A Transcription of Ephesians in GA 1982, by Clark R. Bates

UnitPageVersesAttributionsBiblicalComment
Ha177rEph.0.0 Ταύτην ἐπιστέλλει ἀπὸ Ρώμης,οὔπω μὲν αὐτοὺς ἑωρακὼς ἀκούσας δὲ περὶ αὐτῶν ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη ἐφέσιοι πιστεύσαντες εἰς τὸν κύριον ἡμῶν ἰησοῦν χριστὸν γνησίαν ἔσχον εἰς αὐτὸν τὴν πίστιν καὶ εἰς πάντας τοὺς ἁγίους τὴν ἀγάπην καὶ ἠβούλοντο παρὰ τοῦ παύλου βεβαιωθῆναι μαθὼν τοίνυν ὁ ἀπόστολος γράφει πρὸς αὐτοὺς τάυτην τὴν ἐπιστολὴν ὥσπερ κατηχητικήν καὶ πρῶτον μὲν δείκνυσι μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον ἀλλ’ ἐξ ἀρχῆς καὶ πρὸ καταβολῆς κόσμου εἶναι ταύτην εὐδοκίαν θεοῦ ὥστε τὸν χριστὸν ὑπὲρ ἡμῶν παθεῖν καὶ ἡμᾶς σωθῆναι ἕπειτα περὶ κλήσεως τῶν ἐθνῶν διαλέγεται ἵνα δέιξῃ ἁξίως αὐτοὺς πεπιστευκέναι καὶ ἀποδείκνυσιν ὅτι ἡ κλῆσις ἡμῶν γέγονεν οὐκ δι’ ἀνθρώπου ἀλλὰ διὰ ἰησοῦ χριστοῦ ὅς ἐστὶν υἱὸς τοῦ θεοῦ ἵνα καὶ ἐκ τούτου μάθωσιν ὅτι οὐκ ἀνθρωπολάτραι γέγονασι πιστεύσαντες χριστῷ ἀλλὰ ἀληθινοὶ θεοσεβεῖς σημαίνει δὲ καὶ ἑαυτὸν διὰ τοῦτο ἀπεστάλθαι κηρύσσειν τὸ εὐαγγέλιον καὶ ὅτι καὶ περὶ αὐτῶν ἐφρόντιζεν ἔπειτα παραινετικοὺς λόγους ἀνδράσι καὶ γυναιξὶ πατράσι καὶ τέκνοις κυρίοις καὶ δούλοις τίθησιν ἐν τῇ ἐπιστολῇ καὶ καθόλου πάντας παρασκευάζει κατὰ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ πρὸς ἐκείνους ἡμῖν εἶναι τὴν πάλην καὶ ὥσπερ ἀγαθὸς ἀλείπτης ἀλείψας τοῖς λόγοις πάντας κατὰ τῆς διαβολικῆς ἐνεργείας οὕτως τελειοῖ τὴν ἐπιστολήν
Hb177rEph.0.0 ἡ ἔφεσος μητρόπολις μέν ἐστι τῆς ἀσίας τὴν δὲ ἅρτεμιν ἔσεβεν καὶ τοσοῦτον ἦν περὶ τὴν δαίμονα τὸ σέβας ὡς καὶ νεοκόρον τὴν ἔφεσον τῆς ἀρτέμιδος ἀναορεύεσθαι ὡς ἐν ταῖς πράξεσιν ἱστόρηται ἐν αὐτῇ ἐφέσῳ ὁ εὐαγγελιστὴς ἰωάννης ἐξορισθεὶς δίετριψε πολλὰ ἐν ᾖ καὶ τελευτᾶ καὶ τὸν τιμόθεον παῦλος ἐκεῖ ἐπὶσκοπον ἐχειροτόνησε τῶν δὲ φιλοσόφων οἱ κατὰ τὴν ἀσίαν ἀνθοῦντες ἐν τῇ ἐφέσῳ μάλιστα διῆγον διὸ πολλῇ σπουδῇ κέχρηται πρὸς αὐτοὺς γράφων καὶ τὰ βαθύτερα δὲ τῶν νοημάτων αὐτοῖς ἐπιστέλλει ἅτε κατηχημένοις καὶ τὰ ὑψηλά γράφει δὲ ἀπὸ ῥώμης τὴν ἐπιστολὴν ἐν δεσμοῖς ὑπάρχων
1177vEph.1.1α Παῦλος ἀπόστολος Ἰησοῦ χριστοῦ… ὅρα πόση ἧν ἡ τότε ἀρετὴ ὅτι κοσμικοῖς ἀνθρωποῖς καὶ πιστοῖς ἐπαγορέυει
2177vEph.1.1β εἰκότως ἀπὸ χάριτος ἤρξατο χάριτι γὰρ καὶ πατῆρ ἀνθρωπών ὁ θεός χάριτι καὶ ὁ ὑιὸς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν
3177vEph.1.1γ τοῦτο ὡς πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ἰουδαϊκῆς εὐλογίας ἐκέινη γὰρ σαρκικωτέρα μᾶλλον ἦν ἡ δὲ ἡμῶν πνευματική καλῶς δὲ τὸ ἐν πάση γέγονας γὰρ ἀθάνατος ἀναμάρτητος ὓιος καὶ ἀδελφὸς θεοῦ συγκληρονόμος ἡ ἀπαρχή σου προσκυνεῖται ἐκ τῶν χερουβίμ
3Ph177vEph.1.1 φωτ ὁ εὐλογήσας ἡμᾶς εὐλόγησεν διὰ τοῦ υἱοῦ ἐξελέξατο διὰ τοῦ υἱοῦ υἱοθέτησε διὰ τοῦ υἱοῦ ἐχαρίτωσε διὰ τοῦ υἱοῦ πῶς δὲ διὰ τοῦ υἱοῦ ὣ θαῦμα διὰ τοῦ αἵματος αὐτοῦ φησιν εἶδες πλοῦτον χάριτος μᾶλλον δὲ περισσείαν καὶ ἅφατον ἔλεος οὑ μόνον δὲ ταῦτα ἀλλὰ καὶ ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ διὰ τίνος τοῦτο καὶ τοῦτο διὰ τοῦ υἱοῦ πάντα διὰ τοῦ υἱοῦ τῆς εὐδοκίας συμπαρούσης ἐν ἅπασι τοῦ πατρὸς οὑδὲ γὰρ ἕν τινι ἀπέσχισται τὸ πατρικὸν βούλημα τοῦ ἡγαπημένου υἱοῦ ἐπειδὴ δὲ περὶ τοῦ γνωρισθῆναι ἡμῖν τὸ μυστήριον διέλαβε πάλιν τῆς υἱοθεσίας μέμνηται δι’ οὖ λέγων καὶ ἐκληρώθημεν οἰ γὰρ ὑιοθετηθέντες ἐπὶ τῷ κηρονομῆσαι τῆς υἱοθεσίας ἀξιοῦνται ἥτις γέγονε διὰ τοῦ υἱοῦ καὶ προώρισται τῆς εὐδοκίας καὶ τοῦ πατρικοῦ βουλήματος συμπαρόντος γέγονε δὲ τοῦτο εἰς τὸ καὶ ἡμᾶς οὕτως πολιτεύσασθαι ὥστε εἰς ἔπαινον γενέσθαι τῆς δόξης αὐτοῦ τουτέστιν εἰς ἐπαινουμένην δόξαν αὐτοῦ καὶ εὐαρεστον τὸν βίον ἡμῶν καὶ τὴν πολιτείαν ὀρᾶσθαι παρὰ πάντων ὅπως γὰρ ἵδωσιν φησί τὰ καλὰ ὑμῶν ἔργα ὁ κυρίος ἐν εὐαγγελίοις καὶ δοξάσωσι τὸν πατέρα ἡμῶν τὸν ἐν οὐρανοῖς . εὐλόγησε γὰρ ἡμᾶς οὐ μόνον ἐν πάσῃ πνευματικῇ εὐλογία ἀλλὰ καὶ ἐν πνευματικοῖς πράγμασι καὶ ἐπουρανίοις διὰ τίνος διὰ ἰησοῦ χριστοῦ πῶς καθὼς ἐξελέξατο ἡμᾶς πρὸκαταβολῆς κόσμου οὕτως ἀρχαία ἠ ἡμῶν ἐκλογὴ καὶ εὐλογία ἐπὶ τί δὲ ἡμᾶς ἐξελέξατο ἐπὶ τὸ εἶναι ἁγίους καὶ ἀμώμους τιμίους καὶ καθαροὺς ἐν τῷ βίῳ πόθεν εἰς τοῦτο κινηθεὶς ἐξ ἀγάπης μόνης ἵνα τί γένηται ἵνα υἱοθετήση ἡμᾶς διὰ τοῦ χριστοῦ ἑαυτῷ τοῦτο γὰρ καὶ προώριστο ἐκ ποίας ἡμῶν ἐργασίας ἐξ οὐδεμιᾶς πλὴν ὅτι δι’ εὐδοκίαν τοῦ θελήματος αὐτοῦ ηὐδόκησε γὰρ καὶ ἡθέλησε τοῦτο ἡμῶν ὅλως μηδὲν συνεισενεγκόντων πῶς γὰρ ἧν συνεισενεγκεῖν τοὺς μηδ’ ἀρχήν που τοῦ εἶναι λαβόντας καὶ τί τὸ ἐκ τούτου κέρδος ἅφατος ἀνακύπτει ἔπαινος καὶ ἐγκώμιον τῆς δεδοξασμένης αὐτοῦ χάριτος ἐν ᾗ ἐχαρίτωσας ἡμᾶς δι’ τίνος ἣ δήλον ὅτι καὶ τοῦτο διὰ τοῦ ἡγαπημένου αὐτοῦ υἱοῦ πῶς ὅτι αὐτὸς ἐποίησε τὴν ἀπολύτρωσιν ἡμῶν ἧμεν γὰρ αἰχμάλωτοι διὰ τὰ παραπτώματα ἡμῶν δοὺς δὲ τὸ αἷμα αὐτοῦ λύτρὸν ὑπὲρ ἡμῶν ἐλυτρώσατο τῆς ἐν ᾗ κατειχόμεθα τυραννίδος καὶ πῶς τοῦτο τὸ φρικτὸν γέγονεν οὐκ ἐστὶν εἰπεῖν πλὴν ὅτι πλοῦτος ἐστὶ χάριτος περισσεία χάριτος ὑπερβολή οὐκ ἔστιν ἄλλο εἰπεῖν τοῦτο δὲ τὸ περὶ ἡμᾶς ἄφατον μυστήριον οὑ μόνον ἐνήργησεν ἀλλὰ καὶ ἐφανέρωσεν ἡμῖν αὐτό πῶς φρενώσας καὶ σοφίσας ἡμᾶς εἰς κατάληψιν αὐτοῦ πάντα τῆς ἐκείνου εὐεργέσιας τὸ ἐνεργῆσαι περὶ ἡμᾶς τὸ ἄφατον ἐκεῖνο μυστήριον τὸ γνωρίσαι αὐτὸ πάλιν ἡμῖν καὶ γὰρ καὶ τοῦτο μεγάλης καὶ ἁφάτου στοργῆς καὶ κηδεμονίας τὸ γνωρίσαι ἡμῖν τοῦ θελήματος αὐτοῦ τὸ μυστήριον οἷον τὸ ἐγκάρδιον αὐτοῦ καὶ ἀπόκρυφον βούλημα ὁρᾶς τίνων ἡμᾶς ἁξιοῖ καὶ τοῦτο ἧν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἐν τῷ υἱῷ αὐτοῦ τουτέστιν διὰ τοῦ υἱοῦ αὐτοῦ προωρισμένον κατ’ εὐδοκίαν γενέσθαι εὐλόγως δὲ πάλιν εἶπεν τὸ κατ’ εὐδοκίαν καὶ ὅτι διὰ τοῦ υἱοῦ ἧν προτεθειμένον γενέσθαι ἐπειδὴ γὰρ εἰπων αὐτὸ κατ’ ἀρχὰς καὶ αἰτίας αἰτίαις ἐν τῷ μεταξὺ συνείρων ἀπέστησεν πολὺ τὸν ἀκροατὴν τοῦ λόγου πάλιν ὥσπερ ἐπαναμιμνήσκων αὐτὸν καὶ ἐπαναλαμβάνων ὅτι πάντα διὰ τοῦ υἱοῦ γέγονεν εὐδοκίᾳ τοῦ πατρός τοῦτο προσφόρως ἐπισυνάπτει καὶ τίθησιν εἶτα ταῦτα δέ φησίν εἰς οἱκονομίαν τουτέστιν ἐπὶ ἀφάτῳ προνοιᾳ καὶ διοικήσει τῶν τῆς συντελείας καιρῶν τουτέστιν τῶν κατὰ τὴν συντέλειαν πραγμάτων ὅσα γὰρ ἐπράχθη διὰ τὴν τότε ἡμῖν ἀποκαλυφθησομένην δόξαν ἐπράχθη διὸ καὶ ὁ χριστὸς τότε διὰ τῆς ἐκ βάσεως τῶν πραγμάτων φανεροῦται ἀνακεφαλαιόυμενος τὰ πάντα ἐν αὐτῷ
4Ph178rEph.1.1 ἡ ὅτι οὐ μόνον τὸ πραχθῆναι τὸ περὶ ἡμᾶς μυστήριον διὰ τοῦ υἱοῦ προωρίσθη γενέσθαι κατὰ εὐδοκίαν τοῦ θελήματος τοῦ πατρός ἀλλὰ καὶ τὸ ἁξιωσθῆναι ἡμᾶς μαθεῖν τοῦτο ὁμοίως διὰ τοῦ υἱοῦ ἡμῖν γέγονεν κατ’ εὐδοκίαν τοῦ πατρός πάντα μὲν γὰρ ὁ υἱὸς ἐποίησεν καὶ ἔπαθεν ἵνα υἱοθετήσῃ καὶ υἱοθέτησεν ἀλλὰ καὶ ἐν πᾶσιν τούτοις ηὐδόκησεν ὁ πατήρ καὶ ἡθέλησεν ἢ οὖν ὡς προεγράφη ἐκληπτέον τὸ εἰπεῖν β τὸν θεῖον παῦλον τὸ μυστήριον τοῦ θεληματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν καὶ ἑξῆς ἢ ὡς νῦν ἀνεπτύχθη ἑκατέρᾳ γὰρ διανοίᾳ οὐ διίσταται τοῦ εὐλόγου
4178rEph.1.3δ ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ διὰ χριστοῦ γὰρ ἡμῶν ἡ εὐλογία οὐ διά τινος τῶν προφητῶν ὡς ἰουδάιοις διὰ μωυσέως καλῶς δὲ τὸ ἐν τοῖς ἐπουρανίοις οἷον πράγμασιν οὐδὲν γὰρ γήϊνον παρ’ ἡμῖν ὡς παρὰ ϊουδαίοις ἐκεῖ γὰρ γῇ τὲ ῥέουσα μέλι καὶ γάλα καὶ τὰ ἀγαθὰ τῆς γῆς φάγεσθαι καὶ εὐλογήσει κύριος τὴν γῆν σου ἐνταῦθα δὲ πάντα περὶ βασιλέιας οὐρανιῶν
5178rEph.1.4ε καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμος ὥσπερ εὐλόγησεν ἡμᾶς διὰ χριστοῦ οὕτως καὶ ἐξελέξατο δι’ αὐτοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως τὸ δὲ πρὸ καταβολῆς κόσμου δηλοῖ ὅτι τοῦτο πάλαι ἦν ὁρισθὲν σώθῆναι διὰ τῆς εἰς χριστὸν πίστεως τοὺς ἐπὶ γῆς τὸ δὲ καταβολῆς δηλοῖ ὅτι ἀπὸ ὕψους τινὸς τῆς τοῦ θεοῦ δυνάμεως κατεβλήθη ὁ κόσμος
6178rEph.1.4ϛ εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ ἐξείλετο ἡμᾶς φησιν ἐπὶ τούτω τῷ ὅρῳ εἰς τὸ εἶναι ̔ἡμᾶς ἁγιόυς κατὰ πίστιν ἀμώμους κατὰ βίον κατενώπιον αὐτοῦ φησιν εἰσὶ γάρ τινες ἄμωμοι τοῖς ἀνθρώποις δοκοῦντες ἀλλ’ οὐ τοῦτο φησιν ἀλλὰ κατενώπιον αὐτοῦ τοῦτο δέ φησιν διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἐπόιησεν
7178vEph.1.5ζ προορίσας ἡμᾶς εἰς ὑιοθεσίαν διὰ ἰησοῦ χριστοῦ εἰς αὐτόν μέγα μὲν καὶ τὸ εἰς ὑιοθεσίαν εἰσαχθῆναι θεοῦ μέιζον δὲ τὸ καὶ διὰ τοῦ ὑιοῦ τοῦτον ἐστι τευθῆναι ὑιοθεσίαν δὲ πόιαν τὴν εἰς αὐτόν φησι φέρουσαν τὸν θεὸν
7ex178vEph.1.5 * κατὰ τὴν εὐδοκίαν εὐδοκίαν γὰρ τὴν ἐπ’ εὐεργεσία βούλησιν ἔθος τῇ θεία` καλεῖν γραφῇ
8178vEph.1.5-Eph.1.6η τοῦ θελήματος αὐτοῦ εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ταῦτα δὲ πάντα ἐπόιησεν εἰς ἡμᾶς δι’ ἀλλομὲν οὐδὲν πλὴν ὅτι ἠβουλήθη καὶ σφόδρα ἐπεθύμησεν χάριτι σῶσαι τοὺς ἐπὶ γῆς πρὸς τὸ ἐκ τούτου ἐπαινεῖσθαι καὶ δοξάζεσθαι τὴν ἁγίαν αὐτοῦ δόξαν τῆς χάριτος
9178vEph.1.6θ ἐν ἧ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ ἐχαρίτωσεν δὲ πρῶτον μὲν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ · ἔπειτα ἐπεράστους ἐποίησεν ἀγγελόις ἀρχαγγέλοις ταῖς ἄνω δυνάμεσιν τοῖς ἐυηρεστηκόσιν αὐτῷ ἁγίοις ἐπιθυμήσει γάρ φησιν ὁ βασιλὲυς τοῦ κάλλους σου τὴν δὲ χάριν τάυτην διὰ τοῦ ἠγαπημένου χριστοῦ τοῖς ἐπὶ γῆς δεδώκεν αὐτὸς γὰρ ὁ μεσίτης
10178vEph.1.6-Eph.1.7ι ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ δί οὗ φησιν ἔχομεν τὴν ἄφεσιν διὰ τοῦ αἵματος αὐτοῦ ὑπάρξασαν ἡμῖν θαυμαστὸν γὰρ τὸ μὴ μόνον ὑπὲρ ἐχθρῶν ἀλλὰ καὶ τὸν ὑιὸν δοῦναι καὶ πρὸς θάνατον διὰ τοῦ αἵματος τοὺτο γὰρ τῶν δωρεῶν τὸ φρικωδέστατον
11178vEph.1.7ια τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ ταῦτα δὲ ἐποίησεν φησι κατὰ τὸν πλοῦτον τουτέστιν ἐν τῷ πλόυτῳ τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς πανταχόθεν ὑπερβολάι ὅτι τὲ πλοῦτος ἐδόθη καὶ πλοῦτος θεοῦ Καὶ χάριτος πλοῦτος καὶ ὅτι ἐπερίσσευσεν τουτέστιν περισσευθῆναι ἐπόιησεν
12178vEph.1.7-Eph.1.8ιβ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἢ σοφῶς καὶ φρονίμως ἐγνώρισεν ἡμῖν ἠ σοφοὺς καὶ φρονίμους ποιήσας ὅυτως ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ὡσὲι εἶπεν τὰ ἐν τῇ καρδία αὐτοῦ τί γὰρ ἶσον τοῦ μυστηρίου τούτου τοῦ δοῦναι τὸν ὑιὸν ὑπὲρ τῶν ἐχθρῶν
13178vEph.1.9ιγ κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ γνωρίσας ἡμῖν κατὰ τὴν βουλὴν αὐτοῦ ἢν βουλὴν πρόεθετο ἐν αὐτῷ τουτέστιν τῷ χριστῷ πληρῶσαι καὶ ἁπλῶς τοῦτο πρόεθετο φησιν τοῦτο ἐβουλέυετο ὁ πατὴρ τὴν ἀπαρχὴν τοῦ φυράματος ἡμῶν ἐκ δεξιὼν αὐτοῦ καθίσταται
14179rEph.1.9-Eph.1.10ιδ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν ταύτην δὲ τὴν ευδοκίαν διατί πρόεθετο διατί εἰς οἰκονομίαν φησὶ τουτέστιν εἰς χρηστὴν καὶ ἐπωφελῆ διοίκησιν τοῦ πέρατος τῶν καιρῶν ἐν γὰρ τοῖς ἐσχάτοις καιροῖς ἡ σώτηριος οἰκονομία γέγονεν τῆς ἐνανθρωπήσεως
15179rEph.1.10ιε ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς συνάψαι ἐνῶσαι μίαν κεφαλὴν παρασχεῖν ἀγγέλοις καὶ ἀνθρωποις τὸν χριστὸν ἀπεσχισμένοι γὰρ ἢσαν οἱ ἄγγελοι καὶ οἱ ἄνθρωποι συνῆψεν οὖν αὐτοὺς καὶ ἤνωσεν διὰ χριστοῦ
15ex179rEph.1.10 * ἀνακεφαλαίωσιν καλεῖ τὴν σύντομον των πραγμάτων μεταβολὴν δια γὰρ της κατὰ τὸν δεσπότην χριστὸν οἰκονομίας καὶ τῶν ἀνθρωπῶν ἡ φύσις ἀνίσταται καὶ τὴν ἀφθαρσίαν ἐν δύεται καὶ ἣ ὁρωμένη κτίσις τῆς φθορας ελευθερουμένη τευξειται τῆς ἀφθαρσίας καὶ τῶν αὀράτων οἱ δῆμοι ἐν εὐφροσύνῃ διατελέσουσιν ἐπειδὴ ἀπέδρα ὁ δύνη καὶ λύπη καὶ στεναγμός τοῦτο διὰ τῶνδε τῶν ῥητῶν ἐδίδαξεν ὁ θεῖος ἀπόστολος οὐ γὰρ ἁπλῶς εἶπεν τὸν οὐρανὸν καὶ τὴν γῆν ἀλλὰ καὶ τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς καὶ δεικνὺς τὸ τῆς οἰκονομίας μυστήριον ἐπήγαγεν ἐν αὐτῷ τουτέστιν ἐν τῷ χριστῷ
16179rEph.1.11ιϛ ἐν αὐτῷ πάλιν τὸ ἐν αὐτῷ τουτέστιν δι’ αὐτοῦ τοῦ χριστοῦ
16ex179rEph.1.11 * ἐν ᾧ καὶ δι’ οὖ φησι χριστοῦ καὶ ἐκληρώθημεν ἀλλ’ ἐπειδὴ ὁ κλῆρος συν κυρίας μᾶλλον καὶ οὐκ ἀρετῆς ἐστιν διορθοῦται αὐτὸ καὶ φησὶν προρισθέντες οὐκ ἂν δὲ προωρίσθημεν εἰ ἀνάξιοι ἦμεν
16ex2179rEph.1.11 * ἐκληρώθημεν προορισθέντες ἄνωθεν γὰρ προορίσας ἡμᾶς εις ταύτην απεκλήρωσεν τὴν ζωὴν ὁ πάντα ποιῶν ὅσα βούλεται δίδασκει δὲ σαφέστερον εἰς ποῖον προωρίσθημεν κλῆρον
17179rEph.1.11ιζ κατὰ πρόθεσιν θεοῦ τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν γνώμην τοῦ τὰ πάντα ἐνεργοῦντος θεοῦ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς
18179rEph.1.11ιη κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ εἶτα οὐκ ἄρκεσθεις τῷ εἰπεῖν προορισθέντες καὶ κατα πρόθεστιν ἐπάγει κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ δεῖξαι γὰρ βούλεται ὅτι οὐκ ἐνπαρεπομένῳ ἐκλήθη τὰ ἔθνη διὰ τὸ ἀπο σκιρτῆσαι ϊουδαίους ἀλλὰ ἄνωθεν τοῦτο προώριστο καὶ ἐν πρωτοτύπω ἔκειτο ἐπειδὴ γὰρ ὁ χριστὸς προτρεπόμενος τοὺς ἰουδαίους φησὶν οὐκ ἦλθον εἰμὴ εις τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου ἰσραήλ καὶ πάλιν εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε σπουδάζει νῦν δεῖξαι ὁ παῦλος ὅτι προτροπῆς ἐνεκεν καὶ ἐφελκύσεως ἰουδαίων ἐκεῖνα ἔιρηται ὡς τό γε ἀληθὲς ἄνωθεν ὥριστο ἡκλῆσις τῶν ἐθνῶν
19179rEph.1.12θ εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον ἡμᾶς τίνας τοὺς προηλπικότας ἐν τῷ χριστῷ φησὶ τουτέστιν τοὺς πιστούς ἐκ τοῦ καθ’ ἡμᾶς γὰρ πράγματος μάλιστα δόξαστεος ὁ θεός ὅτι ὅυτως αὐτοῦ ἠλλοτριωμένους ἔσωσεν
19ex179rEph.1.12 * δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ χριστῷ πάντες γὰρ ὁρῶντες τοὺς εἰς τὸν δεσπότην πεπιστευκότας χριστὸν ἀνυμνοῦσι τὸν τουτων αἴτιον τῶν ἀγαθῶν
35179rEph.1.12-Eph.1.19λε F 180ν καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας εἶπεν τινα μέλλοντα λέγει καὶ γεγονὸς ἵνα ἐκ τοῦτου πιστώσηται κακεῖνα ποῖον δὲ τοῦτο αὐτὸ τὸ πιστεῦσαι ἡμᾶς ὄντως γὰρ μέγιστης δυνάμεως θεοῦ δεῖγμα τὸ ἡμᾶς οὕτω θηριώδεις πιστεῦσαι θεῷ καὶ τὰ οὐράνια φιλοσοφεῖν
