Unit | Page | Verses | Attributions | Biblical | Comment |
---|
Hb | 222r | Eph.1.1 | θεοδωρετ | Παῦλος ἀπόστολος Ἰησοῦ χριστοῦ | ἡ ἔφεσος μητρόπλις μέν ἐστι τῆς ἀσίας τὴν δὲ ἄρτεμιν ἔσεβεν καὶ τοσοῦτον ἦν περὶ τὴν δαίμονα τὸ σέβας ὡς καὶ νεωκόρον τὴν ἔφεσον τῆς ἀρτέμιδος ἀναγορεύεσθαι ὡς ἐν ταῖς πράξεσιν ϊστόρηται ἐν αὐτῇ τῇͅ ἐφέσῳ ὁ εὐαγγελιστὴς ἰωάννης ἐξορισθεὶς διέτριψεν πολλὰ ἐν ᾗ καὶ τελευτᾷ καὶ τὸν τιμόθεον δὲ ἐκεῖ ὁ παῦλος ἐπίσκοπον ἐχειροτόνησεν τῶν δὲ φιλοσόφων οἱ κατὰ τὴν ἀσίαν ἀνθοῦντες ἐν τῇ ἐφέσῳ μάλιστα διῆγον διὸ πολλῇ σπουδῇ κέχρηται πρὸς αὐτοὺς γράφων καὶ τὰ βαθύτερα δὲ τῶν νοημάτων αὐτοῖς ἐπιστέλλει ἄτε κατηχημένοις καὶ τὰ ὑψηλά γράφει δὲ ἀπὸ ῥώμης τὴν ἐπιστολὴν ἐν δεσμοῖς ὑπάρχων ὁ παῦλος |
1a | 222r | Eph.1.1 | | διὰ θελήματος θεοῦ | τὸ διὰ ἐνταῦθα ἐπὶ πατρὸς εἴρηται |
1 | 222r | Eph.1.1 | | τοῖς ἁγίοις τοῖς οὖσιν ἐν ἐφέσῳ καὶ πιστοῖς ἐν χριστῷ ἰησοῦ | ὅρα πόση ἧν ἡ τότε ἀρετὴ ὅτι κοσμικοὺς ἀνθρωπούς καὶ πιστοὺς ἁγίου ἐπροσαγορέυει |
2 | 222r | Eph.1.2 | | χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρόυ ἰησοῦ χριστοῦ | εἰκότως ἀπὸ χάριτος ἤρξατο χάριτι γὰρ καὶ πατῆρ ἀνθρωπών ὁ θεός χάριτι καὶ ὑιὸς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν |
3 | 222v | Eph.1.2-Eph.1.3 | | εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ | τοῦτο ὡς πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ἰουδαϊκῆς εὐλογίας ἐκέινη γὰρ σαρκικωτέρα μᾶλλον ἦν ἡ δὲ ἡμῶν πνευματική καλῶς δὲ ὀ ἐν πάση γέγονας γὰρ ἀθάνατος ἀναμάρτητος ὓιος καὶ ἀδελφὸς θεοῦ συγκληρονόμος ἡ ἀπαρχή σου προσκυνεῖται ἐκ τῶν χερουβίμ |
4 | 222v | Eph.1.3 | | ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ | διὰ χριστοῦ γὰρ ἡμῖν ἡ εὐλογία οὐ διά τινος τῶν προφητῶν ὡς ἰουδάιοις διὰ μωσέως καλῶς δὲ ὁ ἐν τοῖς ἐπουρανίοις οἷον πράγμασιν οὐδὲν γὰρ γήϊνον παρ’ ἡμῖν ὡς παρεὶ ϊουδαίοις ἐκεῖ γὰρ γῇ τὲ ῥέουσα μέλη καὶ γάλα καὶ τὰ ἀγαθὰ τῆς γῆς φάγεσαι καὶ εὐλογήσαι κύριος τὴν γῆν σου ἐνταῦθα δὲ πάντα περὶ βασιλέιας οὐρανιῶν |
5 | 222v | Eph.1.4 | | καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμος | ὥσπερ εὐλόγησεν ἡμᾶς διὰ χριστοῦ οὕτως καὶ ἐξελέξατο δὴ αὐτοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως τὸ δὲ πρὸ καταβολῆς κόσμου δηλοῖ ὅτι τοῦτο πάλαι ἦν ὁρισθὲν σώθῆναι διὰ τῆς εἰς χριστὸν πίστεως τοὺς ἐπὶ γῆς τὸ δὲ κατεβολῆς δηλοῖ ὅτι ἀπὸ ὕψους τινὸς τῆς τοῦ θεοῦ δυνάμεως κατα βλήθη ὁ κόσμος |
6 | 222v | Eph.1.4 | | εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ | ἐξείλετο ἡμᾶς φησιν ἐπὶ τούτω τῷ ὅρω εἰς τὸ εἶναι ̔ἡμᾶς ἁγιόυς κατὰ πίστιν ἀμώμους κατὰ βίον κατενώπιον αὐτοῦ φησιν εἰσὶ γάρ τινες ἄμωμοι τοῖς ἀνθρώποις δοκοῦντες·ἀλλ’ οὐ τοῦτο φησιν ἀλλλὰ κατενώπιον αὐτοῦ τοῦτο δέ φησιν διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἐπόιησεν |
7 | 222v | Eph.1.5 | | προορίσας ἡμᾶς εἰς ὑιοθεσίαν διὰ ἰησοῦ χριστοῦ εἰς αὐτόν | μέγα μὲν καὶ τὸ εἰς ὑιοθεσίαν εἰσαχθῆναι θεοῦ μέιζω δὲ τὸ καὶ διὰ τοῦ ὑιοῦ τοῦτον ἐστι τευθῆναι ὑιοθεσίαν δὲ πόιαν τὴν εἰς αὐτόν φησι φέρουσαν τὸν θεὸν |
7ex | 223r | Eph.1.5 | * | | εὐδοκίαν γὰρ τὴν ἐπ’ εὐεργεσία βούλησιν ἔθος τῇ θεία καλεῖν γραφῇ |
8 | 223r | Eph.1.5-Eph.1.6 | | κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ | ταῦτα δὲ πάντα ἐπόιησεν εἰς ἡμᾶς δι’ ἀλλομὲν οὐδὲν πλὴν ὅτι ἐβουλήθη καὶ σφόδρα ἐπεθύμησεν χάριτι σῶσαι τοὺς ἐπὶ γῆς πρὸς τὸ ἐκ τούτου ἐπαινεῖσθαι καὶ δοξά ἐξεσθαι τὴν ἁγίαν αὐτοῦ δόξαν τῆς χάριτος |
9 | 223r | Eph.1.6 | | ἐν ἧ ἐχαρίτωσεν ἡμᾶς ̓ν τῷ ἠγαπημένῳ | ἐχαρίτωσεν δὲ πρῶτον μὲν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ {ἔπει }τα ἐπεράστους ἐποίησεν ἀγγελόις ἀρχαγγέλοις ταῖς ἄνω δυνάμεν τοῖς ἐυηρεστηκόσιν αὐτῷ ἁγίοις ἐπιθυμήσει γάρ φησιν ὁ βασιλὲυς τοῦ κάλλους σου τὴν δὲ χάριν τάυτην διὰ τοῦ ἠγαπημένου χριστοῦ τοῖς ἐπὶ γῆς δεδώρηται αὐτὸς γὰρ ὁ μεσίτης |
10 | 223r | Eph.1.6-Eph.1.7 | | ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ | δί οὗ φησιν ἔχομεν τὴν ἄφεσιν διὰ τοῦ αἵματος αὐτοῦ ὑπάρξασαν ἡμῖν θαυμαστὸν γὰρ τὸ μὴ μόνον ὑπὲρ ἐχθρῶν ἀλλὰ καὶ τὸν ὑιὸν δοῦναι καὶ πρὸς θάνατον διὰ τοῦ αἵματος τοὺτο γὰρ τῶν δωρεῶν τὸ φρικωδέστατον |
11 | 223r | Eph.1.7 | | τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ | ταῦτα δὲ ἐποίησεν φησι κατὰ τὸν πλοῦτον τουτέστιν ἐν τῷ πλόυτῳ τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς πανταχόθεν ὑπερβολάι ὅτι τὲ πλοῦτος ἐδόσθη καὶ πλοῦτος θεοῦ Καὶ χάριτος πλοῦτος καὶ ὅτι ἐπερίσσευσεν τουτέστιν περισσευθῆναι ἐπόιησεν |
12 | 223r | Eph.1.7-Eph.1.8 | | ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ | ἢ σοφῶς καὶ φρονίμως ἐγνώρισεν ἡμῖν ἠ σοφοὺς καὶ φρονίμους ποιήσας ὅυτως ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ὡσὲι εἶπεν τὰ ἐν τῇ καρδία αὐτοῦ τῇ γὰρ ἶσον τοῦ μυστηρίου τούτου τὸ δοῦναι τὸν ὑιὸν ὑπὲρ τῶν ἐχθρῶν |
13 | 223v | Eph.1.9 | | κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ | γνωρίσας ἡμῖν κατὰ τὴν βουλὴν αὐτοῦ ἢν βουλὴν πρόεθετο ἐν αὐτῷ τουτέστιν τῷ χριστῷ πληρῶσαι καὶ ἁπλῶς τοῦτο πρόεθετο φησιν τοῦτο ἐβουλέυετο ὁ πατὴρ τὴν ἀπαρχὴν τοῦ φυράματος ἡμῶν ἐκ δεξιὼν αὐτοῦ καθίσαι |
14 | 223v | Eph.1.9-Eph.1.10 | | εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν | ταύτην δὲ τὴν ευδοκίαν διατί πρόεθετο διατί εἰς οἰκονομίαν φησὶ τουτέστιν εἰς χρηστὴν καὶ ἐπωφελῆ διοίκησιν τοῦ πέρατος τῶν καιρῶν ἐν γὰρ τοῖς ἐσχάτοις καιροῖς ἡ σώτηριος οἰκονομία γέγονεν τῆς ἐνανθρωπίστως |
15 | 223v | Eph.1.10 | | ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς | συνάψαι ἐνῶσαι μίαν κεφαλὴν παρασχεῖν ἀγγέλοις καὶ ἀνθρωποις τὸν χριστὸν ἀπεσχισμένοι γὰρ ἢσαν οἱ ἄγγελοι καὶ οἱ ἄνθρωποι συνῆψεν οὖν αὐτοὺς καὶ ἤν ωσεν διὰ χριστοῦ |
15ex | 223v | Eph.1.10 | οικουμενιος | | τὴν σύντομον των πραγμάτων μεταβολὴν ἀνακεφαλαίωσιν καλεῖ δια γὰρ της κατὰ τὸν δεσπότην χριστὸν οἰκονομιας καὶ τῶν ἀνθρωπῶν ἡ φύσις ἀνίστεται καὶ τὴν ἀφθαρσίαν ἐν δύνεται καὶ ἣ ὁρωμέν η κτίσις τῆς φθαρας ελευθερουμένη τεξειται τῆς ἀφθαρσίας καὶ τῶν αὀράτων οἱ δῆμοι ἐνευφροάνη διατελέσουσιν ἐπειδὴ ἀπέδρα ο δύνη καὶ λύπη καὶ στεναγμός |
16 | 223v | Eph.1.11 | | ἐν αὐτῷ | πάλιν τὸ ἐν αὐτῷ τουτέστιν δι’ αὐτοῦ |
16ex | 223v | Eph.1.11 | | ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες | δι’ οὖ φησι χριστοῦ καὶ ἐκληρώθημεν ἀλλ’ ἐπειδὴ ὁ κλῆρος συν κυρίας μᾶλλον καὶ οὐκ ἀριτῆς ἐστιν διορθοῦται αὐτὸ καὶ φησὶν προρισθέντες οὐκ ἂν δὲ προωρίσθημεν εἰ ἀνάξιοι ἦμεν |
16ex2 | 223v | Eph.1.11 | * | | ἄνωθεν γὰρ προορίσας ἡμᾶς εις ταύτην απεκλήρωσεν τὴν ζωὴν ὁς πάντα ποιῶν ὅς βούλεται σαφέστερον δὲ δίδασκει εἰς ποῖον προωρίσθημεν κλῆρον |
17 | 223v | Eph.1.11 | | κατὰ πρόθεσιν θεοῦ τοῦ τὰ πάντα ἐνεργοῦντος | κατὰ τὴν γνώμην τοῦ τὰ πάντα ἐνεργοῦντος θεῷ ἔν τε οὐρανῶς καὶ ἐπὶ γῆς |
18 | 224r | Eph.1.11 | | κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ | εἶτα οὐκ ἄρκεσθεις τὸ εἰπεῖν προορισθέντες καὶ κατα πρόθεστιν ἐπάγει κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ δεῖξαι γὰρ βούλεται ὅτι οὐκ ἐμπαρεπομέν ὠ ἐκλήθη τὰ ἔθνη διὰ τὸ ἀπο σκιρτῆσαι ϊουδαίους ἀλλὰ ἄνωθεν τοῦτο προώριστο καὶ ἐν πρωτο τύπων ἔκειτο ἐπειδὴ γὰρ ὁ χριστὸς προτρεπομενος τοὺς ἰουδαίους φησὶν οὐκ ἦλθον εἰμὴ εις τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου ἰσραήλ καὶ πάλιν εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε σπουδάζει νῦν δεῖξαι ὁ παῦλος ὅτι προτροπῆς ἐνεμεν καὶ ἐφελκύσεως ἰουδίων ἐκεῖνα ἔιρηται ὡς τό γε ἀληθὲς ἄνωθεν ὥριστο ἡκλῆσις τῶν ἐθνῶν |
19ex | 224r | Eph.1.12 | * | εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ χριστῷ | πάντες γὰρ ὁρῶντες τοὺς εἰς τὸν δεσπότην πεπιστευκότας χριστὸν ἀνυμνοῦσι τὸν τουτων αἴτιον τῶν ἀγαθῶν |
19 | 224r | Eph.1.12 | | | ἡμᾶς τίνας τοὺς προηλπικότας ἐντῷ χριστῷ φησὶ τουτέστιν τοὺς πιστούς ἐκ τοῦ καθ’ ἡμᾶς γὰρ πράγματος μάλιστα δεδόξασται ὁ θεός ὅτι ὅυτως ἡμᾶς ἠλλοτριωμένους αὐτοῦ ἔσωσεν |
20 | 224r | Eph.1.13 | | ἐν ᾧ καὶ ἡμεῖς ἀκοῦσαντες | δι’ οὒ χριστοῦ ὅυτως καὶ πρὸς ἑβράιους ἐλάλησεν φησιν ἡμῖν ἐν ὑιῷ |
21 | 224r | Eph.1.13 | | τὸν λόγον τῆς ἀληθείας | οὐκ ἔστι γὰρ τύπος ὡς ἐπὶ ϊουδαίων ἀλλ’ αὐτὴ ἡ ἀλήθεια |
22 | 224r | Eph.1.13 | | τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν | εὐαγγέλιον σωτηρίας ἔστι μὲν καὶ ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νόμου ἔστι δὲ καὶ ὅτι τοὺς πιστέυοντας σώζει |
23ex | 224r | Eph.1.13 | * | ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνευμάτι τῆς ἐπαγγελίας τῷ ἁγίῳ | οἷον τι σφραγίδα τὴν τοῦ πνευματός κομίσασθε δωρεάν ἐπαγγελίαν δὲ ὡς τοῦ κυριοῦ ἐπαγγειλαμένου πέμψειν τὸ ἅγιον πνευμα |
23 | 224r | Eph.1.13 | | | δι’ οὗ εὐαγγελίου καὶ τῆς ἐν αὐτῷ πίστεως ἐσφραγίσθητε ὧ πνευματι τῆς ἐπαγγελίας ἢ τῷ ἐπαγγελλομένῳ τὰ μυρί ἀγαθά ἣ ἵνα διὰ τῆς σφραγίδος τύχη τε τῶν ἐπαγγελιῶν ὥσπερ τὰ ὁ θεὸς δήλους ποιῶν τοὺς αὐτοῦ σφραγίζει αὐτοὺς τῷ ἁγίῳ πνεύματι |
24 | 224v | Eph.1.13-Eph.1.14 | | ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν | ὁ ἀρραβὼν πιστοῦται τὸ ὅλον τὴν τοίνυν ὑιοθεσίαν καὶ τὰ μυρί ἀγαθὰ πιστόυμενος ὁ θεοὸς δὲδωκεν ἀρραβὼνα τῆς ἐπουρανίου κληρονομίας τὸ πνεῦμα τὸ ἅγιον |
25 | 224v | Eph.1.14 | | εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως | περι ποίησιν ἡμᾶς καλεῖ διὰ τὸ περιποιήσασθαι ἡμᾶς τὸν θεὸν ὁ οὖν ἀρραβών φησι καὶ πρὸς τοῦ τό ἐστιν εἰς τὸ ἀπολυτρώσασθαι τὴν περιποίησιν αὐτοῦ ἐκεῖ δὲ ἔσται ἡ καθαρὰ ἀπολύτρωσις ὅταν μὴ μόνον ἁμαρτιῶν ἀλλὰ καὶ τοῦ μετὰ ἁμαρτωλῶν συνοικεῖν λυτρωθῶσιν οἱ ἅγιοι |
26 | 224v | Eph.1.14 | | εἰς ἔπαινον τῆς δόξης αὐτοῦ | τοῦτο συνεχῶς ἐπιλέγει πιστούμενος τὸ πάντως ἔσεσθαι τὰ ἐπηγγείλμένα ὣσει ἔλεγεν εἰ μὲν ἡμῶν ἕνεκεν ταῦτα ἐπηγγείλατο κἂν ἀμφιβάλλειν ἦν εἰ δὲ δια τὸ θαυμασθῆναι τὴν δόξαν αὐτοῦ τίς αντερεῖ λοιπόν |
27 | 224v | Eph.1.15 | | διὰ τοῦτο κἀγώ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ ἰησοῦ | διὰ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς ὁρθῶς πιστέουσι καὶ βιοῦσι καὶ διὰ τὸ ἐν τοῖς σωθησομένοις τετάχθαι ὑμᾶς |
28 | 224v | Eph.1.15 | | καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους | πλεῖον γὰρ πάντων διὰ τὴν πίστιν ἡμῶν εὐχαριστητέον τᾦ θεῷ ὅτι νοῦν ἡμῖν πρὸσ τὸ πιστεῦσαι δέδωκεν ἀεὶ δὲ τῇ πίστει συνάπει τὴν ἀγάπην Καλλίστην ἀποτελῶν ξυνωρίδα |
29 | 224v | Eph.1.16 | | οὐ πάνομαι εὐχαριστῶν ὑπερ ὑμῶν μνεῖαν ὑμῶν ποίουμενος ἐπὶ τῶν προσευχῶν μου | τοῦτο δὲ ἐποίει οὐ μόνον πρὸς αὐτοὺς ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἐαυτοῦ μαθητάς |
29ex | 224v | Eph.1.16-Eph.1.17 | * | ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ὁ πατὴρ τῆς δόξης | τοῦτο κατὰ διαίρεσιν τέθεικεν τὸν γὰρ αὐτὸν τοῦ αὐτοῦ καὶ θεὸν ἐκάλεσεν καὶ πατέρα θεὸν μὲν ὡς ἀνθρώπου πατέρα δὲ ὡς θεοῦ δόξαν γὰρ τὴν θεῖαν φύσιν ὠνόμασεν |
29ex2 | 224v | Eph.1.17 | * | | τί δὲ παρακαλεῖς καὶ ποίαν μνείαν ποιῇ ἱνά φησιν ὁ θεὸς τοῦτο διὰ τὴν σάρκα φήσιν |
30 | 224v | Eph.1.17 | | | ἀὲι πρὸς τὸ προκείμενον ὀνομάζει τὸν θεὸν Θεὸν οἰκτιρμῶν καλῶν καὶ θεὸν εἰρήνης καὶ θεὸν δυνάμεων νῦν δὲ αὐτὸν πατὲρα δόξης καλεῖ μεγίστην γὰρ δόξαν καὶ τιμὴν ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων ἅτινα παρασχεθέντα ἡμῖν γενικὼ ὀνόματι δόξαν καλεῖ διὰ τοῦ λαμπροτέρου παρ’ ἡμῖν ὀνόματος ταύτης οὖν τῆς δόξης φησὶν αὐτὸν πατὲρα καλεῖ καὶ ὑιὸν δημιουργόν |
31 | 225r | Eph.1.17 | | δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ̓πιγνώσει αὐτοῦ | ἄρα πνευματικῆς δεῖ σοφίας ἡμῖν εἰς τὸ ἐπιγνῶναι τὰ παρὰ τοῦ θεοῦ δωρηθέντα ἡμῖν ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος μωρία γὰρ αὐτῷ ἐστιν |
32 | 225r | Eph.1.18 | | πεφωτισμένος τοὺς ὀφθαλμοὺς | ὁ γὰρ τὸν θεὸν γνοῦς ὡς χρὴ οὐκ ἂν περὶ ἑτερόυ τινὸς τῶν ὑπὸ θεοῦ γενομένων ἀμφιβάλει ὡς τόδε δυνατὸν ἢ τόδε ἀδύνατον αὐτῷ πάντα γὰρ δυνατὰ τῇ θεῖα φύσει Ταύτην δὲ οὐκ ἂν ἄλλως σχόιη τίς τὴν γνῶσιν εἰ μὴ διὰ πνεύματος ἁγίου τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾶ καὶ τὰ βάθη τοῦ θεοῦ |
32ex | 225r | Eph.1.18 | | τῆς καρδίας ὑμῶν | ἄλλως γὰρ οὐκ ἐνι ἐπιγνῶναι θεὸν |
