A Transcription of Ephesians in GA 1980, by Clark R. Bates

UnitPageVersesAttributionsBiblicalComment
Hb202rEph.None.None-Eph.1.1α /πρόλογος Παῦλος ἀπόστολος ἰησοῦ χριστοῦ ἡ ἔφεσος μητρόπλις μέν ἐστι τῆς ἀσίας τὴν δὲ ἄρτεμιν ἔσεβεν καὶ τοσοῦτον ἦν περὶ τὴν δαίμονα τὸ σέβας ὡς καὶ νεωκόρον τὴν ἔφεσον τῆς ἀρτέμιδος ἀναγορεύεσθαι ὡς ἐν ταῖς πράξεσιν ϊστόρηται ἐν αὐτῇ τῇͅ ἐφέσῳ ὁ εὐαγγελιστὴς ἰωάννης ἐξορισθεὶς διέτριψεν πολλὰ ἐν ᾗ καὶ τελευτᾷ καὶ τὸν τιμόθεον δὲ ὁ παῦλος ἐκεῖ ἐπίσκοπον ἐχειροτόνησεν τῶν δὲ φιλοσόφων οἱ κατὰ τὴν ἀσίαν ἀνθοῦντες ἐν τῇ ἐφέσῳ μάλιστα διῆγον διὸ πολλῇ σπουδῇ κέχρηται πρὸς αὐτοὺς γράφων καὶ τὰ βαθύτερα δὲ τῶν νοημάτων αὐτοῖς ἐπιστέλλει ἄτε κατηχημένοις καὶ τὰ ὑψηλά γράφει δὲ ἀπὸ ῥώμης τὴν ἐπιστολὴν ἐν δεσμοῖς ὑπάρχων ὁ παῦλος
1a202rEph.1.1β διὰ θελήματος θεοῦ σημειωτέον τὸ διὰ ἐνταῦθα ἐπὶ πατρὸς εἰρημένον
1202rEph.1.1γ τοῖς ἁγίοις τοῖς οὖσιν ἐν ἐφέσῳ καὶ πιστοῖς ἐν χριστῷ ἰησοῦ ὅρα πόση ἧν τότε ἀρετὴ ὅτι κοσμικοὺς ἀνθρωπούς ἁγίους καὶ πιστοὺς προσαγορέυει
2202rEph.1.2δ χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρόυ ἰησοῦ χριστοῦ εἰκότως ἀπὸ χάριτος ἤρξατο χάριτι γὰρ καὶ πατῆρ ἀνθρωπών ὁ θεός χάριτι καὶ ὁ ὑιὸς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν
3202rEph.1.2-Eph.1.3ε εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ τοῦτο ὡς πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ἰουδαϊκῆς εὐλογίας ἐκέινη γὰρ σαρκικωτέρα μᾶλλον ἦν ἡ δὲ ἡμῶν πνευματική καλῶς δὲ τὸ ἐν πάση γέγονας γὰρ ἀθάνατος ἀναμάρτητος ὓιος καὶ ἀδελφὸς θεοῦ συγκληρονόμος χριστοῦ δι’ οὗ ἡ ἀπαρχή σου προσκυνεῖται ἐκ τῶν χερουβίμ
4202rEph.1.3ϛ ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ διὰ χριστοῦ γὰρ ἡμῖν ἡ εὐλογία οὐ διά τινος τῶν προφητῶν ὡς ἰουδάιοις διὰ μωσέως καλῶς δὲ τὸ ἐν τοῖς ἐπουρανίοις οἷον πράγμασιν οὐδὲν γὰρ γήϊνον παρ’ ἡμῖν ὡς παρὰ ϊουδαίοις ἐκεῖ γὰρ γῇ ῥέουσα γάλα καὶ μέλει καὶ τὰ ἀγαθὰ τῆς γῆς φέαγεσθε καὶ εὐλογήσει κύριος τὴν γῆν σου ἐνταῦθα δὲ πάντα περὶ βασιλέιας οὐρανιῶν
5202rEph.1.4ζ καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμος ὥσπερ εὐλόγησεν ἡμᾶς διὰ χριστοῦ οὕτως καὶ ἐξελέξατο δι’ αὐτοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως τὸ δὲ πρὸ καταβολῆς κόσμου δηλοῖ ὅτι τοῦτο πάλαι ἦν ὁρισθὲν τὰ σώθῆναι διὰ τῆς εἰς χριστὸν πίστεως τοὺς ἐπὶ γῆς τὸ δὲ καταβολῆς δηλοῖ ὅτι ἀπὸ ὕψους τινὸς τῆς τοῦ θεοῦ δυνάμεως κατεβλήθη ὁ κόσμος
6202vEph.1.4η εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ ἐξείλετο ἡμᾶς φησιν ἐπὶ τούτω τῷ ὅρω εἰς τὸ εἶναι ἡμᾶς ἁγιόυς κατὰ πίστιν ἀμώμους κατὰ βίον κατενώπιον αὐτοῦ φησιν εἰσὶ γάρ τινες ἄμωμοι τοῖς ἀνθρώποις δοκοῦντες·ἀλλ’ οὐ τοῦτο φησιν ἀλλὰ κατενώπιον αὐτοῦ τοῦτο δέ φησιν διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἐπόιησεν
7202vEph.1.5θ προορίσας ἡμᾶς εἰς ὑιοθεσίαν διὰ ἰησοῦ χριστοῦ εἰς αὐτόν μέγα μὲν καὶ τὸ εἰς ὑιοθεσίαν εἰσαχθῆναι θεοῦ μεῖζον δὲ καὶ τὸ διὰ τοῦ ὑιοῦ τοῦτον ἐστι τεθῆναι ὑιοθεσίαν δὲ πόιαν τὴν εἰς αὐτόν φησι φέρουσαν τὸν θεὸν
8202vEph.1.5ι κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ταῦτα δὲ πάντα ἐπόιησεν εἰς ἡμᾶς δι’ ἀλλομὲν οὐδὲν πλὴν ὅτι ἠβουλήθη καὶ σφόδρα ἐπεθύμησεν χάριτι σῶσαι τοὺς ἐπὶ γῆς πρὸς τὸ ἐκ τούτου ἐπαινεῖσθαι καὶ δοξάζεσθαι τὴν ἁγίαν αὐτοῦ δόξαν τῆς χάριτος
9202vEph.1.6ια ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ ἐχαρίτωσεν δὲ πρῶτον μὲν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ · ́ἔπειτα ἐπεράστους ἐποίησεν ἀγγελόις ἀρχαγγέλοις ταῖς ἄνω δυνάμεσιν τοῖς ἐυηρεστηκόσιν αὐτῷ ἁγίοις ἐπιθυμήσει γάρ φησιν ὁ βασιλὲυς τοῦ κάλλους σου τὴν δὲ χάριν τάυτην διὰ τοῦ ἠγαπημένου χριστοῦ καὶ ὑιοῦ αὐτοῦ τοῖς ἐπὶ γῆς δεδώρηται αὐτὸς γὰρ ὁ μεσίτης
10202vEph.1.6-Eph.1.7ιβ ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ δί οὗ φησιν ἔχομεν τὴν ἄφεσιν διὰ τοῦ αἵματος αὐτοῦ ὑπάρξασαν ἡμῖν θαυμαστὸν γὰρ τὸ μὴ μόνον ὑπὲρ ἐχθρῶν ἀλλὰ καὶ τὸν ὑιὸν δοῦναι καὶ πρὸς θάνατον διὰ τοῦ αἵματος τοὺτο γὰρ τῶν δωρεῶν τὸ φρικωδέστατον
11202vEph.1.7ιγ τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ ταῦτα δὲ ἐποίησεν φησι κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς πανταχόθεν ὑπερβολάι ὅτι τὲ πλοῦτος ἐδόθη καὶ πλοῦτος θεοῦ καὶ χάριτος πλοῦτος καὶ ὅτι ἐπερίσσευσεν τουτέστιν περισσευθῆναι ἐπόιησεν
12202vEph.1.7-Eph.1.8ιδ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἢ σοφῶς καὶ φρονίμως ἐγνώρισεν ἡμῖν ἠ σοφοὺς καὶ φρονίμους ποιήσας ὅυτως ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ὡσὲι εἶπεν τὰ ἐν τῇ καρδία αὐτοῦ τε γὰρ ἶσον τοῦ μυστηρίου τούτου [τὸ  δοῦ=]ναι τὸν ὑιὸν ὑπὲρ τῶν ἐχθρῶν καὶ μισουμενών
13203rEph.1.9 κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ τουτέστιν τῷ χριστῷ πληρῶσαι καὶ ἁπλῶς τοῦτο πρόεθετο φησιν τοῦτο ἐβουλεύσατο ὁ πατὴρ τὴν ἀπαρχὴν τοῦ φυράματος ἡμῶν ἐκ δεξιὼν αὐτοῦ καθίσαι
14203rEph.1.9-Eph.1.10ιε εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν ταύτην δὲ τὴν ευδοκίαν διατί πρόεθετο διατί εἰς οἰκονομίαν φησὶ τουτέστιν εἰς χρηστὴν καὶ ἐπωφελῆ διοίκησιν τοῦ πέρατος τῶν καιρῶν ἐν γὰρ τοῖς ἐσχάτοις καιροῖς αὐτῇ ἡ σώτηριος οἰκονομία γέγονεν τῆς ἐνανθρωπίσεως
15203rEph.1.10ιϛ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς συνάψαι ἐνῶσαι μίαν κεφαλὴν παρασχεῖν ἀγγέλοις καὶ ἄνθρωποις τὸν χριστὸν ἀπεσχισμένοι γὰρ ἢσαν οἱ ἄγγελοι καὶ οἱ ἄνθρωποι συνῆψεν οὖν αὐτοὺς καὶ ἤν ωσεν διὰ χριστοῦ
16203rEph.1.11ιζ ἐν αὐτῷ πάλιν τὸ ἐν αὐτῷ τουτέστιν δι’ αὐτοῦ τοῦ χριστοῦ
16ex203rEph.1.11ιθ ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες δι’ οὖ φησι χριστοῦ καὶ ἐκληρώθημεν ἀλλ’ ἐπειδὴ ὁ κλῆρος συν κυρίας μᾶλλον καὶ οὐκ ἀρετῆς ἐστιν διορθοῦται αὐτὸ καὶ φησὶν προρισθέντες οὐκ ἂν δὲ προωρίσθημεν εἰ ἀνάξιοι ἦμεν
17203rEph.1.11κ κατὰ πρόθεσιν θεοῦ τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν γνώμην τοῦ τὰ πάντα ἐνεργοῦντος θεοῦ ἔν τε οὐρανῶς καὶ ἐπὶ γῆς
18203rEph.1.11κα κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ εἶτα οὐκ ἄρκεσθεις τῷ εἰπεῖν προορισθέντες καὶ κατα πρόθεστιν ἐπάγει κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ δεῖξαι γὰρ βούλεται ὅτι οὐκ ἐνπαρεπομένῳ ἐκλήθη τὰ ἔθνη διὰ τὸ ἀπο σκιρτῆσαι ϊουδαίους ἀλλ’ ἄνωθεν τοῦτο προώριστο καὶ ἐν πρωτο τύπω ἔκειτο ἐπειδὴ γὰρ ὁ χριστὸς προτρεπομενος τοὺς ἰουδαίους φησὶν οὐκ ἦλθον εἰ μὴ εις τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου ἰσραήλ καὶ πάλιν εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε σπουδάζει νῦν δεῖξαι ὁ παῦλος ὅτι προτροπῆς ἐνεκεν καὶ ἐφελκύσεως ἰουδαίων ἐκεῖνα ἔιρηται ὡς τό γε ἀληθὲς ἄνωθεν ὥριστο ἡκλῆσις τῶν ἐθνῶν
19203rEph.1.12κβ εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ χριστῷ ἡμᾶς τίνας τοὺς προηλπικότας ἐν τῷ χριστῷ φησὶ τουτέστιν τοὺς πιστούς ἐκ τοῦ καθ’ ἡμᾶς γὰρ πράγματος μάλιστα δόξαστεος ὁ θεός ὅτι ὅυτως ἡμᾶς ἠλλοτριωμένους ἔσωσεν
20203rEph.1.13κγ ἐν ᾧ καὶ ἡμεῖς ἀκοῦσαντες δι’ οὒ χριστοῦ ὅυτως καὶ πρὸς ἑβράιους ἐλάλησεν φησιν ἡμῖν ἐν ὑιῷ
21203rEph.1.13κδ τὸν λόγον τῆς ἀληθείας οὐκ ἔστι γὰρ τύπος ὡς ἐπὶ ϊουδαίων ἀλλ’ αὐτὴ ἡ ἀλήθεια
22203rEph.1.13κε τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν εὐαγγελίον τῆς σώτηριας ἔστι μὲν καὶ ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νόμου ἔστι δὲ καὶ ὅτι τοὺς πιστέυοντας σώζει
23203rEph.1.13κϛ ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνευμάτι τῆς ἐπαγγελίας τῷ ἁγίῳ δι’ οὗ φησιν εὐαγγελίου καὶ τῆς ἐν αὐτῷ πίστεως ἐσφραγίσθητε τῷ πνευματι τῆς ἐπαγγελίας ἢ τῷ ἐπαγγελλομένῳ τὰ μυρία ἀγαθά ἣ ἵνα διὰ τῆς σφραγίδος τύχη τε τῶν ἐπαγγελιῶν ὁ γὰρ θεός δήλους ποιῶν τοὺς αὐτοῦ σφραγίζει αὐτοὺς τῷ ἁγίῳ πνεύματι
24203vEph.1.13-Eph.1.14κζ ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν ὁ ἀρραβὼν πιστοῦται τὸ ὅλον τὴν τοίνυν ὑιοθεσίαν καὶ τὰ μυρία ἀγαθὰ πιστόυμενος ὁ θεὸς δὲδωκεν ἀρραβὼνα τῆς ἐπουρανίου κληρονομίας τὸ πνεῦμα τὸ ἅγιον
25203vEph.1.14κζη εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως περιποίησιν ἡμᾶς καλεῖ διὰ τὸ περιποιήσασθαι ἡμᾶς τὸν θεὸν ὁ οὖν ἀρραβών φησι καὶ πρὸς τοῦ τό ἐστιν εἰς τὸ ἀπολυτρώσασθαι τὴν περιποίησιν αὐτοῦ ἐκεῖ δὲ ἔσται ἡ καθαρὰ ἀπολύτρωσις ὅταν μὴ μόνον ἁμαρτιῶν ἀλλὰ καὶ τῆς μετὰ ἁμαρτωλῶν συνοικήσεως λυτρωθῶσιν οἱ ἅγιοι
26203vEph.1.14ιθ εἰς ἔπαινον τῆς δόξης αὐτοῦ τοῦτο συνεχῶς ἐπιλέγει πιστούμενος τὸ πάντως ἔσεσθαι τὰ ἐπηγγελμένα ὣσει ἔλεγεν εἰ μὲν ἡμῶν ἕνεκεν ταῦτα ἐπηγγείλατο κἂν ἀμφιβάλλειν ἦν εἰ δὲ διὰ τὸ θαυμασθῆναι τὴν δόξαν αὐτοῦ τίς αντερεῖ λοιπόν
27203vEph.1.15λ διὰ τοῦτο κἀγώ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ κυριῷ ἱησοῦ διὰ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς ὁρθῶς πιστέυουσι καὶ βιοῦσι καὶ διὰ τὸ ἐν τοῖς σωθησομένοις τετάχθαι ὑμᾶς
28203vEph.1.15λα καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους πλεῖονα γὰρ πάντων διὰ τὴν πίστιν ἡμῶν εὐχαριστητέον τᾦ θεῷ ὅτι νοῦν ἡμῖν πρὸς τὸ πιστεῦσαι δέδωκεν ἀεὶ δὲ τῇ πίστει συνάπτει τὴν ἀγάπην καλλίστην ἀποτελῶν ξυνωρίδα
29203vEph.1.15-Eph.1.16λβ οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου τοῦτο δὲ ἐποίει οὐ μόνον πρὸς αὐτοὺς ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἐαυτοῦ μαθητάς
29ex2203vEph.1.16 τί δὲ παρακαλεῖ καὶ ποίαν μνείαν ποιειται ἱνά φησιν ὁ θεὸς δώσει ὑμῖν πνεῦμα σοφίας
29ex3203vEph.1.16-Eph.1.17λγ ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τοῦτο διὰ τὴν σάρκα φήσιν
