A Transcription of Ephesians in GA 1998, by Clark R. Bates

UnitPageVersesAttributionsBiblicalComment
Ha114rEph.0.0 Ταύτην ἐπιστέλλει ἀπὸ Ρώμης , oὔπω μὲν αὐτοὺς ἑωρακὼς ἀκούσας δὲ περὶ αὐτῶν ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη ἐφέσιοι πιστεύσαντες εἰς τὸν κύριον ἡμῶν ἰησοῦν χριστὸν γνησίαν ἔσχον εἰς αὐτὸν τὴν πίστιν καὶ εἰς πάντας τοὺς ἁγίους τὴν ἀγάπην καὶ ἠβούλοντο παρὰ τοῦ παύλου βεβαιωθῆναι μαθὼν τοίνυν ὁ ἀπόστολος γράφει πρὸς αὐτοὺς ταύτην τὴν ἐπιστολὴν ὥσπερ κατηχητικήν καὶ πρῶτον μὲν δείκνυσι μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον ἀλλ’ ἐξ ἀρχῆς καὶ πρὸ καταβολῆς κόσμου εἶναι ταύτην εὐδοκίαν θεοῦ ὥστε τὸν χριστὸν ὑπὲρ ἡμῶν παθεῖν καὶ ἡμᾶς σωθῆναι ἕπειτα περὶ κλήσεως τῶν ἐθνῶν διαλέγεται ἵνα δέιξῃ ἁξίως αὐτοὺς πεπιστευκέναι καὶ ἀποδείκνυσιν ὅτι ἡ κλῆσις ἡμῶν γέγονεν οὐκ δι’ ἀνθρώπου ἀλλὰ διὰ ἰησοῦ χριστοῦ ὅς ἐστὶν υἱὸς τοῦ θεοῦ ἵνα καὶ ἐκ τούτου μάθωσιν ὅτι οὐκ ἀνθρωπολάτραι γέγονασι πιστεύσαντες χριστῷ ἀλλὰ ἀληθινοὶ θεοσεβεῖς σημαίνει δὲ καὶ ἑαυτὸν διὰ τοῦτο ἀπεστάλθαι κηρύσσειν τὸ εὐαγγέλιον καὶ ὅτι καὶ περὶ αὐτῶν ἐφρόντιζεν ἔπειτα παραινετικοὺς λόγους ἀνδράσι καὶ γυναιξὶ πατράσι καὶ τέκνοις κυρίοις καὶ δούλοις τίθησιν ἐν τῇ ἐπιστολῇ καὶ καθόλου πάντας παρασκευάζει κατὰ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ πρὸς ἐκείνους ἡμῖν εἶναι τὴν πάλην καὶ ὥσπερ ἀγαθὸς ἀλείπτης ἀλείψας τοῖς λόγοις πάντας κατὰ τῆς διαβολικῆς ἐνεργείας οὕτως τελειοῖ τὴν ἐπιστολήν
Hb114rEph.0.0 ἡ ἔφεσος μητρόπολις μέν ἐστι τῆς ἀσίας τὴν δὲ ἅρτεμιν ἔσεβεν καὶ τοσοῦτον ἦν περὶ τὴν δαίμονα τὸ σέβας ὡς καὶ νεοκόρον τὴν ἔφεσον τῆς ἀρτέμιδος ἀναορεύεσθαι ὡς ἐν ταῖς πράξεσιν ἱστόρηται ἐν αὐτῇ ἐφέσῳ ὁ εὐαγγελιστὴς ἰωάννης ἐξορισθεὶς δίετριψε πολλὰ ἐν ᾖ καὶ τελευτᾶ καὶ τὸν τιμόθεον παῦλος ἐκεῖ ἐπὶσκοπον ἐχειροτόνησε τῶν δὲ φιλοσόφων οἱ κατὰ τὴν ἀσίαν ἀνθοῦντες ἐν τῇ ἐφέσῳ μάλιστα διῆγον διὸ πολλῇ σπουδῇ κέχρηται πρὸς αὐτοὺς γράφων καὶ τὰ βαθύτερα δὲ τῶν νοημάτων αὐτοῖς ἐπιστέλλει ἅτε κατηχημένοις καὶ τὰ ὑψηλά γράφει δὲ ἀπὸ ῥώμης τὴν ἐπιστολὴν ἐν δεσμοῖς ὑπάρχων
1114rEph.1.1α Παῦλος ἀπόστολος Ἰησοῦ χριστοῦ… ὅρα πόση ἧν ἡ τότε ἀρετὴ ὅτι κοσμικοῖς ἀνθρωποῖς καὶ πιστοῖς ἐπαγορέυει
2114rEph.1.1β εἰκότως ἀπὸ χάριτος ἤρξατο χάριτι γὰρ καὶ πατῆρ ἀνθρωπών ὁ θεός χάριτι καὶ ὁ ὑιὸς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν
3114rEph.1.1γ τοῦτο ὡς πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ἰουδαϊκῆς εὐλογίας ἐκέινη γὰρ σαρκικωτέρα μᾶλλον ἦν ἡ δὲ ἡμῶν πνευματική καλῶς δὲ τὸ ἐν πάση γέγονας γὰρ ἀθάνατος ἀναμάρτητος ὓιος καὶ ἀδελφὸς τοῦ θεοῦ συγκληρονόμος ἡ ἀπαρχή σου προσκυνεῖται ἐκ τῶν χερουβίμ
3Ph114rEph.1.1 φωτ ὁ εὐλογήσας ἡμᾶς εὐλόγησεν διὰ τοῦ υἱοῦ ἐξελέξατο διὰ τοῦ υἱοῦ υἱοθέτησε διὰ τοῦ υἱοῦ ἐχαρίτωσε διὰ τοῦ υἱοῦ πῶς δὲ διὰ τοῦ υἱοῦ ὣ θαῦμα διὰ τοῦ αἵματος αὐτοῦ φησιν εἶδες πλοῦτον χάριτος μᾶλλον δὲ περισσείαν καὶ ἅφατον ἔλεος οὑ μόνον δὲ ταῦτα ἀλλὰ καὶ ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ διὰ τίνος τοῦτο καὶ τοῦτο διὰ τοῦ υἱοῦ πάντα διὰ τοῦ υἱοῦ τῆς εὐδοκίας συμπαρούσης ἐν ἅπασι τοῦ πατρὸς οὑδὲ γὰρ ἕν τινι ἀπέσχισται τὸ πατρικὸν βούλημα τοῦ ἡγαπημένου υἱοῦ ἐπειδὴ δὲ περὶ τοῦ γνωρισθῆναι ἡμῖν τὸ μυστήριον διέλαβε πάλιν τῆς υἱοθεσίας μέμνηται δι’ οὖ λέγων καὶ ἐκληρώθημεν οἰ γὰρ υἱοθετηθέντες ἐπὶ τῷ κηρονομῆσαι τῆς υἱοθεσίας ἀξιοῦνται ἥτις γέγονε διὰ τοῦ υἱοῦ καὶ προώρισται τῆς εὐδοκίας καὶ τοῦ πατρικοῦ βουλήματος συμπαρόντος γέγονε δὲ τοῦτο εἰς τὸ καὶ ἡμᾶς οὕτως πολιτεύσασθαι ὥστε εἰς ἔπαινον γενέσθαι τῆς δόξης αὐτοῦ τουτέστιν εἰς ἐπαινουμένην δόξαν αὐτοῦ καὶ εὐαρεστον τὸν βίον ἡμῶν καὶ τὴν πολιτείαν ὀρᾶσθαι παρὰ πάντων ὅπως γὰρ ἵδωσιν φησί τὰ καλὰ ὑμῶν ἔργα ὁ κυρίος ἐν εὐαγγελίοις καὶ δοξάσωσι τὸν πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς . εὐλόγησε γὰρ ἡμᾶς οὐ μόνον ἐν πάσῃ πνευματικῇ εὐλογία ἀλλὰ καὶ ἐν πνευματικοῖς ἔργοις καὶ ἐπουρανίοις διὰ τίνος διὰ ἰησοῦ χριστοῦ πῶς καθὼς ἐξελέξατο ἡμᾶς πρὸκαταβολῆς κόσμου οὕτως ἀρχαία ἠ ἡμῶν ἐκλογὴ καὶ εὐλογία ἐπὶ τί δὲ ἡμᾶς ἐξελέξατο ἐπὶ τὸ εἶναι ἁγίους καὶ ἀμώμους τιμίους καὶ καθαροὺς ἐν τῷ βίῳ πόθεν εἰς τοῦτο κινηθεὶς ἐξ ἀγάπης μόνης ἵνα τί γένηται ἵνα υἱοθετήση ἡμᾶς διὰ τοῦ χριστοῦ ἑαυτῷ τοῦτο γὰρ καὶ προώριστο ἐκ ποίας ἡμῶν ἐργασίας ἐξ οὐδεμιᾶς πλὴν ὅτι δι’ εὐδοκίαν τοῦ θελήματος αὐτοῦ εὐδόκησε γὰρ καὶ ἡθέλησε τοῦτο ἡμῶν ὅλως μηδὲν συνεισενεγκόντων πῶς γὰρ ἧν συνεισενεγκεῖν τοὺς μηδ’ ἀρχήν που τοῦ εἶναι λαβόντας καὶ τί τὸ ἐκ τούτου κέρδος ἅφατος ἀνακύπτει ἔπαινος καὶ ἐγκώμιον τῆς δεδοξασμένης αὐτοῦ χάριτος ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς δι’ τίνος ἣ δήλον ὅτι καὶ τοῦτο διὰ τοῦ ἡγαπημένου αὐτοῦ υἱοῦ πῶς ὅτι αὐτὸς ἐποίησε τὴν ἀπολύτρωσιν ἡμῶν ἧμεν γὰρ αἰχμάλωτοι διὰ τὰ παραπτώματα ἡμῶν δοὺς δὲ τὸ αἷμα αὐτοῦ λύτρὸν ὑπὲρ ἡμῶν ἐλυτρώσατο τῆς ἐν ᾗ κατειχόμεθα τυραννίδος καὶ πῶς τοῦτο τὸ φρικτὸν γέγονεν οὐκ ἐστὶν εἰπεῖν πλὴν ὅτι πλοῦτος ἐστὶ χάριτος περισσεία χάριτος ὑπερβολή οὐκ ἔστιν ἄλλο εἰπεῖν τοῦτο δὲ τὸ περὶ ἡμᾶς ἄφατον μυστήριον οὑ μόνον ἐνήργησεν ἀλλὰ καὶ ἐφανέρωσεν ἡμῖν αὐτό πῶς φρενώσας καὶ σοφίσας ἡμᾶς εἰς κατάληψιν αὐτοῦ πάντα τῆς ἐκείνου εὐεργέσιας τὸ ἐνεργῆσαι περὶ ἡμᾶς τὸ ἄφατον ἐκεῖνο μυστήριον τὸ γνωρίσαι αὐτὸ πάλιν ἡμῖν καὶ γὰρ καὶ τοῦτο μεγάλης καὶ ἁφάτου στοργῆς καὶ κηδεμονίας τὸ γνωρίσαι ἡμῖν τοῦ θελήματος αὐτοῦ τὸ μυστήριον οἷον τὸ ἐγκάρδιον αὐτοῦ καὶ ἀπόκρυφον βούλημα ὁρᾶς τίνων ἡμᾶς ἁξιοῖ καὶ τοῦτο ἧν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἐν τῷ υἱῷ αὐτοῦ τουτέστιν διὰ τοῦ υἱοῦ προωρισμένον κατ’ εὐδοκίαν γενέσθαι εὐλόγως δὲ πάλιν εἶπεν τὸ κατ’ εὐδοκίαν καὶ ὅτι διὰ τοῦ υἱοῦ ἧν προτεθειμένον γενέσθαι ἐπειδὴ γὰρ εἰπων αὐτὸ κατ’ ἀρχὰς καὶ αἰτίας αἰτίαις ἐν τῷ μεταξὺ συνείρων ἀπέστησεν πολὺ τὸν ἀκροατὴν τοῦ λόγου πάλιν ὥσπερ ἐπαναμιμνήσκων αὐτὸν καὶ ἐπαναλαμβάνων ὅτι πάντα διὰ τοῦ υἱοῦ γέγονεν εὐδοκίᾳ τοῦ πατρός τοῦτο προσφόρως ἐπισυνάπτει καὶ τίθησιν εἶτα ταῦτα δέ φησίν εἰς οἱκονομίαν τουτέστιν ἐπὶ ἀφάτῳ προνοιᾳ καὶ διοικήσει τῶν τῆς συντελείας καιρῶν τουτέστιν τῶν κατὰ τὴν συντέλειαν πραγμάτων ὅσα γὰρ ἐπράχθη διὰ τὴν τότε ἡμῖν ἀποκαλυφθησομένην δόξαν ἐπράχθη διὸ καὶ ὁ χριστὸς τότε διὰ τῆς ἐκ βάσεως τῶν πραγμάτων φανεροῦται ἀνακεφαλαιόυμενος τὰ πάντα ἐν αὐτῷ
4Ph114vEph.1.1 ἡ ὅτι οὐ μόνον τὸ πραχθῆναι τὸ περὶ ἡμᾶς μυστήριον διὰ τοῦ υἱοῦ προωρίσθη γενέσθαι κατὰ εὐδοκίαν τοῦ θελήματος τοῦ πατρός ἀλλὰ καὶ τὸ ἁξιωσθῆναι ἡμᾶς μαθεῖν τοῦτο ὁμοίως διὰ τοῦ υἱοῦ ἡμῖν γέγονεν κατ’ εὐδοκίαν τοῦ πατρός πάντα μὲν γὰρ ὁ υἱὸς ἐποίησεν καὶ ἔπαθεν ἵνα υἱοθετήσῃ καὶ υἱοθέτησεν ἀλλὰ καὶ ἐν πᾶσιν τούτοις εὐδόκησεν ὁ πατήρ καὶ ἡθέλησεν ἢ οὖν ὡς προεγράφη ἐκληπτέον τὸ εἰπεῖν β τὸν θεῖον παῦλον τὸ μυστήριον τοῦ θεληματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν καὶ ἑξῆς ἢ ὡς νῦν ἀνεπτύχθη ἑκατέρᾳ γὰρ διανοίᾳ οὐ διϊσταται τοῦ εὐλόγου
4114vEph.1.3δ ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ διὰ χριστοῦ γὰρ ἡμῖν ἡ εὐλογία οὐ διά τινος τῶν προφητῶν ὡς ἰουδάιοις διὰ μωυσέως καλῶς δὲ τὸ ἐν τοῖς ἐπουρανίοις οἷον πράγμασιν οὐδὲν γὰρ γήϊνον παρ’ ἡμῖν ὡσπὲρ ϊουδαίοις ἐκεῖ γὰρ γῇ τὲ ῥέουσα μέλι καὶ γάλα καὶ τὰ ἀγαθὰ τῆς γῆς φάγεσαι καὶ εὐλογήσει κύριος τὴν γῆν σου ἐνταῦθα δὲ πάντα περὶ βασιλέιας οὐρανιῶν
5114vEph.1.4ε καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμος ὥσπερ εὐλόγησεν ἡμᾶς διὰ χριστοῦ οὕτως καὶ ἐξελέξατο δι’ αὐτοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως τὸ δὲ πρὸ καταβολῆς κόσμου δηλοῖ ὅτι τοῦτο πάλαι ἦν ὁρισθὲν σώθῆναι διὰ τῆς εἰς χριστὸν πίστεως τοὺς ἐπὶ γῆς τὸ δὲ καταβολῆς δηλοῖ ὅτι ἀπὸ ὕψους τινὸς τῆς τοῦ θεοῦ δυνάμεως κατεβλήθη ὁ κόσμος
6114vEph.1.4ϛ εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ ἐξείλετο ἡμᾶς φησιν ἐπὶ τούτω τῷ ὅρῳ εἰς τὸ εἶναι ̔ἡμᾶς ἁγιόυς κατὰ πίστιν ἀμώμους κατὰ βίον κατενώπιον αὐτοῦ φησιν εἰσὶ γάρ τινες ἄμωμοι τοῖς ἀνθρώποις δοκοῦντες ἀλλ’ οὐ τοῦτο φησιν ἀλλὰ κατενώπιον αὐτοῦ τοῦτο δέ φησιν διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἐπόιησεν
7114vEph.1.5ζ προορίσας ἡμᾶς εἰς ὑιοθεσίαν διὰ ἰησοῦ χριστοῦ εἰς αὐτόν μέγα μὲν καὶ τὸ εἰς ὑιοθεσίαν εἰσαχθῆναι θεοῦ μέιζον δὲ τὸ καὶ διὰ τοῦ ὑιοῦ τοῦτον ἐστι τεθῆναι ὑιοθεσίαν δὲ πόιαν τὰ εἰς αὐτόν φησι φέρουσαν τὸν θεὸν