33 | 225r | Eph.1.18 | | εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ | ἐπειδὴ γὰρ τοῦτο μέλλον ἐστὶ πνευματικῆς δεῖται ἀποκαλύψεως κλῆσιν δὲ φησιν τὸ ἐπὶ ποίαις ἐλπίσιν ἐκλήθημεν δῆλον δὲ ὡς ἐπὶ υἱοθεσία καὶ κληρονομία βασιλείας οὐρανῶν καὶ ἐπὶ τῷ γενέσθαι ἡμῶν κεφαλὴν τὸν χριστὸν |
34 | 225r | Eph.1.18 | | καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις | βαβαὶ πόσα ὑπερέχοντα ῥήματα πλοῦτος δόξα κληρονομία θεοῦ ἐν τοῖς ἁγίοις δὲ ἔσται ταῦτα τῶν τοιγὰρ τοιόυτων ἄξιοι οἱ ἅγιοι καὶ τοῦτο γὰρ οὖν πνευματικῆς δεῖται χάριτος |
35 | 225r | Eph.1.18-Eph.1.19 | | καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας | εἶπεν τινα μέλλοντα λέγει καὶ γεγονὸς ἵνα ἐκ τοῦτου κακεῖνα πιστώσηται ποῖον δὶ οῦτο αὐτὸ τὸ πιστεῦσαι ἡμᾶς ὄντως γὰρ μέγιστης δυνάμεως θεοῦ δεῖγμα τὸ ἡμᾶς οὕτως θηριώδεις πιστεῦσαι θεῷ καὶ τὰ οὐράνια φιλοσοφεῖν |
36 | 225v | Eph.1.19 | | κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ | λέγομεν φησι λέγονε δὲ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ εἰ γὰρ μὴ ἐνήργησεν ἐν ἡμῖν οὐκ ἂν ἐπίστευσαμεν |
37 | 225v | Eph.1.19-Eph.1.20 | | ἣν ἐνήργησεν ἐν τῷ χριστῷ ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις | ποῖαν δὲ ἐνέργειαν λέγεις ἐνηργηκέν αἰεις ἡμᾶς ἵνα πιστεύσωμεν ἥν φησιν ἐνήργησεν καὶ ἐν τῷ χριστῷ ἐγέιρας αὐτὸν ἐκ νεκρῶν ὅτι δὲ ἓαυτὸν ἐγηγερκέναι εἴρηται πολλαχοῦ δῆλον |
38 | 225v | Eph.1.21 | | ὑπεράνω | οὐ λέγει ἄνω ἀλλὰ τὸ ἄγαν ὑψηλὸν δηλῶν ὑπεράνω φησὶν |
39 | 225v | Eph.1.21 | | πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυρίοτητος | οὐ τῆσδε μὲν οὒ τῆσδε νάι ἀλλὰ πάσης ἀσωμάτου δυνάμεως ταῦτα δὲ μετὰ τὴν ἔνσαρκον οἰκονομια νόει εἰρῆσθαι τῷ παύλῳ πρὸ γὰρ τῆς σαρκώσεως Πρόδηλον ὡς ὁ θεὸς λόγος ἶσα εἶχειν τῷ πατρι κατὰ τὴν ἐχουσίαν ὥσπερ οὖν καὶ νῦν ἔχει καὶ μετα σάρκωσιν |
38ex | 225v | Eph.1.21 | | καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι | ἄρα ἐστὶν ἀγγελικῶν ὀνόματα δυνάμεων νῦν μὲν ἀκατονόμαστα Τό τε δὲ γνωσθησόμενα |
40 | 225v | Eph.1.21-Eph.1.22 | | καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ | εἴτι ἔνι ἐν οὐρανιῷ φησιν πὰντων ἀνωτέρω δυνάμεων καὶ ἐξουσιῶν κεκάθικεν |
41 | 225v | Eph.1.22 | | | εἶτα ἵνα μὴ ἀκόυων ἐκάθισεν ὑπὲρανω νομίσης αὐτὸν προτετιμῆσθαι μόνον δέικνυσιν ὅτι καὶ δεσπότην αὐτὸν ἐποίησεν πάντων τὴν γὰρ σφοδρὰν καὶ ἧς οὐκ ἔνϊ μείζων ὑποταγὴν δεῖξαι θέλων ὑπὸ τοὺς πόδας αὐτοῦ εἶπεν |
42 | 225v | Eph.1.22 | οἰκουμενιος | καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ | καὶ τὴν ἐκκλησίαν τῇ δυνάμεισυν ἐκάθισεν τῷ χριστῷ εἰς ἐκεῖνον τὸν θρόνον ὅπου γὰρ ἡ κεφαλὴ ἐκεῖ καὶ τὸ λοιπὸν σῶμα |
43 | 225v | Eph.1.22 | | | ἢ ὑπερ ἀγγέλιους φησὶ καὶ ἀρχαγγέλιους Αὐτὸν ὑιὸν ἔδωκεν κεφαλήν ἢ τὸν ὅντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ νοόυμενα χριστόν ἤ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεπόιηκεν τὸ τὸν ὑιὸν δοῦναι κεφαλήν |
44 | 226r | Eph.1.22-Eph.1.23 | | ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ | ὑπερβολὴ τίς ἐστιν ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν ἀρχήν τινα καὶ ἐξουσίαν νομίσης Σωματι κυριῷ φησιν ἐστὶν ἡμῶν κεφαλὴ Καὶ ἡ ἐκκλησία πλήρωμα ἐστὶ τοῦ χριστοῦ ἀπο πληροῖ γὰρ καὶ τὸ τέλειον ποιεῖ σῶμα τὴν κεφαλήν ὥσπερ καὶ ἡ κεφαλὴ πληρωτική ἐστὶ τοῦ λοιποῦ σώματος |
45 | 226r | Eph.1.23 | | τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου | οὐδενὸς φείδεται ῥήματος ̔ ἀπόστολος πρὸς τὸ δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἕνωσιν ἡμῶν τὴν πρὸς τὸν χριστὸν δι’ ὁ φησιν τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου δεικνὺς οὐκοινῆ τῆς ἐκκλησίας χρήζοντας τὸν χριστὸν πρὸς τὸ ἀναπληρωθῆναι ἀλλὰ ἑνὸς ἑκάστου ἀνθρώπου πιστοῦ ἂν γὰρ μὴ ὦμεν ὁμέν τις αὐτοῦ ποῦς ὁ δὲ χείρ ὁ δὲ ἕτερον τι μέλος οὐκ ἀναπληροῦται αὐτοῦ τὸ σῶμα εἰκότως οὖν καὶ ὁ καθεὶς ἡμῶν χρειώδης ἐστὶν πρὸς τὴν ἀμπλήρωσιν τοῦ σώματος αὐτοῦ τό τε οὖν ἀναπληροῦται ὅταν ὦμεν ἄπαντες ἡνωμένοι ἡ οὖν ἐκκλησία πλήρωμα ἐστὶ τῆς κεφαλῆς τουτέστιν τοῦ χριστοῦ τοῦ πάντα αὐτοῦ φησι τὰ μέλη διὰ τῶν παντῶν ἀνθρώπων πληρουμένου χριστοῦ |
46 | 226r | Eph.2.1-Eph.2.2 | | καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἀμαρτίαις ἐν αἷς ποτὲ περιεπατήσατε | οὐ τὴν σωματικὴν λέγει τὴν ἐκ τοῦ ἁδὰμ ἀρξαμένην νέκρωσιν ἀλλὰ τὴν ψυχικὴν τὴν ἐξ ἁμαρτιῶν |
46ex | 226v | Eph.2.2 | οἰκουμενιος | | ἢ ἀπολελυμενως νοήμων ὅτι ἐν τῶν νῦν φησι κόσμω περιεπατήσατε ἐν ἁμαρτίαις |
47ex | 226v | Eph.2.2 | * | | σαφῶς ἡμᾶς ἐδίδαξεν ὡς πάλαι μὲν ὁ διάβολος τοῦ αἐρος ἐνεπιστεύθη τὴν ἐξουσιαν ἐκπεσὼν δὲ αὐτης διὰ τὴν πονηρίαν διδασκαλος δυσσεβειάς καὶ πονηρίας ἐγένετο οὐμὴν ἁπᾶντων κρατεῖ ἀλλὰ μόνων τῶν οὐ προσιεμένων τὰ θεῖα κηρύγματα τούτους γὰρ ὑιοὺς ἀπειθέιας εἲπεν τῆς θείας ἐυεργεσίας τοὺς ἐφεσίους ἀναμιμνήσκων ὥ τι νεκροὺς ἥδη γεγενημένους διὰ τὴν ἐξουσίαν τελοῦντας τοῦ διαβόλου τῆς σωτηρίας ἠξίωσεν |
47 | 226v | Eph.2.2 | | κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίς | αἰῶνα κόσμου τούτου τὸν διεστραμμένον λέγει βίον φησὶ καὶ τὸν ἐν ἁμαρτίαις δια τὸ πλεονάξειν ἐν τῷ παρόντι βίῳ τὰς ἁμαρτίας ἄρχοντα δὲ ἐξουσιῶν τὸν σατανᾶν διὰ τὸ τοὺς πολλοὺς ἡμῶν ἑκόντας ἐκ δεδωκέναι ἑαυτοὺς ὑπὸ τὴν αὐτοῦ ἐξουσίαν οὐδὲ γὰρ ἐκ θεοῦ ἀλλ’ ἐξ ἡμῶν ἄρχειν κεχειροτόνηται ἄρχοντα οὖν αὐτὸν λέγει πρὸς τὰ παρόντα ὁρῶν |
48 | 226v | Eph.2.2 | | τοῦ ἀέρος τοῦ πνεύματος | καλῶς τὸ τοῦ αἔρος προσέθεικεν εἰ γὰρ καὶ ἄρχοντα αὐτὸν ἡμεῖς ἐχειροτονήσαμεν ὑπὸ τὸν οὐρανὸν ἐστιν αὐτοῦ ἡ ἀρχὴ οὐχ ὑπὲρ τὸν οὐρανὸν ὁ δὲ ὢν ὑπὸ τὸν οὐρανὸν ἠ ἐν τῇ γῇ ἐστιν ἢ ἐν τῷ αἔρι οὗτος δὲ ὡς πνευμᾶ ὢν ἐν τῷ αἔρι ἐστὶν φύσις γὰρ τοῖς πνέυμασιν ἐναερίοις διατρίβειν ὅρα δὲ το κατὰ πόδα τοῦ χωρίου κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας ποῖον τοῦτον τὸν τοῦ αἔρος ἄρχοντα τουτέστιν τὸν ἐναερίον ἄρχοντα οὐ γὰρ αἔρος ἄρχει ἀλλὰ ἐναερίων ἄρχει εἶτα πάλιν ἐπισαφηνίζων αὐτόν φησι τοῦ πνευματος πνεῦμα γὰρ ὁ σατανᾶς ἔπειδὴ ὡς πρὸς ἡμᾶς καὶ ἀσώματος ἢ ὅτι ἄρχων ἐστὶν τοῦ αἔρος τοῦ πνευματος τουτέστνι τοῦ ὄντος ἐν τῷ αἔρι πνευματος οἶον τῶν αἐρίων πονηρῶν πνευματῶν ἄρχων γὰρ αὐτῶν πρὶν πέσει ἄρχει καὶ μετα τὸ πεσεῖν |
48ex | 226v | Eph.2.2 | οικουμενιος /ιωαννου κρυσοστομου | | καὶ ἄρχων μέν φησίν ἐστιν τῶν μετ’ αὐτοῦ πεσόντων ἡμῶν δὲ οὐκ ἄρχει ὄυτε ἦρξεν ἀλλὰ μόνον ἐνεργεῖ ἐξὸν δὲ ἡμῖν μὴ δέξασθαι αὐτοῦ τὴν ἐνέργειαν |
49 | 227r | Eph.2.2-Eph.2.3 | | τοῦ νῦν ἐνεργοῦντες ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας ἐν οἷς ἡμεῖς πάντες ἀνεστάφημεν ποτὲ ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν | ὁρᾶς ὅτι οὐκ εἶπεν ἀναγκάζοντος ἢ βιαξομένου ἀλλ’ ἐνεργοῦντος καίτοι εἰ ἄρχων ἦν τῇ ἀληθεία ἀλλὰ μὴ κεχειροτόνητο ἐκ τῆς ἡμῶν ῥαθυμίας καὶ πονηρίας καὶ τοῦ ἀναγκαζέιν ἐξουσίαζεν ἄν νῦν γὰρ τὸ ἐνεργοῦντος δηλοῖ ὅτι ἑκόντες αὐτὸν παρεδεχόμεθα καὶ ὅτι τοῦ τό ἐστιν ἐπάγει τοῖς ὑιοῖς τῆς ἀπειθέιας τουτέστιν τοῖς μὴ πειθομένοις μὲν θεῷ ἐκεῖνω δὲ οὐμὴν ἁναγκαζομένοις εἶται ἐπάγει ἐν οἶς καὶ ἡμεῖς πάντες ἀνεστράφημεν ἐπειδὴ γὰρ ἤγαγεν μνήμην τῶν ἁμαρτημάτων αὐτῶν εἰκὸς δὲ ἦν αὐτοὺς αἰσχύνεσθαι ἐπ’ αὐτοῖς καὶ ἑαυτὸν κοινωνὸν ποιεῖ καὶ οὐ μόνον εαυτὸν ἀλλὰ καὶ πάντας τάυτη καὶ τὴν δύναμιν τοῦ λυτρωσαμένου χριστοῦ ἀνακηρύσσων σαρκὸς δέ φησι τῶν σαρκικῶν ἐπιθυμιῶν |
50 | 227r | Eph.2.3 | οἰκουμενιος | ποιοῦντες τὰ θελήατα τῆς σαρκὸς καὶ τῶν διανοιῶν | ὡσεὶ εἶπεν σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες |
51 | 227r | Eph.2.3 | | καὶ ἦμεν τέκνα | ὥσπερ τέκνα ἀπωλέιας καὶ γεέννης εἴρηνται οἱ ἄξια ἀπωλέιας καὶ γεέννης πράττοντες οὕτως καὶ τέκνα ὀργῆς ὁι ὀργῆς ἄξιοι |
52 | 227r | Eph.2.3 | | φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί | τὸ φύσει οἷον ἀληθῶς γνησίως ὡς καὶ οἱ λοιποῖ οὐδεὶς γὰρ ἦν τῶν τοιούτων ἐλεύθερος |
53 | 227r | Eph.2.3-Eph.2.4 | | ὁ δὲ θεός πλούσιος ὤν ἐν ἐλέει | οὐχ ἁπλῶς ἐλεήμων ἀ̓λλὰ πλόυσιος ἐν ἐλέει |
54 | 227r | Eph.2.4 | | διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς | τοῦτο δὲ ἀπὸ τοῦ πολλοῦ ἐλέου γέγονεν πῶς γὰρ ἂν οἱ τέκνα ὄντες ὀργῆς ἠγαπήθημεν |
55 | 227r | Eph.2.5 | | καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν | πρὸς ἔνεργειαν ἀγαθοῦ τινος τοῦτο δὲ γέγονεν φησιν διὰ τὰ παραπτώματα ἡμῶν |
56 | 227v | Eph.2.5 | | συνεζωοποίησεν τῷ χριστῷ | πάλιν τὸν χριστὸν εἰς μέσον φέρει ἀξιοπιστον τὸ πραγμα ποιῶν εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ καὶ ἡμᾶς τὸ λοιπὸν αὐτοῦ σῶμα συνεζωπόιησεν |
56ex | 227v | Eph.2.5 | οἰκουμενιος | | νῦν μὲν τῇ δυνάμει ὕστερον δὲ καὶ ἐνεργείᾳ |
57 | 227v | Eph.2.5 | | χάριτι ἐστε σεωσμένοι | οὐ καμάτῳ οὐ κατορωώμασιν ἰδίοις δέον γὰρ κολάσαι τοὺς γενομένους τέκνα φησὶν ὀργῆς τούτους ἑσωσεν χάριτι μόνη |
58 | 227v | Eph.2.5-Eph.2.6 | | καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ | ὤσπερ γὰρ τῆς ἀπαρχῆς ἡμῶν καὶ τῆς κεφαλῆς τοῦ χριστοῦ ἐγηγερμένης καὶ ἡμᾶς δι’ αὐτῆς ἥγειρεν ὅυτως αὐτῆς καθεζομένης καὶ τὸ λοιπὸν σῶμα συγκάθηται δίο φησιν ἐν χριστῷ ἰησοῦ τουτέστιν διὰ χριστοῦ ἰησοῦ ὅτι δὲ καθίσουσιν οἱ ἄξιοι ἄκουε τοῦ χριστοῦ λέγοντος τοῖς μαθηταῖς καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ἰσραηλ καὶ πάλιν τὸ δὲ καθίσαι ἐκδεξιών μου καὶ ἐξευωνύμων οὐκ ἐστιν ἐμὸν δοῦναι ἀλλ’ πἷς ἡτοίμαται παρὰ τοῦ πατρός μου τέως οὖν ἡ τοίμασται καὶ πάλιν θέλω ἵνα ὅπου εἰμι ἐγὼ καὶ οἱ διάκονοι ἐμοι |
59 | 227v | Eph.2.7 | | ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβ/λλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς | ἵνα μὴ ἀπιστήση τίς τοῖς εἰρημένοις ὅρα πῶς αὐτὸ πιθανὸν ποιεῖ καὶ φησιν ταῦτα δὲ οὐ τοσοῦτον διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην μόνον ὁων ἵνα καὶ ἐνδέιξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χαριτός αὐτοῦ εν τοῖς μέλλουσιν αἰῶσι φησι |
60 | 227v | Eph.2.7 | | ἐν χριστῷ ἰησοῦ | τοῦτέστιν οὐκ ἄχρι τοῦ χριστοῦ ταῦτα μόνου στάιη ἀλλὰ δι’ αὐτοῦ ἥξει καὶ εἰς ἡμᾶς ὡς ἀπαρχὴς πρὸς τὸ ὅλον τί δὲ ἥξει τὸ συζωοποιηθῆναι τὸ συγκαθίσαι |
60ex | 228r | Eph.2.7-Eph.2.8 | * | τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως καὶ τοῦτο οὐκ ἐξ ὑμῶν θεοῦ τὸ δῶρον | τῇ διὰ τῆς πίστεως χάριτι |
61 | 228r | Eph.2.8 | | | ἐξ ἠμῶν μὲν ἡ πίστις ἀλλὰ καὶ αὐτῆς πρόφασις ὁ θεὸς εἰ γὰρ μὴ ἐνηνθρώπησεν πῶς εἴχομεν πιστεῦσαι πῶς γάρ φησι πιστέυσωσιν ἐὰν μὴ ἀκούσωσιν διὸ δῶρον καλεῖ θεοῦ τὴν πίστιν ἢ καὶ δῶρον διὰ τοῦτο ὅτι οὐδὲ ἡ πίστις σῶσαι ἵσχυεν καθ’ ἑαυτὴν εἰ μὴ ὁ θεὸς ἡβουλήθη διὰ τῆς πίστεως σῶσαι ὥστε τὸ πιστεῦσαι ἡμᾶς δῶρον θεοῦ καὶ τὸ διὰ πίστεως σωθῆναι δὦρον θεοῦ |
62 | 228r | Eph.2.8-Eph.2.9 | | οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται | οὐκ ἐπειδὴ ἐβούλειτο ἐξ ἔργων σῶσαι ἀλλ’ ὅτι οὐδεὶς ἴσχυεν ἐξ ἔργων σωθῆναι εἰ μὴ διὰ πίστεως ἐπεὶ οὖν οὐδεὶς ἴσχυσεν ἐξ ἔργων σωθῆναι Οὔτε καυχήσεται |
63 | 228r | Eph.2.9-Eph.2.10 | | αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν χριστῷ ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς | εἶτα ἵνα μὴ ἀκόυσαντες ὅτι οὐκ ἐξ έργων ἐσωθημεν ἀλλὰ χάριτι ῥαθυμότεροι γενώμεθα δείκνυσιν ὅτι νῦν μετὰ τὴν πίστιν καὶ ἔργων χρεῖα αὐτοῦ γὰρ ἐσμέν φησιν πόημα κτισθέντες διὰ ἰησοῦ χριστοῦ οὐ τὴν δευτέραν τὴν ἐν τῷ βαπτίσματι ἐκτίσθημεν δέ φησιν ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς εἰς τὸ φησὶν ἐναὐτοῖς περιπατεῖν ἐν ἐστι δὲ ταῦτα καὶ περὶ τῆς πρώτης δημιουργίας νοεῖν |
64 | 228r | Eph.2.10 | | οἷς προητοίμασεν ὁ θεός | οἷς καὶ πρὸ τοῦ βαπτίσματος φησιν ἡτοίμασεν |
65 | 228r | Eph.2.10 | | ἵνα ἐν αὐτοῖς περιπατήσωμεν | τὴν ἐν αὐτοῖς ἄπαυστον σχέσιν δηλοῖ |
66 | 228r | Eph.2.11 | | διὸ μνημονεύετε | ἐπεὶ οὖν ὅλως ἐπὶ ἔργοις ἀγαθοῖς ἐκτίσθημεν μνημονεύετε καὶ γὰρ ἔθος τοῖς ἀπὸ πολλῆς εὐτελείας εἰς ὕψος ἀναδραμοῦσι μηδὲ μεμνῆσθαι τῶν προτέρων |