30203vEph.1.17λδ ὁ πατὴρ τῆς δόξης ἀὲι πρὸς τὸ προκείμενον ὀνομάζει τὸν θεὸν Θεὸν οἰκτιρμῶν καλῶν καὶ θεὸν εἰρήνης καὶ θεὸν δυνάμεων νῦν δὲ αὐτὸν πατὲρα δόξης καλεῖ μεγίστην γὰρ δόξαν καὶ τιμὴν ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων ἅτινα παρασχθέντα ἡμῖν γενικῷ ὀνόματι δόξαν καλεῖ διὰ τοῦ λαμπροτέρου παρ’ ἡμῖν ὀνόματος ταύτης οὖν τῆς δόξης φησὶν αὐτὸν πατὲρα καὶ οἷον δημιουργόν ὁ ἐν ἁγίοις δὲ γρηγόριος ἐν τῷ περὶ υἱοῦ λόγω ὡς νομίζω τὰ δίο εἰς τὸν χριστὸν ἐδέξατο πατέρα μὲν τοῦ λόγου θεὸν δὲ τοῦ προσλήμματος ἵνα ἐκ θεότητος ἐν μιᾶ φύσει δέιξῃ τὸν ἐμμανουήλ
31204rEph.1.17λε δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ ἄρα πνευματικῆς δεῖ σοφίας ἡμῖν εἰς τὸ ἐπιγνῶναι τὰ παρὰ τοῦ θεοῦ δωρηθέντα ἡμῖν ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος μωρία γὰρ αὐτῷ ἐστιν
32204rEph.1.18λϛ πεφωτισμένους τοὺς ὀφθαλμοὺς ὁ γὰρ τὸν θεὸν γνοῦς ὡς χρὴ οὐκ ἂν περὶ ἑτερόυ τινὸς τῶν ὑπὸ θεοῦ γινομένων ἀμφιβάλη ὡς τόδε δυνατόν ἢ τόδε ἀδύνατον αὐτῷ πάντα γὰρ δυνατὰ τῇ θεῖᾳ φύσει ταύτην δὲ οὐκ ἂν ἄλλως σχόιη τίς τὴν γνῶσιν εἰ μὴ διὰ πνεύματος ἁγίου τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾶ καὶ τὰ βάθη τοῦ θεοῦ
32ex204rEph.1.18λζ τῆς καρδίας ὑμῶν ἄλλως γὰρ οὐκ ἐνι ἐπιγνῶναι θεὸν
33204rEph.1.18λη εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ ἐπειδὴ γὰρ τοῦτο μέλλον ἐστὶ πνευματικῆς δεῖται ἀποκαλύψεως κλῆσιν δὲ φησιν Τὸ ἐπὶ ποίαις ἐλπίσιν ἐκλήθημεν δῆλον δὲ ὡς ἐπὶ υἱοθεσία καὶ ἐπὶ κληρονομία βασιλείας οὐρανων καὶ ἐπὶ τῷ γενέσθαι ἡμῶν κεφαλὴν τὸν χριστὸν
34204rEph.1.18λθ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις βαβαὶ πόσα ὑπερέχοντα ῥήματα πλοῦτος δόξα κληρονομία θεοῦ ἐν τοῖς ἁγίοις δὲ ἔσται ταῦτα τῶν γὰρ τοιόυτων ἄξιοι οἱ ἅγιοι καὶ τοῦτο τοιγὰρ οὖν πνευματικῆς δεῖται χάριτος
35204rEph.1.18-Eph.1.19μ καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας εἶπεν τινα μέλλοντα λέγει καὶ γεγονὸς ἵνα ἐκ τοῦτου κακεῖνα πιστώσηται ποῖον δὲ τοῦτο αὐτὸ τὸ πιστεῦσαι ἡμᾶς ὄντως γὰρ μέγιστης δυνάμεως θεοῦ δεῖγμα τὸ ἡμᾶς οὕτω θηριώδεις πιστεῦσαι θεῷ καὶ τὰ οὐράνια φιλοσοφεῖν
36204rEph.1.19μα κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ γέγονεν φησι γέγονε δὲ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ εἰ γὰρ μὴ ἐνήργησεν ἐν ἡμῖν οὐκ ἂν ἐπίστευσαμεν
37204rEph.1.19-Eph.1.20μβ ἣν ἐνήργησεν ἐν τῷ χριστῷ ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ποῖαν δὲ ἐνέργειαν λέγεις ἐνηργηκέναι εἰς ἡμᾶς ἵνα πιστεύσωμεν ἥν φησιν καὶ ἐνήργησεν ἐν τῷ χριστῷ ἐγέιρας αὐτὸν ἐκ νεκρῶν ὅτι δὲ καὶ ἓαυτὸν ἐγηγερκέναι εἴρηται πολλαχοῦ δῆλον
38204vEph.1.21μγ ὑπεράνω οὐ λέγει ἄνω ἀλλὰ τὸ ἄγαν ὑψηλὸν δηλῶν ὑπεράνω φησὶν
39204vEph.1.21μδ πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυρίοτητος οὐ τῆς μὲν οὔ τῆσδε δὲ νάι ἀλλὰ πάσης ἀσωμάτου δυνάμεως ταῦτα δὲ μετὰ τὴν ἔνσαρκον οἰκονομιαν νόει εἰρῆσθαι τῷ παύλῳ πρὸ γὰρ τῆς σαρκώσεως πρόδηλον ὡς ὁ θεὸς λόγος ἶσα εἶχειν τῷ πατρι κατὰ τὴν ἐξουσίαν ὥσπερ οὖν καὶ νῦν ἔχει καὶ μετα τὴν σάρκωσιν
38ex204vEph.1.21με καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι ἅρα ἐστὶ δυνάμεων ἀγγελικῶν ὁ νόματα νῦν μὲν ἀκατονόμαστα τότε δὲ γνωσθησόμεθα
40204vEph.1.21-Eph.1.22μϛ καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ἔτι ἐν οὐρανῷ φησιν πασῶν ἀνω τέρω δυνάμενων καὶ ἐξουσιῶν κεκάθικεν
41204vEph.1.22 εἶτα ἵνα μὴ ἀκόυων ἐκάθισεν ὑπὲρανω νομίσης αὐτὸν προτετιμῆσθαι μόνον δέικνυει ὅτι καὶ δεσπότην αὐτὸν ἐποίησεν πάντων τὴν γὰρ σφοδρὰν καὶ οἷς οὐκ ἐνόμιζον ὑποταγὴν δεῖξαι θέλον ὑπὸ τοὺς πόδας εἶπεν
42204vEph.1.22μζ καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ καὶ τὴν ἐκκλησίαν τῇ δυνάμεισυν ἐκάθισεν τῷ χριστῷ εἰς ἐκεῖνον τὸν θρόνον ὅπου γὰρ ἡ κεφαλὴ ἐκεῖ καὶ τὸ λοιπὸν σῶμα
43204vEph.1.22 ἤ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεπόιηκεν τὸ τὸν ὑιὸν δοῦναι κεφαλήν
44204vEph.1.22-Eph.1.23μη ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ ὑπερβολὴ τίς ἐστιν ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν ἀρχήν τινα καὶ ἐξουσίαν νομίσης Σωματικῶς φησιν ἐστὶν ἡμῶν ἡ κεφαλὴ Καὶ ἡ ἐκκλησία πλήρωμα ἐστὶ τοῦ χριστοῦ ἀποπληροῖ γὰρ καὶ τὸ τέλειον ποιεῖ σῶμα τὴν κεφαλήν ὥσπερ καὶ ἡ κεφαλὴ πληρωτική ἐστὶ τοῦ λοιποῦ σώματος
45204vEph.1.23μθ τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου οὐδενὸς φείδεται ῥήματος ὁ ἀπόστολος πρὸς τὸ δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἕνωσιν ἡμῶν τὴν πρὸς τὸν χριστὸν διό φησιν τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου δεικνὺς οὐκοινῆ τῆς ἐκκλησίας χρήζοντα τὸν χριστὸν πρὸς τὸ ἀναπληρωθῆναι ἀλλὰ ἑνὸς ἑκάστου ἀνθρώπου πιστοῦ ἂν γὰρ μὴ ὦμεν ὁ μέν τις αὐτοῦ ποῦς ὁ δὲ χείρ ὁ δὲ ἕτερον τι μέλος οὐκ ἀναπληροῦται αὐτοῦ τὸ σῶμα εἰκότως οὖν καὶ ὁ καθεὶς ἡμῶν χρειώδης ἐστὶν πρὸς τὴν συμπλήρωσιν τοῦ σώματος αὐτοῦ τότε οὖν ἀναπληροῦται ὅταν ὦμεν ἄπαντες ἡνωμένοι ἡ οὖν ἐκκλησία πλήρωμα ἐστὶ τῆς κεφαλῆς τουτέστιν τοῦ χριστοῦ
45ex204vEph.1.23 τοῦ πάντα αὐτοῦ φησι τὰ μέλη διὰ τῶν παντῶν ἀνθρώπων πληρουμένου χριστοῦ
46204vEph.2.1-Eph.2.2ν καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἀμαρτίαις ἐν αἷς ποτὲ περιεπατήσατε οὐ τὴν σωματικὴν λέγει τὴν ἐκ τοῦ ἁδὰμ ἀρξαμένην νέκρωσιν ἀλλὰ τὴν ψυχικὴν τὴν ἐξ ἁμαρτιῶν
46ex204vEph.2.2 ἢ ἀπολελυμενως νοήσον ὅτι ἐν τῶν νῦν φησι κόσμω περιεπατήσατε ἐν ἁμαρτίαις
47204vEph.2.2να κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας αἰῶνα τοῦ κόσμου τούτου τὸν διεστραμμένον λέγει βίον καὶ τὸν ἐν ἁμαρτίαις δια τὸ πλεονάξειν ἐν τῷ παρόντι βίῳ τὰς ἁμαρτίας ἄρχοντα δὲ φησιν ἐξουσίας τὸν σατανᾶν διὰ τὸ τοὺς πολλοὺς ἡμῶν ἑκόντας ἐκ δεδωκέναι ἑαυτοὺς ὑπὸ τὴν αὐτοῦ ἐξουσίαν οὐτὲ γὰρ ἐκ θεοῦ ἀλλ’ ἐξ ἡμῶν ἄρχειν κεχειροτόνηται ἄρχοντα οὖν αὐτὸν λέγει πρὸς τὰ παρόντα ὁρῶν
48204vEph.2.2νβ τοῦ ἀέρος τοῦ πνεύματος καλῶς τὸ τοῦ αἔρος προσέθηκεν εἰ γὰρ καὶ ἄρχοντα αὐτὸν ἡμεῖς ἐχειροτονήσαμεν ὑπὸ τὸν οὐρανὸν ἐστιν αὐτοῦ ἡ ἀρχὴ οὐχ ὑπὲρ τὸν οὐρανὸν ὁ δὲ ὣν ὑπὸ τὸν οὐρανὸν ἠ ἐν τῇ γῇ ἐστιν ἢ ἐν τῷ αἔρι οὗτος δὲ ὡς πνευμᾶ ὣν ἐν τῷ αἔρι ἐστὶν φύσει γὰρ τοῖς πνέυμασιν ἡ ἐναερίος διατριβή ὅρα δὲ τὸ κατὰ πόδα τοῦ χωρίου κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας ποῖον τοῦτον τὸν τοῦ αἔρος ἄρχοντα τουτέστιν τὸν ἐναερίον ἄρχοντα οὐ γὰρ αἔρος ἄρχει ἀλλὰ ἐναερίων ἄρχει εἶτα πάλιν ἐπισαφηνίζων αὐτὸ φησι τοῦ πνευματος πνεῦμα γὰρ ὁ σατανᾶς ἔπειδὴ ὡς πρὸς ἡμᾶς καὶ ἀσώματος ἢ ὅτι ἄρχων ἐστὶν τοῦ αἔρος τοῦ πνευματος τουτέστιν τοῦ ὄντος ἐν τῷ αἔρι πνευματος οἶον τῶν αἐρίων πονηρῶν πνευματῶν ἄρχων γὰρ αὐτῶν πρὶν πέση ἄρχει καὶ μετα τὸ πεσεῖν
48ex204vEph.2.2 ὥστε κατὰ τὸ νοὴμα τοῦτο ὁ μᾶλλον ὡς ὁ ἐν ἁγίος κύριλλος καὶ ὁ ἁγίος ἱωαννης δέχεται καὶ ἅρχων μέν φησιν ἐστι τῶν μετὰ τοῦ πεσόντων ἡμῶν δὲ οὐκ ἀρχει οὔτε ἧρξεν ἀλλὰ μόνον ἐνεργεῖ ἐξὸν δὲ ἡμῖν μὴ δέξασθαι αὐτοῦ τὴν ἐνέργειαν
49205rEph.2.2-Eph.2.3νγ τοῦ νῦν ἐνεργοῦντες ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημεν ποτὲ ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν ὁρᾶς ὅτι οὐκ εἶπεν ἀναγκάζοντος ἢ βιαζομένου ἀλλ’ ἐνεργοῦντος καίτοι εἰ ἄρχων ἦν τῇ ἀληθεία ἀλλὰ μὴ ἐχειροτονεῖτο ἐκ τῆς ἡμῶν ῥαθυμίας καὶ πονηρίας καὶ τοῦ ἀναγκαζέιν ἐξουσίαν εἶχε νῦν γὰρ τὸ ἐνεργοῦντος δηλοῖ ὅτι ἑκόντες αὐτὸν παρεδεχόμεθα καὶ ὅτι τοῦ τό ἐστιν ἐπάγει τοῖς ὑιοῖς τῆς ἀπειθέιας τουτέστιν τοῖς μὴ πειθομένοις μὲν θεῷ ἐκεῖνω δὲ πειθομένοις οὐ μὴν ἁναγκαζομένοις εἶτα ἐπάγει ἐνοῖς καὶ ἡμεῖς πάντες ἀνεστράφημεν ἐπειδὴ γὰρ ἤγαγεν μνήμην τῶν ἁμαρτημάτων αὐτῶν εἰκὸς δὲ ἦν αὐτοὺς αἰσχύνεσθαι ἐπ’ αὐτοῖς καὶ ἑαυτὸν κοινωνὸν ποιεῖ καὶ οὐ μόνον εαυτὸν ἀλλὰ καὶ πάντας τάυτη καὶ τὴν δύναμιν τοῦ λυτρωσαμένου χριστοῦ ἀνακηρύττων σαρκὸς δέ φησι τῶν σαρκικῶν ἐπιθυμιῶν
50205rEph.2.3νδ ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν ὡσεὶ εἶπεν σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες
51205rEph.2.3νε καὶ ἦμεν τέκνα ὥσπερ τέκνα ἀπωλέιας καὶ γεέννης εἴρηνται οἱ ἄξια ἀπωλέιας καὶ γεέννης πράττοντες οὕτως καὶ τέκνα ὀργῆς ὁι ὀργῆς ἄξιοι
52205rEph.2.3νϛ φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί τὸ φύσει οἷον ἀληθῶς γνησίως ὡς καὶ οἱ λοιποῖ οὐδεὶς γὰρ ἦν τῶν τοιούτων ἐλεύθερος
53205rEph.2.3-Eph.2.4νζ ὁ δὲ θεός πλούσιος ὤν ἐν ἐλέει οὐχ ἁπλῶς ἐλεήμων ἀλλὰ πλόυσιος ἐν ἐλέει
54205rEph.2.4νη διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς τοῦτο δὲ ἀπὸ τοῦ πολλοῦ ἐλέου γέγονεν πῶς γὰρ ἂν οἱ τέκνα ὄντες ὀργῆς ἠγαπήθημεν
55205rEph.2.5νθ καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν νεκροὺς ὅσον πρὸς ἔνεργειαν ἀγαθοῦ τινος τοῦτο δὲ γέγονεν φησιν διὰ τὰ παραπτώματα ἡμῶν
56205rEph.2.5ξ συνεζωοποίησεν τῷ χριστῷ πάλιν τὸν χριστὸν ἐν μέσω φέρει ἀξιοπιστον τὸ πραγμα ποιῶν εἰ γὰρ ἡ ἀπαρχὴ ζωῇ καὶ ἡμᾶς τὸ λοιπὸν αὐτοῦ σῶμα συνεζωοπόιησεν
57205rEph.2.5ξα χάριτι ἐστε σεσωσμένοι οὐ καμάτῳ οὐ κατορθώμασιν ἰδίοις δέον γὰρ κολάσαι τοὺς γενομένους φησὶν τέκνα ὀργῆς τούτους ἑσωσεν χάριτι μόνη
58205rEph.2.5-Eph.2.6ξβ καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ ὤσπερ γὰρ τῆς ἀπαρχῆς ἡμῶν καὶ τῆς κεφαλῆς τοῦ χριστοῦ ἐγηγερμένης καὶ ἡμᾶς δι’ αὐτῆς ἥγειρεν ὅυτως αὐτῆς καθεζομένης καὶ τὸ λοιπὸν σῶμα συγκάθηται δίο φησιν ἐν χριστῷ ἰησοῦ ὅτι δὲ καθίσουσιν οἱ ἄξιοι ἄκουσον τοῦ χριστοῦ λέγοντος τοῖς μαθηταῖς καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ἰσραηλ καὶ πάλιν τὸ δὲ καθίσαι ἐκδεξιών μου καὶ ἐξευωνύμων οὐκ ἐστιν ἐμὸν δοῦναι ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου τέως οὖν ἡ τοίμασται καὶ πάλιν θέλω ἵνα ὅπου εἰμι ἐγὼ ἐκεῖ καὶ οἱ διάκονοι ἐμοι ὦσιν
