αόρατοι δυνάμεις ἤδεσαν τὸ μυστήριον · ἀλλὰ διὰ τῆς περὶ τὴν ἐκκλησίαν οἰκονομίας τοῦ ἄρρητου θεοῦ σοφίαν κατέμαθον · κατὰ πρόθεσιν δὲ τῶν αἰώνων λέγει ἀντὶ τοῦ ταῦτα πρὸ αἰώνων μὲν προέθετο . ἐποίησεν δὲ διὰ τῆς κατὰ τὸν δεσπότην χριστὸν οἰκονομίας .
109ex2105 vEph.3.10 * ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ̓ξουσίαις ἐν τοῖς ἐπουρανίοις πρό τῶν τῆς ἐνανθρωπήσεως τοῦ σωτηρίας ἡμῶν χρόνων , ἁπλῆν ἐγίνωσκον αἱ οὐρανιαι δυνάμεις τὴν σοφίαν τοῦ θεοῦ · ἐκ μόνον τοῦ δυνατοῦ κατορθουμένην · ὁ γὰρ τῇ ὁρμῇ τοῦ οἰκέιου θελήματος οὐσιώσας τὰ πάντας θεὸς , δυνάμει ἀκαταλήπτῳ διετήρει πρὸς διαμονὴν τὰ δημιουργηθέντα · καὶ οὐδὲν ἦν ποικίλον . ἀλλ’ οἷον ἐθεωρεῖτο , τοιοῦτον καὶ ὑπῆρχεν · νῦν δέ γε διὰ τῆς εἰς τὴν ἐκκλησίαν καὶ τὸ ἀνθρωπίνον γένος οἰκονομιας οὐκ ἐτι μόνον ἁπλῇ ἀλλα καὶ πολυποίκιλος ἐγνώσθη ἡ σοφία τοῦ θεοῦ · διὰ τῶν ἐναντίων τὰ ἐναντία κατορθοῦσα · διὰ θανάτου ζωήν · διὰ τιμίας δόξαν · διὰ σταυροῦ τρόπαιον · διὰ πάντων τῶν εὐτελῶν , τὰ θεοπρεπῇ . διὰ οὖν τῆς εἰς ἡμᾶς οἰκονομίας τῆς ἐν τῇ ἐνανθρωπήσει γενομένης . πολυποίκιλος ἐγνώσθη ἡ σοφία καὶ δύναμις τοῦ θεοῦ ταῖς οὐρανίαις δυνάμεσιν · ὅυτως ὁ νύσης εἰς τὰ ἄσματα τῶν ἀσμάτων .
110105 vEph.3.10ι διὰ τῆς ἐκκλησίας ὅτε γὰρ ἡμεῖς ἐμάθομεν . τότε κακεῖνοι δι’ ὑμῶν · ὁρῶντες τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ δι’ αὐτῆς εἰς γνῶσιν ὁ δηγούμενοι
111105 vEph.3.10ια ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ , οὐ μόνον ποικίλη ἀλλὰ πολυπόικιλος · ἡ οὖσα φησι κατὰ πρόθεσιν τῶν αἰώνων · τουτέστιν κατὰ πρόγνωσιν καὶ πρόειδησιν καὶ οἰκονομίαν · νῦν μὲν γὰρ γέγονεν φησιν ἄνωθεν δὲ ταῦτα ἐδόκει .
112105 vEph.3.11ιβ ἣν ἐποίησεν ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν · δι’ αὐτοῦ γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν .
113105 vEph.3.12ιγ ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ . προσήχθημεν οὖν τῷ θεῷ καὶ πατρὶ διὰ χριστοῦ · προσήχθημεν δὲ οὐχ ὡς αἰχμάλωτοι · οὐ δὲ ὡς συγγνώμης ἀξιωθησόμενοι · ἐφ’ οἷς ἡμᾶρτομεν . ἀλλὰ μετὰ παρρησίας φησὶ , καὶ παρρησίας οὐχ ἁπλῶς , ἀλλὰ ἐνθάρσει τινὶ καὶ πεποιθήσει · ἁγιάσας γὰρ ἡμᾶς · διὰ τοῦ ἰδίου αὐτοῦ αἴματος , προσήγαγεν θαρροῦντας λοιπὸν · τὸ προσελθεῖν διὰ τὴν εἰς αὐτὸν πίστιν .
114105 vEph.3.13ιδ διὸ αἰτοῦμαι διό φησιν αἰτῶ μὴ ἐκ κακεῖν μὴ δὲ θορυβεῖσθαι ἐν ταῖς θλίψεσι μου · αἵτινες ὑπὲρ ὑμῶν δι’ ὑμᾶς εἰσί μοι · πῶς ; ὅτι ὅυτως ἡμᾶς ἠγάπησεν ὁ θεὸς , ὥστε καὶ τὸν ὑιὸν αὐτοῦ δοῦναι καὶ τοὺς δοὺλους αὐτοῦ κακοῦν ὑπὲρ τοῦ ὑμᾶς σωθῆναι · ἆρα οὐ δόξα τὸ ὅυτως ἀγαπᾶσθαι ὑπὸ θεοῦ ;
114ex105 vEph.3.13
115105 vEph.3.13ιε μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν , ἥτις ἐστὶν δόξα ὑμῶν . ἐπειδή φησι τοσαῦτα ἔθνη ἐπιστέυθην . ἀνάγκη ἐστὶ καὶ δεδέσθαι παρὰ τῶν ἀντιλεγόντων τῷ κηρύγματι .
116105 vEph.3.13-Eph.3.14ιϛ τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ , ἐπειδὴ ὅυτως ἠγαπήθητε παρὰ θεοῦ . δέομαι φησιν ὑπὲρ ὑμῶν .
117105 vEph.3.14-Eph.3.15ιζ ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται , ἐπὶ μὲν γῆς , πατριὰς τὰ γένη καλεῖ ἀφῶν καὶ πατέρες καλοῦνται ἐν οὐρανῷ δὲ ἔνθα οὐκ ἔστιν ὅς δὲ ἐκ τοῦ δὲ · πατριὰς τὰ συστήματα λέγει · αὐτὸς γὰρ τάς τε ἄνω καὶ τὰς κάτω φυλὰς ἐδημιόυργησεν .
118105 vEph.3.15-Eph.3.16ιη ἵνα δῴη ὑμῖν , κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ , δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ ὅρα μεθόσης ἀπολογίας ἐπέυχεται αὐτοῖς τὰ ἀγαθά · δυνάμει κραταιωθῆναι φησιν εἰς τὸ μὴ περιφέρεσθαι · τοῦτο δὲ πῶς ἕσται διὰ πνευματός ἁγίου · τὸ δὲ κραταιωθῆναι , ὡς πρὸς τοὺς πειρασμοὺς νόει .
119105 vEph.3.16-Eph.3.17ιθ εἰς τὸν ἔσω ἄνθρωπον , κατοικῆσαι τὸν χριστὸν εἰς τὸ κατοικῆσαι φησιν τὸν χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον · ἀντὶ τοῦ ἵνα φησι ναὸς θεοῦ γένησθε · καὶ οὐχ ἁπλῶς κατοικῆσαι , ἀλλ’ ἐν ταῖς καρδίαις ὑμῶν · μηδέν φησιν ἐπιπόλεον · ὁ γὰρ ἔσω ἄνθρωπος καὶ αἰ καρδίαι , τὴν καταβάθους ἐνοίκησιν καὶ τὴν οἱον εἰ συμφυῆ καὶ ἐρριζωμένην δηλοῖ .
120105 vEph.3.17κ διὰ τῆς πίστεω ἐν ταῖς καρδίαις ὑμῶν · πῶς δὲ ἔσται τοῦτο , διὰ τῆς πίστεως φησὶ καὶ διὰ τοῦ ἐν ἀγάπῃ εἲναι ὑμᾶς ἐρριζωμένους καὶ τεθεμελιωμένους ὑπὸ μὴδενον κινουμένους .
121105 vEph.3.18κα ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις ταῦτα δὲ ὑμῖν ἐπέυχομαι φησὶν ἵνα ἐξισχύσητε καταλαβέσθαι · πολὺ δὲ ἔδειξεν τὸν κάματον τῷ τε ἐξισχύσαι · καὶ τῷ καταλαβέσθαι εἰπεῖν .
121Ph105 vEph.3.18φωτ Phοtiοs τὸ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι · ἢ σφάλμα καλλιγραφικόν δέον κατ’ αἰτιατικὴν γράψαι ἐρριζωμένους καὶ τεθεμελιωμένους · ἢ εἰ μὴ τοῦτο , κατ’ ἔθος ἀρχαικῆς συντάξεως ἐχρήσατο ὁ θεῖος παῦλος · ἀντι αἰτιατικῆς · μετοχικὴν εὐθεῖαν · πολὺ δὲ καὶ παρὰ τοῖς ἔξω τοιοῦτον σχῆμα · καὶ μάλιστα παρὰ θουκυδίδῃ · εἰ δὲ δεῖ καὶ τὴν εὐθεῖαν · ἀλλὰ μὴ κατὰ ἀντίπτωσιν ἐκλαβεῖν , καὶ ὅυτως τὸ ἀκόλουθον φυλαχθήσεται · καθ’ ὑπερβατὸν τὴν σύνταξιν ποιουμένων · ᾧ καὶ μάλιστα σχήματι κεχρημένος ὁ θεῖος παῦλος · οἷον ἵνα ᾗ συντεταγμένον τὸ ῥητὸν οὕτως · ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ τὰ ἐξῆς .
121Ph2105 vEph.3.18
122106rEph.3.18κβ τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος σωματικοῖς ὑπογράφει σχήμασι τὸ τοῦ μυστηρίου μέγεθος τοῦ ὑπερ τῶν ἐθνῶν οἰκονομηθέντος .
122ex106rEph.3.18 * τῆς γεγενημένης οἱκονομίας τὸ μέγεθος παρεδήλωσεν · ἐπειδὴ ταῦτα μεγέθους δηλωτικά
123106rEph.3.18κγ καὶ ὕψος , οἷον τοῦ μυστηρίου .
123Ph106rEph.3.18 φωτ τί τὸ πλάτος καὶ μῆκος : καὶ βάθος καὶ ὕψος · ἢ τοῦ μυστηρίου · ἵνα ᾗ κατ’ ἔλλειψιν εἰρημενὸν · ἢ καὶ χωρὶς ἐλλέιψεως · καθ’ ὑπερβατὸν , δέ ἵνα ἐξισχύσητε φησὶν καταλαβέσθαι τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος τῆς γνώσεως τοῦ χριστοῦ · γνῶναι τε τὴν ὑπερβάλλουσεν εἰς ἡμᾶς ἀγάπην αὐτοῦ · ἔστιν δὲ γνῶσις μὲν χριστοῦ ἡ τῆς περὶ ἡμᾶς αὐτοῦ οἰκονομίας φανέρωσις · γνῶσις ἔστιν χριστοῦ ὅτι τὴν τε πρᾶξιν αὐτὴν τὴν ὑπερθαύμαστον , αὐτὸς καὶ οὐκ ἄλλος ὑπὲρ ἡμῶν εἰργάσατο · καὶ ὅτι αὐτός ἔστιν ὁ χορηγὸς ταύτης τῆς γνώσεῶς · καὶ ὅτι δί αὐτῆς μάλιστα ἐπέγνωμεν τὸν χριστὸν · ἀλλὰ γνῶσις μὲν χριστοῦ αὕτῃ μῆκος δέ ἔστιν αὐτῆς . τὸ ἀπὸ τῶν αἰώνων αὐτῶν προωρείσθαι · πλάτος δὲ · ὅτι εἰς πάντας αὐτῆς ἡ εὐεργεσία ἐξαπλοῦται · εἰς τοὺς πρὸ νόμου · εις τοὺς ἐν νόμω καὶ μετὰ τὸν νόμον · εἰς τοὺς ζῶντας · εἰς τοὺς τετελευτηκότας · εἰς τοὺς ἱουδαίους · ἐχ τοὺς ἔλληνας · ἐχ τοὺς βαρβάρους · εἰς πάντα τὰ ἔθνη · εἰς τὰ οὐρανία · εἰς τὰ ἐπίγεια · εἰρήνην γὰρ εἰργήσατο ἐν αὐτοῖς ὁ χριστὸς · πρότερον ἐκπολεμωμένοις οὖσιν εἰς ἀλλήλους · τοῖς ἀγγέλοις καὶ τοῖς ἀνθρώποις · εὔχεται οὖν αὐτοὺς ταῦτα καταλαβέσθαι · καὶ οὐ ταῦτα μόνον , ἀλλὰ καὶ τὸ βάθος αὐτῆς καὶ τὸ ὕψος ·
124106rEph.3.18-Eph.3.19κδ γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ , ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ . καὶ ἵνα φησι γνῶτε τὴν ὑπερβάλλουσαν πᾶσαν ἀνθρωπινήν γνῶσιν ἀγάπην τοῦ χριστοῦ καὶ οἷον τῆς γνώσεως ὑπεράνω · ἔστι μεν γάρ φησιν ὑπεράνω πάσης γνώσεως · πλὴν ὑμεῖς γνώσεσθε εἰ τὸν χριστὸν σχόιητε ἐνοικοῦντα · ἵνα ἐκ τούτου πληρωθῆτε εἰς πᾶν πλήρωμα τοῦ θεοῦ · πλήρωμα δὲ θεοῦ ἐστιν ἦ τὸ γνῶναι ὡς ἐν πατρὶ καὶ υἱῷ καὶ πνευματικὶ ἁγίω προσκυνεῖται ἡμῖν ὁ θεὸς · ἤ ἵνα ἦτε φησιν πάσης ἀρετῆς πεπληρωμένοι ἧς πλήρης ὁ θεὸς .
125106rEph.3.20κε τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι τῷ δὲ δυναμὲνῳ θεῷ οὐ μόνον καθὰ λέγομεν . ἀλλὰ καὶ ὑπὲρ ἐκπερισσοῦ ποιῆσαι πάντα · καὶ οὐ μόνον πάντα , ἀλλὰ καὶ ὑπὲρ ἅπαντα · αὐτῷ φησιν ἡ δόξα ἀμήν ·
126106rEph.3.20κϛ ὐπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν , κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν , καὶ ὅτι ἐκπερισσοῦ ὦν αἰτούμεθα ἢ νοοῦμεν δυνατός ἐστι ποιῆσαι , δῆλον ἐκ τῆς ἐνεργούσης δυνάμεως αὐτοῦ · τίς γὰρ τοῦτο προσεδόκησεν περὶ τῶν ἐθνῶν · ὅτι οἱ τοσοῦτον ἀπερρωγότες θεοῦ · ἐν τοῖς ὑιοθετηθεῖσιν εἰσὶν .