67 | 228v | Eph.2.11 | | ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου | θέλει εἰπεῖν ὅτι ὑμεῖς οἱ ἀκρόβυστοι ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀλλότριοι ἦτε τοῦ θεοῦ καὶ τῶν ἐπαγγελιῶν νυνὶ δὲ οἱ τότε ὄντες ἀλότριοι καὶ πόρρω ἐγγὺς ἐγένεσθε δείκνυσι δὲ ἐκ τούτου τοῦ χριστοῦ τὴν κηδεμονίαν ὅτι τοὺς ἀπηλλοτριωμένους καὶ ἐλπίδα μὴ ἔχοντας ἔστωσεν ὅρα δὲ εὐφνως πῶς καταβάλλει τὴν περιτομὴν δεικνὺς ἐν λόγω μόνον καὶ οὐκ ἐν ἔργω τινὶ γενναίως ἔχειν αὐτὴν ὡς πρὸς τὴν ἀκροβυστίαν τὸ διάφορον ὑμεῖς γάρ φησιν τὰ ἔθνη οἱ ἐν σαρκὶ ἀλλ’ οὐκ ἐν πνευματικι καὶ οἱ λεγόμενοι οὐχ ὄντες κατὰ τὸν πνευματιὸν λόγον ὡς εὶπεν ἐν σαρκὶ καὶ ἐν λόγοις τὸ ἔλαττον οὐδαμοῦ ἐν πνευματί εἶτα πάλιν περὶ τῆς περιτομῆς λέγων φησὶν ὑπὸ τῆς λεγομένης καὶ χειροποήτου τὴν ἐν λογοις μόνον καὶ σαρκὶ προτίμησιν δηλῶν |
68 | 228v | Eph.2.11-Eph.2.12 | | ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ | τί μνημονεύτε ὅτι ἧτε φησὶν ἐν τῷ καιρῷ ἐκεῖνω χωρὶς χριστοῦ τοῦτο οὖν ἦν φησὶν τὸ δεινόν τὸ δὲ τῆς ἀκροβυστίας ἄχρι σαρκὸς καὶ ὀνόματος ἦν ψιλοῦ εἶτα ὅτι καὶ ἀηλλοτριωμένοι ἧτε τῆς πολιτέιας τοῦ ἰσραὴλ καὶ τοῦτο δεινόν εἰ γὰρ καὶ ἀνάξιοι ὤφθησαν οἱ ἐξ ἰσραὴλ πλὴν ἀλλ’ ἠδέσθησαν θεὸν |
68ex | 228v | Eph.2.12 | | ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ἰσραήλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας | καὶ ξένοι φησὶ τῆς διαθήκης ἤ τοῦ νόμου ἢ τῆς πρὸς αὐτοὺς ἐπαγγελίας |
69 | 229r | Eph.2.12 | | | οὐκ εἶπεν κεχωρισμένοι ἀλλ’ ἀπηλλοτριωμένοι ὄυτε πάλιν οὐ μετέχοντες ἀλλὰ ξένοι ἅπερ πολλὴν δείκνυσιν τὴν ἀλλοτρίωσιν |
70 | 229r | Eph.2.12 | | ἐλπίδα μὴ ἔχοντεχ καὶ ἄθεοι ἐν τῷ κόσμῳ | οἱ ϊουδαῖοι εἰ καὶ ἀπάτυχον δι’ ἀναξίοτητα εἶχον μέντοι ἐλπίδα ἐκ τῆς ἐπαγγελίας τί φησι πρὸς ὑμᾶς τὰ ἔθνη αὐτὸ μὴ ἔχοντα ἐλπίδα καὶ ἄθεοι φησὶν ἐν κόσμω καίτοι προσεκύνουν θεους ἀλλ’ οὐκ ἥσαν φησὶ θεόι υμεῖς οὖν φησιν ἄθεοι ἦτε οἱ γὰρ ϊουδαῖοι εἰ καὶ προσέκρουον ἥδεσαν μέντοι θεόν |
71 | 229r | Eph.2.13 | | νυνὶ δὲ ἐν χριστῷ ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν | δείξας πολὺ καὶ σφόδρα ἀφεστηκότα τὰ ἔθνη τοῦ θεοῦ τῇ πρὸς ϊουδαίους παραθέσει δείκνυσιν ὅτι διὰ μόνην φιλανθρωπίαν θεοῦ ἐγγὺς γέγονασιν τοῦτο δὲ πάντα κεκίνηκεν τὸν λόγον δεικνύς τὴν πρὸς τὰ ἔθνη τοῦ θεοῦ κηδεμονίαν ὅσω γὰρ πόρρω ὄντες ἐγγὺς γεγόνασι τοσόυτω μᾶλλον δείκνυται ἡ τοῦ θεοῦ πρόνοια περὶ αὐτούς |
72 | 229r | Eph.2.13-Eph.2.14 | | ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ χριστοῦ Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν | τὸ ἐγγὺς καὶ τὸ μακρὰν προαιρεσεώς ἐστιν οὐτό που οἱ μακρὰν οὖν ὄντες τῆς πολιτέιας τοῦ θεοῦ καὶ διὰ τοῦτο καὶ τοῦ θεοῦ ἐγγὺς γεγόνατε ἢ οἱ μακρὰν ὄντες τῆς τοῦ ἰσραὴλ πολιτείας τῆς κατὰ θεόν ἐγγὺς γεγόνατε τοῦτο γὰρ δηλοῖ τὸ ἐπόμενον ὁ ποιήσας τὰ ἀμφότερα ἕν καὶ τὸ πρῶτον δὲ καλῶς ἔχει ἐν τῷ αἰματὰ φησι τοῦ χριστοῦ τουτέστιν διὰ τοῦ αἴμαστος αὐτοῦ αὐτὸς γὰρ τὸ αἴμαι ἐκχέσας ὑπὲρ ἡμῶν καὶ τούτω λύσας τὴν ἁμαρτίαν πάντας ἤγαγεν ἐγγύς αὐτὸς γάρ ἐστι φησὶν ἡ εἰρήνη ἡμῶν πρὸ γὰρ τῆς ἐνανθρωπήσεως βδελυκτοὶ ἦμεν καὶ ἀγγέλοις καὶ ἰουδάιοις καὶ οὐ μόνον ̓χθροί |
73 | 229v | Eph.2.14 | | ὁ ποιήσας τὰ ἀμφότερα ἕν | τούς τε ἰουδαίους καὶ τοὺς ἐξ ἐθνῶν |
73ex | 229v | Eph.2.14 | | | οὐ τοῦτο δὲ λέγει ὅτι οὐκ εἰς τὴν τῶν ἰουδαίων ἡμᾶς πολιτείαν ἤγαγεν ἀλλ’ ἐκείνους καὶ ἡμᾶς ζεύξας εἰς τὴν ἑαυτοῦ πίστιν ἤγαγεν ὁ χριστός πλὴν τὰ ἔθνη μάλιστα εὐχαριστεῖν ὀφείλομεν ὅσω καὶ μάλιστα ξένοι ἦμεν |
74 | 229v | Eph.2.14-Eph.2.15 | | καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τήν ἔχθραν ἐν τῇ σαρκί αὐτοῦ | μεσότοιχον τοῦ φραγμοῦ φησι τὴν ἔχθραν τὴν πρὸς θεὸν ἡμῶν τε καὶ ἰουδαίων ἥτις ἐκ τῶν ἀμφοτέρων ἐγένετο παραπτωμάτων ὡς καὶ αὐτός φησι διὰ τοῦ προφήτου οὐχὶ αἱ ἀμαρτίαι ὑμῶν δι’ ἰστῶσιν ἀνὰμεσον ὑμῶν καὶ ἐμοῦ ποῖον δὲ μεσότοιχον τὴν ἔχθραν φησὶν τὴν πρὸς τὸν θεὸν δηλον ὅτι ἐν τῇ σαρκί τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ εἰ γὰρ μὴ ἀπεθανεν ὑπερ ἡμῶν οὐκ ἂν ἐλύθη ἡ ἁμαρτία ἡ χωρίζουσα ἡμᾶς ἀπὸ θεοῦ |
75 | 229v | Eph.2.15 | | τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας | ἐπειδὴ ἔδωκεν νόμον ἀσφαλιζόμενον ἡμᾶς ἡμεῖς δὲ παρέβημεν αὐτὸν οἱ ἄνθρωποι ἔλυσεν καὶ αὐτὸν τὸν νόμον ὥσπερ ἂν εἴ τις παιδαγωγὸν δοὺς παιδίον ἐπεὶ μὴ ἥκουσε τοῦ παιδαγωγοῦ ἐλέυθερον εἴασεν καὶ τοῦ παιδαγωγοῦ δέον κολάσαι καταργήσας δί φησι τὸν νόμον ἐν δόγμασινἢ τῇ πίστει ἦς αὐτὸς εἶπεν ἐγὼ δέ φησι λέγω ὑμῖν |
76 | 229v | Eph.2.15 | | ἵνα τοὺς δύο κτίσῃ | ὁρᾶς ὅτι οὐχ ὁ ἔλλην γέγονεν ἰουδαῖος ἀλλὰ κάκεῖνος καὶ οὗτος εἰς ἀμείνω κατάστασιν ἦλθον κτίση φησὶ δεικνὺς τὴν ἀναγέυνησιν εἰς ἔνα γὰρ πάντες εἰσὶν ἐκ τις μένοι νέον τινα καὶ πιστὸν ἄνθρωπον καὶ τοῦ γήρως τῶν ἁμαρτῶν ἀλλότριον |
76ex | 229v | Eph.2.15 | | ἐν ἑαὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην | ἐν ἑαυτῶ οἷον δὶ ἑαυτοῦ οὐ δί ἀγγέλων τινων ἢ ἄλλων δυνάμεων ἀλλὰ δί ἑαυτοῦ ἣ ὃτι φησὶ τοῦτο πρῶτον γενόμενος καὶ τύπον καὶ ὑπόδειγμα παρασχών |
77 | 230r | Eph.2.16 | | καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους | πρὸς τὸν θεὸν καὶ ἀνθρωπούς οὐ γὰρ ἄν ποτε κατηλλάγησαν τῷ θεῷ μέυοντες ἰουδαῖοι καὶ ἔλληνες ὅτι γὰρ πρὸ τούτο ἀκατάλλακτοι σφόδρα ἦσαν πρὸς τὸν θεὸν δείκνυσιν ἥ ἔμφασις τοῦ ἀποκαταλλάξη |
77ex | 230r | Eph.2.16 | | ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ σταυροῦ | οἷον γινομένους οὗ αὐτός ἐστι κεφαλή |
78 | 230r | Eph.2.16 | | ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ | πῶς δὲ ἀποκατήλλαξεν τῷ θεῷ ἀποκτείνας φησὶ τὴν ἄχθραν δι’ αὐτοῦ διὰ τοῦ σταυροῦ γὰρ λύσας τῷ θανάτῳ αὐτοῦ τὴν ἁμαρτίαν καὶ τὴν ἔχθραν ἔλυσεν οὐδὲν δὲ ἐμφατικώτερον τοῦ ἀποκτείνας τὸ γὰρ ἀσάλευτον τῆς λύσεως δηλοῖ πῶς οὖν νῦν φαίη τις πάλιν ἁμαρτάνομεν ἑτέρας ἁμαρτίας γεννῶντες αἰ γὰρ πρότεραι ἀπεκτάνθησαν |
79 | 230r | Eph.2.17 | | καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς | μὴδένα πέμψας ἀλλ’ αὐτὸς ἑαυτῶ διακονησάμενος μακρὰν δετοὺς ἐξ ἐθνῶν καλεῖ ἐγγὺς δετοὺς ἰουδαίους |
80 | 230r | Eph.2.18 | | ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα | τὴν καταλλαγὴν καὶ τὴν εἰρήνην τὴν πρὸς τὸν θεὸν οὐ γὰρ ἀφ' εαυτῶν ἀπήλθομεν ἀλλ’ ὑπὸ χριστοῦ προσήχθημεν ἐν ἑνὶ πνεύματι οὐκ ἐκεῖνοι μὲν ἄτε ἐγγὺς ὄντες ἐν μείζονι ἡμεῖς δὲ ὡς μακρὰν ἐλάσσονι διὰ γὰρ τοῦ πνευματός ἐπεράστους ποιήσας προσήγαγεν |
81 | 230r | Eph.2.18-Eph.2.19 | | ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων | οἰ γὰρ μὴ ἔχοντες πάλαι ἐλπίδα τέξασθαι τῶν οὐρανιών ξένοι ἦσαν καὶ πάροικοι τῶν ἀγίων νῦν δέ φησιν τὴν αὐτὴν ἔχετε τοῖς ἁγίοις πόλιν τὴν ἐπουρανίον ἱσραήλ ὅρα δὲ οὐκ εἶπεν τῶν ἰουδαίων ἀλλὰ τῶν ἁγίων τῶν ἀμφὶ τὸν ἁβραάμ φησιν |
82 | 230v | Eph.2.19-Eph.2.20 | | καὶ οἰκεῖοι τοῦ θεοῦ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ | ὅπερ γὰρ ἔσχον φησὶν ἐκεῖνοι μυρίοις πόνοις τοῦτο ὑμῖν διὰ τῆς πίστεως δεδώρηται τὴν δὲ ἄγαν ἕνωσιν τὴν πρὸς τοὺς προφήτας καὶ ἀποστόλους τῶν ἐθνῶν σημάναι θέλων ἐποικοδομηθέντες φησιν ὡσεὶ εἶπεν θεμέλιος ἀπόκεινται οἱ προφῆται καὶ οἱ ἀπόστολοι ὑμεῖς τὴν λοιπὴν οἰκοδομὴν ἀναπληροῦτε ἵνα γένησθε οἱπάντες εἰς ἔνα ὡς θεοῦ οἷον δέ ἐστιν ἐπάνω προφητῶν καὶ ἀποστόλων οἰκοδομεῖσθαι |
83 | 230v | Eph.2.20 | | τῶν ἀποστόλων καὶ προφητῶν | ὅρα ὅτι πρῶτοι οἱ ἀπόστολοι |
84 | 230v | Eph.2.20 | | ὄντος ἀκροψωνιαίου αὐτοῦ ἰησοῦ χριστοῦ | αὐτὸς γὰρ ὁ καὶ τὸν θεμέλιον καὶ τὸ οἰκοδόμημα συνέχων καὶ συσφίγγων καὶ ὅρα ποτὲ ἄνωθεν συσφίγγειν αὐτὸν λέγει ἔνθα κεφαλὴν αὐτὸν λέγει ποτὲ κάτωθεν ὡς ἐπὶ τοῦ ἀκρογωνιαίου ἀλλαχοῦ δὲ καὶ θεμέλιον φησὶ τὸν χριστὸν |
85 | 230v | Eph.2.21 | | ἐν ᾧ πᾶσα οἰκοδομὴ | ἐν ὦ ἀκρογωνιάιω |
86 | 230v | Eph.2.21 | | συναρμολογουμένη | δείκνυσι τὴν ἀκριμῆ οἰκοδομὴν ἅμαδηλῶν μὴ ἅλλως εἰς μαὸν αὔξειν ἅγιον ἢ ὅλως σώζεσθαι εἰ μὴ μετὰ ἡκριβωμένου βίου |
87 | 230v | Eph.2.21 | | αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ | ἡ γὰρ οἰκοδομὴ αὕτη ἄυξουσα καὶ πληρουμένη ἀποτελεῖται νὰος θεοῦ ἐν οἰκήσω γὰρ ἐν αὐτοὶς φησι καὶ κοινῇ γὰρ εἰς τὴν ἐκκλησίαν οἰκεῖ ὡ θεός καὶ ἰδία εἰς ἔκαστον τῶν ἀξίων τὸ ̃εν κυριώ οἷον διὰ κυριοῦ |
88 | 230v | Eph.2.22 | | ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ | τὴν μὲν πρώτην οἰκοδομὴν τῆς καθόλου ἐκκλησίας εἰρηκεν ταύτην δὲ τῶν ἐν ἐφέσῳ |
89 | 231r | Eph.2.22 | | ἐν πνεύματι | ἢ διὰ πνευματός ἢ ἐν πνευματικῆ οἰκοδομῆ ͅ |
89ex | 231r | Eph.2.22-Eph.3.1 | | τούτο χάριν ἐγὼ παῦλος ὁ δέσμιος τοῦ χριστοῦ ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν | ἐπειδή φησιν ὁ δεσπότης μου τοιαῦτα ἐπεδείξατο εἶ ἁμᾶς ἀνάγκη κἀμὲ τὰ κατα δύναμιν εἰς ἐνεγκεῖν ὁ δέσμιος ἐν δεσμοῖς γὰρ ὢν ἔγραφεν ἅμα δε καὶ τοῦτο δηλοῖ ὁ δεσπότης μου ἐσταυρώθη ἐγὼ δὲ τέως δέδεμαι ὑπὲρ ὑμῶν τῶν ἐθνῶν |
90 | 231r | Eph.3.2 | | εἴγε ἠκούσατε τὴν οἰκονομίαν | τὴν πρόρρησιν λέγει τὴν πρὸς τὸν ἀνανίαν λεχθεῖσαν ὅτι σκεῦος ἐκλογῆς μοὶ ἐστὶν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν |
91 | 231r | Eph.3.2 | | τῆς χάριτος τοῦ θεοῦ | οἰκονομίαν χάριτος τὴν ἀποκάλυψιν φησιν ὅτι οὐ παρὰ ἀνθρωποῦ ἔμαθεν ἀλλ’οὕτως ὠκονόμησεν ἡ χάρις τοῦ θεοῦ ὥς τέ μοι ἐξ οὐρανιοῦ ἀποκαλυφθῆναι χάριτος γὰρ τότε καλέσαι καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἰν’’ εἰπειθέστερος γένηται |
92 | 231r | Eph.3.2 | | τῆς δοθείσης μοι εἰς ὑμᾶς | αὐτὸς γὰρ μοι εἶπεν φησιν ὅτι εἰς ἔθνη μακρὰν ἀποστελῶσε |
93 | 231r | Eph.3.2-Eph.3.3 | | ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον | μυστήριον γὰρ ἀληθῶς τὸ τοὺς καὶλληνας λίθους πτοσκυνοῦντας εἰς τοσάν τὴν ἐπαρθῆυαι δόξαν καὶ ἐγένειαν ὃ καὶ αὐτὸ ἀπεκεκάλυπτο αὐτῶ |
94 | 231r | Eph.3.3 | | καθὼς προέγραψα ἐν ὀλίγῳ | τὰς προλεχθείσας ἄνω λέγει οἰκονομίας ὅτι ἐκλήθη τὰ ἔθνη ὄντα μακρὰν καὶ ἐπωκοδομήθη καὶ ὅσα τοιαῦτα ἐν ὀλίγω ἢ δί ὀλίγου ἣ διὰ βρωχέων |
95 | 231r | Eph.3.4 | | πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ | βαβαὶ ὥστε οὐκ ἔγραψεν ὅσα ἐχρῆν ἀλλ’ ὅσα ἐχώρουν νοεῖν σύνεσιν δέ φησιν ὅπως τὸ μυστήριον συνῆκεν ὅπως αὐτὸ κατενόησαν σύνεστι γάρ ἐστιν ἡ εἴδησις ἡγνῶσις ἡ ἐπὶ τῷ μυστηρίῳ τοῦ χριστοῦ |
96 | 231v | Eph.3.4-Eph.3.5 | | ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων | ὅπερ μυστήριον φησὶν ἑτέραις γενεαὶς οὐκ ἐγνωρίσθη πάντα δὲ ταῦτα εἰς μυστήριον χριστοῦ συντελεῖ ἡ ἐνανθρώπησις ὁ σταυρός ἡ ἀνάστασις ἡ ἐκδεξιὼν τοῦ πατρὸς καθέδρα ἡ κλῆσις τῶν ἐθνῶν ἡ διὰ τῆς πίστεως ἡ ἐκ βολὴ τοῦ κατὰ σάρκα ἰουδάιου ἡ συνάφεια τῶν δύο λαῶν εἰς ἓν σῶμα χριστοῦ χρηματίζουσα μᾶλλον δὲ οὔσα ἧ δευτέρα παρουσία καὶ ἠ ἀπόδοσις τῶν κατ’ ἀξίαν καὶ ὅσα τοιαῦτα |
97 | 231v | Eph.3.5 | | ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις | τί οὖν οἱ πάλαι προφῆται οὐκ εῖδεσαν πῶς οὖν ὁ χριστος φησιν μωυσῆς καὶ οἱ προφῆται περὶ ἐμοῦ ταῦτα ἔγραψαν καὶ πάλιν φησι περὶ τῶν γραφῶν ὅτι ἐκεῖναι εἰσιν αἱ μαρτυροῦσαι μοι καὶ φαμέν ἢ τοὺτο εἶπεν ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἐγνωρίσθη εἶπεν γὰρ ἔμπροσθεν τοῖς υἱοῖς τῶν ἀνθρώπων νῦν γὰρ μετὰ τὴν ἐνανθρώπησιν πάντες αὐτὸν ἐθεάσαντο ἢ ὅτι οὐ δὲ οἱ προφῆται εἶδονὡς νῦν ὡράθη τουτέστιν σωματικῶς ἢ ὅτι περὶ τῶν ἐθνῶν οὐδενὶ ὅυτως ἐγνώσθη εἶναι ταῦτα συγκληρονόμα καὶ σύσσωμα καὶ σμμέτοχα τῆς ἐπαγγελίας |
98 | 231v | Eph.3.5 | | ἐν πνεύματι | διὰ πνευματος γὰρ καὶ νῦν ἡ ἀποκάλυψις τῶν τοιόυτων ἀμέλει οἱ ἐστερημένοι τοῦ πνευματός καὶ νῦν πλανῶνται ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη ἤδεσαν οἱ προφῆται ὅτι δὲ συγκληρονόμα καὶ συμμέτοχα ἔσται οὐκ ἤδεσαν |
99 | 232r | Eph.3.6 | | εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα | τὸ ἓν ἔχειν χριστῶ σῶμα διὰ τὸ εἶναι αὐτοῦ μέλη |
100 | 232r | Eph.3.6-Eph.3.7 | | τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ χριστῷ διὰ τοῦ εὐαγγελίου οὗ ἐγενόμην διάκονος | βασιλέια μὲν γὰρ ἐπήγγελεται παρὰ τοῦ πατρὸς διὰ χριστοῦ δὲ τὰ ἔθνη καὶ τῆς εἰς αὐτὸν πίστεως τῆς τοιαῦτης ἐστὶν ἐπαγγελίον ὁ δηγὸν καὶ πρόξενον |
101 | 232r | Eph.3.7 | | κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τὴν δοθεῖσάν μοι | ἐγενήθην φησὶ τοῦ εὐαγγελίου διάκονος ἐν δωρεᾶ χάριτος τοῦτο λαβών οὐδὲν γὰρ ἐμὸν ἔργον συνεισήνεγκα φησι τῇ χάριτι τάυτῃ ὅρα παῦλον ταῦτα λέγοντα τὸν καθ’ ἡμέραν ἀποθνήσκοντα |