59205vEph.2.7ξγ ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἵνα μὴ ἀπιστήση τίς τοῖς εἰρημένοις ὅρα πῶς αὐτὸ πιθανὸν ποιεῖ καὶ φησιν ταῦτα δὲ οὐ τοσοῦτον διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην μόνον ὅσον ἵνα ἐνδέιξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χαριτός αὐτοῦ ἐν τοῖς μέλλουσιν αἰῶσι φησι
60205vEph.2.7ξδ ἐν χριστῷ ἰησοῦ τοῦτέστιν οὐκ ἄχρι τοῦ χριστοῦ ταῦτα μόνον στάιη ἀλλὰ δι’ αὐτοῦ ἥξει καὶ εἰς ἡμᾶς ὡς ἀπὸ ἀπαρχὴς πρὸς τὸ ὅλον τί δὲ ἥξει τὸ συζωοποιηθῆναι τὸ συγκαθίσαι τῇ διὰ πίστεως χάριτι
61205vEph.2.7-Eph.2.8ξε τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως καὶ τοῦτο οὐκ ἐξ ὑμῶν θεοῦ τὸ δῶρον ἐξ ἠμῶν ἡ πίστις ἀλλὰ καὶ αὐτῆς πρόφασις ὁ θεὸς εἰ γὰρ μὴ ἐνηνθρώπησεν πῶς εἴχομεν πιστεῦσαι πῶς γάρ φησι πιστέυσουσιν ἐὰν μὴ ἀκούσωσιν διὸ δῶρον καλεῖ τοῦ θεοῦ τὴν πίστιν ἢ καὶ δῶρον διὰ τοῦτο ὅτι οὐδὲ ἡ πίστις σῶσαι ἵσχυεν καθ’ ἑαυτὴν εἰ μὴ ὁ θεὸς ἡβουλήθη διὰ τῆς πίστεως σῶσαι ὥστε τὸ πιστεῦσαι ἡμᾶς δῶρον θεοῦ καὶ τὸ διὰ πίστεως σωθῆναι δὦρον θεοῦ
62205vEph.2.8-Eph.2.9ξϛ οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται οὐκ ἐπειδὴ ἐβούλετο ἐξ ἔργων σῶσαι ἀλλ’ ὅτι οὐδεὶς ἴσχυεν ἐξ ἔργων σωθῆναι εἰ μὴ διὰ πίστεως ἐπεὶ οὖν οὐδεὶς ἴσχυσεν ἐξ ἔργων σωθῆναι Οὔτε καυχήσεται
63205vEph.2.9-Eph.2.10ξζ αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν χριστῷ ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς εἶτα ἵνα μὴ ἀκούσαντες ὅτι οὐκ ἐξ έργων ἐσωφημεν ἀλλὰ χάριτι ῥαθυμότεροι γενώμεθα δείκνυσιν ὅτι νῦν μετὰ τὴν πίστιν καὶ ἔργων χρεῖα αὐτοῦ γὰρ ἐσμέν φησιν ποίημα κτισθέντες διὰ ἰησοῦ χριστοῦ οὐ τὴν πρώτην ἡμῶν δημιουργίαν λέγει ἀλλὰ τὴν δευτέραν τὴν ἐν τῷ βαπτίσματι ἐκτίσθημεν δέ φησιν ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς εἰς τὸ φησὶν ἐν αὐτοῖς φησιν περιπατεῖν ἐν ἐστι δὲ ταῦτα καὶ περὶ τῆς πρώτης δημιουργίας νοεῖν
64205vEph.2.10ξη οἷς προητοίμασεν ὁ θεός οἷς καὶ πρὸ τοῦ βαπτίσματος φησιν ἡτοίμασεν
65205vEph.2.10ξθ ἵνα ἐν αὐτοῖς περιπατήσωμεν τὴν ἐν αὐτοῖς ἄπαυστον σχέσιν δηλοῖ
66205vEph.2.11ο διὸ μνημονεύετε ἐπεὶ οὖν ὅλως ἐπὶ ἔργοις ἀγαθοῖς ἐκτίσθημεν μνημονεύετε καὶ γὰρ ἔθος τοῖς ἀπὸ πολλῆς εὐτελείας εἰς ὕψος ἀναδραμοῦσι μητὲ μεμνῆσθαι τῶν προτέρων
67205vEph.2.11οα ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου θέλει εἰπεῖν ὅτι ὑμεῖς οἱ ἀκρόβυστοι ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀλλότριοι ἦτε τοῦ θεοῦ καὶ τῶν ἐπαγγελιῶν νυνὶ δὲ οἱ τότε ὄντες ἀλλότριοι καὶ πόρρω ἐγγὺς ἐγένεσθε δείκνυσι δὲ ἐκ τούτου τοῦ χριστοῦ τὴν κηδεμονίαν ὅτι τοὺς ἀπηλλοτριωμένους καὶ ἐλπίδα μὴ ἔχοντας ἔσωσεν ὅρα δὲ εὐφυως πῶς καταβάλλει τὴν περιτομὴν δεικνὺς ἐν λόγω μόνον καὶ οὐκ ἐν ἔργω τινὶ γενναίως ἔχειν αὐτὴν ὡς πρὸς τὴν ἀκροβυστίαν τὸ διάφορον ὑμεῖς γάρ φησιν τὰ ἔθνη οἱ ἐν σαρκὶ ἀλλ’ οὐκ ἐν πνευματι καὶ οἱ λεγόμενοι οὐ γὰρ ὄντες κατὰ τὸν πνευματικὸν λόγον ὡσεὶ εὶπεν ἐν σαρκὶ καὶ ἐν λόγοις τὸ ἔλαττον οὐδαμοῦ ἐν πνευματί εἶτα πάλιν περὶ τῆς περιτομῆς λέγων φησὶν ὑπὸ τῆς λεγομένης καὶ χειροποιήτου τὴν ἐν λόγοις μόνον καὶ σαρκὶ προτίμησιν δηλῶν
68205vEph.2.11-Eph.2.12οβ ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ τί μνημονευέτε ὅτι ἧτε φησὶν ἐν τῷ καιρῷ ἐκεῖνω χωρὶς χριστοῦ τοῦτο ἦν φησὶν τὸ δεινόν τὸ δὲ τῆς ἀκροβυστίας ἄχρι σαρκὸς καὶ ὀνόματος ἦν ψιλοῦ εἶτα ὅτι καὶ ἀπηλλοτριωμένοι ἧτε τῆς πολιτέιας τοῦ ἰσραὴλ καὶ γὰρ καὶ τοῦτο δεινόν εἰ γὰρ καὶ ἀνάξιοι ὤφθησαν οἱ ἐξ ἰσραὴλ πλὴν ἀλλ’ ἠδέσθησαν θεὸν
69205vEph.2.12ογ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ἰσραήλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας οὐκ εἶπεν κεχωρισμένοι ἀλλ’ ἀπηλλοτριωμένοι ὄυτε πάλιν οὐ μετέχοντες ἀλλὰ ξένοι ἅπερ πολλὴν δείκνυσιν τὴν ἀλλοτρίωσιν καὶ ξένοι γὰρ φησὶ τῆς διαθήκης τοῦ νόμου ἢ τῆς πρὸς αὐτοὺς ἐπαγγελίας
70205vEph.2.12οδ ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ οἱ ϊουδαῖοι εἰ καὶ ἀπέτυχον δι’ ἀναξίοτητα εἶχον μέντοι ἐλπίδα ἐκ τῆς ἐπαγγελίας τί δὲ πρὸς ὑμᾶς φησιν τὰ ἔθνη τὰ μὴ ἔχοντα ἐλπίδα καὶ ἄθεοι φησὶν ἐν τῷ κόσμω καίτοι προσεκύνουν θεούς ἀλλ’ οὐκ ἥσαν φησὶ θεόι υμεῖς οὖν φησιν ἄθεοι ἦτε οἱ γὰρ ϊουδαῖοι εἰ καὶ προσέκρουον ἥδεσαν μέντοι θεόν
71205vEph.2.13οε νυνὶ δὲ ἐν χριστῷ ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν δείξας πολὺ καὶ σφόδρα ἀφεστηκότα τὰ ἔθνη τοῦ θεοῦ τῇ πρὸς ϊουδαίους παραθέσει δείκνυσιν ὅτι διὰ μόνην φιλανθρωπίαν θεοῦ ἐγγὺς γέγονασιν τοῦτον δὲ πάντα κεκίνηκεν τὸν λόγον δεικνύς τὴν πρὸς τὰ ἔθνη τοῦ θεοῦ κηδεμονίαν ὅσω γὰρ πόρρω ὄντες ἐγγὺς γεγόνασι τοσόυτω μᾶλλον δείκνυται ἡ τοῦ θεοῦ πρόνοια περὶ αὐτούς
72206rEph.2.13-Eph.2.14οϛ ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ χριστοῦ Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν τὸ ἐγγὺς καὶ τὸ μακρὰν προαιρεσεώς ἐστιν οὐτό που οἱ μακρὰν οὖν ὄντες τῆς πολιτέιας τοῦ θεοῦ καὶ διὰ τοῦτο καὶ τοῦ θεοῦ ἐγγὺς γεγόνατε ἢ οἱ μακρὰν ὄντες τῆς τοῦ ἰσραὴλ πολιτείας τῆς κατὰ θεόν ἐγγὺς γεγόνατε τοῦτο γὰρ δηλοῖ τὸ ἐπόμενον ὁ ποιήσας τὰ ἀμφότερα ἕν καὶ τὸ πρῶτον δὲ καλῶς ἔχει ἐν τῷ αἰματὰ φησι τοῦ χριστοῦ τουτέστιν διὰ τοῦ αἴματος αὐτοῦ αὐτὸς γὰρ τὸ αἴμαι ἐκχέας ὑπὲρ ἡμῶν καὶ τούτω λύσας τὴν ἁμαρτίαν πάντας ἤγαγεν ἐγγύς αὐτὸς γάρ ἐστι φησὶν ἡ εἰρήνη ἡμῶν πρὸ γὰρ τῆς ἐνανθρωπήσεως βδελυκτοὶ ἦμεν καὶ ἀγγέλοις καὶ ἰουδάιοις οὐ μόνον ἐχθροί
73206rEph.2.14οη ὁ ποιήσας τὰ ἀμφότερα ἕν τούς τε ἰουδαίους καὶ τοὺς ἐξ ἐθνῶν
73ex206rEph.2.14 τοῦτο δὲ λέγει ὅτι οὐκ εἰς τὴν τῶν ἰουδαίων ἡμᾶς πολιτείαν ἤγαγεν ἀλλ’ ἐκείνους καὶ ἡμᾶς ζεύξας εἰς τὴν ἑαυτοῦ πίστιν ἤγαγεν ὁ χριστός πλὴν τὰ ἔθνη μάλιστα εὐχαριστεῖν ὀφείλομεν
74206rEph.2.14-Eph.2.15οθ καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τήν ἔχθραν ἐν τῇ σαρκί αὐτοῦ μεσότοιχον τοῦ φραγμοῦ φησι τὴν ἔχθραν τὴν πρὸς τὸν θεὸν ἡμῶν τὲ καὶ ἰουδαίων ἥτις ἐκ τῶν ἠμετέρων ἐγίνετο παραπτωμάτων ὡς καὶ αὐτός φησι διὰ τοῦ προφήτου οὐχὶ αἱ ἀμαρτίαι ὑμῶν δι’ ἰστῶσιν ἀνὰ μεσον ὑμῶν καὶ ἐμοῦ ποῖον δὲ μεσότοιχον τὴν ἔχθραν φησὶν τὴν πρὸς τὸν θεὸν δηλον ὅτι ἐν τῇ σαρκί τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ εἰ γὰρ μὴ ἀπεθανεν ὑπερ ἡμῶν οὐκ ἂν ἐλύθη ἡ ἁμαρτία ἡ χωρίζουσα ἡμᾶς ἀπὸ τοῦ θεοῦ
75206rEph.2.15π τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας ἐπειδὴ γὰρ ἔδωκεν νόμον ἀσφαλιζόμενον ἡμᾶς ἡμεῖς δὲ παρέβημεν αὐτὸν οἱ ἄνθρωποι ἔλυσεν καὶ αὐτὸν τὸν νόμον ὥσπερ ἂν εἴ τις παιδαγωγὸν δοὺς παιδίον ἐπεὶ μὴ ἥκουσε τοῦ παιδαγωγοῦ ἐλέυθερον εἴασεν καὶ τοῦ παιδαγωγοῦ καὶ δέον κολάσαι καταργήσας δέ φησι τὸν νόμον ἐν δόγμασιν ἢ τῇ πίστη ἦ οἶς αὐτὸς εἶπεν δόγμασιν ἐγὼ δέ φησι λέγω ὑμῖν
76206vEph.2.15πα ἵνα τοὺς δύο κτίσῃ ὁρᾶς ὅτι οὐχ ὁ ἔλλην γέγονεν ἰουδαῖος ἀλλὰ καὶ οὗτος κάκεῖνος εἰς ἀμείνω κατάστασιν ἦλθον κτίση φησὶ δεικνὺς τὴν ἀναγέννησιν εἰς ἔνα γὰρ πάντες εἰσὶν ἐκ τις μένοι νέον τινὰ καὶ πιστὸν ἄνθρωπον καὶ τοῦ γήρως τῶν ἁμαρτιῶν ἀλλότριον
76ex206vEph.2.15 ἐν ἑαυτῶ δὲ φησιν οἷον δι’ ἑαυτοῦ οὐ δι’ ἀγγέλων τινῶν ἣ ἄλλων δυνάμεως ἀλλὰ δι’ ἑαυτοῦ ἢ ὅτι φησιν τοῦτο πρῶτος γενόμενος καὶ τύπον καὶ ὑπόδειγμα παρασχών
77206vEph.2.16πβ καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους πρὸς τὸν θεὸν ἰουδαῖοι καὶ ἔλληνες ἐν ἑνὶ σώματι οἷον γινομένους οὗ αὐτός ἐστι κεφαλή οὐ γὰρ ἄν ποτε κατηλλαγησαν θεῷ μένοντες ἱουδαῖοι καὶ ἕλληνες ὅτι γὰρ πρὸ τούτο ἀκατάλλακτοι σφόδρα ἦσαν πρὸς τὸν θεὸν δείκνυσιν ἥ ἔμφασις τοῦ ἀποκαταλλάξη
78206vEph.2.16πγ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ πῶς δὲ ἀποκατήλλαξεν τῷ θεῷ ἀποκτείνας φησὶ τὴν ἔχθραν δι’ ἑαυτοῦ διὰ τοῦ σταυροῦ γὰρ λύσας τῷ θανάτῳ αὐτοῦ τὴν ἁμαρτίαν καὶ τὴν ἔχθραν ἔλυσεν οὐδὲν δὲ ἐμφαντικώτερον τοῦ ἀποκτείνας τὸ γὰρ ἀσάλευτον τῆς λύσεως δηλοῖ πῶς οὖν νῦν φαίη τις πάλιν ἁμαρτάνομεν ἑτέρας ἁμαρτίας γεννῶντες αἰ γὰρ πρότεραι ἀπεκτάνθησαν
79206vEph.2.17πδ καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς μὴδένα πέμψας ἀλλ’ αὐτὸς ἑαυτῶ διακονησάμενος μακρὰν δὲ τοὺς ἐξ ἐθνῶν καλεῖ ἐγγὺς δὲ τοὺς ἰουδαίους
80206vEph.2.18πε ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα τὴν καταλλαγὴν καὶ τὴν εἰρήνην τὴν πρὸς τὸν θεὸν οὐ γὰρ ἀφ' εαυτῶν ἀπήλθομεν ἀλλ’ ὑπὸ χριστοῦ προσήχθημεν ἐν ἑνὶ πνεύματι οὐκ ἐκεῖνοι μὲν ἄτε ἐγγὺς ὄντες ἐν μείζονι ἡμεῖς δὲ ὡς μακρὰν ἐλάσσονι διὰ γὰρ τοῦ πνευματός ἐπεράστους ποιήσας προσήγαγεν τῷ πάτρι καὶ ὅτι διά τε αὐτοῦ καὶ διὰ τοῦ πνεύματος προσήγαγεν
81206vEph.2.18-Eph.2.19πϛ ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων οἰ γὰρ μὴ ἔχοντες πάλαι ἐλπίδα τέυξασθαι τῶν οὐρανιών ξένοι ἦσαν καὶ πάροικοι τῶν ἀγίων νῦν δέ φησιν τὴν αὐτὴν ἔχετε τοῖς ἁγίοις πόλιν τὴν ἐπουρανίον ἱερουσαλὴμ ὅρα δὲ οὐκ εἶπεν τῶν ἰουδαίων ἀλλὰ τῶν ἁγίων τῶν ἀμφὶ τὸν ἁβραάμ φησιν
82206vEph.2.19-Eph.2.20πζ καὶ οἰκεῖοι τοῦ θεοῦ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ ὅπερ γὰρ ἔσχον φησὶν ἐκεῖνοι μυρίοις πόνοις τοῦτο ὑμῖν διὰ τῆς πίστεως δεδώρηται τὴν δὲ ἄγαν ἕνωσιν τὴν πρὸς τοὺς προφήτας καὶ ἀποστόλους τῶν ἐθνῶν σημάναι θέλων ἐποικοδομηθέντες φησιν ὡσεὶ εἶπεν θεμέλιος ἀπόκεινται οἱ προφῆται καὶ οἱ ἀπόστολοι ὑμεῖς τὴν λοιπὴν οἰκοδομὴν ἀναπληροῦτε ἵνα γένησθε οἱ πάντες εἰς ναὸς θεοῦ οἷον δέ ἐστιν ἐπάνω προφητῶν καὶ ἀποστόλων οἰκοδομεῖσθαι
