A Transcription of Ephesians in GA 1971, by Clark R. Bates

UnitPageVersesAttributionsBiblicalComment
Ha198rEph.0.0 Ταύτην ἐπιστέλλει ἀπὸ Ρώμης , οὔπω μὲν αὐτοὺς ἑωρακὼς ἀκούσας δὲ περὶ αὐτῶν ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη ἐφέσιοι πιστεύσαντες εἰς τὸν κύριον ἡμῶν ἰησοῦν χριστὸν γνησίαν ἔσχον εἰς αὐτὸν τὴν πίστιν καὶ εἰς πάντας τοὺς ἁγίους τὴν ἀγάπην καὶ ἠβούλοντο παρὰ τοῦ παύλου βεβαιωθῆναι μαθὼν τοίνυν ὁ ἀπόστολος γράφει πρὸς αὐτοὺς ταύτην τὴν ἐπιστολὴν ὥσπερ κατηχητικήν καὶ πρῶτον μὲν δείκνυσι μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον ἀλλ’ ἐξ ἀρχῆς καὶ πρὸ καταβολῆς κόσμου εἶναι ταύτην εὐδοκίαν θεοῦ ὥστε τὸν χριστὸν ὑπὲρ ἡμῶν παθεῖν καὶ ἡμᾶς σωθῆναι ἕπειτα περὶ κλήσεως τῶν ἐθνῶν διαλέγεται ἵνα δέιξῃ ἁξίως αὐτοὺς πεπιστευκέναι καὶ ἀποδείκνυσιν ὅτι ἡ κλῆσις ἡμῶν γέγονεν οὐ δι’ ἀνθρώπου ἀλλὰ διὰ ἰησοῦ χριστοῦ ὅς ἐστὶν υἱὸς τοῦ θεοῦ ἵνα καὶ ἐκ τούτου μάθωσιν ὅτι οὐκ ἀνθρωπολάτραι γέγονασι πιστεύσαντες χριστῷ ἀλλὰ ἀληθινοὶ θεοσεβεῖς σημαίνει δὲ καὶ ἑαυτὸν διὰ τοῦτο ἀπεστάλθαι κηρύσσειν τὸ εὐαγγέλιον καὶ ὅτι καὶ περὶ αὐτῶν ἐφρόντιζεν ἔπειτα παραινετικοὺς λόγους ἀνδράσι καὶ γυναιξὶ πατράσι καὶ τέκνοις κυρίοις καὶ δούλοις τίθησιν ἐν τῇ ἐπιστολῇ καὶ καθόλου πάντας παρασκευάζει κατὰ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ πρὸς ἐκείνους ἡμῖν εἶναι τὴν πάλην καὶ ὥσπερ ἀγαθὸς ἀλείπτης ἀλείψας τοῖς λόγοις πάντας κατὰ τῆς διαβολικῆς ἐνεργείας οὕτως τελειοῖ τὴν ἐπιστολήν
Hb198rEph.0.0
1199rEph.1.1α Παῦλος ἀπόστολος Ἰησοῦ χριστοῦ… ὅρα πόση ἧν τούτω ἀρετὴ ὅτι κοσμικοῦς ἀνθρωποῦς πιστοῦς ὀνομάζει
2199rEph.1.1β εἰκότως ἀπὸ χάριτος ἤρξατο χάριτι γὰρ καὶ πατῆρ ἀνθρωπών ὁ θεός χάριτι καὶ ὁ ὑιὸς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν τῶν ἁμαρτῶν
3199rEph.1.1γ τοῦτο ὡς πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ἰουδαϊκῆς εὐλογίας ἐκέινη γὰρ σαρκικωτέρα μᾶλλον ἦν ἡ δὲ ἡμῶν πνευματική καλῶς δὲ τὸ ἐν πάση γέγονας γὰρ ἀθάνατος ἀναμάρτητος ὓιος καὶ ἀδελφὸς καὶ συγκληρονόμος ἡ ἀπαρχή σου προσκυνεῖται ἐκ τῶν χερουβίμ
4199rEph.1.3δ ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ διὰ χριστοῦ γὰρ ἡμῖν ἡ εὐλογία οὐ διά τινος τῶν προφητῶν ὡς ἰουδάιοις διὰ μωσέως καλῶς δὲ τὸ ἐν τοῖς ἐπουρανίοις οἷον πράγμασιν οὐδὲν γὰρ γήϊνον παρ’ ἡμῖν ὡς παρὰ ϊουδαίοις ἐκεῖ γὰρ γῇ ῥέουσα μέλι καὶ γάλα καὶ τὰ ἀγαθὰ τῆς γῆς φάγεσαι καὶ εὐλογήσει κύριος τὴν γῆν σου ἐνταῦθα δὲ πάντα περὶ βασιλέιας οὐρανιῶν
5199rEph.1.4ε καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμος ὥσπερ εὐλόγησεν ἡμᾶς διὰ χριστοῦ οὕτως καὶ ἐξελέξατο δι’ αὐτοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως τὸ δὲ πρὸ καταβολῆς κόσμου δηλοῖ ὅτι τοῦτο πάλαι ἦν ὁρισθὲν σώθῆναι διὰ τῆς εἰς χριστὸν πίστεως τοὺς ἐπὶ γῆς τὸ δὲ καταβολῆς δηλοῖ ὅτι ἀπὸ ὕψους τινὸς τῆς τοῦ θεοῦ δυνάμεως κατεβλήθη ὁ κόσμος
6199rEph.1.4ϛ εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ ἐξείλετο ἡμᾶς φησιν ἐπὶ τούτω τῷ ὅρῳ εἰς τὸ εἶναι ̔ἡμᾶς ἁγιόυς κατὰ πίστιν ἀμώμους κατὰ βίον κατενώπιον αὐτοῦ φησιν εἰσὶ γάρ τινες ἄμωμοι τοῖς ἀνθρώποις δοκοῦντες ἀλλ’ οὐ τοῦτο φησιν κατενώπιον αὐτοῦ τοῦτο δέ φησιν διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἐπόιησεν ὁ φίλανθρωπος
7199vEph.1.5ζ προορίσας ἡμᾶς εἰς ὑιοθεσίαν διὰ ἰησοῦ χριστοῦ εἰς αὐτόν μέγα μὲν τὸ καὶ εἰς ὑιοθεσίαν εἰσαχθῆναι θεοῦ μέιζον δὲ τὸ καὶ διὰ τοῦ ὑιοῦ τοῦτο ἐστι τευθῆναι ὑιοθεσίαν δὲ πόιαν τὴν εἰς αὐτόν φησι φέρουσαν τὸν θεὸν
7ex199vEph.1.5θ κατὰ τὴν εὐδοκίαν τοῦτο γάρ φησιν ἡ θέλησεν εὐδοκίαν γὰρ τὴν ἐπ’ εὐεργεσία βούλησιν ἔθος τῇ θεία γραφῇ καλεῖν
8199vEph.1.5-Eph.1.6η τοῦ θελήματος αὐτοῦ εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ταῦτα δὲ πάντα ἐπόιησεν εἰς ἡμᾶς δι’ ἀλλομὲν οὐδὲν πλὴν ὅτι ἠβουλήθη καὶ σφόδρα ἐπεθύμησεν χάριτι σῶσαι τοὺς ἐπὶ γῆς πρὸς τὸ ἐκ τούτου ἐπαινεῖσθαι καὶ δοξάζεσθαι τὴν ἁγίαν αὐτοῦ δόξαν τῆς χάριτος
9199vEph.1.6ι ἐν ἧ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ ἐχαρίτωσεν δὲ πρῶτον μὲν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ ἔπειτα ἐπεράστους ἐποίησεν ἀγγελόις ἀρχαγγέλοις ταῖς ἄνω δυνάμεσιν τοῖς ἐυηρεστηκόσιν αὐτῷ ἁγίοις ἐπιθυμήσει γάρ φησιν ὁ βασιλὲυς τοῦ κάλλους σου τὴν δὲ χάριν τάυτην διὰ τοῦ ἠγαπημένου χριστοῦ τοῖς ἐπὶ γῆς δεδώρηται αὐτὸς γὰρ ὁ μεσίτης
10199vEph.1.6-Eph.1.7ια ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ δί οὗ φησιν ἔχομεν τὴν ἄφεσιν διὰ τοῦ αἵματος αὐτοῦ ὑπάρξασαν ἡμῖν θαυμαστὸν γὰρ τὸ μὴ μόνον ὑπὲρ ἐχθρῶν ἀλλὰ καὶ τὸ τὸν ὑιὸν δοῦναι καὶ πρὸς θάνατον διὰ τοῦ αἵματος τοὺτο γὰρ τῶν δωρεῶν τὸ φρικωδέστατον
11199vEph.1.7ιβ τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ ταῦτα δὲ ἐποίησεν φησι κατὰ τὸν πλοῦτον τουτέστιν ἐν τῷ πλόυτῳ τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν ἡμᾶς πανταχόθεν ὑπερβολάι ὅτι τὲ πλοῦτος ἐδόθη καὶ πλοῦτος θεοῦ καὶ χάριτος πλοῦτος καὶ ὅτι ἐπερίσσευσεν
12199vEph.1.7-Eph.1.8ιγ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἢ σοφῶς καὶ φρονίμως ἐγνώρισεν ἡμῖν ἠ σοφοὺς καὶ φρονίμους ποιήσας ὅυτως ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ὡσὲι εἶπεν τὰ ἐν τῇ καρδία αὐτοῦ τί γὰρ ἶσον τοῦ μυστηρίου τούτου τοῦ δοῦναι τὸν ὑιὸν ὑπὲρ τῶν ἐχθρῶν καὶ μισουμένων
13200rEph.1.9ιδ κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ γνωρίσας ἡμῖν κατὰ τὴν βουλὴν αὐτοῦ ἢν βουλὴν πρόεθετο ἐν αὐτῷ τουτέστιν τῷ χριστῷ πληρῶσαι καὶ ἁπλῶς τοῦτο πρόεθετο φησιν τοῦτο ἐβουλέυετο ὁ πατὴρ τὴν ἀπαρχὴν τοῦ φυράματος ἡμῶν ἐκ δεξιὼν καθίσαι
14200rEph.1.9-Eph.1.10ιε εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν ταύτην δὲ τὴν ευδοκίαν πρόεθετο εἰς οἰκονομίαν φησὶ τουτέστιν εἰς χρηστὴν καὶ ἐπωφελῆ διοίκησιν τοῦ πέρατος τῶν καιρῶν ἐν γὰρ τοῖς ἐσχάτοις καιροῖς αὐτῆ ἡ σώτηριος οἰκονομία γέγονεν τῆς ἐνανθρωπήσεως
15200rEph.1.10ιϛ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς συνάψαι ἐνῶσαι μίαν κεφαλὴν παρασχεῖν ἀγγέλοις καὶ ἀνθρωποις τὸν χριστὸν ἀπεσχισμένοι γὰρ ἢσαν οἱ ἄγγελοι καὶ οἱ ἄνθρωποι συνῆψεν οὖν αὐτοὺς καὶ ἤνωσεν διὰ χριστοῦ
16200rEph.1.11ιζ ἐν αὐτῷ πάλιν τὸ ἐν αὐτῷ τουτέστιν δι’ αὐτοῦ τοῦ χριστοῦ
16ex200rEph.1.11ιη ἐν ᾧ καὶ δι’ οὖ φησι χριστοῦ καὶ ἐκληρώθημεν ἀλλ’ ἐπειδὴ ὁ κλῆρος συν κυρίας μᾶλλον καὶ οὐκ ἀρετῆς ἐστιν διορθοῦται αὐτὸ καὶ φησὶν προρισθέντες οὐκ ἂν δὲ προωρίσθημεν εἰ ἀνάξιοι ἦμεν
16ex2200rEph.1.11 ἐκληρώθημεν προορισθέντες
17200rEph.1.11ιθ κατὰ πρόθεσιν θεοῦ τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν γνώμην τοῦ πάντα ἐνεργοῦντος θεοῦ ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς
18200rEph.1.11κ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ εἶτα οὐκ ἄρκεσθεις τῷ εἰπεῖν προορισθέντες καὶ κατα πρόθεστιν ἐπάγει κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ δεῖξαι γὰρ βούλεται ὅτι οὐκ ἐνπαρεπομένῳ ἐκλήθη τὰ ἔθνη διὰ τὸ ἀπο σκιρτῆσαι ϊουδαίους ἀλλὰ ἄνωθεν τοῦτο προώριστο καὶ ἐν πρωτοτύπω ἔκειτο ἐπειδὴ γὰρ ὁ χριστὸς προτρεπομενος τοὺς ἰουδαίους φησὶν οὐκ ἦλθον εἰμὴ εις τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου ἰσραήλ καὶ πάλιν εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε σπουδάζει νῦν δεῖξαι ὁ παῦλος ὅτι προτροπῆς ἐνεκεν καὶ ἐφελκύσεως ἰουδαίων ἐκεῖνα ἔιρηται ὡς τό γε ἀληθὲς ἄνωθεν ὥριστο ἡκλῆσις τῶν ἐθνῶν
19200rEph.1.12κα εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον ἡμᾶς τίνας τοὺς προηλπικότας ἐν τῷ χριστῷ φησὶ τουτέστιν τοὺς πιστούς ἐκ τοῦ καθ’ ἡμᾶς γὰρ δόξαστεος ὁ θεός ὅτι ὅυτως αὐτοῦ ἠλλοτριωμένους ἔσωσεν
19ex200rEph.1.12 δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ χριστῷ
20200rEph.1.13κβ ἐν ᾧ καὶ ἡμεῖς ἀκοῦσαντες δι’ οὒ χριστοῦ ὅυτως καὶ πρὸς ἑβράιους ἐλάλησεν φησιν ἡμῖν ἐν ὑιῷ
21200rEph.1.13κγ τὸν λόγον τῆς ἀληθείας οὐκ ἔστι γὰρ τύπος ὡς ἐπὶ ϊουδαίων ἀλλ’ αὐτὴ καθαρωτάτη ἡ ἀλήθεια
22200vEph.1.13κδ τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν εὐαγγέλιον σωτηρίας ἔστι μὲν καὶ ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νόμου ἔστι δὲ καὶ ὅτι τοὺς πιστέυοντας σώζει
23200vEph.1.13κε ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνευμάτι τῆς ἐπαγγελίας τῷ ἁγίῳ δι’ οὗ φησιν εὐαγγελίου καὶ τῆς ἐν αὐτῷ πίστεως ἐσφραγίσθητε τῷ πνευματι τῆς ἐπαγγελίας ἢ τῷ ἐπαγγελλομένῳ τὰ μυρία ἀγαθά ἣ ἵνα διὰ τῆς σφραγίδος τύχη τε τῶν ἐπαγγελιῶν ὥσπερ γὰρ δήλους ποιῶν ὁ θεὸς σφραγίζει αὐτοὺς τῷ θείῳ πνεύματι
23ex200vEph.1.13
24200vEph.1.13-Eph.1.14κϛ ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν ὁ ἀρραβὼν πιστοῦται τὸ ὅλον τὴν τοίνυν ὑιοθεσίαν καὶ τὰ μυρία ἀγαθὰ πιστόυμενος ὁ θεὸς δὲδωκεν ἀρραβὼνα τῆς ἐπουρανίου κληρονομίας τὸ πνεῦμα τὸ ἅγιον
25200vEph.1.14κζ εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως περιποίησιν ἡμᾶς καλεῖ διὰ τὸ περιποιήσασθαι ἡμᾶς τὸν θεὸν ὁ οὖν ἀρραβών φησι καὶ πρὸς τοῦ τό ἐστιν εἰς τὸ περιποιήσασθαι τὴν περιποίησιν αὐτοῦ ἐκεῖ δὲ ἔσται ἡ καθαρὰ ἀπολύτρωσις ὅταν μὴ μόνον ἁμαρτιῶν ἀλλὰ καὶ τοῦ μετὰ ἁμαρτωλῶν συνοικεῖν λυτρωθῶσιν οἱ ἅγιοι
26200vEph.1.14κη εἰς ἔπαινον τῆς δόξης αὐτοῦ τοῦτο συνεχῶς ἐπιλέγει πιστούμενος τὸ πάντως ἔσεσθαι τὰ ἐπηγγελμένα ὣσει ἔλεγεν εἰ μὲν ἡμῶν ἕνεκεν ταῦτα ἐπηγγείλατο κἂν ἀμφιβάλλειν ἦν εἰ δὲ διὰ τὸ θαυμασθῆναι τὴν δόξαν αὐτοῦ τίς αντερεῖ λοιπόν
27200vEph.1.15κθ διὰ τοῦτο κἀγώ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν διὰ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς ὁρθῶς πιστέυουσι καὶ βιοῦσι καὶ διὰ τὸ ἐν τοῖς σωθησομένοις τετάχθαι ὑμᾶς
28200vEph.1.15λ ἐν τῷ κυρίῳ ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους πλεῖον γὰρ ἀπάντων διὰ τὴν πίστιν ἡμῶν εὐχαριστητέον τᾦ θεῷ ὅτι νοῦν ἡμῖν πρὸς τὸ πιστεῦσαι δέδωκεν ἀεὶ δὲ τῇ πίστει συνάπτει τὴν ἀγάπην καλλίστην ἀποτελῶν ξυνωρίδα