102 | 232r | Eph.3.7 | | κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ | καὶ οὐ μόνον φησὶν ἐδωρήθη μοι ἡ χάρις αὕτη ἀλλὰ πρὸς τῇ δωρεᾶ καὶ ἐνεργεῖ μοι δύναμιν εἰς τὸ ἰσχύειν προς τὴν διακονίαν τοῦ εὐαγγελίου |
103 | 232r | Eph.3.8 | | ἐμοὶ τῷ ἐλαξιστοτέρῳ πάντων ἀγίων | ὅρα ὑερβολὴν ταπεινοφροσύνης ἀλλαχοῦ μὲν μὴ εἶναι ἱκανὸν εἰς ἀποστολὴν ἔλεγεν ἑαυτόν νῦν δὲ καὶ πάντων τῶν ἁγίων ἐλαχιστότερον λέγει ἐμοὶ οὖν φησιν ἐδόθη ἡ χάρις αὕτη καὶ εἰκότως χάρις εἴγε τῷ πάντων ὥς φησιν ἐλαχιστοτέρω τὸ κήρυγμα τῶν ἐθνῶν ἐπειράπη |
104 | 232r | Eph.3.8 | | ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς ἔθνεσιν | ποία χάρις τὸ ἐν τοῖς ἔθνη εστί φησὶν εὐαγγελίζεσθαι |
105 | 232r | Eph.3.8 | | εὐαγγελίσασθαι τὸν ἀνεξιχςίαστον πλοῦτον τοῦχριστοῦ | εἰ ὁ πλοῦτος αὐτοῦ ἀνεξιχνίας τός ἐστιν τί δεῖ περὶ τῆς οὐσίως αὐτοῦ φιλοπραγμονεῖν |
106 | 232v | Eph.3.9 | | καὶφωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου | ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη εἴ δοσάν τινες διὰ τοῦ πνευματός ὅτι δὲ ἐπὶ τὸ ἀπαρχὴν αὐτῶν γένεσθαι τὸν θεὸν λόγον οὐκ ἤδεισαν τοῦτο οὖν φησιν μυστήριον ἀποκεκρυμμένον |
107 | 232v | Eph.3.9 | | τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ | ὥστε οὐ νεαρὸν ἐστι τὸ κατὰ τὰ ἔθνη ἀλλ’ ἄνωθεν ἐδέδεκτο εἰκότως δὲ πᾶσιν ἄγνως τον ἦν ὅτι τὰ ἔθνη τοιόυτων ἀξιωθήσονται εἰ γὰρ ἐν τῷ θεῷ ἐκέκρυπτο τίς ἦν ὁ ἀποκαλύπτων |
108 | 232v | Eph.3.9 | | τῷ τὰ πάντα κτίσαντι διὰ ἰησοῦ χριστοῦ | ὁ γὰρ τὰ πάντα δι’αυτοῦ κτίσας πατηρ καὶ τοῦτο δι’’αυτοῦ ἀπεκάλυψεν |
109ex | 232v | Eph.3.10 | γενναδιος * | ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ̓ξουσίαις ἐν τοῖς ἐπουρανίοις | οὐ δὲ γὰρ αόρατοι δυνάμεις ᾔδεσαν τὸ μυστήριον ἀλλὰ διὰ τῆς περὶ τὴν ἐκκλησίαν οἰκονομιάς τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν κατέμαθον κατὰ πρόθεσιν δὲ τῶν αἰώνων λέγει ἀντὶ τοῦ ταῦτα πρὸ τῶν αἰώνων προέθετο ἐποίησεν δὲ δια τῆς κατὰ τὸν δεσπότην χριστὸν οἰκονομίας |
109 | 232v | Eph.3.10 | | | ὅτι μὲν γὰρ ἐγένετο μερὶς κυριου λαὸς αὐτοῦ ἰακὼβ ἤδεισαν καὶ ὅτι σώσει τὸν λαὸν αὐτοῦ εἶπεν γαβριὴλ περὶ τοῦ ἰσραὴλ λέγων ὅτι δὲ ἐπὶ τούτοις τὰ ἔθνη κληθήσεται οὐκ ἥδεσαν εἰ δὲ ἀρχαὶ καὶ ἐξουσίαι οὐκ ἥδεσαν δῆλον ὡς οὐδὲ ἄγγελοι ἣ ἀρχάγγελοι |
109ex2 | 232v | Eph.3.10 | οικουμενιος | | πρό τῶν τῆς ἐνανθρωπήσεως τοῦ σωτηριας ἡμῶν χρόνων ἁπλῆν ἐγίνωσκον αἱ οὐρανιαι δυνάμεις τὴν σοφίαν τοῦ θεοῦ ἐκ μόνον τοῦ δυνατοῦ κατορθουμένην ὁ γὰρ τῇ ὁρμῇ τοῦ οἰκέιου θελήματος οὐσιώσαν τὰ πάντας θεὸς δυνάμει ἀκαταλήπτω διετήρει πρὸς διαμονὴν τὰ δημιουργηθέντα καὶ οὐδὲν ἦν ποικίλον ἀλλ’ οἷον ἐθεωρεῖτο τοιοῦτον καὶ ὑπῆρχεν νῦν δέ γε διὰ τῆς εἰς τὴν ἐκκλησίαν καὶ τὸ ἀνθρωπίνον γένος οἰκονομιας οὐκ ἐτι μόνον ἁπλῇ ἀλλα καὶ πολυποίκιλος ἐγνώσθη ἡ σοφία τοῦ θεοῦ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατορθοῦσα διὰ θανάτου ζωήν διὰ τιμίας δόξαν διὰ σταυροῦ τρόπαιον διὰ πάντων τῶν εὐτελῶν τὰ θεοπρεπῇ διὰ οὖν τῆς εἰς ἡμᾶς οἰκονομίας τῆς ἐν τῇ ἐνανθρωπήσει γενομένης πολυποίκυλος ἐγνώσθη ἡ σοφία καὶ ἡ δύναμις τοῦ θεοῦ ταῖς οὐρανίαις δυνάμεσιν ὅυτως ὁ νύσης εἰς τὰ ἄσματα τῶν ἀσμάτων |
110 | 233r | Eph.3.10 | | διὰ τῆς ἐκκλησίας | ὅτε γὰρ ἡμεῖς ἐμαίθομεν Τότε κακεῖνοι δι’ ἡμῶν ὁπῶντες τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ δι’ αὐτῆς εἰς γνῶσιν ὁ δηγούμενοι |
111 | 233r | Eph.3.10 | | ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ | όὐ μόνον ποικίλη ἀλλὰ πολυπόικιλος ἡ οὖ σάφησι κατὰ πρόθεστιν τῶν αἰώνων τουτέστιν καταπρόγνωσιν καὶ πρόειδεησιν καὶ πρὸ οἰκονομίαν νῦν μὲν γὰρ γέγονεν φησιν ἄνωθεν δὲ αὐτα ἐδόκει |
111ex | 233r | Eph.3.11 | | κατὰ πρόθεσιν τῶν αἰώνων | τοὺς προορισμοὺς προθέσεις εἶπεν |
112 | 233r | Eph.3.11 | | ἣν ἐποίησεν ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν | δι’ αὐτοῦ γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν |
113 | 233r | Eph.3.12 | | ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ | προσήχθημεν οὖν τῷ θεῷ καὶ πάτρι διὰ χριστοῦ προσήχθημεν δὲ οὐχ ὡς αἰχμάλωτοι οὐ δὲ ὡς συγγνώμης ἀξιωθησόμενοι ἐφοῖς ἡμᾶρτομεν ἀλλὰ μετὰ παρρησίας φησὶ καὶ παρρησίας οὐχ ἁπλῶς ἀλλ’ ἐνθάρσει τινὶ καὶ πεποιθήσει ἁγιάσας γὰρ ἡμᾶς διὰ τοῦ ἰδίου αὐτοῦ αἴματος προσήγαγεν θαρροῦντας λοιπὸν προσελθεῖν διὰ τὴν εἰς αὐτὸν πίστιν |
114 | 233r | Eph.3.13 | | διὸ αἰτοῦμαι | διο φησιν αἰτῶ μὴ ἐκκακεῖν μὴ δὲ θορυμεῖσθαι ἐν ταῖς θλίψεστιν μου αἵτινες ὑπὲρ ὑμῶν καὶ δι’ ὑμᾶς εἰσί μοι πῶς ὅτι ὅυτως ὑμᾶς ἠγάπησεν ὁ θεὸς ὥστε και τὸν ὑιὸν αὐτοῦ δοῦναι καὶ τοὺς δοὺλους αὐτοῦ κακοῦν ὑπὲρ τοῦ ὑμᾶς σωθῆναι ἆρα οὐ δόξα τὸ ὅυτως ἀγαπᾶσθαι ὑπὸ θεοῦ |
115 | 233r | Eph.3.13 | | μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν ἥτις ἐστὶν δόξα ὑμῶν | ἐπειδή φησιν τοσαῦτα ἔθνη ἐπιστέυθην ἀνάγη ἐστὶ καὶ δεδέσθαι παρὰ τῶν ἀντι λεγόντων τῷ κηρύγματι |
116 | 233v | Eph.3.13-Eph.3.14 | | τούτο χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ | ἐπειδὴ ὅυτως ἡγαπήθητε παρὰ θεοῦ δέομαι φησιν ὑπὲρ ὑμῶν |
117 | 233v | Eph.3.14-Eph.3.15 | | ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται | ἐπὶ μὲν γῆς πατριὰς τὰ γένη καλεῖ ἀφῶν καὶ πατερες καλοῦνται ἐν οὐρανιῶ δὲ ἔνθα οὐκ ἔστιν ὅς δὲ ἐκ τοῦ δὲ πατρεὰς τὰς στήματα λέγει αὐτὸς γὰρ τάς τε ἄνω καὶ τὰς κάτω φυλὰς ἐδημιόυργησεν |
118 | 233v | Eph.3.15-Eph.3.16 | | ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ | ὅρα μεθόσης ἀπολογίας ἐπέυχεται αὐτοῖς τὰ ἀγαθά δυνάμει κραταιωθῆναι φησιν εἰς τὸ μὴ περιφέρεσθαι τοῦτο δὲ πῶς ἕσται διὰ πνευματός ἁγίου τὸ δὲ κραταιωθῆναι ὡς πρὸς τοὺς περασμοὺς νόει |
119 | 233v | Eph.3.16-Eph.3.17 | | εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστὸν | εἰς τὸ κατοικῆσαι φησιν τὸν χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον ἵνα δώη ὑμῖν εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστόν ἵνα φησι θεοῦ ναὸς γένησθε καὶ οὐχ ἁπλῶς κατοικῆσαι ἀλλ’ ἐν ταῖς καρδίαις ὑμῶν μηδέν φησιν ἐπιπόλαιον ὁ γὰρ ἔσω ἄνθρωπον καὶ αἰ καρδίαι τὴν καταβάθους ἐνοίκησιν καὶ τὴν οἱον εἰ συμφνῆ καὶ ἐρριζωμένην δηλοῖ |
120 | 233v | Eph.3.17-Eph.3.18 | | διὰ τῆς πίστεω ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι | πῶς δὲ ἔσται τοῦτο διὰ τῆς πίστεως φησιν καὶ διὰ τοῦ ἐν ἀγάπη εἲναι ὑμᾶς ἐρριζωμένους καὶ τεθεμελιωμένους καὶ ὑπὸ μὴδεν ὃς κινουμένους |
121 | 233v | Eph.3.18 | | ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις | ταῦτα δὲ ὑμῖν ἐπέυχομαι φησιν ἵνα ἐξισχύσητε καταλαβέσθαι πολὺν δὲ ἔδειξεν τὸν κάματον τότε ἐξισχύσαι καὶ τὸ καταλαβέσθαι εἰπεῖν |
122 | 233v | Eph.3.18 | | τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος | σωματικοῖς ὑπογράφει σχήμασι τὸ τοῦ μυστηρίου μέγεθος τοῦ ὑπερὸ τῶν ἐθνῶν οἰκονομηθέντος |
123 | 234r | Eph.3.18 | | καὶ ὕψος | οἷον τοῦ μυστηρίου |
124 | 234r | Eph.3.18-Eph.3.19 | οικουμενιος | γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ | καὶ ἵνα φησι γνῶτε τὴν ὑπερβάλλουσαν πᾶσαν ἀνθρωπινήν γνῶσιν ἀγάπην τοῦ χριστοῦ καὶ οἷον τῆς γνώσεως ὑπεράνω ἔστι μεν γάρ φησιν ὑπεράνω γνώσεως πλὴν ὑμεῖς γνώσεσθε εἰ τὸν χριστὸν σχοίητε ἐνοικοῦντα ἵνα ἐκ τούτου πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ πλήρωμα δὲ θεοῦ ἐστιν ἦ τὸ γνῶναι ὡς ἐν πατρὶ καὶ πνευματὶ ἁγίω προσκυνεῖται ἡμῖν ὁ θεὸς ἵνα ἦ τέ φησιν πεπληρωμένοι πάσης ἀρετῆς ἧς πλήρης ὁ θεὸς |
125 | 234r | Eph.3.20 | οικουμενιος | τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι | τῷ δὲ δυναμὲνῳ θεῷ οὐ μόνον καθὰ λέγομεν ἀλλὰ καὶ ὑπὲρ ἐκπερισσοῦ ποιῆσαι πάντα καὶ οὐ μόνον πάντα ἀλλὰ καὶ ὑπὲρ ἅπαντα αὐτῷ φησιν ἡ δόξα ἀμήν ὅρα δὲ δύο ὑπερβολὰς τὸ καὶ ὑπὲρ πάντα ποιῆσαι τὰ εἰρημένα καὶ ὑπὲρ ἐκπερισσοῦ ποιῆσαι ἃ ποιεῖ ἔνι γὰρ καὶ πλεῖονα ποιοῦντα τῶν αἰτηθέν των κεφάλαια μὴ πλουσίως μήτε δαψυλῶς ἕκαστον ποιῆσαι |
126 | 234r | Eph.3.20 | | ὐπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν | καὶ ὅτι ἐκπερισσοῦ ὦν αἰτούμεθα ἢνοοῦμεν δυναστός ἐστι ποιῆσαι δῆλον ἐκ τῆς ἐν ἡμῖν ἐνεργούσης δυνάμεως αὐτοῦ τίς γὰρ τοῦτο προσεδόκησεν περὶ τῶν ἐθνῶν ὅτι οἱ τοσοῦτον ἀπερρωγότες θεοῦἐν τοῖς ὑιοθετηθεῖσιν εἰσὶν |
127 | 234r | Eph.3.20-Eph.3.21 | | αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν χριστῷ ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων ἀμήν | ἐπειδὴ δεῖ τὸν τοσαῦτα δορησάμενον δοξάζεσθαι ὥστε καὶ ἡ δοξολογία δεῖγμα ὑπάρχει τοῦ μεγέθους τῶν ὑπηργμένων ἡμῖν παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν ἀνθρωπίνην ἀγαθῶν καλῶς δὲ ἡδόξα αὐτοῦ ἐν ταῖς ἐκκλησίαις ἐπειδὴ γὰρ αὖται διηνεκῶς μένουσιν ἐν ταύταις εἴ ἠ φησὶν ἡδόξα τοῦ θεοῦ ἵνα ἡμῖν εἵ ἠ διηνεκῶς δοξα αξόμενος καὶ εἰς πάσας τοῦτο ἔλθη γενεάς |
127ex | 234v | Eph.3.21 | | | ἤ ὅτι τῇ ἐκκλησία ἐπέυχεται ὥστε διατηρεῖν ἀεὶ τὴν δοξολογίαν τοῦ θεοῦ καὶ μήποτε παρατραπῆναι τὸ δὲ ἐν χριστῷ ἰησοῦ ἣ σὺν χριστῶ ἰησοῦ νόει ἠ διὰ χριστοῦ ἰησοῦ διὰ τὴν σάρκα τοῦτο νοῶν εἰρῆσθαι |
128 | 234v | Eph.3.21-Eph.4.1 | | παρακαλῶ οὖν ὑμᾶς ἐγώ ὁ δέσμιος ἐν κυρίῳ | ὁ διὰ τὸν κύριον φησὶν δέσμιος βαβαὶ ὅσον τὸ ἀξίωμα τὸ δεδέσθαι διὰ τὸν χριστόν βαβαὶ ὅσα εἶπεν ὁ μακάριος ἰωάννης εἰς τὴν ἅλυσιν τὴν παῦλου καὶ αὐτὸς γὰρ ὁ ἀπόστοπλος ταύτην προβάλλεται ὡς δι’ αὐτῆς δυσωπήσων αὐτούς |
128ex | 234v | Eph.4.1 | | ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε | μεγάλη γὰρ ἡ κλῆσις καὶ ἐπὶ μεγάλοις ἐπὶ τῷ ἔχειν κεφαλὴν τὸν χριστόν ἐπὶ τῷ εἰς ὑιοὺς εἶναι θεοῦ |
129 | 234v | Eph.4.1-Eph.4.2 | | μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ | τουτέστιν ἐν παντὶ πράγματι ἐπὶ παντὸς προσώπου οὕτω γάρ ἐστιν ἀξίως τῆς κλήσεως περιπατῆσαι μετὰ ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας καὶ τοῦ ἀνέχεσθαι ἀλλήλων ἔνθα γάρ ἐστιν ἀγάπη πάντα ἐστὶν ἀνεκτά |
130 | 235r | Eph.4.3 | | σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσῳ τῆς εἰρήνης | καθάπερ γὰρ ἐπὶ τῶν ἡμετέρων σωμάτων ἐστὶ τὸ ἡμῶν πνευμᾶ ἐνεργοῦν ἐν πᾶσι τοῖς μέλεσι καὶ πάντα συνέχον οὕτως καὶ τὸ πνευμᾶ τὸ ἅγιον ἡμῖν ἐδόθη τοὺς γένει καὶ τρόπω καὶ ἤθεσιν διαλάττοντας ἑν οῦν καὶ ποιοῦν ἡμᾶς ἓν σῶμα ταύτην φυλάξωμεν τὴν ἑνότητα τὴν διὰ τοῦ ἁγίου δοθεῖσαν ἡμῖν πνευματός ἥτις φησὶ γίνεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης |
131 | 235r | Eph.4.3-Eph.4.4 | | ἓν σῶμα καὶ ἓν πνεῦμα | γένεσθε φησιν ὅυτως συνηνωμένοι ὅυτως ἀλλήλων κηδόμενοι ἐκ τούτου γάρ φησιν ἔσεσθε ἓν πνευμᾶ ἔχοντες τουτέστιν ὁμότιμον τὴν χάριν τοῦ πενυματός ἢ ὅτι ἔστιν μὲν ἓν σῶμα εἰναι οὐχ ἓν δὲ πνευμᾶ ὡς ὅταν τις αἱρετικῶν φίλος ἦ ἢ ὅτι τοῦ τό φησιν ἓν πνευμᾶ λαβόντες οὐκ ὀφείλετε διχονοεῖν ἀλλ’ εἰναι ἓν σῶμα ἢ ὅτι πνευμᾶ ἐνταῦθα τὴν προθυμίαν καλεῖ |
132 | 235r | Eph.4.4 | | καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι | ὁ θεὸς ἡμᾶς φησιν ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν οὐδενὶ πλεῖον ἀπονείμας πᾶσιν ἀθανασίαν πᾶσι ζωὴν αἰώνιον ἐπηγγέιλατο πᾶσιν δόξαν ἀθάνατον πᾶσιν ἀδελφότητα πᾶσι κληρονομίαν ἐπηγγέιλατο κοινὴ πάντων ἐγένετο κεφαλή πάντας ἤγερε καὶ συνεκάθισεν εἰ τοίνυν φησιν ἐντοῖ πνευματικοῖς τοσαύτην ἔχετε κοινωνίαν ὀ φείλετε καὶ ἓν σῶμα εἶναι ἐν τῇ τῆς ἀγάπης ἀνακράσει |
133 | 235r | Eph.4.4 | | τῆς κλήσεως ὑμῶν | πάντα γὰρ τὰ εἰρημένα κοινή ἐστιν ἡμῶν ἐλπὶς ἐκ τῆς κλήσεως γενομένη |
134 | 235r | Eph.4.4-Eph.4.5 | | εἷς κύριος μία πίστις ἓν βάπτισμα | ἰδοὺ καὶ ἄλλη κοινωνία εἰς ἡμῖν κυριός μία πίστις ἒν βάπτισμα οὐδεῖ οὖν ἡμᾶς διεστάναι |
135 | 235r | Eph.4.5-Eph.4.6 | | εἷς θεὸς καὶ πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πασῖν ἡμῖν | ἰδοὺ καὶ ἄλλη κοινωνία ἀγάπης πρόφασις τὸ εἶναι ἡμῖν ἔνα πατέρα τὸν θεόν καὶ ἐπὶ πάντων τουτέστιν ὁ ἐπάνων πάντων καὶ διὰ πάντων τουτέστιν ὁ προνοῶν διὰ πάντων ἡμῶν καὶ ἐν πὰσιν ἡμῖν τουτέστιν ἐνοικῶν ἐν πᾶσιν ἡμῖν |
136 | 235v | Eph.4.7 | | ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ | εἰ πάντα ἐστὶν ὡς λέγεις κοινὰ πόθεν ὁ δεῖνα μὲν μεῖζον ὁ δεῖνα δὲ ἔλαττον ἔχει χάρισμα τοῦτο γὰρ αὐτοὺς εἰς φθόνον μάλιστα ἐνῆγε καὶ φησὶν ἑκάστω ἐδόθη ἡ χάρις τουτέστιν τὸ χάρισμα καὶ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ ὡσεὶ εἶπεν εἰ αὐτὸς ἐμέτρησεν πάντως ὅτι καλῶς ἐμέτρησεν πάντως καὶ συμφερόντως καὶ εἰ δωρεάς ἐστι τὸ πᾶν ὑπὲρ μὲν οὔ ἔλαβες εὐχαρίστει ὑπὲρ δὲ οὗ οὐκ ἔλαβες μὴ φθόνει δωρεὰ γὰρ ἐστιν ὡσεὶ εἶπεν οἶδεν ὁ μερήσας καὶ δωρησάμενος πῶς καλῶς καὶ συμφερόντως τοῦτο πεποίηκεν τὰ μὲν γὰρ ἄλλα κοινὰ πρόκειται τὰ δὲ χαρίσματα δέδοται κατὰ τὴν ἀναλογίαν τῆς ἐκάστου καθαρότητος |