35Ph179vEph.1.19 φωτ καὶ τί τὸ ὑπερβάλλον μέγεθος τὸ γὰρ καθ’ ὑπερβολὴν μέγεθος τῆς ἁφάτου δυνάμεως αὐτοῦ καὶ εἰς ἡμᾶς τοὺς πιστεύοντας ἐπιδείκνυται πῶς ὅτι τοῖς πάθεστι πάσας τάς αἰσθήσεις νενεκρωμένας ἔχοντας καὶ αὐτὸν τὸν λογισμὸν τούτοις ἐντεθαμμένον καὶ συγκεχωσμένον ἀνέστησεν καὶ ἐζώωσεν εἰς τὸ δέξασθαι ἡμᾶς τῆς πίστεως αὐτοῦ τὴν αἵγλην καὶ τὴν λαμπρότητα ὅντως τοῦτο κράτος ἱσχῦος αὐτοῦ διὸ καὶ συνιέναι αὐτοῦς διὰ τῆς τοῦ πνεῦματος σοφίας ἐπέυχεται τοῦτο ἀν γὰρ συνιῶμεν ὃ εὐεργετήμεθα μὰλλον τε τὸ δῶρον περιπτυξόμεθα καὶ τῷ εὐεργέτη εὐχαρίστως ἐσόμεθα διακείμενοι τὸ δὲ κατὰ τὴν ἐνέργειαν ἦν ἐνήργησεν ἐν τῷ χριστῷ ἢ ὅτι τῆς αὐτῆς ἐστιν ἰσχύος καὶ ἐνεργείας τὸ ἀναστῆναι ἡμᾶς τοῦ ψυχικοῦ θανάτου καὶ τὸ ἀναστῆναι τοῦ σωματικοῦ τὸν χριστὸν καὶ θεὸν ἡμῶν ἢ κατὰ τὴν ἐνέργειαν φησιν αἰτίαν ἀποδιδοὺς τῆς ἐγέρσεως ἡμῶν οἷον δι’ ἢν πεπιστεύκαμεν καὶ δι’ ἢ ἀνέστημεν τοῦ ψυχικοῦ θανάτου ἡ γὰρ ἐνέργεια ἢν ἐνήργησεν ἐν τῷ χριστῷ ἐγέιρας αὐτὸν καὶ ἑξῆς αὕτῃ γέγονεν αἰτία τοῦ πιστεῦσαι καὶ ἀνενεγκεῖν ἡμᾶς τῆς προτέρας πλάνης ἀνέστῃ γὰρ ὅτι τέθνηκεν τέθνηκεν δὲ ὅτι σεσάρκωται σεσάρκωται δὲ ἵνα ἡμᾶς υἱοποιήσηται καὶ ταῦτα πάντα τῆς ἐνεργείας ἐστι τῆς αὐτῆς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν τὸ οὖν κατὰ τὴν ἐνέργειαν ἵνα εἶπης διὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ κατ’ ἐκείνην γὰρ καὶ δι’ ἐκείνην καὶ πεπιστεύκαμεν καὶ σεσώσμεθα ἡ καὶ τί τὸ ὑπερβάλλον μέγεθος αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας τοῦτο φησιν ὅτι τὴν ἀπαρχὴν ἡμῶν ὑπεράνων πάσης ἀρχῆς καὶ δυνάμεως καὶ ἐξουσίας καὶ κυριότητος ἀναστήσας τὸν χριστὸν ἐν δεξιᾷ αὐτοῦ ἐκάθισεν εἰ γὰρ καὶ ἐξ ὅλου τοῦ ἀνθρωπίνου φυράματος τὸ πρόσλημμα ἡμῶν ὀ λόγος καὶ θεός ἡμῶν προσελάβετο ἀλλ’ οὖν ἀπαρχὴ τῶν πιστεύοντων ἐστι μόνον καὶ αὐτῷ κατακολουθούντων ὥσπερ καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς τοῖς πιστέυουσιν ἀλλ’ οὐκ ἐν πᾶσιν οὐ γὰρ κἂν τοῖς ἀπίστοις οὕτως καὶ ἐκλαμβανόμενου καὶ τί τὸ ὑπερβάλλον μέγεθος καὶ ἐξῆς τοῦτο γὰρ καὶ τὸ καθ’ ὑπερβολὴν μέγεθος αὐτοῦ μάλιστα παρίστησι τὸ τὴν γηγενῆ φύσιν ὑπεράνω τῶν οὐρανῶν ἀνυψῶσαι καὶ ὑπὸ τῶν ἀσωμάτων τάξεῶν προσκυνουμένην δεῖξαι ὅυτῶς οὗν παραληφθείσης τῆς τοῦ ῥητοῦ διανοίας ἀκόλουθος τε καὶ σαφὴς καὶ ἡ ἔννοιᾳ τῶν ἐφεξῆς ἐκ γὰρ τῆς ἐνεργείας ἢς ἐνήργησεν ἀναστήσας τὸν χριστὸν καὶ τὸ τὴν ἡμέτεραν ἀπαρχὴν συνεδριάσαι γέγονεν τῷ πατρῖ καὶ ἡμῖν τοῖς πιστοις τὸ ὑπερσεμνύνεσθαι καὶ ὑπερεγκαλλωπίζεσθαι ἐπὶ τούτῳ
36179rEph.1.19λϛ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ γέγονεν φησι γέγονε δὲ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ εἰ γὰρ μὴ ἐνήργησεν ἐν ἡμῖν οὐκ ἂν ἐπίστευσαμεν
37181rEph.1.19-Eph.1.20λζ ἣν ἐνήργησεν ἐν τῷ χριστῷ ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ποῖαν δὲ ἐνέργειαν λέγεις ἐνηργηκέναι εἰς ἡμᾶς ἵνα πιστεύσωμεν ἥν φησιν ἐνήργησεν καὶ ἐν τῷ χριστῷ ἐγέιρας αὐτὸν ἐκ νεκρῶν ὅτι δὲ καὶ ἓαυτὸν ἐγηγερκέναι εἴρηται πολλαχοῦ δῆλον
37Ph181rEph.1.20 φωτ καὶ ἐκάθισεν ἐν δεξιᾷ πάλιν καὶ ἐτέρως τὸ κράτος τῆς ἰσχύος δηλοῖ τοῦ πατρός οὐ μόνον τῷ ἐγεῖραι τὸν κύριον ἀλλὰ καὶ τῷ καθίσαι ἐνδεξιᾷ αὐτοῦ
38181rEph.1.21λη ὑπεράνω οὐ λέγει ἄνω ἀλλὰ τὸ ἄγαν ὑψηλὸν δηλῶν ὑπεράνω φησὶν
38ex181rEph.1.21 * πάσης ἅρα ἐστὶ δυνάμεων ἀγγελικῶν ὁ νόματα νῦν μὲν ἀκατονόματα τότε δὲ γνωσθησόμεθα
39181rEph.1.21λθ ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυρίοτητος οὐ τῆσδε μὲν τῆσδε δὲ νάι ἀλλὰ πάσης ἀσωμάτου δυνάμεως ταῦτα δὲ μετὰ τὴν ἔνσαρκον οἰκονομιαν νόει εἰρῆσθαι τῷ παύλῳ πρὸ γὰρ τῆς σαρκώσεως πρόδηλον ὡς ὁ θεὸς λόγος ἶσα εἶχε τῷ πατρι κατὰ τὴν ἐξουσίαν ὥσπερ οὖν καὶ νῦν ἔχει καὶ μετα σάρκωσεως
39Ph181rEph.1.21 φωτ ὑπεράνω πάσης ἀρχῆς ἀντι τοῦ παντὸς ῥητοῦ καὶ ὁνομαστοῦ οὐ μόνον τοῦ ἐνταῦθα ὀνομαζομένου ἀλλὰ καὶ τοῦ ἐκεῖθεν δυναμένου ῥηθῆναι καὶ ὁνομασθῆναι ὑπεράνω γὰρ πάντων ὁ ὑιός ἐστιν εἰ καὶ σεσάρκωται
40181rEph.1.21μ καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι εἴτι ἔνι ἐν οὐρανιῷ φησιν πὰντων ἀνωτέρω κεκάθικεν
41181rEph.1.21-Eph.1.22μα καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ εἶτα ἵνα μὴ ἀκόυων ἐκάθισεν ὑπὲρανω νομίσης αὐτὸν προτετιμῆσθαι μόνον δέικνυσιν ὅτι καὶ δεσπότην αὐτὸν ἐποίησεν πάντων τὴν γὰρ σφοδρὰν καὶ ἧν οὐκ ἔνόμιζον ὑποταγὴν δεῖξαι θέλων ὑπὸ τοὺς πόδας εἶπεν
42181vEph.1.22μβ καὶ αὐτὸν ἔδωκεν κεφαλὴν καὶ τὴν ἐκκλησίαν τῇ δυνάμεισυν ἐκάθισεν τῷ χριστῷ εἰς ἐκεῖνον τὸν θρόνον ὅπου γὰρ ἡ κεφαλὴ ἐκεῖ καὶ τὸ λοιπὸν σῶμα
43181vEph.1.22μγ /Οεκουμενιου ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ ἢ ὑπερ ἀγγέλους φησὶ καὶ ἀρχαγγέλους αὐτὸν τὸν ὑιὸν ἔδωκεν κεφαλήν ἢ τὸν ὅντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ νοόυμενα χριστόν ἤ ὑπὲρ πάντα τὰ ὁρωμενα καὶ νοούμενα χριστόν ἢ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεπόιηκεν τὸ τὸν ὑιὸν δοῦναι κεφαλήν
43Ph181vEph.1.22 φωτ καὶ αὐτὸν ἔδωκεν κεφαλὴν εἰπῶν τὸν χριστὸν κεφαλὴν τῶν πιστῶν εἰπῶν τοὺς πιστοὺς σῶμα αὐτοῦ καὶ πλήρωμα αὐτοῦ καὶ πολλὰ τῆς περὶ ἡμᾶς φιλανθρωπίας καὶ οἰκονομίας εὐεργετήματα ἐπάγει καὶ τῆς θείας αὐτοῦ καὶ ἀκηράτου οὑσίας ἔνδειγμα ἀλλὰ τίνος ἐστὲ σῶμα φησιν τίνος πλήρωμα τίνος τοῦ πληροῦντος τὰ πάντα οὐκ ἐνί τινι ἐνεργείᾳ καὶ διοικήσει ἀλλ’ ἐν πᾶσιν αὐτὸς ἐδημιούργησεν πάντα αὐτὸς ἔδωκεν πνοὴν τοῖς ζῶσιν αὐτὸς συνέχει αὐτὸς προνοεῖται αὐτὸς τὰ πάντα ἐν πᾶσι πράγμασι πληροῖ καὶ διέπει τούτου οὗν τοῦ τηλικούτου καὶ τοσούτου τοῦ εἰς πάντα καὶ ἐν πᾶσιν ἐξαπλοῦντος αὐτοῦ τὰς ἐνεργείας σῶμα καὶ πλήρωμα ἡξίωθημεν καλεῖσθαι ἀλλ’ εἰ ὅυτως νοηθείη τὸ πληρουμένου ἀντι τοῦ πληροῦντος ἐκληφθήσεται ἀκολουθότερον οὗν τῇ λέξει ὡς ἐνόησαν οἰ πρὸ ἡμῶν
44181vEph.1.22-Eph.1.23μδ ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ ὑπερβολὴ τίς ἐστιν ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν ἀρχήν τινα καὶ ἐξουσίαν νομίσης σωματικῶς φησιν ἡμῶν ἐστὶν κεφαλὴ Καὶ ἡ ἐκκλησία πλήρωμα ἐστὶ τοῦ χριστοῦ ἀποπληροῖ γὰρ καὶ τὸ τέλειον ποιεῖ σῶμα τὴν κεφαλήν ὥσπερ καὶ ἡ κεφαλὴ πληρωτική ἐστὶ τοῦ λοιποῦ σώματος
45181vEph.1.23με τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου οὐδενὸς φείδεται ῥήματος ὁ ἀπόστολος πρὸς τὸ δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἕνωσιν ἡμῶν τὴν πρὸς τὸν χριστὸν διό φησιν τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου δεικνὺς οὐκοινῆ τῆς ἐκκλησίας χρήζοντα τὸν χριστὸν πρὸς τὸ ἀναπληρωθῆναι ἀλλὰ ἑνὸς ἑκάστου ἀνθρώπου πιστοῦ ἂν γὰρ μὴ ὦμεν ὁμέν τις αὐτοῦ ποῦς ὁ δὲ χείρ ὁ δὲ ἕτερον τι μέλος οὐκ ἀναπληροῦται αὐτοῦ τὸ σῶμα εἰκότως οὖν καὶ ὁ καθεὶς ἡμῶν χρειώδης ἐστὶν πρὸς τὴν συμπλήρωσιν τοῦ σώματος αὐτοῦ τότε οὖν ἀναπληροῦται ὅταν ὦμεν ἄπαντες ἡνωμένοι ἡ οὖν ἐκκλησία πλήρωμα ἐστὶ τῆς κεφαλῆς τουτέστιν τοῦ χριστοῦ
45ex181vEph.2.1-Eph.2.2 * καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἀμαρτίαις ἐν αἷς ποτὲ τοῦ πάντα αὐτοῦ φησι τὰ μέλη διὰ τῶν παντῶν ἀνθρώπων πληρουμένου χριστοῦ
46181vEph.2.2μϛ οὐ τὴν σωματικὴν λέγει τὴν ἐκ τοῦ ἁδὰμ ἀρξαμένην νέκρωσιν ἀλλὰ τὴν ψυχικὴν τὴν ἐξ ἁμαρτιῶν
46Ph181vEph.2.2 * ἡ ἀνταπόδοσις μετὰ πολλὴν σύμφρασιν καὶ ὑμᾶς ὅντας φησιν νεκροὺς τοῖς παραπτώμασιν εἶτα πολλαῖς περιβολαῖς μεστώσας τὸν λογὸν μετὰ ἐπαναλήψεως τοῦ αὐτοῦ ῥητοῦ οἷον καὶ ὅντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν ἀπέδωκεν τὸ κατὰ πόδα συνεζωοποίησεν τῷ χριστῷ πολλὴ δὲ αὐτῷ τούτου τοῦ σχήματος ἡ χρῆσις
46ex182rEph.2.2* περιεπατήσατε ἢ ἀπολελυμε * ῦν φησι κόσμω περιεπατήσατε ἐν ἁμαρτίαις
47182rEph.2.2μζ κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου αἰῶνα κόσμου τούτου τὸν διεστραμμένον βίον φησὶ καὶ τὸν ἐν ἁμαρτίαις δια τὸ πλεονάξειν ἐν τῷ παρόντι βίῳ τὰς ἁμαρτίας ἄρχοντα δὲ ἐξουσιῶν τὸν σατανᾶν διὰ τὸ τοὺς πολλοὺς ἡμῶν ἑκόντας ἐκ δεδωκέναι ἑαυτοὺς ὑπὸ τὴν αὐτοῦ ἐξουσίαν οὐδὲ γὰρ ἐκ θεοῦ ἀλλ’ ἐξ ἡμῶν ἄρχειν κεχειροτόνηται ἄρχοντα οὖν αὐτὸν λέγει πρὸς τὰ παρόντα ὁρῶν
47ex182rEph.2.2 * κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας σαφῶς ἡμᾶς ἐδίδαξεν ὡς πάλαι μὲν ὁ διάβολος τοῦ αἐρος ἐνεπιστεύθη τὴν ἐξουσιαν ἐκπεσὼν δὲ ταὐτης διὰ τὴν πονηρίαν διδασκαλος δυσσεβειάς καὶ πονηρίας ἐγένετο οὐ μὴν ἁπᾶντων κρατεῖ ἀλλὰ μόνων τῶν οὐ προσιεμένων τὰ θεῖα κηρύγματα τούτους γὰρ ὑιοὺς ἀπειθέιας εἲπεν τῆς θείας ἐυεργεσίας τοὺς ἐφεσίους ἀναμιμνήσκων ὅτι νεκροὺς ἥδη γεγενημένους διὰ τὴν ἁμαρτίαν καὶ ὑπο τὴν ἐξουσίαν τελοῦντας τοῦ διαβόλου τῆς σωτηρίας ἠξίωσεν
48182rEph.2.2μη τοῦ ἀέρος τοῦ πνεύματος καλῶς τὸ τοῦ αἔρος προσέθηκεν εἰ γὰρ καὶ ἄρχοντα αὐτὸν ἡμεῖς ἐχειροτονήσαμεν ὑπὸ τὸν οὐρανὸν ἐστιν αὐτοῦ ἡ ἀρχὴ οὐχ ὑπὲρ τὸν οὐρανὸν ὁ δὲ ὢν ὑπὸ τὸν οὐρανὸν ἠ ἐν τῇ γῇ ἐστιν ἢ ἐν τῷ αἔρι οὗτος δὲ ὡς ὥν πνευμᾶ ἐν τῷ αἔρι ἐστὶν φύσις γὰρ τοῖς πνέυμασιν ἡ ἐναερίος διατρίβη ὅρα δὲ τὸ κατὰ πόδα τοῦ χωρίου κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας ποῖον τοῦτον τὸν τοῦ αἔρος ἄρχοντα τουτέστιν τὸν αἔριον ἄρχοντα οὐ γὰρ αἔρος ἄρχει ἀλλὰ ἐναερίων εἶτα πάλιν ἐπισαφηνίζων αὐτόν φησι τοῦ πνευματος πνεῦμα γὰρ ὁ σατανᾶς ἔπειδὴ ὡς πρὸς ἡμᾶς καὶ ἀσώματος ἢ ὅτι ἄρχων ἐστὶν τοῦ αἔρος τοῦ πνευματος τουτέστιν τοῦ ὄντος ἐν τῷ αἔρι πνευματος οἶον τῶν αἐρίων πονηρῶν πνευματῶν ἄρχων γὰρ αὐτῶν πρὶν πέση ἄρχει καὶ μετα τὸ πεσεῖν
48ex182rEph.2.2οικουμενου ὥστε κατὰ τὸ νοὴμα τοῦτο ὁ μᾶλλον καὶ ὁ ἁγίος κύριλλος καὶ ὁ ἁγίος ἱωαννης δέχεται καὶ ἅρχων μέν ἐστι τῶν μετ’ αὐτοῦ πεσόντων ἡμῶν δὲ οὐκ ἀρχει οὐδὲ ἧρξεν ἀλλὰ μόνον ἐνεργεῖ ἐξὸν δὲ ἡμῖν μη δέξασθαι αὐτοῦ τὴν ἐνέργειαν
48Ph182rEph.2.2 φωτ κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας ἄρχει γὰρ καὶ ἐξουσιάζει ὁ σατανᾶς τῶν αἐρίων καὶ πονηρῶν πνευμάτων καθ’ ὃν τουτέστι καθ’ οὗ βουλὴν καὶ θέλημα ὑμεῖς περιπατήσαντες καὶ νεκρωθέντες καὶ ὀργῆς τέκνα γεγονότες τῷ πλουσίῳ ἐλέει τοῦ θεοῦ καὶ τῇ ἀνὑπερβλήτῳ τῷ ἀγάπῃ ἀνέστημεν καὶ ἐζωοποιήθημεν
49182vEph.2.2-Eph.2.3μθ τοῦ νῦν ἐνεργοῦντες ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστάφημεν ποτὲ ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν ὁρᾶς ὅτι οὐκ εἶπεν ἀναγκάζον * εργοῦντος καίτοι εἰ ἄρχων ἦν τῇ ἀληθεία καὶ μὴ ἐκ τῆς ἡμῶν ῥαθυμίας καὶ πονηρίας κεχειροτόνητο καὶ τοῦ ἀναγκαζέιν ἐξουσίαζεν ἄν νῦν γὰρ τὸ ἐνεργοῦντος δηλοῖ ὅτι ἑκόντες αὐτὸν παρεδεχόμεθα καὶ ὅτι τοῦ τό ἐστιν ἐπάγει τοῖς ὑιοῖς τῆς ἀπειθέιας τουτέστιν τοῖς μὴ πειθομένοις μὲν θεῷ ἐκεῖνω δὲ οὐ μὴν ἁναγκαζομένοις εἶτα ἐπάγει ἐν οῖς καὶ ἡμεῖς πάντες ἀνεστράφημεν ἐπειδὴ γὰρ ἤγαγεν μνήμην τῶν ἁμαρτημάτων αὐτῶν εἰκὸς δὲ ἦν αὐτοὺς αἰσχύνεσθαι ἐπ’ αὐτοῖς καὶ ἑαυτὸν κοινωνὸν ποιεῖ καὶ οὐ μόνον εαυτὸν ἀλλὰ καὶ πάντας τάυτη καὶ τὴν δύναμιν τοῦ λυτρωσαμένου χριστοῦ ἀνακηρύττων σαρκὸς δέ φησι τῶν σαρκικῶν ἐπιθυμιῶν
50182vEph.2.3ν /Οικουμενιου ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν ὡσεὶ εἶπεν σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες
51182vEph.2.3να καὶ ἦμεν τέκνα ὥσπερ τέκνα ἀπωλέιας καὶ γεέννης εἴρηνται οἱ ἄξια ἀπωλέιας καὶ γεέννης πράττοντες οὕτως καὶ τέκνα ὀργῆς ὁι ἄξια ὀργῆς ὅυτως καὶ ὁ ἱούδας ὑιός ̓ἀπωλείας τῷ τὰ τῆς ἀπωλείας πεπραχέναι
52182vEph.2.3νβ φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί τὸ φύσει οἷον ἀληθεία καὶ γνησίως ὡς καὶ οἱ λοιποῖ οὐδεὶς γὰρ ἦν τῶν τοιούτων ἐλεύθερος
53182vEph.2.3-Eph.2.4νγ ὁ δὲ θεός πλούσιος ὤν ἐν ἐλέει οὐχ ἁπλῶς ἐλεήμων ἀ̓λλὰ πλόυσιος ἐν ἐλέει
53Ph182vEph.2.4 φωτ ὁ θεὸς πλούσιος ὣν ἐν ἐλέει ἐν γὰρ τοῖς πειθαρχοῦσι χριστῷ ἀνενέργητος ἐστιν ὁυδὲν ἰσχύει ὁυδὲν ἐξουσιάζει οἱ δὲ αὐτοὺς υἱοὺς καὶ κληρονόμους τῆς ἀπειθείας αὐτοῦ ἀπεργασάμενοι οὗτοι καὶ ἐνεργοῦνται καὶ ἐξουσιάζονται ὑπ’ αὐτοῦ καὶ ἧμεν καὶ ἡμεῖς ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ πῶς ἐν τῷ ποιεῖν τὰ θελήματα αὐτοῦ ἀλλ’ ὁ θεὸς πλούτῳ ἐλέους καὶ ὑπεραγαπήσεως ὡς ἐρρύσατο ἐκεῖθεν καὶ νεκρωθέντας ἀνέστησεν
54182vEph.2.4νδ διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς τοῦτο δὲ ἀπὸ τοῦ πολλοῦ ἐλέου γέγονεν πῶς γὰρ ἂν οἱ τέκνα ὀργῆς ὄντες ἠγαπήθημεν
55182vEph.2.5νε καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν νεκροὺς ὅσον πρὸς ἔνεργειαν ἀγαθοῦ τινος τοῦτο δὲ γέγονεν φησιν διὰ τὰ παραπτώματα ἡμῶν
56182vEph.2.5νϛ συνεζωοποίησεν τῷ χριστῷ πάλιν τὸν χριστὸν εἰς μέσον φέρει ἀξιοπιστον τὸ πραγμα ποιῶν εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ καὶ ἡμᾶς τὸ λοιπὸν αὐτοῦ σῶμα συνεζωοπόιησεν
56ex182vEph.2.5οικουμενιου νῦν μὲν τῇ δυνάμει ὕστερον δὲ καὶ ἐνεργείᾳ
57183rEph.2.5νζ χάριτι ἐστε σεσωσμένοι οὐ καμάτῳ οὐ κ * γὰρ κολάσαι τοὺς γενομένους τέκνα ὀργῆς ἑσωσεν χάριτι μόνη
58183rEph.2.5-Eph.2.6νη καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ ὤσπερ γὰρ τῆς ἀπαρχῆς ἡμῶν καὶ τῆς κεφαλῆς τοῦ χριστοῦ ἐγηγερμένης καὶ ἡμᾶς δι’ αὐτοῦ ἥγειρεν ὅυτως αὐτῆς καθεζομένης καὶ τὸ λοιπὸν σῶμα συγκάθηται δίο φησιν ἐν χριστῷ ἰησοῦ ὅτι δὲ καθίσουσιν ἄξιοι ἄκουε τοῦ χριστοῦ λέγοντος τοῖς μαθηταῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς φυλὰς τοῦ ἰσραηλ καὶ πάλιν τὸ δὲ καθίσαι ἐκδεξιών μου καὶ ἐξευωνύμων οὐκ ἐστιν ἐμὸν δοῦναι ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ πατρός μου τέως οὖν ἡ τοίμασται καὶ πάλιν θέλω ἵνα ὅπου εἰμι ἐγὼ καὶ οἱ διάκονοι οἱ ἐμοι
59183rEph.2.7νθ ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἵνα μὴ τις ἀπιστήση τοῖς εἰρημένοις ὅρα πῶς αὐτὸ πιθανὸν ποιεῖ καὶ φησιν ταῦτα δὲ οὐ τοσοῦτον διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην μόνον ὅσον ἵνα καὶ ἐνδέιξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χαριτός αὐτοῦ εν τοῖς μέλλουσιν αἰῶσι φησι
60183rEph.2.7ξ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν χριστῷ ἰησοῦ τοῦτέστιν οὐκ ἄχρι τοῦ χριστοῦ ταῦτα μόνου στάιη ἀλλὰ δι’ αὐτοῦ ἥξει καὶ εἰς ἡμᾶς ὡς ἀπαρχὴς πρὸς τὸ ὅλον τί δὲ ἥξει τὸ συζωοποιηθῆναι τὸ συγκαθίσαι
60ex183rEph.2.7-Eph.2.8 * τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως καὶ τοῦτο οὐκ ἐξ ὑμῶν τῇ διὰ τῆς πίστεως χάριτι
61183rEph.2.8ξα θεοῦ τὸ δῶρον ἐξ ἠμῶν μὲν ἡ πίστις ἀλλὰ καὶ αὐτῆς πρόφασις ὁ θεὸς εἰ γὰρ μὴ ἐνηνθρώπησεν πῶς εἴχομεν πιστεῦσαι πῶς γάρ φησι πιστέυσουσιν ἐὰν μὴ ἀκούσωσιν διὸ δῶρον καλεῖ θεοῦ τὴν πίστιν ἢ καὶ δῶρον διὰ τοῦτο ὅτι οὐδὲ ἡ πίστις σῶσαι ἵσχυεν καθ’ ἑαυτὴν εἰ μὴ ὁ θεὸς ἑβουλήθη διὰ τῆς πίστεως σῶσαι ὥστε τὸ πιστεῦσαι ἡμᾶς δῶρον θεοῦ καὶ τὸ διὰ πίστεως σωθῆναι δὦρον θεοῦ
62183rEph.2.8-Eph.2.9ξβ οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται οὐκ ἐπειδὴ οὐκ ἐβούλετο ἐξ ἔργων σῶσαι ἀλλ’ ὅτι οὐδεὶς ἴσχυεν ἐξ ἔργων σωθῆναι εἰ μὴ διὰ πίστεως ἐπεὶ οὖν οὐδεὶς ἴσχυσεν ἐξ ἔργων σωθῆναι οὔδε καυχήσεται