29200vEph.1.15λα οὐ παρ’ αὐτοῖς μόνοις
29ex200vEph.1.15-Eph.1.17λγ ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τοῦτο κατὰ διαίρεσιν τέθεικεν τὸν γὰρ αὐτὸν τοῦ αὐτοῦ καὶ θεὸν ἐκάλεσεν καὶ πατέρα θεὸν μὲν ὡς ἀνθρώπου πατέρα δὲ ὡς θεοῦ δόξαν γὰρ τὴν θεῖαν φύσιν ὠνόμασεν
29ex2200vEph.1.17 * τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ὁ πατὴρ τῆς δόξης τί δὲ παρακαλεῖς καὶ ποίαν μνείαν ποιῇ ἱνά φησιν ὁ θεὸς τοῦ κυριοῦ ἡμῶν δώη ὑμῖν πνεῦμα σοφίας καὶ τὰ ἑξῆς
30201rEph.1.17λβ ὁ πατὴρ τῆς δόξης ἀὲι πρὸς τὸ προκείμενον ὀνομάζει τὸν θεὸν θεὸν οἰκτιρμῶν καλῶν καὶ θεὸν εἰρήνης καὶ θεὸν δυνάμεως νῦν δὲ αὐτὸν κύριον δόξης καλεῖ μεγίστην γὰρ δόξαν καὶ τιμὴν ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων ἅτινα παρασχεθέντα ἡμῖν γενικῷ ὀνόματι δόξαν καλεῖ διὰ τοῦ λαμπροτέρου παρ’ ἡμῖν ὀνόματος ταύτης οὖν τῆς δόξης φησὶν αὐτὸν οἷον πατὲρα καὶ δημιουργόν
32201rEph.1.18λε πεφωτισμένους τοὺς ὀφθαλμοὺς ὁ γὰρ τὸν θεὸν γνοῦς ὡς χρὴ οὐκ ἂν περὶ ἑτερόυ τινὸς τῶν ὑπὸ θεοῦ γινομένων ἀμφιβάλλει ὡς τόδε δυνατὸν ἢ τόδε ἀδύνατον αὐτῷ πάντα γὰρ δυνατὰ τῇ θεῖᾳ φύσει ταύτην δὲ οὐκ ἂν ἄλλως σχόιη τίς τὴν γνῶσιν εἰ μὴ διὰ πνεύματος ἁγίου τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾶ καὶ τὰ βάθη τοῦ θεοῦ
32ex201rEph.1.18λδ * τοὺς ὀφθαλμοὺς ἄλλως γὰρ οὐκ ἐνι ἐπιγνῶναι θεὸν
33201rEph.1.18λϛ εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ ἐπειδὴ γὰρ τοῦτο μέλλον ἐστὶ πνευματικῆς δεῖται ἀποκαλύψεως κλῆσιν δὲ φησιν τὸ ἐπὶ ποίαις ἐλπίσιν ἐκλήθημεν δῆλον δὲ ὡς ἐπὶ υἱοθεσία καὶ κληρονομία βασιλείας οὐρανων καὶ ἐπὶ τῷ γενέσθαι ἡμῶν κεφαλὴν τὸν χριστὸν
34201rEph.1.18λζ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις βαβαὶ πόσα ὑπερέχοντα ῥήματα πλοῦτος δόξα κληρονομία θεοῦ ἐν τοῖς ἁγίοις δὲ ἔσται ταῦτα τῶν γὰρ τοιόυτων ἄξιοι οἱ ἅγιοι
35201rEph.1.18-Eph.1.19λη καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας εἶπεν τινα μέλλοντα λέγει καὶ γεγονὸς ἵνα ἐκ τοῦτου κακεῖνα πιστώσηται ποῖον δὲ τοῦτο αὐτὸ τὸ πιστεῦσαι ἡμᾶς ὄντως γὰρ μέγιστης δυνάμεως θεοῦ δεῖγμα τὸ ἡμᾶς οὕτω θηριώδεις πιστεῦσαι θεῷ καὶ τὰ οὐράνια φιλοσοφεῖν
36201vEph.1.19λθ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ γέγονεν φησι γέγονε δὲ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ εἰ γὰρ μὴ ἐνήργησεν ἐν ἡμῖν οὐκ ἂν ἐπίστευσαμεν
37201vEph.1.19-Eph.1.20μ ἣν ἐνήργησεν ἐν τῷ χριστῷ ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ποῖαν δὲ ἐνέργειαν λέγεις ἐνηργηκέναι εἰς ἡμᾶς ἵνα πιστεύσωμεν ἥν φησιν ἐνήργησεν καὶ ἐν τῷ χριστῷ ἐγέιρας αὐτὸν ἐκ νεκρῶν ὅτι δὲ καὶ ἓαυτὸν ἐγηγερκέναι εἴρηται πολλαχοῦ τοῦτο δῆλον
38201vEph.1.21μα ὑπεράνω οὐ λέγει ἄνω ἀλλὰ τὸ ἄγαν ὑψηλὸν δηλῶν ὑπεράνω φησὶν
38ex201vEph.1.21μβ πάσης ἅρα ἐστὶ δυνάμεων ἀγγελικῶν ὁνόματα νῦν μὲν ἀκατονόμαστα τότε δὲ γνωσθησόμεθα
40201vEph.1.21μγ καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι εἴτι ἐν οὐρανιῷ φησιν πὰντων ἀνωτέρω κεκάθικεν
41201vEph.1.21-Eph.1.22μδ καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ἵνα δὲ μὴ ἀκόυων ἐκάθισεν ὑπὲρανω νομίσης αὐτὸν προτετιμῆσθαι μόνον δέικνυει ὅτι καὶ πάντων δεσπότην αὐτὸν ἐποίησεν πάντων τὴν γὰρ σφοδρὰν καὶ ἧς οὐκ ἔνι μείζον ὑποταγὴν δεῖξαι θέλων ὑπὸ τοὺς πόδας εἶπεν
42201vEph.1.22με καὶ αὐτὸν ἔδωκεν κεφαλὴν καὶ τὴν ἐκκλησίαν τῇ δυνάμει συνεκάθισεν τῷ χριστῷ εἰς ἐκεῖνον τὸν θρόνον ὅπου γὰρ ἡ κεφαλὴ ἐκεῖ καὶ τὸ λοιπὸν σῶμα
43201vEph.1.22μϛ /Οεκουμενιου ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ ἢ ὑπερ ἀγγέλους φησὶ καὶ ἀρχαγγέλους αὐτὸν τὸν ὑιὸν ἔδωκεν κεφαλήν ἢ τὸν ὅντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ νοόυμενα χριστόν ἤ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεπόιηκεν τὸ τὸν ὑιὸν δοῦναι κεφαλήν
44201vEph.1.22-Eph.1.23μζ ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ ὑπερβολὴ τίς ἐστιν ἵνα μὴ ἀκούσας κεφαλὴν ἀρχήν τινα καὶ ἐξουσίαν νομίσης σωματικῶς φησιν ἡ κεφαλὴ ἡμῶν καὶ ἡ ἐκκλησία πλήρωμα ἐστὶ τοῦ χριστοῦ ἀποπληροῖ γὰρ καὶ τὸ τέλειον ποιεῖ σῶμα τὴν κεφαλήν ὥσπερ καὶ ἡ κεφαλὴ πληρωτική ἐστὶ τοῦ λοιποῦ σώματος
45202rEph.1.23μη τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου οὐδενὸς φείδεται ῥήματος ὁ ἀπόστολος πρὸς τὸ δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἕνωσιν ἡμῶν τὴν πρὸς τὸν χριστὸν διό φησιν τοῦ πάντα ἐν πᾶσι πληρουμένου δεικνὺς οὐκοινῆ τῆς ἐκκλησίας χρήζοντα τὸν χριστὸν πρὸς τὸ ἀναπληρωθῆναι ἀλλὰ ἑνὸς ἑκάστου ἀνθρώπου πιστοῦ ἂν γὰρ μὴ ὦμεν ὁμέν τις αὐτοῦ ποῦς ὁ δὲ χείρ ὁ δὲ ἕτερον τι μέλος οὐκ ἀναπληροῦται αὐτοῦ τὸ σῶμα εἰκότως οὖν καὶ ὁ καθεὶς ἡμῶν χρειώδης ἐστὶν πρὸς τὴν συμπλήρωσιν τοῦ σώματος αὐτοῦ τότε οὖν ἀναπληροῦται ὅταν ὦμεν ἄπαντες ἡνωμένοι ἡ οὖν ἐκκλησία πλήρωμα ἐστὶ τῆς κεφαλῆς τουτέστιν τοῦ χριστοῦ
45ex202rEph.2.1-Eph.2.2 καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἀμαρτίαις ἐν αἷς ποτὲ
46202rEph.2.2μθ οὐ τὴν σωματικὴν λέγει τὴν ἐκ τοῦ ἁδὰμ ἀρξαμένην νέκρωσιν ἀλλὰ τὴν ψυχικὴν τὴν ἐξ ἁμαρτιῶν
47202rEph.2.2ν κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου αἰῶνα τοῦ κόσμου τούτου τὸν διεστραμμένον λέγει βίον καὶ τὸν ἐν ἁμαρτίαις δια τὸ πλεονάξειν ἐν τῷ παρόντι βίῳ τὰς ἁμαρτίας ἄρχοντα δὲ φησιν ἐξουσίας τὸν σατανᾶν διὰ τὸ τοὺς πολλοὺς ἡμῶν ἑκόντας ἐκ δεδωκέναι ἑαυτοὺς ὑπὸ τὴν αὐτοῦ ἐξουσίαν οὔτε γὰρ ἐκ θεοῦ ἀλλ’ ἐξ ἡμῶν ἄρχειν κεχειροτόνηται ἄρχοντα οὖν αὐτὸν λέγει πρὸς τὰ παρόντα ὁρῶν
47ex202rEph.2.2 κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας
48202rEph.2.2 τοῦ ἀέρος τοῦ πνεύματος
48ex202rEph.2.2να ὁ ἐν ἁγίος κύριλλος καὶ ὁ ἁγίος ἱωαννης λέγει ἅρχων ἐστι τῶν μετ’ αὐτοῦ πεσόντων ἡμῶν δὲ οὐκ ἀρχει οὔτε ἧρξεν ἀλλὰ μόνον ἐνεργεῖ ἐξὸν δὲ ἡμῖν μη δέξασθαι αὐτοῦ τὴν ἐνέργειαν
49202rEph.2.2-Eph.2.3 τοῦ νῦν ἐνεργοῦντες ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστάφημεν ποτὲ ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν
50202rEph.2.3νβ ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν ὡσεὶ εἶπεν σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες τὰ ἐπαίοντες
51202vEph.2.3νγ καὶ ἦμεν τέκνα ὥσπερ τέκνα ἀπωλέιας καὶ γεέννης εἴρηνται οἱ ἄξια ἀπωλέιας καὶ γεέννης πράττοντες οὕτως καὶ τέκνα ὀργῆς ὁι ὀργῆς ἄξια πράττον δὲ
52202vEph.2.3νδ φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί φύσει οἷον ἀληθῶς γνησίως ὡς καὶ οἱ λοιποῖ οὐδεὶς γὰρ ἦν τῶν τοιούτων ἐλεύθερος
53202vEph.2.3-Eph.2.4νε ὁ δὲ θεός πλούσιος ὤν ἐν ἐλέει οὐχ ἁπλῶς ἐλεήμων ἀ̓λλὰ πλόυσιος ἐν ἐλέει
54202vEph.2.4νϛ διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς τοῦτο δὲ ἀπὸ τοῦ πολλοῦ ἐλέου γέγονεν πῶς γὰρ ἂν οἱ τέκνα ὄντες ὀργῆς ἠγαπήθημεν
55202vEph.2.5νζ καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν νεκροὺς ὅσον πρὸς ἔνεργειαν ἀγαθοῦ τινος τοῦτο δὲ γέγονεν φησιν διὰ τὰ παραπτώματα ἡμῶν
56202vEph.2.5νη συνεζωοποίησεν τῷ χριστῷ πάλιν τὸν χριστὸν ἐν μέσω φέρει ἀξιοπιστον τὸ πράγμα ποιῶν εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ καὶ ἡμᾶς τὸ λοιπὸν αὐτοῦ σῶμα συνεζωοπόιησεν
56ex202vEph.2.5
57202vEph.2.5νθ χάριτι ἐστε σεσωσμένοι οὐ καμάτῳ οὐ κατορθώμασιν ἰδίοις δέον γὰρ κολάσαι τοὺς γενομένους τέκνα φησιν ὀργῆς τούτους ἑσωσεν χάριτι μόνη τῇ αὐτοῦ
58202vEph.2.5-Eph.2.6ξ καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ ὤσπερ γὰρ τῆς ἀπαρχῆς ἡμῶν τοῦ χριστοῦ καὶ τῆς κεφαλῆς ἐγηγερμένης καὶ ἡμᾶς δι’ αὐτοῦ ἥγειρεν ὅυτως αὐτῆς καθεζομένης καὶ τὸ λοιπὸν σῶμα συγκάθηται δίο φησιν ἐν χριστῷ ἰησοῦ τουτέστιν διὰ ἰησοῦ χριστοῦ ὅτι δὲ καθίσουσιν ἄξιοι ἄκουε τοῦ χριστοῦ λέγοντος τοῖς μαθηταῖς καθήσεσθε ἐπὶ ΙΒ θρόνους κρίνοντες φυλὰς τοῦ ἰσραηλ καὶ πάλιν τὸ δὲ καθίσαι ἐκδεξιών μου καὶ ἐξευωνύμων οὐκ ἐστιν ἐμὸν δοῦναι ἀλλ’ οἷς ἡτοίμασται
59202vEph.2.7ξα ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἵνα μὴ ἀπιστήση τίς τοῖς εἰρημένοις ὅρα πῶς αὐτὸ πιθανὸν ποιεῖ καὶ φησιν ταῦτα δὲ οὐ δι’ ἀλλ ὅτι ἢ ἵνα ἐνδέιξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χαριτός αὐτοῦ ἐν τοῖς μέλλουσιν αἰῶσι φησι
60202vEph.2.7ξβ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν χριστῷ ἰησοῦ τοῦτέστιν οὐκ ἄχρι τοῦ χριστοῦ ταῦτα μόνου στάιη ἀλλὰ δι’ αὐτοῦ ἥξει καὶ εἰς ἡμᾶς ὡς ἀπὸ ἀρχὴ πρὸς τὸ ὅλον τί δὲ ἥξει τὸ συζωοποιηθῆναι τὸ συγκαθίσαι
60ex202vEph.2.7-Eph.2.8 * τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως καὶ τοῦτο οὐκ ἐξ ὑμῶν τῇ διὰ τῆς πίστεως χάριτι
61202vEph.2.8 θεοῦ τὸ δῶρον
62203rEph.2.8-Eph.2.9ξγ οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται οὐκ ἐπειδὴ οὐκ ἐβούλετο ἐξ ἔργων σῶσαι ἀλλ’ ἔπειδη οὐδεὶς ἴσχυεν ἐξ ἔργων σωθῆναι εἰ μὴ διὰ πίστεως ἐπεὶ οὖν οὐδεὶς ἴσχυεν ἐξ ἔργων σωθῆναι οὔτε καυχήσεται
63203rEph.2.9-Eph.2.10ξδ αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν χριστῷ ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς εἶτα ἵνα μὴ ἀκόυσας ὅτι οὐκ ἐξ ἔργων ἐσώθημεν ἀλλὰ χάριτι ῥαθυμότεροι γένοιο δείκνυσιν ὅτι νῦν μετὰ τὴν πίστιν καὶ ἔργων χρεῖα αὐτοῦ γὰρ ἐσμέν φησιν ποίημα κτισθέντες διὰ ἰησοῦ χριστοῦ οὐ τὴν πρώτην ἡμῶν δημιουργίαν λέγων ἀλλὰ τὴν δευτέραν τὴν ἐν τῷ βαπτίσματι ἐκτίσθημεν δέ φησιν ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς εἰς τὸ ἐν αὐτοῖς φησὶν περιπατεῖν ἐν ἐστι δὲ ταῦτα καὶ περὶ τῆς πρώτης δημιουργίας νοεῖν
64203rEph.2.10ξε οἷς προητοίμασεν ὁ θεός οἷς καὶ πρὸ τοῦ βαπτίσματος φησιν ἡτοίμασεν
65203rEph.2.10ξϛ ἵνα ἐν αὐτοῖς περιπατήσωμεν τὴν ἐπ’ αὐτοῖς ἄπαυστον σχέσιν φησι δηλοῖ
66203rEph.2.11ξζ διὸ μνημονεύετε ἐπεὶ οὖν ὅλως ἐπὶ ἔργοις ἀγαθοῖς ἐκτίσθημεν μνημονεύετε καὶ γὰρ ἔθος τοῖς ἀπὸ πολλῆς εὐτελείας εἰς ὕψος ἀναδραμοῦσι μηδὲ μεμνῆσθαι τῶν προτέρων