83206vEph.2.20πη τῶν ἀποστόλων καὶ προφητῶν ὅρα ὅτι πρῶτοι οἱ ἀπόστολοι
103208rEph.2.20ρη [. . . ][. . . ]ἐλαχιστότερον λέγει ἐμοὶ οὖν φησιν ἐδόθη ἡ χάρις αὕτη καὶ εἰκότως χάρις εἴγε τῷ πάντων ὥς φησιν ἐλαχιστοτέρω τὸ κήρυγμα τῶν ἐθνῶν ἐπετράπη
104208rEph.2.20-Eph.2.8ρθ ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς ἔθνεσιν ποία χάρις τὸ ἐν τοῖς ἔθνεσίν φησὶν εὐαγγελίζεσθαι
105208rEph.2.8ρι εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ εἰ ὁ πλοῦτος αὐτοῦ ἀνεξιχνίαστος ἐστιν τί δεῖ περὶ τῆς οὐσίας αὐτοῦ πολυπραγμονεῖν
106208rEph.2.9ρια καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη ᾔδεσαν τινες διὰ τοῦ πνευματός ὅτι δὲ ἐπὶ τοιούτοις ὥστε ἀπαρχὴν αὐτῶν γένεσθαι τὸν θεὸν λόγον οὐκ ᾔδεσαν τοῦτο οὖν φησιν μυστήριον ἀποκεκρυμμένον
107208rEph.2.9ριβ τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ ὥστε οὐ νεαρὸν ἐστι τὸ κατὰ τὰ ἔθνη ἀλλ’ ἄνωθεν ἐδέδοκτο εἰκότως δὲ πᾶσιν ἄγνως τον ἦν ὅτι τὰ ἔθνη τοιόυτων ἀξιωθήσονται εἰ γὰρ ἐν τῷ θεῷ κέκρυπτο τίς ἦν ὁ ἀποκαλύπτων
108208rEph.2.9ριγ τῷ τὰ πάντα κτίσαντι διὰ ἰησοῦ χριστοῦ ὁ γὰρ τὰ πάντα δι’αυτοῦ κτίσας πατηρ καὶ τοῦτο δι’αυτοῦ ἀπεκάλυψεν
109208rEph.2.10ριδ ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις ὅτι μὲν γὰρ ἐγένετο μερὶς κυριοῦ λαὸς ὁ τοῦ ἰακὼβ ἤδεσαν καὶ ὅτι σώσει τὸν λαὸν αὐτοῦ εἶπεν ὁ γαβριὴλ περὶ τοῦ ἰσραὴλ λέγων ὅτι δὲ ἐπὶ τούτοις τὰ ἔθνη κληθήσεται οὐκ ἥδεσαν εἰ δὲ ἀρχαὶ καὶ ἐξουσίαι οὐκ ἥδεσαν δῆλον ὡς οὐδὲ ἄγγελοι ἣ ἀρχάγγελοι
109ex2208rEph.2.10 πρό τῶν γὰρ τῆς ἐνανθρωπήσεως τοῦ κυριοῦ ἡμῶν χρόνων ἁπλῆν ἐγίνωσκον αἱ οὐρανιαι δυνάμεις τὴν σοφίαν τοῦ θεοῦ κατορθουμένην ὁ γὰρ τῇ ὁρμῇ τοῦ οἰκέιου θελήματος οὐσιώσας τὰ πάντας θεὸς δυνάμει ἀκαταλήπτῳ διετήρει πρὸς διαμονὴν τὰ δημιουργηθέντα καὶ οὐδὲν ἦν ποικίλον ἀλλ’ οἷον ἐθεωρεῖτο τοιοῦτον καὶ ὑπῆρχεν νῦν δέ γε διὰ τῆς εἰς τὴν ἐκκλησίαν καὶ τὸ ἀνθρωπίνον γένος οἰκονομιας οὐκ ἐτι μόνον ἁπλῇ ἀλλα καὶ πολυποίκιλος ἐγνώσθη ἡ σοφία τοῦ θεοῦ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατορθοῦσα διὰ θανάτου ζωήν διὰ τιμίας δόξαν διὰ σταυροῦ τρόπαιον διὰ πάντων τῶν εὐτελῶν τὰ θεοπρεπῇ διὰ οὖν τῆς εἰς ἡμᾶς οἰκονομίας τῆς ἐν τῇ ἐνανθρωπήσει γενομένης πολυποίκυλος ἐγνώσθη ἡ σοφία καὶ ἡ δύναμις τοῦ θεοῦ ταῖς οὐρανίαις δυνάμεσιν ὅυτως ὁ ἄγιος γρεγόριος ὁ νύσης ἐν τῇ ἧ ὁμιλία τῆς ἑρμηνείας τῶν ἀσμάτων
110208rEph.2.10 διὰ τῆς ἐκκλησίας ὅτε γὰρ ἡμεῖς ἐμάθομεν Τότε κακεῖνοι δι’ ἡμῶν ὁρῶντες τὴν ἐξ ἐθνῶν ἐκκλησίαν
127208vEph.3.20-Eph.3.21ρλα αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων ἀμήν […]εἴἠ φησὶν ἡ δόξα τοῦ θεοῦ ἵνα ἡμῖν ᾐ διηνεκῶς δοξαζόμενος καὶ εἰς πάσας ἔλθη τοῦτο γενεάς
127ex208vEph.2.10 ἤ ὅτι τῇ ἐκκλησία ἐπέυχεται ὥστε διατηρεῖν ἀεὶ τὴν δοξολογίαν τοῦ θεοῦ καὶ μήποτε παρατραπῆναι τὸ δὲ ἐν χριστῷ ἰησοῦ ἣ σὺν χριστῶ ἰησοῦ νόει ἠ διὰ τὴν σάρκα τοῦτο νόει εἰρῆσθαι
128208vEph.2.10-Eph.4.1ρλβ παρακαλῶ οὖν ὑμᾶς ἐγώ ὁ δέσμιος ἐν κυρίῳ ὁ διὰ τὸν κύριον φησὶν δέσμιος βαβαὶ ὅσον τὸ ἀξίωμα τὸ δεδέσθαι διὰ τὸν χριστὸν καὶ αὐτὸς γὰρ ὁ ἀπόστολος ταύτην προβάλλεται ὡς δι’ αὐτὴν δυσωπήσων αὐτούς
128ex208vEph.4.1ρλγ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε μεγάλη γὰρ ἡ κλῆσις καὶ ἐπὶ μεγάλοις ἐπὶ τῷ ἔχειν κεφαλὴν τὸν χριστόν ἐπὶ τῷ εἰς ὑιοὺς εἶναι θεοῦ
129208vEph.4.1-Eph.4.2ρλδ μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ τουτέστιν ἐν παντὶ πράγματι ἐπὶ παντὸς προσώπου οὕτω γάρ ἐστιν ἀξίως τῆς κλήσεως περιπατῆσαι μετὰ ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας καὶ τοῦ ἀνέχεσθαι ἀλλήλων ἔνθα γάρ ἐστιν ἀγάπη πάντα ἐστὶν ἀνεκτά
130208vEph.4.3ρλε σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσῳ τῆς εἰρήνης καθάπερ γὰρ ἐπὶ τῶν ἡμετέρων σωμάτων ἐστὶ τὸ ἡμῶν πνευμᾶ ἐνεργοῦν ἐν πᾶσι τοῖς μέλεσι καὶ πάντα συνέχον οὕτως καὶ τὸ πνευμᾶ τὸ ἅγιον ἡμῖν ἐδόθη τοὺς γένει καὶ τρόπω καὶ ἤθεσιν διαλάττοντας ἑν οῦν καὶ ποιοῦν ἡμᾶς ἓν σῶμα ταύτην φυλάξωμεν τὴν ἑνότητα τὴν διὰ τοῦ ἁγίου δοθεῖσαν ἡμῖν πνευματός ἥτις φησὶ γίνεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης
131208vEph.4.3-Eph.4.4ρλϛ ἓν σῶμα καὶ ἓν πνεῦμα γίνεσθε φησιν ὅυτως ἠνωμένοι ὅυτως ἀλλήλων κηδόμενοι ἐκ τούτου γάρ φησιν ἔσεσθε καὶ ἓν πνευμᾶ ἔχοντες τουτέστιν ὁμότιμον τὴν χάριν τοῦ πενυματός ἢ ὅτι ἔστιν μὲν ἓν σῶμα εἰναι οὐχ ἓν δὲ πνευμᾶ ὡς ὅταν τις αἱρετικῶν φίλος ᾖ ἢ ὅτι τοῦ τό φησιν ἓν πνευμᾶ λαβόντες οὐκ ὀφείλετε διχονοεῖν ἀλλ’ ἓν εἰναι σῶμα ἢ ὅτι πνευμᾶ ἐνταῦθα τὴν προθυμίαν καλεῖ
132208vEph.4.4ρλζ καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι ὁ θεὸς ἡμᾶς φησιν ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν οὐδενὶ πλεῖον ἀπονείμας πᾶσιν ἀθανασίαν πᾶσι ζωὴν αἰώνιον ἐπηγγέιλατο πᾶσιν δόξαν ἀθάνατον πᾶσιν ἀδελφότητα πᾶσι κληρονομίαν ἐπηγγέιλατο κοινὴ πάντων ἐγένετο κεφαλή πάντας ἤγειρε καὶ συνεκάθισεν εἰ τοίνυν φησιν ἐν τοῖς πνευματικοῖς τοσαύτην ἔχετε κοινωνίαν ὀφείλετε καὶ ἓν σῶμα εἶναι ἐν τῇ τῆς ἀγάπης ἀνακράσει
133208vEph.4.4ρλη τῆς κλήσεως ὑμῶν πάντα γὰρ τὰ εἰρημένα κοινή ἐστιν ἡμῶν ἐλπὶς ἐκ τῆς κλήσεως γενομένη
134208vEph.4.4-Eph.4.5ρλθ εἷς κύριος μία πίστις ἓν βάπτισμα οὐδεῖ οὖν ἡμᾶς διεστάναι
135209rEph.4.5-Eph.4.6 εἷς θεὸς καὶ πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πασῖν ἡμῖν ἰδοὺ καὶ ἄλλη κοινωνία ἀγάπης πρόφασις τὸ εἶναι ἡμῖν ἔνα πατέρα τὸν θεόν καὶ ἐπὶ πάντων τουτέστιν ὁ ἐπάνω πάντων καὶ διὰ πάντων τουτέστιν ὁ προνοῶν διὰ πάντων ἡμῶν καὶ ἐν πᾶσιν ἡμῖν τουτέστιν ὁ ἐνοικῶν ἐν πᾶσιν ἡμῖν
136209rEph.4.7ρμα ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ εἰ πάντα ἐστὶν ὡς λέγεις κοινὰ πόθεν ὁ δεῖ ναμὲν μεῖζον ὁ δεῖνα δὲ ἔλαττον ἔχει χάρισμα τοῦτο γὰρ αὐτοὺς εἰς φθόνον μάλιστα ἤγαγε καὶ φησὶν ἑκάστω ἐδόθη ἡ χάρις τουτέστιν τὸ χάρισμα καὶ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ ὡσεὶ εἶπεν εἰ αὐτὸς ἐμέτρησεν πάντως ὅτι καλῶς ἐμέτρησεν πάντως καὶ συμφερόντως καὶ εἰ δωρεάς ἐστι τὸ πᾶν ὑπὲρ μὲν οὗ ἔλαβες εὐχαρίστη ὑπὲρ δὲ οὗ οὐκ ἔλαβες μὴ φθόνει δωρεὰ γὰρ ἐστιν ὡσεὶ εἶπεν οἶδεν ὁ μετρήσας καὶ δωρησάμενος πῶς καλῶς καὶ συμφερόντως τοῦτο πεποίηκεν τὰ μὲν γὰρ ἄλλα κοινὰ πρόκειται τὰ δὲ χαρίσματα δέδοται κατὰ τὴν ἀναλογίαν τῆς ἐκάστου καθαρότητος
137209rEph.4.7-Eph.4.8ρμβ διὸ λέγει ἀναβὰς εἶς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ὅτι φησὶν ἡ χάρις ἐστι τοῦ χριστοῦ καὶ αὐτὸς ὁ ἐμετρήσας ἔδωκεν ἄκουε φησι ὁ δαυῖδ τὸ δὲ ἀναβὰς εἰς ὕψος ἀλλαχοῦ λέγει ὅτι ἐπήρθη ἡ μεγαλοπρέπεια σου ὑπεράνω τῶν οὐρανῶν τίνα δὲ ἥχμαλώτευσεν ἡμᾶς δῆλονότι τὴν καλὴν καὶ συμφέρουσαν αἰχμαλωσίαν πολέμω γὰρ νοητῷ νικήσας τὸν διάβολον αἰχμαλώτους ἧλεν ἡμᾶς οὐχ ἵνα κατα δουλώσηται πῶς γὰρ τοὺς ὄντας δούλους καὶ πάλαι ἀλλ’ ἵνα τῆς πικρᾶς ἀπαλλάξη τυραννίδος τοῦ πονηροῦ
138209rEph.4.8ρμγ καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις ὥστε τοῦ χριστοῦ τὰ δόματα τί ἀδημονεῖς πολύ μὴ ἔχων ἤ φθονεῖς τῷ ἔχοντι ὧδε μὲν ὅυτως παρακατιῶν δὲ δέικνυσιν ὅτι πρὸς ὠφέλειαν τῆς ἐκκλησίας ἐκάστος ἔλαβεν τὸ χάρισμα καὶ ὁ τὸ μέγα λαβὼν καὶ ὁ τὸ μὴ τοιοῦτον καὶ οὐ διὰ τὰ οἰκεῖα ἔργα οὐ δὲ διὰ τὸ ἄξιον εἶναι τινα τοῦ λαβεῖν τίς οὖν φθονήσει ἐν τῷ διά τί εἰληφότι καὶ πρὸς ἑτέρων ὠφέλειαν ὅσω γὰρ μεῖζον τὸ χάρισμα τοσοῦτω ἀκριβέστεροι αἰ εὐθύναι
139209rEph.4.8-Eph.4.9ρμδ τὸ δέ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον οὐκ ἂν δέ φησιν ἐδεήθη ὁ προφήτης τοῦ εἰπεῖν ἀνέβη εἰ μὴ ἤδει ὅτι κατέβη πρῶτον περὶ γὰρ τοῦ καταβάντος τὸ ἀνέβη λέγει τίς
140209rEph.4.9ρμε εἰς τὰ κατώτερα μέρη τῆς γῆς τουτέστιν μεθ' ἃ οὐκ ἔνι κατώτερα λέγει δὲ τὸν ἄδην ὡς πρὸς τὴν κοινὴν συνήθειαν ἀφορῶν ὅυτως γὰρ λέγειν εἰώθαμεν διὸ καὶ ἰακώβ λέγει καὶ κατάξετε τὸ γῆρας μου μετ’ ὀδύνης εἰς ἄδου καὶ δαυιδ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
141209rEph.4.9-Eph.4.10ρμϛ ὅτι ὁ καταβάς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς τοῦτο φησιν ὅτι οὐδὲν αὐτῷ πρὸς τὴν ἄνοδον ἐνεπόδισεν ἡ εἰς τὰ κατώτατα κάθοδος ὥς τέ φησιν καὶ ὑμῶν ὅσω ἄντις ταπεινοφρονῇ τοσοῦτον μᾶλλον ὑψοῦται
141ex209vEph.4.10ρμζ ὑπεράνω πάντων τῶν οὐρανῶν μεθὰ οὐκ ἐστιν ἄλλο
142209vEph.4.10 ἵνα πληρώσῃ τὰ πάντα καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι τὰ πάντα ἐπλήρου καὶ σαρκωθεὶς ἵνα τὰ πάντα καὶ μετὰ σαρκὸς πληρώσῃ καὶ κατέβη καὶ ἀνέβη
143209vEph.4.11ρμη καὶ αὐτὸς ἔδωκεν ὁ μὴ παραιτησάμενος φησιν διὰ τὴν ἡμῶν σωτηρίαν εἰς τὰ κατώτατα κατελθεῖν αὐτὸς τὴν διανομὴν τὼν χαρισμάτων ἐποίησεν ἄρα οὖν χρὴ ἀγανακτεῖν πρὸς τὴν διανομήν εἰ γὰρ αὐτὸς ἔδωκεν τί ἂν λέγεις ἀλλαχοῦ δέ φησιν τὸ πνευμᾶ διδόναι τὰ χαρίσαμτα πάντα γὰρ ταῦτα φησιν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνευμᾶ ἀλλαχοῦ τὸν πατέρα φησιν ὡς τὸ ἐγὼ ἐφύτευσα ἀπολλῶς ἐπότισεν ἀλλ’ ὁ θεὸς ἤυξανεν ἐνταῦθα τὸν ὑιὸν κοινὰ γὰρ πάντα τῇ ἁγία καὶ μακαρία τριάδι
144209vEph.4.11ρμθ τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας οἱ γὰρ ἀπόστολοι καὶ προφητείαν εἶχον οἵδε τὸτε προφῆται οὐκ εἶχον ἀποστολήν
145209vEph.4.11ρν τοὺς δὲ εὐαγγελιστάς τοὺς τὸ εὐαγγέλιον γράψαντας
146209vEph.4.11ρνα τοὺς δὲ ποιμένας καὶ διδασκάλους τοὺς τὰς ἐκκλησίας ἐμπεπιστευμένους λέγει τοὺς ἐπισκόπους οἷος ὁ τιμόθεος οἷος ὁ τῖτος ἦν