7ex114vEph.1.5 * κατὰ τὴν εὐδοκίαν εὐδοκίαν γὰρ τὴν ἐπ’ εὐεργεσία βούλησιν ἔθος τῇ θεία` καλεῖν γραφῇ
8114vEph.1.5-Eph.1.6η τοῦ θελήματος αὐτοῦ εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ταῦτα δὲ πάντα ἐπόιησεν εἰς ἡμᾶς δι’ ἀλλομὲν οὐδὲν πλὴν ὅτι ἐβουλήθη καὶ σφόδρα ἐπεθύμησεν χάριτι σῶσαι τοὺς ἐπὶ γῆς πρὸς τὸ ἐκ τούτου ἐπαινεῖσθαι καὶ δοξάζεσθαι τὴν ἁγίαν αὐτοῦ δόξαν τῆς χάριτος
9114vEph.1.6θ ἐν ἧ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ ἐχαρίτωσεν δὲ πρῶτον μὲν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ · ἔπειτα ἐπεράστους ἐποίησεν ἀγγελόις ἀρχαγγέλοις ταῖς ἄνω δυνάμεσιν τοῖς ἐυηρεστηκόσιν αὐτῷ ἁγίοις ἐπιθυμήσει γάρ φησιν ὁ βασιλὲυς τοῦ κάλλους σου τὴν δὲ χάριν τάυτην διὰ τοῦ ἠγαπημένου χριστοῦ τοῖς ἐπὶ γῆς δεδώκεν αὐτὸς γὰρ ὁ μεσίτης
10114vEph.1.6-Eph.1.7ι ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ δί οὗ φησιν ἔχομεν τὴν ἄφεσιν διὰ τοῦ αἵματος αὐτοῦ ὑπάρξασαν ἡμῖν θαυμαστὸν γὰρ τὸ μὴ μόνον ὑπὲρ ἐχθρῶν ἀλλὰ καὶ τὸν ὑιὸν δοῦναι καὶ πρὸς θάνατον διὰ τοῦ αἵματος τοὺτο γὰρ τῶν δωρεῶν τὸ φρικωδέστατον
11114vEph.1.7ια τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ ταῦτα δὲ ἐποίησεν φησι κατὰ τὸν πλοῦτον τουτέστιν ἐν τῷ πλόυτῳ τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς πανταχόθεν ὑπερβολάι ὅτι τὲ πλοῦτος ἐδόθη καὶ πλοῦτος θεοῦ Καὶ χάριτος πλοῦτος καὶ ὅτι περίσσευσεν τουτέστιν περισσευθῆναι ἐπόιησεν
12114vEph.1.7-Eph.1.8ιβ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἢ σοφῶς καὶ φρονίμως ἐγνώρισεν ἡμῖν ἠ σοφοὺς καὶ φρονίμους ποιήσας ὅυτως ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ὡσὲι εἶπεν τὰ ἐν τῇ καρδία αὐτοῦ τί γὰρ ἶσον τοῦ μυστηρίου τούτου τοῦ δοῦναι τὸν ὑιὸν ὑπὲρ τῶν ἐχθρῶν
13114vEph.1.9ιγ κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ γνωρίσας ἡμῖν κατὰ τὴν βουλὴν αὐτοῦ ἢν βουλὴν πρόεθετο ἐν αὐτῷ τουτέστιν τῷ χριστῷ πληρῶσαι καὶ ἁπλῶς τοῦτο πρόεθετο φησιν τοῦτο ἐβουλέυετο ὁ πατὴρ τὴν ἀπαρχὴν τοῦ φυράματος ἡμῶν ἐκ δεξιὼν αὐτοῦ καθίσαι
14114vEph.1.9-Eph.1.10ιδ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν ταύτην δὲ τὴν ευδοκίαν διατί πρόεθετο διατί εἰς οἰκονομίαν φησὶ τουτέστιν εἰς χρηστὴν καὶ ἐπωφελῆ διοίκησιν τοῦ πέρατος τῶν καιρῶν ἐν γὰρ τοῖς ἐσχάτοις καιροῖς ἡ σώτηριος οἰκονομία γέγονεν τῆς ἐνανθρωπήσεως
15114vEph.1.10ιε ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς συνάψαι ἐνῶσαι μίαν κεφαλὴν παρασχεῖν ἀγγέλοις καὶ ἀνθρωποις τὸν χριστὸν ἀπεσχισμένοι γὰρ ἢσαν οἱ ἄγγελοι καὶ οἱ ἄνθρωποι συνῆψεν οὖν αὐτοὺς καὶ ἤν ωσεν διὰ χριστοῦ
15ex115rEph.1.10 * ἀνακεφαλαίωσιν καλεῖ τὴν σύντομον των πραγμάτων μεταβολὴν δια γὰρ της κατὰ τὸν δεσπότην χριστὸν οἰκονομίας καὶ τῶν ἀνθρωπῶν ἡ φύσις ἀνίσταται καὶ τὴν ἀφθαρσίαν ἐν δύεται καὶ ἣ ὁρωμέν η κτίσις τῆς φθορας ελευθερουμένη τευξειται τῆς ἀφθαρσίας καὶ τῶν αὀράτων οἱ δῆμοι ἐνευφροσύνῃ διατελέσουσιν ἐπειδὴ ἀπέδρα ὁ δύνη καὶ λύπη καὶ στεναγμός τοῦτο δὶα τῶνδε τῶν ῥηρτῶν ἐδίδοξας ὁ θεῖος ἀπόστολος οὐ γὰρ ἁπλῶς εἶπεν τὸν οὐρανὸν καὶ τὴν γῆν ἀλλὰ καὶ τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς καὶ δεικνὺς τὸ τῆς οἰκονομίας μυστήριον ἐπήγαγεν ἐν αὐτῷ τουτέστιν ἐν τῷ χριστῷ
16115rEph.1.11ιϛ ἐν αὐτῷ πάλιν τὸ ἐν αὐτῷ τουτέστιν δι’ αὐτοῦ τοῦ χριστοῦ
16ex115rEph.1.11 * ἐν ᾧ καὶ δι’ οὖ φησι χριστοῦ καὶ ἐκληρώθημεν ἀλλ’ ἐπειδὴ ὁ κλῆρος συν κυρίας μᾶλλον καὶ οὐκ ἀρετῆς ἐστιν διορθοῦται αὐτὸ καὶ φησὶν προορισθέντες οὐκ ἂν δὲ προωρίσθημεν εἰ ἀνάξιοι ἦμεν
16ex2115rEph.1.11 * ἐκληρώθημεν προορισθέντες ἄνωθεν γὰρ προορίσας ἡμᾶς εις ταύτην απεκλήρωσεν τὴν ζωὴν ὁ πάντα ποιῶν ὅσα βούλεται δίδασκει δὲ σαφέστερον εἰς ποῖον προωρίσθημεν κλῆρον
17115rEph.1.11ιζ κατὰ πρόθεσιν θεοῦ τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν γνώμην τοῦ τὰ πάντα ἐνεργοῦντος θεοῦ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς
18115rEph.1.11ιη κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ εἶτα οὐκ ἄρκεσθεις τὸ εἰπεῖν προορισθέντες καὶ κατα πρόθεστιν ἐπάγει κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ δεῖξαι γὰρ βούλεται ὅτι οὐκ ἐνπαρεπομένῳ ἐκλήθη τὰ ἔθνη διὰ τὸ ἀπο σκιρτῆσαι ϊουδαίους ἀλλὰ ἄνωθεν τοῦτο προώριστο καὶ ἐν πρωτο τύπω ἔκειτο ἐπειδὴ γὰρ ὁ χριστὸς προτρεπομενος τοὺς ἰουδαίους φησὶν οὐκ ἦλθον εἰμὴ εις τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου ἰσραήλ καὶ πάλιν εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε σπουδάζει νῦν δεῖξαι ὁ παῦλος ὅτι προτροπῆς ἐνεκεν καὶ ἐφελκύσεως ἰουδαίων ἐκεῖνα ἔιρηται ὡς τό γε ἀληθὲς ἄνωθεν ὥριστο ἡκλῆσις τῶν ἐθνῶν
19115rEph.1.12ιθ εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον ἡμᾶς τίνας τοὺς προηλπικότας ἐν τῷ χριστῷ φησὶ τουτέστιν τοὺς πιστούς ἐκ τοῦ καθ’ ἡμᾶς γὰρ πράγματος μάλιστα δόξαστεος ὁ θεός ὅτι ὅυτως αὐτοῦ ἠλλοτριωμένους ἔσωσεν
19ex115rEph.1.12 * δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ χριστῷ πάντες γὰρ ὁρῶντες τοὺς εἰς τὸν δεσπότην πεπιστευκότας χριστὸν ἀνυμνοῦσι τὸν τουτων αἴτιον τῶν ἀγαθῶν
20115rEph.1.13κ ἐν ᾧ καὶ ἡμεῖς ἀκοῦσαντες δι’ οὒ χριστοῦ ὅυτως καὶ πρὸς ἑβράιους ἐλάλησεν φησιν ἡμῖν ἐν ὑιῷ
21115rEph.1.13κα τὸν λόγον τῆς ἀληθείας οὐκ ἔστι γὰρ τύπος ὡς ἐπὶ ϊουδαίων ἀλλ’ αὐτὴ ἡ ἀλήθεια
22115rEph.1.13κβ τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν εὐαγγέλιον σωτηρίας ἔστι μὲν καὶ ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νόμου ἔστι δὲ καὶ ὅτι τοὺς πιστέυοντας σώζει
23115rEph.1.13κγ ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνευμάτι τῆς ἐπαγγελίας τῷ ἁγίῳ δι’ οὗ εὐαγγελίου καὶ τῆς ἐν αὐτῷ πίστεως ἐσφραγίσθητε τῷ πνευματι τῆς ἐπαγγελίας ἢ τῷ ἐπαγγελλομένῳ τὰ μυρία ἀγαθά ἣ ἵνα διὰ τῆς σφραγίδος τύχη τε τῶν ἐπαγγελιῶν ὥσπερ γὰρ δήλους ποιῶν τοὺς αὐτοῦ θεὸς σφραγίζει αὐτοὺς τῷ ἁγίῳ πνεύματι
23ex115rEph.1.13 * οἷον τινα σφραγίδα τὴν τοῦ πνευματός ἐκομίσασθε δωρεάν ἐπαγγελίαν δὲ ὡς τοῦ κυριοῦ ἐπαγγειλαμένου πέμψειν τὸ ἅγιον πνευμα
24115rEph.1.13-Eph.1.14κδ ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν ὁ ἀρραβὼν πιστοῦται τὸ ὅλον τὴν τοίνυν ὑιοθεσίαν καὶ τὰ μυρία ἀγαθὰ πιστόυμενος ὁ θεὸς δὲδωκεν ἀρραβὼνα τῆς ἐπουρανίου κληρονομίας τὸ ἅγιον πνεῦμα
24Ph115rEph.1.14 φωτ ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ὅς ἐστι τὸ πνεῦμα φησιν ἐποιήσατο δὲ τὴν μέταληψιν τοῦ ἅρθρου οὐκ ἀπὸ τῆς προφορᾶς τῆς κατὰ τὸ πνεῦμα ἀλλὰ ἀπὸ τῆς ἐννοίας τῆς ἀπὸ τοῦ θεὸς ἐπεῖ γὰρ εἶπεν πνευματι τοῦτο δὲ ἐστιν θεὸς ἐπάγει οἰκείως καὶ βαθύτερον συντάσσων ὅς ἐστιν ἀρραβῶν καὶ ἐξῆς
25115rEph.1.14κε εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως περιποίησιν ἡμᾶς καλεῖ διὰ τὸ περιποιήσασθαι ἡμᾶς τὸν θεὸν ὁ οὖν ἀρραβών φησι καὶ πρὸς τοῦ τό ἐστιν εἰς τὸ ἀπολυτρώσασθαι τὴν περιποίησιν αὐτοῦ ἐκεῖ δὲ ἔσται ἡ καθαρὰ ἀπολύτρωσις ὅταν μὴ μόνον ἁμαρτιῶν ἀλλὰ καὶ τοῦ μετὰ ἁμαρτωλῶν συνοικεῖν λυτρωθῶσιν οἱ ἅγιοι
26115rEph.1.14κϛ εἰς ἔπαινον τῆς δόξης αὐτοῦ τοῦτο συνεχῶς ἐπιλέγει πιστούμενος τὸ πάντως ἔσεσθαι τὰ ἐπηγγελμένα ὣσει ἔλεγεν εἰ μὲν ἡμῶν ἕνεκεν ταῦτα ἐπηγγείλατο κἂν ἀμφιβάλλειν ἦν εἰ δὲ διὰ τὸ θαυμασθῆναι τὴν δόξαν αὐτοῦ τίς αντερεῖ λοιπόν
27115rEph.1.15κζ διὰ τοῦτο κἀγώ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν διὰ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς ὁρθῶς πιστέυουσι καὶ βιοῦσι καὶ διὰ τὸ ἐν τοῖς σωθησομένοις τετάχθαι ὑμᾶς
27Ph115rEph.1.15 φωτ καθ’ ὑπερβατὸν τὴν ἐν τῷ κυριῷ ἰησοῦ καθ’ ὑμᾶς πίστιν ἢν ὑμεῖς φησιν κέκτησθε
28115rEph.1.15κη ἐν τῷ κυρίῳ ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους πλέον γὰρ ἀπάντων διὰ τὴν πίστιν ἡμῶν εὐχαριστητέον τᾦ θεῷ ὅτι νοῦν ἡμῖν πρὸς τὸ πιστεῦσαι δέδωκεν
28a115rEph.1.15κθ ἀεὶ τῇ πίστει συνάπτει τὴν ἀγάπην καλλίστην ἀποτελῶν ξυνωρίδα
29115rEph.1.15λ οὐτοῖς παρ’ αὐτοῖς μόνοις
29ex115rEph.1.15-Eph.1.17 * ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τοῦτο κατὰ διαίρεσιν τέθεικεν τὸν γὰρ αὐτὸν τοῦ αὐτοῦ καὶ θεὸν ἐκάλεσεν καὶ πατέρα θεὸν μὲν ὡς ἀνθρώπου πατέρα δὲ ὡς θεοῦ δόξαν γὰρ τὴν θεῖαν φύσιν ὠνόμασεν
29ex2115rEph.1.17 * τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ὁ πατὴρ τῆς δόξης τί δὲ παρακαλεῖς καὶ ποίαν μνείαν ποιῇ ἱνά φησιν ὁ θεὸς τοῦτο διὰ τὴν σάρκα φήσιν