137 | 235v | Eph.4.7-Eph.4.8 | | διὸ λέγει ἀναβὰς εἶς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν | καὶ ὅτι φησὶν ἡ χάρις δωρέα ἐστι τοῦ χριστοῦ καὶ αὐτὸς ἐμμετρήσας ἔδωκεν ἄκουε φησι τοῦ δαυῖδ τὸ δὲ ἀναβὰς εἰς ὕψος ἀλλαχοῦ λέγει ὅτι ἐπήρθη ἡ μεγαλοπρέπεια σου ὑπεράνω τῶν οὐρανιῶν τίνα δὲ ἥχμαλώτευσεν ἡμᾶς δηλονότι τὴν καλὴν καὶ συμφέρουσαν αἰχμαλωσίαν πολέμω γὰρ νοητῶ νἰκήσας τὸν διάβολον αἰχμαλώτους εἲλεν ἡμᾶς οὐχ ἵνα καταδουλώσηται πῶς γὰρ τοὺς ὄντας δούλους καὶ πάλαι ἀλλ’ ʹıνα τῆς πικρᾶς ἀπαλλάξη τυραννίδος τοῦ πονηροῦ |
138ex | 236r | Eph.4.8 | * | καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις | λαβὼν γὰρ τὴν πίστιν ἀντι δέδωκε τὴν χάριν |
138 | 236r | Eph.4.8 | | | ὥστε οὖ χριστοῦ τὰ δόματα τί ἀδημονεῖς πολύ μὴ ἔχων ἤ φθονεῖς τῷ ἔχοντι ὧ δε μὲν ὅυτως παρακατιῶν δὲ δέικνυσιν ὅτι πρὸς ὠφέλειαν τῆς ἐκκλησίας ἐκάστος ἔλαβεν τὸ χάρισμα καὶ ὁ τὸ μέγα λαβὼν καὶ ὁ τὸ μὴ τοιοῦτον καὶ οὐ διὰ τὰ οἰκεῖα ἔργα οὐ δὲ διὰ τὸ ἄξιον εἶναι τινα τοῦ λαβεῖν τίς οὖν φθονήσει ἐν τῷ διά τί ἐληφότι καὶ πρὸς ἑτέρων ὠφέλειαν ὅσον γὰρ μεῖζον τὸ χάρισμα τοσοῦτον ἀκριβέτερον αἰ εὐθύναι |
139 | 236r | Eph.4.8-Eph.4.9 | | τὸ δέ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον | οὐκ ἂν δέ φησιν ἐδεήθη ὁ προφήτης τοῦ εἰπεῖν ἀνέβη εἰ μὴ ἤδει ὅτι κατέβη πρῶτον περὶ γὰρ τοῦ καταβάντος τὸ ἀνέβη λέγει τίς |
140ex | 236r | Eph.4.9 | * | εἰς τὰ κατώτερα μέρη τῆς γῆς | κατώτερα μέρη τῆς γῆς τὸν θάνατον ἐκάλεσεν |
140 | 236r | Eph.4.9 | | | τουτέστιν μεθ ὃ οὐκ ἔνι κατώτερα λέγει δεὸν ἄδην ὡς πρὸς τὴν κοινὴν συνήθεισαν ἀφορῶν ὅυτως γὰρ λέγειν εἰώθαμεν διὸ καὶ ἰακώβ φησι κατὰ ἀξετε τὸ γῆρας μου μετ’ ὀδύμης ε ’’ις ἄδου καὶ δαυιδ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον |
141 | 236r | Eph.4.9-Eph.4.10 | | ὁ καταβάς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς | τοῦ τό φησιν ὅτι οὐδὲν αὐτῷ πρὸς τὴν ἄνοδον ἐνεπόδισεν ἡ εἰς τὰ κατώτατα κάθοδος ὥς τέ φησιν καὶ ὑμῶν ὅσον ἄντις ταπεινοφρονῇ τοσοῦτον μᾶλλον ὑψοῦται |
141ex | 236r | Eph.4.10 | | ὑπεράνω πάντων τῶν οὐρανῶν | μεθὼ οὐκ ́στιν ἄλλο |
142 | 236r | Eph.4.10 | | ἵνα πληρώσῃ τὰ πάντα | καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι τὰ πάντα ἐπλήρου καὶ σαρκωθεὶς ἵνα τὰ πάντα μετὰ σαρκὸς πληρώσῃ κατέμη καὶ ἀνέβη |
143 | 236r | Eph.4.11 | | καὶ αὐτὸς ἔδωκεν | ὁ μὴ παραιτησάμενος φησιν διὰ τὴν ἡμῶν σωτηρίαν εἰς τὰ κατώτατα κατελθεῖν Αὐτὸς τὴν διανομὴν τὼν χαρισμάτων ἐποίησεν ἄρα οὖν οὐ χρὴ ἀγανακτεῖν πρὸς τὴν διανομήν εἰ γὰρ αὐτὸς ἔδωκεν τί ἀντι λέγεις ἀλλαχοῦ δέ φησιν τὸ πνευμᾶ διδόναι τὰ χαρίσαμτα πάντα γὰρ ταῦτα φησιν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνευμᾶ ὡς τὸ ἐγὼ ἐφύτευσα φησιν ἀπολλῶς ἐπότισεν ἀλλ’ ὁ θεὸς ἤυξανεν ἐνταῦθα τὸν ὑιὸν κοινὰ γὰρ τὰ πάντα τῇ ἁγία καὶ μακαρία τριάδι |
144 | 236v | Eph.4.11 | | τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας | οἱ γὰρ ἀπόστολοι καὶ προφητείαν εἶχον οἱδε τὸτε προφῆται οὐκ εἶχον ἀποστολήν |
145 | 236v | Eph.4.11 | | τοὺς εὐαγγελιστάς | τοὺς τὸ εὐαγγέλιον γράψαντας |
146 | 236v | Eph.4.11 | | τοὺς δὲ ποιμένας καὶ διδασκάλους | τοὺς τὰς ἐκκλησίας ἐμπεπιστευμένους λέγει τοὺς ἐπισκόπους οἷος ὁ τιμόθεος οἷος ὁτῖτος ἦν |
147 | 236v | Eph.4.11-Eph.4.12 | | πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ | ὁρᾶς τὴν αἰτίαν τῆς δόσεως τῶν χαρισμάτων πρὸς τὸν καταρτισμόν φησιν τουτέστιν πρὸς ἀπαρτισμόν πρὸς πλήρωσιν εἰς τὸ ἐν τούτοις διακονεῖν τῇ ἐκκλησία καὶ οἰκοδομεῖν αὐτήν ὅσω οὖν τις ἔλαβε χάρισμα τοσούτω μεἶζον ἔχει τὸ φορτίον τίς οὖν φθονήσει ἐντῶ μεῖζον ἔχοντι φορτίον ταῦτα δέ φησι πρὸς τοὺς τῷ φθόνω τῶν μειζόνων χαρισμάτων ἀποκεκομμένους τοῦ σώματος τῆς ἐκκλησίας δεικνὺς ὅτι πάντων τὸ ἔργον εἰς ἒν ὁρᾶ τέλος τὸν καταρτισμὸν τῶν ἁγίων ποῦ οὖν χρεία φθόνου τῶν ἁγίων ἢ τῶν ἀπίστων |
148 | 236v | Eph.4.13 | | μέχρι καταντήσωμεν οἱ πάντες | φθάσωμεν |
149 | 236v | Eph.4.13 | | εἰς τὴν ἑνόντητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας | τουτέστιν ἔως ἂν οἱ πάντες μίαν τὴν πίστιν σχῶμεν ἕκαστος κάμνει καὶ ἕκαστος διακονεῖ ἑνότης γὰρ πίστεως τὸ μὴ διαφονεῖν περὶ τὰ δόγματα τοῦτο γὰρ ἐπιγνωσις τοῦ ὑιοῦ τοῦ θεοῦ τὸ μὴ διαφωνεῖν περὶ αὐτοῦ ἄνδρα δὲ τέλειον καὶ μέτρον ἡλικίας λέγει τὴν τελείαν τοῦ χριστοῦ ἔυνοιαν καὶ εἴδησιν |
150 | 237r | Eph.4.13 | | τοῦ πληρώματος τοῦ χριστοῦ | πλήρωμα χριστοῦ φησιν τὴν περὶ χριστοῦ ὀλοτελῆ γνῶσιν καὶ πίστιν οἷον ὅτι ἐκ παρθένου σάρκα ἔλαβεν ὅτι ἐκ θεότητος καὶ ἀνθρωπότητος εἰς μίαν ὑπῆρξεν ὑπόστασιν ἵνα γὰρ μὴ ἀκούσας ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὴν σωματικὴν νοήσης ἐπήγαγε τοῦ πληρώματος τοῦ χριστοῦ ὡσεὶ ἔλεγεν μέχρις οὗ εἰς τελείοτητα φθάσωμεν τῆς ὀλοτελοῦς τοῦ χριστοῦ γνώσεως καὶ πίστεως |
151 | 237r | Eph.4.13-Eph.4.14 | | ἵνα μηκέτι ὦμεν νήπιοι | δείκνυσιν πάλαι τοῦτο παθόντας αὐτοὺς καὶ ὠς ἐν διηγήματος τάξει ἐπανορθοῦται αὐτοὺς καὶ ἑαυτὸν συντάττων διὰ τὸ ἀνεπαξθές νηπίους δὲ τῇ πίστει φησιν |
152 | 237r | Eph.4.14 | | κλυδωνιζόμενοι καὶ περιφερόμενοι | νηπίων γὰρ ὄντως τὸ περιφέρεσθαι καὶ οὐ βεβηκότων |
153 | 237r | Eph.4.14 | | παντὶ ἀνέμῳ τῆς διδασκαλίας | εἰπὼν κλυδωνιζόμενοι ἐπέμεινε τῇ τροπῇ καὶ ἄνεμον διδασκαλίας προσειπών |
154ex | 237r | Eph.4.14 | θεοδωρος | ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης | κύβειαν τὴν πανουργίαν καλεῖ πεποίηται δὲ ἀπὸ τοῦ κυβεύειν ἐν τὸ ὄνομα ἰδιον δὲ οὖτο το τῇ δὲ κακεῖ σε μετα φέρειντὰς ψήφους πανουργευομένους |
154 | 237r | Eph.4.14 | | | κυβευταὶ λόγων λέγονται οἱ ποτε μὲν τοῦτο ποτὲ δὲ ἐκεῖνο διδάσκοντες καὶ μετα καὶνοντες ἀεὶ ἀπὸ τούτου εἰς τοῦτο πανούργως τοιοῦτοι οἱ αἱρετικοί οἱ δὲ τοιοῦτοι φησι καὶ πανοῦργοι πρὸς τὸ μεθοδον ἐυρεῖν καὶ πρόφασιν πλάνης πάντα πρὸς τὸ ἀπατῆσαι μηχανώμενοι |
155 | 237r | Eph.4.14-Eph.4.15 | | ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ̓στιν ἡ κεφαλή ὁ χριστός | ἐκεῖνοι μὲν νόθα φησὶν καὶ ψευδῆ διδάσκουσι περὶ ὧν ὁ λόγος ἡμεῖς δὲ ἀλληθεύοντεχ ἔντε δόγμασι καὶ βίω καὶ λόγω ἐν ̓γάπη ἄλλω γὰρ οὐκ ἔνι ἀληθέυειν αἰξήσωμεν καὶ ἐποικοδομήσαμεν εἰς τὸν χριστὸν τὴν κεφαλὴν ἡμῶν τὰ πάντα ἡμῶν καὶ βίον καὶ λόγον καὶ δόγματα |
156 | 237v | Eph.4.15-Eph.4.16 | | ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμςβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους | καθάπερ ἐπὶ τῶν ἡμετέρων σωμάτων τὸ πνευμᾶ τὸ ζωτικὸν τὸ ἐπ’ ἐγκεφάλου διὰ τῶν εὐρων κατιὸν οὐχ ἁπλῶς πᾶσιν ἐμπνεῖ τοῖς μέλεστιν δύναμιν ἀλλὰ τῶ μὲν πλεῖόντι δεξασθαι δυναμένω πλεῖον δίδωσι τῷ δὲ ἔλαττον ἔλαττον ὅυτως καὶ ὁ χριστὸς καθάπερ γὰρ μελῶν τῶν ἡ πνευματικὴ αὐτοῦ δύναμις καὶ ἡ τῶν χαρισματων διανομὴ κατὰ ἀναλογίαν ἑνὸς ἐκάστου μέλους αὐτοῦ προσαπτομένη τὴν αὔξησιν ποιεῖται τῆς πνευματικῆς ἡλικίας διὰ τῆς ἁφῆσφησι τῆς ἐπιχορηγίας τοτέστιν διὰ τῆς ἐν τῇ ἁφῆ καὶ οἷον ἐρευνη τοῦ ἐπιτηδείου ἐπηχορηγίας γινομένης ἐκεῖνη γὰρ ἡ ἀπὸ χριστοῦ κατιοῦσα πνευματικὴ δύναμις ἑνὸς ἐκάστου μέλους αὐτοῦ ἁπομένη ὅυτως ἐνεργεῖ ὡς ἂν ἕυρη τινὰ πρὸς ὑποδωχὴν ἐπιτή δειον ὡσει ἐλεγεν τὰ μέλη τοῦ χριστοῦ ἡμεῖς φησ οἱ ἄνθρωποι κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου πνευμᾶ ακοῦ μέτρου δεχόμενοι τὴν ἀπὸ χριστοῦ ἐπιχορηγίαν αὔξομεν τὸ γὰρ πνευμᾶ ἄνωθεν ἐπιρρέυον ἀπὸ τοῦ χριστοῦ ἀφθόνως καὶ χορηγόυμενον πάντων ἐφαπτόμευον τῶν εἰς μέλη τελούντων χριστοῦ πρὸς τὴν ἀναλογίαν τῆς ἐκάστου δυνάμεως τὴν αὐξησιν ποιεῖται καλῶς δὲ προστέθεικεν ἐν ̓γάπη ἄνευ γὰρ ταύτης οὐκ ἂν εἰς τινα καταβαίη τὰ πνευμᾶ τὸ ἅγιον |
156ex | 237v | Eph.4.16 | οικουμενιος | | ὅρα τί κἀγὼ ἐνόμισα οὔ τε γὰρ ἐνόησα τὸ τοῦ μακαρίου ἰωάννου ἔξει νοῆσαι ἐξ οὖ χριστοῦ πᾶν τὸ σῶμα τῆς ἐκκλησίας συναρμολογούμενον αὐτῷ καὶ προσηβιωμένον ὡς ἰδέα κεφαὴ ἐξ αὐτοῦ γὰρ ἡμῖν τὸ κεκαλλῆσθαι αὐτῷ Κεκολλημένον δὲ διὰ πάσης ἀφῆς τουτέστιν αἰσθήσεως τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἑνὸς ἑκάστου μέπους τουτέστιν φιὰ τῆς κατ’ ἐνέργειαν χριστοῦ ἐπιχορηγίας τοῦ ἁγίου πνευματός τῆς κατὰ τὸ μέτρον καὶ τὴν τῆς ὑποδοχῆς δύναμιν ἑνὸς ἑκάστου βέλους τιῦ χριστοῦ γενομένης τὴν αὔξησιν τοῦ σώματος τοῦ χριστοῦ τουτέστιν τῆς ἐκκλησίας ποιεῖται αὔξησιν δὲ δηλαγὴ πνευματικὴν διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου πενυματός αὔξεται εἰς μέτρον τέλειον πνευματικῆς ἡλικίας ἡ ἐκκλησία εἴτε διὰ χαρισμάτων εἴτε διὰ γνώσεως εἰτε διὰ πίστεως |
157 | 237v | Eph.4.16 | | τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ | αὔξων γὰρ τὴν ἐκκλησίαν ὁ χριστὸς νοητῶς τε καὶ αἰσθητῶς ἑαυτὸν οἰκοδομεῖ ἐπειδὴ τὸ ἴδιον αὐξει σῶμα καλῶς δὲ ὀ ἐναγάπη ἄνευ γὰρ τοῦ ταύτην ἡμῖν προς εῖναι οὐδὲν ἡμῖν τούτων ἔσται |
157ex | 237v | Eph.4.16 | οικουμενιος | ἐν ἀγάπῃ | ἐν ἀγάπη ἥ αὐτὸς ἡμᾶς ἀγαπᾶ διὰ γὰρ τὸ ἀγαπᾶν ἡμᾶς φησὶ ταῦτα ποιεῖ |
158 | 237v | Eph.4.16-Eph.4.17 | | καὶ μαρτύρομαι ἐν κυρίῳ μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ | ἐχρῆν μὴ μόνον διὰ τοῦ παραινεῖν ἀλλὰ καὶ διὰ τοῦ φουεῖν καὶ τῷ θεῷ παραδιδόναι τὴν διδασκαλίαν ἐργάζεσθαι μαρτύρομαι φησιν ἐν κυρίω τουτέστιν μάρτυρα τὸν κυριόν καλῶ ὅτι εῖπον τί δεῖ ὑμᾶς πράσττειν ὅρα δὲ σοφίαν οὐκ εἶπεν μὴ κέτ ἡμᾶς περιπατεῖν καθὼς περιπατεῖτε ἔπληξεν γὰρ ἄν ἀλλὰ τοῦτο μὲν ἐδήλωσεν ἀπὸ δὲ ἑτέρων ἤγαγεν τὸ παράδειγμα |
159 | 238v | Eph.4.17 | | ἐν ματαίοτητι τοῦ νοὸς αὐτῶν | εἰς τὸ μὴ περὶ τὰ μάσταια ἀσχολεῖσθαι τὸν νοῦν ὑμῶν |
160 | 238v | Eph.4.17-Eph.4.18 | | ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ | τὸ γὰρ πλῆθος τῶν βιωτικῶν ἁμαρτιῶν τὸ διορατικὸν τῆς διανόιας ἐπισκοτίζον ἰδεῖν οὐκ ἐτᾶ τὸν ἥλιον τῆς δικαιοσύνης χριστόν ἔνθεν γίνεται ἡπώρωσις τις 0ὖσα καὶ ̓ναισθησία τὸ γὰρ ἐσκοτισμένον ἀναίσθητον |
161 | 238v | Eph.4.18 | | διὰ τὴν ἄγνοίαν τὴν οὖσαν ἐν αὐτοῖς | εἰ οὖν ἀγνοσῦσι φησι καὶ εἰ πεπώρωνται οὐκ ἄξιοι ἐγκλημάτων εἰσὶ καὶ τιμωριῶν ἀλλὰ μάλλον τοῦ μαθεῖν ἀλλ’ ὅρα πῶς αὐτῶν ἀφαιρεῖται τὴν συγγνώμην οἵτινες φησιν ἀπηλγηκότες ἑαυτὸυς παρ ἐδωκαντῇ ἀσελγεία εἰς ἐργασίαν ἀκαθαρσίας πάσης δείκνυσι γὰρ ὅτι τῆς ἁγνόιας καὶ τῆς πωρώσεως ὁμίος αὐτοῖς αἴτιος ὁδεμίος ἐξ οἰκείας γέγονεν ῥαθυμίας καὶ ἀναλγησίας ἑαυτοὺς γὰρ φησι παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν κατὰ τὴν ενταῦθα διάνοιαν αὐτὸ νόει συνεχώρησεν γὰρ ὁ θεὸς παραδοσῆναι αὐτοὺς ἐπειδὴ τούτου ἀξίους ἑαυτοὺς ἐπόιησαν |
162 | 238v | Eph.4.18 | | διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν | διὰ τὴν ἀναισθησίαν ἀναισθησίαν γὰρ φέρει τοῦ φωτὸς ἡσκότωσις τῷ μὴ ἔχειν ἐν ἑαυτοῖς φόβον θεοῦ |
163 | 239r | Eph.4.19 | | οἵτινες ἀπηλγηκότες ἑαυτοὺς | οἷον ἀναλγήτως ἐχηκότες καὶ ῥαθυμήσαντες καὶ καμεὶν μὴ βουληθέντες πρὸς εὕρεσιν τοῦ καλοῦ |
162ex | 239r | Eph.4.19 | | | Εἰς τὸν παράνομον βίον ἐξωκέλαντες κατὰ βραχὺ τὴν ἀναλγησίαν ἐνόσησαν |
164 | 239r | Eph.4.19 | | παρέδωκαν τῇ ἀσελγείᾳ | πῶς γὰρ ὁ ἐν ἀσελγεία ̓ξειαζόμενος δυνηθεί ἡγνῶναι θεόν οὐκ οὖν ἡ αἰτία τῆς ἀγνόιας ἡασέλγεια ἥτις κατὰ ἀγνώμην ἁμαρτάνεται |
165 | 239r | Eph.4.19 | | εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ | ὡς ἔργω φησι τὸ ἀσελγαίν ἐνεχρήσαντο καὶ πλεονεκτεῖν ἀρ οὐκ ἐξ ἦν αὐτοῖς μὴ ̓σελγαίνειν μὴ δὲ πλεονεκτεῖν Παντί πουδῆλον ὁρᾶς ὅτι παρ’ αὐτῶν γέγονεν ἡ τύφλωσις |
166 | 239r | Eph.4.19-Eph.4.21 | | ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστὸν εἴγε αὐτὸν ἠκούσατε | οὐκ ἐπὶ τούτω φησὶν τῷ ὅρῳ ὥστε τὰ ὅμοια ποιεῖν ἐκείνοις τὸ δὲ εἴγε αὐτὸν ἠκούσατε ὁ ἅγιος ἰωάννης βεβαιωτικὸν ἐδέξατο Καθώς φησιν αὐτὸν ἀκούατε δύναται δεῖς καὶ ἐναμφιβολία αὐτὸ δέξασθαι ἵνα καὶ μᾶλον αὐτοὺς πλήξη σεὶ εἶπεν ἀμφιβάλλω γὰρ εἴτις τὸν χριστὸν ἀκούσας καὶ διδαχθεὶς ἐν αὐτῷ τοιαῦτα πράττει |
167ex | 239r | Eph.4.21-Eph.4.22 | * | καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ̓στιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφήν τὸν παλαιὸν ἄνθρωπον | παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ἐκάλων ἀλλὰ τὴν τῆς ἁμαρτίας ἐνέργειαν |