147209vEph.4.11-Eph.4.12ρνβ πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ ὁρᾶς τὴν αἰτίαν τῆς δόσεως τῶν χαρισμάτων πρὸς τὸν καταρτισμόν διδομένων τουτέστιν πρὸς ἀπαρτισμόν πρὸς πλήρωσιν εἰς τὸ ἐν τούτοις διακονεῖν τῇ ἐκκλησία καὶ οἰκοδομεῖν αὐτήν ὅσω οὖν τις μεῖζον ἔλαβε χάρισμα τοσούτω μεἶζον ἔχει τὸ φορτίον ταῦτα δέ φησι πρὸς τοὺς τῷ φθόνω τῶν μειζόνων χαρισμάτων ἀποκεκομμένους τοῦ σώματος τῆς ἐκκλησίας δεικνὺς ὅτι πάντων τὸ ἔργον εἰς ἒν ὁρᾶ τέλος τὸν καταρτισμὸν τῶν ἁγίων ποῦ οὖν χρεία φθόνου τῶν ἁγίων ἤτοι τῶν ἀπόστολων εἰ μὴ συμβαίνη τοῦτο γίνεσθαι μόνον ὑπὸ τῶν ἀπίστων
148209vEph.4.13ρνδ μέχρι καταντήσωμεν οἱ πάντες οἷον φθάσωμεν
149209vEph.4.13ρνε εἰς τὴν ἑνόντητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τουτέστιν ἔως ἂν οἱ πάντες μίαν τὴν πίστιν σχῶμεν ἕκαστος κάμνει καὶ ἕκαστος διακονεῖ ἑνότης γὰρ πίστεως τὸ μὴ διαφονεῖν περὶ τὰ δόγματα τοῦτο γὰρ ἐπιγνωσις τοῦ ὑιοῦ τοῦ θεοῦ τὸ μὴ διαφωνεῖν περὶ αὐτοῦ ἄνδρα δὲ τέλειον καὶ μέτρον ἡλικίας λέγει τὴν τελείαν τοῦ χριστοῦ ἔννοιαν καὶ εἴδησιν
150209vEph.4.13ρνϛ τοῦ πληρώματος τοῦ χριστοῦ πλήρωμα χριστοῦ φησιν τὴν περὶ χριστοῦ ὀλοτελῆ γνῶσιν καὶ πίστιν οἷον ὅτι ἐκ παρθένου σάρκα ἔλαβεν ὅτι ἐκ θεότητος καὶ ἀνθρωπότητος εἰς μίαν ὑπάρχει ὑπόστασιν ἵνα γὰρ μὴ ἀκούσας ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὴν σωματικὴν νοήσης ἐπήγαγε τοῦ πληρώματος τοῦ χριστοῦ ὡσεὶ ἔλεγεν μέχρις οὗ εἰς τελείοτητα φθάσωμεν τῆς ὀλοτελοῦς τοῦ χριστοῦ γνώσεως καὶ πίστεως
151210rEph.4.13-Eph.4.14ρνζ ἵνα μηκέτι ὦμεν νήπιοι δείκνυσι πάλαι τοῦτο παθόντας αὐτοὺς καὶ ὠς ἐν διηγήματος τάξει ἐπανορθοῦται αὐτοὺς καὶ ἑαυτὸν συντάττων διὰ τὸ ἀνεπαχθές νηπιόυς δὲ τῇ πίστει φησιν
152210rEph.4.14ρνη κλυδωνιζόμενοι καὶ περιφερόμενοι νηπίων γὰρ ὄντως τὸ περιφέρεσθαι καὶ οὐ βεβηκότων
153210rEph.4.14 εἰπὼν δὲ κλυδωνιζόμενοι ἐπέμεινε τῇ τροπῇ καὶ ἄνεμον διδασκαλίας ειπών
154210rEph.4.14ρνθ ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης κυβευταὶ λόγων λέγονται οἱ ποτε μὲν τοῦτο ποτὲ δὲ ἐκεῖνο διδάσκοντες καὶ μετα βαὶνοντες ἀεὶ ἀπὸ τούτου εἰς τοῦτο πανούργως τοιοῦτοι οἱ αἱρετικοί οἱ δὲ τοιοῦτοι φησι καὶ πανοῦργοι πρὸς τὸ μεθοδον ἐυρεῖν καὶ πρόφασιν πλάνης πάντα πρὸς τὸ ἀπατῆσαι μηχανώμενοι
155210rEph.4.14-Eph.4.15ρξ ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλή ὁ χριστός ἐκεῖνοι μὲν νόθα φησὶν καὶ ψευδῆ διδάσκουσι περὶ ὧν ὁ λόγος ἡμεῖς δὲ ἀληθεύοντες ἔντε δόγμασι καὶ λόγω ἐν ἀγάπῃ ἄλλως γὰρ οὐκ ἔνι ἀληθέυειν αὐξήσωμεν φησιν καὶ ἐποικοδομήσωμεν εἰς τὸν χριστὸν τὴν κεφαλὴν ἡμῶν τὰ πάντα ἡμῶν καὶ βίον καὶ λόγον καὶ δόγμα
156210rEph.4.15-Eph.4.16ρξα ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἑνὸς ἑκάστου μέρους καθάπερ ἐπὶ τῶν ἡμετέρων σωμάτων τὸ πνευμᾶ τὸ ζωτικὸν τὸ ἀπὸ ἐγκεφάλου διὰ τῶν εὐρων κατιὸν οὐχ ἁπλῶς πᾶσιν ἐμπνεῖ τοῖς μέλεστιν δύναμιν ἀλλὰ τῶ μὲν πλεῖον τι δεξασθαι δυναμένω πλεῖον δίδωσι τῷ δὲ ἔλαττον ἔλαττον ὅυτω καὶ ὁ χριστὸς καθάπερ γὰρ μελῶν τῶν ἡμετέρων ψυχῶν ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν ἀποκεκριμένων ἡ πνευματικὴ αὐτοῦ δύναμις καὶ ἡ τῶν χαρισματων διανομὴ κατὰ ἀναλογίαν ἐκάστου μέλους αὐτοῦ προσαπτομένη τὴν αὔξησιν ποιεῖται τῆς πνευματικῆς ἡλικίας διὰ τῆς ἁφῆς φησι τῆς ἐπιχορηγίας τουτέστιν διὰ τῆς ἐν τῇ ἁφῆ καὶ οἷον ἐρευνη τοῦ ἐπιτηδείου ἐπιχορηγίας γινομένης ἐκεῖνη γὰρ ἡ ἀπὸ τοῦ χριστοῦ κατιοῦσα πνευματικὴ δύναμις ἑνὸς ἐκάστου μέλους αὐτοῦ ἁπομένη ὅυτως ἐνεργεῖ ὡς ἂν ἕυρη τινὰ πρὸς ὑποδοχὴν ἐπιτή δειον ὡσει ἐλεγεν τὰ μέλη τοῦ χριστοῦ ἡμεῖς φησι οἱ ἄνθρωποι κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου πνευματικοῦ μέτρου δεχόμενοι τὴν ἀπὸ χριστοῦ ἐπιχορηγίαν αὔξομεν τὸ γὰρ πνευμᾶ ἄνωθεν ἐπιρρέον ἀπὸ τοῦ χριστοῦ ἀφθόνως καὶ χορηγόυμενον πάντων ἐφαπτόμενον τῶν εἰς μέλη τελούντων χριστοῦ πρὸς τὴν ἀναλογίαν τῆς ἐκάστου δυνάμεως τὴν αὐξησιν ποιεῖται καλῶς δὲ προσέθηκεν ἐν ἀγάπη ἄνευ γὰρ ταύτης οὐκ ἂν εἰς τινα καταβαίη τὰ πνευμᾶ τὸ ἅγιον
156ex210vEph.4.16 ὅρα τί κἀγὼ ἐνόμισα οὔ τε γὰρ ἐχώρησα τὰ τοῦ μακαρίου ἰωάννου ἐξῇ νοῆσαι ἐξ οὖ χριστοῦ πᾶν τὸ σῶμα τῆς ἐκκλησίας συναρμολογούμενον αὐτῷ καὶ συμβιβαζόμενον τουτέστιν συγκεκολλημένον αὐτῷ καὶ προσηβιωμένον ὡς ἰδία κεφαλὴ ἐξ αὐτοῦ γὰρ ἡμῖν τὸ κεκολλῆσθαι αὐτῷ Κεκολλημένον δὲ διὰ πάσης ἁφῆς τουτέστιν αἰσθήσεως τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρω λόγω ἑνὸς ἑκάστου μέτρους τουτέστιν διὰ τῆς κατ’ ἐνέργειαν χριστοῦ ἐπιχορηγίας τοῦ ἁγίου πνευματός τῆς κατὰ τὸ μέτρον καὶ τὴν τῆς ὑποδοχῆς δύναμιν ἑνὸς ἑκάστου βέλους τοῦ χριστοῦ γινομένης τὴν αὔξησιν τοῦ σώματος τοῦ χριστοῦ τουτέστιν τῆς ἐκκλησίας ποιεῖται αὔξησιν δὲ δηλαδὴ πνευματικὴν διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου πενυματός αὔξεται εἰς μέτρον τέλειον πνευματικῆς ἡλικίας ἡ ἐκκλησία εἴτε διὰ χαρισμάτων εἴτε διὰ γνώσεως εἰτε διὰ πίστεως
157210vEph.4.16ρξβ τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ αὔξων γὰρ τὴν ἐκκλησίαν ὁ χριστὸς πνευματικῶς τε καὶ αἰσθητῶς ἑαυτὸν οἰκοδομεῖ ἐπειδὴ τὸ ἴδιον αὐξει σῶμα καλῶς δὲ τὸ ἐν αγάπη ἄνευ γὰρ τοῦ ταύτα ἡμῖν προς εῖναι οὐδὲν ἡμῖν τούτων ἔσται
157ex210vEph.4.16 ἣ ἐν ἀγάπῃ ἥν αὐτὸς ἡμᾶς ἀγαπᾶ διὰ γὰρ τὸ ἀγαπᾶν ἡμᾶς φησὶ ταῦτα ποιεῖ
158210vEph.4.16-Eph.4.17ρξγ τοῦτο οὗν λεγώ καὶ μαρτύρομαι ἐν κυρίῳ μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐχρῆν μὴ μόνον διὰ τοῦ παραινεῖν ἀλλὰ καὶ διὰ τοῦ φοβεῖν καὶ τῷ θεῷ παραδιδόναι τὴν διδασκαλίαν ἐργάζεσθαι μαρτύρομαι φησιν ἐν κυρίω τουτέστιν μάρτυρα τὸν κυριόν καλῶ ὅτι εἶπον τί δεῖ ὑμᾶς πράττειν ὅρα δὲ σοφίαν οὐκ εἶπεν μηκέτι ὑμᾶς περιπατεῖν καθὼς περιπατεῖτε ἔπληξεν γὰρ ἄν ἀλλὰ [. . . ]
174211rEph.4.25ροθ διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ ὅτι ἐσμὲν ἀλλήλων μέλη εἶπεν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς λοιπὸν καὶ ἰδικῶς αὐτὸν διαγράφει καὶ πρῶτον αὐτοῦ τὸ ψεῦδος ἀποκόπτει ὡς ἀπὸ οἰκείων μελῶν ὡσεὶ εἶπεν μὴ ὀφθαλμὸς ἰδὼν θηρίον οὐδίδωσι φυγὴν τοῖς ποσίν ἢ χείρψηλα φήσασα τι πονηρὸν ψεύδεται τὰ λοιπὰν μέλη ὅυτω φησι καὶ ὑμᾶς χρὴ ἀληθεύειν πρὸς ἑαυτούς
175211rEph.4.26ρπ ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παρουργισμῷ ὑμῶν εἶπεν μὴ ψεύδεσθε ἐπὲι οὖν πολλάκις τίς ψευδόμενος ὀργῆς πρόφασιν παρεῖ χέφησι καλὸν μὲν τὸ μὴ ὀργίζεσθαι καθόλου εἰ δὲ ἄρα κἂν μὴ πρὸς ἁμαρτίαν ἐξαχθῆτε μὴ δὲ παραμενέτω ὑμῖν ἐπὶ πολὺ τὸ πάθος ἔνι γὰρ ὡς λέγει τῆς ὀργῆς δικαίας πρὸς ὥραν ἐμπλησθῆναι λύσον δὲ αὐτὴν πρὸ ἡλίου δύσεως διά τε τὸ μὴ δόξαι ἐπὶ ἀναξίοις ἀνατεταλκέν αὐτὸν ἥλιον καὶ ἵνα μὴ ἡ νὺξ διὰ τῶν ἐν νοιῶν χαλεπωτέραν ἐργάσηται τὴν πυράν
176211rEph.4.26 ἥκουσα τινων ἑρμηνευσάντων μία φησὶν ἀναμάρτητος ὀργὴ ἡ πρὸς τοὺς δαίμονας καὶ τὰ πάθη
176ex211rEph.4.27ρπα μηδὲ δίδοτε τόπον ἢ ὅτι τοῦτο ἄνω εἴρηται μὴ ἐπιδυέτω φησὶν ὁ ἥλιος ἐπὶ τῶ παροργισμῶ ὑμῶν ἵνα μὴ δῶτε χῶραν τῶ διαβόλω διὰ τῶν κατὰ τὴν νύκτα λογισμῶν Πλεῖον ὑμᾶς ἐκ κάλειν κατὰ τῶν ἀδελφῶν
177211rEph.4.27 ὥστε τὸ ἀλλήλους πολεμεῖν τόπον ἐστὶ διδόναι τῷ διαβόλῳ καθ’ ἡμῶν αὐτῶν
178211rEph.4.28ρπβ ὁ κλέπτων μηκέτι κλεπτέτω ἰδοὺ τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου ποῦ δὲ εἰσιν νῦν οἱ ῥύπου γένοντες ἑαυτοὺς δὲ καθαροὺς ἀποκαλοῦντες οἱ μὴ δεχόμενοι τὴν μετάνοιαν ἰδοὺ γὰρ φανερῶς ἀκόυουσιν ὁ κλέπτων μὴκετι κλεπτέτω
179211rEph.4.28ρπγ μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι οὐ γὰρ ἀρκεῖ πάυσασθαι ἁμαρτίας τὸν μετανοοῦντα ἀλλὰ καὶ τὴν ἐν αντίαν αὐτῆς ὁ δευτέον αὐτῷ κοπίατω δὲ εἰπὼν τὸ ἐπίπονον ἐδήλωσεν τοῦ ἔργου τὸ ἀγαθόν φησιν καὶ γὰρ ὁ κλέπτων ἐργάζεται μὲν ἀλλὰ τὸ κακόν
180211rEph.4.28-Eph.4.29ρπδ πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω ἢ σαπρὸν τὸν ἀργὸν καὶ εἰκαῖον καλεῖ ἢ σαπρὸν τὸν οἷον σεσηπότα καὶ δυσώδη τί γὰρ λοιδορίας Καὶ Καταλαλιᾶς αἰσχρότερον ἢ αἰσχρολογίας καὶ εὐτραπελίας δυσωδέτερον ἢ σαπρὸν λεγει τὸν πλείον σεσηπότα
181211vEph.4.29ρπε ἀλλ’ ἔι τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας τῆς παρόυσης φησὶν περὶ ἧς ἡδιάλεξις δεῖ γὰρ τὸν πνευματικὸν ἄνθρωπον πᾶσαν προκειμέν περι τρέπειν εἰς οἰκοδομὴν τῶν συμπαρόντων
181ex211vEph.4.29ρπϛ ἵνα δῷ χάριν τοῖς ἀκούουσιν ἵνα δῶ χάριν φησὶ θεοῦ φησιν τοῖς ἀκούουσιν ἢ ἵνα χάριν σοι εἴσονται ἐφ’ οῖς λαλεῖς ἢ ἵνα εὐχαρὴς αὐτοῖς γένη πνευματικῶς ἔσται δε τοῦτο ἐὰν περὶ σωφροσύνης περὶ δικαιοσύνης περὶ ἐλεημοσύνης λαλῆς
182211vEph.4.29-Eph.4.30ρπζ καὶ μὴ λυπῆτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως φοβερόν τι λέγει δείκνυσι γὰρ ὅτι πᾶς ὁ σαπρὸν λόγον λαλῶν τὸ πνευμᾶ λυπεῖ τὸ ἅγιον εἶτα καὶ ἐκ τῆς ἐνεργασίας τοῦ πνευματός φοβερώτερον τὸν λόγον ποιεῖ ἐν ὧ γάρ φησιν ἐσφραγίσθητε
182ex211vEph.4.30 ὡσπερ γὰρ δῆλους ποιῶν ἡμᾶς ὅτι ἐσμὲν θεοῦ λαὸς ἐσφράγισεν ἡμᾶς ἐν τῶ βαπτίσματι αὐτοῦ γὰρ ἡ ἡμέρα τῆς ἀπολυτρώσεως
183211vEph.4.30-Eph.4.31ρπη πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ πικρίαν μὲν λέγει τὴν δεινότητα καὶ τὴν κατασκευήν ὁ δὲ θυμὸς γεννητικός ἐστι τῆς ὀργῆς ἐκ δὲ τῆς ὀργῆς ἡ κραγὴ πρόεισιν ἐκ δὲ ταύτης ἡ βλασφημία οἶον ἡλοι δορία ταῦτα το γὰρ οὖν ἄπαντα ἄρθήτω ἀφ’ ὑμῶν οὐ λέγει κατεχέσθω ἠκολαζεσθω ἀλλὰ τὴν τελείαν αὐτῶν δηλῶν ἀναίρεσιν ἀρθήτω φησὶν σὺν πάση κακία ἐπειδὴ γὰρ εἰσίν ἄνθρωποι ὥσπερ τῶν κυνῶν οἱ λαθροδάκται οἳ οὔτε κράζουσιν οὔτε δήλην ποιοῦσι τὴν ὀργὴν ἀλλὰ κατὰ ψυχὴν ἔχοντες ἀμύνονται ἐν καιρῶ τὸν λυπησάντα βούλεται καὶ τὴν ἐνδομυχοῦσαν κακίαν αἴρεσθαι καὶ ἐξορίζεσθαι