67203rEph.2.11ξη ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου θέλει εἰπεῖν ὅτι ὑμεῖς οἱ ἀκρόβυστοι ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀλλότριοι ἦτε τοῦ θεοῦ καὶ τῶν ἐπαγγελιῶν νυνὶ δὲ οἱ τότε ὄντες ἀλλότριοι καὶ πόρρω ἐγγὺς ἐγένεσθε δείκνυσι δὲ ἐκ τούτου τοῦ χριστοῦ τὴν κηδεμονίαν ὅτι τοὺς ἀπηλλοτριωμένους καὶ ἐλπίδα μὴ ἔχοντας ἔσωσεν ὅρα δὲ εὐφυως πῶς καταβάλλει τὴν περιτομὴν δεικνὺς ἐν λόγω μόνον καὶ οὐκ ἔργω τινὶ γενναίως ἔχειν αὐτὴν ὡς πρὸς τὴν ἀκροβυστίαν τὸ διάφορον ὑμεῖς γάρ φησιν τὰ ἔθνη οἱ ἐν σαρκὶ καὶ οὐκ ἐν πνευματι οἱ λεγόμενοι οὐ γὰρ ὄντες κατὰ τὸν πνευματικὸν λόγον ὡσεὶ εὶπεν ἐν σαρκὶ καὶ ἐν λόγοις τὸ ἔλαττον οὐδαμοῦ ἐν πνευματί εἶτα πάλιν περὶ τῆς περιτομῆς λέγων φησὶν ὑπὸ τῆς λεγομένης καὶ χειροποιήτου τὴν ἐν λόγοις μόνον καὶ σαρκὶ προτίμησιν δηλῶν
68203vEph.2.11-Eph.2.12ξθ ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ τί μνημονέυετε ὅτι ἧτε φησὶν ἐν τῷ καιρῷ ἐκεῖνω χωρὶς χριστοῦ τοῦτο ἦν τὸ δεινόν τὸ δὲ τῆς ἀκροβυστίας ἄχρι σαρκὸς καὶ ὀνόματος ἦν ψιλοῦ εἶτα ὅτι καὶ ἀπηλλοτριωμένοι ἧτε τῆς πολιτέιας τοῦ ἰσραὴλ καὶ τοῦτο δεινόν εἰ γὰρ καὶ ἀνάξιοι ὤφθησαν οἱ ἐξ ἰσραὴλ πλὴν ἀλλ’ ἠδέσθησαν θεὸν
68ex203vEph.2.12
69203vEph.2.12ο ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ἰσραήλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας οὐκ εἶπε κεχωρισμένοι ἀλλ’ ἀπηλλοτριωμένοι ὄυτε πάλιν οὐ μετέχοντες ἀλλὰ ξένοι ἅπερ πολλὴν δείκνυσι τὴν ἀλλοτρίωσιν
70203vEph.2.12οα ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ οἱ ϊουδαῖοι εἰ καὶ ἀπέτυχον δι’ ἀναξίοτητα εἶχον μέντοι ἐλπίδα ἐκ τῆς ἐπαγγελίας τί πρὸς ὑμᾶς φησι τὰ ἔθνη τὰ μὴ ἔχοντα ἐλπίδα καὶ ἄθεοι φησὶν ἐν κόσμω καίτοι προσεκύνουν θεοὺς ἀλλ’ οὐκ ἥσαν φησὶ θεόι υμεῖς οὖν φησιν ἄθεοι ἦτε οἱ γὰρ ϊουδαῖοι εἰ καὶ προσέκρουσαν ἥδεσαν μέντοι θεόν
71203vEph.2.13οβ νυνὶ δὲ ἐν χριστῷ ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν δείξας πολὺ καὶ σφόδρα ἀφετηκότα τὰ ἔθνη τοῦ θεοῦ τῇ πρὸς ϊουδαίους παραθέσει δείκνυσιν ὅτι διὰ μόνην φιλανθρωπίαν θεοῦ ἐγγὺς γέγονασιν τοῦτον δὲ πάντα κεκίνηκεν τὸν λόγον δεικνύς τὴν πρὸς τὰ ἔθνη τοῦ θεοῦ κηδεμονίαν ὅσω γὰρ πόρρω ὄντες ἐγγὺς γεγόνασι τοσόυτω μᾶλλον δείκνυται ἡ τοῦ θεοῦ πρόνοια περὶ αὐτούς
72203vEph.2.13-Eph.2.14 ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ χριστοῦ Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν
73203vEph.2.14ογ ὁ ποιήσας τὰ ἀμφότερα ἕν τούς τε ἰουδαίων καὶ τοὺς ἐξ ἐθνῶν
73ex203vEph.2.14οικουμενιου οὐ τοῦτο δὲ λέγει ὅτι εἰς τὴν τῶν ἰουδαίων ἡμᾶς πολιτείαν ἤγαγεν ἀλλ’ ἐκείνους καὶ ἡμᾶς ζεύξας εἰς τὴν ἑαυτοῦ πίστιν ἤγαγεν ὁ χριστός πλὴν ἔθνη μάλιστα εὐχαριστεῖν ὀφείλομεν ὅσω καὶ μάλιστα ξένοι ἦμεν
74203vEph.2.14-Eph.2.15οδ καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τήν ἔχθραν ἐν τῇ σαρκί αὐτοῦ μεσότοιχον φραγμοῦ φησι τὴν ἔχθραν τὴν πρὸς τὸν θεὸν ἡμῶν τε καὶ ἰουδαιούς ἥτις ἐκ τῶν ἡμετέρων ἐγίνετο παραπτωμάτων ὡς καὶ αὐτός φησι διὰ τοῦ προφήτου οὐχὶ αἱ ἀμαρτίαι ὑμῶν δι’ ἰστῶσιν ἀνὰ μεσον ἐμοῦ καὶ ὑμῶν ποῖον δὲ μεσότοιχον τὴν ἔχθραν φησὶν τὴν πρὸς τὸν θεὸν ἐν τῇ σαρκί τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ εἰ γὰρ μὴ ἀπεθανεν ὑπερ ἡμῶν οὐκ ἂν ἐλύθη ἡ ἁμαρτία ἡ χωρίζουσα ἡμᾶς τοῦ θεοῦ
75204rEph.2.15οε τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας ἐπειδὴ ἔδωκεν νόμον ἀσφαλιζόμενον ἡμᾶς ἡμεῖς δὲ παρέβημεν αὐτὸν οἱ ἄνθρωποι ἔλυσεν καὶ αὐτὸν τὸν νόμον ὥσπερ ἂν εἴ τις παιδαγωγὸν δοὺς παιδίῳ ἐπεὶ μὴ ἥκουε τοῦ παιδαγωγοῦ ἐλέυθερον εἴασεν καὶ τοῦ παιδαγωγοῦ δέον κολάσαι καταργήσας δέ φησι τὸν νόμον ἐν δόγμασιν ἢ ἐν τῇ πίστει ἢ οἶς αὐτὸς εἶπεν δόγμασιν
76204rEph.2.15οϛ ἵνα τοὺς δύο κτίσῃ ὁρᾶς ὅτι οὐχ ὁ ἔλλην γέγονεν ἰουδαῖος ἀλλὰ καὶ οὗτος κάκεῖνος εἰς ἀμείνω κατάστασιν ἦλθον κτίση φησὶ δεικνὺς τὴν ἀναγέννησιν εἰς ἔνα γὰρ πάντες εἰσὶν ἐκ τις μένοι νέον τινα καὶ πιστὸν ἄνθρωπον καὶ τοῦ γήρως τῶν ἁμαρτιῶν ἀλλότριον
76ex204rEph.2.15 ἐν ἑαὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην
77204rEph.2.16οζ καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους πρὸς τὸν θεὸν καὶ ἀνθρωπούς οὐ γὰρ ἄν ποτε κατηλλάγησαν τῷ θεῷ μένοντες ἰουδαῖοι καὶ ἔλληνες ὅτι γὰρ πρὸ τούτου ἀκατάλλακτοι σφόδρα ἦσαν πρὸς θεὸν δείκνυσιν ἥ ἔμφασις τοῦ ἀποκαταλλάξει
77ex204rEph.2.16 ἐν ἑνὶ σώματι τῷ θεῷ
78204rEph.2.16οη διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ πῶς δὲ ἀποκατήλλαξεν τῷ θεῷ ἀποκτείνας φησὶ τὴν ἔχθραν δι’ ἑαυτοῦ διὰ τοῦ σταυροῦ γὰρ λύσας τῷ θανάτῳ αὐτοῦ τὴν ἁμαρτίαν καὶ τὴν ἔχθραν ἔλυσεν οὐδὲν δὲ ἐμφαντικώτερον τοῦ ἀποκτείνας τὸ γὰρ ἀσάλευτον τῆς λύσεως δηλοῖ πῶς οὖν φαίη τις ἁμαρτάνομεν ἑτέρας ἁμαρτίας γεννῶντες αἰ γὰρ πρότεραι ἀπεκτάνθησαν
79204rEph.2.17οθ καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς μηδένα πέμψας ἀλλὰ αὐτὸς ἑαυτῷ διακονησάμενος μακρὰν δὲ τοὺς ἐξ ἐθνῶν καλεῖ ἐγγὺς δὲ τοὺς ἰουδαίους
80204rEph.2.18π ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα τὴν καταλλαγὴν καὶ τὴν εἰρήνην τὴν πρὸς τὸν θεὸν οὐ γὰρ ἀφ’ ἐαυτῶν ἀπήλθομεν ἀλλ’ ὑπὸ χριστοῦ προσήχθημεν ἐν ἑνὶ πνεύματι οὐκ ἐκεῖνοι μὲν ἄτε ἐγγὺς ὄντες ἐν μείζονι ἡμεῖς δὲ ὡς μακρὰν ἐν ἐλάσσονι διὰ γὰρ τοῦ πνευματός ἐπεράστους ποιήσας προσήγαγεν τῷ πάτρι καὶ ὅτι διά τε ἑαυτοῦ καὶ τοῦ πνεύματος προσήγαγεν
81204vEph.2.18-Eph.2.19πα ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων οἰ γὰρ μὴ ἔχοντες πάλαι ἐλπίδα τέυξεσθαι τῶν οὐρανιών ξένοι ἦσαν καὶ πάροικοι τῶν ἀγίων νῦν δέ φησιν τὴν αὐτὴν ἔχετε τοῖς ἁγίοις πόλιν τὴν ἐπουρανίον ἱερουσαλὴμ ὅρα δὲ οὐκ εἶπεν τῶν ἰουδαίων ἀλλὰ τῶν ἁγίων τῶν ἀμφὶ τὸν ἁβραάμ φησιν
82204vEph.2.19-Eph.2.20πβ καὶ οἰκεῖοι τοῦ θεοῦ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ ὅπερ γὰρ ἔσχον μυρίοις πόνοις ἐκεῖνοι τοῦτο ἡμῖν διὰ τῆς πίστεως δεδώρηται τὴν δὲ ἄγαν ἕνωσιν τὴν πρὸς τοὺς προφήτας καὶ ἀποστόλους τῶν ἐθνῶν σημάναι θέλων ἐποικοδομηθέντες φησιν ὡσεὶ εἶπεν θεμέλιος ὑπόκεινται οἱ προφῆται καὶ οἱ ἀπόστολοι ὑμεῖς τὴν λοιπὴν οἰκοδομὴν ἀναπληροῦτε ἵνα γένησθε οἱ πάντες εἰς ναὸς τοῦ θεοῦ οἷον δέ ἐστιν ἐπάνω προφητῶν καὶ ἀποστόλων οἰκοδομεῖσθαι
83204vEph.2.20πγ τῶν ἀποστόλων καὶ προφητῶν ὅρα ὅτι πρῶτοι οἱ ἅγιοι καὶ θεοῖ ἀπόστολοι
84204vEph.2.20πδ ὄντος ἀκροψωνιαίου αὐτοῦ ἰησοῦ χριστοῦ αὐτὸς γὰρ ὁ καὶ τὸν θεμέλιον καὶ τὸ οἰκοδόμημα συσφίγγων καὶ ὅρα ποτὲ ἄνωθεν αὐτὸν συσφίγγειν λέγει ἔνθα κεφαλήν ποτὲ δὲ κάτωθεν ἐπὶ τοῦ ἀκρογωνιαίου ἀλλαχοῦ δὲ καὶ θεμέλιον φησὶ τὸν χριστὸν
85204vEph.2.21πε ἐν ᾧ πᾶσα οἰκοδομὴ ἐν ᾦ ἀκρογωνιάιῳ
86204vEph.2.21πϛ συναρμολογουμένη δείκνυσι τὴν ἀκριβῆ οἰκοδομὴν ἅμαδηλῶν μὴ ἅλλως εἰς ναὸν αὔξειν ἅγιον ἢ ὅλως σώζεσθαι εἰ μὴ μετὰ ἡκριβωμένου βίου
87204vEph.2.21πζ αὔξει εἰς ναὸν ἡ γὰρ οἰκοδομὴ αὕτη αὔξουσα καὶ πληρουμένη ἀποτελεῖται νὰος θεοῦ ἐν οἰκήσω γὰρ ἐν αὐτοὶς φησι καὶ κοινῇ γὰρ εἰς τὴν ἐκκλησίαν οἰκεῖ ὁ θεός καὶ ἰδία εἰς ἔκαστον τῶν ἀξίων
87ex204vEph.2.21πη ἅγιον ἐν κυρίῳ τὸ ἐν κυριώ διὰ κυριοῦ
88204vEph.2.21
89204vEph.2.22πθ ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι ἢ διὰ πνευματός ἢ ἐν πνευματικῇ οἰκοδομῇ
89ex204vEph.2.22-Eph.3.1 τούτο χάριν ἐγὼ παῦλος ὁ δέσμιος τοῦ χριστοῦ ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν
90205rEph.3.2ϛ εἴγε ἠκούσατε τὴν οἰκονομίαν τὴν πρόρρησιν λέγει τὴν πρὸς τὸν ἀνανίαν λεχθεῖσαν ὅτι σκεῦος ἐκλογῆς μοὶ ἐστὶν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν
91205rEph.3.2ϛα τῆς χάριτος τοῦ θεοῦ οἰκονομίαν χάριτος τὴν ἀποκάλυψιν φησιν ὅτι οὐ παρὰ ἀνθροπῶν ἔμαθεν ἀλλ’οὕτως ὠικονόμησεν ἡ χάρις τοῦ θεοῦ ὥς τέ μοι ἐξ οὐρανιοῦ ἀποκαλυφθῆναι χάριτος δὲ τότε καλέσαι καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἵνα εὐπειθέτερος γένηται
92205rEph.3.2ϛβ τῆς δοθείσης μοι εἰς ὑμᾶς αὐτὸς γὰρ μοι εἶπεν φησιν ὅτι εἰς ἔθνη μακρὰν ἀποστελῶσε
93205rEph.3.2-Eph.3.3ϛγ ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον μυστήριον γὰρ ἀληθῶς τὸ τοὺς ἐλληνας λίθοις προσκυνοῦντας εἰς τοσαύτην ἐπαρθῆναι δόξαν καὶ εὐγένειαν ὃ καὶ αὐτὸ ἀποκεκάλυπτο αὐτῷ
94205rEph.3.3ϛδ καθὼς προέγραψα ἐν ὀλίγῳ τὰς προλεχθείσας ἄνω λέγει οἰκονομίας ὅτι ἐκλήθη τὰ ἔθνη ὄντα μακρὰν καὶ ἐπωκοδομήθη καὶ ὅσα τοιαῦτα ἐν ὀλίγῳ δὲ ἢ πρὸ ὀλίγου ἢ διὰ βραχέων
95205rEph.3.4ϛε πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ βαβαὶ ὥστε οὐκ ἔγραψεν ὅσα ἐχρῆν ἀλλ’ ὅσα ἐχώρουν νοεῖν σύνεσιν τὸ πῶς τὸ μυστήριον συνῆκα τὸ πῶς αὐτὸ κατενόησα σύνεσις γάρ ἐστιν ἡ εἴδησις ἡγνῶσις ἡ ἐπὶ τῶν μυστηρίων τοῦ χριστοῦ
96205rEph.3.4-Eph.3.5ϛϛ ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὅπερ μυστήριον φησὶν ἑτέραις γενεαὶς οὐκ ἐγνωρίσθη πάντα δὲ ταῦτα εἰς μυστήριον χριστοῦ συντελεῖ ἡ ἐνανθρώπησις ὁ σταυρός ἡ ἀνάστασις ἡ ἐκδεξιῶν τοῦ πατρὸς καθέδρα ἡ κλῆσις τῶν ἐθνῶν ἡ διὰ τῆς πίστεως σωτηρία ἡ ἐκ βολὴ τοῦ κατὰ σάρκα ἰουδάιου ἡ συνάφεια τῶν δύο λαῶν εἰς ἓν σῶμα χριστοῦ χρηματίζουσα μᾶλλον δὲ οὔσα ἧ δευτέρα παρουσία καὶ ἠ ἀπόδοσις τοῦ κατ' ἀξίαν καὶ ὅσα τοιαῦτα
97205rEph.3.5 ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις
98205rEph.3.5ϛζ ἐν πνεύματι διὰ πνευματος γὰρ καὶ νῦν ἡ ἀποκάλυψις τῶν τοιόυτων ἀμέλει οἱ ἐστερημένοι τοῦ πνευματός καὶ νῦν πλανῶνται ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη ἤδεσαν οἱ προφῆται ὅτι δὲ συγκληρονόμα καὶ συμμέτοχα ἔσται οὐκ ἤδεσαν
99205vEph.3.6ϛη εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τὸ ἓν ἔχειν χριστῶ σῶμα διὰ τὸ εἶναι αὐτοῦ μέλη
100205vEph.3.6-Eph.3.7ϛθ τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ χριστῷ διὰ τοῦ εὐαγγελίου οὗ ἐγενόμην διάκονος βασιλέια μὲν γὰρ ἐπήγγελται παρὰ τοῦ πατρὸς διὰ χριστοῦ δὲ τὰ ἔθνη καὶ τῆς εἰς αὐτὸν πίστεως τῆς τοιαῦτης ἐστὶν ἐπαγγελίας συμμέτοχα τῆς πίστεως αὐτοῖς φησι τὸ εὐαγγελιὸν ὁ δηλὸν καὶ πρόξενον