127106rEph.3.20-Eph.3.21κζ αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν χριστῷ ἰησοῦ , εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων . ἀμήν . ἐπειδὴ δεῖ τὸν τοσαῦτα δωρησάμενον δοξάζεσθαι · ὥστε καὶ ἡ δοξολογία δεῖγμα ὑπάρχει τοῦ μεγέθους τῶν ὑπηργμένων ἡμῖν παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν ἀνθρωπίνην ἀγαθῶν · καλῶς δὲ ἡ δόξα αὐτοῦ ἐν ταῖς ἐκκλησίαις · ἐπεὶ γὰρ αὖται διηνεκῶς μένουσιν · ἐν ταύταις εἴ ἠ φησὶν ἡ δόξα τοῦ θεοῦ · ἵνα ἡμῖν ᾐ διηνεκῶς δοξαξόμενος . καὶ εἰς πάσας ἔλθη τοῦτο γενεάς .
127ex106rEph.3.21οικουμενιου ἤ ὅτι τῇ ἐκκλησία ἐπέυχεται · ὥστε διατηρεῖν ἀεὶ τὴν δοξολογίαν τοῦ θεοῦ · καὶ μήποτε παρατραπῆναι · τὸ δὲ ἐν χριστῷ ἰησοῦ . ἣ σὺν χριστῶ ἰησοῦ νόει , ἠ διὰ χριστοῦ ἰησοῦ · διὰ τὴν σάρκα τοῦτο νοῶν εἰρῆσθαι .
128106rEph.3.21-Eph.4.1κη παρακαλῶ οὖν ὑμᾶς ἐγώ , ὁ δέσμιος ἐν κυρίῳ , ὁ διὰ τὸν κύριον φησὶν δέσμιος · βαβαὶ ὅσον τὸ ἀξίωμα τὸ δεδέσθαι διὰ χριστὸν · βαβαὶ ὅσα εἶπεν ὁ μακάριος ἰωάννης εἰς τὴν ἅλυσιν τὴν παῦλου · καὶ αὐτὸς γὰρ ὁ ἀπόστολος ταύτην προβάλλεται · ὡς δι’ αὐτῆς δυσωπήσων αὐτούς .
128ex106rEph.4.1 * μεγάλη γὰρ ἡ κλῆσις καὶ ἐπὶ μεγάλοις · ἐπὶ τῷ ἔχειν κεφαλὴν τὸν χριστόν · ἐπὶ τῷ εἰς ὑιοὺς εἶναι θεοῦ .
129106rEph.4.1-Eph.4.2κθ μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος , μετὰ μακροθυμίας , ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ , τουτέστιν ἐν παντὶ πράγματι · ἐπὶ παντὸς προσώπου · αὐτὸ γάρ ἐστιν ἀξίως τῆς κλήσεως περιπατῆσαι · μετὰ ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας καὶ τοῦ ἀνέχεσθαι ἀλλήλων · ἔνθα γάρ ἐστιν ἀγάπη , πάντα ἐστὶν ἀνεκτά .
130106rEph.4.3λ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσῳ τῆς εἰρήνης . καθάπερ γὰρ ἐπὶ τῶν ἡμετέρων σωμάτων ἐστὶ τὸ ἡμῶν πνευμᾶ ἐν πᾶσι τοῖς μέλεσι καὶ πάντα συνέχον , οὕτως καὶ τὸ πνευμᾶ τὸ ἅγιον ἡμῖν ἐδόθη · τοὺς γένει καὶ τρόπω καὶ ἤθεσιν διαλάμποντας ἑν οῦν καὶ ποιοῦν ἡμᾶς ἓν σῶμα · ταύτην φυλάξωμεν τὴν ἑνότητα τὴν διὰ τοῦ ἁγίου πνευματός δοθεῖσαν ἡμῖν · ἥτις φησὶ γίνεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης .
130Ph106rEph.4.3
131106rEph.4.3-Eph.4.4λα ἓν σῶμα καὶ ἓν πνεῦμα , γένεσθε φησιν ὅυτως συνηνωμένοι · ὅυτως ἀλλήλων κηδόμενοι · ἐκ τούτου γάρ φησιν · ἔσεσθε καὶ ἓν πνευμᾶ ἔχοντες · τουτέστιν ὁμότιμον τὴν χάριν τοῦ πενυματός · ἢ ὅτι ἔστιν μὲν ἓν σῶμα εἰναι · οὐχ ἓν δὲ πνευμᾶ · ὡς ὅταν τις αἱρετικῶν φίλος ᾖ · ἢ ὅτι τοῦ τό φησιν ἓν πνευμᾶ λαβόντες οὐκ ὀφείλετε διχονοεῖν ἀλλ’ ἓν εἰναι σῶμα · ἢ ὅτι πνευμᾶ ἐνταῦθα τὴν προθυμίαν καλεῖ .
132106rEph.4.4λβ καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι ὁ θεὸς ἡμᾶς φησιν ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν οὐδενὶ πλεῖον ἀπονείμας · πᾶσιν ἀθανασίαν · πᾶσι ζωὴν αἰώνιον ἐπηγγέιλατο · πᾶσιν δόξαν ἀθάνατον · πᾶσιν ἀδελφότητα · πᾶσι κληρονομίαν ἐπηγγέιλατο · κοινὴ πάντων ἐγένετο κεφαλή · πάντας συνήγειρε καὶ συνεκάθισεν · εἰ τοίνυν ἐν τοῖς πνευματικοῖς φησιν τοσαύτην ἔχετε κοινωνίαν · ὀφείλετε καὶ ἓν σῶμα εἶναι ἐν τῇ τῆς ἀγάπης ἀνακράσει .
133106vEph.4.4λγ τῆς κλήσεως ὑμῶν . πάντα γὰρ τὰ εἰρημένα κοινή ἐστιν ἡμῶν ἡ ἐλπὶς ἐκ τῆς κλήσεως γενομένη .
134106vEph.4.4-Eph.4.5λδ εἷς κύριος , μία πίστις , ἓν βάπτισμα , ἰδοὺ καὶ ἄλλη κοινωνία · εἰς ἡμῖν κυριός · μία πίστις · ἒν βάπτισμα · οὐδεῖ οὖν ἡμᾶς διεστάναι .
135106vEph.4.5-Eph.4.6λε εἷς θεὸς καὶ πατὴρ πάντων , ὁ ἐπὶ πάντων , καὶ διὰ πάντων , καὶ ἐν πασῖν ἡμῖν . ἰδοὺ καὶ ἄλλη κοινωνία , ἀγάπης πρόφασις · τὸ εἶναι ἡμῖν ἔνα πατέρα τὸν θεόν · καὶ ἐπὶ πάντων · τουτέστιν ὁ ἐπάνω πάντων · καὶ διὰ πάντων · τουτέστιν ὁ προνοῶν διὰ πάντων ἡμῶν καὶ ἐν πᾶσιν ἡμῖν · τουτέστιν ὁ ἐνοικῶν ἐν πᾶσιν ἡμῖν .
136106vEph.4.7λϛ ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ . εἰ πάντα ἐστὶν ὡς λέγεις κοινὰ · πόθεν ὁδεῖνα μὲν μεῖζον · ὁ δεῖνα δὲ , ἔλαττον ἔχει χάρισμα · τοῦτο γὰρ αὐτοὺς εἰς φθόνον μάλιστα ἐνῆγε καὶ φησὶν · ἑκάστω ἐδόθη ἡ χάρις · τουτέστιν τὸ χάρισμα καὶ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ · ὡσεὶ εἶπεν · εἰ αὐτὸς ἐμέτρησεν , πάντως ὅτι καλῶς ἐμέτρησεν , πάντως καὶ συμφερόντως · καὶ εἰ δωρεάς ἐστι τὸ πᾶν , ὑπὲρ μὲν οὗ ἔλαβες , εὐχαρίστει , ὑπὲρ δὲ οὗ οὐκ ἔλαβες , μὴ φθόνει · δωρεὰ γὰρ ἐστιν · ὡσεὶ εἶπεν · οἶδεν ὁ μετρήσας καὶ δωρησάμενους . πῶς καλῶς καὶ συμφερόντως τοῦτο πεποίηκεν · τὰ μὲν γὰρ ἄλλα κοινὰ πρόκειται · τὰ δὲ χαρίσματα , δέδοται κατὰ τὴν ἀναλογίαν τῆς ἐκάστου καθαρότητος .
137106vEph.4.7-Eph.4.8λζ διὸ λέγει , ἀναβὰς εἶς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν , καὶ ὅτι φησὶν ἡ χάρις δωρέα ἐστι τοῦ χριστοῦ καὶ αὐτὸς μετρήσας ἔδωκεν , ἄκουε φησι τοῦ δαυῖδ · τὸ δὲ ἀναβὰς εἰς ὕψος ἀλλαχοῦ λέγει ὅτι ἐπήρθη ἡ μεγαλοπρέπεια σου ὑπεράνω τῶν οὐρανῶν · τίνα δὲ ἥχμαλώτευσεν , ἡμᾶς δηλονότι τὴν καλὴν καὶ συμφέρουσαν αἰχμαλωσίαν · πολέμω γὰρ νοητῶ νικήσας τὸν διάβολον , αἰχμαλώτους εἶλεν ἡμᾶς · οὐχ ἵνα κατα δουλώσηται πῶς γὰρ τοὺς ὄντας δούλους καὶ πάλαι · ἀλλ’ ἵνα τῆς πικρᾶς ἀπαλλάξη τυραννίδος τοῦ πονηροῦ .
137Ph106vEph.4.8
137Ph2106vEph.4.8
138106vEph.4.8λη καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις ὥστε τοῦ χριστοῦ τὰ δόματα · τί ἀδημονεῖς πολύ μὴ ἔχων · ἤ φθονεῖς τῷ ἔχοντι · ὧδε μὲν , ὅυτως · παρακατιῶν δὲ δέικνυσιν ὅτι πρὸς ὠφέλειαν τῆς ἐκκλησίας ἐκάστος ἔλαβεν τὸ χάρισμα · καὶ ὁ τὸ μέγα λαβὼν , καὶ ὁ τὸ μὴ τοιούτον · καὶ οὐ διὰ τὰ οἰκεῖα ἔργα · οὐ δὲ διὰ τὸ ἄξιον εἶναι τινα τοῦ λαβεῖν · τίς οὖν φθονήσει ἐν τῷ διά τί εἰληφότι πρὸς ἑτέρων ὠφέλειαν · ὅσον γὰρ μεῖζον τὸ χάρισμα , τοσοῦτον ἀκριβέστεραι αἰ εὐθύναι .
138ex106vEph.4.8 * λαβὼν γὰρ τὴν πίστιν , ἀντι δίδωσιν τὴν χάριν .
139106vEph.4.8-Eph.4.9λθ τὸ δέ , ἀνέβη , τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον οὐκ ἂν φησιν ἐδεήθη ὁ προφήτης τοῦ εἰπεῖν ἀνέβη εἰ μὴ ᾔδει ὅτι κατέβη πρῶτον · περὶ γὰρ τοῦ καταβάντος . τὸ ἀνέβη λέγει τίς .
140106vEph.4.9μ εἰς τὰ κατώτερα μέρη τῆς γῆς ; τουτέστιν μεθ ὃ οὐκ ἔνι κατώτερα · λέγει δὲ τὸν ᾄδην ὡς πρὸς τὴν κοινὴν συνήθειαν ἀφορῶν · ὅυτως γὰρ λέγειν εἰώθαμεν · διὸ καὶ ἰακώβ φησι · κατάξατε τὸ γῆρας μου μετ’ ὀδύνης εἰς ἄδου · καὶ δαυιδ · καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον .
140ex106vEph.4.9μα κατώτερα μέρη τῆς γῆς . τὸν θάνατον ἐκάλεσεν .
141106vEph.4.9-Eph.4.10 ὁ καταβάς , αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν , τοῦτο φησιν ὅτι οὐδὲν αὐτῷ πρὸς τὴν ἄνοδον ἐνεπόδισεν · ἡ εἰς τὰ κατώτατα κάθοδος · ὥστε φησιν καὶ ὑμῶν ὅσον ἄντις ταπεινοφρονῇ , τοσοῦτον μᾶλλον ὑψοῦται .
141Ph106vEph.4.10 φωτ τοῦτο τὴν νεστορίου καταβάλλει βλασφημίαν · ὁ αὐτος , φησίν , ἐστὶν ὁ καταβὰς καὶ ὁ ἀναβάς · καταβαίνει μὲν γὰρ εἰς τὴν σάρκωσιν ὡς θεος · ἀναβαίνει δὲ ὡς ἄνθρωπος . καταβαίνει μὲν εἰς τὸν ᾅδην ὡς ἄνθρωπος , ἀνίσταται δὲ ὡς θεος . οὐ μονον δέ , ἀλλὰ καὶ ὑπεράνω γίνεται τῶν οὐρανῶν , καὶ οὐχ ἁπλῶς , ἀλλὰ πάντων · τῆς ἐκεῖσε λήξεως καὶ καθέδρας · τὸ προσλημμα ἀξιῶν .
142106vEph.4.10μβ ἵνα πληρώσῃ τὰ πάντα . καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι τὰ πάντα ἐπλήρου · καὶ σαρκωθεὶς . ἵνα τὰ πάντα καὶ μετὰ σαρκὸς πληρώσῃ , κατέβη καὶ ἀνέβη .
143106vEph.4.11μγ καὶ αὐτὸς ἔδωκεν ὁ μὴ παραιτησάμενος φησιν διὰ τὴν ἡμῶν σωτηρίαν εἰς τὰ κατώτατα κατελθεῖν . αὐτὸς τὴν διανομὴν τὼν χαρισμάτων ἐποίησεν · ἄρα οὖν οὐ χρὴ ἀγανακτεῖν πρὸς τὴν διανομήν · εἰ γὰρ αὐτὸς ἔδοκεν , τί ἀντι λέγεις · ἀλλαχοῦ δέ φησιν τὸ πνευμᾶ διδόναι τὰ χαρίσματα · πάντα γὰρ ταῦτα φησιν ἐνεργεῖ τὸ ἓν καὶ αὐτὸ τὸ πνευμᾶ · ἁλλαχοῦ τὸν πατέρα φησιν · ὡς τὸ ἐγὼ ἐφύτευσα · ἀπολλῶς ἐπότισεν . ἀλλ’ ὁ θεὸς ἤυξανεν · ἐνταῦθα δὲ τὸν ὑιὸν · κοινὰ γὰρ τὰ πάντα τῇ ἁγία καὶ μακαρία τριάδι .