30115rEph.1.17λ ὁ πατὴρ τῆς δόξης ἀὲι πρὸς τὸ προκείμενον ὀνομάζει τὸν θεὸν Θεὸν οἰκτιρμῶν καλῶν καὶ θεὸν εἰρήνης καὶ θεὸν δυνάμεων νῦν δὲ αὐτὸν πατὲρα δόξης καλεῖ μεγίστην γὰρ δόξαν καὶ τιμὴν ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων ἅτινα παρασχεθέντα ἡμῖν γενικῷ ὀνόματι καλεῖ δόξαν διὰ τοῦ λαμπροτέρου παρ’ ἡμῖν ὀνόματος ταύτης οὖν τῆς δόξης φησὶν πατὲρα αὐτὸν καὶ οἷον δημιουργόν
31115rEph.1.17λβ δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ̓πιγνώσει αὐτοῦ ἄρα πνευματικῆς δεῖ σοφίας ἡμῖν εἰς τὸ ἐπιγνῶναι τὰ παρὰ τοῦ θεοῦ δωρηθέντα ἡμῖν ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος μωρία γὰρ αὐτῷ ἐστιν
32115rEph.1.18λγ πεφωτισμένους τοὺς ὀφθαλμοὺς ὁ γὰρ τὸν θεὸν γνοῦς ὡς ἐχρὴν οὐκ ἂν περὶ ἑτερόυ τινὸς τῶν ὑπὸ θεοῦ γενομένων ἀμφιβάλλοι ὡς τόδε δυνατὸν ἢ τόδε ἀδύνατον αὐτῷ πάντα γὰρ δυνατὰ τῇ θεῖᾳ φύσει ταύτην δὲ οὐκ ἂν ἄλλως σχόιη τίς τὴν γνῶσιν εἰ μὴ διὰ πνεύματος ἁγίου τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾶ καὶ τὰ βάθη τοῦ θεοῦ
32ex115vEph.1.18 * τοὺς ὀφθαλμοὺς ἄλλως γὰρ οὐκ ἐνι ἐπιγνῶναι θεὸν
33115vEph.1.18λδ εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ ἐπειδὴ γὰρ τοῦτο μέλλον ἐστὶ πνευματικῆς δεῖται ἀποκαλύψεως κλῆσιν δὲ φησιν Τὸ ἐπὶ ποίαις ἐλπίσιν ἐκλήθημεν δῆλον δὲ ὡς ἐπὶ υἱοθεσία καὶ κληρονομία βασιλείας οὐρανων καὶ ἐπὶ τὸ γενέσθαι ἡμῶν κεφαλὴν τὸν χριστὸν
34115vEph.1.18λε καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις βαβαὶ πόσα ὑπερέχοντα ῥήματα πλοῦτος δόξα κληρονομία θεοῦ ἐν τοῖς ἁγίοις δὲ ἔσται ταῦτα τῶν γὰρ τοιόυτων ἄξιοι οἱ ἅγιοι καὶ τοῦτο τοιγὰρ οὖν πνευματικῆς δεῖται χάριτος
35115vEph.1.18-Eph.1.19λϛ καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας εἶπεν τινα μέλλοντα λέγει καὶ γεγονὸς ἵνα ἐκ τοῦτου πιστώσηται κακεῖνα ποῖον δὲ τοῦτο αὐτὸ τὸ πιστεῦσαι ἡμᾶς ὄντως γὰρ μέγιστης δυνάμεως θεοῦ δεῖγμα τῷ ἡμᾶς οὕτω θηριώδεις πιστεῦσαι θεῷ καὶ τὰ οὐράνια φιλοσοφεῖν
35Ph115vEph.1.19 φωτ καὶ τί τὸ ὑπερβάλλον τὸ γὰρ καθ’ ὑπερβολὴν μέγεθος τῆς ἁφάτου δυνάμεως αὐτοῦ καὶ εἰς ἡμᾶς τοὺς πιστεύοντας ἐπιδείκνυται πῶς ὅτι τοῖς πάθεστι πάσας τάς αἰσθήσεις νενεκρωμένας ἔχοντας καὶ αὐτὸν τὸν λογισμὸν τούτοις ἐντεθαμμένον καὶ συγκεχωσμένον ἀνέστησεν καὶ ἐζώωσεν εἰς τὸ δέξασθαι ἡμᾶς τῆς πίστεως αὐτοῦ τὴν αἵγλην καὶ τὴν λαμπρότητα ὅντως τοῦτο κράτος ἱσχῦος αὐτοῦ διὸ καὶ συνιέναι αὐτοῦς διὰ τῆς τοῦ πνεῦματος σοφίας ἐπέυχεται τοῦτο ἀν γὰρ συνιῶμεν ὃ εὐεργετήμεθα μὰλλον τε τὸ δῶρον περιπτυξόμεθα καὶ τῷ εὐεργέτη εὐχαρίστως ἐσόμεθα διακείμενοι τὸ δὲ κατὰ τὴν ἐνέργειαν ἦν ἐνήργησεν ἐν τῷ χριστῷ ἢ ὅτι τῆς αὐτῆς ἐστιν ἰσχύος καὶ ἐνεργείας τὸ ἀναστῆναι ἡμᾶς τοῦ ψυχικοῦ θανάτου καὶ τὸ ἀναστῆναι τοῦ σωματικοῦ τὸν χριστὸν καὶ θεὸν ἡμῶν ἢ κατὰ τὴν ἐνέργειαν φησιν αἰτίαν ἀποδιδοὺς τῆς ἐγέρσεως ἡμῶν οἷον δι’ ἢν πεπιστεύκαμεν καὶ δι’ ἢ ἀνέστημεν τοῦ ψυχικοῦ θανάτου ἡ γὰρ ἐνέργεια ἢν ἐνήργησεν ἐν τῷ χριστῷ ἢ ὅτι τῆς αὐτῆς ἐστὶν ἰσχύος ἐγείρας αὐτὸν καὶ ἑξῆς αὕτῃ γέγονεν αἰτία τοῦ πιστεῦσαι καὶ ἀνενεγκεῖν ἡμᾶς τῆς προτέρας πλάνης ἀνέστῃ γὰρ ὅτι τέθνηκεν τέθνηκεν δὲ ὅτι σεσάρκωται σεσάρκωται δὲ ἵνα ἡμᾶς τῇ οὐ προτέρας πλαγος υἱοποιήσηται καὶ ταῦτα πάντα τῆς ἐνεργείας ἐστι τῆς αὐτοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν τὸ οὖν κατὰ τὴν ἐνέργειαν ἵνα εἴπῃς διὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ κατ’ ἐκείνην γὰρ καὶ δι’ ἐκείνην καὶ πεπιστεύκαμεν καὶ σεσώσμεθα ἢ καὶ τί τὸ ὑπερβάλλον μέγεθος αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας τοῦτο φησιν ὅτι τὴν ἀπαρχὴν ἡμῶν ὑπεράνων πάσης ἀρχῆς καὶ δυνάμεως καὶ ἐξουσίας καὶ κυριότητος ἀναστήσας τὸν χριστὸν ἐν δεξιᾷ αὐτοῦ ἐκάθισεν εἰ γὰρ καὶ ἐξ ὅλου τοῦ ἀνθρωπίνου φυράματος τὸ πρόσλημμα ἡμῶν ὀ λόγος καὶ θεός ἡμῶν προσελάβετο ἀλλ’ οὖν ἀπαρχὴ τῶν πιστεύοντων ἐστι μόνον καὶ αὐτῷ κατακολουθούντων ὥσπερ καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς τοῖς πιστέυουσιν ἀλλ’ οὐκ ἐν πᾶσιν οὐ γὰρ καν τοῖς ἀπίστοις οὕτως καὶ ἐκλαμβανόμενου καὶ τί τὸ ὑπερβάλλον μέγεθος καὶ ἐξῆς τοῦτο γὰρ καὶ τὸ καθ’ ὑπερβολὴν μέγεθος αὐτοῦ μάλιστα παρίστησι τὸ τὴν γηγενῆ φύσιν ὑπεράνω τῶν οὐρανῶν ἀνυψῶσαι καὶ ὑπὸ τῶν ἀσωμάτων τάξεῶν προσκυνουμέναι δεῖξαι ὅυτῶς οὗν παραληφθείσης τῆς τοῦ ῥητοῦ διανοίας ἀκόλουθος τε καὶ σαφὴς καὶ ἡ ἔννοιᾳ τῶν ἐφεξῆς ἐκ γὰρ τῆς ἐνεργείας ἢς ἐνήργησεν ἀναστήσας τὸν χριστὸν καὶ τὸ τὴν ἡμέτεραν ἀπαρχὴν συνεδριάσαι γέγονεν τῷ πατρῖ καὶ ἡμῖν τοῖς πιστοις τὸ ὑπερσεμνύνεσθαι καὶ ὑπερεγκαλλωπίζεσθαι ἐπὶ τούτῳ
36115vEph.1.19λζ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ γέγονεν φησι γέγονε δὲ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ εἰ γὰρ μὴ ἐνήργησεν ἐν ἡμῖν οὐκ ἂν ἐπίστευσαμεν
37115vEph.1.19-Eph.1.20λη ἣν ἐνήργησεν ἐν τῷ χριστῷ ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ποῖαν δὲ ἐνέργειαν λέγεις ἐνηργηκέναι εἰς ἡμᾶς ἵνα πιστεύσωμεν ἥν φησιν ἐνήργησεν καὶ ἐν τῷ χριστῷ ἐγέιρας αὐτὸν ἐκ νεκρῶν ὅτι δὲ καὶ ἓαυτὸν ἐγηγερκέναι εἴρηται πολλαχοῦ δῆλον
37Ph115vEph.1.20 φωτ καὶ ἐκάθισεν ἐν δεξιᾷ πάλιν καὶ ἐτέρως τὸ κράτος τῆς ἰσχύος δηλοῖ τοῦ πατρός οὐ μόνον τὸ ἐγεῖραι τὸν κύριον ἀλλὰ καὶ τῷ καθίσαι ἐνδεξιᾷ αὐτοῦ
38115vEph.1.21λθ ὑπεράνω οὐ λέγει ἄνω ἀλλὰ τὸ ἄγαν ὑψηλὸν δηλῶν ὑπεράνω φησὶν
38ex115vEph.1.21 * πάσης ἅρα ἐστὶ δυνάμεων ἀγγελικῶν ὁ νόματα νῦν μὲν ἀκατονόμαστα τότε δὲ γνωσθησόμεθα
39115vEph.1.21μ ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυρίοτητος οὐ τῆσδε μὲν οὔ τῆσδε νάι ἀλλὰ πάσης ἀσωμάτου δυνάμεως ταῦτα δὲ μετὰ τὴν ἔνσαρκον οἰκονομιαν νόει εἰρῆσθαι τῷ παύλῳ πρὸ γὰρ τῆς σαρκώσεως πρόδηλον ὡς ὁ θεὸς λόγος ἶσα εἶχειν τῷ πατρι κατὰ τὴν ἐξουσίαν ὥσπερ οὖν καὶ νῦν ἔχει καὶ μετα σάρκωσεως
39Ph115vEph.1.21 φωτ ὑπεράνω πάσης ἀρχῆς ἀντι τοῦ παντὸς ῥητοῦ καὶ ὁνομαστοῦ οὐ μόνον τοῦ ἐνταῦθα ὀνομαζομένου ἀλλὰ καὶ τοῦ ἐκεῖθεν δυναμένου ῥηθῆναι καὶ ὁνομασθῆναι ὑπεράνω γὰρ πάντων ὁ ὑιός ἐστιν εἰ καὶ σεσάρκωται
40115vEph.1.21μα καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι εἴτι ἔνι ἐν οὐρανιῷ φησιν πὰντων ἀνωτέρω κεκάθικεν
41115vEph.1.21-Eph.1.22μβ καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ εἶτα ἵνα μὴ ἀκόυων ἐκάθισεν ὑπὲρανω νομίσης αὐτὸν προτετιμῆσθαι μόνον δέικνυσιν ὅτι καὶ δεσπότην αὐτὸν ἐποίησεν πάντων τὴν γὰρ σφοδρὰν καὶ ἧν οὐκ ἔνόμιζον ὑποταγὴν δεῖξαι θέλων ὑπὸ τοὺς πόδας εἶπεν
42115vEph.1.22μγ καὶ αὐτὸν ἔδωκεν κεφαλὴν καὶ τὴν ἐκκλησίαν τῇ δυνάμει συνεκάθισεν τῷ χριστῷ εἰς ἐκεῖνον τὸν θρόνον ὅπου γὰρ ἡ κεφαλὴ ἐκεῖ καὶ τὸ λοιπὸν σῶμα
43116rEph.1.22με /Οεκουμενιου ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ ἢ ὑπερ ἀγγέλους φησὶ καὶ ἀρχαγγέλους αὐτὸν τὸν ὑιὸν ἔδωκεν κεφαλήν ἢ τὸν ὅντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ νοόυμενα χριστόν ἤ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεπόιηκεν τὸ τὸν ὑιὸν δοῦναι κεφαλήν
43Ph116rEph.1.22 φωτ καὶ αὐτὸν ἔδωκεν κεφαλὴν εἰπῶν τὸν χριστὸν κεφαλὴν τῶν πιστῶν εἰπῶν τοὺς πιστοὺς σῶμα αὐτοῦ καὶ πλήρωμα αὐτοῦ καὶ πολλὰ τῆς περὶ ἡμᾶς φιλανθρωπίας καὶ οἰκονομίας εὐεργετήματα ἐπάγει καὶ τῆς θείας αὐτοῦ καὶ ἀκηράτου οὑσίας ἔνδειγμα ἀλλὰ τίνος ἐστὲ σῶμα φησιν τίνος πλήρωμα τίνος τοῦ πληροῦντος τὰ πάντα οὐχ ἐνί τινι ἐνεργείᾳ καὶ διοικήσει ἀλλ’ ἐν πᾶσιν αὐτὸς ἐδημιούργησεν πάντα αὐτὸς ἔδωκεν πνοὴν τοῖς ζῶσιν αὐτὸς συνέχει αὐτὸς προνοεῖται αὐτὸς τὰ πάντα ἐν πᾶσι πράγμασι πληροῖ καὶ διέπει τούτου οὗν τοῦ τηλικούτου καὶ τοσούτου τοῦ εἰς πάντα καὶ ἐν πᾶσιν ἐξαπλοῦντος αὐτοῦ τὰς ἐνεργείας σῶμα καὶ πλήρωμα ἡξίωθημεν καλεῖσθαι ἀλλ’ εἰ ὅυτως νοηθείη τὸ πληρουμένου ἀντι τοῦ πληροῦντος ἐκληφθήσεται ἀκολουθότερον οὗν τῇ λέξει ὡς ἐνόησαν οἰ πρὸ ἡμῶν
44116rEph.1.22-Eph.1.23με ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ ὑπερβολὴ τίς ἐστιν ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν ἀρχήν τινα καὶ ἐξουσίαν νομίσης σωματικῶς φησιν ἡμῶν ἐστὶν κεφαλὴ Καὶ ἡ ἐκκλησία πλήρωμα ἐστὶ τοῦ χριστοῦ ἀποπληροῖ γὰρ καὶ τὸ τέλειον ποιεῖ σῶμα τὴν κεφαλήν ὥσπερ καὶ ἡ κεφαλὴ πληρωτική ἐστὶ τοῦ λοιποῦ σώματος