101205vEph.3.7ρ κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ἐγενήθην φησὶ τοῦ εὐαγγελίου διάκονος ἐν δωρεᾶ χάριτος τοῦτο λαβών οὐδὲν γὰρ ἐγὼ ἔργον ἐμὸν συνεισήνεγκα τῇ χάριτι τάυτῃ ὅρα παῦλον ταῦτα λέγοντα τὸν καθ’ ἡμέραν ἀποθνήσκοντα
102205vEph.3.7α κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ καὶ οὐ μόνον φησὶν ἐδωρήθη μοι ἡ χάρις αὕτη ἀλλὰ πρὸς τῇ δωρεᾷ καὶ ἐνεργεῖ μοι δύναμιν εἰς τὸ ἰσχύειν πρὸς τὴν διακονίαν τοῦ εὐαγγελίου τριῶν γὰρ δεῖται τὸ πράγμα παραβόλου ψυχῆς καὶ βίου ἀλήπτου καὶ σοφίας πνευματικῆς
103205vEph.3.8β ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀγίων ὅρα ὑερβολὴν ταπεινοφροσύνης ἀλλαχοῦ μὲν μὴ εἶναι ἱκανὸν εἰς ἀποστολὴν ἔλεγεν ἑαυτόν νῦν δὲ καὶ πάντων τῶν ἁγίων ἐλαχιστότερον ἑαυτὸν λέγει ἐμοὶ οὖν φησιν ἐδόθη ἡ χάρις αὕτη καὶ εἰκότως χάρις εἴγε τῶ πάντων ὥς φησιν ἐλαχιστοτέρω τὸ κήρυγμα τῶν ἐθνῶν ἐπετράπη
104205vEph.3.8γ ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς ἔθνεσιν ποία χάρις τὸ ἐν τοῖς ἔθνεσίν φησὶν εὐαγγελίσασθαι
105205vEph.3.8δ εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ εἰ ὁ πλοῦτος αὐτοῦ ἀνεξιχνίαστος ἐστιν τί δεῖ περὶ τῆς οὐσίας αὐτοῦ φιλοπραγμονεῖν
106205vEph.3.9ε καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη ἤδεσαν τινες διὰ τοῦ πνευματός ὅτι δὲ ἐπὶ τοιούτω ὥς τε ἀπαρχὴν αὐτῶν γένεσθαι τὸν θεὸν λόγον οὐκ ἤδεσαν τοῦτο οὖν φησιν μυστήριον ἀποκεκρυμμένον
107206rEph.3.9ϛ τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ ὥστε οὐ νεαρὸν ἐστι τὸ κατὰ τὰ ἔθνη ἀλλ’ ἄνωθεν ἐδέδοκτο εἰκότως δὲ πᾶσιν ἄγνωσον ἦν ὅτι τὰ ἔθνη τοιόυτων ἀξιωθήσεται εἰ γὰρ ἐν τῷ θεῷ ἐκέκρυπτο τίς ἦν ὁ ἀποκαλύπτων
108206rEph.3.9ζ τῷ τὰ πάντα κτίσαντι διὰ ἰησοῦ χριστοῦ ὁ γὰρ τὰ πάντα δι’αυτοῦ κτίσας πατηρ καὶ τοῦτο δι’ αὐτοῦ ἀπεκάλυψεν
109206rEph.3.10η ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ̓ξουσίαις ἐν τοῖς ἐπουρανίοις ὅτι μὲν γὰρ ἐγένετο μερὶς κυριοῦ λαὸς ὁ τοῦ ἰακὼβ ἤδεσαν ὅτι δὲ ἐπὶ τούτοις τὰ ἔθνη κληθήσεται οὐκ ἥδεσαν εἰ δὲ ἀρχαὶ καὶ ἐξουσίαι οὐκ ἥδεσαν δῆλον ὡς οὐδὲ ἄγγελοι ἣ ἀρχάγγελοι
109ex206rEph.3.10
109ex2206rEph.3.10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ̓ξουσίαις ἐν τοῖς ἐπουρανίοις
110206rEph.3.10θ διὰ τῆς ἐκκλησίας ὅτε γὰρ ἡμεῖς ἐμάθομεν τότε κακεῖνοι δι’ ἡμῶν ὁρῶντες τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ δι’ αὐτῆς εἰς γνῶσιν ὁ δηγούμενοι
111206rEph.3.10ι ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ οὐ μόνον ποικίλη ἀλλὰ παμπόικιλος ἡ οὖσα φησι κατὰ πρόθεσιν τῶν αἰώνων τουτέστιν κατὰ πρόγνωσιν καὶ προείδησιν καὶ πρὸ οἰκονομίαν νῦν μὲν γὰρ γέγονεν φησιν ἄνωθεν δὲ ταῦτα ἐδόκει
111ex206rEph.3.11 κατὰ πρόθεσιν τῶν αἰώνων
111ex2206rEph.3.11
112206rEph.3.11ια ἣν ἐποίησεν ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν δι’ αὐτοῦ γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν αὐτῷ ἡ δούλος
113206rEph.3.12ιβ ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ προσήχθημεν οὖν τῷ θεῷ καὶ πατρὶ διὰ χριστοῦ προσήχθημεν δὲ οὐχ ὡς αἰχμάλωτοι οὐ δὲ ὡς συγγνώμης ἀξιωθησόμενοι ἐφ’ οἷς ἡμαρτήσαμεν ἀλλὰ μετὰ παρρησίας φησὶ καὶ παρρησίας οὐχ ἁπλῶς ἀλλὰ ἐνθάρσει τινὶ καὶ πεποιθήσει ἁγιάσας γὰρ ἡμᾶς διὰ τοῦ ἰδίου αὐτοῦ αἴματος προσήγαγεν θαρροῦντας λοιπὸν τῷ προσελθεῖν διὰ τὴν εἰς αὐτὸν πίστιν
114206rEph.3.13ιγ διὸ αἰτοῦμαι διό φησιν αἰτῷ μὴ ἐκ κακεῖν μὴ δὲ θορυμεῖσθαι ἐν ταῖς θλίψεσιν μου αἵτινες ὑπὲρ ὑμῶν καὶ δι’ ὑμᾶς εἰσί μοι πῶς ὅτι τοὺς δοὺλους αὐτοῦ καὶ τὸν μονογενῆ ὑίον παθεῖν δέδωκεν ὑμᾶς ἀγαπῶν καὶ θέλων σωθῆναι ἆρα οὐ δόξα τὸ ὅυτως ἀγαπᾶσθαι ὑπὸ θεοῦ
114ex206rEph.3.13
115206rEph.3.13ιδ μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν ἥτις ἐστὶν δόξα ὑμῶν ἐπειδή φησι τοσαῦτα ἔθνη ἐπιστέυθην ἀνάγκη ἦν καὶ δεδέσθαι παρὰ τῶν ἀντιλεγόντων τῷ κηρύγματι
116206vEph.3.13-Eph.3.14ιε τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ἐπειδὴ ὅυτως ἠγαπήθητε παρὰ θεοῦ δέομαι φησιν ὑπὲρ ὑμῶν
117206vEph.3.14-Eph.3.15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται
118206vEph.3.15-Eph.3.16ιϛ ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ ὅρα μεθόσης ἀπληστίας ἐπέυχεται αὐτοῖς τὰ ἀγαθά δυνάμει κραταιωθῆναι φησιν εἰς τὸ μὴ περιφέρεσθαι τοῦτο δὲ πῶς ἕσται διὰ πνευματός ἁγίου τὸ δὲ κραταιωθῆναι ὡς πρὸς τοὺς πειρασμοὺς νόει
119206vEph.3.16-Eph.3.17ιζ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστὸν εἰς τὸ κατοικῆσαι φησιν τὸν χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον ἢ ἵνα δῴη ὑμῖν εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστόν ἵνα φησι ναὸς θεοῦ γένησθε καὶ οὐχ ἁπλῶς κατοικῆσαι ἀλλ’ ἐν ταῖς καρδίαις ὑμῶν μηδέν φησιν ἐπίπονον ὁ γὰρ ἔσω ἄνθρωπος καὶ αἰ καρδίαι τὴν καταβάθους ἐνοίκησιν καὶ τὴν οἱον συμφυῆ καὶ ἐρριζωμένην δηλοῖ
120206vEph.3.17ιη διὰ τῆς πίστεω ἐν ταῖς καρδίαις ὑμῶν πῶς δὲ ἔσται τοῦτο διὰ τῆς πίστεως φησὶ καὶ διὰ τοῦ ἐν ἀγάπῃ εἲναι ὑμᾶς ἐρριζωμένους καὶ τεθεμελιωμένους καὶ ὑπὸ μηδενὸς κινουμένους
121206vEph.3.18ιθ ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις ταῦτα δὲ ὑμῖν διὰ τούτο ἐπέυχεται φησὶν ἵνα ἐξισχύσητε καταλαβέσθαι πολὺν δὲ ἔδειξεν κάματον τῷ τε ἐξισχύσαι καὶ τῷ καταλαβέσθαι εἰπεῖν
122206vEph.3.18κ τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος σωματικοῖς ὑπογράφει σχήμασι τὸ τοῦ μυστηρίου μέγεθος τοῦ ὑπερ τῶν ἐθνῶν οἰκονομηθέντος
122ex206vEph.3.18
123206vEph.3.18κα καὶ ὕψος οἷον τοῦ μυστηρίου
124206vEph.3.18-Eph.3.19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ καὶ ἵνα φησι γνῶτε τὴν ὑπερβάλλουσαν πᾶσαν ἀνθρωπινήν γνῶσιν ἀγάπην τοῦ χριστοῦ καὶ οἷον τῆς γνώσεως ὑπεράνω ἔστι μεν γάρ ὑπεράνω φησιν γνώσεως πλὴν ὑμεῖς γνώσεσθε εἰ τὸν χριστὸν σχόιητε ἐνοικοῦντα ἵνα ἐκ τούτου πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ πλήρωμα θεοῦ ἐστιν τὸ γνῶναι ὡς ἐν πατρὶ καὶ υἱῷ καὶ πνευματὶ ἁγίω προσκυνεῖται ἡμῖν ὁ θεὸς ἢ ἵνα ἦτε φησιν πεπληρωμένοι πάσης ἀρετῆς ἧς πλήρης ὁ θεὸς
125207rEph.3.20κγ τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι τῷ δυναμὲνῳ θεῷ οὐ μόνον καθὰ λέγομεν ἀλλὰ καὶ ὑπερ ἐκπερισσοῦ ποιῆσαι πάντα καὶ οὐ μόνον πάντα ἀλλὰ καὶ ὑπὲρ πάντα αὐτῷ φησιν ἡ δόξαν ἀμήν ὅρα δὲ δύο ὑπερβολὰς τὸ καὶ ὑπὲρ πάντα ποιῆσαι τὰ εἰρημένια καὶ ὑπὲρ ἐκπερισσοῦ ποιῆσαι ἃ ποεῖ ἔνι γὰρ καὶ πλείονα ποιοῦντα τῶν αἰτηθέν τῶν κεφάλαιων μὴ πλουσίως μήτε δαψιλῶς ἔκαστον ποιῆσαι
126207rEph.3.20κδ ὐπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν καὶ ὅτι ἐκπερισσοῦ ὦν αἰτούμεθα ἢ νοοῦμεν δυνατός ἐστι ποιῆσαι δῆλον ἐκ τῆς ἡμῖν ἐνεργούσης δυνάμεως αὐτοῦ τίς γὰρ τοῦτο προσεδόκησεν περὶ τῶν ἐθνῶν ὅτι οἱ τοσοῦτον ἀπερρωγότες θεοῦ ἐν τοῖς υἱοθετηθεῖσιν εἴσονται
127207rEph.3.20-Eph.3.21κε αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν χριστῷ ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων ἀμήν ἐπειδὴ γὰρ τὸν τοσαῦτα δωρησάμενον δοξάζεσθαι δεῖ ὥστε καὶ ἡ δοξολογία δεῖγμα ὑπάρχει τοῦ μεγέθους τῶν ὑπηργμένων ἡμῖν παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν ἀνθρωπίνην ἀγαθῶν καλῶς δὲ ἡ δόξα αὐτοῦ ἐν ταῖς ἐκκλησίαις ἐπεὶ γὰρ αὖται διηνεκῶς μένουσιν ἐν ταύταις εἴ ἠ φησὶν ἡ δόξα τοῦ θεοῦ ἵνα ἡμῖν ᾐ διηνεκῶς δοξαζόμενος καὶ εἰς πάσας ἔλθη τοῦτο γενεάς
127ex207rEph.3.21
128207rEph.3.21-Eph.4.1κϛ παρακαλῶ οὖν ὑμᾶς ἐγώ ὁ δέσμιος ἐν κυρίῳ ὁ διὰ τὸν κύριον φησὶν δέσμιος βαβαὶ ὅσον τὸ ἀξίωμα τὸ δεδέσθαι διὰ τὸν χριστὸν καὶ αὐτὸς γὰρ ὁ παῦλος ταύτην προβάλλεται ἤτε οὖν τὴν ἅλου ὡς δι’ αὐτῆς δυσωπήσων αὐτούς
128ex207rEph.4.1κζ μεγάλη γὰρ ἡ κλῆσις καὶ ἐπὶ μεγάλοις ἐπὶ τῷ ἔχειν κεφαλὴν τὸν χριστόν ἐπὶ τῷ εἰς ὑιοὺς εἶναι θεοῦ
129207rEph.4.1-Eph.4.2κη μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ τουτέστιν ἐν παντὶ πράγματι ἐπὶ παντὸς προσώπου οὕτω γάρ ἐστιν ἀξίως τῆς κλήσεως περιπατῆσαι μετὰ ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας καὶ τοῦ ἀνέχεσθαι ἀλλήλων ἔνθα γάρ ἐστιν ἀγάπη πάντα ἐστὶν ἀνεκτά
130207rEph.4.3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσῳ τῆς εἰρήνης
131207vEph.4.3-Eph.4.4κθ ἓν σῶμα καὶ ἓν πνεῦμα γένεσθε φησιν ὅυτως ἡνωμένοι ὅυτως ἀλλήλων κηδόμενοι ἐκ τούτου γάρ φησιν ἔσεσθε καὶ ἓν πνευμᾶ ἔχοντες τουτέστιν ὁμότιμον τὴν χάριν τοῦ πνευματός ἢ ὅτι ἔστιν μὲν ἓν σῶμα εἰναι οὐχ ἓν δὲ πνευμᾶ ὡς ὅταν τις αἱρετικῶν φίλος ᾖ ἢ ὅτι τοῦτο φησιν ἓν πνευμᾶ λαβόντες οὐκ ὀφείλετε διχονοεῖν ἀλλ’ ἓν εἰναι σῶμα ἢ ὅτι πνευμᾶ ἐνταῦθα τὴν προθυμίαν καλεῖ
132207vEph.4.4λ καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι ὁ θεὸς ἡμᾶς φησιν ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν οὐδενὶ πλεῖον ἀπονείμας πᾶσιν ἀθανασίαν πᾶσι ζωὴν αἰώνιον ἐπηγγείλατο πᾶσιν δόξαν ἀθάνατον πᾶσιν ἀδελφότητα πᾶσι κληρονομίαν ἐπηγγέιλατο κοινὴ πάντων ἐγένετο κεφαλή πάντας συνήγειρε καὶ συνεκάθισεν εἰ τοίνυν ἐν τοῖς πνευματικοῖς τοσαύτην ἔχετε κοινωνίαν ὀφείλετε καὶ ἓν σῶμα εἶναι ἐν τῇ τῆς ἀγάπης ἀνακράσει
133207vEph.4.4λα τῆς κλήσεως ὑμῶν πάντα γὰρ τὰ εἰρημένα κοινή ἐστιν ἡμῶν ἐλπὶς ἐκ τῆς κλήσεως γενομένη
134207vEph.4.4-Eph.4.5λβ εἷς κύριος μία πίστις ἓν βάπτισμα ἰδοὺ καὶ ἄλλη κοινωνία εἰς ἡμῖν κυριός μία πίστις ἒν βάπτισμα οὐδεῖ οὖν ἡμᾶς διεστάναι
135207vEph.4.5-Eph.4.6λγ εἷς θεὸς καὶ πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πασῖν ἡμῖν ἰδοὺ καὶ ἄλλη κοινωνία ἀγάπης πρόφασις τὸ εἶναι ἡμῖν ἔνα πατέρα τὸν θεόν καὶ ἐπὶ πάντων τουτέστιν ὁ ἐπάνω πάντων καὶ διὰ πάντων τουτέστιν ὁ προνοῶν διὰ πάντων ἡμῶν καὶ ἐν πᾶσιν ἡμῖν ἐνοικῶν