144106vEph.4.11μδ τοὺς μὲν ἀποστόλους , τοὺς δὲ προφήτας , οἱ γὰρ ἀπόστολοι καὶ προφητείαν εἶχον · οἵ δὲ τότε προφῆται , οὐκ εἶχον ἀποστολήν .
145106vEph.4.11με τοὺς δὲ εὐαγγελιστάς τοὺς τὸ εὐαγγέλιον γράψαντας .
146106vEph.4.11μϛ τοὺς δὲ ποιμένας καὶ διδασκάλους , τοὺς τὰς ἐκκλησίας ἐμπεπιστευμένους λέγει · τοὺς ἐπισκόπους · οἷος ὁ τιμόθεος · οἷος ὁ τῖτος ἦν .
147106vEph.4.11-Eph.4.12μζ πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων , εἰς ἔργον διακονίας , εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ · ὁρᾶς τὴν αἰτίαν τῆς δόσεως τῶν χαρισμάτων ; πρὸς τὸν καταρτισμόν φησιν · τουτέστιν πρὸς ἀπαρτισμόν · πρὸς πλήρωσιν · εἰς τὸ ἐντούτοις διακονεῖν τῇ ἐκκλησία καὶ οἰκοδομεῖν αὐτήν · ὅσω οὖν τις μεῖζον ἔλαβε χάρισμα , τοσοῦτο μεῖζον ἔχει τὸ φορτίον · ταῦτα δέ φησι πρὸς τοὺς τῷ φθόνῳ τῶν μειζόνων χαρισμάτων ἀποκεκομμένους τοῦ σώματος τῆς ἐκκλησίας · δεικνὺς ὅτι πάντων τὸ ἔργον εἰς ἒν ὁρᾶ τέλος τὸν καταρτισμὸν τῶν ἁγίων ·
148107rEph.4.13μη μέχρι καταντήσωμεν οἱ πάντες φθάσωμεν :
149107rEph.4.13μθ εἰς τὴν ἑνόντητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ , εἰς ἄνδρα τέλειον , εἰς μέτρον ἡλικίας τουτέστιν ἔως ἂν οἱ πάντες μίαν πίστιν σχῶμεν · ἕκαστος κάμνει · καὶ ἕκαστος διακονεῖ · ἑνότης γὰρ πίστεως . τὸ μὴ διαφωνεῖν περὶ αὐτοῦ · ἄνδρα δὲ τέλειον καὶ μέτρον ἡλικίας λέγει · τὴν τελείαν τοῦ χριστοῦ ἔννοιαν καὶ εἴδησιν .
150107rEph.4.13ν /οικουμενιου τοῦ πληρώματος τοῦ χριστοῦ · πλήρωμα χριστοῦ φησιν · τὴν περὶ χριστοῦ ὀλοτελῆ γνῶσιν καὶ πίστιν · οἷον ὅτι ἐκ παρθένου σάρκα ἔλαβεν · ὅτι ἐκ θεότητος · εἰς μίαν ὑπῆρξεν ὑπόστασιν · ἵνα γὰρ μὴ ἀκούσας ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὴν σωματικὴν νοήσης . ἐπήγαγε τοῦ πληρώματος τοῦ χριστοῦ · ὡσεὶ ἔλεγεν · μέχρις οὗ εἰς τελείοτητα φθάσωμεν · τῆς ὀλοτελοῦς τοῦ χριστοῦ πίστεως καὶ γνώσεως .
150Ph107rEph.4.13
151107rEph.4.13-Eph.4.14να ἵνα μηκέτι ὦμεν νήπιοι , δείκνυσιν τοῦτο παθόντας αὐτοὺς πάλαι · ὠς ἐν διηγήματος τάξει ἐπανορθοῦται αὐτοὺς . καὶ ἑαυτὸν συντάττων διὰ τὸ ἀνεπαχθές · νηπιόυς δὲ τῇ πίστει φησιν .
152107rEph.4.14νβ κλυδωνιζόμενοι καὶ περιφερόμενοι νηπίων γὰρ ὄντως . τὸ περιφέρεσθαι καὶ οὐ βεβηκότων .
153107rEph.4.14νγ παντὶ ἀνέμῳ τῆς διδασκαλίας , εἰπὼν κλυδωνιζόμενοι , ἔμεινεν τῇ τροπῇ , καὶ ἄνεμον διδασκαλίας προσειπών .
154107rEph.4.14νδ ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων , ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης · κυβευταὶ λόγων λέγονται · οἱ ποτε μὲν τοῦτο · ποτὲ δὲ ἐκεῖνο διδάσκοντες · καὶ μετα βαίνοντες ἀεὶ · ἀπὸ τούτου εἰς τοῦτο πανούργως · τοιοῦτοι οἱ αἱρετικοί · οἱ δὲ τοιοῦτοι φησι · καὶ πανοῦργοι πρὸς τὸ μεθοδον ἐυρεῖν καὶ πρόφασιν πλάνης · πάντα πρὸς τὸ ἀπατῆσαι μηχανώμενοι .
154ex107rEph.4.14 * κύβειαν τὴν πανουργίαν καλεῖ πεποίηται δὲ ἀπὸ τοῦ κυβεύειν τὸ ὄνομα · ἰδιον δὲ τοὖτο το τῇ δὲ κακεῖ σε μετα φέρειν τοὺς ψήφους πανευργεομένους .
155107rEph.4.14-Eph.4.15νε ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα , ὅς ̓στιν ἡ κεφαλή , ὁ χριστός , ἐκεῖνοι μὲν νόθα φησὶν καὶ ψευδῆ διδάσκουσιν περὶ ὦν ὁ λόγος · ἡμεῖς δὲ , ἀληθεύτες ἔντε δόγμασι καὶ βίῳ καὶ λόγῳ ἐν ἀγάπη · ἄλλως γὰρ οὐκ ἔνι ἀληθέυειν , αὐξήσωμεν καὶ ἐποικοδομήσωμεν εἰς τὸν χριστὸν τὴν κεφαλὴν ἡμῶν πάντα τὰ ἡμῶν καὶ βίον καὶ λόγον καὶ δόγματα .
156107rEph.4.15-Eph.4.16νϛ ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμςβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας , κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους , καθάπερ ἐπὶ τῶν ἡμετέρων σωμάτων τὸ πνευμᾶ τὸ ζωτικὸν τὸ ἀπ’ ἐγκεφάλου διὰ τῶν εὐρῶν κατιὸν · οὐχ ἁπλῶς πᾶσιν ἐμπνεῖ τοῖς μέλεσιν δύναμιν · ἀλλὰ τῷ μὲν πλεῖόν δέξασθαι δυναμένω τόπω , πλεῖον δίδωσι · τὸ δὲ ἔλαττον , ἔλαττον · ὅυτως καὶ ὁ χριστὸς · καθάπερ γὰρ μελῶν τῶν ἡμετέρων ψυχῶν αὐτοῦ καὶ εἰς αὐτὸν ἀποκεκρεμαναι . ἡ πνευματικὴ αὐτοῦ δύναμις καὶ ἡ τῶν χαρισματων διανομὴ κατὰ ἀναλογίαν ἑνὸς ἐκάστου αὐτοῦ μέλους προσαπτομένη , τὴν αὔξησιν ποιεῖται τῆς πνευματικῆς ἡλικίας · διὰ τῆς ἁφῆς φησι τῆς ἐπιχορηγίας · τουτέστιν διὰ τῆς ἐν τῇ ἁφῇ καὶ οἷον ἐρευνῃ τοῦ ἐπιτηδείου ἐπιχορηγίας γινομέναι · ἐκεῖνη γὰρ ἡ ἀπὸ χριστοῦ κατιοῦσα πνευματικὴ δύναμις · ἑνὸς ἐκάστου μέλους αὐτοῦ ἁπομένη ὅυτως ἐνεργεῖ · ὡς ἂν ἕυρη τινὰ πρὸς ὑποδοχὴν ἐπιτή δειον · ὡσει ἐλεγεν · τὰ μέλη τοῦ χριστοῦ ἡμεῖς φησι οἱ ἄνθρωποι κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου πνευματικοῦ μέτρου δεχόμενοι τὴν ἀπὸ χριστοῦ ἐπιχορηγίαν αὔξομεν · τὸ γὰρ πνευμᾶ ἄνωθεν ἐπιρρέων ἀπὸ τοῦ χριστοῦ ἀφθόνως καὶ χορηγόυμενον πάντων ἐφαπτόμενον τῶν εἰς μέλη τελούντων χριστοῦ πρὸς τὴν ἀναλογίαν τῆς ἐκάστου δυνάμεως τὴν αὐξησιν ποιεῖται · καλῶς δὲ προσέθηκεν ἐν ἀγάπῃ . ἄνευ γὰρ ταύτης . οὐκ ἂν εἰς τινα καταβαίη τὸ πνευμᾶ τὸ ἅγιον .
156ex107rEph.4.16
156Ph107rEph.4.16 * ἐξ οὗ πᾶν τὸ σῶμα : ἤγουν οἱ πιστοί , συναρμολογούμενον καὶ συμβιβαζομενον τὴν αὔξησιν τὴν ἰδίαν ποιεῖται ἐπὶ ἰδίᾳ οἰκοδομῇ καὶ τελειοτητι , ἀλλ’ οὐχὶ ἑτέρου τινὸς χάριν . τὸ δὲ ἐν ἀγάπῃ , ὅτι οὐδ’ ἄλλ’ ὅτι τῶν καλῶν χωρὶς ἀγάπης συνίσταται καὶ τελειοῦται , μάλιστα δὲ ἡ κατὰ πίστιν ἑνοτης καὶ ἁρμολογία . ἀλλὰ πῶς ἁρμολογοῦνται καὶ συμβιβάζονται οἱ πιστοί ; διὰ πάσης ἁφῆς , φησίν , ἵνα μὴ ὁ μὲν τῷδε συνάπτηται , ὁ δὲ τῶδε , ἀλλὰ πάντες πᾶσιν · διὰ γὰρ πάσης συναφῆς · ἡ κοινὴ τοῦ σώματος παντὸς αὔξησις γίνεται . αὕτη δὲ ἡ ἁφὴ · καὶ συνάφεια ποθεν φύεται ; τῆς ἐπιχορηγίας ἐστὶ τοῦ Χριστοῦ , φησίν · ἐπιχορηγίας δὲ , ὅτι μετὰ τῶν ἄλλων αὐτοῦ εὐεργεσιῶν · καὶ τὴν ἀλλήλων συνάφειαν ἐπιχορηγεῖ . κατ’ ἐνέργειαν δὲ , ὅτι οὐ μονον τὸ ἐπιτηδείως ἔχειν πρὸς τὴν συνάφειαν , ἀλλὰ καὶ αὐτὸ τὸ συνάπτεσθαι · τῆς αὐτοῦ ἐπιχορηγς ἐστίν . τὸ δε ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους , ἵνα μὴ ἀκούσας ὅτι αὐτὸς ἡμᾶς ἀλλήλοις συναρμολογεῖ , αὐτὸς ἐπιχορηγεῖ καὶ τὴν κατ’ ἐνέργειαν συνάφειαν , τῆς αὐτοῦ ἐστι δωρεᾶς καὶ ἐπιχορηγίας ἅπαντα · ἵνα μὴ ταῦτα λογισάμενος αὐτὸς εἰς ῥᾳθυμίαν ἀποκλίνῃς ὡς πάντα ἔχων ἐκεῖθεν προῖκα . προστίθησι ταῦτα , ὅτι εἰ καὶ προῖκα ἐπιχορηγεῖται , ἀλλὰ κατὰ τὸ μέτρον τῆς ῥαθυμίας ἑνὸς ἑκάστου τῶν δεχομέων · ἡ διανέμησις γινεται .
157107vEph.4.16νζ τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ αὔξων γὰρ τὴν ἐκκλησίαν ὁ χριστὸς πμευμαυτικῶς τε καὶ αἰσθητῶς , ἑαυτὸν οἰκοδομεῖ · ἐπειδὴ τὸ ἴδιον αὐξει σῶμα · καλῶς δὲ τὸ ἐν αγάπῃ · ἄνευ γὰρ τοῦ ταύτην ἡμῖν προς εῖναι , οὐδὲν ἡμῖν τούτων ἔσται .
157ex107vEph.4.16
158107vEph.4.16-Eph.4.17νη τοῦτο οὗν λεγώ καὶ μαρτύρομαι ἐν κυρίῳ , μηκέτι ὑμᾶς περιπατεῖν , καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐχρῆν μὴ μόνον διὰ τοῦ παραινεῖν ἀλλὰ καὶ διὰ τοῦ φοβεῖν καὶ τῷ θεῷ παραδιδόναι τὴν διδασκαλίαν ἐργάζεσθαι · μαρτύρομαι φησιν ἐν κυρίω · τουτέστιν μάρτυρα τὸν κυριόν καλῶ ὅτι εῖπον τί δεῖ ὑμᾶς πράττειν · ὅρα δὲ σοφίαν · οὐκ εἶπεν μηκέτι ὑμᾶς περιπατεῖν καθὼς περιπατεῖτε · ἔπληξεν γὰρ ἄν · ἀλλὰ τοῦτο μὲν , ἐδήλωσεν · ἀπὸ δὲ ἑτέρων ἤγαγεν τὸ παράδειγμα ·
159107vEph.4.17νθ ἐν ματαίοτητι τοῦ νοὸς αὐτῶν , εἰς τὸ μὴ περὶ τὰ μάταια ἀσχολεῖσθαι τὸν νοῦν ὑμῶν .
160107vEph.4.17-Eph.4.18ξ ἐσκοτισμένοι τῇ διανοίᾳ , ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ τὸ γὰρ πλῆθος τῶν βιωτικῶν ἁμαρτιῶν · τὸ διορατικὸν τῆς διανοίας ἐπισκοτίζον , ἰδεῖν οὐκ ἐτᾶ τὸν ἥλιον τῆς δικαιοσύνης χριστόν · ἔνθεν γίνεται ἣ πώρωσις τῆς καρδίας ὅπερ παρακατιών φησιν · οἷον εἰπήρωσις τις οὖσα καὶ ἀναισθησία · τὸ γὰρ ἐσκοτισμένον ἀναίσθητον .