167ex2 | 239r | Eph.4.22 | ιωαννου * | | τὰς ἀθεμίτους πράξεις |
167 | 239r | Eph.4.22 | | | τὸ καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ δύνη καὶ τὸ ἄνω ἁρμόσαι οἷον καὶ ἐν αὐτῷ ἐδιδάχθητε τί ̓διδάχθημεν καθώς φησιν ἐστιν ̓λήθεια ἐν αὐτῷ ἀλήθειαν λέγων τὴν δικαιοσύνην τὸ γὰρ ψευδός ἐστιν ἁμαρτία καθὼς οὖν ἐστιν ἐν αὐτῷ ἀλήθεια ὅυτως καὶ ὑμεῖς ἐδιδάχθητε κατὰ γὰρ αὐτὴν ἐδιδάχθητε δύνηδεται τῷ εποιμένῳ ἁρνόσαι αὐτῷ καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἀν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς τοῦτο γὰρ ἐδιδάχθητε καὶ αὐτό ἐστιν ἡ ἐν τῷ ἰησοῦ ἀλήθεια τὸ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν ἐν ἁμαρτίαις |
168 | 239v | Eph.4.22 | | τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης | ἢ τὸ κατὰ τὰς ἐπιθυμίας ἀντὶ τοῦ διὰ τῶν ἐπιθυμιῶν κεῖται δι’ αὐτῶν γὰρ φθείρεται ὁ ἄνθρωπος ὥσπερ τὸ ́ριον δι’ ὧν τί κετεισητῶν φθείρεται δὲ καὶ ἐν τῇ γεέννῃ καὶ ἐν τῷ νῦν βίω αἱ γὰρ ἀκολασίαι καὶ αὐτοῦ τοῦ σώματος Οὐ μόνον τῆς ψυχῆς εἰσι φθαρτι καὶ ἢ ὥσ πέρ φησιν αἱ ἐπηθμία φθείρονται φθείρονται δὲ καὶ νόσω καὶ χρόνω καὶ τὸ τελευταῖον θανάτω ὅυτως καὶ αὐτὸς ὁ τὰς ἐπιθυμίας τίκτων ἄνθρωπος καλῶς δὲ τὴν ἐκ τῶν ἐπιθυμιῶν ἀποτελουμένην ἁμαρτίαν ἀπάτην ἐκάλεσεν ἀπάτη γὰρ καὶ οὐ κυρίως ἡδονή |
169 | 239v | Eph.4.22-Eph.4.23 | | ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν | ̓ἀνανεοῦσθε δὲ διὰ τοῦ ἁγίου πνευματός τοῦ ὄντος ἐν τῶν οἰ ὑμῶν τὸ γὰρ πνευμᾶ παλαιῶν οὐκ ἀν τὰ ἄλλων γινόμεθα ἀλλὰ διὰ πνευμαὸς ἡ ἀνακαίνισις μετανοίας ἡγουμένης καὶ τὸ γήρας τῶν ἁμαρτιῶν ἀποζετόυσης |
170 | 239v | Eph.4.24 | | καὶ ἐνδύσασθε | ἐνεδύσασθε φησιν ἐν τῷ καπτίσματι ἐνδύσασθε καὶ διὰ μετανοίας καὶ πολιτείας χρηστῆς |
171 | 239v | Eph.4.24 | | τὸν καινὸν ἄνθρωπον | ὁρᾶς ὅτι ἑκούσιον ἐστι τὸ πρᾶγμα καὶ μᾶλλον εὐχερές Καινὸν δὲ ἄνθρωπον φησι τὸν ἐν ἀρετῆ διαξῶντα ὥσπερ παλαὶον τὶον ἐν ἁμαρτίαις |
172 | 239v | Eph.4.24 | | τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι | ὁ γὰρ ἐν ῤετῆ ζῶν κατὰ θεὸν ἕκτισται καὶ κατὰ θεὸν πολιτέυεται δικαιοσύνη δὲ ἡ καθολικὴ λέγεται ἀρετῆ ὁσίοτης δὲ ἡ καθαρότης |
173 | 239v | Eph.4.24 | | τῆς ἀληθείας | ἦν καὶ παρὰ ἰουδαίοις δικαιοσύνη καὶ ὁισίοτης ἀλλὰ τυπική Περὶ γὰρ σώματος κάθαρσιν ἠσχόλητο ἀλλὰ ἡ ταύτην ἀλλὰ τὴν ἐν ψυχῆ δικαιοσύνη καὶ ὁσίοτητα ἐνδύσασθε αὔτη γὰρ τῆς ἀληθείας ἦ δικαιοσύνην ἀληθείας λέγει πρὸς ἀντι διαστολὴν τῆς ἐν ὑποκρίσει |
174 | 240r | Eph.4.25 | | διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ ὅτι ἐσμὲν ἀλλήλων μέλη | εἶπεν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς λοιπὸν καὶ ἰδικῶς αὐτὸν διαγράφει καὶ πρῶτον αὐτοῦ τὸ ψεῦδος ἀποκόπτει ὡς ἀπὸ οἰκείων μελῶν ὡσεὶ εἶπεν μὴ ὀφθαλμὸς ἰδὼν θηρίον οὐδίδωσι φυγεῖν τοῖς ποσίν ἢ χείρψηλα φήσα σάτι πονηρὸν ψεύδεται τὰ λοιπὰν μέλη ὅυτως φησι καὶ ὑμᾶς χρὴ διακεῖσθαι |
175 | 240r | Eph.4.26 | | ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παρουργισμῷ ὑμῶν | εἶπεν μὴ ψεύδεσθε ἐπὲι οὖν πολλάκις τίς ψευδόμενος ὀργῆς πρόφασιν παρεῖ χέφησι καλὸν μὲν τὸ μὴ ὀργίζεσθαι καθόλου εἰ δὲ ἄρα κἂν μὴ πρὸς ἁμαρτίαν ἐξαχθῆτε μὴ δὲ παραμενέτω ὑμῖν ἐπὶ πολὺ τὸ πάθος ἔνι γὰρ ὡς λέγοι τίς ὀργῆς δικαίας πρὸς ὥραν ἐμπλησθῆναι λύσον δὲ αὐτὴν πρὸ ἡλίου φίσεως διά τε τὸ μὴ ἡ νὺξ διὰ τῶν ἐυνοιῶν χαλεπωτέραν ἐργάσηται τὴν πυράν |
176 | 240r | Eph.4.26 | οικουμενιος | | ἥ κουσά τινων ερμηνεσάντων μία φησὶν ἀναμάρτητος ὀργὴ ἡ πρὸς τοὺς δαίμονας καὶ τὰ πάθη |
176ex | 240r | Eph.4.27 | | μηδὲ δίδοτε τόπον | ἢ ὅτι τοῦ ἄνω ἤρτηται μὴ ἐπιδυέτω φησὶν ὁ ἥλιος ἐπὶ τῶ παροργισμῶ ὑμῶν ἵνα μὴ δῶτε χῶραν τῶ διαβόλω διὰ τῶν κατὰ τὴν νύκτα λογισμῶν Πλεῖον ἐκ κάλειν κατὰ τῶν ἀδελφῶν |
177 | 240v | Eph.4.27 | | τῷ διαβόλῳ | ὥστε τὸ ἀλλή λουσπολεμεῖν τόπον ἐστὶ διδόναι τῷ διαβόλῳ καθ’ ἡμῶν αὐτῶν |
178 | 240v | Eph.4.28 | | ὁ κλέπτων μηκέτι κλεπτέτω | ἰδοὺ τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου ποῦ δὲ νῦν εἰσιν οἱ ῥύπουγένοντες ἑαυτὸυ δὲ καθαροὺς ἐπικαλοῦντες καὶ τὴν μετάνοιαν μὴ δεχόμενοι ἰδοὶ γὰρ φανερῶ ἀκόυουσιν ὁ κλέπτων μὴκετι κλεπέτω |
179 | 240v | Eph.4.28 | | μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν ταῖς χερσίν ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι | ὁ γὰρ ἀρκεῖ πάυσασθαι ἁμαρτίας τὸν μετανοοῦντα ἀλλὰ καὶ τὴν ἐν αντίαν αὐτῆς ὁ δευτέον αὐτῷ κοπίατω δὲ εἰπὼν τὸ ἐπίπονον ἐδήλωσεν τοῦ ἔργου τὸ ἀγαθόν φησιν καὶ γὰρ καὶ ὁ κλέπτων ἐργάζεται μὲν ἀλλὰ κακόν |
180 | 240v | Eph.4.28-Eph.4.29 | | πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω | σαπρὸν ἢ τὸν ἀργὸν καὶ εἰκαῖον καλεῖ ἢ τὸν σεσηπότα καὶ δισώδη τί γὰρ λοιδορίας Καταλαλιᾶς αἰσχρολογίας εὐτραπελίας δυσωδέτερον ἢ πλεόνοεση πός |
181 | 240v | Eph.4.29 | | ἀλλ’ ἔι τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας | τῆς παρόυσης φησὶν περὶ ἧς ἡδιάλεξιν περι τρέπειν εἰς οἰκοδομὴν τῶν εμπαρόντων |
181ex | 240v | Eph.4.29 | | ἵνα δῷ χάριν τοῖς ἀκούουσιν | ἵνα δῶ χάριν φησὶ θεοῦ τοῖς ἀκούουσιν ἢ ἵνα χάριν σοι εἴσωνται φοῖς λαλῆς ἢ ἵνα εὐχαρὴς αὐτοῖς γέν πνευματικῶς ἔσται δε τοῦτο ἐὰν περὶ σωφροσύνης περὶ δικαιοσύνης περὶ ἐλυτημοσύνης λαλῆς |
182 | 240v | Eph.4.29-Eph.4.30 | | καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως | φοβερόντι λέγει δείκνυση γὰρ ὅτι πᾶς ὁσα πρὸν λόγον λαλῶν τὸ πνευμᾶ λυπεῖ τὸ ἅγιον εἶτα καὶ ἐκ τῆς ἐνεργεσίας τοῦ πνευματός φοβερώτερον τὸν λόγον ποιεῖ ἐν ὧ γάρ φησιν ἐσφραγίσθητε |
182ex | 241 r | Eph.4.30 | οικουμενιος | | ὡσπερ γὰρ δῆλους ποιῶν ἡμᾶς ὅτι ἐσμὲν θεοῦ λαὸς ἐσφράγισεν ἡμᾶς ἐν τῶ βαπτίσματι αὕτη γὰρ ἡ ἡμέρα τῆς ̓πολυτρώσεως |
183 | 241 r | Eph.4.30-Eph.4.31 | | πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ | πικρίαν μὲν λέγει τὴν δεινότητα καὶ τὴν κατασκευήν ὁ δὲ θυμὸς γεννητικός ἐστι τῆς ὀργῆς ἐκ δὲ τῆς ὀργῆς ἡ κραγὴ πρόεισιν ἐκ δὲ ταύτης ἡ βλασφημία οἶον ἡλοι δορία τῦτα το γὰρ οὖν ἄπαντα ἄρθήτω ἀφ’ ὑμῶν οὐ λέγει κατεχέσθω ἠκολαζεσθω ἀλλὰ τὴν τελείαν αὐτῶν δηλῶν ἀναίρεστιν ῤθήτω φησὶν σὺν πάση κακία ἐπειδὴ γὰρ εἰς τίν ἄνθρωποι ὥσπερ τῶν κυνῶν οἱ λαθροδάκται οἳ οὔτε κράζουσιν οὔτε δήλην ποιοῦσι τὴν ὀργὴν ἀλλὰ κατὰ ψυχὴν ἔχοντες ἀμύνονται ἐν καιρῶ τῶν λυπησάντων βούλεται καὶ τὴν ἐνδομυχοῦσαν κακίαν αἴρεσθαι καὶ ἐξορίζεσθαι |
184 | 241 r | Eph.4.32 | | γίνεσθε εἰς ἀλλήλους | οὐδὲ γὰρ ἀρκεῖ μόνη τῶν κακῶν ἡ ἀποχὴ ἀπαλλέξαι τιμωρίας εἰ μὴ κὶ ἀγαθόν τις πρὸς ἐργάσηται καὶ τοῦτο δηλοῦσιν οἱ ἐξ εὐωνύμων οἳ οὐδὲν ἐγκαλοῦνται κακόν ὅτι δὲ μὴ ἔθρεψαν καὶ ἐπότισαν καὶ ἐσκέπασαν ἅπερ ἐστι τῶν καλῶν ἐργασία δεῖ οὖν ἡμῖν καὶ καλῶν ἐργασίας διὸ τὰ φαῦλα ἀνελὼν ὁ παῦλος ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν παρακαλεῖ |
185 | 241 r | Eph.4.32 | | χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοῖς | χρηστὸι ὡς πρὸς ἀντιδιαστολὴν τῆς ὀργῆς ἔσπλαγχνοι ὡς πρὸς ἀντι διαστολὴν τῆς πικρίας τὸ δὲ χαρισόμενοι ἑαυτοῖς ὅ ἐστι αγγνωνονικοὶ γίνεσθε πρὸς ̓ντι διαστολὴν τῆς κακίας καὶ βλασφεμίας τέθεικεν |
186 | 241v | Eph.4.32 | | καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐξαρίσατο ὑμῖν | μεγίστη μὲν προτροπὴ πρὸς τὸ χαρίζεσθαι ἑαυτοῖς τὸ εἰπεῖν τὸν χριστὸν ἀφετε καὶ ἀφεθήσεται ὑμῖν ἀλλ’ ἐπειδὴ πολλοὶ οὐ σφὸδρα τῖς μέλλουσιν πιστέυουσιν ἀπὸ τῶν προ ὑπηργμένων ποιεῖται τὴν παράκλησιν χαιζόμενοι γὰρ φησιν ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν χριστω ̓χαρίσατο ὑμῖν τι ἐστιν ἐν χριστῶ τουτέστιν μετὰκιν δύνου τοῦ ὑιοῦ αὐτοῦ διὰ τῆς σφαγῆς αὐτοῦ καὶ τοῦ σταυροῦ καὶ ἀμὲν ἀκινδύνως φησιν χαρίζη ὁ δὲ θεὸς μετὰ τοῦ θανάτου τοῦ μονογενοῦς αὐτοῦ ἐχαρίσατο ὑμῖν ὁρᾶς ὑπερβολήν |
187 | 241v | Eph.4.32-Eph.5.1 | | γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ | ἀρκεῖ τοῦτο πρὸς μισθὸν τῷ χαριζομένω τὸ γενέσθαι μιμητὴν θεοῦ |
188 | 241v | Eph.5.1 | | ὡς τέκνα ἀγαπητά | ἰδοὺ καὶ ἄλλη πρὸς τὸ χαρίζεσθαι προτροπὴ μᾶλλον δὲ ἀνάγκη ἀνάγκην γὰρ ἔχετε φησιν μιμεῖσθαι τὸν πατέρα ὑμῶν εἶτα ἐπειδὴ μὴ πάντα τὰ τέκνα μιμεῖται τὸν πατέρα πρόσεθνηκεν τὸ ἀγαπητά τοῖς γὰρ τοιόυτοις καὶ ἐξ ἀνάγκης τινὸς ἡ μίμησις |
189 | 241v | Eph.5.1-Eph.5.2 | | καὶ περιπατεῖτε ἐν ἀγάπῃ καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας | ἰδοὺ πάντων τῶν καλῶν ἡ ῥίζα τάυτης γὰρ ὄυσης καὶ ἡφυγὴ τῶν κακῶν καὶ ἡ ποίησις τῶν ἀγαθῶ ἐχερῶς κατορθοῦνται καθώς φησιν ὁ χριστὸς ἡγάπησεν ἡμᾶς καίτοι οὐκ ἔστιν ὃμοιον τῆς τοῦ χριστοῦ ἀγάπης τὸ ἡμέτερον ὁ μὲν γὰρ ἐχθροὺς ὅντας ἡμᾶς ἐγάπησεν σὺ δὲ φησιν τοῦτο κἂν εἶς τοὺς πλησίον ἐπίδειξαι καὶ ὁ μὲν χριστὸς ἑαυτὸν εἰς θάνατον παρέδωκεν σὺν δὲ ἀκίνδυβος καὶ ἀξήμιος ἔσται ἡ πρὸς τὸν πλησίον ἀγάπη εἰ δὲ ἐχθροὺς ἀγαπήσεις κατὰ μίμησιν τοῦ χριστοῦ γενήση καὶ σὺ θυσίαν τῷ θεῷ καὶ προσφορὰ εἰς ὀσμὴν εὐωδίας λογιζομένη ὅυτως ὁ χριστὸς λέγονεν ὅυτως καὶ ἡμεῖς ἂν θελήσωμεν ἐσώμεθα |
190 | 242r | Eph.5.3 | | πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία | εἰπεν περὶ τοῦ θυμικοῦ πάθους τοῦ θυμοῦ καὶ τῆς ὀργῆς καὶ τῆς πικρίας ἢλθεν λοιπὸν εἰς τὸ ἐπιθμητικὸν τὸ τῆς πορνείας καὶ γὰρ καὶ ὁνόμος πρῶτον εἰπὼν οὐ φονέσεις ὅπερ τοῦ ἐπιθυμητικοῦ καθέστηκεν καθάπερ γὰρ ἡ πικρία καὶ ἡκραγὴ καὶ ἡ κακία καὶ η βλασφημία τοῦ θυμικοῦ πάθους ἐστὶν ὅυτως τοῦ ἐπιθυμητικοῦ πορνεία μοιχεία ἀκαθαρσία πλεονεξία εἰ γὰρ καὶ μὴ σωμάτων χρημάτων μέντοι ἐπιθυμεῖ |
191 | 242r | Eph.5.3 | | μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν | ̃οἶδεν γὰρ τοὺς περὶ τούτων λόγους ὑπεκκαίματα καὶ προτρωπὰς τῶν ἔργῶν γινομένους |
192 | 242r | Eph.5.3 | | καθὼς πρέπει ἁγίοις | ὅυτως γὰρ πρέπει τοῖς ἁγίοις εἶναι σπουδαίους |
193 | 242r | Eph.5.3-Eph.5.4 | | καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία | ὥσπερ ἄνω τὴν κραγὴν περι εῖλεν ὄχημα τῆς ὀργῆς ὑπάρχουσαν ὅυτως νῦν τὴν αἰσχρολογίαν καὶ τὴν ἐτραπελίαν καὶ μωρολογίαν ὑπέκκαυμα τῆς πορνείας τυγχάνουσαν |
194 | 242r | Eph.5.4 | | τὰ οὖκ ἀνήκοντα | ἵνα μὴ δόξη φορτικός τις εἶναι καὶ τὴν ἐτραπελίαν ἐκκόπων Τὴν αἰτίαν ἐπάγει τὰ μὴ ἀνήκον τά φησιν τί γὰρ πρὸς ἡμᾶς ταῦτα οὐδὲν κοινὸν ἡμῖν πρὸς αὐτά οὐ γὰρ γέλωτος ἢ εὐτραπελίας ὁ παρὼν καιρὸς ἀλλὰ πένθους καὶ ἀγῶνος ὡσεὶ ἔλεγεν φέστηκεν ὁ δίαβολος πάντοθεν τρίξων τοὺς ὀδόντας καθ’ ἡμῶν καὶ ὠρυόμενος καὶ σὺ παίζεις καὶ ̓στεῖας λαλεῖς καὶ πῶς αὐτοῦ περιέστη δυσχερὲς γὰρ ̓γωνισόμενον αὐτοῦ περι γενέσθαι μὴ τηγεπαίζοντα |
195 | 242v | Eph.5.4 | | ἀλλὰ μᾶλλον εὐχαριστία | ἀνῶθεν γὰρ τὰ ἀλλό τρία σου μὴ φθέγγη εὐχαρίστει τῷ θεῷ |
196 | 242v | Eph.5.4-Eph.5.5 | | τοῦτο γὰρ ἔστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκὰθαρτος ἢ πλεονέκτης ὅς ἐστιν εἰδωλάτρης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ | ἦσαν ἴσως παραυτοῖς οἱ λέγοντες ὅτι φουβῆσαι θέλων ὁ θεὸς ταῦτα ἀπηγόρευσεν τὰ εὐτελῇ ἢ καὶ ἐξεφάυλιζον τὰ τοιαῦτα ὡς οὐχῖ κανὰ ὅντα εἰς γέενναν ἐμβαλεῖν Οἷα καὶ νῦν γίνεται τί γάρ φησι τὸ ἄτοπον εἰ εἰπὼν μωρὲ ἔνοχος γενήσεται γεέννης Καὶ πῶς ἣ πλεονεξία εἰδωλολατρεία τούτους οὖν αἰνίττεται ὁ ἀπάοστολος δηλοῖ γὰρ ἡ ἐπαγωγή μηδεὶς ὑμᾶς ἐξαπατάτω φησι κενοῖς λόγοις κενοῖς δὲ τοῖς μὴ ἔχουσιν τὸ ἐλπισθὲν αὐτοῖς πέρας μὴ δὲ εῖς ἔργον ἐκβαίνουσιν |
197 | 242v | Eph.5.6 | | μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις | ἄρα ἀπάτης ἐστὶ τὸ τατοιαῦτα λαλεῖν |
198 | 242v | Eph.5.6-Eph.5.7 | | διὰ ταῦτα γὰρ ἔρξεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν | ἢ διὰ τὴν πορνείαν καὶ τὴν ἀκαθαρσίαν καὶ τὰ λοιπὰ ἠ διὰ τοὺς τοιούτους λόγους ἀπειθείας δὲ ὑιοὺς Τοὺς ἀσπειθοῦντας τοῖς τοιόυτοις δόγμασι λέγει |
199 | 242v | Eph.5.7-Eph.5.8 | | ἦτε γάρποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ | ἀναμιμνήσκειαν τοὺς τῆς προτέρας πολιτείας σκότος ἦτε φησι σκότος δὲ λέγει τὸν ενπλάνη βίον νῦν δὲ διὰ τοῦ χριστοῦ φῶς γεγόνατε φῶς λέγων τὸν ἐν ἀρκετῇ καὶ ̓πιγνώσει θεοῦ βίον μὴ τοίνυν παλινδρομήσητε πρὸς τὸ σκότος |
200 | 243r | Eph.5.8 | | ὡς τέκνα φωτὸς περιπατεῖτε | τοῦτεστιν ἐσχημόνως ἐν γὰρ φωτὶ πᾶσις τοῦ εὐσχή μου προνοεῖ |