136207vEph.4.7λδ ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ εἰ πάντα ἐστὶν ὡς λέγεις κοινὰ πόθεν ὁ δεῖ ναμὲν μεῖζον ὁ δεῖνα δὲ ἔλαττον ἔχει χάρισμα τοῦτο γὰρ αὐτοὺς εἰς φθόνον μάλιστα ἤγαγε καὶ φησὶν ἑκάστω ἐδόθη ἡ χάρις τουτέστιν τὸ χάρισμα κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ ὡσεὶ εἶπεν εἰ αὐτὸς ἐμέτρησεν πάντως ὅτι καλῶς ἐμέτρησεν καὶ συμφερόντως καὶ εἰ δωρεάς ἐστι τὸ πᾶν ὑπὲρ οὗ μὲν ἔλαβες εὐχαρίστει ὑπὲρ οὗ δὲ οὐκ ἔλαβες μὴ φθόνει τὰ μὲν οὖν ἀλλὰ φησιν κοινὰ πρόκειται τὰ δὲ χαρίσματα δέδοται κατὰ τὴν τῆς ἐκάστου καθαρότητος καὶ σεμνότητα
137207vEph.4.7-Eph.4.8 διὸ λέγει ἀναβὰς εἶς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν
138208rEph.4.8λε καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις ὥστε τοῦ χριστοῦ τὰ δόματα τί ἀδημονεῖς ἤ φθονεῖς τῷ ἔχοντι παρακατιῶν μὲντοι δείκνυσιν ὅτι πρὸς ὠφέλειαν τῆς ἐκκλησίας ἐκάστος ἔλαβεν τὸ χάρισμα καὶ ὁ τὸ μεῖζον καὶ ὁ τὸ ἐλάττον καὶ οὐ διὰ τὰ οἰκεῖα ἔργα οὐδὲ διὰ τὸ ἄξιον εἶναι τινα τοῦ λαβεῖν τίς οὖν φθονήσει ἐν τῷ διάτι εἰληφότι καὶ πρὸς ἑτέρων ὠφέλειαν ὅσω γὰρ μεῖζον τὸ χάρισμα τοσοῦτω βαρύτεραι αἰ εὐθύναι
138ex208rEph.4.8
139208rEph.4.8-Eph.4.9λϛ τὸ δέ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον οὐκ ἂν δέ φησιν ἐδεήθη ὁ προφήτης τοῦ εἰπεῖν ἀνέβη εἰ μὴ ᾔδει ὅτι κατέβη πρῶτον περὶ γὰρ τοῦ καταβάντος τὸ ἀνέβη λέγει τίς
140208rEph.4.9λζ εἰς τὰ κατώτερα μέρη τῆς γῆς τουτέστιν μεθ ἃ οὐκ ἔνι κατώτερα λέγει δὲ τὸν ᾄδην ὡς πρὸς τὴν κοινὴν συνήθειαν ἀφορῶν διὸ καὶ ἰακώβ φησι καὶ κατάξετε τὸ γῆρας μου μετ’ ὀδύνης εἰς ἄδου καὶ δαυιδ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
140ex208rEph.4.9 κατώτερα μέρη τῆς γῆς τὸν θάνατον ἐκάλεσεν
141208rEph.4.9-Eph.4.10λη ὁ καταβάς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν τοῦτο φησιν ὅτι οὐδὲν αὐτῷ πρὸς τὴν ἄνοδον ἐνεπόδισεν ἡ εἰς τὰ κατώτατα κάθοδος ὥστε φησιν καὶ ὑμῶν ὅσω ἄντις ταπεινοφρονη τοσοῦτω μᾶλλον ὑψοῦται
142208rEph.4.10μ /οικουμενιου ἵνα πληρώσῃ τὰ πάντα καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι τὰ πάντα ἐπλήρου καὶ σαρκωθεὶς ἵνα τὰ πάντα καὶ μετὰ σαρκὸς πληρώσῃ καὶ κατέβη καὶ ἀνέβη
143208rEph.4.11μα καὶ αὐτὸς ἔδωκεν ὁ μὴ παραιτησάμενος φησιν διὰ τὴν ἡμῶν σωτηρίαν εἰς τὰ κατώτατα κατελθεῖν αὐτὸς τὴν διανομὴν τὼν χαρισμάτων ἐποίησεν ἄρα οὖν οὐ χρὴ ἀγανακτεῖν πρὸς τὴν διανομήν εἰ γὰρ αὐτὸς ἔδωκεν τί ἀντι λέγεις ἀλλαχοῦ δέ φησιν τὸ πνευμᾶ διδόναι τὰ χαρίσματα πάντα γὰρ ταῦτα φησιν τὸ ἓν καὶ τὸ αὐτὸ ἐνεργεῖ πνευμᾶ ἁλλαχοῦ τὸν πατέρα φησιν ἐγὼ ἐφύτευσα ἀπολλῶς ἐπότισεν ἀλλ’ ὁ θεὸς ἤυξανεν ἐνταῦθα τὸν ὑιὸν κοινὰ γὰρ τὰ πάντα τῇ ἁγία τριάδι
144208rEph.4.11μβ τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας οἱ γὰρ ἀπόστολοι καὶ προφητείαν εἶχον οἵ δὲ τότε προφῆται οὐκ εἶχον ἀποστολήν
145208rEph.4.11μγ τοὺς δὲ εὐαγγελιστάς τοὺς τὸ εὐαγγέλιον γράψαντας
146208rEph.4.11μδ τοὺς δὲ ποιμένας καὶ διδασκάλους τοὺς τὰς ἐκκλησίας ἐμπεπιστευμένους λέγει τοὺς ἐπισκόπους οἷος ὁ τιμόθεος οἷος ὁ τῖτος ἦν
147208rEph.4.11-Eph.4.12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ
148208vEph.4.13με μέχρι καταντήσωμεν οἱ πάντες οἷον φθάσωμεν
149208vEph.4.13μϛ εἰς τὴν ἑνόντητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τουτέστιν ἔως ἂν οἱ πάντες μίαν τὴν πίστιν σχῶμεν ἕκαστος κάμνει καὶ ἕκαστος διακονεῖ ἑνότης γὰρ πίστεως τὸ μὴ διαφωνεῖν περὶ τὰ δόγματα τοῦτο γὰρ ἐπιγνωσις τοῦ ὑιοῦ τοῦ θεοῦ τὸ μὴ διαφωνεῖν περὶ αὐτοῦ ἄνδρα δὲ τέλειον καὶ μέτρον ἡλικίας λέγει τὴν τελείαν περὶ χριστοῦ ἔννοιαν καὶ εἴδησιν
150208vEph.4.13μζ /οικουμενιου τοῦ πληρώματος τοῦ χριστοῦ πλήρωμα χριστοῦ φησιν τὴν περὶ χριστοῦ ὀλοτελῆ πίστιν καὶ γνῶσιν οἷον τὸ ἐκ παρθένου σάρκα λαβεῖν ὅτι ἐκ θεότητος καὶ ἀνθρωπότητος εἰς μίαν ὑπάρχει ὑπόστασιν ἵνα γὰρ μὴ ἀκούσας ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὴν σωματικὴν νοήσης ἐπήγαγε τοῦ πληρόματος τοῦ χριστοῦ ὡσεὶ ἔλεγεν μέχρις οὗ εἰς τελείοτητα φθάσομεν τῆς ὀλοτελοῦς τοῦ χριστοῦ πίστεως καὶ γνώσεως
151208vEph.4.13-Eph.4.14μη ἵνα μηκέτι ὦμεν νήπιοι δείκνυσιν πάλαι τοῦτο παθόντας αὐτοὺς καὶ ὠς ἐν διηγήματος τάξει ἐπανορθοῦται αὐτοὺς καὶ ἑαυτὸν συντάττων διὰ τὸ ἀνεπαχθές νηπιόυς δὲ τῇ πίστει φησιν
152208vEph.4.14μθ κλυδωνιζόμενοι καὶ περιφερόμενοι νηπίων δὲ ὄντως τὸ περιφέρεσθαι καὶ οὐ βεβηκότων
153208vEph.4.14 παντὶ ἀνέμῳ τῆς διδασκαλίας εἰπὼν κλυδωνιζόμενοι ἐπέμεινε τῇ τροπῇ καὶ ἄνεμον διδασκαλίας εἰπών
154208vEph.4.14 ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης
154ex208vEph.4.14ν κύβειαν τὴν πανουργίαν καλεῖ πεποίηται δὲ ἀπὸ τοῦ κυβεύειν τὸ ὄνομα ἰδιον δὲ ταύτης το τῇ δὲ κακεῖ σε μετα φέρειντὰς ψήφους καὶ πανούργως τούτο ποιεῖν
155209rEph.4.14-Eph.4.15να ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ̓στιν ἡ κεφαλή ὁ χριστός ἐκεῖνοι μὲν νόθα φησὶν καὶ ψευδῆ διδάσκουσι περὶ ὧν ὁ λόγος ἡμεῖς δὲ ἀληθεύοντες ἔντε δόγμασι καὶ λόγῳ καὶ ἀγάπη ἄλλως γὰρ οὐκ ἔστιν ἀληθέυειν αὐξήσωμεν φησὶ καὶ ἐποικοδομήσωμεν εἰς χριστὸν τὴν κεφαλὴν ἡμῶν τὰ πάντα ἡμῶν καὶ βίον καὶ λόγον καὶ δόγματα
156209rEph.4.15-Eph.4.16 ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμςβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους
156ex209rEph.4.16
157209rEph.4.16 τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ
157ex209rEph.4.16
158209vEph.4.16-Eph.4.17νγ τοῦτο οὗν λεγώ καὶ μαρτύρομαι ἐν κυρίῳ μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐχρῆν μὴ μόνον διὰ τοῦ παραινεῖν ἀλλὰ καὶ διὰ τοῦ φοβεῖν καὶ θεῷ παραδιδόναι τὴν διδασκαλίαν ἐργάζεσθαι μαρτύρομαι φησιν ἐν κυρίω τουτέστιν μάρτυρα τὸν κυριόν καλῶ ὅτι εῖπον τί δεῖ ὑμᾶς πράττειν ὅρα δὲ σοφίαν οὐκ εἶπεν μηκέτι ὑμᾶς περιπατεῖν καθὼς περιπατεῖτε ἔπληξεν γὰρ ἄν ἀλλὰ τοῦτο μὲν ἐδήλωσεν ἀπὸ δὲ ἑτέρων ἤγαγεν τὸ παράδειγμα
159209vEph.4.17νδ ἐν ματαίοτητι τοῦ νοὸς αὐτῶν εἰς τὸ περὶ τὰ μάταια ἀσχολεῖσθαι τὸν νοῦν ὑμῶν
160209vEph.4.17-Eph.4.18νε ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ τὸ γὰρ πλῆθος τῶν βιωτικῶν ἁμαρτιῶν τὸ διορατικὸν τῆς διανοίας ἐπισκοτίζον ἰδεῖν οὐκ ἐτᾶ τὸν ἥλιον τῆς δικαιοσύνης χριστόν ἔνθεν γίνεται ἣ πώρωσις τῆς καρδίας ὅπερ παρακατιών φησιν οἷον εἰπήρωσις τις οὖσα καὶ ἀναισθησία τὸ γὰρ ἐσκοτισμένον καὶ ἀναίσθητον
161209vEph.4.18νζ διὰ τὴν ἄγνοίαν τὴν οὖσαν ἐν αὐτοῖς εἰ οὖν ἀγνοσῦσι φησι καὶ εἰ πεπώρωνται οὐκ ἄξιοι ἐγκλημάτων εἰσὶ καὶ τιμωριῶν ἀλλὰ μάλλον τοῦ μαθεῖν ἀλλ’ ὅρα πῶς αὐτῶν ἀφαιρεῖται τὴν συγγνώμην οἵτινες φησιν ἀπηλγηκότες ἑαυτὸυς παρἐδωκαν τῇ ἀσελγεία εἰς ἐργασίαν ἀκαθαρσίας πάσης δείκνυσι γὰρ ὅτι τῆς ἁγνόιας καὶ τῆς πωρώσεως ὁ βίος αὐτοῖς αἴτιος ὁ δε βίος ἐξ οἰκείας γέγονε ῥαθυμίας καὶ ἀναλγησίας ἑαυτοὺς γὰρ φησι παρέδωκαν ὅταν οὗν εἰς τὴν πρὸς ῥωμαίους εὐρης παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦνι κατὰ τὴν ἐνταῦθα διάνοιαν αὐτὸ νόει συνεχώραν γὰρ ὁ θεὸς παραδοθῆναι αὐτοὺς ἐπειδὴ τούτου ἀναξίους ἑαυτοὺς ἐπόιησαν
162209vEph.4.18 διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν
162ex209vEph.4.19 οἵτινες ἀπηλγηκότες ἑαυτοὺς
163209vEph.4.19νη οἷον ἀναλγήτως ἐσχηκότες καὶ ῥαθυμήσαντες καὶ καμεὶν μὴ βουληθέντες πρὸς εὕρεσιν τοῦ καλοῦ
164209vEph.4.19νθ παρέδωκαν τῇ ἀσελγείᾳ πῶς γὰρ ὁ ἐν ἀσελγείᾳ ἐξεταζόμενος δυνηθεί ἡγνῶναι θεόν οὐκ οὖν ἡ αἰτία τῆς ἀσελγείας ἡ ῥαθυμία ἥτις κατὰ γνώμην ἁμαρτάνεται
165210rEph.4.19ξ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ ὡς ἔργω φησι τῷ ἀσελγαίνειν ἐχρήσαντο καὶ πλεονεκτεῖν ἆρα οὐκ ἐξ ἦν αὐτοῖς μὴ ἀσελγαίνειν μὴ πλεονεκτεῖν παντί πουδῆλον ὁρᾶς ὅτι οὐ παρ’ αὐτοὺς γέγονεν ἡ σκότωσις καὶ ἡ τύφλωσις
166210rEph.4.19-Eph.4.21ξα ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστὸν εἴγε αὐτὸν ἠκούσατε οὐκ ἐπὶ τούτῳ φησὶν τῷ ὅρῳ ὥστε τὰ ὅμοια ποιεῖν ἐκείνοις τὸ δὲ εἴγε αὐτὸν ἠκούσατε βεβαιωτικὸν καθώς φησιν αὐτὸν ἠκούσατε δύναται δὲ τις καὶ ἐναμφιβολίᾳ αὐτὸ δέξασθαι ἵνα καὶ μᾶλλον αὐτοὺς πλήξη ὡσεὶ εἶπεν ἀμφιβάλλω γὰρ εἴ τις τὸν χριστὸν ἀκούσας καὶ διδαχθεὶς ἐν αὐτῷ τοιαῦτα πράττει
167210rEph.4.21-Eph.4.22 καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ̓στιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφήν τὸν παλαιὸν ἄνθρωπον
167ex210rEph.4.22ξβ παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ἐκάλεσεν ἀλλὰ τὴν τῆς ἁμαρτίας ἐνέργειαν
168210rEph.4.22ξγ τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἢ τὸ κατὰ τὰς ἐπιθυμίας ἀντὶ τοῦ διὰ τῶν ἐπιθυμιῶν κεῖται δι’ αὐτῶν γὰρ φθείρεται ὁ ἄνθρωπος ὥσπερ τὸ ́ἔριον δι’ ὧν τί κτεισητῶν φθείρεται δὲ καὶ ἐν τῇ γεέννῃ καὶ ἐν τῷ νῦν βίῳ αἱ γὰρ ἀκολασίαι καὶ αὐτοῦ τοῦ σώματος οὐ μόνον τῆς ψυχῆς εἰσι φθαρτικαί ἢ ὥσπερ φησιν αἱ ἐπιθυμία φθείρονται καὶ νόσῳ καὶ χρόνῳ καὶ τὸ τελευταῖον θανάτῳ ὅυτως καὶ αὐτὸς ὁ τὰς ἐπιθυμίας τίκτων ἄνθρωπος καλῶς δὲ τὴν ἐκ τῶν ἐπιθυμιῶν ἀποτικτωμένην ἁμαρτίαν ἀπάτην ἐκάλεσεν ἀπάτη γὰρ καὶ οὐ κυρίως ἡδονή
169210rEph.4.22-Eph.4.23ξδ ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν ̓ἀνανεοῦσθαι δὲ διὰ τοῦ ἁγίου πνευματός τοῦ ὄντος ἐν τῶν ᾧ ὑμῶν τὸ γὰρ πνευμᾶ παλαιῶν οὐκ ἀνέχεται πράξεων καλῶς δὲ τὴν τοιάυτην ἀνακαίνισιν ἐν πνευματικι γίνεσθαι λέγει οὐ γὰρ σωματικῶς ἄλλοι ἀντάλλων γινόμεθα ἀλλὰ διὰ πνευματὸς ἔστιν ἡ ἀνακαίνισις μετανοίας ἡγουμένης καὶ τὸ γήρας τῶν ἁμαρτιῶν ἀποζυούσης
170210rEph.4.24ξε καὶ ἐνδύσασθε ἐνεδύσασθε φησιν ἐν τῷ βαπτισμῷ ἐνεδύσασθε καὶ διὰ μετανοίας καὶ πολιτείας χρηστῆς
171210rEph.4.24ξϛ τὸν καινὸν ἄνθρωπον ὁρᾶς ὅτι ἑκούσιον ἐστι τὸ πρᾶγμα καὶ μᾶλλον εὐχερές καινὸν δὲ ἄνθρωπον φησι τὸν ἐν ἀρετῇ διαζῶντα ὥσπερ παλαὶον τὸν ἐν ἁμαρτίαις
172210rEph.4.24 τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι
173210vEph.4.24ξζ τῆς ἀληθείας ἦν καὶ παρὰ ἰουδαίοις δικαιοσύνη καὶ ὁισίοτης ἀλλὰ τυπική περὶ σώματος γὰρ κάθαρσιν ἠσχόληντο ἀλλὰ σὺ μὴ ταύτην ἀλλὰ τὴν ἐν ψυχῇ καὶ δικαιοσύνην καὶ ὁσίοτητα ἐνδύσασθε αὔτη γὰρ ἡ τῆς ἀληθείας ἦ ὅτι δικαιοσύνην ἀληθείας λέγει πρὸς ἀντι διαστολὴν τῆς ἐν ὑποκρίσει