160Ph107vEph.4.18
161107vEph.4.18ξα διὰ τὴν ἄγνοίαν τὴν οὖσαν ἐν αὐτοῖς , εἰ οὖν ἀγνοσῦσι φησι καὶ εἰ πεπώρωνται , οὐκ ἄξιοι ἐγκλημάτων εἰσὶ καὶ τιμωριῶν , ἀλλὰ μάλλον τοῦ μαθεῖν · ἀλλ’ ὅρα πῶς αὐτῶν ἀφαιρεῖται τὴν συγγνώμην · οἵτινες φησιν ἀπηλγηκότες ἑαυτὸυς παρἐδωκαν τῇ ἀσελγεία εἰς ἐργασίαν ἀκαθαρσίας πάσης · δείκνυσι γὰρ ὅτι τῆς ἁγνόιας καὶ τῆς πωρώσεως ὁ βίος αὐτοῖς αἴτιος · ὁ δε βίος , ἐξ οἰκείας γέγονε ῥαθυμίας καὶ ἀναλγησίας · ἑαυτοὺς γὰρ φησι παρέδωκαν · ὅταν οὗν εἰς τὴν πρὸς ῥωμαίους εὐρης παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν , κατὰ τὴν ενταῦθα διάνοιαν αὐτὸ νόει · συνεχώρησεν γὰρ ὁ θεὸς παραδοθῆναι αὐτοὺς ἐπόιησαν .
162107vEph.4.18ξβ διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν · διὰ τὴν ἀναισθησίαν · ἀναισθησίαν γὰρ φέρει τοῦ φωτὸς ἡσκότωσις . τῷ μὴ ἔχειν ἐν ἑαυτοῖς φόβον θεοῦ .
162ex107vEph.4.19 * οἵτινες ἀπηλγηκότες ἑαυτοὺς εἰς τὸν παράνομον γὰρ ἐξωκείλαντες βίον · κατὰ βραχὺ τὴν ἀναλγησιν ἀν ἐνόσησαν .
163107vEph.4.19ξγ οἷον ἀναλγηκότως ἐσχηκότες καὶ ῥαθυμήσαντες · καὶ καμεὶν μὴ βουληθέντες πρὸς εὕρεσιν τοῦ καλοῦ .
164107vEph.4.19ξδ παρέδωκαν τῇ ἀσελγείᾳ , πῶς γὰρ ὁ ἐν ἀσελγείᾳ ἐξεταζόμενος δυνηθεί ἡγνῶναι θεόν · οὐκ οὖν ἡ αἰτία τῆς ἀγνόιας , ἡ ἀσέλγεια ἥτις κατὰ γνώμην ἁμαρτάνεται .
164Ph107vEph.4.19 φωτ ἢ ὅτι δυσὶν ἑαυτοὺς παρέδωκαν πάθεσιν , ἐπιπολάζοντα μᾶλλον τῶν ἄλλων ἁμαρτιῶν · ἢ ὅτι τὴν ἀσέλγειαν καὶ ἀκαθαρσίαν ἁπλῶς ἐν πλεονεξίᾳ , τουτέστι καθ’ ὑπερβολὴν καὶ ἀνενδοτως εἰργάσαντο .
165107vEph.4.19ξε εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ . ὡς ἔργω φησι τὸ ἀσελγαίνειν ἐχρήσαντο καὶ πλεονεκτεῖν · ἄρα οὐκ ἐξ ἦν αὐτοῖς μὴ ἀσελγαίνειν ; μὴ πλεονεκτεῖν ; παντί πουδῆλον · ὁρᾶς ὅτι παρ’ αὐτῶν γέγονεν ἡ τύφλωσις ;
166107vEph.4.19-Eph.4.21ξϛ ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστὸν , εἴγε αὐτὸν ἠκούσατε οὐκ ἐπὶ τούτῳ φησὶν τῷ ὅρῳ ὥστε τὰ ὅμοια ποιεῖν ἐκείνοις · τὸ δὲ εἴγε αὐτὸν ἠκούσατε , ὁ ἅγιος ἰωάννης βεβαιότερον ἐδέξατο . Καθώς φησιν αὐτὸν ἠκούσατε · δύναται δὲ τις καὶ ἐναμφιβολίᾳ αὐτὸ δέξασθαι · ἵνα μᾶλλον αὐτοὺς πλήξη · ὡσεὶ εἶπεν · ἀμφιβάλλω γὰρ εἴ τις τὸν χριστὸν ἀκούσας ὡς διδαχθεὶς ἐν αὐτῷ τοιαῦτα πράττει .
167107vEph.4.21-Eph.4.22ξζ καὶ ἐν αὐτῷ ἐδιδάχθητε , καθώς ̓στιν ἀλήθεια ἐν τῷ ἰησοῦ · ἀποθέσθαι ὑμᾶς , κατὰ τὴν προτέραν ἀναστροφήν , τὸν παλαιὸν ἄνθρωπον , τὸ καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ . δύνη καὶ τῷ ἄνῳ ἁρμόσαι · οἷον καὶ ἐν αὐτῷ ἐδιδάχθητε · τί ἐδιδάχθημεν · καθώς φησιν ἐστιν ἀλήθεια ἐν αὐτῷ ἀλήθειαν λέγων τὴν δικαιοσύνην · ψευδός γὰρ ἐστιν ἁμαρτία · καθὼς οὖν ἐστιν ἐν αὐτῷ ἀλήθεια , ὅυτως καὶ ὑμεῖς ἐδιδάχθητε · κατὰ γὰρ αὐτὴν ἐδιδάχθητε · δύνη δὲ καὶ τῷ επομένῳ ἁρμόσαι αὐτό · καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς · τοῦτο γὰρ ἐδιδάχθητε · καὶ αὐτό ἐστιν ἡ ἐν τῷ ἰησοῦ ἀλήθεια τὸ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν ἐν ἁμαρτίαις .
167ex107vEph.4.22ξη παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ὠν οὐρανούσεν ἀλλὰ τὴν τῆς ἁμαρτίας ἐνέργειαν .
167Ph107vEph.4.22
167Ph2107vEph.4.22
168107vEph.4.22 τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης · τὸ κατὰ τὰς ἐπιθυμίας , ἀντὶ τοῦ διὰ τῶν ἐπιθυμιῶν κεῖται · δι’ αὐτῶν γὰρ φθείρεται ὁ ἄνθρωπος ὥσπερ τὸ ἔριον δι’ ὧν τί κτεισητῶν · φθείρεται δὲ ἐν τῇ γεέννῃ · καὶ ἐν τῷ νῦν βίῳ · αἱ γὰρ ἀκολασίαι . οὐ μόνον τῆς ψυχῆς εἰσι φθαρτικαί · ἀλλὰ καὶ τοῦ σώματος · φθείρονται δὲ καὶ αἱ ἐπιθυμίαι , νόσῳ καὶ χρόνῳ καὶ τὸ τελευταῖον θανάτῳ · ὡς καὶ αὐτὸς ὁ τὰς ἐπιθυμίας τίκτων ἄνθρωπος · καλῶς δὲ τὴν ἐκ τῶν ἐπιθυμιῶν ἀποτελουμένην ἁμαρτίαν , ἀπάτην ἐκάλεσεν · ἀπάτη γὰρ καὶ οὐ κυρίως ἡδονή .
169107vEph.4.22-Eph.4.23ξθ ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν , ̓ἀνανεοῦσθαι δὲ διὰ τοῦ ἁγίου πνευματός τοῦ ὄντος ἐν τῶν ᾧ ὑμῶν · τὸ γὰρ πνευμᾶ παλαιῶν οὐκ ἀνέχεται πράξεων · καλῶς δὲ τὴν τοιάυτην ἀνακαίνισιν ἐν πνευματικι γίνεσθαι λέγει · οὐ γὰρ σωματικῶς ἄλλοι ἀντάλλων γινόμεθα · ἀλλὰ διὰ πνευματὸς ἡ ἀνακαίνησις · μετανοίας ἡγουμένης · καὶ τὸ γήρας τῶν ἁμαρτιῶν ἀποζυούσης .
170108rEph.4.24ο καὶ ἐνδύσασθε · ἐνεδύσασθε φησιν ἐν τῷ βαπτίσματι · ἐνδύσασθε καὶ διὰ μετανοίας καὶ πολιτείας χρηστῆς .
171108rEph.4.24οα τὸν καινὸν ἄνθρωπον , ὁρᾶς ὅτι ἑκούσιον ἐστι τὸ πρᾶγμα καὶ μᾶλλον εὐχερές ; καινὸν δὲ ἄνθρωπον φησι · τὸν ἐν ἀρετῇ διαζῶντα ὥσπερ παλαὶον , τὸν ἐν ἁμαρτίαις .
172108rEph.4.24οβ τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι ὁ γὰρ ἐν ἀρετῇ ζῶν , κατὰ θεὸν ἕκτισται καὶ κατὰ θεὸν πολιτέυεται · δικαιοσύνη δὲ . ἡ καθολικὴ λέγεται ἀρετῆ · ὁσιότης δὲ , ἡ καθαρότης .
173108rEph.4.24ογ τῆς ἀληθείας . ἦν καὶ παρὰ ἰουδαίοις δικαιοσύνηκαὶ ὁισίοτης · ἀλλὰ τυπική . περὶ γὰρ σώματος κάθαρσιν ἠσχόλητο · ἀλλὰ μὴ ταύτην · ἀλλὰ τὴν ἐν ψυχῇ δικαιοσύνην καὶ ὁσίοτητα ἐνδύσασθε · αὔτη γὰρ ἡ τῆς ἀληθείας · ἤν δικαιοσύνην ἀληθείας λέγει , πρὸς ἀντι διαστολὴν τῆς ἐν ὑποκρίσει .
174108rEph.4.25οδ διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ · ὅτι ἐσμὲν ἀλλήλων μέλη . εἶπεν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς · λοιπὸν καὶ ἰδικῶς αὐτὸν διαγράφει · καὶ πρῶτον αὐτοῦ τὸ ψεῦδος ἀποκρύπτει ὡς ἀπὸ οἰκείων μελῶν · ὡσεὶ εἶπεν · μὴ , ὀφθαλμὸς ἰδὼν θηρίον οὐδίδωσι φυγεῖν τοῖς ποσίν ; ἢ χείρψηλα φήσασα τι πονηρὸν , ψεύδεται τὰ λοιπὰ μέλη ; ὅυτως φησι καὶ ὑμᾶς χρὴ διακεῖσθαι .
175108rEph.4.26οε ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε · ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παρουργισμῷ ὑμῶν · εἶπεν μὴ ψεύδεσθε · ἐπὲι οὖν πολλάκις τίς ψευδόμενος , ὀργῆς πρόφασιν παρεῖχε φησι · καλὸν μὲν τὸ μὴ ὀργίζεσθε καθόλου · εἰ δὲ συμβῇ τὸ τοιοῦτο . κἂν μὴ πρὸς τὴν ἁμαρτίαν ἐξαχθῆτε , μὴ δὲ παραμενέτω ὑμῖν ἐπὶ πολὺ τὸ πάθος · ἔνι γὰρ ὡς λέγοι τίς ὀργῆς δικαίας πρὸς ὥραν ἐμπλησθῆναι · λύσον δὲ αὐτὴν πρὸ ἡλίου δύσεως διά τε τὸ μὴ δόξαι ἐπὶ ἀναξίοις ἀνατεταλκέναι τὸν ἥλιον · καὶ ἵνα μὴ ἡ νὺξ διὰ τῶν ἐν νοιῶν χαλεπωτέραν ἐργάσηται τὴν πυράν .
176108rEph.4.27οϛ /Οικουμενιου μηδὲ δίδοτε τόπον ἥκουσα τινων ἑρμηνεσάντων , μία φησὶν ἀναμάρτητος ὀργὴ ἡ πρὸς τοὺς δαίμονας καὶ τὰ πάθη .
176ex108rEph.4.27Οικουμενιου ἢ ὅτι τοῦ ἄνω ἤρτηται · μὴ ἐπιδυέτω φησὶν ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν · ἵνα μὴ δῶτε χώραν τῷ διαβόλῳ διὰ τῶν κατὰ τὴν νύκτα λογισμῶν . πλεόν ὑμᾶς ἐκ κάλειν κατὰ τῶν ἀδελφῶν .
177108rEph.4.27οζ τῷ διαβόλῳ . ὥστε τὸ ἀλλήλους πολεμεῖν , τόπον ἐστὶ τῷ διαβόλῳ διδόναι καθ’ ἡμῶν αὐτῶν .
178108rEph.4.28οη ὁ κλέπτων μηκέτι κλεπτέτω · ἰδοὺ τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου · ποῦ δὲ νῦν εἰσιν οἱ ῥύπου γένοντες · ἑαυτὸυς δὲ καθαροὺς ἐπικαλοῦντες . καὶ τὴν μετάνοιαν μὴ δεχόμενοι · ἰδοὺ γὰρ φανερῶ ἀκούουσιν · ὁ κλέπτων μὴκετι κλεπτέτω .
179108rEph.4.28οθ μᾶλλον δὲ κοπιάτω , ἐργαζόμενος τὸ ἀγαθόν ταῖς χερσίν , ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι . οὐ γὰρ ἀρκεῖ παύσασθαι ἁμαρτίας τὸν μετανοοῦντα , ἀλλὰ καὶ τὴν ἐν αντίαν αὐτοῖς ὁ δευτέον αὐτῷ · κοπίατω δὲ εἰπὼν , τὸ ἐπίπονον τοῦ ἔργου ἐδήλωσεν · τὸ ἀγαθόν φησιν · καὶ γὰρ ὁ κλέπτων , ἐργάζεται , ἀλλὰ κακόν .
180108rEph.4.28-Eph.4.29π πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω , σαπρὸν ἢ τὸν ἀργὸν καὶ εἰκαῖον καλεῖ , ἢ τὸν σεσηπότα καὶ δυσώδη · τί γὰρ λοιδορίας . καταλαλιᾶς · αἰσχρολογίας εὐτραπελίας , δυσωδέστερον ἢ πλεόν σεσηπός .
181108rEph.4.29πα ἀλλ’ ἔι τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας , τῆς παρόυσης φησὶν περὶ ἧς ἡδιάλεξις · δεῖ γὰρ τὸν πνευματικὸν ἄνθρωπον πᾶσαν προκειμένην διάλεξιν περιτρέπειν εἰς οἰκοδομὴν τῶν συμπαρόντων .