62Ph183rEph.2.9 φωτ οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται οὐκ ἐξ ἔργων ἵνα μή τις πρόφασιν ἀπονοίας λάβῃ ὡς ἐξ οἰκείων ἔργων σωθείς καίτοι καὶ εἰ ἐξ ἔργων ἐνῆν σώζεσθαι οὐδ’ οὕτω φησιν ἐχρῆν εἰς ἀπόνοιαν καὶ καύχησιν ἐκπεσεῖν διὰ τί ὅτι ποίημα ἐσμεν τοῦ θεοῦ καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἐπὶ τῷ ἀγαθοεργεῖν κτισθέντες ὥστε καὶ εἰ ἐξ ἔργων ἐσωζόμεθα εἰς θεὸν ἂν εἴημεν δίκαιοιάν ἀφερεῖν τὴν αἰτίαν καὶ τὴν εὐχαριστίαν ὅτι αὐτὸς ἡμᾶς ἐπὶ τοῦτο ἔκτισεν ἀλλ’ οὐχὶ εἰς ἐαυτοὺς τὰ τῆς ἀπονοίας κρατύνειν ὅτε δὲ καὶ κτισθέντες ἐπὶ ἕργοις ἀγαθοῖς οὐ μόνον οὑδεν ἠγαθουργήσαμεν ἀλλὰ καὶ εἰς τουναντίον ἀπηνέχθημεν καὶ ἀπενεχθέντες οὐκ ἐξ ἑαυτῶν ἀπεστράφημεν ἀλλὰ χάριτι καὶ δωρήματι τοῦ θεοῦ πηλίκη τις ἡ εὐχαριστία παρ’ ἡμῶν ὀφείλεται τῷ θεῷ τὸ δὲ ἐπὶ ἔργοις ἀγαθοῖς κτισθέντες ἀλλὰ καὶ προτρέποντος ἐστιν καὶ διανιστῶντος ἐπὶ πράξεις ἀγαθάς ἵνα εἴπῃ χρεῶσται ἐστὲ ποιεῖν τὸ ἀγαθὸν καὶ ἀρχαῖόν ἐστι τὸ χρέος ἐπὶ τούτω γὰρ ἐκτίσθητε ἀλλὰ καὶ τόκοις αὐτὸ πολλοῖς ἐβαρύνατε καὶ ἡυξήσατε μηδὲν ἀποδιδόντες ἀλλὰ καὶ διὰ παραβάσεως προστιθέντες χρεία οὖν πολλῆς σπουδῆς καὶ ἐπιμελείας τὸ τὰ ὀφειλόμενα ἀποτίσαι
63183vEph.2.9-Eph.2.10ξγ αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν χριστῷ ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς εἶτα ἵνα μὴ ἀκόυσαντες ὅτι οὐκ ἐξ έργων ἐσώθημεν ἀλλὰ χάριτι ῥαθυμότεροι γενώμεθα δείκνυσιν ὅτι νῦν μετὰ τὴν πίστιν καὶ ἔργων χρεῖα αὐτοῦ γὰρ ἐσμέν φησιν ποίημα κτισθέντες διὰ ἰησοῦ χριστοῦ οὐ τὴν πρώτην ἡμῶν δημιουργίαν λέγων ἀλλὰ τὴν δευτέραν τὴν ἐν τῷ βαπτίσματι ἐκτίσθημεν δέ φησιν ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς εἰς τὸ φησὶν ἐναὐτοῖς περιπατεῖν ἐν ἐστι δὲ ταῦτα καὶ περὶ τῆς πρώτης δημιουργίας νοεῖν
64183vEph.2.10ξδ οἷς προητοίμασεν ὁ θεός οἷς καὶ πρὸ τοῦ βαπτίσματος φησιν ἡτοίμασεν
65183vEph.2.10ξε ἵνα ἐν αὐτοῖς περιπατήσωμεν τὴν ἐπ’ αὐτοῖς ἄπαυστον σχέσιν δηλοῖ
66183vEph.2.11ξϛ διὸ μνημονεύετε ἐπεὶ οὖν ὅλως ἐπὶ ἔργοις ἀγαθοῖς ἐκτίσθημεν μνημονεύετε καὶ γὰρ ἔθος τοῖς ἀπὸ πολλῆς εὐτελείας εἰς ὕψος ἀναδραμοῦσι μηδὲ μεμνῆσθαι τῶν προτέρων
67183vEph.2.11ξζ ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου θέλει εἰπεῖν ὅτι ὑμεῖς οἱ ἀκρόβυστοι ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀλλότριοι ἦτε τοῦ θεοῦ καὶ τῶν ἐπαγγελιῶν νυνὶ δὲ οἱ τότε ὄντες ἀλλότριοι καὶ πόρρω ἐγγὺς ἐγένεσθε δείκνυσι δὲ ἐκ τούτου τοῦ χριστοῦ τὴν κηδεμονίαν ὅτι τοὺς ἀπηλλοτριωμένους καὶ ἐλπίδα μὴ ἔχοντας ἔσωσεν ὅρα δὲ εὐφυως πῶς καταβάλλει τὴν περιτομὴν δεικνὺς ἐν λόγω μόνον καὶ οὐκ ἐν ἔργω τινὶ γενναίως ἔχειν αὐτὴν ὡς πρὸς τὴν ἀκροβυστίαν τὸ διάφορον ὑμεῖς γάρ φησιν τὰ ἔθνη οἱ ἐν σαρκὶ ἀλλ’ οὐκ ἐν πνευματι καὶ οἱ λεγόμενοι οὐ γὰρ ὄντες κατὰ τὸν πνευματικὸν λόγον ὡσεὶ εὶπεν ἐν σαρκὶ καὶ ἐν λόγοις τὸ ἔλαττον οὐδαμοῦ ἐν πνευματί εἶτα πάλιν περὶ τῆς περιτομῆς λέγων φησὶν ὑπὸ τῆς λεγομένης καὶ χειροποιήτου τὴν ἐν λόγοις μόνον καὶ σαρκὶ προτίμησιν δηλῶν
68183vEph.2.11-Eph.2.12ξη ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ τί μνημονευέτε ὅτι ἧτε φησὶν ἐν τῷ καιρῷ ἐκεῖνω χωρὶς χριστοῦ τοῦτο ἦν φησὶν τὸ δεινόν τὸ δὲ τῆς ἀκροβυστίας ἄχρι σαρκὸς καὶ ὀνόματος ἦν ψιλοῦ εἶτα ὅτι καὶ ἀπηλλοτριωμένοι ἧτε τῆς πολιτέιας τοῦ ἰσραὴλ καὶ τοῦτο δεινόν εἰ γὰρ καὶ ἀνάξιοι ὤφθησαν οἱ ἐξ ἰσραὴλ πλὴν ἀλλ’ ἠδέσθησαν θεὸν
68ex183vEph.2.12οικουμενιου καὶ ξένοι φησὶ τῶν διαθηκῶν ἤ τοῦ νόμου ἢ τῆς πρὸς αὐτοὺς ἐπαγγελίας
69183vEph.2.12ξθ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ἰσραήλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας οὐκ εἶπε κεχωρισμένοι ἀλλ’ ἀπηλλοτριωμένοι ὄυτε πάλιν οὐ μετέχοντες ἀλλὰ ξένοι ἅπερ πολλὴν δείκνυσι τὴν ἀλλοτρίωσιν
70184rEph.2.12ο ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ οἱ ϊουδαῖοι εἰ καὶ ἀ * αξ * τα εἶχον μέντοι ἐλπίδα ἐκ τῆς ἐπαγγελίας τί πρὸς ὑμᾶς φησι τὰ ἔθνη αὐτὸ μὴ ἔχοντα ἐλπίδα καὶ ἄθεοι φησὶν ἐν κόσμω καίτοι προσεκύνουν θεοὺς ἀλλ’ οὐκ ἥσαν φησὶ θεόι υμεῖς οὖν φησιν ἄθεοι ἦτε οἱ γὰρ ϊουδαῖοι εἰ καὶ προσέκρουον ἥδεσαν μέντοι θεόν
70Ph184rEph.2.12 φωτ καὶ ἄθεοι ἐν τῷ κόσμῳ ἐν τῇ κατὰ τὸν παρόντα βίον πολιτείᾳ ὑμῶν καὶ λατρείᾳ ἐν γὰρ τῷ μέλλοντι καὶ ἄκοντες ἅπαντες ἐπιγνώσονται τὸν θεὸν οὐ μόνον δὲ ἀλλὰ καὶ κατὰ τὸν παρόντα ὡς δημιουργήματα καὶ προνοόυμενα οὐκ ἧσαν ἄθεοι πῶς οὖν ἄθεοι ἀπὸ τῆς κατὰ κόσμον πολιτείας ἀπὸ τῆς λατρείας ἀπὸ τῆς βεβήλου προαιρέσεως
71184rEph.2.13οα νυνὶ δὲ ἐν χριστῷ ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν δείξας πολὺ καὶ σφόδρα ἀφεστηκότα τὰ ἔθνη τοῦ θεοῦ τῇ πρὸς ϊουδαίους παραθέσει δείκνυσιν ὅτι διὰ μόνην φιλανθρωπίαν θεοῦ ἐγγὺς γέγονασιν τοῦτον δὲ πάντα κεκίνηκεν τὸν λόγον δεικνύς τὴν πρὸς τὰ ἔθνη τοῦ θεοῦ κηδεμονίαν ὅσω γὰρ πόρρω ὄντες ἐγγὺς γεγόνασι τοσόυτω μᾶλλον δείκνυται ἡ τοῦ θεοῦ πρόνοια περὶ αὐτούς
72184rEph.2.13-Eph.2.14οβ ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ χριστοῦ Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν τὸ ἐγγὺς καὶ τὸ μακρὰν προαιρέσεως ἐστιν οὐτό που οἱ μακρὰν οὖν ὄντες τῆς πολιτέιας τοῦ θεοῦ καὶ διὰ τοῦτο καὶ τοῦ θεοῦ ἐγγὺς γεγόνατε ἢ οἱ μακρὰν ὄντες τῆς τοῦ ἰσραὴλ πολιτείας τῆς κατὰ θεόν ἐγγὺς γεγόνατε τοῦτο γὰρ δηλοῖ τὸ ἐπόμενον ὁ ποιήσας τὰ ἀμφότερα ἕν καὶ τὸ πρῶτον δὲ καλῶς ἔχει ἐν τῷ αἵματι φησι τοῦ χριστοῦ τουτέστιν διὰ τοῦ αἵματος αὐτοῦ αὐτὸς γὰρ τὸ αἷμαι ἐκχέας ὑπὲρ ἡμῶν καὶ τούτω λύσας τὴν ἁμαρτίαν πάντας ἤγαγεν ἐγγύς αὐτὸς γάρ ἐστι φησὶν ἡ εἰρήνη ἡμῶν πρὸ γὰρ τῆς ἐνανθρωπήσεως βδελυκτοὶ ἦμεν καὶ ἀγγέλοις καὶ ἰουδάιοις καὶ οὐ μόνον ἐχθροί
73184rEph.2.14ογ ὁ ποιήσας τὰ ἀμφότερα ἕν τούς τε ἰουδαίους καὶ τοὺς ἐξ ἐθνῶν
73ex184rEph.2.14οικουμενιου οὐ τοῦτο δὲ λέγει ὅτι εἰς τὴν τῶν ἰουδαίων ἡμᾶς πολιτείαν ἤγαγεν ἀλλ’ ἐκείνους καὶ ἡμᾶς ζεύξας εἰς τὴν ἑαυτοῦ πίστιν ἤγαγεν ὁ χριστός πλὴν τὰ ἔθνη μάλιστα εὐχαριστεῖν ὀφείλομεν ὅσω καὶ μάλιστα ξένοι ἦμεν
74184vEph.2.14-Eph.2.15οδ καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τήν ἔχθραν ἐν τῇ σαρκί αὐτοῦ μεσότυχον φραγμοῦ φησι τὴν ἔχθραν τὴν πρὸς * υδαίων ἥτις ἐκ τῶν ἡμετέρων ἐγίνετο παραπτωμάτων ὡς καὶ αὐτός φησι διὰ τοῦ προφήτου οὐχὶ αἱ ἀμαρτίαι ὑμῶν δι’ ἰστῶσιν ἀνὰ μεσον ὑμῶν καὶ ἐμοῦ ποῖον δὲ μεσότοιχον τὴν ἔχθραν φησὶν τὴν πρὸς τὸν θεὸν ἐν τῇ σαρκί τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ εἰ γὰρ μὴ ἀπεθανεν ὑπερ ἡμῶν οὐκ ἂν ἐλύθη ἡ ἁμαρτία ἡ χωρίζουσα ἡμᾶς ἀπὸ θεοῦ
74Ph184vEph.2.15 φωτ καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ διπλῆ ἦν ἡ ἔχθρα καὶ διπλοῦν τὸ μεσότοιχον μᾶλλον καὶ τριπλῆ καὶ γὰρ καὶ πρὸς ἀγγέλους ἐξεπολέμωτο τὸ ἀνθρώπινον νῦν δὲ τέως περὶ τῶν δύο διαλαμβάνει ἢν εἶχον οἱ ἐξ ἐθνῶν πρὸς τοὺς ἐξ ἱουδαιῶν καὶ ἢν ἄμφω πρὸς τὸν θεὸν τῶν ὅλων ἀλλ’ ἐκατέραν ἐχθραν καὶ ἐκάτερον μεστότοιχον ἔλυσεν χριστός ὁ θεός ἡμῶν
75184vEph.2.15οε τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας ἐπειδὴ ἔδωκεν νόμον ἀσφαλιζόμενον ἡμᾶς ἡμεῖς δὲ παρέβημεν αὐτὸν οἱ ἄνθρωποι ἔλυσεν καὶ αὐτὸν τὸν νόμον ὥσπερ ἂν εἴ τις παιδαγωγὸν δοὺς παιδίῳ ἐπεὶ μὴ ἥκουσε τοῦ παιδαγωγοῦ ἐλέυθερον εἴασεν καὶ τοῦ παιδαγωγοῦ δέον κολάσαι καταργήσας δέ φησι τὸν νόμον ἐν δόγμασιν ἢ τῇ πίστει ἢ οἷς αὐτὸς εἶπεν ἐγὼ δέ φησι λέγω ὑμῖν
76184vEph.2.15οϛ ἵνα τοὺς δύο κτίσῃ ὁρᾶς ὅτι οὐχ ὁ ἔλλην γέγονεν ἰουδαῖος ἀλλὰ καὶ οὗτος κάκεῖνος εἰς ἀμείνω κατάστασιν ἦλθον κτίση φησὶ δεικνὺς τὴν ἀναγέννησιν εἰς ἔνα γὰρ πάντες εἰσὶν ἐκ τις μένοι νέον τινα καὶ πιστὸν ἄνθρωπον καὶ τοῦ γήρους τῶν ἁμαρτιῶν ἀλλότριον
76ex184vEph.2.15 * ἐν ἑαὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην ἐν ἑαυτῷ οἷον δὶ ἑαυτοῦ οὐ δί ἀγγέλων τινῶν ἢ ἄλλων δυνάμεων ἀλλὰ δί ἑαυτοῦ ἣ ὃτι φησὶ τοῦτο πρῶτον γενόμενος καὶ τύπον καὶ ὑπόδειγμα παρασχών
77184vEph.2.16οζ καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους πρὸς τὸν θεὸν καὶ ἀνθρωπούς οὐ γὰρ ἄν ποτε κατηλλάγησαν τῷ θεῷ μένοντες ἰουδαῖοι καὶ ἔλληνες ὅτι γὰρ πρὸ τούτου σφόδρα ἦσαν ἀκατάλλακτοι πρὸς τὸν θεὸν δείκνυσιν ἥ ἔμφασις τοῦ ἀποκαταλλάξη
77Ph184vEph.2.16 φωτ καὶ ἀποκαταλλάξη τοὺς ἀμφοτέρους διὰ μὲν τοῦ ἐν ἑνὶ σώματι τὴν πρὸς ἀλλήλους ἐμφαίνει καταλλαγήν διὰ δὲ τοῦ τῷ θεῷ τὴν πρὸς θεὸν ἀμφοτέρων
77ex184vEph.2.16 * ἐν ἑνὶ σώματι τῷ θεῷ οἷον γινομένους οὗ αὐτός ἐστι κεφαλή
78184vEph.2.16οη διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ πῶς δὲ ἀποκατήλλαξεν τῷ θεῷ ἀποκτείνας φησὶ τὴν ἔχθραν δι’ ἑαυτοῦ διὰ τοῦ σταυροῦ γὰρ λύσας τῷ θανάτῳ αὐτοῦ τὴν ἁμαρτίαν καὶ τὴν ἔχθραν ἔλυσεν οὐδὲν δὲ ἐμφαντικώτερον τοῦ ἀποκτείνας τὸ γὰρ ἀσάλευτον τῆς λύσεως δηλοῖ πῶς οὖν νῦν φαίη τις πάλιν ἁμαρτάνομεν ἑτέρας ἁμαρτίας γεννῶντες αἰ γὰρ πρότεραι ἀπεκτάνθησαν
79185rEph.2.17οθ καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς μηδένα πέμ * κονησάμενος μακρὰν δὲ τα ἔθνη καλ * ὺς ἰουδαίους
80185rEph.2.18π ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα τὴν καταλλαγὴν καὶ τὴν εἰρήνην τὴν πρὸς τὸν θεὸν οὐ γὰρ ἀφ’ ἐαυτῶν ἀπήλθομεν ἀλλ’ ὑπὸ χριστοῦ προσήχθημεν ἐν ἑνὶ πνεύματι οὐκ ἐκεῖνοι μὲν ἄτε ἐγγὺς ὄντες ἐν μείζονι ἡμεῖς δὲ ὡς μακρὰν ἐν ἐλάσσονι διὰ γὰρ τοῦ πνευματός ἐπεράστους ποιήσας προσήγαγεν τῷ πάτρι καὶ ὅτι διά τε ἑαυτοῦ καὶ διὰ τοῦ πνεύματος προσήγαγεν
81185rEph.2.18-Eph.2.19πα ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων οἰ γὰρ μὴ ἔχοντες πάλαι ἐλπίδα τέυξεσθαι τῶν οὐρανιών ξένοι ἦσαν καὶ πάροικοι τῶν ἀγίων νῦν δέ φησιν τὴν αὐτὴν ἔχετε τοῖς ἁγίοις πόλιν τὴν οὐρανίον ἱερουσαλὴμ ὅρα δὲ οὐκ εἶπεν τῶν ἰουδαίων ἀλλὰ τῶν ἁγίων τῶν ἀμφὶ τὸν ἁβραάμ φησιν
82185rEph.2.19-Eph.2.20πβ καὶ οἰκεῖοι τοῦ θεοῦ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ ὅπερ γὰρ ἔσχον ἐκεῖνοι φησὶν μυρίοις πόνοις Τοῦτο ὑμῖν διὰ τῆς πίστεως δεδώρηται τὴν δὲ ἄγαν ἕνωσιν τὴν πρὸς τοὺς προφήτας καὶ ἀποστόλους τῶν ἐθνῶν σημάναι θέλων ἐποικοδομηθέντες φησιν ὡσεὶ εἶπεν θεμέλιος ἀπόκεινται οἱ προφῆται καὶ οἱ ἀπόστολοι ὑμεῖς τὴν λοιπὴν οἰκοδομὴν ἀναπληροῦτε ἵνα γένησθε οἱ πάντες εἰς ἔνα ὡς θεοῦ οἷον δέ ἐστιν ἐπάνω προφητῶν καὶ ἀποστόλων οἰκοδομεῖσθαι
83185rEph.2.20πγ τῶν ἀποστόλων καὶ προφητῶν ὅρα ὅτι πρῶτοι οἱ ἀπόστολοι
84185rEph.2.20πδ ὄντος ἀκροψωνιαίου αὐτοῦ ἰησοῦ χριστοῦ αὐτὸς γὰρ ὁ καὶ τὸν θεμέλιον καὶ τὸ οἰκοδόμημα συνέχων καὶ συσφίγγων καὶ ὅρα ποτὲ ἄνωθεν συσφίγγειν αὐτὸν λέγει ἔνθα κεφαλὴν αὐτὸν λέγει ποτὲ κάτωθεν ἐπὶ τοῦ ἀκρογωνιαίου ἀλλαχοῦ δὲ καὶ θεμέλιον φησὶ τὸν χριστὸν
85185rEph.2.21πε ἐν ᾧ πᾶσα οἰκοδομὴ ἐν ᾦ ἀκρογωνιάιῳ
86185rEph.2.21πϛ συναρμολογουμένη δείκνυσι τὴν ἀκριβῆ οἰκοδομὴν ἅμαδηλῶν μὴ ἅλλως εἰς ναὸν ἄυξειν ἅγιον ἢ ὅλως σώζεσθαι εἰ μὴ μετὰ ἡκριβωμένου βίου
87185rEph.2.21πζ αὔξει εἰς ναὸν ἡ γὰρ οἰκοδομὴ αὕτη ἄυξουσα καὶ πληρουμένη ἀποτελεῖται νὰος θεοῦ ἐν οἰκήσω γὰρ ἐν αὐτοὶς φησι καὶ κοινῇ γὰρ εἰς τὴν ἐκκλησίαν οἰκεῖ ὁ θεός καὶ ἰδία εἰς ἔκαστον τῶν ἀξίων
87ex185rEph.2.21 * ἅγιον ἐν κυρίῳ τὸ ἐν κυριώ διὰ κυριοῦ
88185rEph.2.21πη τὴν μὲν πρώτην οἰκοδομὴν τῆς καθόλου ἐκκλησίας εἰρηκεν ταύτην δὲ τῶν ἐν ἐφέσῳ
89185vEph.2.22πθ ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι ἢ διὰ πνευματός ἢ ἐν πνευματικῇ οἰκοδομῇ
89ex185vEph.2.22-Eph.3.1 * τούτο χάριν ἐγὼ παῦλος ὁ δέσμιος τοῦ χριστοῦ ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν ἐπειδή φησιν ὁ δεσπότης μου τοιαῦτα ἐπεδείξατο * ὑμᾶς ἀνάγκη κἀμὲ τὰ κατα δύναμιν εἰς ἐνεγκεῖν ὁ δέσμιος ἐν δεσμοῖς γὰρ ὢν ἔγραφεν ἅμα δε καὶ τοῦτο δηλοῖ ὁ δεσπότης μου ἐσταυρώθη ἐγὼ δὲ τέως δέδεμαι ὑπὲρ ὑμῶν τῶν ἐθνῶν
90185vEph.3.2ϛ εἴγε ἠκούσατε τὴν οἰκονομίαν τὴν πρόρρησιν λέγει τὴν πρὸς τὸν ἀνανίαν λεχθεῖσαν ὅτι σκεῦος ἐκλογῆς μοὶ ἐστὶν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν
90Ph185vEph.3.2 φωτ τούτου χάριν ἐγὼ παῦλος τούτου χάριν ἐγὼ παῦλος ὁ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν δέσμιος τοῦ χριστοῦ ἰησοῦ ἔστι γὰρ εἶναι μὲν δέσμιον τοῦ χριστοῦ τουτέστι διὰ τὴν εἰς αὐτὸν ἀμετὰτρεπτον πίστιν δεδέσθαι καὶ κολάζεσθαι ἀλλ’ οὐχὶ καὶ ὑπὲρ τῶν ἐθνῶν τουτέστι διὰ τὴν διδασκαλίαν καὶ τὸ κήρυγμα ὃ κηρύσσει τις ἐν τοῖς ἔθνεσιν ὥσπερ πολλοὶ τῶν μαρτύρων οὐχ ὅτι γὰρ ἐδίδασκον τὰ ἔθνη ἀλλ’ ὅτι οὐκ ἐξηρνοῦντο ἐκολάζοντο ὁ δὲ παῦλος διὰ ἀμφότερα καὶ ὑπὲρ τοῦ χριστοῦ καὶ ὑπὲρ τῶν ἐθνῶν
91185vEph.3.2ϛα τῆς χάριτος τοῦ θεοῦ οἰκονομίαν χάριτος τὴν ἀποκάλυψιν φησιν ὅτι οὐ παρὰ ἀνθρωποῦ ἔμαθεν ἀλλ’οὕτως ᾧκονόμησεν ἡ χάρις τοῦ θεοῦ ὥστε μοι ἐξ οὐρανιοῦ ἀποκαλυφθῆναι χάριτος γὰρ τότε καλέσαι καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἰν’εὐπειθέστερος γένηται
92185vEph.3.2ϛβ τῆς δοθείσης μοι εἰς ὑμᾶς αὐτὸς γὰρ μοι εἶπεν φησιν ὅτι εἰς ἔθνη μακρὰν ἀποστελῶσε
93185vEph.3.2-Eph.3.3ϛγ ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον μυστήριον γὰρ ἀληθῶς τὸ τοὺς ἐλληνας λίθοις προσκυνοῦντας εἰς τοσαύτην ἐπαρθῆναι δόξαν καὶ εὐγένειαν ὃ καὶ αὐτὸ ἀποκεκάλυπτο αὐτῷ
94185vEph.3.3ϛδ καθὼς προέγραψα ἐν ὀλίγῳ τὰς προλεχθείσας ἄνω λέγει οἰκονομίας ὅτι ἐκλήθη τὰ ἔθνη ὄντα μακρὰν καὶ ἐπωκοδομήθη καὶ ὅσα τοιαῦτα ἐν ὀλίγῳ ἢ πρὸ ὁλίγου ἣ διὰ βραχέων
95185vEph.3.4ϛε πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ βαβαὶ ὥστε οὐκ ἔγραψεν ὅσα ἐχρῆν ἀλλὰ ὅσα ἐχώρουν νοεῖν σύνεσιν δέ φησιν ὅπως τὸ μυστήριον συνῆκεν ὅπως αὐτὸ κατενόησεν σύνεσις γάρ ἐστιν ἡ εἴδησις ἡγνῶσις ἡ ἐπὶ τῷ μυστηρίῳ τοῦ χριστοῦ
96186rEph.3.4-Eph.3.5ϛϛ ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὅπερ μυστήριον ἑτέραις φησὶν γενε * κ ἐγνωρίσθη πάντα δὲ ταῦτα εἰς μυστήριον τοῦ χριστοῦ συντελεῖ ἡ ἐνανθρώπησις ὁ σταυρός ἡ ἀνάστασις ἡ ἐκδεξιὼν τοῦ πατρὸς καθέδρα ἡ κλῆσις τῶν ἐθνῶν ἡ διὰ τῆς πίστεως σωτηρία ἡ ἐκ βολὴ τοῦ κατὰ σάρκα ἰουδάιου ἡ συνάφεια τῶν δύο λαῶν εἰς ἓν σῶμα χριστοῦ χρηματίζουσα μᾶλλον δὲ οὔσα ἧ δευτέρα παρουσία καὶ ἠ ἀπόδοσις τοῦ κατ' ἀξίαν καὶ ὅσα τοιαῦτα
97186rEph.3.5ϛζ ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις τί οὖν οἱ πάλαι προφῆται οὐκ ἥδεσαν πῶς οὖν ὁ χριστος φησιν μωσῆς καὶ οἱ προφῆται περὶ ἐμοῦ ταῦτα ἔγραψαν καὶ πάλιν φησι περὶ τῶν γραφῶν ὅτι ἐκεῖναι εἰσιν αἱ μαρτυροῦσαι μοι καὶ φαμέν ἢ τοὺτο εἶπεν ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἐγνωρίσθη εἶπεν γὰρ ἔμπροσθεν τοῖς υἱοῖς τῶν ἀνθρώπων νῦν γὰρ μετὰ τὴν ἐνανθρώπησιν πάντες αὐτὸν ἐθεάσαντο ἢ ὅτι οὐ δὲ οἱ προφῆται εἶδον ὡς νῦν ὡράθη τουτέστιν σωματικῶς ἢ ὅτι περὶ τῶν ἐθνῶν οὐδενὶ ὅυτως ἐγνώσθη εἶναι ταῦτα συγκληρονόμα καὶ σύσσωμα καὶ σμμέτοχα τῆς ἐπαγγελίας