45116rEph.1.23μϛ τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου οὐδενὸς φείδεται ῥήματος ὁ ἀπόστολος πρὸς τὸ δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἕνωσιν ἡμῶν τὴν πρὸς τὸν χριστὸν διό φησιν τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου δεικνὺς οὐκοινῆ τῆς ἐκκλησίας χρήζοντα τὸν χριστὸν πρὸς τὸ ἀναπληρωθῆναι ἀλλὰ ἑνὸς ἑκάστου ἀνθρώπου πιστοῦ ἂν γὰρ μὴ ὦμεν ὁμέν τις αὐτοῦ ποῦς ὁ δὲ χείρ ὁ δὲ ἕτερον τι μένος οὐκ ἀναπληροῦται αὐτοῦ τὸ σῶμα εἰκότως οὖν καὶ ὁ καθεὶς ἡμῶν χρειώδης ἐστὶν πρὸς τὴν συμπλήρωσιν τοῦ σώματος αὐτοῦ τότε οὖν ἀναπληροῦται ὅταν ὦμεν ἄπαντες ἡνωμένοι ἡ οὖν ἐκκλησία πλήρωμα ἐστὶ τῆς κεφαλῆς τουτέστιν τοῦ χριστοῦ
45ex116rEph.2.1-Eph.2.2 * καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἀμαρτίαις ἐν αἷς ποτὲ τοῦ πάντα αὐτοῦ φησι τὰ μέλη διὰ τῶν παντῶν ἀνθρώπων πληρουμένου χριστοῦ
46116rEph.2.2μζ οὐ τὴν σωματικὴν λέγει τὴν ἐκ τοῦ ἁδὰμ ἀρξαμένην νέκρωσιν ἀλλὰ τὴν ψυχικὴν τὴν ἐξ ἁμαρτιῶν
46ph116rEph.2.2 φωτ ἡ ἀνταπόδοσις μετὰ πολλὴν σύμφρασιν καὶ ὑμᾶς ὅντας φησιν νεκροὺς τοῖς παραπτώμασιν εἶτα πολλαῖς περιβολαῖς μεστώσας τὸν λογὸν μετὰ ἐπαναλήψεως τοῦ αὐτοῦ ῥητοῦ οἷον καὶ ὅντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν ἀπέδωκεν τὸ κατὰ πόδα συνεζωοποίησεν τῷ χριστῷ πολλὴ δὲ αὐτῷ τούτου τοῦ σχήματος ἡ χρῆσις
46ex116rEph.2.2* περιεπατήσατε ἢ ἀπολελυμενως νοήσον ὅ ἐν τῶν νῦν φησι κόσμω περιεπατήσατε ἐν ἁμαρτίαις
47116rEph.2.2μη κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου αἰῶνα κόσμου τούτου τὸν διεστραμμένον βίον φησὶ καὶ τὸν ἐν ἁμαρτίαις δια τὸ πλεονάξειν ἐν τῷ παρόντι βίῳ τὰς ἁμαρτίας ἄρχοντα δὲ ἐξουσιῶν τὸν σατανᾶν διὰ τὸ τοὺς πολλοὺς ἡμῶν ἑκόντας ἐκ δεδωκέναι ἑαυτοὺς ὑπὸ τὴν αὐτοῦ ἐξουσίαν οὐδὲ γὰρ ἐκ θεοῦ ἀλλ’ ἐξ ἡμῶν ἄρχειν κεχειροτόνηται ἄρχοντα οὖν αὐτὸν λέγει πρὸς τὰ παρόντα ὁρῶν
47ex116rEph.2.2* κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας σαφῶς ἡμᾶς ἐδίδαξεν ὡς πάλαι [μ̣ὲ̣ν̣]ὁ διάβολος τοῦ αἐρος ἐνεπιστεύθη τὴν ἐξουσιαν ἐκπεσὼν δὲ ταὐτης διὰ τὴν πονηρίαν διδασκαλος δυσσεβειάς καὶ πονηρίας ἐγένετο οὐμὴν ἁπᾶντων κρατεῖ ἀλλὰ μόνων τῶν οὐ προσιεμένων τὰ θεῖα κηρύγματα τούτους γὰρ ὑιοὺς ἀπειθέιας εἲπεν τῆς θείας ἐυεργεσίας τοὺς ἐφεσίους ἀναμιμνήσκων ὅτι νεκροὺς ἥδη γεγενημένους διὰ τὴν ἁμαρτίαν καὶ ὑπο τὴν ἐξουσίαν τελοῦντας τοῦ διαβόλου τῆς σωτηρίας ἠξίωσεν
48116rEph.2.2μθ τοῦ ἀέρος τοῦ πνεύματος καλῶς τὸ τοῦ αἔρος προσέθηκεν εἰ γὰρ καὶ ἄρχοντα αὐτὸν ἡμεῖς ἐχειροτονήσαμεν ὑπὸ τὸν οὐρανὸν ἐστιν αὐτοῦ ἡ ἀρχὴ οὐχ ὑπὲρ τὸν οὐρανὸν ὁ δὲ ὢν ὑπὸ τὸν οὐρανὸν ἠ ἐν τῇ γῇ ἐστιν ἢ ἐν τῷ αἔρι οὗτος δὲ ὡς ὥν πνευμᾶ ἐν τῷ αἔρι ἐστὶν φύσις γὰρ τοῖς πνέυμασιν ἡ ἐναερίος διατρίβη ὅρα δὲ τὸ κατὰ πόδα τοῦ χωρίου κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας ποῖον τοῦτον τὸν τοῦ αἔρος ἄρχοντα τουτέστιν τὸν αἔριον ἄρχοντα οὐ γὰρ αἔρος ἄρχει ἀλλὰ ἐναερίων εἶτα πάλιν ἐπισαφηνίζων αὐτὸ φησι τοῦ πνευματος πνεῦμα γὰρ ὁ σατανᾶς ἔπειδὴ ὡς πρὸς ἡμᾶς καὶ ἀσώματος ἢ ὅτι ἄρχων ἐστὶν τοῦ αἔρος τοῦ πνευματος τουτέστιν τοῦ ὄντος ἐν τῷ αἔρι πνευματος οἶον τῶν αἐρίων πονηρῶν πνευματῶν ἄρχων γὰρ αὐτῶν πρὶν πέση ἄρχει καὶ μετα τὸ πεσεῖν
48ex116rEph.2.2οικουμενου ὥστε κατὰ τὸ νοὴμα τοῦτο ὁ μᾶλλον καὶ ὁ ἁγίος κύριλλος καὶ ὁ ἁγίος ἱωαννης δέχεται καὶ ἅρχων μέν ἐστι τῶν μετ’ αὐτοῦ πεσόντων ἡμῶν δὲ οὐκ ἀρχει οὐδὲ ἧρξεν ἀλλὰ μόνον ἐνεργεῖ ἐξὸν δὲ ἡμῖν μη δέξασθαι αὐτοῦ τὴν ἐνέργειαν
48Ph116rEph.2.2 φωτ κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας ἄρχει γὰρ καὶ ἐξουσιάζει ὁ σατατανᾶς τῶν αἐρίων καὶ πονηρῶν πνευμάτων καθ’ ὃν τουτέστι καθ’ οὗ βουλὴν καὶ θέλημα ὑμεῖς περιπατήσαντες καὶ νεκρωθέντες καὶ ὀργῆς τέκνα γεγονότες τῷ πλουσίῳ ἐλέει τοῦ θεοῦ καὶ τῇ ἀνυπερβλήτῳ τῷ ἀγάπῃ ἀνέστημεν καὶ ἐζωοποιήθημεν
49116vEph.2.2-Eph.2.3ν τοῦ νῦν ἐνεργοῦντες ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστάφημεν ποτὲ ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν ὁρᾶς ὅτι οὐκ εἶπεν ἀναγκάζοντος ἢ βιαζομένου ἀλλ’ ἐνεργοῦντος καίτοι εἰ ἄρχων ἦν τῇ ἀληθεία καὶ μὴ ἐκ τῆς ἡμῶν ῥαθυμίας καὶ πονηρίας κεχειροτόνητο καὶ τοῦ ἀναγκαζέιν ἐξουσίαζεν ἄν νῦν γὰρ τὸ ἐνεργοῦντος δηλοῖ ὅτι ἑκόντες αὐτὸν παρεδεχόμεθα καὶ ὅτι τοῦ τό ἐστιν ἐπάγει τοῖς ὑιοῖς τοῖς ἀπειθέιας τουτέστιν τοῖς μὴ πειθομένοις μὲν θεῷ ἐκεῖνω δὲ οὐ μὴν ἁναγκαζομένοις εἶτα ἐπάγει ἐνοῖς καὶ ἡμεῖς πάντες ἀνεστράφημεν ἐπειδὴ γὰρ ἤγαγεν μνήμην τῶν ἁμαρτημάτων αὐτῶν εἰκὸς δὲ ἦν αὐτοὺς αἰσχύνεσθαι ἐπ’ αὐτοῖς καὶ ἑαυτὸν κοινωνὸν ποιεῖ καὶ οὐ μόνον εαυτὸν ἀλλὰ καὶ πάντας τάυτη καὶ τὴν δύναμιν τοῦ λυτρωσαμένου χριστοῦ ἀνακηρύττων σαρκὸς δέ φησι τῶν σαρκικῶν ἐπιθυμιῶν
50116vEph.2.3να /Οικουμενιου ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν ὡσεὶ εἶπεν σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες
51116vEph.2.3νβ καὶ ἦμεν τέκνα ὥσπερ τέκνα ἀπωλέιας καὶ γεέννης εἴρηνται οἱ ἄξια ἀπωλέιας καὶ γεέννης πράττοντες οὕτως καὶ τέκνα ὀργῆς ὁι ἄξια ὀργῆς ὅυτως καὶ ὁ ἱούδας ὑιός ἀπωλείας τῷ τὰ τῆς ἀπωλείας πεπραχέναι
52116vEph.2.3νγ φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί τὸ φύσει οἷον ἀληθεία καὶ γνησίως ὡς καὶ οἱ λοιποῖ οὐδεὶς γὰρ ἦν τῶν τοιούτων ἐλεύθερος
53116vEph.2.3-Eph.2.4νδ ὁ δὲ θεός πλούσιος ὤν ἐν ἐλέει οὐχ ἁπλῶς ἐλεήμων ἀ̓λλὰ πλόυσιος ἐν ἐλέει
53Ph116vEph.2.4 φωτ ὁ θεὸς πλούσιος ὣν ἐν ἐλέει ἐν γὰρ τοῖς πειθαρχοῦσι χριστῷ ἀνενέργητος ἐστιν ὁυδὲν ἰσχύει ὁυδὲν ἐξουσιάζει οἱ δὲ αὐτοὺς υἱοὺς καὶ κληρονόμους τῆς ἀπειθείας αὐτοῦ ἀπεργασάμενοι οὗτοι καὶ ἐνεργοῦνται καὶ ἐξουσιάζονται ὑπ’ αὐτοῦ καὶ ἧμεν καὶ ἡμεῖς ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ πῶς ἐν τῷ ποιεῖν τὰ θελήματα αὐτοῦ ἀλλ’ ὁ θεὸς πλούτῳ ἐλέους καὶ ὑπεραγαπήσεως ὡς ἐρρύσατο ἐκεῖθεν καὶ νεκρωθέντας ἀνέστησεν
54116vEph.2.4νε διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς τοῦτο δὲ ἀπὸ τοῦ πολλοῦ ἐλέου γέγονεν πῶς γὰρ ἂν οἱ τέκνα ὀργῆς ὄντες ἠγαπήθημεν
55116vEph.2.5νϛ καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν νεκροὺς ὅσον πρὸς ἔνεργειαν ἀγαθοῦ τινος τοῦτο δὲ γέγονεν φησιν διὰ τὰ παραπτώματα ἡμῶν
56116vEph.2.5νζ συνεζωοποίησεν τῷ χριστῷ πάλιν τὸν χριστὸν εἰς μέσον φέρει ἀξιοπιστον τὸ πραγμα ποιῶν εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ καὶ ἡμᾶς τὸ λοιπὸν αὐτοῦ σῶμα συνεζωοπόιησεν
56ex116vEph.2.5 οικουμενιου νῦν μὲν τῇ δυνάμει ὕστερον δὲ καὶ ἐνεργείᾳ
57116vEph.2.5νη χάριτι ἐστε σεσωσμένοι οὐ καμάτῳ οὐ κατορθώμασιν ἰδίοις δέον γὰρ κολάσαι τοὺς γενομένους τέκνα ὀργῆς ἑσωσεν χάριτι μόνη
58116vEph.2.5-Eph.2.6νθ καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ ὤσπερ γὰρ τῆς ἀπαρχῆς ἡμῶν καὶ τῆς κεφαλῆς τοῦ χριστοῦ ἐγηγερμένης καὶ ἡμᾶς δι’ αὐτοῦ ἥγειρεν ὅυτως αὐτῆς καθεζομένης καὶ τὸ λοιπὸν σῶμα συγκάθηται δίο φησιν ἐν χριστῷ ἰησοῦ τούτεστιν δία ἰησοῦ χριστοῦ ὅτι δὲ καθίσουσιν οἱ ἄξιοι ἄκουε τοῦ χριστοῦ λέγοντος τοῖς μαθηταῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς φυλὰς τοῦ ἰσραηλ καὶ πάλιν τὸ δὲ καθίσαι ἐκδεξιών μου καὶ ἐξευωνύμων οὐκ ἐστιν ἐμὸν δοῦναι ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ πατρός μου τέως οὖν ἡ τοίμασται καὶ πάλιν θέλω ἵνα ὅπου εἰμι ἐγὼ καὶ οἱ διάκονοι οἱ ἐμοι
59116vEph.2.7ξ ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἵνα μὴ τις ἀπιστήση τοῖς εἰρημένοις ὅρα πῶς αὐτὸ πιθανὸν ποιεῖ καὶ φησιν ταῦτα δὲ οὐ τοσοῦτον διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην μόνον ὅσον ἵνα καὶ ἐνδέιξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χαριτός αὐτοῦ ἐν τοῖς μέλλουσιν αἰῶσι φησι
60116vEph.2.7ξα ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν χριστῷ ἰησοῦ τοῦτέστιν οὐκ ἄχρι τοῦ χριστοῦ ταῦτα μόνου στάιη ἀλλὰ δι’ αὐτοῦ ἥξει καὶ εἰς ἡμᾶς ὡς ἀπαρχὴς πρὸς τὸ ὅλον τί δὲ ἥξει τὸ συζωοποιηθῆναι τὸ συγκαθίσαι
60ex116vEph.2.7-Eph.2.8* τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως καὶ τοῦτο οὐκ ἐξ ὑμῶν τῇ διὰ τῆς πίστεως χάριτι
61116vEph.2.8ξβ θεοῦ τὸ δῶρον ἐξ ἠμῶν μὲν ἡ πίστις ἀλλὰ καὶ αὐτῆς πρόφασις ὁ θεὸς εἰ γὰρ μὴ ἐνηνθρώπησεν πῶς εἴχομεν πιστεῦσαι πῶς γάρ φησι πιστέυσουσιν ἐὰν μὴ ἀκούσωσιν διὸ δῶρον θεοῦ καλεῖ τὴν πίστιν ἢ καὶ δῶρον διὰ τοῦτο ὅτι οὐδὲ ἡ πίστις σῶσαι ἵσχυεν καθ’ ἑαυτὴν εἰ μὴ ὁ θεὸς ἑβουλήθη διὰ τῆς πίστεως σῶσαι ὥστε τὸ πιστεῦσαι ἡμᾶς δῶρον θεοῦ καὶ τὸ διὰ πίστεως σωθῆναι δὦρον θεοῦ