184211vEph.4.32ρπθ γίνεσθε δὲ εἰς ἀλλήλους οὔ τε γὰρ ἀρκεῖ μόνη τῶν κακῶν ἡ ἀποχὴ ἀπαλλάξαι τιμωρίας εἰ μὴ καὶ ἀγαθόν τις ἐργάσεται καὶ τοῦτο δηλοῦσιν οἱ ἐξ εὐωνύμων οἳ οὐδὲν ἐγκαλοῦνται κακόν ὅτι δὲ μὴ ἔθρεψαν καὶ ἐπότησαν ἅπερ ἐστι καλῶν ἡ ἐργασία διὸ τὰ φαῦλα ἀνελὼν ὁ παῦλος ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν παρακαλεῖ
185211vEph.4.32ρϛ χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοῖς χρηστὸι ὡς πρὸς ἀντιδιαστολὴν τῆς ὀργῆς ἔσπλαγχνοι ὡς πρὸς ἀντι διαστολὴν τῆς πικρίας τὸ δὲ χαριζόμενοι ἑαυτοῖς ὅ ἐστι συγγνωμονικοὶ γίνεσθε ὡς πρὸς ἀντι διαστολὴν τῆς κακίας καὶ βλασφημίας τέθεικεν
186212rEph.4.32ρϛα καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐξαρίσατο ὑμῖν μεγίστη μὲν προτροπὴ πρὸς τὸ χαρίζεσθαι ἑαυτοῖς τὸ εἰπεῖν τὸν χριστὸν ἀφετε καὶ ἀφεθήσεται ὑμῖν ἀλλ’ ἐπειδὴ πολλοὶ οὐ σφὸδρα τοῖς μέλλουσιν πιστέυουσιν ἀπὸ τῶν προ ὑπηργμένων ποιεῖται τὴν παράκλησιν χαιζόμενοι γὰρ φησιν ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν χριστω ἐχαρίσατο ὑμῖν τι ἐστιν ἐν χριστῶ τουτέστιν μετὰ κινδύνου τοῦ ὑιοῦ αὐτοῦ διὰ τῆς σφαγῆς αὐτοῦ καὶ τοῦ σταυροῦ καὶ σὺ μὲν φησιν ἀκινδύνως ὁ δὲ θεὸς μετὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ ἐχαρίσατο ἡμῖν ὁρᾶς ὑπερβολήν
187212rEph.4.32-Eph.5.1ρϛβ γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ἀρκεῖ τοῦτο πρὸς μισθὸν τῷ χαριζομένω τὸ γενέσθαι μιμητὴν θεοῦ
188212rEph.5.1ρϛγ ὡς τέκνα ἀγαπητά ἰδοὺ καὶ ἄλλη πρὸς τὸ χαρίζεσθαι προτροπὴ μᾶλλον δὲ ἀνάγκη ἀνάγκην γὰρ ἔχετε φησιν μιμεῖσθαι τὸν πατέρα ὑμῶν εἶτα ἐπειδὴ μὴ πάντα τὰ τέκνα μιμεῖται τὸν πατέρα πρόσεθηκεν τὸ ἀγαπητά τοῖς γὰρ τοιόυτοις καὶ ἐξ ἀνάγκης τινὸς ἡ μίμησις
189212rEph.5.1-Eph.5.2ρϛδ καὶ περιπατεῖτε ἐν ἀγάπῃ καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας ἰδοὺ πάντων ἡ ῥίζα τάυτης γὰρ ὄυσης καὶ ἡφυγὴ τῶν κακῶν καὶ ἡ ποίησις τῶν ἀγαθῶ εὐχερῶς κατορθοῦται καθώς φησιν ὁ χριστὸς ἡγάπησεν ἡμᾶς καί οὐκ ἔστιν ὃμοιον τῆς τοῦ χριστοῦ ἀγάπης τὸ ἡμέτερον ὁ μὲν γὰρ ἐχθροὺς ὅντας ἡμᾶς ἠγάπησεν σὺ δὲ φησιν τοῦτο κἂν εἶς τοὺς πλησίον ἐπίδειξαι καὶ ὁ μὲν χριστὸς ἑαυτὸν εἰς θάνατον παρέδωκεν σοῦ δὲ ἀκίνδυνος καὶ ἀζήμιος ἔσται ἡ πρὸς τὸν πλησίον ἀγάπη εἰ δὲ ἐχθροὺς ἀγαπήσεις κατὰ μίμησιν τοῦ χριστοῦ γενήση καὶ θυσία τῷ θεῷ καὶ προσφορὰ εἰς ὀσμὴν εὐωδίας λογιζομένη ὅυτως ὁ χριστὸς γέγονεν ὅυτω καὶ ἡμεῖς ἂν θελήσωμεν ἐσώμεθα
190212rEph.5.3ρϛϛ πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία εἰπεν περὶ τοῦ θυμικοῦ πάθους τοῦ θυμοῦ καὶ τῆς ὀργῆς καὶ τῆς πικρίας ἢλθεν λοιπὸν εἰς τὸ ἐπιθυμητικὸν τὸ τῆς πορνείας καὶ γὰρ καὶ ὁ νόμος πρῶτον εἰπὼν οὐ φονέυσεις ὅπερ τοῦ θυμικοῦ πάθους ὑπάερχει τότε εἶπεν οὐ μοιχεύσεις ὅπερ τοῦ ἐπιθυμητικοῦ καθέστηκεν καθάπερ γὰρ ἡ πικρία καὶ ἡκραγὴ καὶ ἡ κακία καὶ η βλασφημία τοῦ θυμικοῦ πάθους ἐστὶν ὅυτως τοῦ ἐπιθυμητικοῦ πορνεία μοιχεία ἀκαθαρσία πλεονεξία εἰ γὰρ καὶ μὴ σωμάτων χρημάτων μέντοι ἐπιθυμεῖ
191212rEph.5.3ρϛζ μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν ̃οἶδεν γὰρ τοὺς περὶ τούτων λόγους ὑπεκκαύματα καὶ προτροπὰς τῶν ἔργῶν γινομένους
192212rEph.5.3ρϛη καθὼς πρέπει ἁγίοις ὅυτως γὰρ πρέπει τοὺς ἁγίους εἶναι σπουδαίους
193212vEph.5.3-Eph.5.4ρϛθ καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία ὥσπερ ἄνω τὴν κραγὴν περι εῖλεν ὄχημα τῆς ὀργῆς ὑπάρχουσαν ὅυτως νῦν τὴν αἰσχρολογίαν καὶ τὴν εὐτραπελίαν καὶ τὴν μωρολογίαν ὑπέκκαυμα τῆς πορνείας τυγχάνουσαν
194212vEph.5.4ς τὰ οὖκ ἀνήκοντα ἵνα μὴ δόξη φορτικός τις εἶναι καὶ τὴν ἐτραπελίαν ἐκκόπτων Τὴν αἰτίαν ἐπάγει τὰ μὴ ἀνήκον τά φησιν τί γὰρ πρὸς ἡμᾶς ταῦτα οὐδὲν κοινὸν ἡμῖν πρὸς ταὺτα οὐ γὰρ γέλωτος ἢ εὐτραπελίας ὁ παρὼν καιρὸς ἀλλὰ πένθους καὶ ἀγῶνος ὡσεὶ ἔλεγεν ἐφέστηκεν ὁ δίαβολος πάντοθεν τρίζων τοὺς ὀδόντας καθ’ ἡμῶν καὶ ὠρυόμενος καὶ σὺ παίζεις καὶ ἀστεῖας λαλεῖς καὶ πῶς αὐτοῦ περιέστη δυσχερὲς γὰρ καὶ ἀγωνιζόμενον αὐτοῦ περι γενέσθαι μὴ τι γεπαίζοντα
195212vEph.5.4σα ἀλλὰ μᾶλλον εὐχαριστία ἀνθῶν γὰρ τὰ ἀλλό τρία σου οὐ φθέγγη εὐχαρίστει τῷ θεῷ
196212vEph.5.4-Eph.5.5σβ τοῦτο γὰρ ἔστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκὰθαρτος ἢ πλεονέκτης ὅς ἐστιν εἰδωλάτρης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ ἦσαν ἴσως τινὲς παραυτοῖς οἱ λέγοντες ὅτι φοβῆσαι θέλων ὁ θεὸς ταῦτα ἀπηγόρευσεν τὰ εὐτελῇ ἢ καὶ ἐξεφάυλιζον τὰ τοιαῦτα οὐχῖ κανὰ ὅντα εἰς γέενναν ἐμβαλεῖν Οἷα καὶ νῦν γίνεται τί γάρ φησι τὸ ἄτοπον ὁ εἰπὼν μωρὲ ἔνοχος γενήσεται γεέννης Καὶ πῶς ἣ πλεονεξία εἰδωλολατρία τούτους οὖν αἰνίττεται ὁ ἀπόστολος καὶ δηλοῖ καὶ ἡ ἐπαγωγή μηδεὶς ὑμᾶς ἐξαπατάτω φησι κενοῖς λόγοις κενοῖς δὲ τοῖς μὴ ἔχουσιν τὸ ἐλπισθὲν αὐτοῖς πέρας μὴ δὲ εῖς ἔργον ἐκβαίνουσιν
197212vEph.5.6σγ μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις ἄρα ἀπάτης ἐστὶ τὸ τοιαῦτα λαλεῖν
198212vEph.5.6-Eph.5.7σδ διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν ἢ διὰ τὴν πορνείαν καὶ τὴν ἀκαθαρσίαν καὶ τὰ λοιπὰ ἠ διὰ τοὺς τοιούτους λόγους ἀπειθείας δὲ ὑιοὺς Τοὺς ἀσπειθοῦντας τοῖς τοιόυτοις δόγμασι λέγει
199212vEph.5.7-Eph.5.8σε ἦτε γάρποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ ὑπομιμνήσκειαν τοὺς τῆς προτέρας πολιτείας σκότος ἦτε φησι σκότος δὲ λέγει τὸν ενπλάνη βίον νῦν δὲ διὰ τοῦ χριστοῦ φῶς γεγόνατε φῶς λέγων τὸν ἐν ἀρετῇ καὶ ̓ἐπιγνώσει θεοῦ βίον μὴ τοίνυν παλινδρομήσητε πρὸς τὸ σκότος
200212vEph.5.8σϛ ὡς τέκνα φωτὸς περιπατεῖτε τοῦτεστιν εὐσχημόνως ἐν γὰρ φωτὶ πᾶς τις τοῦ εὐσχήμονος προνοεῖ
201212vEph.5.9σζ ὁ γὰρ καρπὸς τοῦ πνεύματος τοιαῦτα καρποφορεῖ τὸ πνευμᾶ καὶ οἱ πνευματικόι ὡς τά γε ἕτερα τοῦ σατανᾶ εἰσιν καρποί
202213rEph.5.9ση ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ τοῦτο ὡς πρὸς τοὺς ὀργιζομένους πρὸς τοὺς πικρούς τὸ δὲ δικαιοσύνη ὡς πρὸς τοὺς πλεονέκτας τὸ δὲ ἀληθεία ὡς πρὸς τοὺς τὴν ψευδῇ τῆς ἀκολασίας καὶ ἁμαρτίας διώκοντας ἡδονήν
203213rEph.5.10σθ δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυριῷ ́ἄρα ἀδοκίμου καὶ παιδικῆς διανοίας τὰ ἄλλα
204213rEph.5.10-Eph.5.12σι καὶ μὴ κοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν ποῖος γὰρ καρπός ποῖον ὅφελος ἐξ ἐκείνων θάνατος μὲν οὖν σκότος δὲ λέγει τὸν ἐν πλάνη καὶ ἐν ἁμαρτίαις ἄνθρωπον καὶ τί λέγω μὴ συγκοινωνεῖτε μᾶλλον φησι καὶ ἐλέγχετε παιδέυοντες αὐτοὺς διὰ τῶν ἐλέγχων τοῦτο δὲ οὐκ ἐστίν ἐναντίον τῶ μὴ κρίνετε ὧδε γὰρ τὸ ἐλέγχετε ἀντὶ τοῦ παιδέυετε κεῖται ἐκεὶ δὲ τὸ κατακρίνετε ἀντὶ τοῦ μὴ κατακρίνετε
205213rEph.5.13σια τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται τουτέστιν ἄν ἦτε ὑμεῖς ἐνάρετοι οὐ δύνανται λανθάνειν οἱ πονηρόι ἀλλ’ αὐτὸς ὑμὼν ὁ βίος καὶ πρὸ τῶν ὑμετέρων λόγων κατήγορος καὶ ἔλεγχος ἔστιν αὐτῶν ἐὰν γὰρ λανθάνωσιν ἀδιόρθω τοιμένουσιν φανερούμενοι δὲ διορθωθήσονται
206213rEph.5.13σιβ πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν ἢ τοῦ τό φησιν ὅτι τὰ ἁμαρτήματα ἐπὰν φανερωθῇ φῶς γίνεται τουτέστιν εἰς δικαιοσύνην τρέπεται ἐκ μετανοίας ἢ ὅτι ἐνάρετος βίος οὐ δύναται κρυβῆναι δίο ἐλέγχει τὸ σκότος τουτέστιν τοὺς πονηρούς
207213rEph.5.13-Eph.5.14σιγ διὸ λέγει ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καθεύδοντα καὶ νεκρὸν τὸν ἐν ἁμαρτίαις λέγει Καὶ γὰρ καὶ ἀνενέργητος ἐστιν πρὸς τὸ ἀγαθὸν ὡς ὁ νεκρὸς καὶ φαντασιοῦται ὡς ὁ καθεύδων καὶ εἰδεχθής ἐστι καὶ δυσωδίας γέμει ὡς νεκρὸς πάλιν
208213rEph.5.14σιδ καὶ ἐπιφαύσει σοι ὁ χριστός ὅτι δὲ φησιν ἐστί σκοτος ὁ ἐν ἁμαρτίαις ἀκουσον πῶς αὐτὸν καθεύδοντα καὶ νεκρὸν καλεῖ ἡ γραφὴ φησιν καὶ οὐκ ἂν ἄλλως αὐτῷ ἐπιλάμψη ὁ χριστὸς πλὴν εἰ μὴ πάυσεται τῆς ἁμαρτίας τὸ γὰρ ἐγεῖραι παῦσαι ἐστι ταῦτα καὶ πρὸς ἀπίστους καὶ προς πιστοὺς ἁρμόζει τὸ δὲ ἐπηφαῦσει ἐπιλάμψει ἐστιν
209213vEph.5.14-Eph.5.15σιε βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε πρόβατα ἐστὲ ἐν μέσω λύκων διὸ πολλῆς παραφυλακῆς χρεία μὴ ἀναδέξασθαι ἔχθρας πλὴν τῶν διὰ τὸ κήρυγμα
210213vEph.5.15-Eph.5.16σιϛ μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοὶ ἐξαγοραζόμενοι τὸν καιρόν οἱ γὰρ σοφοὶ ἴσασιν πῶς δεῖ περιπατεῖν πάντα γάρ φησιν δεῖ προϊέσθαι καὶ ἀγοράζειν τὸ μὴ περὶ τὴν πίστιν ναυαγῆσαι
210ex213vEph.5.16 ἢ ὅυτως ὁ καιρὸς οὐκ ἔστιν ἡμῖν βέβαιος πάροικοι γὰρ ἐσμέν ἀγόρασον οὖν αὐτὸν καὶ ποίησον ἴδιον πῶς δὲ ἐσται τοῦτο Διὰ τοῦ ἐν αὐτῷ εὐαρεστῆσαι τῷ θεῷ τότε γὰρ ὃυτος ἴδιος γίνεται ὅτε αἱ ἐν αὐτῷ πράξεις καλαὶ ἐπακολουθῶσιν ἐκεῖ δοξάζουσαι ὥσπερ αἱ κακαὶ κατακρίνουσαι
211213vEph.5.16σιζ ὅτι αἱ ἡμέραι πονηραί εἰσιν οὐχ αἵ ἐν αὐταῖς ὧρᾳ ἢ οἱ χρόνοι εἰσὶ πονηροὶ μὴ γένοιτο ἀλλ’ ἐκ τῶν ἐν αὐτῷ κακῶν παρ’ ἡμῶν γινομένων Τὰς ἡμέρας πονηρὰς ἐκάλεσεν ὡς ἡμεῖς λέγομεν καλὴν ἢ κακὴν ἡμέραν ἐποίησα Οὐ τοῦτο λέγοντες ὄτι αὐτὴ ἡ φύσις τῆς ἡμέρας καλὴ ἢ κακὴ ἀλλ’ ἐκ τῶν ἡμῖν συμβαινόντων ὅυτως αὐτὴν ὀνομάζοντες διὰ τοῦτο καὶ ὁ χριστός φησιν ἀρκετὸν τῇ ἡμέρα ἡ κακία αὐτῆς τουτέστιν τὰ ἐν αὐτῇ κακὰ παρ’ ἡμῶν γενόμενα
212213vEph.5.16-Eph.5.17σιη διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἐπειδὴ ἡ πονηρία φησιν ἀνθεῖ καὶ ἐπικρατεῖ τοῦ παρόντος βίου καὶ τῶν ἡμερῶν μὴ γίνεσθε ἄφρονες ὥστε ἀλίσκεσθαι αὐτῇ
213213vEph.5.17σιθ ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου θέλημα δὲ τοῦ κυριοῦ τὸ τὸν παρόντα καιρὸν ἐξαγοράζεσθαι
214213vEph.5.17-Eph.5.18σκ καὶ μὴ μεθύσκεσθε οἴνῳ ὁ γὰρ οἶνος πρὸς εὐφροσύνην οὐ πρὸς μέθην δέδοται
215213vEph.5.18σκα ἐν ᾧ ἐστὶν ἀσωτία θυμώ δεισποιεῖ καὶ θρασεῖς καὶ ἐνϊσφαλεῖς καὶ πρὸς ἀσέλγειαν ἐπιρρεπεῖς