98186rEph.3.5ϛη ἐν πνεύματι διὰ πνευματος γὰρ καὶ νῦν ἡ ἀποκάλυψις τῶν τοιόυτων ἀμέλει οἱ ἐστερημένοι τοῦ πνευματός καὶ νῦν πλανῶνται ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη ἤδεσαν οἱ προφῆται ὅτι δὲ συγκληρονόμα καὶ συμμέτοχα ἔσται οὐκ ἤδεσαν
99186rEph.3.6ϛθ εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τὸ ἓν ἔχειν χριστῶ σῶμα διὰ τὸ εἶναι αὐτοῦ μέλη
100186rEph.3.6-Eph.3.7ρ τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ χριστῷ διὰ τοῦ εὐαγγελίου οὗ ἐγενόμην διάκονος βασιλέια μὲν γὰρ ἐπήγγελται παρὰ τοῦ πατρὸς διὰ χριστοῦ δὲ τὰ ἔθνη καὶ τῆς εἰς αὐτὸν πίστεως τῆς τοιαῦτης ἐστὶν ἐπαγγελίας συμμέτοχα τῆς πίστεως αὐτοῖς φησι τὸ εὐαγγελιὸν ὁ δηλὸν καὶ πρόξενον
101186rEph.3.7α κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ἐγενήθην φησὶ τοῦ εὐαγγελίου διάκονος ἐν δωρεᾶ χάριτος τοῦτο λαβών οὐδὲν γὰρ ἔργον ἐμὸν συνεισήνεγκα φησι τῇ χάριτι τάυτῃ ὅρα παῦλον ταῦτα λέγοντα τὸν καθ’ ἡμέραν ἀποθνήσκοντα
102186rEph.3.7β κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ καὶ οὐ μόνον φησὶν ἐδωρήθη μοι ἡ χάρις αὕτη ἀλλὰ πρὸς τῇ δωρεᾷ καὶ ἐνεργεῖ μοι δύναμιν εἰς τὸ ἰσχύειν πρὸς τὴν διακονίαν τοῦ εὐαγγελίου
103186vEph.3.8γ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀγίων ὅρα ὑερβολὴν ταπεινοφρ * εἶναι ἱκανὸν εἰς ἀποστολὴν ἔλεγεν ἑαυτόν νῦν δὲ * άντων τῶν ἁγίων ἐλαχιστότερον λέγει ἐμοὶ οὖν φησιν ἐδόθη ἡ χάρις αὕτη καὶ εἰκότως χάρις εἴγε τῷ πάντων ὥς φησιν ἐλαχιστοτέρω τὸ κήρυγμα τῶν ἐθνῶν ἐπετράπη
104186vEph.3.8δ ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς ἔθνεσιν ποία χάρις τὸ ἐν τοῖς ἔθνεσίν φησὶν εὐαγγελίζεσθαι
104Ph186vEph.3.8 φωτ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων λείπει τὸ γάρ οἷον ἐμοὶ γὰρ ἢ μᾶλλον οὐδὲν ἐλλείπει ἀλλὰ ἀνταπόδόσις ἐστιν τούτου τοῦ χάριν οἷον τούτου χάριν ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη καὶ ἑξῆς σκόπει δὲ ὅτι ἀρξάμενος τῆς περιόδου κατὰ τὸ ὁρθὸν σχῆμα ἐν τῇ ἀνταποδόσει ἐπλαγίασεν σχηματίσας τὴν ἀνταπόδοσιν πρὸς τὸν τῶν περιβολῶν τύπον οὕτως καὶ θουκυδίδης καὶ δημοσθένης πολλαχοῦ τὸ δὲ τούτου χάριν φησιν οἷον χάριν τοῦ συνοικοδομηθῆναι ἡμᾶς εἰς κατοικητήριον θεοῦ
105186vEph.3.8ε εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ εἰ ὁ πλοῦτος αὐτοῦ ἀνεξιχνίαστος ἐστιν τί δεῖ περὶ τῆς οὐσίας αὐτοῦ φιλοπραγμονεῖν
106186vEph.3.9ϛ καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη εἴ δοσάν τινες διὰ τοῦ πνευματός ὅτι δὲ ἐπὶ τὸ ἀπαρχὴν αὐτῶν γένεσθαι τὸν θεὸν λόγον οὐκ ἤδεισαν τοῦτο οὖν φησιν μυστήριον ἀποκεκρυμμένον
107186vEph.3.9ζ τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ ὥστε οὐ νεαρὸν ἐστι τὸ κατὰ τὰ ἔθνη ἀλλ’ ἄνωθεν ἐδέδοκτο εἰκότως δὲ πᾶσιν ἄγνως τον ἦν ὅτι τὰ ἔθνη τοιόυτων ἀξιωθήσονται εἰ γὰρ ἐν τῷ θεῷ ἐκέκρυπτο τίς ἦν ὁ ἀποκαλύπτων
108186vEph.3.9η τῷ τὰ πάντα κτίσαντι διὰ ἰησοῦ χριστοῦ ὁ γὰρ τὰ πάντα δι’αυτοῦ κτίσας πατηρ καὶ τοῦτο δι’αυτοῦ ἀπεκάλυψεν
109186vEph.3.10θ ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ̓ξουσίαις ἐν τοῖς ἐπουρανίοις ὅτι μὲν γὰρ ἐγένετο μερὶς κυριοῦ λαὸς αὐτοῦ ἰακὼβ ἤδεισαν καὶ ὅτι σώσει τὸν λαὸν αὐτοῦ εἶπεν ὁ γαβριὴλ περὶ τοῦ ἰσραὴλ λέγων ὅτι δὲ ἐπὶ τούτοις τὰ ἔθνη κληθήσεται οὐκ ἥδεσαν εἰ δὲ ἀρχαὶ καὶ ἐξουσίαι οὐκ ἥδεσαν δῆλον ὡς οὐδὲ ἄγγελοι ἣ ἀρχάγγελοι
109ex186vEph.3.10 * οὐ δὲ γὰρ αἱ αόρατοι δυνάμεις ἤδεσαν τὸ μυστήριον ἀλλὰ διὰ τῆς περὶ τὴν ἐκκλησίαν οἰκονομίας τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν κατέμαθον κατὰ πρόθεσιν δὲ τῶν αἰώνων λέγει ἀντὶ τοῦ ταῦτα πρὸ αἰώνων μὲν προέθετο ἐποίησεν δὲ διὰ τῆς κατὰ τὸν δεσπότην χριστὸν οἰκονομίας
109ex2187rEph.3.10 * ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ̓ξουσίαις ἐν τοῖς ἐπουρανίοις πρό τῶν τῆς ἐν * μῶν χρόνων ἁπλῆν ἐγίνωσκον αἱ οὐρανιαι δυνάμεις τὴν σοφίαν τοῦ θεοῦ ἐκ μόνον τοῦ δυνατοῦ κατορθουμένην ὁ γὰρ τῇ ὁρμῇ τοῦ οἰκέιου θελήματος οὐσιώσας τὰ πάντας θεὸς δυνάμει ἀκαταλήπτῳ διετήρει πρὸς διαμονὴν τὰ δημιουργηθέντα καὶ οὐδὲν ἦν ποικίλον ἀλλ’ οἷον ἐθεωρεῖτο τοιοῦτον καὶ ὑπῆρχεν νῦν δέ γε διὰ τῆς εἰς τὴν ἐκκλησίαν καὶ τὸ ἀνθρωπίνον γένος οἰκονομιας οὐκ ἐτι μόνον ἁπλῇ ἀλλα καὶ πολυποίκιλος ἐγνώσθη ἡ σοφία τοῦ θεοῦ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατορθοῦσα διὰ θανάτου ζωήν διὰ τιμίας δόξαν διὰ σταυροῦ τρόπαιον διὰ πάντων τῶν εὐτελῶν τὰ θεοπρεπῇ διὰ οὖν τῆς εἰς ἡμᾶς οἰκονομίας τῆς ἐν τῇ ἐνανθρωπήσει γενομένης πολυποίκυλος ἐγνώσθη ἡ σοφία καὶ δύναμις τοῦ θεοῦ ταῖς οὐρανίαις δυνάμεσιν ὅυτως ὁ νύσης εἰς τὰ ἄσματα τῶν ἀσμάτων
110187rEph.3.10ι διὰ τῆς ἐκκλησίας ὅτε γὰρ ἡμεῖς ἐμάθομεν τότε κακεῖνοι δι’ ἡμῶν ὁρῶντες τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ δι’ αὐτῆς εἰς γνῶσιν ὁ δηγούμενος
111187rEph.3.10ια ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ οὐ μόνον ποικίλη ἀλλὰ πολυπόικιλος ἡ οὖσα φησι κατὰ πρόθεσιν τῶν αἰώνων τουτέστιν κατὰ πρόγνωσιν καὶ πρόειδησιν καὶ πρὸ οἰκονομίαν νῦν μὲν γὰρ γέγονεν φησιν ἄνωθεν δὲ ταῦτα ἐδόκει
111Ph187rEph.3.10 φωτ ἡ πολυποίκιλος σοφία ἡ κατὰ πρόθεσιν τῶν αἰώνων πολυποίκιλος σοφία τοῦ θεοῦ αὔτῃ γὰρ καὶ τῶν αἰώνων προετίθετο καὶ προώριστο εἰ καὶ ἐν ἐσχάτοις καιροῖς διὰ τῆς ἐκκλησίας ἐγνώσθη τὸ δὲ ἣν ἐποίησεν ὅτι καὶ ταύτην διὰ τοῦ χριστοῦ καὶ προέθετο τῶν αἰώνων καὶ προώρισεν οὐδὲν γὰρ ἄνευ τοῦ υἱοῦ οὔτε ἠβουλήθη οὔτε ὥρισεν οὔτε ἐποίησεν
111Ph2187rEph.3.10 ὅτι διὰ ἰησοῦ χριστοῦ λέγει γεγενῆσθαι τὴν πολυποίκιλον σοφίαν τοῦ θεοῦ καὶ ἐν τῇ πρὸς ἑβραίους ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας
111ex187rEph.3.11 * κατὰ πρόθεσιν τῶν αἰώνων τοὺς προορισμοὺς προθέσεις εἶπεν
111ex2187rEph.3.11 * οὗσαν ἀπ’ ἀιωνῶν
112187rEph.3.11ιβ ἣν ἐποίησεν ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν δι’ αὐτοῦ γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν
113187rEph.3.12ιγ ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ προσήχθημεν οὖν τῷ θεῷ καὶ πατρὶ διὰ χριστοῦ προσήχθημεν δὲ οὐχ ὡς αἰχμάλωτοι οὐ δὲ ὡς συγγνώμης ἀξιωθησόμενοι ἐφοῖς ἡμᾶρτομεν ἀλλὰ μετὰ παρρησίας φησὶ καὶ παρρησίας οὐχ ἁπλῶς ἀλλὰ ἐνθάρσει τινὶ καὶ πεποιθήσει ἁγιάσας γὰρ ἡμᾶς διὰ τοῦ ἰδίου αἴματος προσήγαγεν θαρροῦντας λοιπὸν τὸ προσελθεῖν διὰ τὴν εἰς αὐτὸν πίστιν
114187vEph.3.13ιδ διὸ αἰτοῦμαι διό φησιν αἰτῶ μὴ ἐκ κακεῖν μὴ δὲ * θλιψεσι μου αἵτινες ὑπὲρ ὑμῶν καὶ δι’ ὑμᾶς εἰσί μοι πῶς ὅτι ὅυτως ὑμᾶς ἠγάπησεν ὁ θεὸς ὥστε καὶ τὸν ὑιὸν αὐτοῦ δοῦναι καὶ τοὺς δοὺλους αὐτοῦ κακοῦν ὑπὲρ τοῦ ὑμᾶς σωθῆναι ἆρα οὐ δόξα τὸ ὅυτως ἀγαπᾶσθαι ὑπὸ θεοῦ
114Ph187vEph.3.13οικουμενιου διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς ὑπὲρ ὑμῶν θλίψεσιν μου Καθυπερβὰτον γὰρ ἡ σύνταξις
115187vEph.3.13ιε μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν ἥτις ἐστὶν δόξα ὑμῶν ἐπειδή φησι τοσαῦτα ἔθνη ἐπιστέυθην ἀνάγκη ἐστὶ καὶ δεδέσθαι παρὰ τῶν ἀντιλεγόντων τῷ κηρύγματι
116187vEph.3.13-Eph.3.14ιϛ τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ἐπειδὴ ὅυτως ἠγαπήθητε παρὰ θεοῦ δέομαι φησιν ὑπὲρ ὑμῶν
117187vEph.3.14-Eph.3.15ιζ ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται ἐπὶ μὲν γῆς πατριὰς τὰ γένη καλεῖ ἀφῶν καὶ πατέρες καλοῦνται ἐν οὐρανῷ δὲ ἔνθα οὐκ ἔστιν ὅς δὲ ἐκ τοῦ δὲ πατριὰς τὰ συστήματα λέγει αὐτὸς γὰρ τάς τε ἄνω καὶ τὰς κάτω φυλὰς ἐδημιόυργησεν
118187vEph.3.15-Eph.3.16ιη ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ ὅρα μεθόσης ἀπολογίας ἐπέυχεται αὐτοῖς τὰ ἀγαθά δυνάμει κραταιωθῆναι φησιν εἰς τὸ μὴ περιφέρεσθαι τοῦτο δὲ πῶς ἕσται διὰ πνευματός ἁγίου τὸ δὲ κραταιωθῆναι ὡς πρὸς τοὺς πειρασμοὺς νόει
119187vEph.3.16-Eph.3.17ιθ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστὸν εἰς τὸ κατοικῆσαι φησιν τὸν χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον ἵνα δῴη ὑμῖν εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστόν ἵνα φησι ναὸς θεοῦ γένησθε καὶ οὐχ ἁπλῶς κατοικῆσαι ἀλλ’ ἐν ταῖς καρδίαις ὑμῶν μηδέν φησιν ἐπιπόλαιον ὁ γὰρ ἔσω ἄνθρωπος καὶ αἰ καρδίαι τὴν καταβάθους ἐνοίκησιν καὶ τὴν οἱον εἰ συμφυῆ καὶ ἐρριζωμένην δηλοῖ
120187vEph.3.17κ διὰ τῆς πίστεω ἐν ταῖς καρδίαις ὑμῶν πῶς δὲ ἔσται τοῦτο διὰ τῆς πίστεως φησὶ καὶ διὰ τοῦ ἐν ἀγάπῃ εἲναι ὑμᾶς ἐρριζωμένους καὶ τεθεμελιωμένους καὶ ὑπὸ μὴδεν ὃς κινουμένους
121188rEph.3.18κα ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις ταῦτα δὲ ὑμῖν ἐπέυχομαι φησὶν ἵνα * χύσητε καταλαβέσθαι πολὺν δὲ ἔδειξεν τὸν κάματον τῷ τε ἐξισχύσαι καὶ τῷ καταλαβέσθαι εἰπεῖν
121Ph188rEph.3.18φωτ Phοtiοs ̓ ἐν ἀγάπῃ ἐρριζωμένοι τὸ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἢ σφάλμα ἔστι καλλιγραφικόν δέον κατ’ αἰτιατικὴν γράψαι ἐρριζωμένους καὶ τεθεμελιωμένους ἢ εἰ μὴ τοῦτο κατ’ ἔθος ἀρχαικῆς συντάξεως ἐχρήσατο ὁ θεῖος παῦλος ἀντι αἰτιατικῆς μετοχικὴν εὐθεῖαν πολὺ δὲ καὶ παρὰ τοῖς ἔξω τὸ τοιοῦτον σχῆμα καὶ μάλιστα παρὰ θουκυδίδῃ εἰ δὲ δεῖ καὶ τὴν εὐθεῖαν ὡς εὐθεῖαν ἀλλὰ μὴ κατὰ ἀντίπτωσιν ἐκλαβεῖν καὶ ὅυτως τὸ ἀκόλουθον φυλαχθήσεσται καθ’ ὑπερβατὸν τὴν σύνταξιν ποιοῦμενων ᾧ καὶ μάλιστα σχήματι φαίνεται κεχρημένος ὁ θεῖος παῦλος οἷον ἵνα ᾗ συντέταγμενον τὸ ῥητὸν οὕτως ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ἐξῆς
122Ph188rEph.3.18 ἀπὸ κοινοῦ τὸ ἵνα ἐξισχύσητε οἷον ἵνα ἐξισχύσητε καταλαβέσθαι καὶ γνῶναι
122188rEph.3.18κβ τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος σωματικοῖς ὑπογράφει σχήμασι τὸ τοῦ μυστηρίου μέγεθος τοῦ ὑπερ τῶν ἐθνῶν οἰκονομηθέντος
122ex188rEph.3.18 * τῆς γεγενημένης οἱκονομίας τὸ μέγεθος παρεδήλωσεν ἐπειδὴ ταῦτα μεγέθους δηλωτικά
123188rEph.3.18κγ καὶ ὕψος οἷον τοῦ μυστηρίου
123Ph188rEph.3.18 φωτ τί τὸ πλάτος καὶ μῆκος τίνος πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος ἢ τοῦ μυστηρίου ἵνα ᾗ κατ’ ἔλλειψιν εἰρημένον ἢ καὶ χωρὶς ἐλλέιψεως καθ’ ὑπερβατὸν δέ ἵνα ἐξισχύσητε φησὶν καταλαβέσθαι τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος τῆς γνώσεως τοῦ χριστοῦ γνῶναι τε τὴν ὑπερβάλλουσεν εἰς ἡμᾶς ἀγάπην αὐτοῦ ἔστιν δὲ γνῶσις μὲν χριστοῦ ἡ τῆς περὶ ἡμᾶς αὐτοῦ οἰκονομίας φανέρωσις γνῶσις δέ ἐστιν χριστοῦ ὅτι τὲ τὴν πρᾶξιν αὐτοῦ τὴν ὑπερθαύμαστον αὐτὸς καὶ οὐκ ἄλλος ὑπὲρ ἡμῶν εἰργήσατο καὶ ὅτι αὐτός ἐστιν ἡμῖν χορηγὸς ταύτης τῆς γνώσεῶς καὶ ὅτι δί αὐτῆς μάλιστα ἐπέγνωμεν τὸν χριστὸν ἀλλὰ γνῶσις μὲν χριστοῦ αὕτῃ μῆκος δέ ἔστιν αὐτῆς τὸ ἀπὸ τῶν αἰώνων αὐτὴν προωρίσθαι πλάτος δὲ ὅτι εἰς πάντας αὐτῆς ἡ εὐεργεσία ἐξαπλοῦται εἰς τοὺς πρὸ νόμου εις τοὺς ἐν τῷ νόμῳ καὶ μετὰ τὸν νόμον εἰς τοὺς ζῶντας εἰς τοὺς τετελευτηκότας εἰς τοὺς ἰουδαίους εἰς τοὺς ἔλληνας εἰς τοὺς βαρβάρους εἰς πάντα τὰ ἔθνη εἰς τὰ οὐρανία εἰς τὰ ἐπίγεια εἰρήνην γὰρ εἰργήσατο ἐν αὐτοῖς ὁ χριστὸς πρότερον ἐκπεπολεμωμένοις οὖσιν εἰς ἀλλήλους τοῖς ἀγγέλοις καὶ τοῖς ἀνθρώποις εὔχεται οὖν αὐτοὺς ταῦτα καταλαβέσθαι καὶ οὐ ταῦτα μόνον ἀλλὰ καὶ τὸ βάθος αὐτῆς καὶ τὸ ὕψος ὅτι μέχρι τῶν τοῦ ᾅδου ταμείων τὴν ἄφατον αὐτοῦ δύναμιν καὶ εὐεργεσίαν ἐπεδείξατο ἐκεῖνον μὲν καταργήσας καὶ αἰχμαλωτίσας τοὺς δὲ αἰχμαλώτους ἀναρρυσάμενος καὶ ἐλευθερώσας εἶτα καὶ τὸ ὕψος ὅτι ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβας ὅτι ὑπεράνω τῶν οὐρανῶν ἀνήγαγε τὴν ἀπαρχὴν ἡμῶν ὅτι ὑπεράνω πάσης ἀρχῆς και ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος ὁρᾶς ὕψος ἅφατον τῆς οἱκονομίας χριστοῦ καὶ τῆς γνώσεως αὐτοῦ ταῦτα * κατανοῆσαι ταῦτα καταλαβέσθαι ἁν δὲ ταῦτα καταλάβωνται τί τότε γνώσονται τὴν εἰς ἡμᾶς ὑπερβάλλουσαν ἀγάπην αὐτοῦ ἀν δὲ γνῶμεν τί τίς ἁντερεῖ τὸ μὴ οὐ χρεῶστας εἶναι πληρωθῆναι ἐν παντὶ πληρώματι θεοῦ οἷον ὅλον αὐτὸν διὰ τῶν ἔργων τὸν οὕτως ἀγαπήσαντα εἰσδέξασθαι
124188vEph.3.18-Eph.3.19κδ γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ καὶ ἵνα φησι γνῶτε τὴν ὑπερβάλλουσαν πᾶσαν ἀνθρωπινήν γνῶσιν ἀγάπην τοῦ χριστοῦ καὶ οἷον τῆς γνώσεως ὑπεράνω ἔστι μεν γάρ φησιν ὑπεράνω γνώσεως πλὴν ὑμεῖς γνώσεσθε εἰ τὸν χριστὸν σχόιητε ἐνοικοῦντα ἵνα ἐκ τούτου πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ πλήρωμα δὲ τοῦ θεοῦ ἐστιν ἦ τὸ γνῶναι ὡς ἐν πατρὶ καὶ υἱῷ καὶ πνευματὶ ἁγίω προσκυνεῖται ἡμῖν ὁ θεὸς ἵνα ἦ τέ φησιν πεπληρωμένοι πάσης ἀρετῆς ἧς πλήρης ὁ θεὸς
125188vEph.3.20κε τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι τῷ δὲ δυναμὲνῳ θεῷ οὐ μόνον κατὰ λέγομεν ἀλλὰ καὶ ὑπερ ἐκπερισσοῦ ποιῆσαι πάντα καὶ οὐ μόνον πάντα ἀλλὰ καὶ ὑπὲρ ἅπαντα αὐτῷ φησιν ἡ δόξαν ἀμήν ὅρα δὲ δύο ὑπερβολὰς τὸ καὶ ὑπὲρ πάντα ποιῆσαι τὰ εἰρημένα καὶ ὑπερεκπερισσοῦ ποιῆσαι ἃ ποεῖ ἔνι γὰρ καὶ πλείονα ποίουντα τῶν αἰτηθέν των κεφάλαια μὴ πλουσίως μήτε δαψιλῶς ἔκαστον ποιῆσαι
126188vEph.3.20κϛ ὐπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν καὶ ὅτι ἐκπερισσοῦ ὦν αἰτούμεθα ἢ νοοῦμεν δυνατός ἐστι ποιῆσαι δῆλον ἐκ τῆς ἐν ἡμῖν ἐνεργούσης δυνάμεως αὐτοῦ τίς γὰρ τοῦτο προσεδόκησεν περὶ τῶν ἐθνῶν ὅτι οἱ τοσοῦτον ἀπερρωγότες θεοῦ ἐν τοῖς ὑιοθετηθεῖσιν εἰσὶν
127188vEph.3.20-Eph.3.21κζ αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν χριστῷ ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων ἀμήν ἐπειδὴ δεῖ τὸν τοσαῦτα δωρησάμενον δοξάζεσθαι ὥστε καὶ ἡ δοξολογία δεῖγμα ὑπάρχει τοῦ μεγέθους τῶν ὑπηργμένων ἡμῖν παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν ἀνθρωπίνην ἀγαθῶν καλῶς δὲ ἡ δόξα αὐτοῦ ἐν ταῖς ἐκκλησίαις ἐπεὶ γὰρ αὖται διηνεκῶς μένουσιν ἐν ταύταις εἴ ἠ φησὶν ἡ δόξα τοῦ θεοῦ ἵνα ἡμῖν ᾐ διηνεκῶς δοξαζόμενος καὶ εἰς πάσας ἔλθη τοῦτο γενεάς
127ex188vEph.3.21οικουμενιου ἤ ὅτι τῇ ἐκκλησία ἐπέυχεται ὥστε διατηρεῖν ἀεὶ τὴν δοξολογίαν τοῦ θεοῦ καὶ μήποτε παρατραπῆναι τὸ δὲ ἐν χριστῷ ἰησοῦ ἣ σὺν χριστῶ ἰησοῦ νόει ἠ διὰ χριστοῦ ἰησοῦ διὰ τὴν σάρκα τοῦτο νοῶν εἰρῆσθαι
128189rEph.3.21-Eph.4.1κη παρακαλῶ οὖν ὑμᾶς ἐγώ ὁ δέσμιος ἐν κυρίῳ ὁ διὰ τὸν κύριον φησὶν * μα τὸ δεδέσθαι διὰ τὸν χριστὸν βαβαὶ ὅσα εἶπεν * τὴν ἅλυσιν τὴν παῦλου καὶ αὐτὸς γὰρ ὁ ἀπόστολος ταύτην προβάλλεται ὡς δι’ αὐτῆς δυσωπήσων αὐτούς