62116vEph.2.8-Eph.2.9ξγ οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται οὐκ ἐπειδὴ οὐκ ἐβούλετο ἐξ ἔργων σῶσαι ἀλλ’ ὅτι οὐδεὶς ἴσχυεν ἐξ ἔργων σωθῆναι εἰ μὴ διὰ πίστεως ἐπεὶ οὖν οὐδεὶς ἴσχυσεν ἐξ ἔργων σωθῆναι οὔδε καυχήσεται
62Ph116vEph.2.9 φωτ οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται οὐκ ἐξ ἔργων ἵνα μή τις πρόφασιν ἀπονοίας λάβῃ ὡς ἐξ οἰκείων ἔργων σωθείς καίτοι καὶ εἰ ἐξ ἔργων ἐνῆν σώζεσθαι οὐδ’ οὕτως φησιν ἐχρῆν εἰς ἀπόνοιαν καὶ καύχης ἐκπεσεῖν διὰ τί ὅτι ποίημα ἐσμὲν τοῦ θεοῦ καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἐπὶ τῷ ἀγαθοεργὴν κτισθέντες ὥστε καὶ εἰ ἐξ ἔργων ἐσωζόμεθα εἰς θεὸν ἂν εἴημεν δίκαιοιάν ἀφερεῖν τὴν αἰτίαν καὶ τὴν εὐχαριστίαν ὅτι αὐτὸς ἡμᾶς ἐπὶ τοῦτω ἔκτισεν ἀλλ’ οὐχὶ εἰς ἐαυτοὺς τὰ τῆς ἀπονοίας κρατύνειν ὅτε δὲ καὶ κτισθέντες ἐπὶ ἕργοις ἀγαθοῖς οὐ μόνον οὑδεν ἠγαθουργήσαμεν ἀλλὰ καὶ εἰς τουναντίον ἀπηνέχθημεν καὶ ἀπενεχθέντες οὐκ ἐξ ἐαυτῶn ἀπεστράφημεν ἀλλὰ χάριτι καὶ δωρήματι τοῦ θεοῦ πηλίκη τις ἡ εὐχαριστία παρ’ ἡμῶν ὀφείλεται τῷ θεῷ τὸ δὲ ἐπὶ ἔργοις ἀγαθοῖς κτισθέντες ἀλλὰ καὶ προτρέποντος ἐστιν καὶ διανιστῶντος ἐπὶ πράξεις ἀγαθάς ἵνα εἴπης χρεῶσται ἐστε ποιεῖν τὸ ἀγαθὸν καὶ ἀρχαῖόν ἐστι τὸ χρέος ἐπὶ τούτω γὰρ ἐκτίσθητε ἀλλὰ καὶ τόκοις αὐτὸ πολλοῖς ἐβαρύνατε καὶ ἡυξήσατε μηδὲν ἀποδιδόντες ἀλλὰ καὶ διὰ παραβάσεως προστιθέντες χρεία οὖν πολλῆς σπουδῆς καὶ ἐπιμελείας τὸ τὰ ὀφειλόμενα ἀποτίσαι
63117rEph.2.9-Eph.2.10ξδ αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν χριστῷ ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς εἶτα ἵνα μὴ ἀκόυσαντες ὅτι οὐκ ἐξ έργων ἐσώθημεν ἀλλὰ χάριτι ῥαθυμότεροι γενώμεθα δείκνυσιν ὅτι νῦν μετὰ τὴν πίστιν καὶ ἔργων χρεῖα αὐτοῦ γὰρ ἐσμέν φησιν ποίημα κτισθέντες διὰ ἰησοῦ χριστοῦ οὐ τὴν πρώτην ἡμῶν δημιουργίαν λέγων ἀλλὰ τὴν δευτέραν τὴν ἐν τῷ βαπτίσματι ἐκτίσθημεν δέ φησιν ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς εἰς τὸ φησὶν ἐναὐτοῖς περιπατεῖν ἐν ἐστι δὲ ταῦτα καὶ περὶ τῆς πρώτης δημιουργίας νοεῖν
64117rEph.2.10ξε οἷς προητοίμασεν ὁ θεός οἷς καὶ πρὸ τοῦ βαπτίσματος φησιν ἡτοίμασεν
65117rEph.2.10ξϛ ἵνα ἐν αὐτοῖς περιπατήσωμεν τὴν ἐπ’ αὐτοῖς ἄπαυστον σχέσιν δηλοῖ
66117rEph.2.11ξζ διὸ μνημονεύετε ἐπεὶ οὖν ὅλως ἐπὶ ἔργοις ἀγαθοῖς ἐκτίσθημεν μνημονεύετε καὶ γὰρ ἔθος τοῖς ἀπὸ πολλῆς εὐτελείας εἰς ὕψος ἀναδραμοῦσι μηδὲ μεμνῆσθαι τῶν προτέρων
67117rEph.2.11ξη ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου θέλει εἰπεῖν ὅτι ὑμεῖς οἱ ἀκρόβυστοι ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀλλότριοι ἦτε τοῦ θεοῦ καὶ τῶν ἐπαγγελιῶν νυνὶ δὲ οἱ τότε ὄντες ἀλλότριοι καὶ πόρρω ἐγγὺς ἐγένεσθε δείκνυσι δὲ ἐκ τούτου τοῦ χριστοῦ τὴν κηδεμονίαν ὅτι τοὺς ἀπηλλοτριωμένους καὶ ἐλπίδα μὴ ἔχοντας ἔσωσεν ὅρα δὲ εὐφυως πῶς καταβάλλει τὴν περιτομὴν δεικνὺς ἐν λόγω μόνον καὶ οὐκ ἐν ἔργω τινὶ γενναίως ἔχειν αὐτὴν ὡς πρὸς τὴν ἀκροβυστίαν τὸ διάφορον ὑμεῖς γάρ φησιν τὰ ἔθνη οἱ ἐν σαρκὶ ἀλλ’ οὐκ ἐν πνευματι καὶ οἱ λεγόμενοι οὐ γὰρ ὄντες κατὰ τὸν πνευματικὸν λόγον ὡσεὶ εὶπεν ἐν σαρκὶ καὶ ἐν λόγοις τὸ ἔλαττον οὐδαμοῦ ἐν πνευματί εἶτα πάλιν περὶ τῆς περιτομῆς λέγων φησὶν ὑπὸ τῆς λεγομένης καὶ χειροποιήτου τὴν ἐν λόγοις μόνον καὶ σαρκὶ προτίμησιν δηλῶν
68117rEph.2.11-Eph.2.12ξθ ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ τί μνημονέτε ὅτι ἧτε φησὶν ἐν τῷ καιρῷ ἐκεῖνω χωρὶς χριστοῦ τοῦτο ἦν φησὶν τὸ δεινόν τὸ δὲ τῆς ἀκροβυστίας ἄχρι σαρκὸς καὶ ὀνόματος ἦν ὑψηλοῦ εἶτα ὅτι καὶ ἀπηλλωτριωμένοι ἧτε τῆς πολιτέιας τοῦ ἰσραὴλ καὶ τοῦτο δεινόν εἰ γὰρ καὶ ἀνάξιοι ὤφθησαν οἱ ἐξ ἰσραὴλ πλὴν ἀλλ’ ἠδέσθησαν θεὸν
68ex117rEph.2.12 οικουμενιου καὶ ξένοι φησὶ τῶν διαθηκῶν ἤ τοῦ νόμου ἢ τῆς πρὸς αὐτοὺς ἐπαγγελίας
69117rEph.2.12ο ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ἰσραήλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας οὐκ εἶπε κεχωρισμένοι ἀλλ’ ἀπηλλοτριωμένοι ὄυτε πάλιν οὐ μετέχοντες ἀλλὰ καὶ ξένοι ἅπερ πολλὴν δείκνυσι τὴν ἀλλοτρίωσιν
70117rEph.2.12οα ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ οἱ ϊουδαῖοι εἰ καὶ ἀπέτυχον δι’ ἀναξίοτητα εἶχον μέντοι ἐλπίδα ἐκ τῆς ἐπαγγελίας τί πρὸς ἡμᾶς φησι τὰ ἔθνη ταῦτα μὴ ἔχοντα ἐλπίδα καὶ ἄθεοι φησὶν ἐν κόσμω καίτοι προσεκύνουν θεοὺς ἀλλ’ οὐκ ἥσαν φησὶ θεόι υμεῖς οὖν φησιν ἄθεοι ἦτε οἱ γὰρ ϊουδαῖοι εἰ καὶ προσέκρουον ἥδεσαν μέντοι θεόν
70Ph117rEph.2.12φωτ Phοtiοs καὶ ἄθεοι ἐν τῷ κόσμῳ ἐν τῇ κατὰ τὸν παρόντα βίον πολιτείᾳ ὑμῶν καὶ λατρείᾳ ἐν γὰρ τῷ μέλλοντι καὶ ἄκοντες ἅπαντες ἐπιγνώσονται τὸν θεὸν οὐ μόνον δὲ ἀλλὰ καὶ κατὰ τὸν παρόντα ὡς δημιουργήματα καὶ προνοόυμενα οὐκ ἧσαν ἄθεοι πῶς οὖν ἄθεοι ἀπὸ τῆς κατὰ κόσμον πολιτείας ἀπὸ τῆς λατρείας ἀπὸ τῆς βεβήλου προαιρέσεως
71117rEph.2.13οβ νυνὶ δὲ ἐν χριστῷ ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν δείξας πολὺ καὶ σφόδρα ἀφεστηκότα τὰ ἔθνη τῇ πρὸς ϊουδαίους παραθέσει δείκνυσιν ὅτι διὰ μόνην φιλανθρωπίαν θεοῦ ἐγγὺς γέγονασιν τοῦτον δὲ πάντα κεκίνηκεν τὸν λόγον δεικνύς τὴν πρὸς τὰ ἔθνη τοῦ θεοῦ κηδεμονίαν ὅσω γὰρ πόρρω ὄντες ἐγγὺς γεγόνασι τοσόυτω μᾶλλον δείκνυται ἡ τοῦ θεοῦ πρόνοια περὶ αὐτούς
72117rEph.2.13-Eph.2.14ογ ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ χριστοῦ Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν τὸ ἐγγὺς καὶ τὸ μακρὰν προαιρέσεως ἐστιν οὐτό που οἱ μακρὰν οὖν ὄντες τῆς πολιτέιας τοῦ θεοῦ καὶ διὰ τοῦτο καὶ τοῦ θεοῦ ἐγγὺς γεγόνατε ἢ οἱ μακρὰν ὄντες τῆς τοῦ ἰσραὴλ πολιτείας τῆς κατὰ θεόν ἐγγὺς γεγόνατε τοῦτο γὰρ δηλοῖ τὸ ἐπόμενον ὁ ποιήσας τὰ ἀμφότερα ἕν καὶ τὸ πρῶτον δὲ καλῶς ἔχει ἐν τῷ αἵματι φησι τοῦ χριστοῦ τουτέστιν διὰ τοῦ αἵματος αὐτοῦ αὐτὸς γὰρ τὸ αἷμαι ἐκ χέας ὑπὲρ ἡμῶν καὶ τούτω λύσας τὴν ἁμαρτίαν πάντας ἤγαγεν ἐγγύς αὐτὸς γάρ ἐστι φησὶν ἡ εἰρήνη ἡμῶν πρὸ γὰρ τῆς ἐνανθρωπήσεως βδελυκτοὶ ἦμεν καὶ ἀγγέλοις καὶ ἰουδάιοις
73117rEph.2.14οδ ὁ ποιήσας τὰ ἀμφότερα ἕν καὶ οὐ μόνον ἐχθροί τούς τε ἰουδαίους καὶ τοὺς ἐξ ἐθνῶν
73ex117rEph.2.14 οικουμενιου οὐ τοῦτο δὲ λέγει ὅτι εἰς τὴν τῶν ἰουδαίων ἡμᾶς πολιτείαν ἤγαγεν ἀλλ’ ἐκείνους καὶ ἡμᾶς ζεύξας εἰς τὴν ἑαυτοῦ πίστιν ἤγαγεν ὁ χριστός πλὴν τὰ ἔθνη μάλιστα εὐχαριστεῖν ὀφείλομεν ὅσω καὶ μάλιστα ξένοι ἦμεν
74117rEph.2.14-Eph.2.15οε καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τήν ἔχθραν ἐν τῇ σαρκί αὐτοῦ μεσότοιχον φραγμοῦ φησι τὴν ἔχθραν τὴν πρὸς θεὸν ἡμῶν τε καὶ ἰουδαίων ἥτις ἐκ τῶν ἡμετέρων ἐγίνετο παραπτωμάτων ὡς καὶ αὐτός φησι διὰ τοῦ προφήτου οὐχὶ αἱ ἀμαρτίαι ὑμῶν δι’ ἰστῶσιν ἀνὰ μεσον ὑμῶν καὶ ἐμοῦ ποῖον δὲ μεσότοιχον τὴν ἔχθραν φησὶν τὴν πρὸς τὸν θεὸν ἐν τῇ σαρκί τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ εἰ γὰρ μὴ ἀπεθανεν ὑπερ ἡμῶν οὐκ ἂν ἐλύθη ἡ ἁμαρτία ἡ χωρίζουσα ἡμᾶς ἀπὸ θεοῦ
74Ph117rEph.2.15 φωτ καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ διπλῆ ἦν ἡ ἔχθρα καὶ διπλοῦν τὸ μεσότοιχον μᾶλλον καὶ τριπλῆ καὶ γὰρ καὶ πρὸς ἀγγέλους ἐξεπολέμωτο τὸ ἀνθρώπινον νῦν δὲ τέως περὶ τῶν δύο διαλαμβάνει ἢν εἶχον οἱ ἐξ ἐθνῶν πρὸς τοὺς ἐξ ἱουδαιῶν καὶ ἢν ἄμφω πρὸς τὸν θεὸν τῶν ὅλων ἀλλ’ ἐκατέραν ἐχθραν καὶ ἐκάτερον μεστότοιχον ἔλυσεν χριστός ὁ θεός ἡμῶν
75117vEph.2.15οϛ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας ἐπειδὴ ἔδωκεν νόμον ἀσφαλιζόμενον ἡμᾶς ἡμεῖς δὲ παρέβημεν αὐτὸν οἱ ἄνθρωποι ἔλυσεν καὶ αὐτὸν τὸν νόμον ὥσπερ ἂν εἴ τις παιδαγωγὸν δοὺς παιδίῳ ἐπεὶ μὴ ἥκουσε τοῦ παιδαγωγοῦ ἐλέυθερον εἴασεν καὶ τοῦ παιδαγωγοῦ δέον κολάσαι καταργήσας δέ φησι τὸν νόμον ἐν δόγμασιν ἢ τῇ πίστει οἷς αὐτὸς εἶπεν ἐγὼ δέ φησι λέγω ὑμῖν
76117vEph.2.15οξ ἵνα τοὺς δύο κτίσῃ ὁρᾶς ὅτι οὐχ ὁ ἔλλην γέγονεν ἰουδαῖος ἀλλὰ καὶ οὗτος κάκεῖνος εἰς ἀμείνω κατάστασιν ἦλθον κτίση φησὶ δεικνὺς τὴν ἀναγέννησιν εἰς ἔνα γὰρ πάντες εἰσὶν ἐκ τις μένοι νέον τινα καὶ πιστὸν ἄνθρωπον καὶ τοῦ γήρως τῶν ἁμαρτιῶν ἀλλότριον
76ex117vEph.2.15 * ἐν ἑαὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην ἐν ἑαυτῷ οἷον δὶ ἑαυτοῦ οὐ δί ἀγγέλων τινῶν ἢ ἄλλων δυνάμεων ἀλλὰ δί ἑαυτοῦ ἣ ὃτι φησὶ τοῦτο πρῶτον γενόμενος καὶ τύπον καὶ ὑπόδειγμα παρασχών
77117vEph.2.16οη καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους τοὺς ἰουδαίους καὶ τους ἔλληνας φησιν οὐ γὰρ ἄν ποτε κατηλλάγησαν τῷ θεῷ μένοντες ἰουδαῖοι καὶ ἔλληνες ὅτι γὰρ πρὸ τούτου σφόδρα ἦσαν ἀκατάλλακτοι πρὸς τὸν θεὸν δείκνυσιν ἥ ἔμφασις τοῦ ἀποκαταλλάξη