216213vEph.5.18σκβ ἀλλὰ πληροῦσθε ἐν πνεύματι θέλεις πληροῦσθαι φησι καὶ ὡς εἰπεῖν μεθύσκεσθαι τοῦτο ποίει ἐν τῷ ἁγίω πνευματικί πληρούμενος αὐτοῦ ἔσται δὲ τοῦτο διὰ ψαλμῶν καὶ ὠδῶν
217213vEph.5.18-Eph.5.19σκγ λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εἰσὶ γὰρ καὶ διαβολικάι
218213vEph.5.19σκδ ἄδοντες καὶ λέγοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ κυρίῳ μὴ τοῖς χείλεσι μόνον ἀλλὰ καὶ κατὰ καρδίαν
219213vEph.5.19-Eph.5.20σκε εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί διὰ τοῦ ὀνόματος τοῦ χριστοῦ πάντα ἡμῖν ὑπάρχει
220213vEph.5.21σκϛ ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ θεοῦ ὅταν γὰρ ἔκαστος ἐκάστω ἔιη ὑποτεταγμένος καὶ μὴ διάτι πραγμα κοσμικὸν ἢ ἄτοπον ἀλλὰ διὰ φόβον χριστοῦ τί ἔσται λοιπὸν ἐν μέσω κακόν
221214rEph.5.21-Eph.5.22σκζ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ κυρίῳ ἐὰν γὰρ ὢσιν οὗτοι ἐν εἰρήνη πᾶσα ἡ οἰκία εἰρηνέυσοι καὶ πάντες ἀπολαύσουσι τῆς ἔνθεν ὠφελείας
222214rEph.5.22-Eph.5.23σκη ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας βαβαὶ ὑποταγῆς ἐπίτασις πῶς οὖν φησιν ὁ χριστὸς ἐὰν μὴ τις ἀποτάξηται καὶ γυναικὶ καὶ τέκνοις ἢ πατρὶ καὶ μητρὶ οὐ δύναται ἀκολουθῆσαι μοι καὶ φαμέν ὅτι τὸ ΩϹ οὐ πάντως ἰσότητα σημαίνει ἢ ὅτι τοῦτο φησιν ὡσεῖ δῦιαι ὅτι τῷ χριστῷ εἰσιν ὑποτασσόμεναι ἐκ τούτου
223214rEph.5.23σκθ καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος καὶ αὐτὸς ὁ ἀνὴρ καὶ γὰρ ἡ κεφαλὴ σωτηρία ἐστι τοῦ λοιποῦ σώματος μικροῦ τὰς πάσας αἰσθήσεις ἔχουσα ἐν ἑαυτῆ οὐκ οὖν καὶ ὁ ἀνὴρ σωτὴρ ἐστὶ τῆς γυναικός ὅρα δέ πῶς τὸ ἀρχικὸν καὶ προνοητικὸν ἀπένειμεν τῷ ἀνδρί τὸ δὲ ὑποτακτικὸν τῇ γυναικί
224214rEph.5.23-Eph.5.24σλ ἀλλ’ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί τὸ ἄπαν πλῆθος ἐν γὰρ τοῖς καθέκαστον ἔνι καὶ ἀν ὑπότακτος
225214rEph.5.24-Eph.5.25σλα οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν Καὶ ἑαυτὸν παρέδωκεν ὑπερ αὐτῆς θέλεις αὐτὴν ὑποτετάχθαι σοι ὡς τῷ κυριῷ ἀγάπα αὐτὴν ὡς ὁ κυριός τὴν ἐκκλησίαν κἆν δέητι παθεῖν ὑπὲρ αὐτῆς κἂν ἀποθανεῖν μὴ παραιτήση σὺ μἐν γὰρ ἴσως εἰς ὑποτεταγμένην καὶ ἀγαπῶσαν ταῦτα ἐπι δείξη ὁ δὲ χριστὸς εἰς ἐχθρὰν καὶ ἀποστρεφομένην καὶ φέγουσαν
226214rEph.5.25-Eph.5.26σλβ ἵνα αυτὴν ἁγιάσῃ ἆρα οὖν ἅναγνος ἦν καὶ ἀκάθαρτος οἶαν οὖν εἰ λάβοις γυναῖκα Οὐκ ἂν ὅυτως ἀκάθαρτον λήψη ἀλλ’ οὐκ ὠν είδισεν ὁ χριστὸς τὴν ἐκκλησίαν τοιαὐτὴν οὖσαν οὐκ οὖν μὴ τὲ σὺ τὴν σαυτοῦ γυναῖκα
227214rEph.5.26σλγ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι τουτέστιν τῷ βαπτίσματι ἀπέλουσε γὰρ αὐτῆς τὴν ἀκαθαρσίαν
228214rEph.5.26 ποίω δὲ ῥήματι ὡς αὐτὸς εἶπεν τοῖς ἀποστολὸις βαπτίζοντες αὐτούς φησιν εἰς τὸ ὅνομα τοῦ πατρὸς καὶ τοῦ ὑιοῦ καὶ τοῦ ἁγίου πνευματὸς
229214rEph.5.26-Eph.5.27σλδ ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν οὐχ ἁπλῶς καθαρὰν ἀλλ’ ἔνδοξον ὥσπερ τοίνυν ὁ χριστὸς πάντων αἴτιος τῶν ἀγαθῶν τῇ ἐκκλησία καὶ σὺ κατὰ δύναμιν ἔσοτῆ σῆ γυναικί καὶ ὥσπερ αὐτὸς σώματος οὐκ ἐπιζητεῖ κάλλος ἀλλὰ ψυχῆς ὅυτω καὶ συ ἀν γὰρ ψυχῆς κάλλος ἐπιζητῆς καὶ εἰς τοῦτο αυτὴν ῥυθμίσης καὶ τῷ θεῷ καὶ σαυτῷ καλὴν ἐργάση
230214vEph.5.27σλε μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι * * πάθη τὰ δυσωδῆ τὸν ἐν τὸς ποιοῦντα ἄνθρωπον
231214vEph.5.28σλϛ οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα οὐχ ὥς εἰς μεῖζον ἐρχόμενος ὑπόδειγμα Τὸ τοῦ οἰκείου σώματος εἴρηκεν ὑπερβάλλει γὰρ τὸ κατὰ χριστὸν πρὸς τὴν ἐκκλησίαν ἀλλ’ ὡς οἰκειότερον καὶ ἐγγύτερον ἐκ τούτου γὰρ καὶ ὀφειλὴν τὸ πραγμα δείκνυσιν εἰ γὰρ σῶμα ἐστι σὸν ἡ γυνὴ ἔσονται γάρ φησιν οἱ δύο εἰς σάρκα μίαν κατὰ ὀφειλὴν προνοήσεις αὐτῆς ὡς σαρκός σου
235214vEph.5.28-Eph.5.29σλζ ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτὴν τὴν ἡκριβωμένην ἕνωσιν καὶ ἀγάπην δηλοῖ
233214vEph.5.29σλη καθὼς καὶ ὁ χριστός τὴν ἐκκλησίαν συνεχῶς τὸ τοῦ χριστοῦ καλῶν
234214vEph.5.30σλθ ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ ὡσεὶ εἶπεν γνησίως ἐσμὲν ἐξ αὐτοῦ ἐπειδὴ γὰρ τὰ ὀστὰ καὶ τὸ σῶμα χαρακτηρίζει τὸν ἄνθρωπον διὰ τὴν γνησιότητα φησιν ἐξ αὐτοῦ ἡμᾶς εἶναι
234ex214vEph.5.30 ἐξ αὐτοῦ δὲ καθὸ ἀπαρχὴ ἡμῶν ἐστιν τῆς δευτέρας πλάσεως ὥσπερ ἐκ τοῦ ἀδὰμ διὰ τὴν πρώτην
232214vEph.5.30-Eph.5.31σμ ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ ὅτι γάρ ἐστι σὰρξ τοῦ ἀνδρὸς ἡ γυνὴ ἄκουε τοῦ ἀδὰμ λέγοντος τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου
236214vEph.5.31σμα καὶ ἕσονται οἱ δύο εἰς σάρκα μίαν ἰδὸυ καὶ ἕτερον δικαίωμα ἀγάπης ὅτι σῶμα ἀλλήλων εἰσίν
237214vEph.5.32σμβ τὸ μυστήριον τοῦτο μέγα ἐστὶν ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν πῶς μέγα ὅτι ὁ χριστός ἐξὸν μένειν εἰς τὴν ἰδίαν δόξαν ἐταπέινωσεν ἑαυτὸν ἐν ἀνθρωπήσας ἵνα προσκολληθῇ τῇ ἐκκλησία καὶ γένανται οἱ δύο εἰς πνεῦμα ἔν ὁ γὰρ κολλώμενος φησιν τῷ κυριῷ ἓν πνεῦμα ἐστίν
238214vEph.5.33σμγ πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἔνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν ὡσέι ἔλεγεν οὐχὶ ἠ ἀναγωγῇ τοῦ νοήματος καὶ ἡ πνευματικῇ ἐξήγησις ἀνατρέπει τὸ ἰδικόν δύναται γὰρ καὶ πνευματικῶς καὶ ἰδικῶς ἑρμηνεύεσθαι οἱ καθ’ ἔνα δὲ εἶπεν
239214vEph.5.33 οἷον ἄνθρωποι τὰ γὰρ τοῦ κατὰ ἀναγωγὴν νοήματος εἰς κοινότητα ὁρᾶ τουτέστιν τὴν ἐκκλησίαν
240214vEph.5.33σμδ ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα οἷδεν γὰρ ἰσοτιμία ἀκαταστασίας ὑπόθεσις γίνεσθαι διὰ τοῦτο μίαν ἀρχὴν κελέυει εἶναι τοῦ ἀνδρός * προηγουμένως τὴν ἀγάπην εἶναι δεῖ ὅυτω γὰρ καὶ ὁ φόβος ἔψεται τὸ δὲ φοβεῖσθαι νόει ὡσπερ ἐπει γυναῖκα φοβεῖσθαι μὴ δουλοπρεπῶς
241214rEph.5.33-Eph.6.1σμε τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν εἶπεν περὶ τῆς πρώτης ἀρχῆς τῆς κατὰ τὸν ἄνδρα νῦν περὶ τῆς δευτέρας λέγει τῆς κατὰ τοὺς γονεῖς ἡμὲν γὰρ γυνὴ τῶ ἀνδρί τὰ δὲ τέκνα αὐτῷ τῷ καὶ τῇ γυναικὶ ὑπόκειται
242214rEph.6.1-Eph.6.2σμϛ ἐν κυριῷ τοῦτο γάρ ἐστιν δίκαιον τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου τουτέστιν κατὰ κυρίον ἐν οἷς μὴ βλάπτεται ἡ εὐσέβεια τί γὰρ ὅτι προστῆσαι βούλεται ὁ πατὴρ τὴν θυγατέραν ἢ αἰσχρὰν διδάξαι τέχνην τὸν υἱόν ἢ πρὸς ἑλληνισμὸν ἀγαγεῖν τὰ γὰρ τοιαὺτα οὐκ ἐν κυρίῳ ἐστιν
243214rEph.6.2-Eph.6.3σμζ ἥτις ἐστὶν ἐντολὴ πρῶτη ἐντολὴ ἐν ἐπαγγελίᾳ,ἵνα εὖ σοι γένηται καὶ τοι οὐκ ἔστιν αὔτῃ πρώτῃ ἔστι γὰρ πρώτη οὐ μοιχέυσεις οὐ φονεύσεις ἀλλ’ ὅρα τί προς τέθεικεν ἐν ἐπαγγελία ἐκ εῖναι γὰρ αἱ πρῶται οὐκ ἔχουσιν ἐπαγγελίας ἀναχωρήσις γάρ εἰσι κακῶν Οὐκ ἀγαθοῦ ἐργασία αὔτῃ τοι γάρ οὖν κατὰ τὸν τῆς ἐπαγγελίας λόγον ἐστὶ πρώτῃ ἀγαθοῦ γάρ ἐστιν ἐργασία
244214rEph.6.3σμη καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς ὅρα σοφίαν ἐπειδὴ πρὸς νηπίους ὁ λόγος αὐτῷ πρὸς γὰρ τὰ τέκνα λαλεῖ αὐτὴν τὴν κειμένην ἀμοιβὴν εἴρηκεν καὶ οὐδὲν ὑψηλόν οὐ περὶ βασιλείας οὐρανῶν·οὐ περὶ μιμήσεως χριστοῦ ὅπερ ἐπὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐποίησεν τί γὰρ ἡ δύτερον παισὶ τῆς μακροχρονίας καὶ γὰρ καὶ τοῖς ἰουδαίοις ὡς νηπίοις οὖσι τὰς φρένας ταῦτα ἐνομοθετήθη οὐ γὰρ ἴσχυον τέλείων ἀκούειν
245214rEph.6.3-Eph.6.4σμθ καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν οὐκ εἶπεν ἀγαπᾶτε τοῦτο γὰρ αὐτοὺς ἡ φύσις καὶ ἄκοντας ἀπαιτεῖ ἀλλὰ μὴ παροργίζετε τουτέστιν μὴ ἀποκληρονόμους μὴ ἀποκηρύκτους ποιεῖτε μὴ φορτικὰ καὶ δούλοις πρέποντα αὐτοῖς ἐπιτάσσετε καὶ πρὸς αὐτοὺς ἀεὶ δυσχεράινετε
246214rEph.6.4σν ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου τοῦτο τῆς παραινέσεως τὸ κεφάλαιον τούτων πνευματικῶν γὰρ ὄντων Καὶ τὰ σαρκικὰ ἀκολουθήσει τοῦτο γὰρ αὐτοὺς μάλιστα πειθηνίους ποιεῖ
247214rEph.6.5σνα οἱ δοῦλοι ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις τοὺς δούλους ἐσχάτους τέθεικεν ἐπειδὴ καὶ εἰσὶν τῷ ἀξιώματι οὐκέτι δὲ τούτοις ὡς παιδίοις νηπίως διὰ λέγεται ἀλλὰ τελείοις κατὰ σάρκα δὲ τουτέστιν τοῖς προς καίροις ἐκ τούτου δὲ καὶ παραμυθεῖται αὐτούς
248214vEph.6.5σνβ μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ κυριῷ εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσει πόλλω μᾶλλον τούτους τὸν δὲ τοιοῦτων οὐκ ἀπαιτεῖ παρὰ γυναικῶν φόβον ἐπειδὴ μήτε εἰσὶ δοῦλοι ἀλλ’ ὑπήκοοι καλῶς δὲ τὸ ἐν ἀπλότητι καρδίας ἔνι γὰρ καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν ἀλλ’ οὐκ ἐξευνοίας ̓ἀλλὰ κακόυργως
249214vEph.6.5-Eph.6.6σνγ μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι ἵνα μὴ ὅταν παρῶσιν οἱ δεσπόται καὶ ὁρῶσιν ἀλλ’ ἵνα καὶ ἀπόντων αὐτῶν τὰ δέοντα ποιῶσιν
250214vEph.6.6σνδ ἀλλ’ ὡς δοῦλοι χριστοῦ ἄρα οὖν ὁ ἀνθρωπάρεσκος οὐκ ἐστι χριστοῦ δοῦλος
251214vEph.6.6-Eph.6.7 ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς μετ’ εὐνοίας δουλεύοντες τῷ κυριῷ καὶ οὐκ ἄνθρωποις ἐνί γὰρ καὶ ἐν ἁπλότητι καὶ ἀκακούργως ἐργάζεσθαι μὴ μέντοι ὡς ἡ δύναμις πάρεστιν ἀλλὰ τὸ ὡρισμένον μόνον
252214vEph.6.7 καὶ οὐ κατὰ ἄνθρωποις φησιν τουτέστιν μὴ κατὰ βίαν ἀλλ’ ἐκ προαιρέσεως
253214vEph.6.7-Eph.6.8σνε εἰδότες ὅτι ὃ ἐάν ἕκαστος ποιήσῃ ἀγαθὸν τοῦτο κομιεῖται παρὰ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος ἐπειδὴ εἰκός ἐστιν πολλοὺς τῶν δεσποτῶν μὴ ἀμείβεσθαι τῆς εὐνοίας τοὺς δούλους ἐκεῖ αὐτοῖς ὑπισχνεῖται τὴν ἀμοιβήν
254214vEph.6.8-Eph.6.9σνϛ καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς τὰ αὐτὰ ποῖα μετ’ εὐνοίας δουλεύετε μὴ ὡς ἀνθρωπάρεσκοι ἀλλὰ ταῦτα οὐ λέγει φανερῶς καίτοι ταῦτα διανοηθείς καὶ γὰρ καὶ οἰ κύριοι δουλεύουσι τοῖς δούλοις ὅταν γὰρ ἐκεῖνου κοιμωμένου καὶ ῥέγχοντος ὁ δεσπότης περὶ τροφῶν περὶ ἐνδυμάτων μεριμνῶν οὐ καθεύδη ἆρα οὐ δουλεύει ἔστι δὲ καὶ ἐπὶ τῶν κυρίων τὸ μετὰ φόβου καὶ τρόμου ἁρμόσαι τοῦ πρὸς θεὸν δηλονότι