128ex189rEph.4.1 * μεγάλη γὰρ ἡ κλῆσις καὶ ἐπὶ μεγάλοις ἐπὶ τῷ ἔχειν κεφαλὴν τὸν χριστόν ἐπὶ τῷ εἰς ὑιοὺς εἶναι θεοῦ
129189rEph.4.1-Eph.4.2κθ μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ τουτέστιν ἐν παντὶ πράγματι ἐπὶ παντὸς προσώπου αὐτὸ γάρ ἐστιν ἀξίως τῆς κλήσεως περιπατῆσαι μετὰ ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας καὶ τοῦ ἀνέχεσθαι ἀλλήλων ἔνθα γάρ ἐστιν ἀγάπη πάντα ἐστὶν ἀνεκτά
130189rEph.4.3λ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσῳ τῆς εἰρήνης καθάπερ γὰρ ἐπὶ τῶν ἡμετέρων σωμάτων ἐστὶ τὸ ἡμῶν πνευμᾶ ἐνεργοῦν ἐν πᾶσι τοῖς μέλεσι καὶ πάντα συνέχον οὕτως καὶ τὸ πνευμᾶ τὸ ἅγιον ἡμῖν ἐδόθη τοὺς γένει καὶ τρόπω καὶ ἤθεσιν διαλάσσοντας ἑν οῦν καὶ ποιοῦν ἡμᾶς ἓν σῶμα ταύτην φυλάξωμεν τὴν ἑνότητα τὴν διὰ τοῦ ἁγίου δοθεῖσαν ἡμῖν πνευματός ἥτις φησὶ γίνεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης
130Ph189rEph.4.3 φωτ Σπουδάζοντες τηρεῖν σπουδαζοντες τὴν ἑνοτητα τοῦ πνεύματος ἐν τῷ συνδεδέσθαι ἀλλήλους εἰρηνικῶς καθ’ ἓν σῶμα καὶ καθ’ ἓν πνεῦμα τοῦτο γὰρ ἡ ἑνοτης τοῦ πνεύματος ἣν ἥνωσεν ἡμᾶς ἐκεῖνο καὶ οὗ ἐκλήθητε ἢ σπουδάζοντες ἀλλήλους τηρεῖν καὶ φυλάττειν ἓν σῶμα καὶ ἓν πνεῦμα κατὰ τὴν ἑνοτητα τοῦ πνεύματος καθὼς ἡμᾶς τὸ ἅγιον ἥνωσεν πνεῦμα καθὼς καὶ ἐκλήθητε τὴν τοιαύτην δὲ φυλάττει ἕνωσιν ὁ τῆς ἀγάπης σύνδεσμος ἀλλ’ εἰ μὲν ὡς τὸ προτερον ἐλλειπτικὴ ἂν εἴη μονον ἡ σύνταξις λείπουσα τὴν κατὰ προθεσιν οἷον καθ’ ἓν σῶμα καὶ καθ’ ἓν πνεῦμα εἰ δὲ ὡς δεύτερον τρεῖς ἔχει τροπους ὑπερβατὸν καὶ ἀπὸ κοινοῦ μετὰ ζεύγματος καὶ τρίτον τὸν ἐλλειπτικον κἀνταῦθα τῆς αὐτῆς μὲν προθέσεως ἐλλειπούσης οἷον κατὰ τὴν ἑνοτητα τοῦ δὲ ἀλλήλων ἀπὸ κοινοῦ μετὰ ζεύγματος λαμβανομένου ἀλλήλους γὰρ ἐξακουσθήσεται τὸ δὲ ὑπερβατὸν εὔδηλον
131189rEph.4.3-Eph.4.4λα ἓν σῶμα καὶ ἓν πνεῦμα γένεσθε φησιν ὅυτως συνηνωμένοι ὅυτως ἀλλήλων κηδόμενοι ἐκ τούτου γάρ φησιν ἔσεσθε καὶ ἓν πνευμᾶ ἔχοντες τουτέστιν ὁμότιμον τὴν χάριν τοῦ πενυματός ἢ ὅτι ἔστιν μὲν ἓν σῶμα εἰναι οὐχ ἓν δὲ πνευμᾶ ὡς ὅταν τις αἱρετικῶν φίλος ᾖ ἢ ὅτι τοῦτο φησιν ἓν πνευμᾶ λαβόντες οὐκ ὀφείλετε διχονοεῖν ἀλλ’ ἓν εἰναι σῶμα ἢ ὅτι πνευμᾶ ἐνταῦθα τὴν προθυμίαν καλεῖ
132189vEph.4.4λβ καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι ὁ θεὸς ἡμᾶς φησιν ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν οὐδενὶ πλεῖον ἀπονείμας πᾶσιν ἀθανασίαν πᾶσι ζωὴν αἰώνιον ἐπηγγέιλατο πᾶσιν δόξαν ἀθάνατον πᾶσιν ἀδελφότητα πᾶσι κληρονομίαν ἐπηγγέιλατο κοινὴ πάντων ἐγένετο κεφαλή πάντας συνήγειρε καὶ συνεκάθισεν εἰ τοίνυν ἐν τοῖς πνευματικοῖς φησιν τοσαύτην ἔχετε κοινωνίαν ὀφείλετε καὶ ἓν σῶμα εἶναι ἐν τῇ τῆς ἀγάπης ἀνακράσει
133189vEph.4.4λγ τῆς κλήσεως ὑμῶν πάντα γὰρ τὰ εἰρημένα κοινή ἐστιν ἡμῶν ἐλπὶς ἐκ τῆς κλήσεως γενομένη
134189vEph.4.4-Eph.4.5λδ εἷς κύριος μία πίστις ἓν βάπτισμα ἰδοὺ καὶ ἄλλη κοινωνία εἰς ἡμῖν κυριός μία πίστις ἒν βάπτισμα οὐδεῖ οὖν ἡμᾶς διεστάναι
135189vEph.4.5-Eph.4.6λε εἷς θεὸς καὶ πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πασῖν ἡμῖν ἰδοὺ καὶ ἄλλη κοινωνία καὶ ἀγάπης πρόφασις τὸ εἶναι ἡμῖν ἔνα πατέρα τὸν θεόν καὶ ἐπὶ πάντων τουτέστιν ὁ ἐπάνω πάντων καὶ διὰ πάντων τουτέστιν ὁ προνοῶν διὰ πάντων ἡμῶν καὶ ἐν πᾶσιν ἡμῖν τουτέστιν ὁ ἐνοικῶν ἐν πᾶσιν ἡμῖν
136189vEph.4.7λϛ /αντιθεσις ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ εἰ πάντα ἐστὶν ὡς λέγεις κοινὰ πόθεν ὁ δεῖνα μὲν μεῖζον ὁ δεῖνα δὲ ἔλαττον ἔχει χάρισμα τοῦτο γὰρ αὐτοὺς εἰς φθόνον μάλιστα ἦγε καὶ φησὶν ἑκάστω ἐδώθη ἡ χάρις τουτέστιν τὸ χάρισμα καὶ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ ὡσεὶ εἶπεν εἰ αὐτὸς ἐμέτρησεν πάντως ὅτι καλῶς ἐμέτρησεν πάντως καὶ συμφερόντως καὶ εἰδωρεά ἐστι τὸ πᾶν ὑπὲρ μὲν οὗ ἔλαβες εὐχαρίστει ὑπὲρ δὲ οὗ οὐκ ἔλαβες μὴ φθόνει δωρεὰ γὰρ ἐστιν ὡσεὶ εἶπεν οἶδεν ὁ μετρήσας καὶ δωρησάμενος πῶς καλῶς καὶ συμφερόντως τοῦτο πεποίηκεν τὰ μὲν γὰρ ἄλλα κοινὰ πρόκειται τὰ δὲ χαρίσματα δέδοται κατὰ τὴν ἀναλογίαν τῆς ἐκάστου καθαρότητος
137189vEph.4.7-Eph.4.8λζ διὸ λέγει ἀναβὰς εἶς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ὅτι φησὶν ἡ χάρις δωρέα ἐστι τοῦ χριστοῦ καὶ αὐτὸς ἐμμετρήσας ἔδωκεν ἄκουε φησι τοῦ δαυῖδ τὸ δὲ ἀναβὰς εἰς ὕψος ἀλλαχοῦ λέγει ὅτι ἐπήρθη ἡ μεγαλοπρέπεια σου ὑπεράνω τῶν οὐρανῶν τίνα δὲ ἥχμαλώτευσεν ἡμᾶς δηλονότι τὴν καλὴν καὶ συμφέρουσαν αἰχμαλωσίαν πολέμω γὰρ νοητῶ νικήσας τὸν διάβολον αἰχμαλώ τοὺς εἶλεν ἡμᾶς οὐχ ἵνα κατα δουλώσηται πῶς γὰρ τοὺς ὄντας δούλους καὶ πάλαι ἀλλ’ ἵνα τῆς πικρᾶς ἀπαλλάξη τυραννίδος τοῦ πονηροῦ
137Ph189vEph.4.8αθανασιου φωτ ἀναβὰς εἶς ὕψος λέγει δὲ τὸ τοῦ σταυροῦ ὡς αὐτὸς ἐπηγγείλατο ὅταν ὑψωθῶ πάντας ἑλκύσω πρὸς ἐμαυτον
137Ph2189vEph.4.8 φωτ Ἠχμαλώτευσε μὲν τὸν διάβολον ἔδωκε δὲ ἀντὶ τιμωρίας δοματα καὶ χαρίσματα τοῖς αἰχμαλωτισθεῖσιν ἐπειδὴ ὁ ἀναβαίνων ἢ ἐν τῷ ἀναβαίνειν λαμβάνει τὴν ἀρχὴν τοῦ ἄνω γενέσθαι ὥσπερ ὅτε τις ἀπάρχεται ἀναβαίνειν μὴ ὢν ἐξ ἀρχῆς ἄνω ἢ οὐ νῦν λαμβάνει τὴν ἀρχὴν τῆς ἀνοδου ἀλλ’ ἀπ' ἀρχῆς μὲν ἦν ἄνω καταβὰς δὲ ἐκεῖθεν νῦν πάλιν ἄνεισιν εἶπεν δὲ ἀναβάς ἑρμηνεύει πῶς δεῖ ἐννοεῖν τὸ ἀναβάς ὅτι οὐχ ὡς νῦν φησίν ἀρξάμενος ἀναβαίνει ἦν γὰρ ἐξ ἀρχῆς ἐν τῷ ὕψει τῆς θεϊκῆς ἀξίας καὶ τῆς πατρικῆς δοξης ἀλλ’ ὡς ἀπὸ τῆς κατὰ τὴν οἰκονομίαν συγκαταβάσεως καὶ μέχρι τῆς εἰς ᾅδου καθοδου εἰς τὴν πρέπουσαν τοῦ θεϊκοῦ ὕψους φανέρωσιν ἀνελθὼν πάλιν λέγεται ὅτι ἀνέβη
138190rEph.4.8λη καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις ὥστε τοῦ χριστοῦ τὰ δόματα τί ἀδημονεῖς πολύ μὴ ἔχων ἤ φθονεῖς τῷ ἔχοντι ὧδε μὲν ὅυτως παρακατιῶν δὲ δέικνυσιν ὅτι πρὸς ὠφέλειαν τῆς ἐκκλησίας ἐκάστος ἔλαβεν τὸ χάρισμα καὶ ὁ τὸ μέγα λαβὼν καὶ ὁ τὸ μὴ τοιοῦτον καὶ οὐ διὰ τὰ οἰκεῖα ἔργα οὐ δὲ διὰ τὸ ἄξιον εἶναι τινα τοῦ λαβεῖν τίς οὖν φθονήσει τῷ διά τί εἰληφότι καὶ πρὸς ἑτέρων ὠφέλειαν ὅσον γὰρ μεῖζον τὸ χάρισμα τοσοῦτον ἀκριβέστερον αἰ εὐθύναι
138ex190rEph.4.8 * λαβὼν γὰρ τὴν πίστιν ἀντι δίδωσιν τὴν χάριν
139190rEph.4.8-Eph.4.9λθ τὸ δέ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον οὐκ ἂν δέ φησιν ἐδεήθη ὁ προφήτης τοῦ εἰπεῖν ἀνέβη εἰ μὴ ᾔδει ὅτι κατέβη πρῶτον περὶ γὰρ τοῦ καταβάντος τὸ ἀνέβη λέγει τίς
140190rEph.4.9μ εἰς τὰ κατώτερα μέρη τῆς γῆς τουτέστιν μεθ ὃ οὐκ ἔνι κατώτερα λέγει δὲ τὸν ᾄδην ὡς πρὸς τὴν κοινὴν συνήθειαν ἀφορῶν ὅυτως γὰρ λέγειν εἰώθαμεν διὸ καὶ ἰακώβ φησι καὶ κατάξετε τὸ γῆρας μου μετ’ ὀδύνης εἰς ἄδου καὶ δαυιδ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
140ex190rEph.4.9 * κατώτερα μέρη τῆς γῆς τὸν θάνατον ἐκάλεσεν
141190rEph.4.9-Eph.4.10μα ὁ καταβάς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν τοῦτο φησιν ὅτι οὐδὲν αὐτῷ πρὸς τὴν ἄνοδον ἐνεπόδισεν ἡ εἰς τὰ κατώτατα κάθοδος ὥστε φησιν καὶ ὑμῶν ὅσον ἄντις ταπεινοφρονῇ τοσοῦτον μᾶλλον ὑψοῦται
141Ph190rEph.4.10φωτ Phοtius αὐτός ἐστιν καὶ ὁ ἀναβὰς τοῦτο τὴν νεστορίου καταβάλλει βλασφημίαν ὁ αὐτος φησίν ἐστὶν ὁ καταβὰς καὶ ὁ ἀναβάς καταβαίνει μὲν γὰρ εἰς τὴν σάρκωσιν ὡς θεος ἀναβαίνει δὲ ὡς ἄνθρωπος καὶ καταβαίνει μὲν εἰς τὸν ᾅδην ὡς ἄνθρωπος ἀνίσταται δὲ ὡς θεος οὐ μονον δέ καὶ ὑπεράνω γίνεται τῶν οὐρανῶν καὶ οὐχ ἁπλῶς ἀλλὰ πάντων τῆς ἐκεῖσε λήξεως καὶ καθέδρας τὸ προσλημμα ἡμῶν ἀξιῶν
142190rEph.4.10μβ ἵνα πληρώσῃ τὰ πάντα καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι τὰ πάντα ἐπλήρου καὶ σαρκωθεὶς ἵνα τὰ πάντα καὶ μετὰ σαρκὸς πληρώσῃ κατέβη καὶ ἀνέβη
143190vEph.4.11μγ καὶ αὐτὸς ἔδωκεν ὁ μὴ παραιτησάμενος φησιν * τώτατα κατελθεῖν αὐτὸς τὴν διανομὴν * ἄρα οὖν οὐ χρὴ ἀγανακτεῖν πρὸς τὴν διανομήν εἰ γὰρ αὐτὸς ἔδωκεν τί ἀντι λέγεις ἀλλαχοῦ δέ φησιν τὸ πνευμᾶ διδόναι τὰ χαρίσματα πάντα γὰρ ταῦτα φησιν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνευμᾶ ἁλλαχοῦ τὸν πατέρα φησιν ὡς τὸ ἐγὼ ἐφύτευσα ἀπολλῶς ἐπότισεν ἀλλ’ ὁ θεὸς ἤυξανεν ἐνταῦθα τὸν ὑιὸν κοινὰ γὰρ τὰ πάντα τῇ ἁγία καὶ μακαρία τριάδι
144190vEph.4.11μδ τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας οἱ γὰρ ἀπόστολοι καὶ προφητείαν εἶχον οἵ δὲ τότε προφῆται οὐκ εἶχον ἀποστολήν
145190vEph.4.11με τοὺς δὲ εὐαγγελιστάς τοὺς τὸ εὐαγγέλιον γράψαντας
146190vEph.4.11μϛ τοὺς δὲ ποιμένας καὶ διδασκάλους τοὺς τὰς ἐκκλησίας ἐμπεπιστευμένους λέγει τοὺς ἐπισκόπους οἷος ὁ τιμόθεος οἷος ὁ τῖτος ἦν
147190vEph.4.11-Eph.4.12μζ πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ ὁρᾶς τὴν αἰτίαν τῆς δόσεως τῶν χαρισμάτων πρὸς τὸν καταρτισμόν φησιν τουτέστιν πρὸς ἀπαρτισμόν πρὸς πλήρωσιν εἰς τὸ ἐν τούτοις διακονεῖν τῇ ἐκκλησία καὶ οἰκοδομεῖν αὐτήν ὅσω οὖν τις μεῖζον ἔλαβε χάρισμα τοσοῦτον μεῖζον ἔχει τὸ φορτίον τίς οὖν φθονήσει τῷ μεῖζον ἐχόντι φορτίον ταῦτα δέ φησι πρὸς τοὺς τῷ φθόνῳ τῶν μειζόνων χαρισμάτων ἀποκεκομμένους τοῦ σώματος τῆς ἐκκλησίας δεικνὺς ὅτι πάντων τὸ ἔργον εἰς ἒν ὁρᾶ τέλος τὸν καταρτισμὸν τῶν ἁγίων ποῦ οὖν χρεία φθόνου ἁγίων τῶν πίστων
148190vEph.4.13μη μέχρι καταντήσωμεν οἱ πάντες φθάσωμεν
149190vEph.4.13μθ εἰς τὴν ἑνόντητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τουτέστιν ἔως ἂν οἱ πάντες μίαν τὴν πίστιν σχῶμεν ἕκαστος κάμνει καὶ ἕκαστος διακονεῖ ἑνότης γὰρ πίστεως τὸ μὴ διαφωνεῖν περὶ τὰ δόγματα τοῦτο γὰρ ἐπιγνωσις τοῦ ὑιοῦ τοῦ θεοῦ τὸ μὴ διαφωνεῖν περὶ αὐτοῦ ἄνδρα δὲ τέλειον καὶ μέτρον ἡλικίας λέγει τὴν τελείαν τοῦ χριστοῦ ἔννοιαν καὶ εἴδησιν
150191rEph.4.13ν /οικουμενιου τοῦ πληρώματος τοῦ χριστοῦ πλήρωμα χριστοῦ φησιν τὴν περὶ χριστοῦ ὀλοτελῆ γνῶσιν καὶ πίστιν οἷον ὅτι ἐκ παρθένου σάρκα ἔλαβεν ὅτι ἐκ θεότητος καὶ ἀνθρωπότητος εἰς μίαν ὑπῆρξεν ὑπόστασιν ἵνα γὰρ μὴ ἀκούσας ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὴν σωματικὴν νοήσης ἐπήγαγε τοῦ χριστοῦ ὡσεὶ ἔλεγεν μέχρις οὗ εἰς τελείοτητα φθάσωμεν τῆς ὀλοτελοῦς τοῦ χριστοῦ πίστεως καὶ γνώσεως
150Ph191rEph.4.13 φωτ τοῦ πληρώματος οὐ γὰρ ὁ τυχὼν γίνεται μέρος τοῦ ὅλου πληρώματος ἤτοι τοῦ σώματος τοῦ χριστοῦ ἀλλ’ ὁ εἰς ἄνδρα τέλειον τῆς ἐπιγνώσεως αὐτοῦ καταντήσας καὶ εἰς μέτρον ἡλικίας ἀξίας τοῦ πληρώματος τοῦ Χριστοῦ
151191rEph.4.13-Eph.4.14να ἵνα μηκέτι ὦμεν νήπιοι δείκνυσιν τοῦτο παθόντας αὐτοὺς πάλαι καὶ ὠς ἐν διηγήματος τάξει ἐπανορθοῦται αὐτοὺς καὶ ἑαυτὸν συντάττων διὰ τὸ ἀνεπαχθές νηπιόυς δὲ τῇ πίστει φησιν
152191rEph.4.14νβ κλυδωνιζόμενοι καὶ περιφερόμενοι νηπίων γὰρ ὄντως τὸ περιφέρεσθαι καὶ οὐ βεβηκότων
153191rEph.4.14νγ παντὶ ἀνέμῳ τῆς διδασκαλίας εἰπὼν κλυδωνιζόμενοι ἐπέμεινε τῇ τροπῇ καὶ ἄνεμον διδασκαλίας προσειπών
154191rEph.4.14νδ ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης κυβευταὶ λόγων λέγονται οἱ ποτε μὲν τοῦτο ποτὲ δὲ ἐκεῖνο διδάσκοντες καὶ μετα βαίνοντες ἀεὶ ἀπὸ τούτου εἰς τοῦτο πανούργως τοιοῦτοι οἱ αἱρετικοί οἱ δὲ τοιοῦτοι φησι καὶ πανοῦργοι πρὸς τὸ μεθοδον ἐυρεῖν καὶ πρόφασιν πλάνης πάντα πρὸς τὸ ἀπατῆσαι μηχανώμενοι
154ex191rEph.4.14 * κύβειαν τὴν πανουργίαν καλεῖ πεποίηται δὲ ἀπὸ τοῦ κυβεύειν τὸ ὄνομα ἰδιον δὲ τοὖτο το τῇ δὲ κακεῖ σε μετα φέρειντὰς ψήφους πανευργεομένους
155191rEph.4.14-Eph.4.15νε ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ̓στιν ἡ κεφαλή ὁ χριστός ἐκεῖνοι μὲν νόθα φησὶν καὶ ψευδῆ διδάσκουσι περὶ ὧν ὁ λόγος ἡμεῖς δὲ ἀληθεύοντες ἔντε δόγμασι καὶ βίῳ καὶ λόγῳ ἐν ἀγάπη ἄλλως γὰρ οὐκ ἔνι ἀληθέυειν αὐξήσωμεν καὶ ἐποικοδομήσωμεν εἰς τὸν χριστὸν τὴν κεφαλὴν ἡμῶν τὰ πάντα ἡμῶν καὶ βίον καὶ λόγον καὶ δόγματα
156191vEph.4.15-Eph.4.16νϛ ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμςβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους καθάπερ ἐπὶ τῶν ἡμετέρων σωμάτων τὸ πνευμᾶ τὸ ζωτικὸν τὸ ἀπ’ ἐγκεφάλου διὰ τῶν εὐρῶν κατιὸν οὐχ ἁπλῶς πᾶσιν ἐμπνεῖ τοῖς μέλεσιν δύναμιν ἀλλὰ τῷ μὲν πλεῖόντι δέξασθαι δυναμένω πλεῖον δίδωσι τῷ δὲ ἔλαττον ἔλαττον ὅυτως καὶ ὁ χριστὸς καθάπερ γὰρ μελῶν τῶν ἡμετέρων ψυχῶν αὐτοῦ καὶ εἰς αὐτὸν ἀποκεκρεμαναι ἡ πνευματικὴ αὐτοῦ δύναμις καὶ ἡ τῶν χαρισματων διανομὴ κατὰ ἀναλογίαν ἑνὸς ἐκάστου μέλους αὐτοῦ προσαπτομένη τὴν αὔξησιν ποιεῖται τῆς πνευματικῆς ἡλικίας διὰ τῆς ἁφῆς φησι τῆς ἐπιχορηγίας τουτέστιν διὰ τῆς ἐν τῇ ἁφῇ καὶ οἷον ἐρευνῃ τοῦ ἐπιτηδείου ἐπιχορηγίας γινομένης ἐκεῖνη γὰρ ἡ ἀπὸ χριστοῦ κατιοῦσα πνευματικὴ δύναμις ἑνὸς ἐκάστου μέλους αὐτοῦ ἁπομένη ὅυτως ἐνεργεῖ ὡς ἂν ἕυρη τινὰ πρὸς ὑποδοχὴν ἐπιτή δειον ὡσει ἐλεγεν τὰ μέλη τοῦ χριστοῦ ἡμεῖς φησι οἱ ἄνθρωποι κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου πνευματικοῦ μέτρου δεχόμενοι τὴν ἀπὸ χριστοῦ ἐπιχορηγίαν αὔξομεν τὸ γὰρ πνευμᾶ ἄνωθεν ἐπιρρέον ἀπὸ τοῦ χριστοῦ ἀφθόνως καὶ χορηγόυμενον πάντων ἐφαπτόμενον τῶν εἰς μέλη τελούντων χριστοῦ πρὸς τὴν ἀναλογίαν τῆς ἐκάστου δυνάμεως τὴν αὐξησιν ποιεῖται καλῶς δὲ προσέθηκεν ἐν ἀγάπῃ ἄνευ γὰρ ταύτης οὐκ ἂν εἰς τινα καταβαίη τὸ πνευμᾶ τὸ ἅγιον
156ex191vEph.4.16 ὅρα τί κἀγὼ ἐνόμισα οὔτε γὰρ ἐνόησα τὸ τοῦ μακαρίου ἰωάννου ἔξ νοῆσαι ἐξ οὖ χριστοῦ πᾶν τὸ σῶμα τῆς ἐκκλησίας συναρμολογούμενον αὐτῷ καὶ συμβιβαζόμενον τουτέστιν συγκεκολλημένον αὐτῷ καὶ προσηνωμένον ὡς ἰδία κεφαλὴ ἐξ αὐτοῦ γὰρ ἡμῖν τὸ κεκολλῆσθαι αὐτῷ κεκολλημένον δὲ διὰ πάσης ἀφῆς τουτέστιν αἰσθήσεως τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρω ἑνὸς ἑκάστου μέτρους τουτέστιν διὰ τῆς κατ’ ἐνέργειαν χριστοῦ ἐπιχορηγίας τοῦ ἁγίου πνευματός τῆς κατὰ τὸ μέτρον καὶ τὴν τῆς ὑποδοχῆς δύναμιν ἑνὸς ἑκάστου βέλους τοῦ χριστοῦ γινομένης τὴν αὔξησιν τοῦ σώματος τοῦ χριστοῦ τουτέστιν τῆς ἐκκλησίας ποιεῖται αὔξησιν δὲ δηλαδὴ πνευματικὴν διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου πενυματός αὔξεται εἰς μέτρον τέλειον πνευματικῆς ἡλικίας ἡ ἐκκλησία εἴτε διὰ χαρισμάτων εἴτε διὰ γνώσεως εἰτε διὰ πίστεως