174210vEph.4.25ξη διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ ὅτι ἐσμὲν ἀλλήλων μέλη εἶπεν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς λοιπὸν καὶ ἰδικῶς αὐτὸν διαγράφει καὶ πρῶτον αὐτοῦ τὸ ψεῦδος ἀποκόπτει ὡς ἀπὸ οἰκείων μελῶν ὡσεὶ εἶπεν μὴ ὀφθαλμὸς ἰδὼν θηρίον οὐδίδωσι φυγεῖν τοῖς ποσίν ἢ χείρψηλα φήσασα τι πονηρὸν ψεύδεται τὰ λοιπὰ μέλη ὅυτως φησι χρὴ καὶ ὑμᾶς διακεῖσθαι
175210vEph.4.26ξθ ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παρουργισμῷ ὑμῶν εἶπεν μὴ ψεύδεσθε ἐπὲι οὖν πολλάκις τίς ψευδόμενος ὀργῆς παρεῖχε πρόφασιν φησι καλὸν μὲν τὸ μὴ ὀργίζεσθαι καθόλου εἰ δὲ ἄρα κἂν μὴ πρὸς ἁμαρτίαν ἐξαχθῆτε μὴ δὲ παραμενέτω ὑμῖν ἐπὶ πολὺ τὸ πάθος ἔνι γὰρ ὡς λέγει τίς ὀργῆς δικαίας πρὸς ὥραν ἐμπλησθῆναι λύσον δὲ αὐτὴν πρὸ ἡλίου δύσεως διά τε τὸ μὴ δόξαι ἐπὶ ἀναξίοις ἀνατεταλκέναι τὸν ἥλιον καὶ ἵνα μὴ ἡ νὺξ διὰ τῶν ἐν νοιῶν χαλεπωτέραν ἐργάσηται τὴν πυράν
176210vEph.4.27 μηδὲ δίδοτε τόπον
176ex210vEph.4.27ο ἢ ὅτι τοῦ ἄνω ἤρτηται μὴ ἐπιδυέτω φησὶν ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν ἵνα μὴ δῶτε χώραν τῷ διαβόλῳ διὰ τῶν κατὰ τὴν νύκτα λογισμῶν ἐπὶ πλεόν ὑμᾶς ἐκβαινοντων κατὰ τῶν ἀδελφῶν
177210vEph.4.27οα τῷ διαβόλῳ ὥστε τὸ ἀλλήλους πολεμεῖν τόπον ἐστὶ διδόναι τῷ διαβόλῳ καθ’ ἡμῶν αὐτῶν
178211rEph.4.28οβ ὁ κλέπτων μηκέτι κλεπτέτω ἰδοὺ τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου ποῦ δὲ εἰσιν νῦν οἱ ῥύπου γέμοντες ἑαυτοὺς δὲ καθαροὺς ἐπικαλοῦντες οἱ μὴ δεχόμενοι τὴν μετάνοιαν ἰδοὺ γὰρ φανερῶς ἀκούουσιν ὁ κλέπτων μὴκετι κλεπτέτω
179211rEph.4.28ογ μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν ταῖς χερσίν ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι οὐ γὰρ ἀρκεῖ παύσασθαι ἁμαρτίας τὸν μετανοοῦντα ἀλλὰ καὶ τὴν ἐν αντίαν αὐτῆς ὁ δευτέον αὐτῷ κοπίατω δὲ εἰπὼν τὸ ἐπίπονον ἐδήλωσεν τοῦ ἔργου τὸ ἀγαθόν φησιν καὶ γὰρ καὶ ὁ κλέπτων ἐργάζεται ἀλλὰ τὸ κακόν
180211rEph.4.28-Eph.4.29οδ πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω ἢ σαπρὸν τὸν ἀργὸν καὶ εἰκαῖον καλεῖ ἢ σαπρὸν τὸν οἷον σεσηπότα καὶ δυσώδη τί γὰρ λοιδορίας ἢ καταλαλιᾶς ἢ αἰσχρολογίας ἢ εὐτραπελίας δυσωδέστερον ἢ πλεόν σεσηπός
181211rEph.4.29οε ἀλλ’ ἔι τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας τῆς παρόυσης φησὶν περὶ ἧς ἡδιάλεξις δεῖ γὰρ τὸν πνευματικὸν ἄνθρωπον πᾶσαν προκειμένην διάλεξιν περιτρέπειν εἰς οἰκοδομὴν καὶ ὠφέλειαν τῶν συμπαρόντων
181ex211rEph.4.29 ἵνα δῷ χάριν τοῖς ἀκούουσιν
182211rEph.4.29-Eph.4.30οϛ καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως φοβερόντι λέγει δείκνυσι γὰρ ὅτι πᾶς ὁ σαπρὸν λόγον λέγων τὸ πνευμᾶ λυπεῖ τὸ ἅγιον εἶτα καὶ ἐκ τῆς ἐυεργεσίας τοῦ πνευματός φοβερώτερον τὸν λόγον ποιεῖ ἐν ᾧ γάρ φησιν ἐσφραγίσθητε
182ex211rEph.4.30
183211rEph.4.30-Eph.4.31οζ πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ πικρίαν μὲν λέγει τὴν δεινότητα καὶ τὴν κατασκευήν ὁ δὲ θυμὸς γεννητικός ἐστι τῆς ὀργῆς ἐκ δὲ τῆς ὀργῆς ἡ κραγὴ πρόεισιν ἐκ δὲ ταύτης ἡ βλασφημία οἶον ἡλοι δορία ταῦτα τοι γὰρ οὖν πάντα ἄρθήτω ἀφ’ ὑμῶν οὐ λέγει κατεχέσθω ἠκολαζεσθω ἀλλὰ τὴν τελείαν αὐτῶν δηλῶν ἀναίρεσιν ἀρθήτω φησὶν σὺν πάσῃ κακίᾳ ἐπειδὴ γὰρ εἰσίν ἄνθρωποι ὥσπερ τῶν κυνῶν οἱ λαθροδῆκται οἳ οὔτε κράζουσιν οὔτε δήλην ποιοῦνται τὴν ὀργὴν ἀλλὰ κατὰ ψυχὴν ἔχοντες ἀμύνονται ἐν καιρῷ τὸν λυπησάντα βούλεται καὶ τὴν ἐνδομυχοῦσαν κακίαν αἴρεσθαι καὶ ἐξορίζεσθαι
184211vEph.4.32οη γίνεσθε δὲ εἰς ἀλλήλους οὔτε γὰρ ἀρκεῖ μόνη τῶν κακῶν ἡ ἀποχὴ ἀπαλλέξαι τιμωρίας εἰ μὴ καὶ ἀγαθόν τις πρὸς ἐργάσηται καὶ τοῦτο δηλοῦσιν οἱ ἐξ εὐωνύμων οἳ οὐδὲν ἐγκαλοῦνται κακόν ὅτι δὲ μὴ ἔθρεψαν καὶ ἐπότισαν καὶ ἐσκέπασαν ἅπερ ἐστι καλῶν ἐργασία δεῖ οὖν ἡμῖν καὶ καλῶν ἐργασίας διὸ τὰ φαῦλα ἀνελὼν ὁ παῦλος ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν παρακαλεῖ
185211vEph.4.32οθ χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοῖς χρηστὸι ὡς πρὸς ἀντιδιαστολὴν τῆς ὀργῆς ἔυσπλαγχνοι ὡς πρὸς ἀντι διαστολὴν τῆς πικρίας τὸ δὲ χαριζόμενοι ἑαυτοῖς ὅ ἐστι συγγνωμονικοὶ γίνεσθε πρὸς ἀντι διαστολὴν τῆς κακίας καὶ βλασφημίας τέθεικεν
186211vEph.4.32 καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐξαρίσατο ὑμῖν
187211vEph.4.32-Eph.5.1π γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ἀρκεῖ τοῦτο πρὸς μισθὸν τῷ χαριζομένῳ τὸ γενέσθαι μιμητὴν θεοῦ
188211vEph.5.1πα ὡς τέκνα ἀγαπητά ἰδοὺ καὶ ἄλλη πρὸς τὸ χαρίζεσθαι προτροπὴ μᾶλλον δὲ ἀνάγκη ἀνάγκην γὰρ ἔχετε φησιν μιμεῖσθαι τὸν πατέρα ὑμῶν εἶτα ἐπειδὴ μὴ πάντα τὰ τέκνα μιμεῖται τὸν πατέρα πρόσεθηκεν τὸ ἀγαπητά τοῖς γὰρ τοιόυτοις καὶ ἐξ ἀνάγκης τινὸς ἡ μίμησις
189211vEph.5.1-Eph.5.2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας
190211vEph.5.3πβ πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία εἰπεν περὶ τοῦ θυμικοῦ πάθους τοῦ θυμοῦ καὶ τῆς ὀργῆς καὶ τῆς πικρίας ἢλθεν λοιπὸν εἰς τὸ ἐπιθυμητικὸν τὸ τῆς πορνείας καὶ γὰρ ὁ νόμος πρῶτον εἰπὼν οὐ φονέυσεις ὅπερ τοῦ θυμικοῦ πάθος ὑπάρχει τότε εἶπεν οὑ μοιχέυσεις ὅπερ τοῦ ἐπιθυμητικοῦ καθέστηκεν καθάπερ γὰρ ἡ πικρία καὶ ἡ κραυγὴ καὶ ἡ κακία καὶ ἡ βλασφημία τοῦ θυμικοῦ πάθους ἐστὶν ὅυτως τοῦ ἐπιθυμητικοῦ πορνεία μοιχεία ἀκαθαρσία πλεονεξία εἰ γὰρ καὶ μὴ σωμάτων χρημάτων μέντοι ἐπιθυμεῖ
191211vEph.5.3πγ μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν ̃οἶδεν γὰρ τοὺς περὶ τούτων λόγους ὑπεκκαύματα καὶ προτροπὰς τῶν ἔργῶν γινομένους
192211vEph.5.3πδ καθὼς πρέπει ἁγίοις ὅυτω γὰρ πρέπει τοῖς ἁγίοις εἶναι σπουδάζουσιν
193212rEph.5.3-Eph.5.4πε καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία ὥσπερ ἄνω τὴν κραυγὴν περιεῖλεν ὄχημα τῆς ὀργῆς ὑπάρχουσαν ὅυτως νῦν τὴν αἰσχρολογίαν καὶ τὴν εὐτραπελίαν καὶ μωρολογίαν ὑπέκκαυμα τῆς πορνείας τυγχάνουσαν
194212rEph.5.4πϛ τὰ οὖκ ἀνήκοντα ἵνα μὴ δόξη φορτικός τις εἶναι καὶ τὴν ἐτραπελίαν ἐκκόπων τὴν αἰτίαν ἐπάγει τὰ μὴ ἀνήκοντα φησιν τί γὰρ πρὸς ἡμᾶς ταῦτα οὐδὲν κοινὸν ἡμῖν πρὸς αὐτά οὐ γὰρ γέλωτος ἢ εὐτραπελίας ὁ παρὼν καιρὸς ἀλλὰ πένθους καὶ ἀγῶνος ὡσεὶ ἔλεγεν ἐφέστηκεν ὁ δίαβολος πάντοθεν τρίζων τοὺς ὀδόντας καθ’ ἡμῶν καὶ ὠρυόμενος καὶ σὺ παίζεις καὶ ἀστεῖας λαλεῖς καὶ πῶς αὐτοῦ περιέστη δυσχερὲς γὰρ ἀγωνιζόμενον περιγενέσθαι αὐτοῦ μὴ τι γεπαίζοντα
195212rEph.5.4πζ ἀλλὰ μᾶλλον εὐχαριστία ἀνθῶν γὰρ τὰ ἀλλότρια συ φθέγγη εὐχαρίστει θεῷ
196212rEph.5.4-Eph.5.5πη τοῦτο γὰρ ἔστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκὰθαρτος ἢ πλεονέκτης ὅς ἐστιν εἰδωλάτρης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ ἦσαν ἴσως τινὲς παρ’ αυτοῖς οἱ λέγοντες ὅτι φοβῆσαι θέλων ὁ θεὸς ταῦτα ἀπηγόρευσεν τὰ εὐτελῇ ἢ καὶ ἐξεφάυλιζον ταῦτα ὡς οὐχῖ κανὰ ὅντα εἰς γέενναν ἐμβαλεῖν οἷα καὶ νῦν γίνεται τί γάρ φησι τὸ ἄτοπον εἰ εἰπὼν μωρὲ ἔνοχος γενήσεται γεέννης καὶ πῶς ἣ πλεονεξία εἰδωλολατρία τούτους οὖν αἰνίττεται ὁ ἀπόστολος καὶ δηλοῖ γὰρ ἡ ἐπαγωγή μηδεὶς ὑμᾶς ἐξαπατάτω κενοῖς λόγοις κενοῖς δὲ φησιν τοῖς μὴ ἔχουσιν τὸ ἐλπισθὲν αὐτοῖς πέρας μὴ δὲ εῖς ἔργον ἐκβαίνουσιν
197212rEph.5.6πθ μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις ἄρα ἀπάτης ἐστὶ τὸ τοιαῦτα λαλεῖν
198212rEph.5.6-Eph.5.7ϛ διὰ ταῦτα γὰρ ἔρξεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν ἢ διὰ τὴν πορνείαν καὶ ἀκαθαρσίαν καὶ τὰ λοιπὰ ἠ διὰ τοὺς τοιούτους λόγους ἀπειθείας δὲ ὑιοὺς τοὺς ἀσπειθοῦντας τοῖς τοιόυτοις λέγει
199212rEph.5.7-Eph.5.8ϛα ἦτε γάρποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ ἀναμιμνήσκει αὐτὴς τῆς προτέρας πολιτείας σκότος λέγων τὸν ἐν ἁμαρτία βίον φῶς δὲ τὸν ἐν ἀρετῆ
200212rEph.5.8ϛβ ὡς τέκνα φωτὸς περιπατεῖτε τοῦτεστιν εὐσχημόνως ἐν γὰρ φωτὶ πᾶς τις τοῦ εὐσχήμου προνοεῖ
201212vEph.5.9ϛγ ὁ γὰρ καρπὸς τοῦ πνεύματος τοιαῦτα καρποφορεῖ τὸ πνευμᾶ καὶ οἱ πνευματικόι ὡς τά γε ἕτερα τοῦ σατανᾶ εἰσιν καὶ τῶν δαιμόνων καρποί
202212vEph.5.9ϛδ ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ ὡς πρὸς τοὺς ὀργιζομένους τοῦτο καὶ τοὺς πικρούς τὸ δὲ δικαιοσύνη ὡς πρὸς τοὺς πλεονέκτας τὸ δὲ ἀληθείᾳ ὡς πρὸς τοὺς τὴν ψευδῇ τῆς ἀκολασίας καὶ ἁμαρτίας διώκοντας ἡδονήν
203212vEph.5.10ϛϛ δοκιμάζοντες τί ̓στιν εὐάρεστον τῷ θεῷ ́ἄρα ἀδοκίμου καὶ παιδικῆς διανοίας τὰ ἄλλα
204212vEph.5.10-Eph.5.12ϛζ καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν ποῖος γὰρ καρπός ποῖον ὅφελος ἐξ ἐκείνων θάνατος μὲν οὖν σκότους δὲ λέγει τῶν ἐν πλάνῃ καὶ ἁμαρτίαις ἀνθρώπον καὶ τί λέγω μὴ συγκοινωνεῖτε μᾶλλον φησιν καὶ ἐλέγχετε παιδέυοντες αὐτοὺς διὰ τῶν ἐλέγχων τοῦτο δὲ οὐκ ἐστίν ἐναντίον τῶ μὴ κρίνετε ὧδε γὰρ τὸ ἐλέγχετε ἀντὶ τοῦ παιδέυετε κεῖται ἐκεὶ δὲ τὸ κατακρίνετε
205212vEph.5.13ϛη τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φασεροῦται τουτέστιν ἐὰν ἦτε ὑμεῖς ἐνάρετοι οὐ δύνανται λαθεῖν οἱ πονηρόι ἀλλ’ αὐτὸς ὑμὼν ὁ βίος καὶ πρὸ τῶν ὑμετέρων λόγων κατήγορος καὶ ἔλεγχος ἔστιν αὐτῶν ἐὰν γὰρ λανθάνωσιν ἀδιόρθω τοιμένουσιν φανερούμενοι δὲ διορθωθήσονται
206212vEph.5.13ϛθ πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν ἢ τοῦτο φησιν ὅτι τὰ ἁμαρτήματα ἐπ’ ἂν φανρωθῆ φῶς γίνεται τουτέστιν εἰς δικαιοσύνην μετατρέπεται διὰ μετανοίας ἢ ὅτι ἐνάρετος βίος οὐ δύναται κρυβῆναι δίο ἐλέγχει τὸ σκότος τουτέστιν τοὺς πονηρούς
207213rEph.5.13-Eph.5.14ρ διὸ λέγει ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καθεύδοντα καὶ νεκρὸν τὸν ἐν ἁμαρτίαις λέγει καὶ γὰρ καὶ ἀνενέργητος ἐστιν πρὸς τὸ καλὸν ὡς ὁ νεκρὸς καὶ φαντασιοῦται ὡς ὁ καθεύδων καὶ εἰδεχθής ἐστι καὶ δυσωδίας γέμων ὡς ὁ νεκρὸς
208213rEph.5.14α καὶ ἐπιφαύσει σοι ὁ χριστός ὅτι δὲ φησιν ἐστί σκότος ὁ ἐν ἁμαρτίαις ἀκουσον πῶς αὐτὸν καθεύδοντα καὶ νεκρὸν ἡ γραφὴ καλεῖ καὶ ὡς οὐκ ἂν ἄλλως ἐπιλάμψη χριστὸς πλὴν εἰ μὴ πάυσηται τῆς ἁμαρτίας τὸ γὰρ ἔγειραι παῦσαί ἐστι ταῦτα καὶ πρὸς ἀπίστους καὶ προς πιστοὺς ἁμαρτωλοὺς ἁρμόζει τὸ δὲ ἐπιφαῦσει τουτέστιν ἐπιλάμψει