255214vEph.6.9σνζ ἀνιέντες τὴν ἀπειλήν μὴ φορτικοί φησιν μὴ ἐπαχθεῖς
256214vEph.6.9σνη εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανῶ ᾧ γὰρ μέτρω μετρεῖτε μετρηθήσεται φησιν μὴ ἀκούσης καὶ σὺ δοῦλε πονηρὲ πᾶσαν ἐκεῖνην τὴν ὀ φειλὴν ἀφῆκα σοι καὶ τὰ ἑξῆς
257214vEph.6.9σνθ καὶ προσωποληψία οὐκ ἔστιν παρ’ αὐτῷ μὴ νομίσης ὅτι τῶν εἰς τὸν δοῦλον γινομένων κακῶν καταφρονεῖ διὰ τὸ τοῦ προσώπου εὐτελές οὐκ ἔνι παρὰ θεῷ δοῦλος καὶ δεσποτῆς
258214vEph.6.9-Eph.6.10σξ τὸ λοιπὸν ἀδελφοί ἐν δυναμοῦσθε ἐν κυρίῳ,καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ μετὰ τὸ διὰ τάξαι φησὶ τὰ εἰκότα τοῦτο ὑπό λοιπον τὸ ἐνδυναμοῦσθαι ὑμᾶς ἐν κυρίῳ τουτέστιν ἐν τῇ εἰς αὐτὸν ἐλπίδι καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ διὰ γὰρ τῆς αὐτοῦ βοηθείας ὕπαρχει ἡμῖν τὸ ἐλπίζειν εἰς αὐτόν
259214vEph.6.10 ἰσχυρὸς γάρ ἐστι φησὶν καὶ ἱκανὸς πάντα κατορθὼσαι
260215rEph.6.10-Eph.6.11σξα ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ μετὰ τὸ διοικῆσαι πάντας κατὰ τάξιν λοιπὸν καθ’ ὁπλίζει αὐτοὺς ὡς πρὸς πώλεμον
261215rEph.6.11σξβ προς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου οὐκ εἶπεν μάχας ἀλλὰ μεθοδείας ὅπερ ἐστι χαλεπώτερον οἷον πρὸς τὰς ἐπιβουλάς προς τὰς ἐνέδρας πρὸς τοὺς δόλους
262215rEph.6.11-Eph.6.12σξγ ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ταῦτα φησιν δεικνὺς ὅτι νήψεως χρεία καὶ ἐγρηγόρσεως πρὸς τὸν πόλεμον οὐ πτοῆσαι βουλόμενος ὁ γὰρ διδάσκων τοῦ ἐχθρὸυ τὴν δύναμιν ἀσφαλετέρους ποιεῖ τοὺς οἰκείους
263215rEph.6.12σξδ ἀλλὰ πρὸς τὰς ἀρχάς περὶ δαιμόνων λέγει οὓς ἡμεῖς αὐτῷ πεποιήκαμεν ἄρχοντας ἐκόντες αὐτοῖς ὑποκλινόμενοι οὐ γὰρ ἔλαχον τὸ ἄρχειν ἡμῶν ἀλλὰ πατεῖσθαι ἰδοὺ γάρ φησι δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων
264215rEph.6.12σξε πρὸς τὰς ἐξουσίας οὐ γὰρ ἕξη περαιτέρω τοῦ κόσμου χώραν
265215rEph.6.12σξϛ πρὸς τοὺς κοσμοκράτορας κόσμον οἶδεν ἡ γραφὴ τὰς πονηρὰς πράξεις καλεῖν οὕτω καὶ ὁ χριστὸς ἑαυτοῦ μαθητᾶς ὑμεῖς οὐκ ἐστέ φησιν ἐκ τοῦ κόσμου τούτου καίτοι ἦσαν ἀλλὰ πονηρὰς πράξεις λέγων ὅυτως εἶπεν κοσμοκράτορας οὖν φησι τοὺς δαίμονας ὄντας τῶν πονηρῶν πράξεων καθηγεμόνας
266215rEph.6.12σξζ τοῦ σκότους τοῦ αἰῶνος τούτου ἵνα μὴ φοβηθῆς ἀκόυων κοσμοκράτορας ἐπήγαγεν τίνος ἄρχουσι τῆς πονηρίας φησι σκότος γὰρ τοῦ αἰῶνος τούτου τὰς πονηρὰς λέγει πράξης
267215rEph.6.12σξη πρὸς τὰ πνευματικὰ τῆς πονηρίας τουτέστιν δαιμόνια τὰ ὄντα τῆς πονηρίας οἷον τοῦ διαβόλου ὑπ’ αὐτὸ γὰρ τελοῦσιν οἱ τῶν πονηρῶν πράξεων καθηγηταί
268215rEph.6.12σξθ ἐν τοῖς ἐπουρανίοις ὡσεὶ ἔλεγεν ἔστιν δὲ ἡμῖν πρὸς τούτους ἡ πάλη οὐ περὶ μικρῶν τινῶν ἀλλ’ ὑπὲρ τῶν ἐπουρανίων πραγμάτων οἷον βασιλείας οὐρανῶν καὶ ὑιοθεσίας διὸ νήφειν χρή ἡ δὲ ἐν λέξις ἰδικῶς διὰ τὰ ἐπουρανία φησὶ τὸ γὰρ ἐν διά ἐστιν
269215rEph.6.12-Eph.6.13σο διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀντιστῆναι ἐπειδή φησι χαλεποὶ οἱ ἐχθροί
270215rEph.6.13σοα ἐν τῇ ἡμέρα τῇ πονηρᾷ ἡμέραν πονηρὰν καλεῖ τὸν παρόντα βίον διὰ τὰ ἐν αὐτῷ πονηρὰ πράγματα δεικνὺς βραχὺν τὸν τοῦ πολέμου καιρόν κατ’ αὐτὸ προθυμίαν αὐτοῖς διδούς
271215vEph.6.13σοβ καὶ ἅπαντα κατεργασάμενοι στῆναι ἅπαντα οἷον τὰ πάθη τῆς ἐπιθυμίας κατεργασάμενοι οἷον καταπολεμήσαντες στῆναι νικηφόροι τινες καὶ λαμπροὶ τοῖς τροπαίοις πολλοὶ γὰρ μετὰ τὸ νικῆσαι πάλιν ἔπεσον ἀλλ’ ἵνα ἐνστῆτε τῇ νίκῃ
272215vEph.6.14σογ στῆτε οὖν περιζωσάμενοι ἐπὶ πόλεμον προτρέπων τὸ πρῶτον ἐν τοῖς τακτικοῖς παραινεῖ τὸ στῆναι εὐτάκτως εἶτα λοιπὸν καθοπλίζει καὶ πρῶτον ζώννυσι τὸν διαρρέοντα καὶ διακεχύμενον ταῖς ἐπιθυμίαις καὶ χαμὰι τοὺς λογισμοὺς συρομένους ἔχοντα στρατίωτην καὶ ἀναστέλλει τῇ νοητῇ ταύτῃ ζώνη
273215vEph.6.14σοδ τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ ὥσπερ ἐπὶ τῶν νηῶν ἡ τρόπη τὸ πᾶν συνέχη θεμέλιος τις οὖσα οὕτως ἐφ’ ἡμῖν ἡ ὀσφύς οἱ γοῦν ἀποκαμόντες πολλάκις ὥσπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας ἐπιτιθέντες διαναπάυονται τὴν τοίνυν ἀρχὴν ἡμῶν πρῶτον συσφίγγει οἷον τὸν ἐν ἡμῖν τρόπον τῆς ψυχῆς ὃν τροπικῶς ὀσφὺν ἐκάλεσεν ὂν τοῦτον τῇ ἀληθεία περιζώννυσιν ἡ δὲ ἀλήθεια εἰς πολλὰ νοεῖται ἀλήθεια δογμάτων ἀλήθεια βίου χρηστοῦ ὑποκρίσεως κεχωρισμένου ἀλήθεια λόγων τὸ δολερὸν ἀρνουμένων ἀλήθεια ἐνθυμήσεως οὐδὲν ἐχούσης τοῦ νόθου καὶ κιβδήλου τῶν δαιμόνων σπόρου
273ex215vEph.4.30 δύνη δὲ καὶ ὡς πρὸς τὸν χριστὸν νοῆσαι τὸν ὄντως ἀλήθειαν ἐγῶ γάρ εἰμι φησιν ἡ ἀλήθεια ὃν καὶ ἐνδεδύσασθαι οὐ μόνον τοῖς ἀνθρώποις περιεζῶσθαι δεδώρηται ὅ σοι γάρ φησιν εἰς χριστὸν ἐβαβτίσθητε χριστὸν ἐνεδύσασθε
274215vEph.6.14σοε καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης τὸν καθὸλου φησιν ἐνάρετον βίον
275215vEph.6.15σοϛ καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης ἢ τοῦτο φησιν ὅτι χρὴ τοὺς πόδας ἡμῶν ἐτοίμους εἶναι πρὸς τὸ εὐαγγελίζεσθαι ὡς ὡραῖοι γάρ φησιν οἱ πόδες τῶν εὐαγγελιζομένων εἶρήνην ἢ ὅτι ἐν ἑτοίμω ὁφείλομεν εἶναι καὶ βίον ἔχειν ὡς τὸ εὐαγγελίον ὑφηγεῖται τῇ γὰρ ἑτοιμασίαν τῆς καρδίας αυτῶν ὡς φησὶν ὁ προφήτης προσέσχεν τὸ οὖσσου
276215vEph.6.15 τὸ γὰρ εὐαγγέλιον εἰρήνην μὲν πρὸς τὸν θεὸν ποιεῖ Πόλεμον δὲ πρὸς τοὺς δαίμονας
277215vEph.6.15-Eph.6.16σοζ ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως δεῖ γὰρ ἐκεῖνα προηγήσασθαι πίστιν δὲ φησι τὴν ἐλικρινῇ καὶ διάπυρον περὶ ἦς ὁ κύριος φησιν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτω μετάβησεται
278215vEph.6.16σοη ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι βέλη φησι τὰς ἐπιθυμιας τοὺς λογισμούς τους πειρασμούς καλῶς δὲ τὸ πεπυρωμένα τοιαῦται γὰρ αἱ ἄτοποι ἐπιθυμίαι
279216rEph.6.16-Eph.6.17σοθ καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι τῆς σωτηρίας ἡμῶν τουτέστιν τῆς ἐλπίδος τὸ δὲ δέξασθαι οἷον φορέσατε καὶ δέξασθε τῇ κεφαλῇ
280216rEph.6.17-Eph.6.18σπ καὶ τὴν μάχαιραν τοῦ πνεύματος ὅ ἐστιν ῥῆμα θεοῦ διὰ πᾶσης προσευχῆς καὶ δεήσεως ἢ τὸ πνεῦμα φησι περιφραστικῶς εἰρηκὼς διὰ τὸ τομὸν καὶ μεριστικὸν τῶν ἐναντίων ἔξεων ἢ τὴν πνευματικὴν ζωὴν καὶ πολιτειαν ἥτις ὡς μάχαιρα ἐνεργεῖ κατὰ τῶν νοητῶν ἐχθρῶν ὤσπερ γὰρ ὀ λόγος τοῦ θεοῦ τμητικός ἐστι ζῶν γὰρ φησιν ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος οὕτως καὶ τὸ πνεῦμα ὃ ἐστί φησιν ῥῆμα θεοῦ τουτέστιν ὃ ἕτοικεν τῶ λόγω τοῦ θεοῦ
280ex216rEph.6.18 ἢ ὅτι τὰ πνευματικά λέγει χαρίσματα ἅπερ ἐστι διὰ ῥήματος καὶ προστάγματος θεοῦ ἢ ὅπερ ἐστι ῥῆμα θεοῦ τῷ κάτῳ ζευκτέον ἵνα ᾖ ὅυτως ὅπερ ἐστι ῥῆμα θεοῦ καὶ πρόσταγμα τοῦτο φησι ποιεῖτε ποῖον διὰ πάσης προσευχῆς καὶ δέησεως προσευχόμενοι ἵνα ἦτε φησὶν ἢ ὅτι κατὰ τὸ ἐνεργεῖν καὶ τέμνεν τὰ πνευματικὰ χαρίσματα ῥῆμα ἔστιν θεοῦ τμητικὸν γὰρ τὸ ῥῆμα τοῦ θεοῦ ὅυτω μᾶλλον ὁ μακάριος ἰωάννης διὰ γὰρ ῥῆματος θεοῦ ἐπετελεῖτο τὰ χαρίσματα πᾶν γὰρ ὃ εὰν αἰτήσητε φησιν ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν φησιν ὃ χριστός
281216rEph.6.18σπα προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι μετὰ τὸ καθωπλίσαι τὸν βασιλέια λοιπὸν καλεῖ ἵνα δῷ χεῖρα
282216rEph.6.18σπβ καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες μηδέν φησι ῥάθυμον ἢ ἠμελημένον
283216rEph.6.18-Eph.6.19σπγ καὶ ὑπὲρ ἐμοῦ καὶ γὰρ καὶ τὸν πέτρον φησιν ἡ εὐχὴ τῆς ἐκκλησίας ἔλυσεν τῶν δεσμῶν
284216rEph.6.19σπδ ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματος μου καλῶς τὸ ἐν ἀνοίξει οὔτε γὰρ προεμελέτα τί λαλήσαι τῷ χριστῷ πειθόμενος ἀλλ’ ἐξ ὑπογύου καὶ ἐν αὐτῷ τῷ τὸ στόμα ἀνοῖξα ὁ λόγος προήει
285216rEph.6.19σπε ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου ἡ ἵνα ἐν παρρησίᾳ ἀπολογήσωμαι ἢ εὐαγγελίσωμαι
286216rEph.6.19-Eph.6.20σπϛ ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει ὑπὲρ οὖ εὐαγγελίου πρεσβεύω πρὸς ἀνθρώπους ἵνα φησιν ἐν αὐτῷ καὶ τοῖς ἐν αὐτῷ καταλλαγῶσιν ὑπὲρ χριστοῦ γάρ φησιν πρεσβεύομεν
287216rEph.6.20σπζ ἵνα ἐν αὐτῷ παρρησίασωμαι ὡς δεῖ με λαλῆσαι ἐν δεσμοῖς ἦν καὶ ἀπολογεῖσθαι ἔμελλεν ἵνα οὖν φησι μετὰ παρρησίας καὶ ὅυτως ὡς χρὴ τῶν ὑπὲρ τηλικούτων ἀπολογούμενον ἀπολογήσωμαι
288216rEph.6.20-Eph.6.21σπη ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ τί πράσσω πάντα ὑμῖν γνωρίσει τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς ἄπερ ἦν παραινέσεως καὶ δογμάτων ἔγραψεν τὰ δὲ κατ’αὐτὸν τῷ φέροντι τὴν ἐπιστολὴν λαλῆσαι ἐπέτρεψεν
289216rEph.6.21σπθ καὶ πιστὸς διάκονος ἐν κυριῷ εἰ πιστὸς οὐκ οὖν καὶ ἀληθεύσει
290216rEph.6.21-Eph.6.22ρ ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν τοῦτο καὶ τῆς παύλου ἀγάπης καὶ τῆς ἐκείνων σημεῖον ἦν τὸ ἐθέλειν παντὶ τρόπω γνωσθῆναι αὐτοῖς ἐν οῖς ἧν
291216rEph.6.22ρα καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν ἐπειδὴ γὰρ ἐν ἁλύσεσιν ἦν ὁ διδάσκαλος ἔχρηζον οἱ μαθηταὶ παρακλήσεως τοῦ μὴ καταπεσεῖν
292216vEph.6.23ρδ εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἰησοῦ χριστοῦ ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ τὴν μετὰ πίστεως ἀγάπην ἵνα μὴ εἴ ἡ αὕτη πρὸς ἐτεροδόξους ἀλλὰ πρὸς μόνους πιστούς ἢ ὅτι οὐδέν ἔσται τῆς ἀγάπης κέρδος μὴ καὶ μετὰ πίστεως οὔσης
293216vEph.6.24ρε ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κυρίον ἡμῶν ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ ἀμήν ἡ γὰρ εἰς τὸν χριστὸν ἀγάπη ἄφθαρτος καὶ ἀμείωτος μὰλλον δὲ καθ’ ἐκάστην ἐπιδιδοῦσα τὴν ἡμέραν ὤφειλεν εἶναι