156Ph191vEph.4.16 φωτ ἐξ οὗ πᾶν τὸ σῶμα ἐξ οὗ πᾶν τὸ σῶμα ἤγουν οἱ πιστοί συναρμολογούμενον καὶ συμβιβαζομενον τὴν αὔξησιν τὴν ἰδίαν ποιεῖται ἐπὶ ἰδίᾳ οἰκοδομῇ καὶ τελειοτητι ἀλλ’ οὐχὶ ἑτέρου τινὸς χάριν τὸ δὲ ἐν ἀγάπῃ ὅτι οὐδ’ ἄλλο μέν τι τῶν καλῶν χωρὶς ἀγάπης συνίσταται καὶ τελειοῦται μάλιστα δὲ ἡ κατὰ πίστιν ἑνοτης καὶ ἁρμολογία ἀλλὰ πῶς ἁρμολογοῦνται καὶ συμβιβάζονται οἱ πιστοί διὰ πάσης ἁφῆς φησίν ἵνα μὴ ὁ μὲν τῷδε συνάπτηται ὁ δὲ τῶδε ἀλλὰ πάντες πᾶσιν διὰ γὰρ τῆς ἁπάντων συναφῆς ἡ κοινὴ τοῦ σώματος παντὸς αὔξησις γίνεται αὕτη δὲ ἡ ἁφὴ καὶ συνάφεια ποθεν φύεται τῆς ἐπιχορηγίας ἐστὶ τοῦ χριστοῦ φησίν ἐπιχορηγίας δέ ὅτι μετὰ τῶν ἄλλων αὐτοῦ εὐεργεσιῶν καὶ τὴν ἄλλην συνάφειαν αὐτὸς ἐπιχορηγεῖ τὸ δὲ κατ’ ἐνέργειαν ὅτι οὐ μονον τὸ ἐπιτηδείως ἔχειν πρὸς τὴν συνάφειαν ἀλλὰ καὶ αὐτὸ τὸ συνάπτεσθαι τῆς αὐτῆς ἐπιχορηγίας ἐστίν τὸ δὲ ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους ἵνα μὴ ἀκούσας ὅτι αὐτὸς ἡμᾶς ἀλλήλοις συναρμολογεῖ αὐτὸς ἐπιχορηγεῖ καὶ τὴν κατ’ ἐνέργειαν συνάφειαν τῆς αὐτοῦ ἐστιν δωρεᾶς καὶ ἐπιχορηγίας ἅπαντα ἵνα μὴ ταῦτα λογισάμενος αὐτὸς εἰς ῥᾳθυμίαν ἀποκλίνῃς ὡς πάντα ἔχων ἐκεῖθεν προῖκα προστίθησι ταῦτα ὅτι εἰ καὶ προῖκα ἐπιχορηγεῖται ἀλλὰ κατὰ τὸ μέτρον τῆς προθυμίας ἑνὸς ἑκάστου τῶν δεχομέων ἡ διανέμησις
157192rEph.4.16νζ τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ αὔξων γὰρ τὴν ἐκκλησίαν ὁ χριστὸς πμευμαυτικῶς τε καὶ αἰσθητῶς ἑαυτὸν οἰκοδομεῖ ἐπειδὴ τὸ ἴδιον αὐξει σῶμα καλῶς δὲ τὸ ἐν αγάπῃ ἄνευ γὰρ τοῦ ταύτην ἡμῖν προς εῖναι οὐδὲν ἡμῖν τούτων ἔσται
157ex192rEph.4.16οικουμενιου ἐν ἀγάπη ᾕ αὐτὸς ἡμᾶς ἀγαπᾶ διὰ γὰρ τὸ ἀγαπᾶν ἡμᾶς φησὶ ταῦτα ποιεῖ
158192rEph.4.16-Eph.4.17νη τοῦτο οὗν λεγώ καὶ μαρτύρομαι ἐν κυρίῳ μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐχρῆν μὴ μόνον διὰ τοῦ παραινεῖν ἀλλὰ καὶ διὰ τοῦ φοβεῖν καὶ τῷ θεῷ παραδιδόναι τὴν διδασκαλίαν ἐργάζεσθαι μαρτύρομαι φησιν ἐν κυρίω τουτέστιν μάρτυρα τὸν κυριόν καλῶ ὅτι εῖπον τί δεῖ ὑμᾶς πράττειν ὅρα δὲ σοφίαν οὐκ εἶπεν μηκέτι ἡμᾶς περιπατεῖν καθὼς περιπατεῖτε ἔπληξεν γὰρ ἄν ἀλλὰ τοῦτο μὲν ἐδήλωσεν ἀπὸ δὲ ἑτέρων ἤγαγεν τὸ παράδειγμα
159192rEph.4.17νθ ἐν ματαίοτητι τοῦ νοὸς αὐτῶν εἰς τὸ μὴ περὶ τὰ μάταια ἀσχολεῖσθαι τὸν νοῦν ὑμῶν
160192rEph.4.17-Eph.4.18ξ ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ τὸ γὰρ πλῆθος τῶν βιωτικῶν ἁμαρτιῶν τὸ διορατικὸν τῆς διανοίας ἐπισκοτίζον ἰδεῖν οὐκ ἐαῦ τὸν ἥλιον τῆς δικαιοσύνης χριστόν ἔνθεν γίνεται ἣ πώρωσις τῆς καρδίας ὅπερ παρακατιών φησιν οἷον εἰπήρωσις τις οὖσα καὶ ἀναισθησία τὸ γὰρ ἐσκοτισμένον ἀναίσθητον
160Ph192rEph.4.18 φωτ ἐν ματαίοτητι τοῦ νοὸς οὐ τὰ τῆς ἀληθείας φρονοῦντες καὶ πιστεύοντες καὶ ἀποδεχομενοι ἀλλ’ ἅπερ ἂν ὁ νοῦς αὐτῶν μάτην ἀναπλάσῃ καὶ λογίσηται τί δ’ἂν καὶ λογίσοιτο τῶν καλῶν ὁ ἐσκοτισμένην ἔχων τὴν διάνοιαν
161192rEph.4.18ξα διὰ τὴν ἄγνοίαν τὴν οὖσαν ἐν αὐτοῖς εἰ οὖν ἀγνοσῦσι φησι καὶ εἰ πεπώρωνται οὐκ ἄξιοι ἐγκλημάτων εἰσὶ καὶ τιμωριῶν ἀλλὰ μάλλον τοῦ μαθεῖν ἀλλ’ ὅρα πῶς αὐτῶν ἀφαιρεῖται τὴν συγγνώμην οἵτινες φησιν ἀπηλγηκότες ἑαυτὸυς παρἐδωκαν τῇ ἀσελγεία εἰς ἐργασίαν ἀκαθαρσίας πάσης δείκνυσι γὰρ ὅτι τῆς ἁγνόιας καὶ τῆς πωρώσεως ὁ βίος αὐτοῖς αἴτιος ὁ δε βίος ἐξ οἰκείας γέγονε ῥαθυμίας καὶ ἀναλγησίας ἑαυτοὺς γὰρ φησι παρέδωκαν ὅταν οὗν εἰς τὴν πρὸς ῥωμαίους εὐρης παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν κατὰ τὴν ενταῦθα διάνοιαν αὐτὸ νόει συνεχώρησεν γὰρ ὁ θεὸς παραδοθῆναι αὐτοὺς ἐπειδὴ τούτου ἀναξίους ἑαυτοὺς ἐπόιησαν
162192vEph.4.18ξβ διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν διὰ τὴν ἀναισθησίαν γὰρ φέρει τοῦ φωτὸς ἡσκότωσις τῷ μὴ ἔχειν ἐν ἑαυτοῖς φόβον θεοῦ
162ex192vEph.4.19 * οἵτινες ἀπηλγηκότες ἑαυτοὺς εἰς τὸν παράνομον γὰρ ἐξοκείλαντες βίον κατὰ βραχὺ τὴν ἀναλγησιν ἀν ἐνόσησαν
163192vEph.4.19ξγ οἷον ἀναλγήτως ἐσχηκότες καὶ ῥαθυμήσαντες καὶ καμεὶν μὴ βουληθέντες πρὸς εὕρεσιν τοῦ καλοῦ
164192vEph.4.19ξδ παρέδωκαν τῇ ἀσελγείᾳ πῶς γὰρ ὁ ἐν ἀσελγείᾳ ἐξεταζόμενος δυνηθεί ἡγνῶναι θεόν οὐκ οὖν ἡ αἰτία τῆς ἀγνόιας ἡ ἀσέλγεια ἥτις κατὰ γνώμην ἁμαρτάνεται
164Ph192vEph.4.19 φωτ ἑαυτοὺς παρέδωκαν ἢ ὅτι δυσὶν ἑαυτοὺς παρέδωκαν πάθεσιν ἀσελγείᾳ καὶ πλεονεξίᾳ ἅ ἐστιν ἐπιπολάζοντα μᾶλλον τῶν ἄλλων ἁμαρτιῶν ἢ ὅτι τὴν ἀσέλγειαν καὶ ἀκαθαρσίαν ἁπλῶς ἐν πλεονεξίᾳ τοῦτ ἔστι καθ’ ὑπερβολὴν καὶ ἀνενδοτως εἰργάσαντο
165192vEph.4.19ξε εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ ὡς ἔργω φησι τῷ ἀσελγαίνειν ἐχρήσαντο καὶ πλεονεκτεῖν ἀρα οὐκ ἐξ ἦν αὐτοῖς μὴ ἀσελγαίνειν μὴ πλεονεκτεῖν παντί πουδῆλον ὁρᾶς ὅτι παρ’ αὐτῶν γέγονεν ἡ τύφλωσις
166192vEph.4.19-Eph.4.21ξϛ ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστὸν εἴγε αὐτὸν ἠκούσατε οὐκ ἐπὶ τούτῳ φησὶν τῷ ὅρῳ ὥστε τὰ ὅμοια ποιεῖν ἐκείνοις τὸ δὲ εἴγε αὐτὸν ἠκούσατε ὁ ἅγιος ἰωάννης βεβαιωτικὸν ἐδέξατο καθώς φησιν αὐτὸν ἠκούσατε δύναται δὲ τις καὶ ἐναμφιβολίᾳ αὐτὸ δέξασθαι ἵνα καὶ μᾶλλον αὐτοὺς πλήξη ὡσεὶ εἶπεν ἀμφιβάλλω γὰρ εἴ τις τὸν χριστὸν ἀκούσας καὶ διδαχθεὶς ἐν αὐτῷ τοιαῦτα πράττει
167192vEph.4.21-Eph.4.22ξζ καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφήν τὸν παλαιὸν ἄνθρωπον τὸ καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ δύνη καὶ τῷ ἄνῳ ἁρμόσαι οἷον καὶ ἐν αὐτῷ ἐδιδάχθητε τί ἐδιδάχθημεν καθώς φησιν ἐστιν ἀλήθεια ἐν αὐτῷ ἀλήθειαν λέγων τὴν δικαιοσύνην τὸ γὰρ ψευδός ἐστιν ἁμαρτία καθὼς οὖν ἐστιν ἐν αὐτῷ ἀλήθεια ὅυτως καὶ ὑμεῖς ἐδιδάχθητε κατὰ γὰρ αὐτὴν ἐδιδάχθητε δύνη δὲ καὶ τῷ εποιμένῳ ἁρμόσαι αὐτό καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς τοῦτο γὰρ ἐδιδάχθητε καὶ αὐτό ἐστιν ἡ ἐν τῷ ἰησοῦ ἀλήθεια τὸ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν ἐν ἁμαρτίαις
167ex192vEph.4.22 * παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ἐκάλεσεν ἀλλὰ τὴν τῆς ἁμαρτίας ἐνέργειαν
167Ph192vEph.4.22 φωτ κατὰ τὴν προτέραν ἐδιδάχθητε ἀποθέσθαι ἐδιδάχθητε ἐνδύσασθαι ἀπὸ κοινοῦ γὰρ τὸ ἐδιδάχθητε
167Ph2192vEph.4.22 φωτ τὸν παλαιὸν ἄνθρωπον τὸν κατὰ τὴν προτέραν ἀναστροφὴν παλαιὸν ἄνθρωπον
168193rEph.4.22ξη τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἢ τὸ κατὰ τὰς ἐπιθυμίας ἀντὶ τοῦ διὰ τῶν ἐπιθυμιῶν κεῖται δι’ αὐτῶν γὰρ φθείρεται ὁ ἄνθρωπος ὥσπερ τὸ ́ἔριον δι’ ὧν τί κτεισητῶν φθείρεται δὲ καὶ ἐν τῇ γεέννῃ καὶ ἐν τῷ νῦν βίῳ αἱ γὰρ ἀκολασίαι καὶ αὐτοῦ τοῦ σώματος Οὐ μόνον τῆς ψυχῆς εἰσι φθαρτικαί ἢ ὥσπερ φησιν αἱ ἐπιθυμία φθείρονται φθείρονται δὲ καὶ νόσῳ καὶ χρόνῳ καὶ τελευταῖον θανάτῳ ὅυτως καὶ αὐτὸς ὁ τὰς ἐπιθυμίας τίκτων ἄνθρωπος καλῶς δὲ τὴν ἐκ τῶν ἐπιθυμιῶν ἀποτελουμένην ἁμαρτίαν ἀπάτην ἐκάλεσεν ἀπάτη γὰρ καὶ οὐ κυρίως ἡδονή
169193rEph.4.22-Eph.4.23ξθ ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν ̓ἀνανεοῦσθαι δὲ διὰ τοῦ ἁγίου πνευματός τοῦ ὄντος ἐν τῶν ᾧ ὑμῶν τὸ γὰρ πνευμᾶ παλαιῶν οὐκ ἀνέχεται πράξεων καλῶς δὲ τὴν τοιάυτην ἀνακαίνισιν ἐν πνευματικι γίνεσθαι λέγει οὐ γὰρ σωματικῶς ἄλλοι ἀντάλλων γινόμεθα ἀλλὰ διὰ πνευματὸς ἡ ἀνακαίνισις μετανοίας ἡγουμένης καὶ τὸ γήρας τῶν ἁμαρτιῶν ἀποζυούσης
170193rEph.4.24ο καὶ ἐνδύσασθε ὁ ἐνεδύσασθε φησιν ἐν τῷ βαπτίσματι ἐνδύσασθε καὶ διὰ μετανοίας καὶ πολιτείας χρηστῆς
171193rEph.4.24οα τὸν καινὸν ἄνθρωπον ὁρᾶς ὅτι ἑκούσιον ἐστι τὸ πρᾶγμα καὶ μᾶλλον εὐχερές Καινὸν δὲ ἄνθρωπον φησι τὸν ἐν ἀρετῇ διαζῶντα ὥσπερ παλαὶον τὸν ἐν ἁμαρτίαις
172193rEph.4.24οβ τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι ὁ γὰρ ἐν ἀρετῇ ζῶν κατὰ θεὸν ἕκτισται καὶ κατὰ θεὸν πολιτέυεται δικαιοσύνη δὲ ἡ καθολικὴ λέγεται ἀρετῆ ὁσιότης δὲ ἡ καθαρότης
173193rEph.4.24ογ τῆς ἀληθείας ἦν καὶ παρὰ ἰουδαίοις δικαιοσύνηκαὶ ὁισίοτης ἀλλὰ τυπική Περὶ γὰρ σώματος κάθαρσιν ἠσχόλητο ἀλλὰ μὴ ταύτην ἀλλὰ τὴν ἐν ψυχῇ δικαιοσύνην καὶ ὁσίοτητα ἐνδύσασθε αὔτη γὰρ ἡ τῆς ἀληθείας ἦ δικαιοσύνην ἀληθείας λέγει πρὸς ἀντι διαστολὴν τῆς ἐν ὑποκρίσει
174193rEph.4.25οδ διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ ὅτι ἐσμὲν ἀλλήλων μέλη εἶπεν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς λοιπὸν καὶ ἰδικῶς αὐτὸν διαγράφει καὶ πρῶτον αὐτοῦ τὸ ψεῦδος ἀποκόπτει ὡς ἀπὸ οἰκείων μελῶν ὡσεὶ εἶπεν μὴ ὀφθαλμὸς ἰδὼν θηρίον οὐδίδωσι φυγεῖν τοῖς ποσίν ἢ χείρψηλα φήσασα τι πονηρὸν ψεύδεται τὰ λοιπὰ μέλη ὅυτως φησι καὶ ὑμᾶς χρὴ διακεῖσθαι
175193vEph.4.26οε ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παρουργισμῷ ὑμῶν εἶπεν μὴ ψεύδεσθε ἐπὲι οὖν πολλάκις τίς ψευδόμενος ὀργῆς πρόφασιν παρεῖχε φησι καλὸν μὲν τὸ μὴ ὀργίζεσθαι καθόλου εἰ δὲ ἄρα κἂν μὴ πρὸς ἁμαρτίαν ἐξαχθῆτε μὴ δὲ παραμενέτω ὑμῖν ἐπὶ πολὺ τὸ πάθος ἔνι γὰρ ὡς λέγοι τίς ὀργῆς δικαίας πρὸς ὥραν ἐμπλησθῆναι λύσον δὲ αὐτὴν πρὸ ἡλίου δύσεως διά τε τὸ μὴ δόξαι ἐπὶ ἀναξίοις ἀνατεταλκέναι τὸν ἥλιον καὶ ἵνα μὴ ἡ νὺξ διὰ τῶν ἐν νοιῶν χαλεπωτέραν ἐργάσηται τὴν πυράν
176193vEph.4.27οϛ /Οικουμενιου μηδὲ δίδοτε τόπον ἥκουσα τινων ἑρμηνεσάντων μία φησὶν ἀναμάρτητος ὀργὴ ἡ πρὸς τοὺς δαίμονας καὶ τὰ πάθη
176ex193vEph.4.27Οικουμενιου ἢ ὅτι τοῦ ἄνω ἤρτηται μὴ ἐπιδυέτω φησὶν ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν ἵνα μὴ δῶτε χώραν τῷ διαβόλῳ διὰ τῶν κατὰ τὴν νύκτα λογισμῶν πλεόν ὑμᾶς ἐκ κάλειν κατὰ τῶν ἀδελφῶν
177193vEph.4.27οζ τῷ διαβόλῳ ὥστε τὸ ἀλλήλους πολεμεῖν τόπον ἐστὶ διδόναι τῷ διαβόλῳ καθ’ ἡμῶν αὐτῶν
178193vEph.4.28οη ὁ κλέπτων μηκέτι κλεπτέτω ἰδοὺ τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου ποῦ δὲ νῦν εἰσιν οἱ ῥύπου γένοντες ἑαυτὸυ δὲ καθαροὺς ἐπικαλοῦντες καὶ τὴν μετάνοιαν μὴ δεχόμενοι ἰδοὺ γὰρ φανερῶς ἀκούουσιν ὁ κλέπτων μὴκετι κλεπτέτω
179193vEph.4.28οθ μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν ταῖς χερσίν ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι οὐ γὰρ ἀρκεῖ παύσασθαι ἁμαρτίας τὸν μετανοοῦντα ἀλλὰ καὶ τὴν ἐν αντίαν αὐτῆς ὁ δευτέον αὐτῷ κοπίατω δὲ εἰπὼν τὸ ἐπίπονον τοῦ ἔργου ἐδήλωσεν τὸ ἀγαθόν φησιν καὶ γὰρ καὶ ὁ κλέπτων ἐργάζεται μὲν ἀλλὰ κακόν
180193vEph.4.28-Eph.4.29π πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω σαπρὸν ἢ τὸν ἀργὸν καὶ εἰκαῖον καλεῖ ἢ τὸν σεσηπότα καὶ δυσώδη τί γὰρ λοιδορίας καταλαλιᾶς αἰσχρολογίας εὐτραπελίας δυσωδέστερον ἢ πλεόν σεσηπός
181193vEph.4.29πα ἀλλ’ ἔι τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας τῆς παρόυσης φησὶν περὶ ἧς ἡδιάλεξις δεῖ γὰρ τὸν πνευματικὸν ἄνθρωπον πᾶσαν προκειμένην διάλεξιν περιτρέπειν εἰς οἰκοδομὴν τῶν συμπαρόντων
181ex193vEph.4.29 * ἵνα δῷ χάριν τοῖς ἀκούουσιν ἵνα δῶ χάριν θεοῦ φησὶ τοῖς ἀκούουσιν ἢ ἵνα χάριν σοι εἴσονται ἐφ’ οῖς λαλεῖς ἢ ἵνα εὐχαρὶς αὐτοῖς γένη πνευματικῶς ἔσται δε τοῦτο ἐὰν περὶ σωφροσύνης περὶ δικαιοσύνης περὶ ἐλεμοσύνης λαλῆς
182194rEph.4.29-Eph.4.30πβ καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως φοβερόντι λέγει δείκνυσι γὰρ ὅτι πᾶς ὁ σαπρὸν λόγον λαλῶν τὸ πνευμᾶ λυπεῖ τὸ ἅγιον εἶτα καὶ ἐκ τῆς ἐυεργείας τοῦ πνευματός φοβερώτερον τὸν λόγον ποιεῖ ἐν ᾧ γάρ φησιν ἐσφραγίσθητε
182ex194rEph.4.30Οικουμενιου ὡσπερ γὰρ δῆλους ποιῶν ἡμᾶς ὅτι ἐσμὲν θεοῦ λαὸς ἐσφράγισεν ἡμᾶς ἐν τῷ βαπτίσματι αὕτη γὰρ ἡ ἡμέρα τῆς ἀπολυτρώσεως
183194rEph.4.30-Eph.4.31πγ πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ πικρίαν μὲν λέγει τὴν δεινότητα καὶ τὴν κατασκευήν ὁ δὲ θυμὸς γεννητικός ἐστι τῆς ὀργῆς ἐκ δὲ τῆς ὀργῆς ἡ κραγὴ πρόεισιν ἐκ δὲ ταύτης ἡ βλασφημία οἶον ἡλοι δορία ταῦτα τοι γὰρ οὖν ἄπαντα ἄρθήτω ἀφ’ ὑμῶν οὐ λέγει κατεχέσθω ἠκολαζεσθω ἀλλὰ τὴν τελείαν αὐτῶν δηλῶν ἀναίρεσιν ἀρθήτω φησὶν σὺν πάσῃ κακίᾳ ἐπειδὴ γὰρ εἰσίν ἄνθρωποι ὥσπερ τῶν κυνῶν οἱ λαθροδάκται οἳ οὔτε κράζουσιν οὔτε δήλην ποιοῦσι τὴν ὀργὴν ἀλλὰ κατὰ ψυχὴν ἔχοντες ἀμύνονται ἐν καιρῷ τὸν λυπησάντα βούλεται καὶ τὴν ἐνδομυχοῦσαν κακίαν αἴρεσθαι καὶ ἐξορίζεσθαι
184194rEph.4.32πδ γίνεσθε δὲ εἰς ἀλλήλους οὐδὲ γὰρ ἀρκεῖ μόνη τῶν κακῶν ἡ ἀποχὴ ἀπαλλέξαι τιμωρίας εἰ μὴ καὶ ἀγαθόν τις πρὸς ἐργάσηται καὶ τοῦτο δηλοῦσιν οἱ ἐξ εὐωνύμων οἳ οὐδὲν ἐγκαλοῦνται κακόν ὅτι δὲ μὴ ἔθρεψαν καὶ ἐπότισαν καὶ ἐσκέπασαν ἅπερ ἐστι τῶν καλῶν ἐργασία δεῖ οὖν ἡμῖν καὶ καλῶν ἐργασίας διὸ τὰ φαῦλα ἀνελὼν ὁ παῦλος ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν παρακαλεῖ
185194rEph.4.32πε χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοῖς χρηστὸι ὡς πρὸς ἀντιδιαστολὴν τῆς ὀργῆς ἔυσπλαγχνοι ὡς πρὸς ἀντι διαστολὴν τῆς πικρίας τὸ δὲ χαρισόμενοι ἑαυτοῖς ὅ ἐστι συγγνωμονικοὶ γίνεσθε πρὸς ἀντι διαστολὴν τῆς κακίας καὶ βλασφημίας τέθεικεν
186194rEph.4.32πϛ καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐξαρίσατο ὑμῖν μεγίστη μὲν προτροπὴ πρὸς τὸ χαρίζεσθαι ἑαυτοῖς τὸ εἰπεῖν τὸν χριστὸν ἀφετε καὶ ἀφεθήσεται ὑμῖν ἀλλ’ ἐπειδὴ πολλοὶ οὐ σφὸδρα τοῖς μέλλουσιν πιστέυειν ἀπὸ τῶν προ ὑπηργμένων ποιεῖται τὴν παράκλησιν χαριζόμενοι γὰρ φησιν ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐχαρίσατο ὑμῖν τι ἐστιν ἐν χριστῷ τουτέστιν μετὰ κινδύνου τοῦ ὑιοῦ αὐτοῦ διὰ τῆς σφαγῆς αὐτοῦ καὶ τοῦ σταυροῦ καὶ σὺ μὲν φησιν ἀκινδύνως φησιν χαρίζῃ ὁ δὲ θεὸς μετὰ τοῦ θανάτου τοῦ μονογενοῦς αὐτοῦ ἐχαρίσατο ὑμῖν ὁρᾶς ὑπερβολήν
187194rEph.4.32-Eph.5.1πζ γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ἀρκεῖ τοῦτο πρὸς μισθὸν τῷ χαριζομένῳ τὸ γενέσθαι μιμητὴν τοῦ θεοῦ
188194vEph.5.1πη ὡς τέκνα ἀγαπητά ἰδοὺ καὶ ἄλλη πρὸς τὸ χαρίζεσθαι * δὲ ἀνάγκη ἀνάγκην γὰρ ἔχετε φησιν μιμεῖσθαι τὸν πατέρα ὑμῶν εἶτα ἐπειδὴ μὴ πάντα τὰ τέκνα μιμεῖται τὸν πατέρα πρόσεθηκεν τὸ ἀγαπητά τοῖς γὰρ τοιόυτοις καὶ ἐξ ἀνάγκης τινὸς ἡ μίμησις
189194vEph.5.1-Eph.5.2πθ καὶ περιπατεῖτε ἐν ἀγάπῃ καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας ἰδοὺ πάντων τῶν καλῶν ἡ ῥίζα τάυτης γὰρ ὄυσης καὶ ἡφυγὴ τῶν κακῶν καὶ ἡ ποίησις τῶν ἀγαθῶ εὐχερῶς κατορθοῦται καθώς φησιν ὁ χριστὸς ἡγάπησεν ἡμᾶς καίτοι οὐκ ἔστιν ὃμοιον τῆς τοῦ χριστοῦ ἀγάπης τὸ ἡμέτερον ὁ μὲν γὰρ ἐχθροὺς ὅντας ἡμᾶς ἐγάπησεν σὺ δὲ φησιν τοῦτο κἂν εἶς τοὺς πλησίον ἐπίδειξαι καὶ ὁ μὲν χριστὸς ἑαυτὸν εἰς θάνατον παρέδωκεν σοὶ δὲ ἀκίνδυνος καὶ ἀζήμιος ἔσται ἡ πρὸς τὸν πλησίον ἀγάπη εἰ δὲ ἐχθροὺς ἀγαπήσεις κατὰ μίμησιν τοῦ χριστοῦ γενήση καὶ σὺ θυσίαν τῷ θεῷ καὶ προσφορὰ εἰς ὀσμὴν εὐωδίας λογιζομένη ὅυτως ὁ χριστὸς γέγονεν ὅυτως καὶ ἡμεῖς εἂν θελήσωμεν ἐσόμεθα
190194vEph.5.3ϛ πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία εἰπεν περὶ τοῦ θυμικοῦ πάθους τοῦ θυμοῦ καὶ τῆς ὀργῆς καὶ τῆς πικρίας ἢλθεν λοιπὸν εἰς τὸ ἐπιθυμητικὸν τὸ τῆς πορνείας καὶ γὰρ καὶ ὁ νόμος πρῶτον εἰπὼν οὐ φονέυσεις ὅ πέρ ἐστι τοῦ θυμικοῦ τότε εἶπεν οὑ μοιχέυσεις ὅπερ τοῦ ̓πιθυμητικοῦ καθέστηκεν καθάπερ γὰρ ἡ πικρία καὶ ἡκραυγὴ καὶ ἡ κακία καὶ ἡ βλασφημία τοῦ θυμικοῦ πάθους ἐστὶν ὅυτως τοῦ ἐπιθυμητικοῦ πορνεία μοιχεία ἀκαθαρσία πλεονεξία εἰ γὰρ καὶ μὴ σωμάτων χρημάτων μέντοι ἐπιθυμεῖ