209213rEph.5.14-Eph.5.15β βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε πρόβατα ἐστὲ ἐν μέσῳ λύκων διὸ πολλῆς παραφυλακῆς χρεία μὴ ἀναδέξασθε ἔχθρας πλὴν διὰ τὸ κήρυγμα
210213rEph.5.15-Eph.5.16γ μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί ἐξαγοραζόμενοι τὸν καιρόν οἱ γὰρ σοφοὶ ἴσασιν πῶς δεῖ περιπατεῖν πάντα γάρ φησιν δεῖ προϊέσθαι καὶ ἀγοράζειν τὸ μὴ περὶ τὴν πίστιν ναυαγῆσαι
210ex213rEph.5.16
211213rEph.5.16δ ὅτι αἱ ἡμέραι πονηραί εἰσιν οὐχὶ ἐν αὐταῖς αἵ ὧραι ἢ οἱ χρόνοι εἰσὶ πονηροὶ μὴ γένοιτο ἀλλ’ ἐκ τῶν ἐν αὐταῖς κακῶν παρ’ ἡμῶν γινομένων τὰς ἡμέρας πονηρὰς ἐκάλεσεν ὡς ἡμεῖς λέγομεν κακὴν ἢ καλὴν ἡμέραν ἐποίησα οὐ τοῦτο λέγοντες ὄτι αὐτὴ ἡ φύσις τῆς ἡμέρας κακὴ ἢ καλὴ ἀλλ’ ἐκ τῶν ἡμῖν συμβαινόντων ὅυτως αὐτὴν ὀνομάζοντες διὰ τοῦτο καὶ ὁ χριστός φησιν ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς τουτέστιν τὰ ἐν αὐτῇ κακὰ παρ’ ἡμῶν γινόμενα
212213rEph.5.16-Eph.5.17ε διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἐπειδὴ ἡ πονηρία φησιν ἀνθεῖ καὶ ἐπικρατεῖ τοῦ παρόντος βίου καὶ τῶν ἡμερῶν μὴ γίνεσθε ἄφρονες ὥστε ἀλίσκεσθαι αὐτῇ
213213rEph.5.17ϛ ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου θέλημα κυριοῦ τὸ τὸν παρόντα καιρὸν ἐξαγοράζεσθαι
214213rEph.5.17-Eph.5.18ζ καὶ μὴ μεθύσκεσθε οἴνῳ ὁ γὰρ οἶνος πρὸς εὐφροσύνην οὐ πρὸς μέθην δέδοται
215213rEph.5.18η ἐν ᾧ ἐστὶν ἀσωτία θυμώδεις ποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς καὶ πρὸς ἀσέλγειαν ἐπιρρεπεῖς
216213rEph.5.18-Eph.5.19θ ἀλλὰ πληροῦσθε ἐν πνεύματι λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς θέλεις πληροῦσθαι φησι καὶ ὡς εἰπεῖν μεθύσκεσθαι τοῦτο ποίει ἐν τῷ ἁγίῳ πνευματικί πληρούμενος αὐτοῦ ἔσται δὲ τοὖτο διὰ ψαλμῶν καὶ ὠδῶν
217213rEph.5.19ι ἄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ εἰσὶ γὰρ καὶ διαβολικάι
218213vEph.5.19ια μὴ τοῖς χείλεσι μόνοις ἀλλὰ καὶ κατὰ τὴν καρδίαν
219213vEph.5.19-Eph.5.20ιβ εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί διὰ τοῦ ὀνόματος γὰρ τοῦ χριστοῦ πάντα ἡμῖν ὑπάρχει
220213vEph.5.21ιγ ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ θεοῦ ὅταν γὰρ ἔκαστος ἐκάστῳ εἴη ὑποτεταγμένος καὶ μὴ διάτι πραγμα κοσμικὸν ἢ ἄτοπον ἀλλὰ διὰ φόβον χριστοῦ τί ἔσται λοιπὸν ἐν μέσω κακόν
221213vEph.5.21-Eph.5.22ιδ αἱ γυναῖκες ἐὰν γὰρ ὢσιν οὗτοι ἐν εἰρήνῃ πᾶσα ἡ οἰκία εἰρηνέυει καὶ πάντες ἀπολαύουσι τῆς ἔντευθεν ὠφελείας
222213vEph.5.22-Eph.5.23ιε τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ κυρίῳ ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός,ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας βαβαὶ ὑποταγῆς ἐπίτασις πῶς οὖν φησιν ὁ χριστὸς ἐὰν μὴ τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ οὐ δύναται ἀκολουθῆσαι μοι καὶ φαμέν ὅτι τὸ ΩϹ οὐ πάντοτε ἰσότητα σημαίνει ἢ τοῦτο φησιν ὡσεῖ δῦιαι ὅτι τῷ χριστῷ εἰσιν ὑποτασσόμεναι ἐκ τούτου
223213vEph.5.23ιϛ καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος καὶ αὐτὸς ὁ ἀνὴρ καὶ γὰρ ἡ κεφαλὴ σωτηρία ἐστι τοῦ λοιποῦ σώματος μικροῦ τὰς πάσας αἰσθήσεις ἔχουσα ἐν ἑαυτῇ οὐκ οὖν καὶ ὁ ἀνὴρ τῆς γυναικός ὅρα δὲ πῶς τὸ ἀρχικὸν καὶ τὸ προνοητικὸν ἀπένειμεν τῷ ἀνδρί τὸ δὲ εἰκτικὸν τῇ γυναικί
224213vEph.5.23-Eph.5.24ιζ /Οικουμενιου ἀλλ’ ὡσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ’’ανδράσιν ἐν παντί τὸ ἄπαν πλῆθος ἐν γὰρ τοῖς καθέκαστον ἔνι καὶ ἀν ὑπότακτος
225214rEph.5.24-Eph.5.25ιη οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν Καὶ ἑαυτὸν παρέδωκεν ὑπερ αὐτῆς θέλεις αὐτὴν ὑποτετάχθαι σοι ὡς τῷ κυριῷ ἀγάπα αὐτὴν ὡς ὁ κυριός τὴν ἐκκλησίαν κἆν δέητι παθεῖν ὑπὲρ αὐτῆς κἂν ἀποθανεῖν μὴ παραιτήση σὺ μἐν γὰρ ἴσως εἰς ὑποτεταγμένην καὶ ἀγαπῶσαν ταύτην ἐπιδείξη ὁ δὲ χριστὸς εἰς ἐχθρὰν καὶ ἀποστρεφομένην καὶ φέγουσαν
226214rEph.5.25ιθ ἆρα οὖν ἅναγνος ἦν καὶ ἀκάθαρτος οἶαν οὖν εἰ λάβοις γυναῖκα οὐκ ἂν ὅυτως ἀκάθαρτον λήψη ἀλλ’ οὐκ ὠν είδισεν ὁ χριστὸς τὴν ἐκκλησίαν τοιαύτην οὖσαν οὐκ οὖν μὴ τε σὺ τὴν σαυτοῦ γυναῖκα
227214rEph.5.26κ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος τουτέστιν τῷ βαπτίσματι ἀπέλουσε γὰρ αὐτῆς τὴν ἀκαθαρσίαν
228214rEph.5.26κα ἐν ῥήματι ποίω ῥήματι αὐτὸς εἶπεν τοῖς ἀποστολὸις βαπτίζοντες αὐτούς φησιν εἰς τὸ ὅνομα τοῦ πατρὸς καὶ τοῦ ὑιοῦ καὶ τοῦ ἁγίου πνευματὸς
229214rEph.5.26-Eph.5.27κβ ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν οὐχ ἁπλῶς καθαρὰν ἀλλ’ ἔνδοξον ὥσπερ τοίνυν ὁ χριστὸς πάντων αἴτιος τῶν ἀγαθῶν τῇ ἐκκλησίᾳ καὶ σὺ κατὰ δύναμιν ἔσο τῇ γυναικί καὶ ὥσπερ αὐτὸς σώματος οὐκ ἐπιζητεῖ κάλλος ἀλλὰ ψυχῆς ὅυτως καὶ συ ἀν γὰρ ψυχῆς κάλλος ἐπιζητῆς καὶ εἰς τοῦτο αυτὴν ῥυθμίσης καὶ τῷ θεῷ καὶ σαυτῷ καλὴν ἐργάση
230214rEph.5.27κγ μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ’ ἵνα ἦ ἁγία καὶ ἄμωμος διὰ τούτων τὰ ψυχικὰ λέγει πάθη τὰ δυσειδῆ τὸν ἐντὸς ποιοῦντα ἄνθρωπον
231214rEph.5.28κδ οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα οὐχ ὥς εἰς μεῖζον ἐρχόμενος ὑπόδειγμα τὸ τοῦ οἰκείου σώματος εἴρηκεν ὑπερβάλλει γὰρ τὸ κατὰ χριστὸν πρὸς τὴν ἐκκλησίαν ἀλλ’ ὡς εἰς οἰκειότερον καὶ ἐγγύτερον ἐκ τούτου γὰρ καὶ ὀφειλὴν τὸ πραγμα δείκνυσιν εἰ γὰρ σῶμα ἐστι σὸν ἡ γυνὴ ἔσονται γάρ φησιν οἱ δύο εἰς σάρκα μίαν κατὰ ὀφειλὴν προνοήσεις αὐτῆς ὡς σαρκός σου
232214rEph.5.28-Eph.5.29κε ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ οὐδεὶς γάρ ποτε τὴνἑαυτοῦ σάρκα ἐμίσησεν ὅτι γάρ ἐστι σὰρξ τοῦ ἀνδρὸς ἡ γυνὴ ἅκουε τοῦ ἀδὰμ λέγοντος τοῦτο νῦν ὁστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου
233214vEph.5.29κϛ ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτὴν καθὼς καὶ ὁ κυρίος τὴν ἐκκλησίαν συνεχῶς τῷ τοῦ χριστοῦ χρῆται παραδείγματι πρὸς ̓ἀγάπην τοὺς ἄνδρας ἐκ τούτου παρακαλῶν
234214vEph.5.30κζ ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ ὡσεὶ εἶπεν γνησίως ἐσμὲν ἐξ αὐτοῦ ἐπειδὴ γὰρ τὰ ὀστὰ καὶ τὸ σῶμα χαρακτηρίζει τὸν ἄνθρωπον διὰ τὴν γνησιότητα φησιν ἐξ αὐτῶν ἡμᾶς εἶναι
234ex214vEph.5.30κη /οικουμενιου ἐξ αὐτοῦ δὲ καθὸ ἀπαρχὴ ἡμῶν ἐστιν τῆς δευτέρας πλάσεως ὥσπερ ἐκ τοῦ ἀδὰμ διὰ τὴν πρώτην
235214vEph.5.30-Eph.5.31κθ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἕσονται οἱ δύο εἰς σάρκα μίαν τὴν ἡκριβωμένην ἕνωσιν καὶ τὴν ἀγάπην δηλοῖ
236214vEph.5.31λ ἰδὸυ καὶ ἕτερον δικαίωμα ἀγάπης ὅτι σῶμα ἀλλήλων εἰσίν
237214vEph.5.32λα τὸ μυστήριον τοῦτο μέγα ἐστὶν ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν πῶς μέγα ὅτι τῷ χριστῷ ἐξὸν μένειν ἐπὶ τῆς ἰδίας δόξης ἐταπέινωσεν ἑαυτὸν ἐν ἀνθρωπήσας ἵνα προσκολληθῇ τῇ ἐκκλησίᾳ καὶ ἐγένοντο οἱ δύο εἰς πνεῦμα ἔν ὁ γὰρ κολλώμεν ὁς φησιν τῷ κυριῷ ἓν πνεῦμα ἐστίν
238214vEph.5.33λβ πλὴν καὶ ὑμεῖς ὡσέι ἔλεγεν οὐχ ἠ ἀναγωγῇ τοῦ ὀνόματος καὶ ἡ πνευματικῇ ἐξήγησις ἀνατρέπει τὸ ἰδικὸν δύναται γὰρ καὶ πνευματικῶς καὶ ἰδικως ἑρμηνεύεσθαι
239214vEph.5.33λγ οἱ καθ’ ἔνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν οἷον ἄνθρωποι τὰ γὰρ τοῦ κατὰ ἀναγωγὴν νοήματος εἰς κοινότητα ὁρᾶ τουτέστιν τὴν ἐκκλησίαν
240214vEph.5.33λδ ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα οἷδεν γὰρ ἡ ἰσοτιμία γίνεσθαι ἀκασταστασίας ὑπόθεσις διὰ τοῦτο μίαν ἀρχὴν κελεύει εἶναι τὴν τοῦ ἀνδρός τί δή ποτε δὲ περὶ τῆς ἀγάπης πολλὰ διαλεχθεις περὶ τοῦ φόβου οὐχ οὕτως ἐποίησεν ὅτι προηγουμένως τὴν ἀγάπην εἶναι δεῖ ὅυτω γὰρ καὶ ὁ φόβος ἔψεται τὸ δὲ φοβεῖσθαι νόει ὡς πρέπει γυναῖκα φοβεῖσθαι μὴ δουλοπρεπῶς
241215rEph.5.33-Eph.6.1λε τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν εἶπεν περὶ τῆς πρώτης ἀρχῆς τῆς κατὰ τὸν ἄνδρα νῦν περὶ τῆς δευτέρας λέγει τῆς κατὰ τοὺς γονεῖς ἡμὲν γὰρ γυνὴ τῷ ἀνδρί τὰ δὲ τέκνα καὶ τῇ γυναικὶ ὑπόκεινται
242215rEph.6.1-Eph.6.2λϛ ἐν κυριῷ τοῦτο γάρ ἐστιν δίκαιον τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα τουτέστιν κατὰ κυρίον ἐν οἷς μὴ βλάπτεται ἡ εὐσέβεια τί γὰρ ὅτε προστῆσαι βούλεται ὁ πατὴρ τὴν θυγατέρα ἢ αἰσχρὰν διδάξαι τέχνην τὸν υἱόν ἢ πρὸς ἑλληνισμὸν ἀγαγεῖν τὰ γὰρ τοιαῦτα οὐκ ἐν κυρίῳ ἐστιν
243215rEph.6.2-Eph.6.3λζ ἥτις ἐστὶν ἐντολὴ πρῶτη ἐν ἐπαγγελίᾳ,ἵνα εὖ σοι γένηται καὶ τοι οὐκ ἔστιν αὔτη πρώτη ἔστι γὰρ πρώτη οὐ φονέυσεις οὐ μοιχέυσεις ἀλλ’ ὅρα τί προς τέθεικεν ἐν ἐπαγγελίᾳ ἐκεῖναι γὰρ αἱ πρῶται οὐκ ἔχουσιν ἐπαγγελίας ἀναχωρήσις γάρ εἰσι κακῶν οὐκ ἀγαθοῦ ἐργασία τοι γάρ οὖν κατὰ τὸν τῆς ἐπαγγελίας λόγον ἐστὶ πρώτη ἀγαθοῦ γάρ ἐστιν ἐργασία
244215rEph.6.3λη καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς ὅρα σοφίαν ἐπειδὴ γὰρ πρὸς νηπίους ὁ λόγος αὐτῷ πρὸς γὰρ τὰ τέκνα λαλεῖ αὐτὴν τὴν κειμένην ἀμοιβὴν εἴρηκεν καὶ οὐδὲν ὑψηλόν οὐ περὶ βασιλείας οὐρανῶν·οὐ περὶ μιμήσεως χριστοῦ ὅπερ ἐπὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐποίησεν τί γὰρ ἡ δύτερον παισὶ τῆς μακροχρονίας καὶ γὰρ καὶ τοῖς ἰουδαίοις ὡς νηπίοις οὖσι τὰς φρένας ταῦτα ἐνομοθετήθη οὐ γὰρ ἴσχυον τέλείων ἀκούειν
245215rEph.6.3-Eph.6.4λθ καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν οὐκ εἶπεν ἀγαπᾶτε τοῦτο γὰρ αὐτοὺς ἡ φύσις καὶ ἄκοντας ἀπαιτεῖ ἀλλὰ μὴ παροργίζετε τουτέστιν μὴ ἀποκληρονόμους μὴ ἀποκηρύκτους ποιῆτε μὴ φορτικὰ καὶ δούλοις πρέποντα αὐτοῖς ἐπιτάσσετε καὶ πρὸς αὐτοὺς ἀεὶ δυσχεράινετε
246215rEph.6.4μ ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου τοῦτο τῆς παραινέσεως τὸ κεφάλαιον πνευματικῶν γὰρ ὄντων καὶ τὰ σαρκικὰ ἀκολουθήσει τοῦτο γὰρ αὐτοὺς μάλιστα πειθηνίους ποιεῖ
247215rEph.6.5μα οἱ δοῦλοι ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα τοὺς δούλους ἐσχάτους τέθεικεν ἐπειδὴ καὶ εἰσὶν τῷ ἀξιώματι οὐκέτι δὲ τούτοις ὡς νηπίως διὰ λέγεται ἀλλ ὡς τελείως κατὰ σάρκα δὲ τουτέστιν προς καίροις ἐκ τούτου δὲ καὶ παραμυθεῖται αὐτούς