201 | 243r | Eph.5.9 | | ὁ γὰρ καρπὸς τοῦ πνεύματος | τοιαῦτα καρποφορεῖ τὸ πνευμᾶ καὶ οἱ πνευματικόι ὡς τά γε ἕτερα τοῦ σατανᾶ εἰσιν καρποί |
202 | 243r | Eph.5.9 | | ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ | τοῦτο ὡς πρὸς τοὺς ὀργιζομένους πρὸς τοὺς πικρούς τὸ δὲ δικαιοσύνη ὡς πρὸς τοὺς πλεονέκτας τὸ δὲ ἀληθεία ὡς πρὸς τοὺς τὴν ψευδῇ τῆς ἀκολασίας καὶ ἁμαρτίας διώκοντας ἡδονήν |
203 | 243r | Eph.5.10 | | δοκιμάζοντες τί ̓στιν εὐάρεστον τῷ θεῷ | ́ἄρα ἀδοκίμου καὶ παιδικῆς διανοίας τὰ ἄλλα |
204 | 243r | Eph.5.10-Eph.5.12 | | καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν | ποῖος γὰρ καρπός ποῖον ὥφελος ἐξ ἐκείνων θάνατος μὲν οὖν σκότους δὲ λέγει τὸν ἐν πλάνη λαὶ ἁμαρτίαις ἄνθρωπον καὶ τί λέγω μὴ συγκοινωνεῖτε μᾶλλον φησι καὶ ἐλέγχετε παιδέυοντες αὐτοὺς διὰ τῶν ἐλέγχων τοῦτο δὲ οὐκ ἐστίν ἐναντίον τῶ μὴ κρίνετε ὧδε γὰρ τὸ ἐλέγχετε ἀντὶ τοῦ παιδέυετε κεῖται ἐκεὶ δὲ τὸ κατακρίνετε |
205 | 243r | Eph.5.13 | | τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φαςεροῦται | τουτέστιν ̓ν ἦτε ὑμεῖς ἐνάρετοι οὐ δύνανται λανθάνειν οἱ πονηρόι ἀλλ’ αὐτὸς ὑμὼν ὁ βίος καὶ πρὸ τῶν ἡμετέρων λόγων κατήγορος καὶ ἔλεγχος ἔστιν αὐτῶν ἐὰνγὰρ λανθάνωσιν ἀδιόρθω τοιμένουσιν φανερούμενοι δὲ διορθωθήσονται |
206 | 243v | Eph.5.13 | | πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν | ἢ τοῦ τό φησιν ὅτι τὰ ἁμαρτήματα ἐπ’ ἂν φανρωθῆ φῶς γίνεται τουτέστιν εἰς δικαιοσύνην τρέπεται ἐκ μετανοίας ἢ ὅτι ἐνάρετος βίος οὐδύναται κρυβῆναι δίο ἐλέγχει τὸ σκότος τουτέστιν τοὺς πονηρούς |
207 | 243v | Eph.5.13-Eph.5.14 | | διὸ λέγει ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν | καθεύδοντα καὶ νεκρὸν τὸν ἐν ἁμαρτίαις λέγει Καὶ γὰρ καὶ ἀνενέργητος ἐστιν πρὸς τὸ ἀγαθὸν ὡς ὁ νεκρὸς καὶ φαντασιοῦται ὡς ὁ καθεύδων καὶ εἰδεχθής ἐστι καὶ δυστωδίας γέμει ὡς ὁ νεκρὸς πάλιν |
208 | 243v | Eph.5.14 | | καὶ ἐπιφαύσει σοι ὁ χριστός | ὅτι δὲ σκότος ἐστί φησιν ὁ ἐν ἁμαρτίαις ἀκουσον πῶς αὐτὸν καθεύδοντα καὶ νεκρὸν ἡ γραφὴ λαλεῖ καὶ ὡς οὐκ ἂν ἄλλως αὐτῷ ἐπιλάμψη ὁ χριστὸς πλὴν εἰ μὴ πάυσηται τῆς ἁμαρτίας τὸ γὰρ ἔγειρε πᾶν σόν ἐστι Ταῦτα καὶ πρὸς ἀπίστους καὶ πιστοὺς ἁμαρωλοὺς ἁρμόζει τὸ δὲ ἐπηφαῦσει ἐπιλάμψει ἐστιν |
209 | 243v | Eph.5.14-Eph.5.15 | | βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε | πρόβατα ἐστὲ ἐν μέσω λύκων διὸ πολλῆς παραφυλακῆς χρεία μὴ ἀναδέλζασθαι ἔχθρας πλὴν τῶν διὰ τὸ κήρυγμα |
210 | 243v | Eph.5.15-Eph.5.16 | | μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί ἐξαγοραζόμενοι τὸν καιρόν | οἱ γὰρ σοφοὶ ἴσασιν πῶς δεῖ περιπατεῖν πάντα γάρ φησιν δεῖ προϊέσθαι καὶ ἀγοράξειν τὸ μὴ περὶ πίστιν ναυαγῆσαι |
210ex | 243v | Eph.5.16 | | | ἢ ὅυτως ὁ καιρὸς οὐκ ἔστιν ἡμῖνβέβαιος πάροικοι γὰρ ἐσμέν ἀγόραστον οὖν αὐτὸν καὶ ποίησον αὐτὸν ἴδιον πῶς δὲ ἐσται τοῦτο Διὰ τοῦ ἐν αὐτῷ εὐαρεστῆσαι τῷ θεῷ τότε γὰρ ὃυτος ἴδιος γίνεται ὅτε αἱ ἐν αὐτῷ πράξεις καλαὶ ἐπακολουθοῦσιν ἐκεῖ δοξάζουσαι ὥσπερ αἱ κακαὶ κατακρίνουσαι |
211 | 244r | Eph.5.16 | | ὅτι αἱ ἡμέραι πονηραί εἰσιν | οὐχ αἵ ἐν αὐταῖς ὧραι ἢ οἱ χρόνοι εἰσὶ πονηροὶ μὴ γένοιτο ἀλλ’ ἐκ τῶν ἐν αὐταῖς κακῶν παρ’ ἡμῶν γινοένων Τὰς ἡμέρας πονηρὰς ἐκάλεσεν ὡς ἡμεῖς λέγομεν καλὴν ἢ κακὴν ἡμέραν ἐποίησα Οὐ τοῦτο λέγοντες ὄτι αὐτὴ ἡ φύσις τῆς ἡμέρας καλὴ ἢ κακὴ ἀλλ’ ἐκ τῶν ἡμῖν συμβαινόντων ὅυτως αὐτὴν ὀνομάζοντες διὰ τοῦτο καὶ ὁ χριστός φησιν ἀρκετὸν τῇ ἡμέρα ἡ κακία αὐτῆς τουτέστιν τὰ ἐν αὐτῇ κακὰ παρ’ ἡμῶν γινόμενα |
212 | 244r | Eph.5.16-Eph.5.17 | | διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες | ἐπειδὴ ἡ πνηρία φησιν ἀνθεῖ καὶ ἐπικρατεῖ τοῦ παρόντος βίου καὶ τῶν ἡμερῶν μὴ γίνεσθε ἄφρονες ὥστε ἀλίσκεσθαι αὐτῇ |
213 | 244r | Eph.5.17 | | ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου | θέλημα δὲ τοῦ κυριοῦ τὸ τὸν παρόντα καιρὸν ἐξαγοράζεσθαι |
214 | 244r | Eph.5.17-Eph.5.18 | | καὶ μὴ μεθύσκεσθε οἴνῳ | ὁ γὰρ οἶνος πρὸς εὐφροσύνην οὐ πρὸς μέθην δέδοται |
215 | 244r | Eph.5.18 | | ἐν ᾧ ἐστὶν ἀσωτία | θυμώ δεισποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς καὶ πρὸς ἀσέλγειαν ἐπιρρεπεῖς |
216 | 244r | Eph.5.18-Eph.5.19 | | ἀλλὰ πληροῦσθε ἐν πνεύματι λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις | θέλεις πληροῦσθαι φησι καὶ ὡς εἰπεῖν μεθύσκεσθαι τοῦτο ποίει ἐν τῷ ἁγίως πνευματικί πληρούμενος αὐτοῦ ἔσται δὶ οὖτο διὰ ψαλμῶν καὶ ὠδῶν φησιν |
217 | 244r | Eph.5.19 | | καὶ ᾠδαῖς πνευματικαῖς | εἰσὶ γὰρ καὶ διαβολικάι |
218 | 244r | Eph.5.19 | | ́ͅδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ | μὴ τοῖς χείλεσι μόνοις ἀλλὰ καὶ κατὰ τὴν καρδίαν |
219 | 244v | Eph.5.19-Eph.5.20 | | εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί | διὰ γὰρ τοῦ ὀνόματος τοῦ χριστοῦ πάντα ἡμῖν ὑπάρχει |
220 | 244v | Eph.5.21 | | ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ θεοῦ | ὅταν γὰρ ἔκαστος ἐκάστω ἔιη ὑποτεταγμένος καὶ μὴ διάτι πραγμα κοσμικὸν ἢ ἄτοπον ἀλλὰ διὰ φόβον χριστοῦ τί ἔσται λοιπὸν ἐν μέσω κακόν |
221 | 244v | Eph.5.21-Eph.5.22 | | αἱ γυναῖκες | ἐὰν γὰρ ὢσιν οὗτοι ἐν εἰρήνη πᾶσα ἡ οἰκία εἰρηνέυσοι καὶ πάντες ἀπολαύσουσι τῆς ἔνθεν ὠφελείαν |
222 | 244v | Eph.5.22-Eph.5.23 | | τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ κυρίῳ ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός,ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας | βαβαὶ ὑποταγῆς ἐπίτασις πῶς οὖν φησιν ὁ χριστὸς ἐὰν μὴ τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ οὐ δύναται ἀκολουθῆσαι μοι καὶυ φαμέν ὅτι τὸ ΩϹ οὐ πάντως ἰσότητας ημαίνει ἢ τοῦ τό φησιν ὡσεῖ δῦιαι ὅτι τῷ χριστῷ εἰσιν ὑποτασσόμεναι ἐκ τούτου |
223 | 244v | Eph.5.23 | | καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος | καὶ αὐτὸς ὁ ἀνὴρ καὶ γὰρ ἡ κεφαλὴ σωτηρία ἐστι τοῦ λοιποῦσώματος μικροῦ τὰς πάσας αἰσθήσεις ἔχουσα ἐν ἑαυτῆ οὐκ οὖν καὶ ὁ ἀνὴρ τῆς γυναικός ὅρα δέπως τὸ ἀρχικὸν καὶ προνοητικὸν ἀπένειμεν τῷ ἀνδρί τὸ δὲ εἰκτικὸν γυναικί |
224 | 244v | Eph.5.23-Eph.5.24 | | ἀλλ’ ὡσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ’’ανδράσιν ἐν παντί | τὸ ἄπαν πλῆθος ἐν γὰρ τοῖς καθέκαστον ἔνι καὶ ἀν ὑπότακτος |
225 | 244v | Eph.5.24-Eph.5.25 | | οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν Καὶ ἑαυτὸν παρέδωκεν ὑπερ αὐτῆς | θέλεις αὐτὴν ὑποτετάχθαι σοι ὡσ τῷ κυριῷ ἀγάπα αὐτὴν ὡς ὁ κυριός τὴν ἐκκλησίαν κἆν δέητι παθεῖν ὑπὲρ αὐτῆς κἂν ἀποθανεῖν μὴ παραιτήση σὺν ἐν γὰρ ἴσως εἰς ὑποτεταγμένην καὶ ἀγαπῶσαν ταύτην ἐπι δείξη ὁ δὲ χριστὸς εἰς ἐχθρὰν καὶ ἀποστρεφομένην καὶ φέγουσαν |
226 | 245r | Eph.5.25-Eph.5.26 | | ἵνα αυτὴν ἁγιάσῃ | ἆρα οὖν ἅναγνος ἦν καὶ ἀκάθαρτος οἶαν οὖν εἰ λάβοις γυναῖκα Οὐκ ἂν ὅυτως ἀκάθαρτον λήψη ἀλλ’ οὐκ ὠνείδιοεν ὁ χριστὸς τὴν ἐκκλησίαν οἷαν αὐτὴν οὖσαν οὐκ οὖν μὴ δὲ σὺ τὴν σαυτου γυναῖκα |
227 | 245r | Eph.5.26 | | καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος | τουτέστιν τῷ βαπτίσματι ἀπέλουσε γὰρ αὐτῆς τὴν ἀκαθαρσίαν |
228 | 245r | Eph.5.26 | | ἐν ῥήματι | ποίω ῥήματι ὁ αὐτὸς εἶπεν τοῖς ἀποστολὸις βαπτίζοντες αὐτούς φησιν εἰς τὸ ὅνομα τοῦ πατρὸς καὶ τοῦ ὑιοῦ καὶ τοῦ ἁγίου πνευματὸς |
229 | 245r | Eph.5.26-Eph.5.27 | | ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν | οὐχ ἁπλῶς καθαρὰν ἀλλ’ ἔνδοξον ὥσπερ τοίνυν ὁ χριστὸς πάντων αἴτιος τῶν ἀγαθῶν τῇ ἐκκλησία καὶ σὺ κατὰ δύναμιν ἔσοτῆ γυναικί καὶ ὥσπερ αὐτὸς σώματος οὐκ ἐπιζητεῖ κάλλος ἀλλὰ ψυχῆς ὅυτως καὶ συ ̓ν γὰρ ψυχῆς κάλλος ἐπιζητῆς εἰς τοῦτο αυτὴν ῥυθμίσεις καὶ τῷ θεῷ καὶ σαυτῷ καλὴν ἐργάση |
230 | 245r | Eph.5.27 | | μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ’ ἵνα ἦ ἁγία καὶ ἄμωμος | διὰ τούτων τὰ ψυχικὰ λέγει πάθη τὰ δυσειδῆ τὸν ἐν τὸς ποιοῦντα ἄνθρωπον |
231 | 245r | Eph.5.28 | | οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα | οὐχ ὥς εἰς μεῖζον ἐρχόμενος ὑπόδειγμα Τὸ τοῦ οἰκείου σώματος εἴρηκεν ὑπερβάλλει γὰρ τὸ κατὰ χριστὸν πρὸς τὴν ἐκκλησίαν ἀλλ’ ὡς εἰς οἰκειότερον καὶ ἐγγύτερον ἐκ τούτου γὰρ καὶ ὀφειλὴν τὸ πραγμα δείκνυσιν εἰ γὰρ σῶμα ἐστι σὸν ἡ γυνὴ ἔσονται γάρ φησιν οἱ δύο εἰς σάρκα μίαν κατὰ ὀφειλὴν προνοήσεις αὐτῆς ὡς σαρκός σου |
234 | 245v | Eph.5.28-Eph.5.29 | | ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ οὐδεὶς γάρ ποτε τὴνἑαυτοῦ σάρκα ἐμίσησεν | ὡσεὶ εἶπεν γνησίως ἐσμὲν ἐξ αὐτοῦ ἐπειδὴ τὰ ὀσ τὰ καὶ τὸ σῶμα χαρακτηρίζει τὸν ἄνθρωπον διὰ τὴν γνησιοτητά φησιν ἐξ αὐτῶν ἡμᾶς εἶναι |
234ex | 245v | Eph.5.29 | οικουμενιος | | ἐξ αὐτοῦ δὲ καθὸ ἀπαρχὴ ἡμῶν ἐστιν τῆς δευτέρας πλάσεως ὥσπερ ἐκ τοῦ ἀδὰμ διὰ τὴν πρώτην |
233 | 245v | Eph.5.29 | | ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτὴν καθὼς καὶ ὁ κυρίος τὴν ἐκκλησίαν | συνεχῶς τῷ τοῦ χριστοῦ χρῆται παραδείγματι πρὸς ἀγάπην τοὺς ἄνδρας ἐκ τούτου παρακαλῶν |
236 | 245v | Eph.5.30 | | ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ | ἰδὸυ καὶ ἕτερον δικαίωμα ἀγάπης ὅτι σῶμα ἀλλήλων εἰσίν |
235 | 245v | Eph.5.30-Eph.5.31 | | ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα | τὴν ἡκριβωμένην ἕν ωσιν καὶ ἀγάπην δηλοῖ |
232 | 245v | Eph.5.31 | | καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἕσονται οἱ δύο εἰς σάρκα μίαν | ὅτι γάρ ἐστι σὰρξ τοῦ ἀνδρὸς ἡ γυνὴ ἄκουε τοῦ ἀδὰμ λέγοντος τοῦτο νῦν ὀς τοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου |
237 | 245v | Eph.5.32 | | τὸ μυστήριον τοῦτο μέγα ἐστὶν ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν | πῶς μέγα ὅτι τῷ χριστῷ ἐξ ὀν μένειν ἐπὶ τῆς ἰδίας δόξης ἐταπέινωσεν ἑαυτὸν ἐν ̓νθρωπήσας ἵνα προσκολληθῇ τῇ ἐκκλησία καὶ ἐγένοντο οἱ δύο εἰς πνεῦμα ἔν ὁ γὰρ κολλώμεν ὁς φησιν τῷ κυριῷ ἓν πνεῦμα ἐστίν |
238 | 245v | Eph.5.33 | | πλὴν καὶ ὑμεῖς | ὡσέι ἔλεγεν οὐχ ἠ ἀναγωγῇ τοῦ ὀνόματος καὶ ἡ πνευματικῇ ἐξήγησις ἀνατρέπει τὸ ἰουδαικὸν δύναται γὰρ καὶ πνευματικῶς καὶ ἰουδαικως ἑρμηνεύεσθαι |
239 | 245v | Eph.5.33 | | οἱ καθ’ ἔνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν | οἷον ἄνθρωποι τὰ γὰρ τοῦ κατὰ ἀναγωγὴν νοήματος εἰς κοινότητα ὁρᾶ τουτέστιν τὴν ἐκκλησίαν |
240 | 246r | Eph.5.33 | | ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα | οἷδεν γὰρ ἡ ἰσοτιμία ἀκασταστασίας ὑπόθεσια γίνεσθαι διὰ τοῦτο μίαν ἀρχὴν κελέυει εἶναι τὴν τοῦ ἀνδρός τίς δή ποτε δὲ περὶ τῆς ἀγάπην πολλὰ διαλεχθεις περὶ τοῦ φόβου οὐχ οὕτως ἐποίησεν ὅτι προηγουμένως τὴν ἀγάπην εἶναι δεῖ ὅυτω γὰρ καὶ ὁ φόβος ἔψεται τὸ δὲ φουσεῖσθαι νόει ὡσπερ ἐπει γυναῖκα φοβεῖσθαι μὴ δουλοπρεπῶς |
241 | 246r | Eph.5.33-Eph.6.1 | | τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν | εἶπεν περὶ τῆς πρώτης ἀρχῆς τῆς κατὰ τὸν ἄνδρα νῦν περὶ τῆς δευτέρας λέγει τῆς κατὰ τοὺς γονεῖς ἡμὲν γυνὴ τῶ ἀνδρί τὰ δὲ τέκνα καὶ τῇ γυναικὶ ὑπόκειται |
242 | 246r | Eph.6.1-Eph.6.2 | | ἐν κυριῷ τοῦτο γάρ ἐστιν δίκαιον τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα | τουτέστιν κατὰ κυρίον ἐν οἷς μὴ βλάπεται ἡ εὐσέμεια τί γὰρ ὅ τι προστῆσαι βούλεται ὁ πατὴρ τὴν θυγατέραν ἢ αἰσχρὰν διδάξαι τέχνην τὸν υἱόν ἐστιν |
243 | 246r | Eph.6.2-Eph.6.3 | | ἥτις ἐστὶν ἐντολὴ πρῶτη ἐν ἐπαγγελίᾳ,ἵνα εὖ σοι γένηται | καὶ τοι οὐκ ἔστιν αὔτῃ πρώτῃ ἔστη γὰρ πρώτη οὐ φρονέσεις οὐ μοιχέυσεις ἀλλ’ ὅρα τί προς τέθεικεν ἐν ἐπαγγελία ἐκ εῖναι γὰρ αἱ πρῶται οὐκ ἔχουσιν ἐπεαγγελίας ἐναχορήσεις γάρ εἰςι κακῶν Οὐκ ἀγαθοῦ ἐργασία αὔτῃ τοι γάρ οὖν κατὰ τὸν τῆς ἐπαγγελίας λόγον ἐστὶ πρώτῃ ἀγαθοῦ γάρ ἐστιν ἐργασία |
244 | 246r | Eph.6.3 | | καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς | ὅρα σοφίαν ἐπειδὴ πρὸς νηπίους ὁ λόγος αὐτῷ πρὸς γὰρ τὰ τέκνα λαλεῖ αὐτὴν τὴν κειμένην ἀμοιβὴν εἴρηκεν καὶ οὐδὲν ὑψηλόν οὐ περὶ βασιλείας οὐρανῶν·οὐ περὶ μιμήσεως χριστοῦ ὅπερ ἐπὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐποίησεν τί γὰρ ἡ δύτερον παισὶ τῆς μακροχρονίας καὶ γὰρ καὶ τοῖς ἰουδαίοις ὡς νηπίοις τὰς φρένας ταῦτα ἐνομοθετήθη οὐ γὰρ ἴσχυον τέλείων ἀκούειν |
245 | 246v | Eph.6.3-Eph.6.4 | | καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν | οὐκ εἶπεν ἀγαπᾶτε τοῦτο γὰρ αὐτοὺς ἡ φύσις καὶ ἄκοντας ἀπαιτεῖ ἀλλὰ μὴ παροργίζετε τουτέστιν μὴ ἀποκληρονόμους μὴ ἀποκηρύκτους ποιεῖτε μὴ φορτικὰ καὶ δούλοις πρέποντα ἐπιτάσσετε καὶ πρὸς αὐτοὺς ἀεὶ δυσχεράινετε |