191194vEph.5.3ϛα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν ̃οἶδεν γὰρ τοὺς περὶ τούτων λόγους ὑπεκκαύμα καὶ προτροπὰς τῶν ἔργῶν γινομένους
192194vEph.5.3ϛβ καθὼς πρέπει ἁγίοις ὅυτω γὰρ πρέπει τοῖς ἁγίοις εἶναι σπουδάζουσιν
193194vEph.5.3-Eph.5.4ϛγ καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία ὥσπερ ἄνω τὴν κραυγὴν περιεῖλεν ὄχημα τῆς ὀργῆς ὑπάρχουσαν ὅυτως νῦν τὴν αἰσχρολογίαν καὶ τὴν εὐτραπελίαν καὶ μωρολογίαν ὑπέκκαυμα τῆς πορνείας τυγχάνουσαν
194194vEph.5.4ϛδ τὰ οὖκ ἀνήκοντα ἵνα μὴ δόξη φορτικός τις εἶναι καὶ τὴν ἐτραπελίαν ἐκκόπων τὴν αἰτίαν ἐπάγει τὰ μὴ ἀνήκοντα φησιν τί γὰρ πρὸς ἡμᾶς ταῦτα οὐδὲν κοινὸν ἡμῖν πρὸς αὐτά οὐ γὰρ γέλωτος ἢ εὐτραπελίας ὁ παρὼν καιρὸς ἀλλὰ πένθους καὶ ἀγῶνος ὡσεὶ ἔλεγεν ἐφέστηκεν ὁ δίαβολος πάντοθεν τρίζων τοὺς ὀδόντας καθ’ ἡμῶν καὶ ὠρυόμενος καὶ σὺ παίζεις καὶ ἀστεῖας λαλεῖς καὶ πῶς αὐτοῦ περιέστη δυσχερὲς γὰρ ἀγωνιζόμενον αὐτοῦ περιγενέσθαι μὴ τι γεπαίζοντα
195195rEph.5.4ϛε ἀλλὰ μᾶλλον εὐχαριστία ἀνθῶν γὰρ τὰ ἀλλά τρία σου μὴ φθέγγη εὐχαρίστει τῷ θεῷ
196195rEph.5.4-Eph.5.5ϛϛ τοῦτο γὰρ ἔστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκὰθαρτος ἢ πλεονέκτης ὅς ἐστιν εἰδωλάτρης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ ἦσαν ἴσως τίνες παραυτοῦς οἱ λέγοντες ὅτι φοβῆσαι θέλων ὁ θεὸς ταῦτα ἀπηγόρευσεν τὰ εὐτελῇ ἢ καὶ ἐξεφάυλιζον τὰ τοιαῦτα ὡς οὐχῖ κανὰ ὅντα εἰς γέενναν ἐμβαλεῖν Οἷα καὶ νῦν γίνεται τί γάρ φησι τὸ ἄτοπον εἰ εἰπὼν μωρὲ ἔνοχος γενήσεται γεέννης Καὶ πῶς ἣ πλεονεξία εἰδωλολατρία τούτους οὖν αἰνίττεται ὁ ἀπόστολος δηλοῖ γὰρ ἡ ἐπαγωγή μηδεὶς ὑμᾶς ἐξαπατάτω φησι κενοῖς λόγοις κενοῖς δὲ τοῖς μὴ ἔχουσιν τὸ ἐλπισθὲν αὐτοῖς πέρας μὴ δὲ εῖς ἔργον ἐκβαίνουσιν
197195rEph.5.6ϛζ μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις ἄρα ἀπάτης ἐστὶ τὸ τὰ τοιαῦτα λαλεῖν
198195rEph.5.6-Eph.5.7ϛη διὰ ταῦτα γὰρ ἔρξεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν ἢ διὰ τὴν πορνείαν καὶ ἀκαθαρσίαν καὶ τὰ λοιπὰ ἠ διὰ τοὺς τοιούτους λόγους ἀπειθείας δὲ ὑιοὺς τοὺς ἀπειθοῦντας τοῖς τοιόυτοις δόγμασι λέγει
199195rEph.5.7-Eph.5.8ϛθ ἦτε γάρποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας πολιτείας σκότος ἦτε φησι σκότος δὲ λέγει τὸν ενπλάνῃ βίον νῦν δὲ διὰ τοῦ χριστοῦ φῶς γεγόνατε φῶς λέγων τὸν ἐν ἀρετῇ καὶ ἐπιγνώσει θεοῦ βίον μὴ τοίνυν παλινδρομήσητε πρὸς τὸ σκότος
200195rEph.5.8ρ ὡς τέκνα φωτὸς περιπατεῖτε τοῦτεστιν εὐσχημόνως ἐν γὰρ φωτὶ πᾶς τις τοῦ εὐσχήμου προνοεῖ
201195rEph.5.9α ὁ γὰρ καρπὸς τοῦ πνεύματος τοιαῦτα καρποφορεῖ τὸ πνευμᾶ καὶ οἱ πνευματικόι ὡς τά γε ἕτερα τοῦ σατανᾶ εἰσιν καρποί
202195rEph.5.9β ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ τοῦτο ὡς πρὸς τοὺς ὀργιζομένους πρὸς τοὺς πικρούς τὸ δὲ δικαιοσύνη ὡς πρὸς τοὺς πλεονέκτας τὸ δὲ ἀληθείᾳ ὡς πρὸς τοὺς τὴν ψευδῇ τῆς ἀκολασίας καὶ ἁμαρτίας διώκοντας ἡδονήν
203195vEph.5.10γ δοκιμάζοντες τί ̓στιν εὐάρεστον τῷ θεῷ ́ἄρα ἀδοκίμου καὶ παιδικῆς διανοίας τὰ ἄλλα
204195vEph.5.10-Eph.5.12δ καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν ποῖος γὰρ καρπός ποῖον ὅφελος ἐξ ἐκείνων θάνατος μὲν οὖν σκότους δὲ λέγει τῶν ἐν πλάνῃ καὶ ἁμαρτίαις ἄνθρωπον καὶ τί λέγω μὴ συγκοινωνεῖτε μᾶλλον δέ φησι καὶ ἐλέγχετε παιδέυοντες αὐτοὺς διὰ τῶν ἐλέγχων τοῦτο δὲ οὐκ ἐστίν ἐναντίον τῶ μὴ κρίνετε ὧδε γὰρ τὸ ἐλέγχετε ἀντὶ τοῦ παιδέυετε κεῖται ἐκεὶ δὲ τὸ κατακρίνετε
204Ph195vEph.5.12 φωτ Καὶ μὴ συγκοινωνεῖτε ἔργα σκοτους εἶπεν γενικῶς ὀνομάσας πᾶσαν ἁμαρτίαν διὰ τί δέ φησίν οὐκ ἐπεξῆλθον ἑκάστην αὐτῶν ὀνομαστὶ πρᾶξιν ὅτι καὶ ἐν αὐτῷ τῷ λέγειν αὐτὰς αἰσχροτητος πληροῦται καὶ ὁ ἐπεξιὼν αὐτάς ἤ οὕτως ἐλέγχετε φησί τῇ παραθέσει τοῦ οἰκείου βίου οὐδὲ γὰρ λέγω ἐλέγχειν αὐτοὺς τὰς πράξεις αὐτῶν ἐπεξιοντας αὐτοῖς καὶ ὀνειδίζοντας οἶδα γὰρ ὅτι τοῖς σπουδαίοις καὶ τὸ ὅλως μνημονεύειν αὐτὰς αἰσχροτης νομίζεται οὐδὲν γὰρ ἔλαττον φησί τῶν ὑμετέρων ἔργων ταῖς ἀρεταῖς ἀστραπτοντων ἢ εἰ διὰ λογων τις αὐτοὺς ἀνεκάλυπτεν ἀλλὰ καὶ μᾶλλον ἅπαντα τὰ ἔργα αὐτῶν διὰ τοῦ φωτὸς τοῦ ὑμετέρου βίου ἐλέγχεται καὶ ἀποκαλύπτεται καὶ φανεροῦται φανερούμενα δὲ φωτίζεται καὶ εἰς τὸ ἄμεινον μετάγεται καὶ μεταποιεῖται ἡ γὰρ τῶν κρυφίων διὰ τῆς ἐναρέτου πολιτείας φανέρωσις εἰς κατάγνωσιν προτρέπεται ἡ δὲ ἀρχὴ ἐπιστροφῆς αὕτη δὲ εἰς ἐργασίαν ἀρετῆς καταλήγει ὅπερ ἐστὶν φῶς ὡς προξενον τοῦ ἐκεῖθεν φωτὸς καὶ φῶς πάλιν ὅτι τυφλῶττον ἐν ἡμῖν προτερον περὶ τὰ πάθη αὕτη καταλάμψασα τὸ ἡγεμονικον ποιεῖ αὐτὸ καθορᾶν τὴν ἐν τῇ ἁμαρτίᾳ ἀσχημοσύνην καὶ αἰσχροτητα καὶ ἀμορφίαν τὸ δὲ πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν ἢ ὡς εἴρηται ληπτέον ἢ κατασκευαστικὸν τοῦ δύνασθαι ἐλέγχειν τοὺς σπουδαίους διὰ τοῦ οἰκείου βίου τὴν τῶν φαύλων πολιτείαν φανεροῦται μὲν γὰρ ὁ τοῦ σπουδαίου βίος φησίν φανερούμενος δὲ φῶς ἐστιν φωτὸς δὲ λάμποντος τὸ σκοτος ἐλέγχεται ὅπερ ἐστὶν ὁ τῶν φαύλων βίος
205195vEph.5.13ε τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φασεροῦται τουτέστιν ἄν ἦτε ὑμεῖς ἐνάρετοι οὐ δύνανται λανθάνειν οἱ πονηρόι ἀλλ’ αὐτὸς ὑμὼν ὁ βίος καὶ πρὸ τῶν ὑμετέρων λόγων κατήγορος καὶ ἔλεγχος ἔστιν αὐτῶν ἐὰν γὰρ λανθάνωσιν ἀδιόρθω τοιμένουσιν φανερούμενοι δὲ διορθωθήσονται
205Ph195vEph.5.13 φωτ Μᾶλλον δὲ καὶ ἐλέγχετε ἢ οὕτως ἐλέγχετε αὐτοὶ διὰ τοῦ ὑμετέρου λαμπροῦ καὶ σπουδαίου βίου καὶ μὴ ἀναμένετε ἐκείνους ἑαυτοὺς προσαγγέλλειν καὶ κωμῳδεῖν τὰ οἰκεῖα καὶ εἰς μέσον ἄγειν καὶ οὕτω βελτιοῦσθαι εἰ γὰρ καὶ πράττουσιν ἃ μὴ θέμις ἀλλ’ οὖν ὑπὸ τῆς ἐμφύτου γνώσεως εἰδοτες αὐτῶν τὴν αἰσχροτητα αἰσχύνονται καίτοι δέον ἀνακαλύπτειν τὴν αἰσχημοσύνην ἑαυτῶν
206196rEph.5.13ϛ πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν ἢ τοῦτο φησιν ὅτι τὰ ἁμαρτήματα ἐπ’ ἂν φανρωθῆ φῶς γίνεται τουτέστιν εἰς δικαιοσύνην τρέπεται ἐκ μετανοίας ἢ ὅτι ἐνάρετος βίος οὐδύναται κρυβῆναι δίο ἐλέγχει τὸ σκότος τουτέστιν τοὺς πονηρούς
206Ph196rEph.5.13 φωτ Πᾶν γὰρ τὸ φανερούμενον ὅτι φησί τὸ φανερούμενον καὶ ἀνακαλυπτομενον φῶς γίνεται μαρτυρεῖ καὶ ἡ χρῆσις ἔγειραι γάρ φησίν ὁ καθεύδων οἷον διανάστηθι ἀπὸ τῆς πρὸς τὰ πάθη κατακλίσεως καὶ προσεδρίας καὶ ἀνάστα ἐκ τῶν νεκρῶν ἔασον αὐτὰ νεκρὰ καὶ αἰσχρὰ καθώς εἰσιν φανερωθῆναι καὶ ἂν ταῦτα γένηται ἐπιφαύσει σοι τοτε καὶ φωτίσει καὶ καταυγάσει σε ὁ χριστος ὥστε τὸ φανερούμενον φῶς γίνεται καὶ φωτίζεται
207196rEph.5.13-Eph.5.14ζ διὸ λέγει ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καθεύδοντα καὶ νεκρὸν τὸν ἐν ἁμαρτίαις λέγει Καὶ γὰρ καὶ ἀνενέργητος ἐστιν πρὸς τὸ ἀγαθὸν ὡς ὁ νεκρὸς καὶ φαντασιοῦται ὡς ὁ καθεύδων καὶ εἰδεχθής ἐστι καὶ δυσωδίας γέμει ὡς ὁ νεκρὸς πάλιν
208196rEph.5.14η καὶ ἐπιφαύσει σοι ὁ χριστός ὅτι δὲ σκότος ἐστί φησιν ὁ ἐν ἁμαρτίαις ἀκουσον πῶς αὐτὸν καθεύδοντα καὶ νεκρὸν ἡ γραφὴ καλεῖ καὶ ὡς οὐκ ἂν ἄλλως αὐτῷ ἐπιλάμψει ὁ χριστὸς πλὴν εἰ μὴ πάυσηται τῆς ἁμαρτίας τὸ γὰρ ἔγειραι πᾶν σόν ἐστι ταῦτα καὶ πρὸς ἀπίστους καὶ προς πιστοὺς ἁμαρτωλοὺς ἁρμόζει τὸ δὲ ἐπιφαῦσει ἐπιλάμψει ἐστιν
209196rEph.5.14-Eph.5.15θ βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε πρόβατα ἐστὲ ἐν μέσῳ λύκων διὸ πολλῆς παραφυλακῆς χρεία μὴ ἀναδέξασθαι ἔχθρας πλὴν τῶν διὰ τὸ κήρυγμα
210196rEph.5.15-Eph.5.16ι μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί ἐξαγοραζόμενοι τὸν καιρόν οἱ γὰρ σοφοὶ ἴσασιν πῶς δεῖ περιπατεῖν πάντα γάρ δεῖ φησιν προϊέσθαι καὶ ἀγοράζειν τὸ μὴ περὶ πίστιν ναυαγῆσαι
210ex196rEph.5.16οικουμενιου ἢ ὅυτως ὁ καιρὸς οὐκ ἔστιν ἡμῖν βέβαιος πάροικοι γὰρ ἐσμέν ἀγόρασον οὖν αὐτὸν καὶ ποίησον αὐτὸν ἴδιον πῶς δὲ τοῦτο ἐσται διὰ τοῦ ἐν αὐτῷ εὐαρεστῆσαι τῷ θεῷ τότε γὰρ ὃυτος ἴδιος γίνεται ὅτι αἱ ἐν αὐτῷ καλαὶ πράξεις ἐπακολουθοῦσιν ἐκεῖ δοξάζουσαι ὥσπερ αἱ κακαὶ κατακρίνουσαι
211196rEph.5.16ια ὅτι αἱ ἡμέραι πονηραί εἰσιν οὐχ αἵ ἐν αὐταῖς ὧραι ἢ οἱ χρόνοι εἰσὶ πονηροὶ μὴ γένοιτο ἀλλ’ ἐκ τῶν ἐν αὐταῖς κακῶν παρ’ ἡμῶν γινομένων τὰς ἡμέρας πονηρὰς ἐκάλεσεν ὡς ἡμεῖς λέγομεν καλὴν ἢ κακὴν ἡμέραν ἐποίησα οὐ τοῦτο λέγοντες ὄτι αὐτὴ ἡ φύσις τῆς ἡμέρας καλὴ ἢ κακὴ ἀλλ’ ἐκ τῶν ἡμῖν συμβαινόντων ὅυτως αὐτὴν ὀνομάζοντες διὰ τοῦτο καὶ ὁ χριστός φησιν ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς τουτέστιν τὰ ἐν αὐτῇ κακὰ παρ’ ἡμῶν γινόμενα
212196rEph.5.16-Eph.5.17ιβ διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἐπειδὴ ἡ πονηρία φησιν ἀνθεῖ καὶ ἐπικρατεῖ τοῦ παρόντος βίου καὶ τῶν ἡμερῶν μὴ γίνεσθε ἄφρονες ὥστε ἀλίσκεσθαι αὐτῇ
213196vEph.5.17ιγ ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου θέλημα δὲ τοῦ κυριοῦ τὸ τὸν *
213Ph196vEph.5.17 φωτ ἀλλὰ συνιέντες συνιέν * οῦ γὰρ ὥσπερ καὶ τὸ πληροῦσθε πάλιν ἐστὶν ἀπὸ κοινοῦ πρὸς λαλοῦντες γὰρ καὶ ᾄδοντες καὶ ψάλλοντες καὶ εὐχαριστοῦντες ἀποδίδοτε καὶ πρὸς τὸ ὑποτασσομενοι
214196vEph.5.17-Eph.5.18ιδ /Οικουμενιου καὶ μὴ μεθύσκεσθε οἴνῳ ὁ γὰρ οἶνος πρὸς εὐφροσύνην οὐ πρὸς μέθην δέδοται
215196vEph.5.18ιε ἐν ᾧ ἐστὶν ἀσωτία θυμώ δεισποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς καὶ πρὸς ἀσέλγειαν ἐπιρρεπεῖς
216196vEph.5.18-Eph.5.19ιϛ ἀλλὰ πληροῦσθε ἐν πνεύματι λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς θέλεις πληροῦσθαι φησι καὶ ὡς εἰπεῖν μεθύσκεσθαι τοῦτο ποίει ἐν τῷ ἁγίῳ πνευματικί πληρούμενος αὐτοῦ ἔσται δὲ τοὖτο διὰ ψαλμῶν καὶ ὠδῶν φησιν
217196vEph.5.19ιζ ἄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ εἰσὶ γὰρ καὶ διαβολικάι
218196vEph.5.19ιη μὴ τοῖς χείλεσι μόνοις ἀλλὰ καὶ κατὰ τὴν καρδίαν
219196vEph.5.19-Eph.5.20ιθ /Οικουμενιου εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί διὰ γὰρ τοῦ ὀνόματος τοῦ χριστοῦ πάντα ἡμῖν ὑπάρχει
220196vEph.5.21κ /Οικουμενιου ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ θεοῦ ὅταν γὰρ ἔκαστος ἐκάστῳ ἔιη ὑποτεταγμένος καὶ μὴ διάτι πραγμα κοσμικὸν ἢ ἄτοπον ἀλλὰ διὰ φόβον χριστοῦ τί ἔσται λοιπὸν ἐν μέσω κακόν
221196vEph.5.21-Eph.5.22κα αἱ γυναῖκες ἐὰν γὰρ ὢσιν οὗτοι ἐν εἰρήνῃ πᾶσα ἡ οἰκία εἰρηνέυσοι καὶ πάντες ἀπολαύσουσι τῆς ἔνθεν ὠφελείας
222196vEph.5.22-Eph.5.23κβ τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ κυρίῳ ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός,ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας βαβαὶ ὑποταγῆς ἐπίτασις πῶς οὖν φησιν ὁ χριστὸς ἐὰν μὴ τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ οὐ δύναται ἀκολουθῆσαι μοι καὶ φαμέν ὅτι τὸ ΩϹ οὐ πάντως ἰσότητα σημαίνει ἢ τοῦτο φησιν ὡσεῖ δῦιαι ὅτι τῷ χριστῷ εἰσιν ὑποτασσόμεναι ἐκ τούτου
223196vEph.5.23κγ καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος καὶ αὐτὸς ὁ ἀνὴρ καὶ γὰρ ἡ κεφαλὴ σωτηρία ἐστι τοῦ λοιποῦ σώματος μικροῦ τὰς πάσας αἰσθήσεις ἔχουσα ἐν ἑαυτῇ οὐκ οὖν καὶ ὁ ἀνὴρ τῆς γυναικός ὅρα δὲ πῶς τὸ ἀρχικὸν καὶ τὸ προνοητικὸν ἀπένειμεν τῷ ἀνδρί τὸ δὲ εἰκτικὸν τῇ γυναικί
224197rEph.5.23-Eph.5.24κδ /Οικουμενιου ἀλλ’ ὡσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ’’ανδράσιν ἐν παντί τὸ ἄπαν πλῆθος * ν ἔνι καὶ ἀν ὑπότακτος
225197rEph.5.24-Eph.5.25κε οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν Καὶ ἑαυτὸν παρέδωκεν ὑπερ αὐτῆς θέλεις αὐτὴν ὑποτετάχθαι σοι ὡς τῷ κυριῷ ἀγάπα αὐτὴν ὡς ὁ κυριός τὴν ἐκκλησίαν κἆν δέητι παθεῖν ὑπὲρ αὐτῆς κἂν ἀποθανεῖν μὴ παραιτήση σὺ μἐν γὰρ ἴσως εἰς ὑποτεταγμένην καὶ ἀγαπῶσαν ταύτα ἐπι δείξη ὁ δὲ χριστὸς εἰς αἰσχρὰν καὶ ἀποστρεφομένην καὶ φέγουσαν
226197rEph.5.25κϛ ἆρα οὖν ἅναγνος ἦν καὶ ἀκάθαρτος οἶαν οὖν εἰ λάβοις γυναῖκα οὐκ ἂν ὅυτως ἀκάθαρτον λήψη ἀλλ’ οὐκ ὠν είδισεν ὁ χριστὸς τὴν ἐκκλησίαν οἷαν αὐτὴν οὖσαν οὐκ οὖν μὴ δὲ σὺ τὴν σαυτοῦ γυναῖκα
227197rEph.5.26κζ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος τουτέστιν τῷ βαπτίσματι ἀπέλουσε γὰρ αὐτῆς τὴν ἀκαθαρσίαν
228197rEph.5.26κη ἐν ῥήματι ποίω ῥήματι ὁ αὐτὸς εἶπεν τοῖς ἀποστολὸις βαπτίζοντες αὐτούς φησιν εἰς τὸ ὅνομα τοῦ πατρὸς καὶ τοῦ ὑιοῦ καὶ τοῦ ἁγίου πνευματὸς
229197rEph.5.26-Eph.5.27κθ ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν οὐχ ἁπλῶς καθαρὰν ἀλλ’ ἔνδοξον ὥσπερ τοίνυν ὁ χριστὸς πάντων αἴτιος τῶν ἀγαθῶν τῇ ἐκκλησίᾳ καὶ σὺ κατὰ δύναμιν ἔσοτῇ σῇ γυναικί καὶ ὥσπερ αὐτὸς σώματος οὐκ ἐπιζητεῖ κάλλος ἀλλὰ ψυχῆς ὅυτως καὶ συ ἀν γὰρ ψυχῆς κάλλος ἐπιζητῆς καὶ εἰς τοῦτο αυτὴν ῥυθμίσεις καὶ τῷ θεῷ καὶ σαυτῷ καλὴν ἐργάση
230197rEph.5.27λ μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ’ ἵνα ἦ ἁγία καὶ ἄμωμος διὰ τούτων τὰ ψυχικὰ λέγει πάθη τὰ δυσειδῆ τὸν ἐν τὸς ποιοῦντα ἄνθρωπον
231197rEph.5.28λα οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα οὐχ ὥς εἰς μεῖζον ἐρχόμενος ὑπόδειγμα τὸ τοῦ οἰκείου σώματος εἴρηκεν ὑπερβάλλει γὰρ τὸ κατὰ χριστὸν πρὸς τὴν ἐκκλησίαν ἀλλ’ ὡς εἰς οἰκειότερον καὶ ἐγγύτερον ἐκ τούτου γὰρ καὶ ὀφειλὴν τὸ πραγμα δείκνυσιν εἰ γὰρ σῶμα ἐστι σὸν ἡ γυνὴ ἔσονται γάρ φησιν οἱ δύο εἰς σάρκα μίαν κατὰ ὀφειλὴν προνοήσεις αὐτῆς ὡς σαρκός σου
232197vEph.5.28-Eph.5.29λβ ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ οὐδεὶς γάρ ποτε τὴνἑαυτοῦ σάρκα ἐμίσησεν ὅτι γάρ ἐστι σὰρξ τοῦ ἀνδρὸς ἡ γυνὴ ἅκουε τοῦ ἀδὰμ λέγοντος τοῦτο νῦν ὁστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου
233197vEph.5.29λγ ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτὴν καθὼς καὶ ὁ κυρίος τὴν ἐκκλησίαν συνεχῶς τῷ τοῦ χριστοῦ χρῆται παραδείγματι πρὸς ̓ἀγάπην τοὺς ἄνδρας ἐκ τούτου παρακαλῶν
234197vEph.5.30λδ ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ ὡσεὶ εἶπεν γνησίως ἐσμὲν ἐξ αὐτοῦ ἐπειδὴ γὰρ τὰ ὀστὰ καὶ τὸ σῶμα χαρακτηρίζει τὸν ἄνθρωπον διὰ τὴν γνησιότητα φησιν ἐξ αὐτῶν ἡμᾶς εἶναι
234ex197vEph.5.30οικουμενιου ἐξ αὐτοῦ δὲ καθὸ ἀπαρχὴ ἡμῶν ἐστιν τῆς δευτέρας πλάσεως ὥσπερ ἐκ τοῦ ἀδὰμ διὰ τὴν πρώτην
235197vEph.5.30-Eph.5.31λε καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἕσονται οἱ δύο εἰς σάρκα μίαν τὴν ἡκριβωμένην ἕν ὡσιν καὶ ἀγάπην δηλοῖ
236197vEph.5.31λϛ ἰδὸυ καὶ ἕτερον δικαίωμα ἀγάπης ὅτι σῶμα ἀλλήλων εἰσίν
237197vEph.5.32λζ τὸ μυστήριον τοῦτο μέγα ἐστὶν ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν πῶς μέγα ὅτι τῷ χριστῷ ἐξὸν μένειν ἐπὶ τῆς ἰδίας δόξης ἐταπέινωσεν ἑαυτὸν ἐν ἀνθρωπήσας ἵνα προσκολληθῇ τῇ ἐκκλησίᾳ καὶ ἐγένοντο οἱ δύο εἰς πνεῦμα ἔν ὁ γὰρ κολλώμεν ὁς φησιν τῷ κυριῷ ἓν πνεῦμα ἐστίν