181ex108rEph.4.29 * ἵνα δῷ χάριν τοῖς ἀκούουσιν . ἵνα δῶ χάριν θεοῦ φησὶ τοῖς ἀκούουσιν · ἢ ἵνα χάριν σοι εἴσωται ἐφ’ οῖς λαλεῖς · ἢ ἵνα εὐχαρὶς αὐτοῖς γένη πνευματικός · ἔσται δε τοῦτο , ἐὰν περὶ σωφροσύνης · περὶ δικαιοσύνης · περὶ ἐλεμοσύνης λαλεῖς .
182108rEph.4.29-Eph.4.30πβ καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ , ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως . φοβερόντι λέγει · δείκνυσι γὰρ ὅτι πᾶς ὁ σαπρὸν λόγον λαλῶν , λυπεῖ τὸ πνευμᾶ τὸ ἅγιον · εἶτα καὶ ἐκ τῆς ἐυεργεσίας τοῦ πνευματός · φοβερώτερον τὸν λόγον ποιεῖ · ἐν ᾧ φησιν ἐσφραγίσθητε .
182ex108rEph.4.30
183108rEph.4.30-Eph.4.31πγ πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν , σὺν πάσῃ κακίᾳ · πικρίαν μὲν λέγει , τὴν δεινότητα καὶ τὴν κατασκευήν · ὁ δὲ θυμὸς . γεννητικός ἐστι τῆς ὀργῆς · ἐκ δὲ τῆς ὀργῆς , ἡ κραυγὴ πρόεισιν · ἐκ δὲ ταύτης , ἡ βλασφημία οἶον ἡλοι δορία · ταῦτατοι γὰρ οὖν ἄπαντα ἄρθήτω ἀφ’ ὑμῶν · οὐ λέγει κατεχέσθω ἠκολαζεσθω · ἀλλὰ τὴν παντελῇ αὐτῶν δηλῶν ἀναίρεσιν , ἀρθήτω φησὶν σὺν πάσῃ κακίᾳ · ἐπειδὴ γὰρ εἰσίν ἄνθρωποι ὥσπερ τῶν κυνῶν οἱ λαθροδάκται οἳ οὔτε κράζουσιν οὔτε δήλην ποιοῦσι τὴν ὀργὴν · ἀλλὰ κατὰ ψυχὴν ἔχοντες , ἀμύνονται ἐν καιρῷ τὸν λυπησάντα · βούλεται καὶ τὴν ἐνδομυχοῦσαν κακίαν αἴρεσθαι καὶ ἐξορίζεσθαι .
184108vEph.4.32πδ γίνεσθε δὲ εἰς ἀλλήλους οὐδὲ γὰρ ἀρκεῖ μόνη τῶν κακῶν ἡ ἀποχὴ ἀπαλλέξαι τιμωρίας . εἰ μὴ καὶ ἀγαθόν τις πρὸς ἐργάσηται · καὶ τοῦτο δηλοῦσιν οἱ ἐξ ευώνυμων · οἳ οὐδὲν ἐγκαλοῦνται κακόν · ἀλλ’ ἢ ὅτι μὴ ἔθρεψαν καὶ ἐπότισαν · καὶ ἐσκέπασαν · ἅπερ ἐστι τῶν καλῶν ἐργασία · δεῖ οὖν ἡμῖν καὶ καλῶν ἐργασίας · διὸ τὰ φαῦλα ἀνελὼν ὁ παῦλος , ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν παρακαλεῖ .
185108vEph.4.32πε χρηστοί , εὔσπλαγχνοι , χαριζόμενοι ἑαυτοῖς , χρηστὸι ὡς πρὸς ἀντιδιαστολὴν τῆς ὀργῆς · ἔυσπλαγχνοι , ὡς πρὸς ἀντι διαστολὴν τῆς πικρίας · τὸ δὲ χαριζόμενοι ἑαυτοῖς ὅ ἐστι συγγνωμονικοὶ γίνεσθε , πρὸς ἀντι διαστολὴν τῆς κακίας καὶ βλασφημίας τέθεικεν .
186108vEph.4.32πϛ καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐξαρίσατο ὑμῖν . μεγίστη μὲν προτροπὴ πρὸς τὸ χαρίζεσθαι ἑαυτοῖς τὸ εἰπεῖν τὸν χριστὸν ἀφετε καὶ ἀφεθήσεται ὑμῖν · ἀλλ’ ἐπειδὴ πολλοὶ οὐ σφὸδρα τοῖς , μέλλουσιν πιστέυουσιν , ἀπὸ τῶν προ ὑπηργμένων ποιεῖται τὴν παράκλησιν · χαριζόμενοι γὰρ φησιν ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐχαρίσατο ὑμῖν · τι ἐστιν ἐν χριστῷ · τουτέστιν μετὰ κινδύνου τοῦ ὑιοῦ αὐτοῦ · διὰ τῆς σφαγῆς αὐτοῦ καὶ τοῦ σταυροῦ · καὶ σὺ μὲν φησιν , ἀκινδύνως χαρίζῃ . ὁ δὲ θεὸς μετὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ διὰ τῆς σφαγῆς αὐτοῦ καὶ τοῦ σταυροῦ ἐχαρίσατο ὑμῖν · ὁρᾶς ὑπερβολήν .
187108vEph.4.32-Eph.5.1πζ γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ , ἀρκεῖ τοῦτο πρὸς μισθὸν τῷ χαριζομένῳ . τὸ γενέσθαι μιμητὴν τοῦ θεοῦ .
188108vEph.5.1πη ὡς τέκνα ἀγαπητά · ἰδοὺ καὶ ἄλλη πρὸς τὸ χαρίζεσθαι προτροπὴ · μᾶλλον δὲ ἀνάγκη ἀνάγκην γὰρ ἔχετε φησιν · μιμεῖσθαι τὸν πατέρα ὑμῶν · εἶτα ἐπειδὴ μὴ πάντα τὰ τέκνα μιμεῖται τὸν πατέρα πρόσεθηκεν τὸ ἀγαπητά · τοῖς γὰρ τοιόυτοις καὶ ἐξ ἀνάγκης τινὸς ἡ μίμησις .
189108vEph.5.1-Eph.5.2πη καὶ περιπατεῖτε ἐν ἀγάπῃ , καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς , καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας . ἰδοὺ πάντων τῶν καλῶν ἡ ῥίζα · τάυτης γὰρ ὄυσης καὶ ἡφυγὴ τῶν κακῶν καὶ ἡ ποίησις τῶν ἀγαθῶ εὐχερῶς κατορθοῦνται · καθώς φησιν ὁ χριστὸς ἡγάπησεν ἡμᾶς · καίτοι οὐκ ἔστιν ὃμοιον τῆς τοῦ χριστοῦ ἀγάπης τὸ ἡμέτερον · ὁ μὲν γὰρ ἐχθροὺς ὅντας ἡμᾶς ἡγάπησεν , σὺ δὲ φησιν τοῦτο · κἂν εἶς τοὺς πλησίον ἐπίδειξαι · καὶ ὁ μὲν χριστὸς , ἑαυτὸν εἰς θάνατον παρέδωκεν , σὺ δὲ , ἀκίνδυνος καὶ ἀζήμιος ἔσται ἡ πρὸς τὸν πλησίον ἀγάπη · εἰ δὲ ἐχθροὺς ἀγαπήσεις , κατὰ μίμησιν τοῦ χριστοῦ . γενή καὶ σὺ θυσία τῷ θεῷ καὶ προσφορὰ εἰς ὀσμὴν εὐωδίας λογιζομένη · ὅυτως ὁ χριστὸς γέγονεν · ὅυτως καὶ ἡμεῖς εἂν θελήσωμεν , ἐσόμεθα .
190108vEph.5.3ϛ πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία εἰπεν περὶ τοῦ θυμικοῦ πάθους τοῦ θυμοῦ καὶ τῆς ὀργῆς καὶ τῆς πικρίας . ἢλθεν λοιπὸν εἰς τὸ ἐπιθυμητικὸν τῆς πορνείας · καὶ γὰρ καὶ ὁ νόμος πρῶτον εἰπὼν οὐ φονέυσεις ὅ πέρ ἐστι τοῦ θυμικοῦ . τότε εἶπεν · οὑ μοιχέυσεις ὅπερ τοῦ ̓πιθυμητικοῦ καθέστηκεν · καθάπερ γὰρ ἡ πικρία καὶ ἡκραυγὴ καὶ ἡ κακία καὶ ἡ βλασφημία τοῦ θυμικοῦ πάθους ἐστὶν , ὅυτως τοῦ ἐπιθυμητικοῦ , πορνεία , ἀκαθαρσία · εἰ γὰρ καὶ μὴ σωμάτων , χρημάτων μέντοι ἐπιθυμεῖ .
191108vEph.5.3ϛα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν , ̃οἶδεν γὰρ τοὺς περὶ τούτων λόγους ὑπεκκαύμα καὶ προτροπὰς τῶν ἔργῶν γινομένους .
192108vEph.5.3ϛβ καθὼς πρέπει ἁγίοις · ὅυτω γὰρ πρέπει τοῖς ἁγίοις εἶναι σπουδάζουσιν .
193108vEph.5.3-Eph.5.4ϛγ καὶ αἰσχρότης , καὶ μωρολογία , ἢ εὐτραπελία , ὥσπερ ἄνω τὴν κραυγὴν περιεῖλεν · ὄχημα τῆς ὀργῆς ὑπάρχουσαν , ὅυτως νῦν τὴν αἰσχρολογίαν καὶ τὴν εὐτραπελίαν καὶ μωρολογίαν , ὑπέκκαυμα τῆς πορνείας τυγχάνουσαν .
194108vEph.5.4ϛδ τὰ οὖκ ἀνήκοντα · ἵνα μὴ δόξη φορτικός τις εἶναι · καὶ τὴν ἐτραπελίαν ἐκκόπων . ἐπάγει · τὰ μὴ ἀνήκοντα φησιν · τί γὰρ πρὸς ἡμᾶς ταῦτα · οὐδὲν κοινὸν ἡμῖν πρὸς αὐτά · οὐ γὰρ γέλωτος ἢ εὐτραπελίας ὁ παρὼν καιρὸς . ἀλλὰ πένθους καὶ ἀγῶνος · ὡσεὶ ἔλεγεν · ἐφέστηκεν ὁ δίαβολος πάντοθεν τρίζων τοὺς ὀδόντας καθ’ ἡμῶν καὶ ὠρυόμενος καὶ σὺ παίζεις καὶ ἀστεῖας λαλεῖς ; καὶ πῶς αὐτοῦ περιέστη . δυσχερὲς γὰρ ἀγωνιζόμενον αὐτοῦ περιγενέσθαι · μὴ τι γεπαίζοντα .
195108vEph.5.4ϛε ἀλλὰ μᾶλλον εὐχαριστία . ἀνθῶν γὰρ τὰ ἀλλό τρία σου μὴ φθέγγη , εὐχαρίστει τῷ θεῷ .
196108vEph.5.4-Eph.5.5ϛϛ τοῦτο γὰρ ἔστε γινώσκοντες , ὅτι πᾶς πόρνος , ἢ ἀκὰθαρτος , ἢ πλεονέκτης , ὅς ἐστιν εἰδωλάτρης , οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ . ἦσαν ἴσως τινὲς παραυτοῖς οἱ λέγοντες ὅτι φοβῆσαι θέλων ὁ θεὸς · ταῦτα ἀπηγόρευσεν τὰ εὐτελῇ · ἢ καὶ ἐξεφάυλιζον τὰ τοιαῦτα . οὐχῖ κανὰ ὅντα εἰς γέενναν ἐμβαλεῖν . οἷα καὶ νῦν γίνεται · τί γάρ φησι τὸ ἄτοπον · εἰ εἰπὼν μωρὲ ἔνοχος γενήσεται γεέννης . καὶ πῶς ἣ πλεονεξία εἰδωλολατρία · τούτους οὖν αἰνίττεται ὁ ἀπόστολος · δηλοῖ γὰρ ἡ ἐπαγωγή · μηδεὶς ὑμᾶς ἐξαπατάτω φησι κενοῖς λόγοις · κενοῖς δὲ τοῖς μὴ ἔχουσιν τὸ ἐλπισθὲν αὐτοῖς πέρας μὴ δὲ εῖς ἔργον ἐκβαίνουσιν .
197108vEph.5.6ϛζ μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις · ἄρα ἀπάτης ἐστὶ τὸ τὰ τοιαῦτα λαλεῖν .
198108vEph.5.6-Eph.5.7ϛη διὰ ταῦτα γὰρ ἔρξεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας . μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν · ἢ διὰ τὴν πορνείαν καὶ τὴν ἀκαθαρσίαν καὶ τὰ λοιπὰ , ἠ διὰ τοὺς τοιούτους λόγους · ἀπειθείας δὲ ὑιοὺς . τοὺς ἀσπειθοῦντας τοῖς τοιόυτοις δόγμασι λέγει .
199109rEph.5.7-Eph.5.8ϛθ ἦτε γάρποτε σκότος , νῦν δὲ φῶς ἐν κυρίῳ · ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας πολιτείας · σκότος ἦτε φησι · σκότος δὲ λέγει τὸν ενπλάνῃ βίον · μὴ τοίνυν παλινδρομήσητε , πρὸς τὸ σκότος .
200109rEph.5.8ρ ὡς τέκνα φωτὸς περιπατεῖτε τοῦτεστιν εὐσχημόνως · ἐν γὰρ φωτὶ , πᾶσις τοῦ εὐσχήμου προνοεῖ .
201109rEph.5.9α ὁ γὰρ καρπὸς τοῦ πνεύματος τοιαῦτα καρποφορεῖ τὸ πνευμᾶ καὶ οἱ πνευματικόι · ὡς τά γε ἕτερα , τοῦ σατανᾶ εἰσιν καρποί ·
202109rEph.5.9β ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ τοῦτο ὡς πρὸς τοὺς ὀργιζομένους · πρὸς τοὺς πικρούς · τὸ δὲ δικαιοσύνη , ὡς πρὸς τοὺς πλεονέκτας · τὸ δὲ ἀληθείᾳ . ὡς πρὸς τοὺς ψευδῇ τῆς ἀκολασίας καὶ ἁμαρτίας διώκοντας ἡδονήν .
203109rEph.5.10γ δοκιμάζοντες τί ̓στιν εὐάρεστον τῷ θεῷ · ́ἄρα ἀδοκίμου καὶ παιδικῆς διανοίας τὰ ἄλλα .