77Ph117vEph.2.16 φωτ καὶ ἀποκαταλλάξη τοὺς ἀμφοτέρους διὰ μὲν τοῦ ἐν ἑνὶ σώματι τὴν πρὸς ἀλλήλους ἐμφαίνει καταλλαγήν διὰ δὲ τοῦ τῷ θεῷ τὴν πρὸς θεὸν ἀμφοτέρων
77ex117vEph.2.16 * ἐν ἑνὶ σώματι τῷ θεῷ οἷον γινομένους οὗ αὐτός ἐστι κεφαλή
78117vEph.2.16οθ διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ πῶς δὲ ἀποκατήλλαξεν τῷ θεῷ ἀποκτείνας φησὶ τὴν ἔχθραν δι’ ἑαυτοῦ διὰ τοῦ σταυροῦ γὰρ λύσας τῷ θανάτῳ αὐτοῦ τὴν ἁμαρτίαν καὶ τὴν ἔχθραν ἔλυσεν οὐδὲν δὲ ἐμφαντικώτερον τοῦ ἀποκτείνας τὸ γὰρ ἀσάλευτον τῆς λύσεως δηλοῖ πῶς οὖν νῦν φαίη τις πάλιν ἁμαρτάνομεν ἑτέρας ἁμαρτίας γεννῶντες αἰ γὰρ πρότεραι ἀπεκτάνθησαν
79117vEph.2.17π καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς μηδένα πέμψας ἀλλὰ αὐτὸς ἑαυτῷ διακονησάμενος μακρὰν δὲ τα ἔθνη καλεῖ ἐγγὺς δὲ τοὺς ἰουδαίους
80117vEph.2.18πα ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα τὴν καταλλαγὴν καὶ τὴν εἰρήνην τὴν πρὸς τὸν θεὸν οὐ γὰρ ἀφ’ ἐαυτῶν ἀπήλθομεν ἀλλ’ ὑπὸ χριστοῦ προσήχθημεν ἐν ἑνὶ πνεύματι οὐκ ἐκεῖνοι μὲν ἄτε ἐγγὺς ὄντες ἐν μείζονι ἡμεῖς δὲ ὡς μακρὰν ἐν ἐλάσσονι διὰ γὰρ τοῦ πνευματός ἐπεράστους ποιήσας προσήγαγεν τῷ πάτρι καὶ ὅτι διά τε ἑαυτοῦ καὶ διὰ τοῦ πνεύματος προσήγαγεν
81117vEph.2.18-Eph.2.19πβ ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων οἰ γὰρ μὴ ἔχοντες πάλαι ἐλπίδα τέυξεσθαι τῶν οὐρανιών ξένοι ἦσαν καὶ πάροικοι τῶν ἀγίων νῦν δέ φησιν τὴν αὐτὴν ἔχετε τοῖς ἁγίοις πόλιν τὴν οὐρανίον ἱερουσαλὴμ ὅρα δὲ οὐκ εἶπεν τῶν ἰουδαίων ἀλλὰ τῶν ἁγίων τῶν ἀμφὶ τὸν ἁβραάμ φησιν
82117vEph.2.19-Eph.2.20πγ καὶ οἰκεῖοι τοῦ θεοῦ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ ὅπερ γὰρ ἔσχον ἐκεῖνοι φησὶν μυρίοις πόνοις τοῦτο ὑμῖν διὰ τῆς πίστεως δεδώρηται τὴν δὲ ἄγαν ἕνωσιν τὴν πρὸς τοὺς προφήτας καὶ ἀποστόλους τῶν ἐθνῶν σημάναι θέλων ἐποικοδομηθέντες φησιν ὡσεὶ εἶπεν θεμέλιος ἀπόκεινται οἱ προφῆται καὶ οἱ ἀπόστολοι ὑμεῖς τὴν λοιπὴν οἰκοδομὴν ἀναπληροῦτε ἵνα γένησθε οἱ πάντες εἰς ἔνα ὡς θεοῦ οἷον δέ ἐστιν ἐπάνω προφητῶν καὶ ἀποστόλων οἰκοδομεῖσθαι
83117vEph.2.20πδ τῶν ἀποστόλων καὶ προφητῶν ὅρα ὅτι πρῶτοι οἱ ἀπόστολοι
84117vEph.2.20πε ὄντος ἀκροψωνιαίου αὐτοῦ ἰησοῦ χριστοῦ αὐτὸς γὰρ ὁ καὶ τὸν θεμέλιον καὶ τὸ οἰκοδόμημα συνέχων καὶ συσφίγγων καὶ ὅρα ποτὲ ἄνωθεν συσφίγγειν αὐτὸν λέγει ἔνθα κεφαλὴν αὐτὸν λέγει ποτὲ κάτωθεν ὡς ἐπὶ τοῦ ἀκρογωνιαίου ἀλλαχοῦ δὲ καὶ θεμέλιον φησὶ τὸν χριστὸν
85117vEph.2.21πϛ ἐν ᾧ πᾶσα οἰκοδομὴ ἐν ᾦ ἀκρογωνιάιῳ
86117vEph.2.21πζ συναρμολογουμένη δείκνυσι τὴν ἀκριβῆ οἰκοδομὴν ἅμαδηλῶν μὴ ἅλλως εἰς ναὸν αὔξειν ἅγιον ἢ ὅλως σώζεσθαι εἰ μὴ μετὰ ἡκριβωμένου βίου
87117vEph.2.21πη αὔξει εἰς ναὸν ἡ γὰρ οἰκοδομὴ αὕτη ἄυξουσα καὶ πληρουμένη ἀποτελεῖται νὰος θεοῦ ἐν οἰκήσω γὰρ ἐν αὐτοὶς φησι καὶ κοινῇ γὰρ εἰς τὴν ἐκκλησίαν οἰκεῖ ὁ θεός καὶ ἰδία εἰς ἔκαστον τῶν ἀξίων
87ex117vEph.2.21 * ἅγιον ἐν κυρίῳ τὸ ἐν κυριώ διὰ κυριοῦ
88117vEph.2.21πθ τὴν μὲν πρώτην οἰκοδομὴν τῆς καθόλου ἐκκλησίας εἰρηκεν ταύτην δὲ τῶν ἐν ἐφέσων
89117vEph.2.22ϛ ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι ἢ διὰ πνευματός ἢ ἐν πνευματικῇ οἰκοδομῇ
89ex117vEph.2.22-Eph.3.1 * τούτο χάριν ἐγὼ παῦλος ὁ δέσμιος τοῦ χριστοῦ ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν ἐπειδή φησιν ὁ δεσπότης μου τοιαῦτα ἐπεδείξατο εἰς ὑμᾶς ἀνάγκη κἀμὲ τὰ κατα δύναμιν εἰς ἐνεγκεῖν ὁ δέσμιος ἐν δεσμοῖς γὰρ ὢν ἔγραφεν ἅμα δε καὶ τοῦτο δηλοῖ ὁ δεσπότης μου ἐσταυρώθη ἐγὼ δὲ τέως δέδεμαι ὑπὲρ ὑμῶν τῶν ἐθνῶν
90117vEph.3.2ϛα εἴγε ἠκούσατε τὴν οἰκονομίαν τὴν πρόρρησιν λέγει τὴν πρὸς τὸν ἀνανίαν λεχθεῖσαν ὅτι σκεῦος ἐκλογῆς μοὶ ἐστὶν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν
90Ph117vEph.3.2 φωτ τούτου χάριν ἐγὼ παῦλος τούτου χάριν ἐγὼ παῦλος ὁ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν δέσμιος τοῦ χριστοῦ ἰησοῦ ἔστι γὰρ εἶναι μὲν δέσμιον τοῦ χριστοῦ τουτέστι διὰ τὴν εἰς αὐτὸν ἀμετὰτρεπτον πίστιν δεδέσθαι καὶ κολάζεσθαι ἀλλ’ οὐχὶ καὶ ὑπὲρ τῶν ἐθνῶν τουτέστι διὰ τὴν διδασκαλίαν καὶ τὸ κήρυγμα ὃ κηρύσσει τις ἐν τοῖς ἔθνεσιν ὥσπερ πολλοὶ τῶν μαρτύρων οὐχ ὅτι γὰρ ἐδίδασκον τὰ ἔθνη ἀλλ’ ὅτι οὐκ ἐξηρνοῦντο ἐκολάζοντο ὁ δὲ παῦλος δι ἀμφότερα καὶ ὑπὲρ τοῦ χριστοῦ καὶ ὑπὲρ τῶν ἐθνῶν
91117vEph.3.2ϛβ τῆς χάριτος τοῦ θεοῦ οἰκονομίαν χάριτος τὴν ἀποκάλυψιν φησιν ὅτι οὐ παρὰ ἀνθρωποῦ ἔμαθεν ἀλλὰ οὕτως ὠκονόμησεν ἡ χάρις τοῦ θεοῦ ὥς τέ μοι ἐξ οὐρανιοῦ ἀποκαλυφθῆναι χάριτος γὰρ τότε καλέσαι καὶ τῷ πηρῶσαι τῷ φωτὶ ἰν’ εὐπειθέστερος γένηται
92117vEph.3.2ϛγ τῆς δοθείσης μοι εἰς ὑμᾶς αὐτὸς γὰρ μοι εἶπεν φησιν ὅτι εἰς ἔθνη μακρὰν ἀποστελῶσεν
93117vEph.3.2-Eph.3.3ϛδ ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον μυστήριον γὰρ ἀληθῶς τὸ τοὺς ἐλληνας λίθοις προσκυνοῦντας εἰς τοσαύτην ἐπαρθῆναι δόξαν καὶ εὐγένειαν ὃ καὶ αὐτὸ ἀποκεκάλυπτο αὐτῷ
94117vEph.3.3ϛε καθὼς προέγραψα ἐν ὀλίγῳ τὰς προλεχθείσας ἄνω λέγει οἰκονομίας ὅτι ἐκλήθη τὰ ἔθνη ὄντα μακρὰν καὶ ἐπωκοδομήθη καὶ ὅσα τοιαῦτα ἐν ὀλίγῳ ἢ πρὸ ὀλίγου ἣ διὰ βραχέων
95117vEph.3.4ϛϛ πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ βαβαὶ ὥστε οὐκ ἔγραψεν ὅσα ἐχρῆν ἀλλ’ ὅσα ἐχώρουν νοεῖν σύνεσιν δέ φησιν ὅπως τὸ μυστήριον συνῆκεν ὅπως αὐτὸ κατενόησεν σύνεσις γάρ ἐστιν ἡ εἴδησις ἡγνῶσις ἡ ἐπὶ τῷ μυστηρίῳ τοῦ χριστοῦ
96118rEph.3.4-Eph.3.5ϛζ ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὅπερ μυστήριον ἑτέραις φησὶν γενεαὶς οὐκ ἐγνωρίσθη πάντα δὲ ταῦτα εἰς μυστήριον τοῦ χριστοῦ συντελεῖ ἡ ἐνανθρώπησις ὁ σταυρός ἡ ἀνάστασις ἡ ἐκδεξιὼν τοῦ πατρὸς καθέδρα ἡ κλῆσις τῶν ἐθνῶν ἡ διὰ τῆς πίστεως σωτηρία ἡ ἐκ βολὴ τοῦ κατὰ σάρκα ἰουδάιου ἡ συνάφεια τῶν δύο λαῶν εἰς ἓν σῶμα χριστοῦ χρηματίζουσα μᾶλλον δὲ οὔσα ἧ δευτέρα παρουσία καὶ ἠ ἀπόδοσις τοῦ κατ' ἀξίαν καὶ ὅσα τοιαῦτα
97118rEph.3.5ϛη ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις τί οὖν οἱ πάλαι προφῆται οὐκ ἥδεσαν πῶς οὖν ὁ χριστος φησιν μωυσῆς καὶ οἱ προφῆται περὶ ἐμοῦ ταῦτα ἔγραψαν καὶ πάλιν φησι περὶ τῶν γραφῶν ὅτι ἐκεῖναι εἰσιν αἱ μαρτυροῦσαι μοι καὶ φαμέν ἢ τοὺτο εἶπεν ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἐγνωρίσθη εἶπεν γὰρ ἔμπροσθεν τοῖς υἱοῖς τῶν ἀνθρώπων νῦν γὰρ μετὰ τὴν ἐνανθρώπησιν πάντες αὐτὸν ἐθεάσαντο ἢ ὅτι οὐ δὲ οἱ προφῆται εἶδον ὡς νῦν ὡράθη τουτέστιν σωματικῶς ἢ ὅτι περὶ τῶν ἐθνῶν οὐδενὶ ὅυτως ἐγνώσθη εἶναι ταῦτα συγκληρονόμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας
98118rEph.3.5ϛθ ἐν πνεύματι διὰ πνευματος γὰρ καὶ νῦν ἡ ἀποκάλυψις τῶν τοιόυτων ἀμέλει οἱ ἐστερημένοι τοῦ πνευματός καὶ νῦν πλανῶνται ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη ἤδεσαν οἱ προφῆται ὅτι δὲ συγκληρονόμα καὶ συμμέτοχα ἔσται οὐκ ἤδεσαν
99118rEph.3.6ρ εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τὸ ἓν ἔχειν χριστῶ σῶμα διὰ τὸ εἶναι αὐτοῦ μέλη
100118rEph.3.6-Eph.3.7α τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ χριστῷ διὰ τοῦ εὐαγγελίου οὗ ἐγενόμην διάκονος βασιλέια μὲν γὰρ ἐπήγγελται παρὰ τοῦ πατρὸς διὰ χριστοῦ δὲ τὰ ἔθνη καὶ τῆς εἰς αὐτὸν πίστεως τῆς τοιαῦτης ἐστὶν ἐπαγγελίας συμμέτοχα τῆς πίστεως αὐτοῖς φησι τὸ εὐαγγελιὸν ὁ δηλὸν καὶ πρόξενον
101118rEph.3.7β κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ἐγενήθην φησὶ τοῦ εὐαγγελίου διάκονος ἐν δωρεᾶ χάριτος τοῦτο λαβών οὐδὲν γὰρ ἔργον ἐμὸν συνεισήνεγκα φησι τῇ χάριτι τάυτῃ ὅρα παῦλον ταῦτα λέγοντα τὸν καθ’ ἡμέραν ἀποθνήσκοντα
102118rEph.3.7γ κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ καὶ οὐ μόνον φησὶν ἐδωρήθη μοι ἡ χάρις αὕτη ἀλλὰ πρὸς τῇ δωρεᾷ καὶ ἐνεργεῖ μοι δύναμιν εἰς τὸ ἰσχύειν πρὸς τὴν διακονίαν τοῦ εὐαγγελίου
103118rEph.3.8δ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀγίων ὅρα ὑερβολὴν ταπεινοφροσύνης ἀλλαχοῦ μὲν μὴ εἶναι ἱκανὸν εἰς ἀποστολὴν ἔλεγεν ἑαυτόν νῦν δὲ καὶ πάντων τῶν ἁγίων ἐλαχιστότερον λέγει ἐμοὶ οὖν φησιν ἐδόθη ἡ χάρις αὕτη καὶ εἰκότως χάρις εἴγε τῷ πάντων ὥς φησιν ἐλαχιστοτέρω τὸ κήρυγμα τῶν ἐθνῶν ἐπετράπη
104118rEph.3.8ε ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς ἔθνεσιν ποία χάρις τὸ ἐν τοῖς ἔθνεσίν φησὶν εὐαγγελίζεσθαι