246 | 246 v | Eph.6.4 | | ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου | τοῦτο τῆς παρααινέσεως τὸ κεφάλαιον τῶν πνευματικῶν γὰρ ὄντων Καὶ τὰ σαρκικὰ ἀκολουθήσει τοῦτο γὰρ αὐτοὺς μάλιστα πειθηνίους ποιεῖ |
247 | 246 v | Eph.6.5 | | οἱ δοῦλοι ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα | τοὺς δούλους ἐσχάτους τέθεικεν ἐπειδὴ καὶ εἰσὶν τῷ ἀχιώματι οὐκέτι δὶδούτοις ὡς παιδίοις νηπίως διὰ λέγεται ἀλλὰ τελείως κατὰ σάρκα δὶ τουτέστιν τοῖ προς καίροις ἐκ τούτου δὲ καὶ παραμβλεῖται αὐτούς |
248 | 246 v | Eph.6.5 | | μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ χριστῷ | εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσει πόσω μᾶλλον τούτους τὸν δὲ τοιοῦτον οὐκ ἀπαιτεῖ παρὰ γυναικῶν φόβον ἐπειδὴ μήτε εἰσὶ δοῦλοι ἀλλ’ ὑπήκοοι καλῶς δὲο ἐν ἀπλότητι καρδίας ἔνι γὰρ καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν ἀλλ’ οὐκ ἐξευνοίας ̓λλὰ κακόυργως |
249 | 246 v | Eph.6.5-Eph.6.6 | | μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι | μὴ ὅταν πάρεισιν οἱ δεσπόται καὶ ὁρῶσι ἀλλ’ ἵνα καὶ ἀπόντων αὐτῶν τὰ δέοντα ποιῶσιν |
250 | 247r | Eph.6.6 | | ἀλλ’ ὡς δοῦλοι τοῦ χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς | ἄρα οὖν ὁ ̓νθρωπάρεσκος οὐκ ́στι δοῦλος χριστοῦ |
251 | 247r | Eph.6.7 | | μετ’ εὐνοίας δουλεύοντες τῷ κυριῷ καὶ οὐκ ἄνθρωποις | ἐνί γὰρ καὶ ἐν ἁπλότητι κακούργως ἐργάξεσθαι μὴ μὴν ὀση δύναμις πάρεστιν ἀλλὰ τὸ ὡρισμένον μόνον μὴ κατὰ μίαν ἀλλ’ ἐκ προαιρέσεως |
252 | 247r | Eph.6.7 | | | μὴ κατὰ βίαν ἀλλ’ ἐκ προαιρέσεως |
253 | 247r | Eph.6.7-Eph.6.8 | | εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν τοῦτο κομιεῖται παρὰ τοῦ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος | ἐπειδὴ εἰκός ̓στιν πολλοὺς τῶν δεσποτῶν μὴ ἀμείβεσθαι τῆς ἐνοίας τοὺς δούλους ἐκεῖ αὐτῖς ὑπισχνεῖται τὴν ἀμοιβήν |
254 | 247r | Eph.6.8-Eph.6.9 | | καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς | τὰ αὐτὰ ποῖα μετ’ εὐνοίας δουλεύετε μὴ ὡς ̓νθρωπάρεσκοι ἀλλὰ ταῦτα οὐ λέγει φανερῶς καίτοι τὰ αὐτὰ διανοηθείς καὶ γὰρ καὶ οἰ κύριοι δουλεύουσι τοῖς δούλοις ὅταν γὰρ ἐκεῖνου κοιμωμώνου καὶ ῥέγχοντοςὁ δεσπότης περὶ τροφῶν καὶ περὶ ἐνδύματος μεριμνῶν οὐ καθεύδει ἆρα οὐ δουλεύει ἔστι δὲ καὶ ἐπὶ τῶν κυρίων τὸ μετὰ φόβου καὶ τρόμου ἁρμόσαι τοῦ πρὸς θεὸν δηλονότι |
255 | 247r | Eph.6.9 | | ἀνιέντες τὴν ἀπειλήν | μὴ φορτικοί φησιν μὴ ἐπαχθεῖς |
256 | 247r | Eph.6.9 | | εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς | ᾧ γὰρ μέτρω μετρεῖτε ἀντι μετρηθήσεται ὑμῖν φησιν μὴ ἀκούσης καὶ σὺ δοῦλε πονηρὲ πᾶσαν ἐκεῖνην τὴν ὀ φειλὴν ἀφῆκα σοι καὶ τὰ τούτων ἑξῆς |
257 | 247r | Eph.6.9 | | καὶ προσωποληψία οὐκ ἔστιν παρ’ αὐτῷ | μὴ νομίσης ὅτι τῶν εἰς τὸν δοῦλον γινομέν ὡν κακῶν καταφρονεῖ διὰ τὸ τοῦ προσώπου εὐτελές οὐκ ἔνι παρὰ θεῷ δοῦλος καὶ δεσποτῆς |
258 | 247r | Eph.6.9-Eph.6.10 | | τὸ λοιπὸν ἀδελφοί μου ̓ν δυναμοῦσθε ἐν κυρίῳ | μετὰ τὸ διὰ σάξαι φησὶ τὰ εἰκότα τοῦτο ἀκόλουθον καὶ ὑπό λοιπον τὸ ἐνδυναμοῦσθαι ὑμᾶς ἐν κυρίῳ τουτέστιν τῇ εἰς αὐτὸν ἐλπίδι καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ διὰ γὰρ τῆς αὐτοῦ κοηθέιας ἔστιν ἡμῖν τὸ ἐλπίζειν εἰς αὐτόν |
259 | 247v | Eph.6.10 | | καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ | ἰσχυρὸ γάρ ἐστι φησὶν καὶ ἱκανὸς πάντα διορθὼσαι |
260 | 247v | Eph.6.10-Eph.6.11 | | ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ | μετὰ τὸ διοικῆσαι πάντας κατὰ τάξιν λοιπὸν καὶ ὁπλίζει αὐτοὺς ὡς πρὸσπόλεμον |
261 | 247v | Eph.6.11 | | προς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου | οὐκ εἶπεν μάχας ἀλλὰ μεθοδείας ὅ πέρ ἐστι χαλεπώτερον οἷον πρὸς τὰς ἐπιβουλάς προς τὰς ἐνέδρας πρὸς τοὺς δόλους |
262 | 247v | Eph.6.11-Eph.6.12 | | ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα | ταῦτα φησιν ὅτι νήψεως χρεία καὶ ἐγρηγόρσεως πρὸς τὸν πόλεμον οὐ πτοῆσαι βουλόμενος ὁ γὰρ διδάσκων τοῦ ἐχθρὸυ τὴν δύναμιν ἀσφαλετέρους ποιεῖ τοὺς οἰκείους |
263 | 247v | Eph.6.12 | | ἀλλὰ πρὸς τὰς ἀρχάς | περὶ δαιμόνων λέγει οὓς ἡμεῖς ἐποιήσαμεν ἑυτῶν ἄρχοντας ἐκόντες αὐτοῖς ὑποκλινόμενοι οὐ γὰρ ἔλαχεν τοῦ ἄρχειν ἡμῶν ἀλλὰ πατεῖσθαι ὑφ’ ἡμῶν ἰδοὺ γὰρ φησι δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων |
264 | 247v | Eph.6.12 | | πρὸς τὰς ἐξουσίας | οὐ γὰρ ἕξει περαιτέρω τοῦ κόσμου χώραν |
265 | 247v | Eph.6.12 | | πρὸς τοὺς κοσμοκράτορας | κόσμον οἶδεν ἡ γραφὴ τὰς πονηρὰς πράξεις καλεῖν οὕτω καὶ ὁ χριστὸς πρὸς τοὺς μαθητάς ὑμεῖς οὐκ ἐστί φησιν τοῦ κόσμου τούτου καίτοι ἦσαν ἀλλὰ τὰς πονηρὰς οὖν φησι τοὺς δαίμονας ὡς τῶν πονηρῶν πράξεων καθηγεμόνας |
266 | 248r | Eph.6.12 | | τοῦ σκότους τοῦ αἰῶνος τούτου | ἵνα μὴ φοβηθῆς ἀκόυων κοσμοκράτορας ἐπήγαγεν τίνος ἄρχουσι τῆς πονηρίας φησι σκότος γὰρ τοῦ αἰῶνος τούτου τὰς πονηρὰς λέγει πραξεις |
267 | 248r | Eph.6.12 | οικουμενιος | πρὸς τὰ πνευματικὰ τῆς πονηρίας | πρὸς τὰ πνευματικὰ τουτέστιν δαιμόνια τὰ ὄντα ἢ τῆς πονηρίας οἷον τοῦ διαβόλου ὑπ’ αὐτὸ γὰρ τελοῦσιν ἣ τῶν πονηρῶν πράξεων καθηγηταί |
268 | 248r | Eph.6.12 | | ἐν τοῖς ἐπουρανίοις | ὡσεὶ ἔλεγεν ἔστιν δὲ ἡμῖν ἡ πάλη πρὸς τούτους οὐ περὶ μικρῶν τινῶν ἀλλ’ ὑπὲρ τῶν ἐν τοῖς ἐπουρανίοις πραγμάτων οἷον βασιλείας οὐρανῶν καὶ ὑιοθεσίας διὸ νήφειν χρή ἡ δὲ ἀντίλαξις ἰδικῶς διὰ τὰ ἐπουρανία φησὶ τὸ γὰρ ἐν διά ἐστιν |
269 | 248r | Eph.6.12-Eph.6.13 | | διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀντιστῆναι | ἐπειδή φησι χαλεποὶ οἱ ἐχθροί |
270 | 248r | Eph.6.13 | | ἐν τῇ ἡμέρα τῇ πονηρᾷ | ἡμέραν πονηρὰν τὸν παρόντα καλεῖ βίον διὰ τὰ ἐν αὐτῷ πονηρὰ πράγματα δεικνὺς βραχὺν τὸν τοῦ πολέμου καιρόν καὶ ταῦτα προθυμίαν αὐτοῖς διδούς |
271 | 248r | Eph.6.13 | | καὶ ἅπαντα κατεργασάμενοι στῆναι | ἅπαντα οἷον καταποεμήσαντες στῆναι νικηφόροιτινες καὶ λαμπροὶ τοῖς τροπαίοις πολλοὶ γὰρ μετὰ τὸ νικῆσαι πάλιν ἔπεσον ἀλλ’ ἵνα ἐνστῆτε τῇ νίκῃ |
272 | 248r | Eph.6.14 | | στῆτε οὖν περιζωσέμενοι | ἐπὶ πόλεμον προτρέπων τὸ πρῶτον ἐν τοῖς πρακτικοῖς παραινεῖ τὸ στῆναι εὐτάκτως εἶτα λοιπὸν καθοπλίζει καὶ πρῶτον ζώννυσι τὸν διαρρέοντα καὶ διακεχύμενον ταῖς ἐπιθυμίαις καὶ χαμὰι τοὺς λογισμοὺς συρομένους ἔχοντα στρατίωτην καὶ ἀναστέλλει τῇ νοητῇ ταύτῃ ζώσει |
273ex | 248v | Eph.6.14 | οικουμενιος * | τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ | δύνῃ δὲ καὶ ὡς πρὸς τὸν χριστὸν νοῆσαι τὴν ἀλήθειαν τὸν ὄντως ἀλήθειαν ἐγὼ γάρ εἰμί φησιν ἡ ἀλήθεια ὃν καὶ ἐν δεδύσθαι οὐ μόνον περιεξὼσθαι τοῖς ἀνθρωποίς δεδώρηται ὅσοι γὰρ εἰς χριστὸν ἐβαπτίσθητε φησι χριστὸν ἐνεδύσασθε |
273 | 248v | Eph.6.14 | | | ὥσπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις τὸ πᾶν συνέχει θεμέλιoς ὁς τις οὖσα οὕτως ἐφ’ ὑμῶν ἡ ὀσφύς οἱ γοῦν ἀποκαμόντες πολλάκις ὥσπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας ἐπιτιθέντες ἐπαναπάνονται τὴν τοίνυν ἀρχὴν ἡμῶν πρῶτον συσφίγγει οἷον τὸν ἐν ἡμῖν τόνον τῆς ψυχῆς ὃν τροπικῶς ὀσφὺν ἐκάλεσεν τοῦτον τῇ ἀληθεία περιζώννυσιν ἡ δὲ ἀλήθεια εἰς πολλὰ νοεῖται ἀλήθεια δογμάτων ἀλήθεια βίου χρηστοῦ ὑποκρίσεως κεχωρισμένου ἀλήθεια λόγων τὸ δολερὸν ἀρνουμένων ἀλήθεια ἐνθυμήσεως οὐδὲν ἐχούσης τοῦ νόθου καὶ κιβδήλου τῶν δαιμόνων σπόρου |
274 | 248v | Eph.6.14 | | καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς διλαιοσύνης | τὸν καθὸλου φησιν ἐνάρετον βίον |
275 | 248v | Eph.6.15 | | καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ | ἢ τοῦτο φησιν ὅτι χρὴ τοὺς πόδας ἡμῶν ἐτοίμους εἶναι πρὸς τὸ εὐαγγελίζεσθαι ὡς ὡραῖοι γάρ φησιν οἱ πόδες τῶν εὐαγγελιζομένων εἶρήνην ἢ ὅτι ἐν ἑτοίμω ὁφείλομεν εἶναι καὶ βίον ἔχειν ὡς τὸ εὐαγγελίον ὑφηγεῖται τὴν γὰρ ἑτοιμασίαν τῆς καρδίας αυτῶν φησὶν ὁ προφήτης προσέσχεν τὸ οὖσσου |
276 | 248v | Eph.6.15 | | τοῦ εὐαγγελίου τῆς εἰρήνης | τὸ γὰρ εὐαγγέλιον εἰρήνην μὲν πρὸς τὸν θεὸν ποιεῖ Πόλεμον δὲ πρὸς τοὺς δαίμονας |
277 | 248v | Eph.6.15-Eph.6.16 | | ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρετὸν τῆς πίστεως | δεῖ γὰρ ἐκεῖνα προηγεῖσθαι πίστιν δὲ φησι τὴν ἐλικρινῇ καὶ διάπορον περὶ ἦς ὁ κύριος ἕφη ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτω μετάβηθι καὶ μεταβήσεται |
278 | 248v | Eph.6.16 | | ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι | βέλη φησι τὰς ἐπιθυμιας τοὺς λογισμούς τους πειρασμούς καλῶς δὲ τὸ πεπυρωμένα τοιαῦται γὰρ αἱ ἄτοποι ἐπιθυμίαι |
279 | 249r | Eph.6.16-Eph.6.17 | | καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι | τῆς σωτηρίας ἡμῶν τουτέστιν τῆς ἐλπίδος τὸ δὲ δέξασθαι οἷον φορέσται καὶ δέξασθαι τῇ κεφαλῇ |
280 | 249r | Eph.6.17-Eph.6.18 | | καὶ τὴν μάχαιραν τοῦ πνεύματος ὅ ἐστιν ῥῆμα θεοῦ διὰ πᾶσης προσευχῆς καὶ δεήσεως | ἢ τὸ πνεῦμα φησι περιφραστικῶς εἰρηκὼς διὰ τὸ τομὸν καὶ μεριστικὸν τῶν ἐναντίων ἔξεων ἢ τὴν πνευματικὴν ζωὴν καὶ πολιτειαν ἥτις ὡς μάχαιρα ἐνεργήσει φησιν κατὰ τῶν νοητῶν ἐχθρῶν |
280ex | 249r | Eph.6.18 | οικουμενιος | | ἢ ὅτι τὰ πνευματικά φησι χαρίσματα ὥσπερ ἐστι διὰ ῥήματος καὶ προστάγματος θεοῦ ἢ τὸ ὅ πέρ ἐστι ῥῆμα θεοῦ τῷ κάστῳ συζευκτέον ἵνα ᾖ ὅυτως ὅπερ ἐστι ῥῆμα θεοῦ καὶ πρόσταγμα τοῦτο φησι ποιεῖτε ποῖον διὰ πάσης προσευχῆς καὶ δέκσεως προσευχόμενοι ἵνα εἶητε φσὶν ἢ κατὰ τὸ ἐνεργεῖν καὶ τέμνεν τὰ πνευματικὰ χαρίσματα ῥῆμα ἔστιν θεοῦ |
280ex | 249r | Eph.6.18 | | | τμητικὸν γὰρ τὸ ῥῆμα τοῦ θεοῦ·ὅυως μᾶλλον καὶ ὁ μακάριος ἰωάννης διὰγὰρ ῥῆμα τοῦ θεοῦ ἐπετελεῖτο τὰ χαρίσματα πᾶν γὰρ ὃ εὰν αἰτή σητέ φησιν ἐν τῷ ὀνόμα τίμου δώσει ὑμῖν ̔ χριστός |
281 | 249r | Eph.6.18 | * | προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων | μετὰ τὸ καθοπλίσαι τὸν βαιλέα καλεῖ λοιπὸν ἵνα δῷ χεῖρα |
282 | 249r | Eph.6.18 | | | μὴ ἐν βαττολογίαις καὶ εἰς αὐτὸ ἀργπνοῦντες μηδέν φησι ῥάθυμον ἢ ἠμελημένον |
283 | 249r | Eph.6.18-Eph.6.19 | | καὶ ὑπὲρ ἐμοῦ | καὶ γὰρ καὶ τὸν πέρον φησιν ἡ ἐχὴ τῆς ἐκκλησίας ἔλυσεν τῶν δεσμῶν |
284 | 249r | Eph.6.19 | | ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματος μου | καλῶς τὸ ἐν ἀνοίξει οὐ δὲ γὰρ προεμελέτα τί λαλήσεις χριστῷ πειθόμενος ἀλλ’ ἐξ ὑπογύου καὶ ἐν αὐτῷ τῷ ἀνοῖξαι τὸ στόμα ὁ λόγος πνοίῃ |
285 | 249v | Eph.6.19 | | ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου | ἡ ἵνα ἐν παρρησίᾳ ἀπολογήσωμαι ἢ εὐαγγελίσωμαι |
286 | 249v | Eph.6.19-Eph.6.20 | | ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει | ὑπὲρ οὗ εὐαγγελίου πρεσβεύω πρὸς τοὺς ἀνθρώπους ἵνα φησιν αὐτῷ καὶ τοῖς ἐν αὐτῷ καταλλαγῶσιν ὑπὲρ χριστοῦ γάρ φησιν πρεβεύομεν |
287 | 249v | Eph.6.20 | | ἵνα ἐν αὐτῷ παρρησίασωμαι ὡς δεῖ με λαλῆσαι | ἐν δεσμοῖς ἦν καὶ ἀπολογεῖσθαι ἔμελλεν ἵνα οὖν φησι μετὰ παρρησίας καὶ ὅυτως ὡς χρὴ τῶν ὑπὲρ τηλικούτων ἀπολογούμενον ἀπολογήσωμαι |
288 | 249v | Eph.6.20-Eph.6.21 | | ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ τί πράσσω πάντα ὑμῖν γνωρίσει τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς | ἄπερ ἦν παραινέσεως καὶ δογμάτων ἔγρψεν τὰ δὲ καταυτὸν τῷ φέροντι τὴν ἐπιστολὴν λαλῆσαι ἐπέτρεψεν |
289 | 249v | Eph.6.21 | | καὶ πιστὸς διάκονος ἐν κυριῷ | εἰ πιστὸς οὐκ οὖν καὶ ἀληθεύσει |
290 | 249v | Eph.6.21-Eph.6.22 | | ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν | τοῦτο καὶ τῆς παύλου ἀγάπης καὶ τῆς ἐκείνων σημεῖον ἦν τὸ ἐθέλειν παντὶ τρόπω γνωσθῆναι αὐτοῖς ἐνοῖς ἧν |
291 | 249v | Eph.6.22 | | καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν | ἐπειδὴ γὰρ ἐν ἁλύσεσιν ἦν ὁ διδάσκαλος ἔχρηζον οἱ μαθηταὶ παρακλήσετως τοῦ μὴ καταπεσεῖν |
292 | 249v | Eph.6.23 | | εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἰησοῦ χριστοῦ | ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ τὴν μετὰ πίστεως ἀγάπην ἵνα μὴ πρὸς ἐτεροδόξους ἦ ἀλλὰ πρὸς μόνους τοὺς πιστούς ἢ ὅτι οὐδέν ἐστιν τῆς ἀγάπης κέρδος μὴ καὶ μετὰ πίστεως οὔσης |
293 | 250r | Eph.6.24 | | ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κυρίον ἡμῶν ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ ἀμήν | ἡ γὰρ εἰς τὸν χριστὸν ἀγάπη ἄφθαρτος καὶ ἀμείωτος μὰλλον δὲ καθ’ ἐκάστην τὴν ἡμέραν ἐπιδιδοῦσα ὤφειλεν εἶναι |