204109rEph.5.10-Eph.5.12δ καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους , μᾶλλον δὲ καὶ ἐλέγχετε · τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν . ποῖος γὰρ καρπός · ποῖον ὅφελος ἐξ ἐκείνων · θάνατος μὲν οὖν · σκότους δὲ λέγει , τῶν ἐν πλάνῃ καὶ ἁμαρτίαις ἄνθρωπον · καὶ τί λέγω μὴ συγκοινωνεῖτε · μᾶλλον φησι καὶ ἐλέγχετε · παιδέυοντες αὐτοὺς διὰ τῶν ἐλέγχων ·
204Ph109rEph.5.12
205109rEph.5.13ε τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φασεροῦται · τοῦτο δὲ οὐκ ἐστίν ἐναντίον τῶ μὴ κρίνετε · ὧδε γὰρ τὸ ἐλέγχετε , ἀντὶ τοῦ παιδέυετε κεῖται ἐκεὶ δὲ τὸ κατακρίνετε . τουτέστιν ἄν ἦτε ὑμεῖς ἐνάρετοι , οὐ δύνανται λανθάνειν οἱ πονηρόι · ἀλλ’ αὐτὸς ὑμὼν ὁ βίος καὶ πρὸ τῶν ἡμετέρων λόγων κατήγορος καὶ ἔλεγχος ἔστιν αὐτῶν · ἐὰν γὰρ λανθάνωσιν ἀδιόρθω τοιμένουσιν · φανερούμενοι δὲ διορθωθήσονται .
205Ph109rEph.5.13
206109rEph.5.13ϛ πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν . ἢ τοῦτο φησιν ὅτι τὰ ἁμαρτήματα εἂν φανρωθῆ , φῶς γίνεται · τουτέστιν εἰς δικαιοσύνην προτρέπεται ἐκ μετανοίας · ἢ ὅτι ἐνάρετος βίος , οὐδύναται κρυβῆναι · δίο ἐλέγχει τὸ σκότος τουτέστιν τοὺς πονηρούς .
206Ph109rEph.5.13 * ὅτι , φησί , τὸ φανερούμενον καὶ ἀνακαλυπτομενον φῶς γίνεται , μαρτυρεῖ καὶ ἡ χρῆσις · ἔγειρε γάρ , φησίν , ὁ καθεύδων , οἷον · διανάστηθι ἀπὸ τῆς πρὸς τὰ πάθη κατακλίσεως καὶ προσεδρίας . καὶ ἀνάστα ἐκ τῶν νεκρῶν · ἔασον αὐτὰ νεκρὰ καὶ αἰσχρὰ καθώς εἰσιν φανερωθῆναι . καὶ ἂν ταῦτα γένηται , ἐπιφαύσει σοι τοτε καὶ φωτίσει καὶ καταυγάσει σοι ὁ Χριστος , ὥστε τὸ φανερούμενον φῶς γίνεται καὶ φωτίζεται .
207109rEph.5.13-Eph.5.14ζ διὸ λέγει , ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν , καθεύδοντα καὶ νεκρὸν τὸν ἐν ἁμαρτίαις λέγει . καὶ γὰρ καὶ ἀνενέργητος ἐστιν πρὸς τὸ ἀγαθὸν ὡς ὁ νεκρὸς καὶ φαντασιοῦται ὡς ὁ καθεύδων · καὶ εἰδεχθής ἐστι καὶ δυσωδίας γέμει ὡς ὁ νεκρὸς πάλαι .
208109rEph.5.14η καὶ ἐπιφαύσει σοι ὁ χριστός . ὅτι δὲ σκότος ἐστί φησιν ὁ ἐν ἁμαρτίαις , ἀκουσον πῶς αὐτὸν καθεύδοντα καὶ νεκρὸν ἡ γραφὴ λαλεῖ · καὶ ὡς οὐκ ἂν ἄλλως αὐτῷ ἐπιλάμψει ὁ χριστὸς · πλὴν εἰ μὴ πάυσηται τῆς ἁμαρτίας · τὸ γὰρ ἔγειρε πᾶυσον ἐστι . ταῦτα καὶ πρὸς ἀπίστους · καὶ προς πιστοὺς ἁμαρτωλοὺς ἁρμόζει · τὸ δὲ ἐπιφαῦσει , ἐπιλάμψει ἐστιν .
209109rEph.5.14-Eph.5.15θ βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε , πρόβατα ἐστὲ ἐν μέσῳ λύκων · διὸ πολλῆς παραφυλακῆς χρεία · μὴ ἀναδέξασθαι ἔχθρας πλὴν τῶν διὰ τὸ κήρυγμα .
210109rEph.5.15-Eph.5.16ι μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί , ἐξαγοραζόμενοι τὸν καιρόν , οἱ γὰρ σοφοὶ ἴσασιν , πῶς δεῖ περιπατεῖν · πάντα γάρ φησιν προϊέσθαι καὶ ἀγοράζειν . τὸ μὴ περὶ τὴν πίστιν ναυαγῆσαι ·
210ex109rEph.5.16οικουμενιου ἢ ὅυτως · ὁ καιρὸς οὐκ ἔστιν ἡμῖν βέβαιος πάροικοι γὰρ ἐσμέν · ἀγόρασον οὖν αὐτὸν καὶ ποίησον ἴδιον · πῶς δὲ τοῦτο ἐσται ; διὰ τοῦ ἐν αὐτῷ εὐαρεστῆσαι τῷ θεῷ · τότε γὰρ ὃυτως ἴδιος γίνεται . ὅτι καὶ ἐν αὐτῷ καλαὶ πράξεις ἐπακολουθοῦσιν ἐκεῖ δοξάζουσαι , ὥσπερ αἱ κακαὶ κατακρίνουσαι .
211109rEph.5.16ια ὅτι αἱ ἡμέραι πονηραί εἰσιν οὐχ αἵ ἐν αὐταῖς ὧραι ἢ οἱ χρόνοι εἰσὶ πονηροὶ μὴ γένοιτο · ἀλλ’ ἐκ τῶν ἐν αὐταῖς κακῶν παρ’ ἡμῶν γινομένων . τὰς ἡμέρας πονηρὰς ἐκάλεσεν · ὡς ἡμεῖς λέγομεν κακὴν ἢ καλὴν ἡμέραν ἐποίησα . οὐ τοῦτο λέγοντες ὄτι αὐτὴ ἡ φύσις τῆς ἡμέρας καλὴ ἢ κακὴ , ἀλλ’ ἐκ τῶν ἡμῖν συμβαινόντων , ὅυτως αὐτὴν ὀνομάζοντες · διὰ τοῦτο καὶ ὁ χριστός φησιν ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς τουτέστιν τὰ ἐν αὐτῇ κακὰ παρ’ ἡμῶν γινόμενα .
212109rEph.5.16-Eph.5.17ιβ διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες , ἐπειδὴ ἡ πονηρία φησιν ἀνθεῖ καὶ ἐπικρατεῖ τοῦ παρόντος βίου καὶ τῶν ἡμερῶν , μὴ γίνεσθε ἄφρονες ὥστε ἀλίσκεσθαι αὐτῇ ·
213109vEph.5.17ιγ ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου . θέλημα δὲ τοῦ κυριοῦ τὸ τὸν παρόντα καιρὸν ἐξαγοράζεσθαι .
213Ph109vEph.5.17 * συνιέντες περιπατεῖτε · ἀπὸ κοινοῦ γὰρ ὥσπερ καὶ τὸ πληροῦσθε πάλιν ἐστὶν ἀπὸ κοινοῦ · πρὸς λαλοῦντες γὰρ · καὶ ᾄδοντες καὶ ψάλλοντες καὶ εὐχαριστοῦντες ἀποδίδοντες , καὶ πρὸς τὸ ὑποτασσομενοι .
214109vEph.5.17-Eph.5.18ιδ καὶ μὴ μεθύσκεσθε οἴνῳ , ὁ γὰρ οἶνος πρὸς εὐφροσύνην οὐ πρὸς μέθην δίδοται ·
215109vEph.5.18ιε ἐν ᾧ ἐστὶν ἀσωτία , θυμώ δεισποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς καὶ πρὸς ἀσέλγειαν ἐπιρρεπεῖς .
216109vEph.5.18-Eph.5.19ιϛ ἀλλὰ πληροῦσθε ἐν πνεύματι , λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς , θέλεις πληροῦσθαι φησι · καὶ ὡς εἰπεῖν μη μεθύσκεσθε τοῦτο ποίει ἐν τῷ ἁγίῳ πνευματικί πληρούμενος αὐτοῦ · ἔσται δὲ τοὖτο , διὰ ψαλμῶν καὶ ὠδῶν φησιν .
217109vEph.5.19ιζ /οικουμενιου ἄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ , εἰσὶ γὰρ καὶ διαβολικάι .
218109vEph.5.19ιη μὴ τοῖς χείλεσι μόνοις , ἀλλὰ καὶ κατὰ τὴν καρδίαν .
219109vEph.5.19-Eph.5.20ιθ εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί , διὰ γὰρ τοῦ ὀνόματος τοῦ χριστοῦ · πάντα ἡμῖν ὑπάρχει .
220109vEph.5.21κ ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ θεοῦ . ὅταν γὰρ ἔκαστος ἐκάστῳ ἔιη ὑποτεταγμένος · καὶ μὴ διάτι πραγμα κοσμικὸν ἢ ἄτοπον · ἀλλὰ διὰ φόβον θεοῦ , τί ἔσται λοιπὸν ἐν μέσω κακόν .
221109vEph.5.21-Eph.5.22κα αἱ γυναῖκες , ἐὰν γὰρ ὢσιν οὗτοι ἐν εἰρήνῃ , πᾶσα ἡ οἰκία εἰρηνέυσοι καὶ πάντες ἀπολαύσουσι τῆς ἔνθεν ὠφελείας .
222109vEph.5.22-Eph.5.23κβ τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε , ὡς τῷ κυρίῳ . ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός,ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας , βαβαὶ ὑποταγῆς ἐπίτασις · πῶς οὖν φησιν ὁ χριστὸς · ἐὰν μὴ τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ , οὐ δύναται ἀκολουθῆσαι μοι · καὶ φαμέν · ὅτι τὸ ΩϹ οὐ πάντως ἰσότητα σημαίνει · ἢ τοῦτο φησιν ὡσεῖ δῦιαι ὅτι τῷ χριστῷ ὑποτασσόμεναι εἰσιν ἐκ τούτου .
223109vEph.5.23κγ καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος . καὶ αὐτὸς ὁ ἀνὴρ · καὶ γὰρ ἡ κεφαλὴ σωτηρία ἐστι τοῦ λοιποῦ σώματος μικροῦ τὰς πάσας αἰσθήσεις ἔχουσα ἐν ἑαυτῇ οὐκ οὖν καὶ ὁ ἀνὴρ τῆς γυναικός · ὅρα δὲ πῶς τὸ ἀρχικὸν καὶ τὸ προνοητικὸν ἀπένειμεν τῷ ἀνδρί · τὸ δὲ εἰκτικὸν τῇ γυναικί .
224109vEph.5.23-Eph.5.24κδ ἀλλ’ ὡσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ , οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ’’ανδράσιν ἐν παντί . τὸ ἄπαν πλῆθος · ἐν γὰρ τοῖς καθέκαστον ἔνι καὶ ἀν ὑπότακτος .
225109vEph.5.24-Eph.5.25κε οἱ ἄνδρες , ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν , καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν . Καὶ ἑαυτὸν παρέδωκεν ὑπερ αὐτῆς · θέλεις αὐτὴν ὑποτετάχθαι σοι ὡς τῷ κυριῷ ; ἀγάπα αὐτὴν ὡς ὁ κυριός τὴν ἐκκλησίαν · κἆν δέειτι παθεῖν ὑπὲρ αὐτῆς · κἂν ἀποθανεῖν , μὴ παραιτήση · σὺ μἐν γὰρ ἴσως εἰς ὑποτεταγμένην καὶ ἀγαπῶσαν ταύτην ἐπι δείξη · ὁ δὲ χριστὸς εἰς αἰσχρὰν καὶ ἀποστρεφομένην καὶ φέγουσαν .
226109vEph.5.25κϛ ἆρα οὖν ἅναγνος ἦν καὶ ἀκάθαρτος , οἶαν οὖν εἰ λάβοις γυναῖκα . οὐκ ἄν ὅυτως ἀκάθαρτον λήψη . ἀλλ’ οὐκ ὠν είδισεν ὁ χριστὸς τὴν ἐκκλησίαν οἷαν αὐτὴν οὖσαν οὐκ οὖν μὴ δὲ σὺ τὴν σαυτοῦ γυναῖκα .
227109vEph.5.26κζ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος τουτέστιν τῷ βαπτίσματι · ἀπέλουσε γὰρ αὐτῆς τὴν ἀκαθαρσίαν .
228109vEph.5.26κη ἐν ῥήματι , ποίω ῥήματι ; ὁ αὐτὸς εἶπεν τοῖς ἀποστολὸις · βαπτίζοντες αὐτούς εἰς τὸ ὅνομα τοῦ πατρὸς καὶ τοῦ ὑιοῦ καὶ τοῦ ἁγίου πνευματὸς .
229109vEph.5.26-Eph.5.27κθ ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν , οὐχ ἁπλῶς καθαρὰν , ἀλλ’ ἔνδοξον · ὥσπερ τοίνυν ὁ χριστὸς πάντων αἴτιος τῶν ἀγαθῶν τῇ ἐκκλησίᾳ · καὶ σὺ κατὰ δύναμιν ἔσοτῇ γυναικί · καὶ ὥσπερ αὐτὸς σώματος οὐκ ἐπιζητεῖ κάλλος ἀλλὰ ψυχῆς , ὅυτως καὶ συ · ἀν γὰρ ψυχῆς κάλλος ἐπιζητεῖς , εἰς τοῦτο αυτὴν ῥυθμίσεις δυσειδῆ τὸν ἐν τὸ ποιοῦντα ἄνθρωπον .
230109vEph.5.27λ μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων , ἀλλ’ ἵνα ἦ ἁγία καὶ ἄμωμος . διὰ τούτων τὰ ψυχικὰ λέγει πάθη τὰ δυσειδῆ τὸν ἐν τὸς ποιοῦντα ἄνθρωπον .