104Ph118rEph.3.8 φωτ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ λείπει τὸ γάρ οἷον ἐμοὶ γὰρ ἢ μᾶλλον οὐδὲν ἐλλείπει ἀλλὰ ἀνταπόδόσις ἐστιν τούτου χάριν οἷον τούτου χάριν ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁγίων ἐδόθη καὶ ἑξῆς σκόπει δὲ ὅτι ἀρξάμενος τῆς περιόδου κατὰ τὸ ὁρθὸν σχῆμα ἐν τῇ ἀνταποδόσει ἐπλαγίασεν σχηματίσας τὴν ἀνταπόδοεν πρὸς τὸν τῶν περιβολῶν τύπον οὕτως καὶ θουκυδίδης καὶ δημοσθένης πολλαχοῦ τὸ δὲ τούτου χάριν φησιν οἷον χάριν τοῦ συνοικοδομηθῆναι ἡμᾶς εἰς κατοικητήριον θεοῦ
105118rEph.3.8ϛ εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ εἰ ὁ πλοῦτος αὐτοῦ ἀνεξιχνίαστος ἐστιν τί δεῖ περὶ τῆς οὐσίας αὐτοῦ φιλοπραγμονεῖν
106118rEph.3.9ζ καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη ἥδεισαν τινες διὰ τοῦ πνευματός ὅτι δὲ ἐπὶ τῷ ἀπαρχὴν αὐτῶν γένεσθαι τὸν θεὸν λόγον οὐκ ἤδεισαν τοῦτο οὖν φησιν μυστήριον ἀποκεκρυμμένον
107118rEph.3.9η τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ ὥστε οὐ νεαρὸν ἐστι τὸ κατὰ τὰ ἔθνη ἀλλ’ ἄνωθεν ἐδέδοκτο εἰκότως δὲ πᾶσιν ἄγνως τον ἦν ὅτι τὰ ἔθνη τοιόυτων ἀξιωθήσονται εἰ γὰρ ἐν τῷ θεῷ ἐκέκρυπτο τίς ἦν ὁ ἀποκαλύπτων
108118rEph.3.9θ τῷ τὰ πάντα κτίσαντι διὰ ἰησοῦ χριστοῦ ὁ γὰρ τὰ πάντα δι’αυτοῦ κτίσας πατηρ καὶ τοῦτο δι’ αυτοῦ ἀπεκάλυψεν
109118rEph.3.10ι ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ̓ξουσίαις ἐν τοῖς ἐπουρανίοις ὅτι μὲν γὰρ ἐγένετο μερὶς κυριοῦ λαὸς αὐτοῦ ἰακὼβ ἤδεισαν καὶ ὅτι σώσει τὸν λαὸν αὐτοῦ εἶπεν ὁ γαβριὴλ περὶ τοῦ ἰσραὴλ λέγων ὅτι δὲ ἐπὶ τούτοις τὰ ἔθνη κληθήσεται οὐκ ἥδεσαν εἰ δὲ ἀρχαὶ καὶ ἐξουσίαι οὐκ ἥδεσαν δῆλον ὡς οὐδὲ ἄγγελοι ἣ ἀρχάγγελοι
109ex118rEph.3.10 * οὐ δὲ γὰρ αἱ αόρατοι δυνάμεις ᾔδεσαν τὸ μυστήριον ἀλλὰ διὰ τῆς περὶ τὴν ἐκκλησίαν οἰκονομίας τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν κατέμαθον κατὰ πρόθεσιν δὲ τῶν αἰώνων λέγει ἀντὶ τοῦ ταῦτα πρὸ αἰώνων μὲν προέθετο ἐποίησεν δὲ διὰ τῆς κατὰ τὸν δεσπότην χριστὸν οἰκονομίας
109ex2118rEph.3.10 * ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ̓ξουσίαις ἐν τοῖς ἐπουρανίοις πρό τῶν τῆς ἐνανθρωπήσεως τοῦ σωτηρίας ἡμῶν χρόνων ἁπλῆν ἐγίνωσκον αἱ οὐρανιαι δυνάμεις τὴν σοφίαν τοῦ θεοῦ ἐκ μόνον τοῦ δυνατοῦ κατορθουμένην ὁ γὰρ τῇ ὁρμῇ τοῦ οἰκέιου θελήματος οὐσιώσας τὰ πάντας θεὸς δυνάμει ἀκαταλήπτῳ διετήρει πρὸς διαμονὴν τὰ δημιουργηθέντα καὶ οὐδὲν ἦν ποικίλον ἀλλ’ οἷον ἐθεωρεῖτο τοιοῦτον καὶ ὑπῆρχεν νῦν δέ γε διὰ τῆς εἰς τὴν ἐκκλησίαν καὶ τὸ ἀνθρωπίνον γένος οἰκονομιας οὐκ ἐτι μόνον ἁπλῇ ἀλλα καὶ πολυποίκιλος ἐγνώσθη ἡ σοφία τοῦ θεοῦ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατορθοῦσα διὰ θανάτου ζωήν διὰ τιμίας δόξαν διὰ σταυροῦ τρόπαιον διὰ πάντων τῶν εὐτελῶν τὰ θεοπρεπῇ διὰ οὖν τῆς εἰς ἡμᾶς οἰκονομίας τῆς ἐν τῇ ἐνανθρωπήσει γενομένης πολυποίκυλος ἐγνώσθη ἡ σοφία καὶ δύναμις τοῦ θεοῦ ταῖς οὐρανίαις δυνάμεσιν ὅυτως ὁ νύσης εἰς τὰ ἄσματα τῶν ἀσμάτων
110118rEph.3.10ια διὰ τῆς ἐκκλησίας ὅτε γὰρ ἡμεῖς ἐμάθομεν Τότε κακεῖνοι δι’ ἡμῶν ὁρῶντες τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ δι’ αὐτῆς εἰς γνῶσιν ὁ δηγούμενοι
111118vEph.3.10 ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ οὐ μόνον ποικίλη ἀλλὰ πολυπόικιλος ἡ οὖσα φησι κατὰ πρόθεσιν τῶν αἰώνων τουτέστιν κατὰ πρόγνωσιν καὶ πρόειδησιν καὶ πρὸ οἰκονομίαν νῦν μὲν γὰρ γέγονεν φησιν ἄνωθεν δὲ ταῦτα ἐδόκει
111Ph118vEph.3.10ιβ φωτ ἡ πολυποίκιλος σοφία ἡ κατὰ πρόθεσιν τῶν αἰώνων πολυποίκιλος σοφία τοῦ θεοῦ αὔτῃ γὰρ καὶ τῶν αἰώνων προετίθετο καὶ προώριστο εἰ καὶ ἐν ἐσχατοῖς καιροῖς δὶα τῆς ἐκκλησίας ἐγνώσθη τὸ δὲ ἢν ἐποίσεν ὅτι καὶ ταύτην διὰ τοῦ χριστοῦ καὶ προέθετο τῶν αἰώνων καὶ προώρισεν οὐδὲν γὰρ ἄνευ τοῦ υἱοῦ οὔτε ἠβουλήθη οὔτε ὥρισεν οὔτε ἐποίησεν
111Ph2118vEph.3.10ιγ ὅτι διὰ ἰησοῦ χριστοῦ λέγει γεγενῆσθαι τὴν πολυποίκιλον σοφίαν τοῦ θεοῦ καὶ ἐν τῇ πρὸς ἑβραίους ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας
111ex118vEph.3.11 * κατὰ πρόθεσιν τῶν αἰώνων τοὺς προορισμοὺς προθέσεις εἶπεν
111ex2118vEph.3.11 * οὗσαν ἀπ’ ἀιωνῶν
112118vEph.3.11 * ἣν ἐποίησεν ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν δι’ αὐτοῦ γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν
113118vEph.3.12ιδ ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ προσήχθημεν οὖν τῷ θεῷ καὶ πατρὶ διὰ χριστοῦ προσήχθημεν δὲ οὐχ ὡς αἰχμάλωτοι οὐ δὲ ὡς συγγνώμης ἀξιωθησόμενοι ἐφοῖς ἡμᾶρτομεν ἀλλὰ μετὰ παρρησίας φησὶ καὶ παρρησίας οὐχ ἁπλῶς ἀλλὰ ἐνθάρσει τινὶ καὶ πεποιθήσει ἁγιάσας γὰρ ἡμᾶς διὰ τοῦ ἰδίου αἴματος προσήγαγεν θαρροῦντας λοιπὸν τὸ προσελθεῖν διὰ τὴν εἰς αὐτὸν πίστιν
114118vEph.3.13ιε διὸ αἰτοῦμαι διό φησιν αἰτῶ μὴ ἐκ κακεῖν μὴ δὲ θορυμεῖσθαι ἐν ταῖς θλίψεσι μου αἵτινες ὑπὲρ ὑμῶν καὶ δι’ ὑμᾶς εἰσί μοι πῶς ὅτι ὅυτως ὑμᾶς ἠγάπησεν ὁ θεὸς ὥστε καὶ τὸν ὑιὸν αὐτοῦ δοῦναι καὶ τοὺς δοὺλους αὐτοῦ κακοῦν ὑπὲρ τοῦ ὑμᾶς σωθῆναι ἆρα οὐ δόξα τὸ ὅυτως ἀγαπᾶσθαι ὑπὸ θεοῦ
114Ph118vEph.3.13 οικουμενιου διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς ὑπὲρ ὑμῶν θλίψεσιν μου Καθυπερβὰτον γὰρ ἡ σύνταξις
115118vEph.3.13ιϛ μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν ἥτις ἐστὶν δόξα ὑμῶν ἐπειδή φησι τοσαῦτα ἔθνη ἐπιστέυθην ἀνάγκη ἐστὶ καὶ δεδέσθαι παρ’ αὐτῶν ἀντιλεγόντων τῷ κηρύγματι
116118vEph.3.13-Eph.3.14ιζ τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ἐπειδὴ ὅυτως ἠγαπήθητε παρὰ θεοῦ δέομαι φησιν ὑπὲρ ὑμῶν
117118vEph.3.14-Eph.3.15ιη ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται ἐπὶ μὲν γῆς πατριὰς τὰ γένη καλεῖ ἀφῶν καὶ πατέρες καλοῦνται ἐν οὐρανῷ δὲ ἔνθα οὐκ ἔστιν ὅς δὲ ἐκ τοῦ δὲ πατριὰς τὰ συστήματα λέγει αὐτὸς γὰρ τάς τε ἄνω καὶ τὰς κάτω φυλὰς ἐδημιόυργησεν
118118vEph.3.15-Eph.3.16ιθ ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ ὅρα μεθόσης ἀπολογίας ἐπέυχεται αὐτοῖς τὰ ἀγαθά δυνάμει κραταιωθῆναι φησιν εἰς τὸ μὴ περιφέρεσθαι τοῦτο δὲ πῶς ἕσται διὰ πνευματός ἁγίου τὸ δὲ κραταιωθῆναι ὡς πρὸς τοὺς πειρασμοὺς νόει
119118vEph.3.16-Eph.3.17κ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστὸν εἰς τὸ κατοικῆσαι φησιν τὸν χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον ἵνα δῴη ὑμῖν εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστόν ἵνα φησι ναὸς θεοῦ γένησθε καὶ οὐχ ἁπλῶς κατοικῆσαι ἀλλ’ ἐν ταῖς καρδίαις ὑμῶν μηδέν φησιν ἐπιπόλαιον ὁ γὰρ ἔσω ἄνθρωπος καὶ αἰ καρδίαι τὴν καταβάθους ἐνοίκησιν καὶ τὴν οἱον εἰ συμφυῆ καὶ ἐρριζωμένην δηλοῖ
120118vEph.3.17κα διὰ τῆς πίστεω ἐν ταῖς καρδίαις ὑμῶν πῶς δὲ ἔσται τοῦτο διὰ τῆς πίστεως φησὶ καὶ διὰ τοῦ ἐν ἀγάπῃ εἲναι ὑμᾶς ἐρριζωμένους καὶ τεθεμελιωμένους καὶ ὑπὸ μὴδεν ὃς κινουμένους
121118vEph.3.18κβ ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις ταῦτα δὲ ὑμῖν ἐπέυχομαι φησὶν ἵνα ἐξισχύσητε καταλαβέσθαι πολὺν δὲ ἔδειξεν τὸν κάματον τῷ τε ἐξισχύσαι καὶ τῷ καταλαβέσθαι εἰπεῖν
121Ph118vEph.3.18 φωτ ̓ ἐν ἀγάπῃ ἐρριζωμένοι τὸ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἢ σφάλμα ἔστι καλλιγραφικόν δέον γὰρ κατ’ αἰτιατικὴν γράψαι ἐρριζωμένους καὶ τεθεμελιωμένους ἢ εἰ μὴ τοῦτο κατ’ ἔθος ἀρχαικῆς συντάξεως ἐχρήσατο ὁ θεῖος παῦλος ἀντι αἰτιατικῆς μετοχικὴν εὐθεῖαν πολὺ δὲ καὶ παρὰ τοῖς ἔξω τὸ τοιοῦτον σχῆμα καὶ μάλιστα παρὰ τῷ θουκυδίδῃ εἰ δὲ δεῖ καὶ τὴν εὐθεῖαν ὡς εὐθεῖαν ἀλλὰ μὴ κατὰ ἀντίπτωσιν ἐκλαβεῖν καὶ ὅυτως τὸ ἀκόλουθον φυλαχθήσεσται καθ’ ὑπερβατὸν τὴν σύταξιν ποιουμένων ᾧ καὶ μάλιστα σχήματι φαίνεται κεχρημένος ὁ θεῖος παῦλος οἷον ἵνα ᾗ συντέταγμαι τὸ ῥητὸν οὕτως ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμενωμένοι ἐξισχύσηται καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ἐξῆς
122Ph118vEph.3.18 ἀπὸ κοινοῦ τὸ ἵνα ἐξισχύσητε οἷον ἵνα ἐξισχύσητε καταλαβέσθαι καὶ γνῶναι
122118vEph.3.18κγ τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος σωματικοῖς ὑπογράφει σχήμασι τὸ τοῦ μυστηρίου μέγεθος τοῦ ὑπερ τῶν ἐθνῶν οἰκονομηθέντος
122ex118vEph.3.18κδ τῆς γεγενημένης οἱκονομίας τὸ μέγεθος παρεδήλωσεν ἐπειδὴ ταῦτα μεγέθους δηλωτικά
123118vEph.3.18 * καὶ ὕψος οἷον τοῦ μυστηρίου