238197vEph.5.33λη πλὴν καὶ ὑμεῖς ὡσέι ἔλεγεν οὐχ ἠ ἀναγωγῇ τοῦ ὀνόματος καὶ ἡ πνευματικῇ ἐξήγησις ἀνατρέπει τὸ ἰδικὸν δύναται γὰρ καὶ πνευματικῶς καὶ ἰδικως ἑρμηνεύεσθαι
239197vEph.5.33λθ οἱ καθ’ ἔνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν οἷον ἄνθρωποι τὰ γὰρ τοῦ κατὰ ἀναγωγὴν νοήματος εἰς κοινότητα ὁρᾶ τουτέστιν τὴν ἐκκλησίαν
240198rEph.5.33μ ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα οἷδεν γὰρ ἡ ἰσοτιμία γίνεσθαι ἀκασταστασίας ὑπόθεσις διὰ τοῦτο μίαν ἀρχὴν εἶναι κελεύει τὴν τοῦ ἀνδρός τί δή ποτε δὲ περὶ τῆς ἀγάπης πολλὰ διαλεχθεις περὶ τοῦ φόβου οὐχ οὕτως ἐποίησεν ὅτι προηγουμένως τὴν ἀγάπην εἶναι δεῖ ὅυτω γὰρ καὶ ὁ φόβος ἔψεται τὸ δὲ φοβεῖσθαι νόει ὡς πρέπον γυναῖκα φοβεῖσθαι μὴ δουλοπρεπῶς
241198rEph.5.33-Eph.6.1μα τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν εἶπεν περὶ τῆς πρώτης ἀρχῆς τῆς κατὰ τὸν ἄνδρα νῦν περὶ τῆς δευτέρας λέγει τῆς κατὰ τοὺς γονεῖς ἡμὲν γὰρ γυνὴ τῷ ἀνδρί τὰ δὲ τέκνα καὶ τῇ γυναικὶ ὑπόκειται
242198rEph.6.1-Eph.6.2μβ ἐν κυριῷ τοῦτο γάρ ἐστιν δίκαιον τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα τουτέστιν κατὰ κυρίον ἐν οἷς μὴ βλάπτεται ἡ εὐσέβεια τί γὰρ ὅ τι προστῆσαι βούλεται ὁ πατὴρ τὴν θυγατέρα ἢ αἰσχρὰν διδάξαι τέχνην τὸν υἱόν ἢ πρὸς ἑλληνισμὸν ἀγαγεῖν τὰ γὰρ τοιαῦτα οὐκ ἐν κυρίῳ ἐστιν
243198rEph.6.2-Eph.6.3μγ ἥτις ἐστὶν ἐντολὴ πρῶτη ἐν ἐπαγγελίᾳ,ἵνα εὖ σοι γένηται καὶ τοι οὐκ ἔστιν αὔτη πρώτη ἔστι γὰρ πρώτη οὐ φονέυσεις οὐ μοιχέυσεις ἀλλ’ ὅρα τί προς τέθεικεν ἐν ἐπαγγελίᾳ ἐκ εῖναι γὰρ αἱ πρῶται οὐκ ἔχουσιν ἐπαγγελίας ἀναχωρήσεις γάρ εἰσι κακῶν οὐκ ἀγαθοῦ ἐργασία αὔτη τοι γάρ οὖν κατὰ τὸν τῆς ἐπαγγελίας λόγον ἐστὶ πρώτη ἀγαθοῦ γάρ ἐστιν ἐργασία
244198rEph.6.3μδ καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς ὅρα σοφίαν ἐπειδὴ πρὸς νηπίους ὁ λόγος αὐτῷ πρὸς γὰρ τὰ τέκνα λαλεῖ αὐτὴν τὴν κειμένην ἀμοιβὴν εἴρηκεν καὶ οὐδὲν ὑψηλόν οὐ περὶ βασιλείας οὐρανῶν·οὐ περὶ μιμήσεως χριστοῦ ὅπερ ἐπὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐποίησεν τί γὰρ ἡ δύτερον παισὶ τῆς μακροχρονίας καὶ γὰρ καὶ τοῖς ἰουδαίοις ὡς νηπίοις τὰς φρένας ταῦτα ἐνομοθετήθη οὐ γὰρ ἴσχυον τέλείων ἀκούειν
245198rEph.6.3-Eph.6.4με καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν οὐκ εἶπεν ἀγαπᾶτε τοῦτο γὰρ αὐτοὺς ἡ φύσις καὶ ἄκοντας ἀπαιτεῖ ἀλλὰ μὴ παροργίζετε τουτέστιν μὴ ἀποκληρονόμους μὴ ἀποκηρύκτους ποιεῖτε μὴ φορτικὰ καὶ δούλοις πρέποντα ἐπιτάσσετε καὶ πρὸς αὐτοὺς ἀεὶ δυσχεράινετε
246198rEph.6.4μϛ ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου τοῦτο τῆς παραινέσεως τὸ κεφάλαιον τῶν πνευματικῶν γὰρ ὄντων καὶ τὰ σαρκικὰ ἀκολουθήσει τοῦτο γὰρ αὐτοὺς μάλιστα πειθηνίους ποιεῖ
247198vEph.6.5μζ οἱ δοῦλοι ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα τοὺς δούλους ἐσχάτους τέθεικεν ἐπειδὴ καὶ εἰσὶν τῷ ἀξιώματι οὐκέτι δὲ τούτοις ὡς παιδίοις νηπίως διὰ λέγεται ἀλλὰ τελείως κατὰ σάρκα δὲ τουτέστιν τοῖς προς καίροις ἐκ τούτου δὲ καὶ παραμυθεῖται αὐτούς
248198vEph.6.5μη μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ χριστῷ εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσει πόσω μᾶλλον τούτους τὸν δὲ τοιοῦτον οὐκ ἀπαιτεῖ παρὰ γυναικῶν φόβον ἐπειδὴ μήτε εἰσὶ δοῦλοι ἀλλ’ ὑπήκοοι καλῶς δὲ τὸ ἐν ἀπλότητι καρδίας ἔνι γὰρ καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν ἀλλ’ οὐκ ἐξευνοίας ̓ἀλλὰ κακόυργως
249198vEph.6.5-Eph.6.6μθ μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι μὴ ὅταν πάρεισιν οἱ δεσπόται καὶ ὁρῶσιν ἀλλ’ καὶ ἀπόντων αὐτῶν ἴνα τὰ δέοντα ποιῶσιν
250198vEph.6.6ν ἀλλ’ ὡς δοῦλοι τοῦ χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἄρα οὖν ὁ ἀνθρωπάρεσκος οὐκ ἔστι δοῦλος χριστοῦ
251198vEph.6.6-Eph.6.7να ἐκ ψυχῆς μετ’ εὐνοίας δουλεύοντες ἐνί γὰρ καὶ ἐν ἁπλότητι κακούργως ἐργάζεσθαι μὴ μὴν ὀση δύναμις πάρεστιν ἀλλὰ τὸν ὡρισμένον μόνον
252198vEph.6.7νβ τῷ κυριῷ καὶ οὐκ ἄνθρωποις μὴ κατὰ βίαν ἀλλ’ ἐκ προαιρέσεως
253198vEph.6.7-Eph.6.8νγ εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν τοῦτο κομιεῖται παρὰ τοῦ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος ἐπειδὴ εἰκός ἐστιν πολλοὺς τῶν δεσποτῶν μὴ ἀμείβεσθαι τῆς εὐνοίας τοὺς δούλους ἐκεῖ αὐτοῖς ὑπισχνεῖται τὴν ἀμοιβήν
254198vEph.6.8-Eph.6.9νδ καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς τὰ αὐτὰ ποῖα μετ’ εὐνοίας δουλεύετε μὴ ὡς ̓ἀνθρωπάρεσκοι ἀλλὰ ταῦτα οὐ λέγει φανερῶς καίτοι τὰ αὐτὰ διανοηθείς καὶ γὰρ καὶ οἰ κύριοι δουλεύουσι τοῖς δούλοις ὅταν γὰρ ἐκεῖνου κοιμωμένου καὶ ῥέγχοντος ὁ δεσπότης περὶ τροφῶν περὶ ἐνδύματος μεριμνῶν οὐ καθεύδει ἆρα οὐ δουλεύει ἔστι δὲ καὶ ἐπὶ τῶν κυρίων τὸ μετὰ φόβου καὶ τρόμου ἁρμόσαι τοῦ πρὸς θεὸν δηλονότι
255198vEph.6.9νε ἀνιέντες τὴν ἀπειλήν μὴ φορτικοί φησιν μὴ ἐπαχθεῖς
256198vEph.6.9νϛ εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς ᾧ γὰρ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν φησιν μὴ ἀκούσης καὶ σὺ δοῦλε πονηρὲ πᾶσαν ἐκεῖνην τὴν ὀφειλὴν ἀφῆκα σοι καὶ τὰ τούτων ἑξῆς
257199rEph.6.9νζ καὶ προσωποληψία οὐκ ἔστιν παρ’ αὐτῷ μὴ νομίσης ὅτι τῶν εἰς τὸν δοῦλον γινομένων κακῶν καταφρονεῖ διὰ τὸ τοῦ προσώπου εὐτελές οὐκ ἔνι παρὰ θεῷ δοῦλος καὶ δεσποτῆς
258199rEph.6.9-Eph.6.10νη τὸ λοιπὸν ἀδελφοί μου ̓ν δυναμοῦσθε ἐν κυρίῳ μετὰ τὸ διὰ τάξαι φησὶ τὰ εἰκότα τοῦτο ἀκόλουθον καὶ ὑπό λοιπον τὸ ἐνδυναμοῦσθαι ὑμᾶς ἐν κυρίῳ τουτέστιν τῇ εἰς αὐτὸν ἐλπίδι καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ διὰ γὰρ τῆς αὐτοῦ βοηθείας ἔστιν ἡμῖν τὸ ἐλπίζειν εἰς αὐτόν
259199rEph.6.10νθ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ ἰσχυρὸς γάρ ἐστι φησὶν καὶ ἱκανὸς πάντα κατορθὼσαι
260199rEph.6.10-Eph.6.11ξ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ μετὰ τὸ διοικῆσαι πάντας κατὰ τάξιν λοιπὸν καὶ ὁπλίζει αὐτοὺς ὡς πρὸσπόλεμον
261199rEph.6.11ξα προς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου οὐκ εἶπεν μάχας ἀλλὰ μεθοδείας ὅ πέρ ἐστι χαλεπώτερον οἷον πρὸς τὰς ἐπιβουλάς προς τὰς ἐνέδρας πρὸς τοὺς δόλους
262199rEph.6.11-Eph.6.12ξβ ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ταῦτα φησιν δεικνὺς ὅτι νήψεως χρεία καὶ ἐγρηγόρσεως πρὸς τὸν πόλεμον οὐ πτοῆσαι βουλόμενος ὁ γὰρ διδάσκων τοῦ ἐχθρὸυ τὴν δύναμιν ἀσφαλετέρους ποιεῖ τοὺς οἰκείους
263199rEph.6.12ξγ ἀλλὰ πρὸς τὰς ἀρχάς περὶ δαιμόνων λέγει οὓς ἡμεῖς ἑαυτῶν πἐποιήκαμεν ἄρχοντας ἐκόντες αὐτοῖς ὑποκλινόμενοι οὐ γὰρ ἔλαχεν τοῦ ἄρχειν ἡμῶν ἀλλὰ πατεῖσθαι ὑφ’ ἡμῶν ἰδοὺ γάρ φησι δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων
264199rEph.6.12ξδ πρὸς τὰς ἐξουσίας οὐ γὰρ ἕξει περαιτέρῳ τοῦ κόσμου χώραν
265199rEph.6.12ξε πρὸς τοὺς κοσμοκράτορας κόσμον οἶδεν ἡ γραφὴ τὰς πονηρὰς πράξεις καλῶν οὕτω καὶ ὁ χριστὸς πρὸς τοὺς μαθητάς ὑμεῖς οὐκ ἐστέ φησιν τοῦ κόσμου τούτου καίτοι ἦσαν ἀλλὰ τὰς πονηρὰς πράξεις λέγων ὅυτως εἶπεν κοσμοκράτορας οὖν φησι τοὺς δαίμονας ὡς τῶν πονηρῶν πράξεων καθηγεμόνας
266199rEph.6.12ξϛ τοῦ σκότους τοῦ αἰῶνος τούτου ἵνα μὴ φοβηθῆς ἀκόυων κοσμοκράτορας ἐπήγαγεν τίνος ἄρχουσι τῆς πονηρίας φησι σκότος γὰρ τοῦ αἰῶνος τούτου τὰς πονηρὰς λέγει πραξεις
267199vEph.6.12ξζ /Οικουμενιου πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πρὸς τὰ πνευματικὰ τουτέστιν δαιμόνια τὰ ὄντα ἢ τῆς πονηρίας οἷον τοῦ διαβόλου ὑπ’ αὐτὸ γὰρ τελοῦσιν ἣ τῶν πονηρῶν πράξεων καθηγηταί
268199vEph.6.12ξη ἐν τοῖς ἐπουρανίοις ὡσεὶ ἔλεγεν ἔστιν δὲ ἡμῖν ἡ πρὸς τούτους πάλη οὐ περὶ μικρῶν τινῶν ἀλλ’ ὑπὲρ τῶν ἐν τοῖς ἐπουρανίοις πραγμάτων οἷον βασιλείας οὐρανῶν καὶ ὑιοθεσίας διὸ νήφειν χρή ἡ δὲ ἀντίλεξις ἰδικῶς διὰ τὰ ἐπουρανία φησὶ τὸ γὰρ ἐν διά ἐστιν
269199vEph.6.12-Eph.6.13ξθ διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀντιστῆναι ἐπειδή φησι χαλεποὶ οἱ ἐχθροί
270199vEph.6.13ο ἐν τῇ ἡμέρα τῇ πονηρᾷ ἡμέραν πονηρὰν τὸν παρόντα καλεῖ βίον διὰ τὰ ἐν αὐτῷ πονηρὰ πράγματα δεικνὺς βραχὺν τὸν τοῦ πολέμου καιρόν καὶ ταῦτα προθυμίαν αὐτοῖς διδούς
271199vEph.6.13οα καὶ ἅπαντα κατεργασάμενοι στῆναι ἅπαντα οἷον τὰ πάθη τὰς ἐπιθυμίας κατεργασάμενοι οἷον καταπολεμήσαντες στῆναι νικηφόροιτινες καὶ λαμπροὶ τοῖς τροπαίοις πολλοὶ γὰρ μετὰ τὸ νικῆσαι πάλιν ἔπεσον ἀλλ’ ἵνα ἐνστῆτε τῇ νίκῃ
272199vEph.6.14οβ στῆτε οὖν περιζωσέμενοι ἐπὶ πόλεμον προτρέπων τὸ πρῶτον ἐν τοῖς τακτικοῖς παραινεῖ τὸ στῆναι εὐτάκτως εἶτα λοιπὸν καθοπλίζει καὶ πρῶτον ζώννυσι τὸν διαρρέοντα καὶ διακεχύμενον ταῖς ἐπιθυμίαις καὶ χαμὰι τοὺς λογισμοὺς συρομένους ἔχοντα στρατίωτην καὶ ἀναστέλλει τῇ νοητῇ ταύτῃ ζώσει
273199vEph.6.14ογ τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ ὥσπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις τὸ πᾶν συνέχει θεμέλιος τις οὖσα οὕτως ἐφ’ ὑμῶν ἡ ὀσφύς οἱ γοῦν ἀποκαμόντες πολλάκις ὥσπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας ἐπιτιθέντες ἐπαναπάυονται τὴν τοίνυν ἀρχὴν ἡμῶν πρῶτον συσφίγγει οἷον τὸν ἐν ἡμῖν τόνον τῆς ψυχῆς ὃν τροπικῶς ὀσφὺν ἐκάλεσεν τοῦτον τῇ ἀληθείᾳ περιζώννυσιν ἡ δὲ ἀλήθεια εἰς πολλὰ νοεῖται ἀλήθεια δογμάτων ἀλήθεια βίου χρηστοῦ ὑποκρίσεως κεχωρισμένου ἀλήθεια λόγων τὸ δολερὸν ἀρνουμένων ἀλήθεια ἐνθυμήσεως οὐδὲν ἐχούσης τοῦ νόθου καὶ κιβδήλου τῶν δαιμόνων σπόρου
273ex199vEph.6.14Οικουμενιου δύνῃ δὲ καὶ ὡς πρὸς τὸν χριστὸν νοῆσαι τὴν ἀλήθειαν τὸν ὄντως ἀλήθειαν ἐγὼ γάρ εἰμί φησιν ἡ ἀλήθεια ὃν καὶ ἐν δεδύσθαι οὐ μόνον περιεζὼσθαι τοῖς ἀνθρωποίς δεδώρηται ὅσοι γὰρ εἰς χριστὸν ἐβαπτίσθητε φησι χριστὸν ἐνεδύσασθε
274199vEph.6.14οδ καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς διλαιοσύνης τὸν καθὸλου φησιν ἐνάρετον βίον
275199vEph.6.15οε καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ ἢ τοῦτο φησιν ὅτι χρὴ τοὺς πόδας ἡμῶν ἐτοίμους εἶναι πρὸς τὸ εὐαγγελίζεσθαι ὡς ὡραῖοι γάρ φησιν οἱ πόδες τῶν εὐαγγελιζομένων εἶρήνην ἢ ὅτι ἐν ἑτοίμῳ ὁφείλομεν εἶναι καὶ βίον ἔχειν ὡς τὸ εὐαγγελίον ὑφηγεῖται τὴν γὰρ ἑτοιμασίαν τῆς καρδίας αυτῶν φησὶν ὁ προφήτης προσέσχεν τὸ οὖσσου
276200rEph.6.15οϛ τοῦ εὐαγγελίου τῆς εἰρήνης τὸ γὰρ εὐαγγέλιον * ν πρὸς τὸν θεὸν ποιεῖ πόλεμον δὲ πρὸς τοὺς δαίμονας
277200rEph.6.15-Eph.6.16οζ ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρετὸν τῆς πίστεως δεῖ γὰρ ἐκεῖνα προηγεῖσθαι πίστιν δὲ φησι τὴν ἐλικρινῇ καὶ διάπυρον περὶ ἦς ὁ κύριος φησιν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι καὶ μεταβήσεται
278200rEph.6.16οη ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι βέλη φησι τὰς ἐπιθυμιας τοὺς λογισμούς τους πειρασμούς καλῶς δὲ τὸ πεπυρωμένα τοιαῦται γὰρ αἱ ἄτοποι ἐπιθυμίαι
279200rEph.6.16-Eph.6.17οθ καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι τῆς σωτηρίας ἡμῶν τουτέστιν τῆς ἐλπίδος τὸ δὲ δέξασθαι οἷον φορέσται καὶ δέξασθαι τῇ κεφαλῇ
280200rEph.6.17-Eph.6.18π καὶ τὴν μάχαιραν τοῦ πνεύματος ὅ ἐστιν ῥῆμα θεοῦ διὰ πᾶσης προσευχῆς καὶ δεήσεως ἢ τὸ πνεῦμα φησι περιφραστικῶς εἰρηκὼς διὰ τὸ τομὸν καὶ μεριστικὸν τῶν ἐναντίων ἔξεων ἢ τὴν πνευματικὴν ζωὴν καὶ πολιτειαν ἥτις ὡς μάχαιρα ἐνεργήσει φησιν κατὰ τῶν νοητῶν ἐχθρῶν
280ex200rEph.6.18οικουμενιου ἢ ὅτι τὰ πνευματικά φησι χαρίσματα ἅπερ ἐστι διὰ ῥήματος καὶ προστάγματος θεοῦ ἢ τὸ ὅπερ ἐστι ῥῆμα θεοῦ τῷ κάτῳ συζευκτέον ἵνα ᾖ ὅυτως ὅπερ ἐστι ῥῆμα θεοῦ καὶ πρόσταγμα τοῦτο φησι ποιεῖτε ποῖον διὰ πάσης προσευχῆς καὶ δέησεως προσευχόμενοι ἵνα εἶητε φσὶν ἢ κατὰ τὸ ἐνεργεῖν καὶ τέμνειν τὰ πνευματικὰ χαρίσματα ῥῆμα ἔστιν θεοῦ τμητικὸν γὰρ τὸ ῥῆμα τοῦ θεοῦ ὅυτως μᾶλλον καὶ ὁ μακάριος ἰωάννης διὰ γὰρ ῥῆματος θεοῦ ἐπετελεῖτο τὰ χαρίσματα πᾶν γὰρ ὃ εὰν αἰτή σητέ φησιν ἐν τῷ ὀνόμα τί μου δώσει ὑμῖν ὁ χριστός
281200rEph.6.18πα προσευχόμενοι ἐν παντὶ μετὰ τὸ καθοπλίσαι τὸν βασιλέια λοιπὸν καλεῖ ἵνα δῷ χεῖρα
282200rEph.6.18πβ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων μὴ ἐν βαττολογίαις καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες μηδέν φησι ῥάθυμον ἢ ἠμελημένον
283200rEph.6.18-Eph.6.19πγ καὶ ὑπὲρ ἐμοῦ καὶ γὰρ καὶ τὸν πέτρον φησιν ἡ εὐχὴ τῆς ἐκκλησίας ἔλυσεν τῶν δεσμῶν
284200rEph.6.19πδ ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματος μου καλῶς τὸ ἐν ἀνοίξει οὐ δὲ γὰρ προεμελέτα τί λαλήσει χριστῷ πειθόμενος ἀλλ’ ἐξ ὑπογύου καὶ ἐν αὐτῷ τῷ ἀνοῖξαι τὸ στόμα ὁ λόγος προῃει
285200vEph.6.19πε ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου ἡ ἵνα ἐν παρρησίᾳ ἀπολογήσωμαι ἢ ἵνα εὐαγγελίζωμαι
286200vEph.6.19-Eph.6.20πϛ ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει ὑπὲρ οὗ εὐαγγελίου πρεσβεύω πρὸς τοὺς ἀνθρώπους ἵνα φησιν αὐτῷ καὶ τοῖς ἐν αὐτῷ καταλλαγῶσιν ὑπὲρ χριστοῦ γάρ φησιν πρεσβεύομεν
287200vEph.6.20πζ ἵνα ἐν αὐτῷ παρρησίασωμαι ὡς δεῖ με λαλῆσαι ἐν δεσμοῖς ἦν καὶ ἀπολογεῖσθαι ἔμελλεν ἵνα οὖν φησι μετὰ παρρησίας καὶ ὅυτως ὡς χρὴ τὸν ὑπὲρ τηλικούτων ἀπολογούμενον ἀπολογήσωμαι
288200vEph.6.20-Eph.6.21πη ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ τί πράσσω πάντα ὑμῖν γνωρίσει τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς ἄπερ ἦν παραινέσεως καὶ δογμάτων ἔγρψεν τὰ δὲ καταυτὸν τῷ φέροντι τὴν ἐπιστολὴν λαλῆσαι ἐπέτρεψεν
289200vEph.6.21πθ καὶ πιστὸς διάκονος ἐν κυριῷ εἰ πιστὸς οὐκ οὖν καὶ ἀληθεύσει
290200vEph.6.21-Eph.6.22ϛ ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν τοῦτο καὶ τῆς παύλου ἀγάπης καὶ τῆς ἐκείνων σημεῖον ἦν τὸ ἐθέλειν παντὶ τρόπῳ γνωσθῆναι αὐτοῖς ἐν οῖς ἧν
291200vEph.6.22ϛα καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν ἐπειδὴ γὰρ ἐν ἁλύσεσιν ἦν ὁ διδάσκαλος ἔχρηζον οἱ μαθηταὶ παρακλήσεως τοῦ μὴ καταπεσεῖν
292200vEph.6.23ϛβ εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἰησοῦ χριστοῦ ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ τὴν μετὰ πίστεως ἀγάπην ἵνα μὴ πρὸς ἐτεροδόξους ᾖ ἀλλὰ πρὸς μόνους τοὺς πιστούς ἢ ὅτι οὐδέν ἐστιν τῆς ἀγάπης κέρδος μὴ καὶ μετὰ πίστεως οὔσης
293200vEph.6.24ϛγ ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κυρίον ἡμῶν ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ ἀμήν ἡ γὰρ εἰς τὸν χριστὸν ἀγάπη ἄφθαρτος καὶ ἀμείωτος μὰλλον δὲ καθ’ ἐκάστην ἐπιδιδοῦσα τὴν ἡμέραν ὤφειλεν εἶναι