231109vEph.5.28λα οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα . οὐχ ὥς εἰς μεῖζον ἐρχόμενος ὑπόδειγμα . τὸ τοῦ οἰκείου σώματος εἴρηκεν · ὑπερβάλλει γὰρ τὸ κατὰ χριστὸν πρὸς τὴν ἐκκλησίαν · ἀλλ’ ὡς εἰς οἰκειότερον καὶ ἐγγύτερον · ἐκ τούτου γὰρ καὶ ὀφειλὴν τὸ πραγμα δείκνυσιν · εἰ γὰρ σῶμα ἐστι σὸν ἡ γυνὴ : ἔσονται γάρ φησιν οἱ δύο εἰς σάρκα μίαν , κατὰ ὀφειλὴν προνοήσεις αὐτῆς ὡς σαρκός σου .
232110rEph.5.28-Eph.5.29λβ ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα , ἑαυτὸν ἀγαπᾷ · οὐδεὶς γάρ ποτε τὴνἑαυτοῦ σάρκα ἐμίσησεν , ὅτι γάρ ἐστι σὰρξ τοῦ ἀνδρὸς ἡ γυνὴ , ἅκουε τοῦ ἀδὰμ λέγοντος . τοῦτο νῦν ὁστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου .
233110rEph.5.29λγ ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτὴν καθὼς καὶ ὁ κυρίος τὴν ἐκκλησίαν · συνεχῶς τῷ τοῦ χριστοῦ χρῆται παραδείγματι . πρὸς ̓ἀγάπην τοὺς ἄνδρας ἐκ τούτου παρακαλῶν .
234110rEph.5.30λδ ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ . ὡσεὶ εἶπεν · γνησίως ἐσμὲν ἐξ αὐτοῦ ἐπειδὴ γὰρ τὰ ὀστὰ καὶ τὸ σῶμα χαρακτηρίζει τὸν ἄνθρωπον διὰ τὴν γνησιότητα . φησιν ἐξ αὐτῶν ἡμᾶς εἶναι .
234ex110rEph.5.30οικουμενιου ἐξ αὐτοῦ δὲ καθὸ ἀπαρχὴ ἡμῶν ἐστιν ἐπὶ τῆς δευτέρας πλάσεως . ὥσπερ ἐκ τοῦ ἀδὰμ διὰ τὴν πρώτην .
235110rEph.5.30-Eph.5.31λε καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ , καὶ ἕσονται οἱ δύο εἰς σάρκα μίαν . τὴν ἡκριβωμένην ἕνωσιν καὶ ἀγάπην δηλοῖ .
236110rEph.5.31λϛ ἰδὸυ καὶ ἕτερον δικαίωμα ἀγάπης , ὅτι σῶμα ἀλλήλων εἰσίν .
237110rEph.5.32λζ τὸ μυστήριον τοῦτο μέγα ἐστὶν ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν · πῶς μέγα , ὅτι τῷ χριστῷ ἐξὸν μένειν ἐπὶ τῆς ἰδίας δόξης . ἐταπέινωσεν ἑαυτὸν ἐν ἀνθρωπήσας . ἵνα προσκολληθῇ τῇ ἐκκλησίᾳ · καὶ ἐγένοντο οἱ δύο εἰς πνεῦμα ἔν · ὁ γὰρ κολλώμενος φησιν τῷ κυριῷ . ἓν πνεῦμα ἐστίν .
238110rEph.5.33λη πλὴν καὶ ὑμεῖς ὡσέι ἔλεγεν · οὐχ ἠ ἀναγωγῇ τοῦ ὀνόματος καὶ ἡ πνευματικῇ ἐξήγησις ἀνατρέπει τὸ ἰδικὸν · δύναται γὰρ καὶ πνευματικῶς καὶ ἰδικῶς ἑρμηνεύεσθαι .
239110rEph.5.33λθ οἱ καθ’ ἔνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν · οἷον ἄνθρωποι · τὸ γὰρ τοῦ κατὰ ἀναγωγὴν νοήματος εἰς κοινότητα ὁρᾶ · τουτέστιν τὴν ἐκκλησίαν .
240110rEph.5.33μ ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα . οἷδεν γὰρ ἡ ἰσοτιμία , γίνεσθαι ἀκασταστασίας ὑπόθεσις · διὰ τοῦτο μίαν ἀρχὴν εἶναι κελεύει τὴν τοῦ ἀνδρός · τί δή ποτε δὲ περὶ τῆς ἀγάπης πολλὰ διαλεχθεις , περὶ τοῦ φόβου οὐχ οὕτως ἐποίησεν · ὅτι προηγουμένως τὴν ἀγάπην εἶναι δεῖ · ὅυτω γὰρ καὶ ὁ φόβος ἔψεται · τὸ δὲ φοβεῖσθαι , νόει ὡς πρέπον γυναῖκα φοβεῖσθαι μὴ δουλοπρεπῶς .
241110rEph.5.33-Eph.6.1μα τὰ τέκνα , ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν εἶπεν περὶ τῆς πρώτης ἀρχῆς τῆς κατὰ τὸν ἄνδρα · νῦν περὶ τῆς δευτέρας λέγει τῆς κατὰ τοὺς γονεῖς · ἡμὲν γὰρ γυνὴ , τῷ ἀνδρί · τὰ δὲ τέκνα , καὶ τῇ γυναικὶ ὑπόκειται .
242110rEph.6.1-Eph.6.2μβ ἐν κυριῷ · τοῦτο γάρ ἐστιν δίκαιον . τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα τουτέστιν κατὰ κυρίον ἐν οἷς μὴ βλάπτεται ἡ εὐσέβεια · τί γὰρ ὅτι προστῆσεται βούλεται ὁ πατὴρ τὴν θυγατέρα , ἢ αἰσχρὰν διδάξαι τέχνην τὸν υἱόν · ἢ πρὸς ἑλληνισμὸν ἀγαγεῖν · τὰ γὰρ τοιαῦτα οὐκ ἐν κυρίῳ ἐστιν .
243110rEph.6.2-Eph.6.3μγ ἥτις ἐστὶν ἐντολὴ πρῶτη ἐν ἐπαγγελίᾳ,ἵνα εὖ σοι γένηται , καὶ τοι οὐκ ἔστιν αὔτη πρώτη · οὐ φονέυσεις οὐ μοιχέυσεις · ἀλλ’ ὅρα τί προς τέθεικεν · ἐν ἐπαγγελίᾳ · ἐκεῖναι γὰρ αἱ πρῶται οὐκ ἔχουσιν ἐπαγγελίας · ἀναχωρήσεις γάρ εἰσι κακῶν . οὐκ ἀγαθοῦ ἐργασία · αὔτη τοι γάρ οὖν κατὰ τὸν τῆς ἐπαγγελίας λόγον ἐστὶ πρώτη · ἀγαθοῦ γάρ ἐστιν ἐργασία .
244110rEph.6.3μδ καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς . ὅρα σοφίαν · ἐπειδὴ πρὸς νηπίους ὁ λόγος αὐτῷ · πρὸς γὰρ τὰ τέκνα λαλεῖ . αὐτὴν τὴν κειμένην ἀμοιβὴν · καὶ οὐδὲν ὑψηλόν · οὐ περὶ βασιλείας οὐρανῶν·οὐ περὶ μιμήσεως χριστοῦ . ὅπερ ἐπὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐποίησεν · τί γὰρ ἡ δύτερον παισὶ τῆς μακροχρονίας · καὶ γὰρ καὶ τοῖς ἰουδαίοις ὡς νηπίοις τὰς φρένας . ταῦτα ἐνομοθετήθη . οὐ γὰρ ἴσχυον τέλείων ἀκούειν .
245110rEph.6.3-Eph.6.4με καὶ οἱ πατέρες , μὴ παροργίζετε τὰ τέκνα ὑμῶν , οὐκ εἶπεν ἀγαπᾶτε · τοῦτο γὰρ αὐτοὺς ἡ φύσις καὶ ἄκοντας ἀπαιτεῖ . ἀλλὰ μὴ παροργίζετε · τουτέστιν μὴ ἀποκληρονόμους · μὴ ἀποκηρύκτους ποιεῖτε · μὴ φορτικὰ καὶ δούλοις πρέποντα ἐπιτάσσετε καὶ πρὸς αὐτοὺς ἀεὶ δυσχεράινετε .
246110vEph.6.4μϛ ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου . τοῦτο τῆς παραινέσεως τὸ κεφάλαιον · τῶν πνευματικῶν γὰρ ὄντων . καὶ τὰ σαρκικὰ ἀκολουθήσει · τοῦτο γὰρ αὐτοὺς μάλιστα πειθηνίους ποιεῖ .
247110vEph.6.5μζ οἱ δοῦλοι ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα . τοὺς δούλους ἐσχάτους τέθεικεν · ἐπειδὴ καὶ εἰσὶν τῷ ἀξιώματι · οὐκέτι δὲ τούτοις ὡς παιδίοις νηπίως διὰ λέγεται . ἀλλὰ τελείως · κατὰ σάρκα δὲ τουτέστιν τοῖς προς καίροις · ἐκ τούτου δὲ καὶ παραμυθεῖται αὐτούς .
248110vEph.6.5μη μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν , ὡς τῷ χριστῷ · εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσει , πόσω μᾶλλον τούτους · τὸν δὲ τοιοῦτον , οὐκ ἀπαιτεῖ παρὰ γυναικῶν φόβον · ἐπειδὴ μήτε εἰσὶ δοῦλοι ἀλλ’ ὑπήκοοι · καλῶς δὲ τὸ ἐν ἀπλότητι καρδίας · ἔνι γὰρ καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν · ἀλλ’ οὐκ ἐξευνοίας ̓ἀλλὰ κακόυργως ·
249110vEph.6.5-Eph.6.6μθ μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι , μὴ ὅταν πάρεισιν οἱ δεσπόται , καὶ ὁρῶσιν . ἀλλ’ ἵνα καὶ ἀπόντων αὐτῶν ἴνα τὰ δέοντα ποιῶσιν .
250110vEph.6.6ν ἀλλ’ ὡς δοῦλοι τοῦ χριστοῦ , ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ὅρα οὖν ὁ ἀνθρωπάρεσκος οὐκ ἔστι δοῦλος χριστοῦ ·
251110vEph.6.6-Eph.6.7να ἐκ ψυχῆς , μετ’ εὐνοίας δουλεύοντες ἐνί γὰρ καὶ ἐν ἁπλότητι κακούργως ἐργάζεσθαι · μὴ μὴν ὀση δύναμις πάρεστιν . ἀλλὰ τὸν ὁρισμένον μόνον ·
252110vEph.6.7νβ τῷ κυριῷ καὶ οὐκ ἄνθρωποις · μὴ κατὰ βίαν ἀλλ’ ἐκ προαιρέσεως .
253110vEph.6.7-Eph.6.8νγ εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν , τοῦτο κομιεῖται παρὰ τοῦ κυρίου , εἴτε δοῦλος , εἴτε ἐλεύθερος . ἐπειδὴ εἰκός ἐστιν πολλοὺς τῶν δεσποτῶν μὴ ἀμείβεσθαι τῆς εὐνοίας τοὺς δούλους ἐκεῖ αὐτοῖς ὑπισχνεῖται τὴν ἀμοιβήν ·
254110vEph.6.8-Eph.6.9νδ καὶ οἱ κύριοι , τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς , τὰ αὐτὰ ποῖα · μετ’ εὐνοίας δουλεύετε · μὴ ὡς ̓ἀνθρωπάρεσκοι · ἀλλὰ ταῦτα οὐ λέγει φανερῶς · καίτοι τὰ αὐτὰ διανοηθείς · καὶ γὰρ καὶ οἰ κύριοι δουλεύουσι τοῖς δούλοις · ὅταν γὰρ ἐκεῖνου κοιμωμένου καὶ ῥέγχοντος · ὁ δεσπότης περὶ τροφῶν . περὶ ἐνδύματος μεριμνῶν οὐ καθεύδει · ἆρα οὐ δουλεύει ; ἔστι δὲ καὶ ἐπὶ τῶν κυρίων τὸ μετὰ φόβου καὶ τρόμου ἁρμόσαι τοῦ πρὸς θεὸν δηλον ὅτι ·
255110vEph.6.9νε ἀνιέντες τὴν ἀπειλήν · μὴ φορτικοί φησιν μὴ ἐπαχθεῖς
256110vEph.6.9νϛ εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς , ᾧ γὰρ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν φησιν · μὴ ἀκούσης καὶ σὺ δοῦλε πονηρὲ · πᾶσαν ἐκεῖνην ἀφῆκα σοι καὶ τὰ τῶν ἑξῆς .
257110vEph.6.9νζ καὶ προσωποληψία οὐκ ἔστιν παρ’ αὐτῷ . μὴ νομίσης ὅτι τῶν εἰς τὸν δοῦλον γινομένων κακῶν καταφρονεῖ · διὰ τὸ τοῦ προσώπου εὐτελές · οὐκ ἔνι παρὰ θεῷ δοῦλος καὶ δεσποτῆς ·
258110vEph.6.9-Eph.6.10νη τὸ λοιπὸν ἀδελφοί μου ̓ν δυναμοῦσθε ἐν κυρίῳ , μετὰ τὸ διὰ τάξαι φησὶ τὰ εἰκότα , τοῦτο ἀκόλουθον καὶ ὑπό λοιπον τὸ ἐνδυναμοῦσθαι ὑμᾶς ἐν κυρίῳ · τουτέστιν τῇ εἰς αὐτὸν ἐλπίδι · καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ · διὰ γὰρ τῆς αὐτοῦ βοηθείας ἔστιν ἡμῖν τὸ ἐλπίζειν εἰς αὐτόν .
259110vEph.6.10νθ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ . ἰσχυρὸς γάρ ἐστι φησὶν καὶ ἱκανὸς πάντα κατορθὼσαι .
260110vEph.6.10-Eph.6.11ξ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ , μετὰ τὸ διοικῆσαι πάντας κατὰ τάξιν · λοιπὸν καὶ ὁπλίζει αὐτοὺς ὡς πρὸσπόλεμον .
261110vEph.6.11ξα προς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου . οὐκ εἶπεν μάχας , ἀλλὰ μεθοδείας · ὅ πέρ ἐστι χαλεπώτερον · οἷον πρὸς τὰς ἐπιβουλάς · προς τὰς ἐνέδρας · πρὸς τοὺς δόλους .
262110vEph.6.11-Eph.6.12ξβ ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα , ταῦτα φησιν δεικνὺς ὅτι νήψεως χρεία καὶ ἐγρηγόρσεως πρὸς τὸν πόλεμον · οὐ πτοῆσαι βουλόμενος · ὁ γὰρ διδάσκων τοῦ ἐχθρὸυ τὴν δύναμιν . ἀσφαλετέρους ποιεῖ τοὺς οἰκείους .