248215rEph.6.5μβ μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ χριστῷ εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσει πόσω μᾶλλον τούτους τὸν δὲ τοιοῦτον οὐκ ἀπαιτεῖ παρὰ γυναικῶν φόβον ἐπειδὴ μήτε εἰσὶ δοῦλοι ἀλλ’ ὑπήκοοι καλῶς δὲ τὸ ἐν ἀπλότητι καρδίας ἔνι γὰρ καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν ἀλλ’ οὐκ ἐξευνοίας ̓ἀλλὰ κακόυργως
249215vEph.6.5-Eph.6.6μγ μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι οὐχ ἵνα ὅταν παρῶσιν οἱ δεσπόται μόνον καὶ ὁρῶσιν ἀλλ’ ἵνα καὶ ἀπόντων αὐτῶν ἴνα τὰ δέοντα ποιῶσιν
250215vEph.6.6μδ ἀλλ’ ὡς δοῦλοι τοῦ χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἄρα ὁ ἀνθρωπάρεσκος οὐκ ἔστι χριστοῦ δοῦλος
251215vEph.6.6-Eph.6.7με ἐκ ψυχῆς μετ’ εὐνοίας δουλεύοντες ἐνί γὰρ καὶ ἐν ἁπλότητι κακούργως ἐργάζεσθαι μὴ μὴν ὀση δύναμις πάρεστιν ἀλλὰ τὸν ὡρισμένον μόνον
252215vEph.6.7μϛ τῷ κυριῷ καὶ οὐκ ἄνθρωποις μὴ κατὰ βίαν ἀλλ’ ἐκ προαιρέσεως
253215vEph.6.7-Eph.6.8μζ εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν τοῦτο κομιεῖται παρὰ τοῦ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος ἐπειδὴ εἰκός ἐστιν πολλοὺς τῶν δεσποτῶν μὴ ἀμείβεσθαι τῆς εὐνοίας τοὺς δούλους ἐκεῖ αὐτοῖς ὑπισχνεῖται τὴν ἀμοιβήν
254215vEph.6.8-Eph.6.9μη καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς τὸ αὐτὸ ποῖον μετ’ εὐνοίας δουλεύετε μὴ ὡς ̓ἀνθρωπάρεσκοι ἀλλὰ ταῦτα οὐ λέγει φανερῶς καίτοι τοιαῦτα διανοηθείς καὶ γὰρ καὶ οἰ κύριοι δουλεύουσι τοῖς δούλοις ὅταν γὰρ ἐκεῖνου κοιμωμένου καὶ ῥέγχοντος ὁ δεσπότης περὶ τροφῶν περὶ ἐνδύματος μεριμνῶν οὐ καθεύδη ἆρα οὐ δουλεύει ἔστι δὲ καὶ ἐπὶ τῶν κυρίων τὸ μετὰ φόβου καὶ τρόμου ἁρμόσαι τοῦ πρὸς θεὸν δηλονότι
255215vEph.6.9μθ ἀνιέντες τὴν ἀπειλήν μὴ φορτικοί φησιν μὴ ἐπαχθεῖς
256215vEph.6.9ν εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς ᾧ γὰρ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν φησιν μὴ ἀκούσης καὶ σὺ δοῦλε πονηρὲ πᾶσαν τὴν ὀφειλὴν ἐκεῖνην ἀφῆκα σοι καὶ τὰ τούτων ἑξῆς
257215vEph.6.9να καὶ προσωποληψία οὐκ ἔστιν παρ’ αὐτῷ μὴ νομίσης ὅτι τῶν εἰς τὸν δοῦλον γινομένων κακῶν καταφρονεῖ διὰ τὸ τοῦ προσώπου εὐτελές οὐκ ἔνι παρὰ θεῷ δοῦλος καὶ δεσποτῆς
258216rEph.6.9-Eph.6.10νβ τὸ λοιπὸν ἀδελφοί μου ̓ν δυναμοῦσθε ἐν κυρίῳ μετὰ τὸ διὰ τάξαι τὰ εἰκότα τοῦτο φησιν ὑπό λοιπον τὸ ἐνδυναμοῦσθαι ὑμᾶς ἐν κυρίῳ τουτέστιν ἐν τῇ εἰς αὐτὸν ἐλπίδι ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ διὰ γὰρ τῆς αὐτοῦ βοηθείας ὑπάρχει ἡμῖν τὸ ἐλπίζειν εἰς αὐτόν
259216rEph.6.10νγ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ ἰσχυρὸς γάρ ἐστι φησὶν καὶ ἱκανὸς πάντα κατορθὼσαι
260216rEph.6.10-Eph.6.11νδ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ μετὰ τὸ διοικῆσαι πάντας κατὰ τάξιν λοιπὸν καὶ ὁπλίζει αὐτοὺς ὡς πρὸσπόλεμον χαλεπόν
261216rEph.6.11νε προς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου οὐκ εἶπεν μάχας ἀλλὰ μεθοδείας ὅ πέρ ἐστι χαλεπώτερον οἷον πρὸς τὰς ἐπιβουλάς προς τὰς ἐνέδρας πρὸς τοὺς δόλους
262216rEph.6.11-Eph.6.12νϛ ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ταῦτα φησιν δεικνὺς ὅτι νήψεως χρεία καὶ ἐγρηγόρσεως πρὸς τὸν πόλεμον οὐ πτοῆσαι βουλόμενος ὁ γὰρ διδάσκων τοῦ ἐχθρὸυ τὴν δύναμιν ἀσφαλετέρους ποιεῖ τοὺς οἰκείους
263216rEph.6.12νζ ἀλλὰ πρὸς τὰς ἀρχάς περὶ δαιμόνων λέγει οὓς ἡμεῖς ἑαυτῶν πἐποιήκαμεν ἄρχοντας ἐκόντες αὐτοῖς ὑποκλινόμενοι οὐ γὰρ ἔλαχον τοῦ ἄρχειν ἡμῶν ἀλλὰ πατεῖσθαι ἰδοὺ γάρ φησι δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων
264216rEph.6.12νη πρὸς τὰς ἐξουσίας οὐ γὰρ ἕξει περαιτέρῳ τοῦ κόσμου χώραν
265216rEph.6.12νθ πρὸς τοὺς κοσμοκράτορας κόσμον οἶδεν ἡ γραφὴ τὰς πονηρὰς πράξεις καλεῖν οὕτω καὶ ὁ χριστὸς πρὸς τοὺς μαθητάς ὑμεῖς οὐκ ἐστέ φησιν τοῦ κόσμου τούτου κοσμοκράτορας οὖν φησι τοὺς δαίμονας ὡς ὄντας τῶν πονηρῶν πράξεων καθηγεμόνας
266216rEph.6.12ξ τοῦ σκότους τοῦ αἰῶνος τούτου ἵνα μὴ φοβηθῆς ἀκόυων κοσμοκράτορας ἐπήγαγεν τίνος ἄρχουσι τῆς πονηρίας φησι σκότος γὰρ τοῦ αἰῶνος τούτου τὰς πονηρὰς λέγει πραξεις
267216vEph.6.12ξα /Οικουμενιου πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πρὸς τὰ πνευματικὰ τουτέστιν δαιμόνια τὰ ὄντα ἢ τῆς πονηρίας τουτέστιν τοῦ διαβόλου ὑπ’ αὐτὸ γὰρ τελοῦσιν ἣ τῶν πονηρῶν πράξεων καθηγηταί
268216vEph.6.12ξβ ἐν τοῖς ἐπουρανίοις ὡσεὶ ἔλεγεν ἔστιν δὲ ἡμῖν ἡ πρὸς τούτους πάλη οὐ περὶ μικρῶν τινῶν ἀλλ’ ὑπὲρ τῶν ἐν ἐπουρανίοις πραγμάτων οἷον βασιλείας οὐρανῶν καὶ ὑιοθεσίας διὸ νήφειν χρή ἡ δὲ λεξις ἡ ΕΝ ἀντὶ προθεύσεως τῆς διὰ οἷον διὰ τὰ ἐπουρανία φησιν
269216vEph.6.12-Eph.6.13ξγ διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀντιστῆναι ἐπειδή φησι χαλεποὶ οἱ ἐχθροί
270216vEph.6.13ξδ ἐν τῇ ἡμέρα τῇ πονηρᾷ ἡμέραν πονηρὰν τὸν παρόντα καλεῖ βίον διὰ τὰ ἐν αὐτῷ πονηρὰ πράγματα δεικνὺς βραχὺν τὸν τοῦ πολέμου καιρόν καὶ τούτω αὐτῷ προθυμίαν αὐτοῖς διδούς
271216vEph.6.13ξε καὶ ἅπαντα κατεργασάμενοι στῆναι ἅπαντα οἷον τὰ πάθη τὰς ἐπιθυμίας κατεργασάμενοι οἷον καταπολεμήσαντες στῆναι νικηφόροι τινὲς καὶ λαμπροὶ τοῖς τροπαίοις πολλοὶ γὰρ μετὰ τὸ νικῆσαι πάλιν ἔπεσον ἀλλ’ ἵνα ἐνστῆτε τῇ νίκῃ
272216vEph.6.14ξϛ στῆτε οὖν περιζωσέμενοι ἐπὶ πόλεμον προτρέπων τὸ πρῶτον ἐν τοῖς τακτικοῖς παραινεῖ τὸ στῆναι εὐτάκτως εἶτα λοιπὸν καθοπλίζει καὶ πρῶτον ζώννυσι τὸν διαρρέοντα καὶ διακεχύμενον ταῖς ἐπιθυμίαις καὶ χαμὰι τοὺς λογισμοὺς συρομένους ἔχοντα στρατίωτην καὶ ἀναστέλλει τῇ νοητῇ ταύτῃ ζώνη
273216vEph.6.14ξζ τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ ὥσπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις τὸ πᾶν συνέχει θεμέλιος τις οὖσα οὕτως ἐφ’ ὑμῶν ἡ ὀσφύς οἱ γοῦν ἀποκαμόντες πολλάκις ὥσπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας ἐπιτιθέντες ἐπαναπάυονται τὴν τοίνυν ἀρχὴν ἡμῶν πρῶτον συσφίγγει οἷον τὸν ἐν ἡμῖν τόνον τῆς ψυχῆς ὃν τροπικῶς ὀσφὺν ἐκάλεσεν ὃν τῇ ἀληθείᾳ περιζώννυσιν ἡ δὲ ἀλήθεια εἰς πολλὰ νοεῖται ἀλήθεια δογμάτων ἀλήθεια βίου χρηστοῦ ὑποκρίσεως κεχωρισμένου ἀλήθεια λόγων τὸ δολερὸν ἀρνουμένων ἀλήθεια ἐνθυμήσεως οὐδὲν ἐχούσης τοῦ νόθου καὶ κιβδήλου τῶν δαιμόνων σπόρου
273ex216vEph.6.14
274216vEph.6.14ξη καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς διλαιοσύνης τὸν καθὸλου φησιν ἐνάρετον βίον
275217rEph.6.15ξθ καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ ἢ τοῦτο φησιν ὅτι χρὴ ἐτοίμους εἶναι πρὸς τὸ εὐαγγελίζεσθαι ὡς ὡραῖοι γάρ οἱ πόδες τῶν εὐαγγελιζομένων εἶρήνην ἢ ὅτι ἐν ἑτοίμῳ ὁφείλομεν εἶναι καὶ βίον ἔχειν ὡς τὸ εὐαγγελίον ὑφηγεῖται τὴν γὰρ ἑτοιμασίαν τῆς καρδίας αυτῶν φησὶν ὁ προφήτης προσέσχεν τὸ οὖσ σου
276217rEph.6.15ο τοῦ εὐαγγελίου τῆς εἰρήνης τὸ γὰρ εὐαγγέλιον εἰρήνην μὲν πρὸς τὸν θεὸν ποιεῖ πόλεμον δὲ πρὸς τοὺς δαίμονας
277217rEph.6.15-Eph.6.16οα ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρετὸν τῆς πίστεως δεῖ γὰρ ἐκεῖνα προηγεῖσθαι πίστιν δὲ φησι τὴν ἐλικρινῇ καὶ διάπυρον περὶ ἦς ὁ κύριος φησιν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι καὶ μεταβήσεται
278217rEph.6.16 ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι
279217rEph.6.16-Eph.6.17οβ καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι τῆς σωτηρίας ὑμῶν τουτέστιν τῆς ἐλπίδος τὸ δὲ δέξασθαι οἷον φορέσται καὶ δέξασθαι τῇ κεφαλῇ
280217rEph.6.17-Eph.6.18 καὶ τὴν μάχαιραν τοῦ πνεύματος ὅ ἐστιν ῥῆμα θεοῦ διὰ πᾶσης προσευχῆς καὶ δεήσεως
280ex217rEph.6.18
281217rEph.6.18ογ προσευχόμενοι ἐν παντὶ μετὰ τὸ καθοπλίσαι τὸν βασιλέια λοιπὸν καλεῖ ἵνα δῷ χεῖρα
282217rEph.6.18οδ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων μὴ ἐν βαττολογίαις καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες μηδέν φησι ῥάθυμον ἢ καὶ ἠμελημένον
283217rEph.6.18-Eph.6.19οε καὶ ὑπὲρ ἐμοῦ καὶ γὰρ καὶ τὸν πέρον φησιν ἡ εὐχὴ τῆς ἐκκλησίας ἔλυσεν τῶν δεσμῶν
284217vEph.6.19οϛ ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματος μου καλῶς τὸ ἐν ἀνοίξει οὔτε γὰρ προεμελέτα τῷ χριστῷ πειθόμενος τί λαλήσει ἀλλ’ ἐξ ὑπογύου καὶ ἐν αὐτῷ τῷ τὸ στόμα ἀνοῖξαι ὁ λόγος προίῃει
285217vEph.6.19οζ ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου ἡ ἵνα ἐν παρρησίᾳ φησιν ἀπολογήσωμαι
286217vEph.6.19-Eph.6.20οη ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει ὑπὲρ οὗ εὐαγγελίου πρεσβεύω πρὸς τοὺς ἀνθρώπους ἵνα φησιν αὐτῷ καὶ τοῖς ἐν αὐτῷ καταλλαγῶσιν ὑπὲρ χριστοῦ γάρ πρεσβεύομεν
287217vEph.6.20οθ ἵνα ἐν αὐτῷ παρρησίασωμαι ὡς δεῖ με λαλῆσαι ἐν δεσμοῖς ἦν καὶ ἀπολογεῖσθαι ἤμελλεν ἵνα οὖν φησι μετὰ παρρησίας καὶ ὅυτως ὡς χρὴ τὸν ὑπὲρ τούτων ἀπολογούμενον καὶ τηλικούτων ἀπολογήσωμαι
288217vEph.6.20-Eph.6.21π ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ τί πράσσω πάντα ὑμῖν γνωρίσει τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς ἄπερ ἦν παραινέσεως καὶ δογμάτων ἔγραψεν τὰ δὲ κατ’αυτὸν τῷ φέροντι τὴν ἐπιστολὴν λαλῆσαι ἐπέτρεψεν
289217vEph.6.21πα καὶ πιστὸς διάκονος ἐν κυριῷ εἰ πιστὸς οὐκ οὖν καὶ ἀληθεύσει προφανῶς
290217vEph.6.21-Eph.6.22πβ ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν τοῦτο καὶ τῆς παύλου ἀγάπης καὶ τῆς ἐκείνου σημεῖον ἦν τὸ ἐθέλειν παντὶ τρόπῳ γνωσθῆναι αὐτοῖς ἐν ποίοις ἧν
291217vEph.6.22πγ καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν ἐπειδὴ γὰρ ἐκ ἁλύσεσιν ἦν ὁ διδάσκαλος ἔχρηζον οἱ μαθηταὶ παρακλήσεως εἰς τοῦ μὴ καταπεσεῖν
292218rEph.6.23πδ εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἰησοῦ χριστοῦ ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ τὴν μετὰ πίστεως ἀγάπην ἵνα μὴ ἦ αὔτη πρὸς ἐτεροδόξους ἀλλὰ πρὸς μόνους πιστούς ἢ ὅτι οὐδέν ἐστιν τῆς ἀγάπης κέρδος μὴ καὶ πίστεως οὔσης
293218rEph.6.24πε ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κυρίον ἡμῶν ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ ἀμήν ἡ γὰρ εἰς τὸν χριστὸν ἀγάπη ἄφθαρτος καὶ ἀμείωτος μὰλλον δὲ καθ’ ἐκάστην ἐπιδιδοῦσα τὴν ἡμέραν ὤφειλεν εἶναι