263110vEph.6.12ξγ ἀλλὰ πρὸς τὰς ἀρχάς , περὶ δαιμόνων λέγει · οὓς ἡμεῖς ἑαυτῶν πἐποιήκαμεν ἄρχοντας ἐκόντες αὐτοῖς ὑποκλινόμενοι · οὐ γὰρ ἔλαχεν τοῦ ἄρχειν ἡμῶν ἀλλὰ πατεῖσθαι ὑφ’ ἡμῶν · ἰδοὺ γάρ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων .
264110vEph.6.12ξδ πρὸς τὰς ἐξουσίας , οὐ γὰρ ἕξει περαιτέρῳ τοῦ κόσμου χώραν .
265110vEph.6.12ξε πρὸς τοὺς κοσμοκράτορας κόσμον οἶδεν ἡ γραφὴ τὰς πονηρὰς πράξεις καλεῖν · οὕτω καὶ ὁ χριστὸς πρὸς τοὺς μαθητάς · ὑμεῖς οὐκ ἐστέ φησιν τοῦ κόσμου τούτου · καίτοι ἦσαν , ἀλλὰ τὰς πονηρὰς πράξεις λέγων ὅυτως εἶπεν · κοσμοκράτορας οὖν φησι τοὺς δαίμονας ὡς πονηρῶν πράξεων καθηγεμόνας .
266111rEph.6.12ξϛ τοῦ σκότους τοῦ αἰῶνος τούτου , ἵνα μὴ φοβηθῆς ἀκόυων κοσμοκράτορας , ἐπήγαγεν τίνος ἄρχουσι · τῆς πονηρίας φησι · σκότος γὰρ τοῦ αἰῶνος τούτου τὰς πονηρὰς λέγει πραξεις .
267111rEph.6.12ξζ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πρὸς τὰ πνευματικὰ · τουτέστιν δαιμόνια τὰ ὄντα · ἢ τῆς πονηρίας οἷον τοῦ διαβόλου · ὑπ’ αὐτὸν γὰρ τελοῦσιν · ἣ τῶν πονηρῶν πράξεων καθηγηταί .
268111rEph.6.12ξη ἐν τοῖς ἐπουρανίοις . ὡσεὶ ἔλεγεν · ἔστιν δὲ ἡμῖν ἡ πρὸς τούτους πάλη · οὐ περὶ μικρῶν τινῶν ἀλλ’ ὑπὲρ τῶν ἐν τοῖς ἐπουρανίοις πραγμάτων · οἷον βασιλείας οὐρανῶν , καὶ ὑιοθεσίας · διὸ νήφειν χρή · ἡ δὲ ἀντίλεξις ἰδικῶς διὰ τὰ ἐπουρανία φησὶ · τὸ γὰρ ἐν διά ἐστιν .
269111rEph.6.12-Eph.6.13ξθ διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ , ἵνα δυνηθῆτε ἀντιστῆναι . ἐπειδή φησι χαλεποὶ οἱ ἐχθροί .
270111rEph.6.13ο ἐν τῇ ἡμέρα τῇ πονηρᾷ , ἡμέραν πονηρὰν , τὸν παρόντα καλεῖ βίον διὰ τὰ ἐν αὐτῷ πονηρὰ πράγματα · δεικνὺς βραχὺν τὸν τοῦ πολέμου καιρόν · καὶ ταῦτα προθυμίαν αὐτοῖς διδούς .
271111rEph.6.13οα καὶ ἅπαντα κατεργασάμενοι στῆναι . ἅπαντα · οἷον τὰ πάθη · τὰς ἐπιθυμίας · κατεργασάμενοι · οἷον καταπολεμήσαντες , στῆναι νικηφόροιτινες καὶ λαμπροὶ τοῖς τροπαίοις · πολλοὶ γὰρ μετὰ τὸ νικῆσαι , πάλιν ἔπεσον · ἀλλ’ ἵνα ἐνστῆτε τῇ νίκῃ .
272111rEph.6.14οβ στῆτε οὖν περιζωσέμενοι ἐπὶ πόλεμον προτρέπων τὸ πρῶτον , ἐν τοῖς τακτικοῖς παραινεῖ τὸ στῆναι εὐτάκτως · εἶτα λοιπὸν καθοπλίζει · καὶ πρῶτον ζώννυσι τὸν διαρρέοντα καὶ διακεχύμενον ταῖς ἐπιθυμίαις καὶ χαμὰι τοὺς λογισμοὺς συρομένους ἔχοντα στρατίωτην . καὶ ἀναστέλλει τῇ νοητῇ ταύτῃ ζώσει .
273111rEph.6.14ογ τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ , ὥσπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις τὸ πᾶν συνέχει θεμέλιος τις οὖσα , οὕτως ἐφ’ ὑμῶν ἡ ὀσφύς · οἱ γοῦν ἀποκαμόντες πολλάκις ὥσπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας ἐπιτιθέντες , ἐπαναπάυονται · τὴν τοίνυν ἀρχὴν ἡμῶν πρῶτον συσφίγγει οἷον τὸν ἐν ἡμῖν τόνον τῆς ψυχῆς · ὃν τροπικῶς ὀσφὺν ἐκάλεσεν , τοῦτον τῇ ἀληθείᾳ περιζώννυσιν · εἰ δὲ ἀλήθεια εἰς πολλὰ νοεῖται · ἀλήθεια δογμάτων · ἀλήθεια βίου χρηστοῦ ὑποκρίσεως κεχωρισμένου · ἀλήθεια λόγων τὸ δολερὸν ἀρνουμένων · ἀλήθεια ἐνθυμήσεως οὐδὲν ἐχούσης τοῦ νόθου κιβδήλου τῶν δαιμόνων σπόρου .
273ex111rEph.6.14Οικουμενιου δύνῃ δὲ καὶ ὡς πρὸς τὸν χριστὸν νοῆσαι τὴν ἀλήθειαν τὸν ὄντως ἀλήθειαν · ἐγὼ γάρ εἰμί φησιν ἡ ἀλήθεια · ὃν καὶ ἐν δεδύσθαι οὐ μόνον περιεζὼσθαι τοῖς ἀνθρωποίς δεδώρηται · ὅσοι γὰρ εἰς χριστὸν ἐβαπτίσθητε φησι χριστὸν ἐνεδύσασθε .
274111rEph.6.14οδ καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς διλαιοσύνης , τὸν καθὸλου φησιν ἐνάρετον βίον .
275111rEph.6.15οε καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ ἢ τοῦτο φησιν ὅτι χρὴ τοὺς πόδας ἡμῶν ἐτοίμους εἶναι πρὸς τὸ εὐαγγελίζεσθαι ὡς ὡραῖοι γάρ φησιν οἱ πόδες τῶν εὐαγγελιζομένων εἶρήνην · ἢ ὅτι ἐν ἑτοίμῳ ὁφείλομεν εἶναι . καὶ βίον ἔχειν ὡς τὸ εὐαγγελίον ὑφηγεῖται · τὴν γὰρ ἑτοιμασίαν τῆς καρδίας αυτῶν φησὶν ὁ προφήτης , προσέσχεν τὸ οὖσσου .
276111rEph.6.15οϛ τοῦ εὐαγγελίου τῆς εἰρήνης · τὸ γὰρ εὐαγγέλιον εἰρήνην μὲν πρὸς τὸν θεὸν ποιεῖ . πόλεμον δὲ πρὸς τοὺς δαίμονας .
277111rEph.6.15-Eph.6.16οζ ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρετὸν τῆς πίστεως , δεῖ γὰρ ἐκεῖνα προηγεῖσθαι · πίστιν δὲ φησι τὴν ἐλικρινῇ καὶ διάπυρον · περὶ ἦς ὁ κύριος φησιν · ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως , ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι καὶ μεταβήσεται .
278111rEph.6.16οη ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι . βέλη φησι τὰς ἐπιθυμιας · τοὺς λογισμούς · τους πειρασμούς · καλῶς δὲ τὸ πεπυρωμένα · τοιαῦται γὰρ αἱ ἄτοποι ἐπιθυμίαι .
279111rEph.6.16-Eph.6.17οθ καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι , τῆς σωτηρίας ὑμῶν · τουτέστιν τῆς ἐλπίδος · τὸ δὲ δέξασθαι οἷον φορέσαι καὶ δέξασθαι τῇ κεφαλῇ .
280111rEph.6.17-Eph.6.18π καὶ τὴν μάχαιραν τοῦ πνεύματος , ὅ ἐστιν ῥῆμα θεοῦ · διὰ πᾶσης προσευχῆς καὶ δεήσεως ἢ τὸ πνεῦμα φησι περιφραστικῶς · εἰρηκὼς διὰ τὸ τομὸν καὶ μεριστικὸν τῶν ἐναντίων ἔξεων . ἢ τὴν πνευματικὴν ζωὴν καὶ πολιτειαν · ἥτις ὡς μάχαιρα ἐνεργήσει φησιν κατὰ τῶν νοητῶν ἐχθρῶν .
280ex111rEph.6.18οικουμενιου ἢ ὅτι τὰ πνευματικά φησι χαρίσματα ἅπερ ἐστι διὰ ῥήματος καὶ προστάγματος θεοῦ · ἢ ὅ πέρ ἐστι ῥῆμα θεοῦ · τῷ κάτῳ συζευκτέον · ἵνα ᾖ ὅυτως · ὅπερ ἐστι ῥῆμα θεοῦ καὶ πρόσταγμα , τοῦτο φησι ποιεῖτε · ποῖον · διὰ πάσης προσευχῆς καὶ δέησεως προσευχόμενοι · ἵνα εἶητε φσὶν · ἢ κατὰ τὸ ἐνεργεῖν καὶ τέμνειν τὰ πνευματικὰ χαρίσματα ῥῆμα ἔστιν θεοῦ . τμητικὸν γὰρ τὸ ῥῆμα τοῦ θεοῦ · ὅυτως μᾶλλον καὶ ὁ μακάριος ἰωάννης · διὰ γὰρ ῥῆματος θεοῦ ἐπετελεῖτο τὰ χαρίσματα · πᾶν γὰρ ὃ εὰν αἰτή σητέ φησιν ὁ χριστός . ἐν τῷ ὀνόμα τίμου , δώσω ὑμῖν .
281111vEph.6.18πα προσευχόμενοι ἐν παντὶ μετὰ τὸ καθοπλίσαι τὸν βασιλέια , λοιπὸν καλεῖ ἵνα δῷ χεῖρα .
282111vEph.6.18πβ καιρῷ ἐν πνεύματι , καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων , μὴ ἐν βαττολογίαις · καὶ εἰς αὐτὸ ἀργπνοῦντες · μηδέν φησι ῥάθυμον ἢ ἠμελημένον .
283111vEph.6.18-Eph.6.19πγ καὶ ὑπὲρ ἐμοῦ , καὶ γὰρ καὶ τὸν πέρον φησιν ἡ εὐχὴ τῆς ἐκκλησίας ἔλυσεν τῶν δεσμῶν .
284111vEph.6.19πδ ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματος μου καλῶς τὸ ἐν ἀνοίξει · οὐ δὲ γὰρ προεμελέτα τί λαλήσει χριστῷ πειθόμενος · ἀλλ’ ἐξ ὑπογύου καὶ ἐν αὐτῷ τῷ ἀνοῖξαι τὸ στόμα ὁ λόγος προεῖῃ ·
285111vEph.6.19πε ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου , ἡ ἵνα ἐν παρρησίᾳ ἀπολογήσωμαι ἢ ἵνα εὐαγγελίζωμαι .
286111vEph.6.19-Eph.6.20πϛ ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει , ὑπὲρ οὗ εὐαγγελίου πρεσβεύω πρὸς τοὺς ἀνθρώπους · ἵνα φησιν αὐτῷ καὶ τοῖς ἐν αὐτῷ καταλλαγῶσιν · ὑπὲρ χριστοῦ γάρ φησιν πρεσβεύομεν .
287111vEph.6.20πζ ἵνα ἐν αὐτῷ παρρησίασωμαι , ὡς δεῖ με λαλῆσαι . ἐν δεσμοῖς ἦν καὶ ἀπολογεῖσθαι ἔμελλεν · ἵνα οὖν φησι μετὰ παρρησίας καὶ ὅυτως ὡς χρὴ τὸν ὑπὲρ τηλικούτων ἀπολογούμενον ἀπολογήσωμαι .
288111vEph.6.20-Eph.6.21πη ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ , τί πράσσω , πάντα ὑμῖν γνωρίσει τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς ὅπερ ἦν παραινέσεως καὶ δογμάτων ἔγραψεν · τὰ δὲ καταυτὸν , τῷ φέροντι τὴν ἐπιστολὴν λαλῆσαι ἐπέτρεψεν ·
289111vEph.6.21πθ καὶ πιστὸς διάκονος ἐν κυριῷ · εἰ πιστὸς , οὐκ οὖν καὶ ἀληθεύσει .
290111vEph.6.21-Eph.6.22ϛ ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο , ἵνα γνῶτε τὰ περὶ ἡμῶν , τοῦτο καὶ τῆς παύλου ἀγάπης · καὶ τῆς ἐκείνων σημεῖον ἦν τὸ ἐθέλειν παντὶ τρόπῳ γνωσθῆναι αὐτοῖς ἐν οῖς ἧν .
291111vEph.6.22ϛα καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν . ἐπειδὴ γὰρ ἐν ἁλύσεσιν ἦν ὁ διδάσκαλος , καλὰ ἔχριζον οἱ μαθηταὶ παρακλήσεως τὸ μὴ καταπεσεῖν .
292111vEph.6.23ϛβ εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἰησοῦ χριστοῦ . ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ τὴν μετὰ πίστεως ἀγάπην · ἵνα μὴ πρὸς ἐτεροδόξους ᾖ ἀλλὰ πρὸς μόνους τοὺς πιστούς · ἢ ὅτι οὐδέν ἐστιν τῆς ἀγάπης κέρδος εἰ μὴ καὶ πίστις ἦ .
293111vEph.6.24ϛγ ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κυρίον ἡμῶν ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ . ἀμήν . ἡ γὰρ εἰς τὸν χριστὸν ἀγάπη . ἄφθαρτος καὶ ἀμείωτος · μὰλλον δὲ καθ’ ἐκάστην ἐπιδιδοῦσα τὴν ἡμέραν ὤφειλεν εἶναι .