123Ph118vEph.3.18 φωτ τί τὸ πλάτος καὶ μῆκος τίνος πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος ἢ τοῦ μυστηρίου ἵνα ᾗ κατ’ ἔλλειψιν εἰρημὲνον ἢ καὶ χωρὶς ἐλλέιψεως καθ’ ὑπερβατὸν δέ ἵνα ἐξισχύσητε φησὶν καταλαβέσθαι τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος τῆς γνώσεως τοῦ χριστοῦ γνῶναι τε τὴν ὑπερβάλλουσαν εἰς ἡμᾶς ἀγάπην αὐτοῦ ἔστιν δὲ γνῶσις μὲν χριστοῦ ἡ τῆς περὶ ἡμᾶς αὐτοῦ οἰκονομίας φανέρωσις γνῶσις δέ ἐστιν χριστοῦ ὅτι τὲ τὴν πρᾶξιν αὐτοῦ τὴν ὑπερθαύμαστον αὐτὸς καὶ οὐκ ἄλλος ὑπὲρ ἡμῶν εἰργάσατο καὶ ὅτι αὐτός ἐστιν ἡμῖν χορηγὸς ταύτης τῆς γνώσεῶς καὶ ὅτι δί αὐτῆς μάλιστα ἐπέγνωμεν τὸν χριστὸν ἀλλὰ γνῶσις μὲν χριστοῦ αὕτῃ μῆκος δέ ἔστιν αὐτῆς τὸ ἀπὸ τῶν αἰώνων αὐτὴν προωρίσθαι πλάτος δὲ ὅτι εἰς πάντας αὐτῆς ἡ εὐεργεσία ἐξαπλοῦται εἰς τοὺς πρὸ νόμου εις τοὺς ἐν τῷ νόμῳ καὶ μετὰ τὸν νόμον εἰς τοὺς ζῶντας εἰς τοὺς τετελευτηκότας εἰς τοὺς ἰουδαίους εἰς τοὺς ἔλληνας εἰς τοὺς βαρβάρους εἰς πάντα τὰ ἔθνη εἰς τὰ οὐρανία εἰς τὰ ἐπίγεια εἰρήνην γὰρ εἰργήσατο ἐν αὐτοῖς ὁ χριστὸς πρότερον ἐκπεπολεμωμένοις οὖσιν εἰς ἀλλήλους τοῖς ἀγγέλοις καὶ τοῖς ἀνθρώποις εὔχεται οὖν αὐτοὺς ταῦτα καταλαβέσθαι καὶ οὐ ταῦτα μόνον ἀλλὰ καὶ τὸ βάθος αὐτῆς καὶ τὸ ὕψος ὅτι μέχρι τῶν τοῦ ᾅδου ταμείων τὴν ἄφατον αὐτοῦ δύναμιν καὶ εὐεργεσίαν ἐπεδείξατο ἐκεῖνον μὲν καταργήσας καὶ αἰχμαλωτίσας τοὺς δὲ αἰχμαλώτους ἀναρρυσάμενος καὶ ἐλευθερώσας εἶτα καὶ τὸ ὕψος ὅτι ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβας ὅτι ὑπεράνω τῶν οὐρανῶν ἀνήγαγεν τὴν ἀπαρχὴν ἡμῶν ὅτι ὑπεράνω πάσης ἀρχῆς και ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος ὁρᾶς ὕψος ἅφατον τῆς οἱκονομίας χριστοῦ καὶ τῆς γνώσεως αὐτοῦ ταῦτα ἐπέυχεται αὐτοὺς ὁ παῦλος κατανοῆσαι ταῦτα καταλαβέσθαι ἁν δὲ ταῦτα καταλάβωνται τί τότε γνώσονται τὴν εἰς ἡμᾶς ὑπερβάλλουσαν ἀγάπην αὐτοῦ ἀν δὲ γνῶμεν τί τίς ἁντερεῖ τὸ μὴ οὐ χρεῶστας εἶναι πληρωθῆναι ἐν παντὶ πληρώματι θεοῦ οἷον ὅλον αὐτὸν διὰ τῶν ἔργων τὸν οὕτως ἀγαπήσαντα εἰς δέξασθαι
124119rEph.3.18-Eph.3.19κε /οικουμενιου γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ καὶ ἵνα φησι γνῶτε τὴν ὑπερβάλλουσαν πᾶσαν ἀνθρωπινήν γνῶσιν ἀγάπην τοῦ χριστοῦ καὶ οἷον τὴν γνώσεως ὑπεράνω ἔστι μεν γάρ φησιν ὑπεράνω γνώσεως πλὴν ὑμεῖς γνώσεσθε εἰ τὸν χριστὸν σχόιητε ἐνοικοῦντα ἵνα ἐκ τούτου πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ πλήρωμα δὲ τοῦ θεοῦ ἐστιν ἦ τὸ γνῶναι ὡς ἐν πατρὶ καὶ υἱῷ καὶ πνευματὶ ἁγίω προσκυνεῖται ἡμῖν ὁ θεὸς ἢ ἵνα ἦτε φησιν πεπληρωμένοι πάσης ἀρετῆς ἧς πλήρης ὁ θεὸς
125119rEph.3.20κϛ τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι τῷ δὲ δυναμὲνῳ θεῷ οὐ μόνον καθὰ λέγομεν ἀλλὰ καὶ ὑπερ ἐκπερισσοῦ ποιῆσαι πάντα καὶ οὐ μόνον πάντα ἀλλὰ καὶ ὑπὲρ ἅπαντα αὐτῷ φησιν ἡ δόξαν ἀμήν ὅρα δὲ δύο ὑπερβολὰς τὸ καὶ ὑπὲρ πάντα ποιῆσαι τὰ εἰρημένα καὶ ὑπε ἐκπερισσοῦ ποιῆσαι ἃ ποεῖ ἔνι γὰρ καὶ πλείονα ποίουντα τῶν αἰτηθέν των κεφάλαια μὴ πλουσίως μήτε δαψιλῶς ἔκαστον ποιῆσαι
126119rEph.3.20κζ ὐπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν καὶ ὅτι ἐκπερισσοῦ ὦν αἰτούμεθα ἢ νοοῦμεν δυνατός ἐστι ποιῆσαι δῆλον ἐκ τῆς ἐν ἡμῖν ἐνεργούσης δυνάμεως αὐτοῦ τίς γὰρ τοῦτο προσεδόκησεν περὶ τῶν ἐθνῶν ὅτι οἱ τοσοῦτον ἀπερρωγότες τοῦ θεοῦ ἐν τοῖς ὑιοθετηθεῖσαν εἰσὶν
127119rEph.3.20-Eph.3.21κη αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν χριστῷ ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων ἀμήν ἐπειδὴ δεῖ τὸν τοσαῦτα δωρησάμενον δοξάζεσθαι ὥστε καὶ ἡ δοξολογία δεῖγμα ὑπάρχει τοῦ μεγέθους τῶν ὑπηργμένων ἡμῖν παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν ἀνθρωπίνην ἀγαθῶν καλῶς δὲ ἡ δόξα αὐτοῦ ἐν ταῖς ἐκκλησίαις ἐπεὶ γὰρ αὖται διηνεκῶς μένουσιν ἐν ταύταις εἴ ἠ φησὶν ἡ δόξα τοῦ θεοῦ ἵνα ἡμῖν ᾐ διηνεκῶς δοξαζόμενος καὶ εἰς πάσας ἔλθη τοῦτο γενεάς
127ex119rEph.3.21οικουμενιου ἤ ὅτι τῇ ἐκκλησία ἐπέυχεται ὥστε διατηρεῖν ἀεὶ τὴν δοξολογίαν τοῦ θεοῦ καὶ μήποτε παρατραπῆναι τὸ δὲ ἐν χριστῷ ἰησοῦ ἣ σὺν χριστῶ ἰησοῦ νόει ἠ διὰ χριστοῦ ἰησοῦ διὰ τὴν σάρκα τοῦτο νοῶν εἰρῆσθαι
128119rEph.3.21-Eph.4.1κθ παρακαλῶ οὖν ὑμᾶς ἐγώ ὁ δέσμιος ἐν κυρίῳ ὁ διὰ τὸν κύριον φησὶν δέσμιος βαβαὶ ὅσον τὸ ἀξίωμα τὸ δεδέσθαι διὰ τὸν χριστὸν βαβαὶ ὅσα εἶπεν ὁ μακάριος ἰωάννης εἰς τὴν ἅλυσιν τὴν παῦλου καὶ αὐτὸς γὰρ ὁ ἀπόστολος ταύτην προβάλλεται ὡς δι’ αὐτῆς δυσωπήσων αὐτούς
128ex119rEph.4.1 * μεγάλη γὰρ ἡ κλῆσις καὶ ἐπὶ μεγάλοις ἐπὶ τῷ ἔχειν κεφαλὴν τὸν χριστόν ἐπὶ τῷ εἰς ὑιοὺς εἶναι θεοῦ
129119rEph.4.1-Eph.4.2λ μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ τουτέστιν ἐν παντὶ πράγματι ἐπὶ παντὸς προσώπου τοῦτο γάρ ἐστιν ἀξίως τῆς κλήσεως περιπατῆσαι μετὰ ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας καὶ τοῦ ἀνέχεσθαι ἀλλήλων ἔνθα γάρ ἐστιν ἀγάπη πάντι ἐστὶν ἀνεκτά
130119rEph.4.3λα σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσῳ τῆς εἰρήνης καθάπερ γὰρ ἐπὶ τῶν ἡμετέρων σωμάτων ἐστὶ τὸ ἡμῶν πνευμᾶ ἐνεργοῦν ἐν πᾶσι τοῖς μέλεσι καὶ πάντα συνέχον οὕτως καὶ τὸ πνευμᾶ τὸ ἅγιον ἡμῖν ἐδόθη τοὺς γένει καὶ τρόπω καὶ ἤθεσιν διαλλάσσοντας ἑν οῦν καὶ ποιοῦν ἡμᾶς ἓν σῶμα ταύτην φυλάξωμεν τὴν ἑνότητα τὴν διὰ τοῦ ἁγίου δοθεῖσαν ἡμῖν πνευματός ἥτις φησὶ γίνεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης
130Ph119rEph.4.3 φωτ Σπουδάζοντες τηρεῖν σπουδάζοντες τηρεῖν τὰ ἐνοτητα τοῦ πνευματος ἐν τῷ συνδεδέσθαι ἀλλήλους εἰρηνικῶς καθ’ ἓν σῶμα καὶ καθ’ ἓν πνεῦμα τοῦτο γὰρ ἡ ἑνοτης τοῦ πνεύματος ἣν ἥνωσεν ἡμᾶς ἐκεῖνο καὶ οὗ ἐκλήθητε ἢ σπουδάζοντες ἀλλήλους τηρεῖν καὶ φυλάττειν ἓν σῶμα καὶ ἓν πνεῦμα κατὰ τὴν ἑνοτητα τοῦ πνεύματος καθὼς ἡμᾶς τὸ ἅγιον ἥνωσεν πνεῦμα καθὼς καὶ ἐκλήθητε τὴν τοιαύτην δὲ φυλάττει ἕνωσιν ὁ τῆς ἀγάπης σύνδεσμος ἀλλ’ εἰ μὲν ὡς τὸ προτερον ἐλλειπτικὴ ἂν εἴη μονον ἡ σύνταξις λείπουσης τῆς κατὰ προθεσεως οἷον καθ’ ἓν σῶμα καὶ καθ’ ἓν πνεῦμα εἰ δὲ ὡς τὸ δεύτερον τρεῖς ἔχει τροπους ὑπερβατὸν καὶ ἀπὸ κοινοῦ μετὰ ζεύγματος καὶ τρίτον τὸν ἐλλειπτικον κἀνταῦθα τῆς αὐτῆς μὲν προθέσεως ἐλλειπούσης οἷον κατὰ τὴν ἑνοτητα τοῦ δὲ ἀλλήλων ἀπὸ κοινοῦ μετὰ ζεύγματος λαμβανομένου ἀλλήλους γὰρ ἐξακουσθήσεται τὸ δὲ ὑπερβατὸν εὔδηλον
131119rEph.4.3-Eph.4.4λβ ἓν σῶμα καὶ ἓν πνεῦμα γένεσθε φησιν ὅυτως συνηνωμένοι ὅυτως ἀλλήλων κηδόμενοι ἐκ τούτου γάρ φησιν ἔσεσθε ἓν πνευμᾶ ἔχοντες τουτέστιν ὁμότιμον τὴν χάριν τοῦ πενυματός ἢ ὅτι ἔστιν μὲν ἓν σῶμα ειναι οὐχ ἓν δὲ πνευμᾶ ὡς ὅταν τις αἱρετικῶν φίλος ᾖ ἢ ὅτι τοῦ τό φησιν ἓν πνευμᾶ λαβόντες οὐκ ὀφείλετε διχονοεῖν ἀλλ’ ἓν σῶμα ἢ ὅτι πνευμᾶ ἐνταῦθα τὴν προθυμίαν καλεῖ
132119rEph.4.4λγ καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι ὁ θεὸς ἡμᾶς φησιν ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν οὐδενὶ πλεῖον ἀπονείμας πᾶσιν ἀθανασίαν πᾶσι ζωὴν αἰώνιον ἐπηγγέιλατο πᾶσιν δόξαν ἀθάνατον πᾶσιν ἀδελφότητα πᾶσιν κληρονομίαν ἐπηγγέιλατο κοινὴ πάντων ἐγένετο κεφαλή πάντας συνήγειρε καὶ συνεκάθισεν εἰ τοίνυν ἐν τοῖς πνευματικοῖς φησιν τοσαύτην ἔχετε κοινωνίαν ὀφείλετε καὶ ἓν σῶμα εἶναι ἐν τῇ τῆς ἀγάπης ἀνακράσει
133119vEph.4.4λδ τῆς κλήσεως ὑμῶν πάντα γὰρ τὰ εἰρημένα κοινή ἐστιν ἡμῶν ἐλπὶς ἐκ τῆς κλήσεως γενομένη
134119vEph.4.4-Eph.4.5λε εἷς κύριος μία πίστις ἓν βάπτισμα ἰδοὺ καὶ ἄλλη κοινωνία εἰς ἡμῖν κυριός μία πίστις ἒν βάπτισμα οὐδεῖ οὖν ἡμᾶς διεστάναι
135119vEph.4.5-Eph.4.6λϛ εἷς θεὸς καὶ πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πασῖν ἡμῖν ἰδοὺ καὶ ἄλλη κοινωνία ἀγάπης πρόφασις τὸ εἶναι ἡμῖν ἔνα πατέρα τὸν θεόν καὶ ἐπὶ πάντων τουτέστιν ὁ ἐπάνω πάντων καὶ διὰ πάντων τουτέστιν ὁ προνοῶν διὰ πάντων ἡμῶν καὶ ἐν πᾶσιν ἡμῖν τουτέστιν ὁ ἐνοικῶν ἐν πᾶσιν ἡμῖν
136119vEph.4.7λζ /αντιθεσις ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ εἰ πάντα ἐστὶν ὡς λέγεις κοινὰ πόθεν ὁ δεῖνα μὲν μεῖζον ὁ δεῖνα δὲ ἔλαττον ἔχει χάρισμα τοῦτο γὰρ αὐτοὺς εἰς φθόνον μάλιστα ἦγε καὶ φησὶν ἑκάστω ἐδόθη ἡ χάρις τουτέστιν τὸ χάρισμα καὶ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ ὡσεὶ εἶπεν εἰ αὐτὸς ἐμέτρησεν πάντως ὅτι καλῶς ἐμέτρησεν πάντως καὶ συμφερόντως καὶ εἰ δωρεάς ἐστι τὸ πνεῦμα ὑπὲρ μὲν οὗ ἔλαβες εὐχαρίστει ὑπὲρ δὲ οὗ οὐκ ἔλαβες μὴ φθόνει δωρεὰ γὰρ ἐστιν ὡσεὶ εἶπεν οἶδεν ὁ μετρήσας καὶ δωρησάμενος πῶς καλῶς καὶ συμφερόντως τοῦτο πεποίηκεν τὰ μὲν γὰρ ἄλλα κοινὰ πρόκειται τὰ δὲ χαρίσματα δέδοται κατὰ τὴν ἀναλογίαν τῆς ἐκάστου καθαρότητος
137119vEph.4.7-Eph.4.8λη διὸ λέγει ἀναβὰς εἶς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ὅτι φησὶν ἡ χάρις δωρέα ἐστι τοῦ χριστοῦ καὶ αὐτὸς ἐμμετρήσας ἔδωκεν ἄκουε φησι τοῦ δαυῖδ τὸ δὲ ἀναβὰς εἰς ὕψος ἀλλαχοῦ λέγει ὅτι ἐπήρθη ἡ μεγαλοπρέπεια σου ὑπεράνω τῶν οὐρανῶν τίνα δὲ ἥχμαλώτευσεν ἡμᾶς δηλονότι τὴν καλὴν καὶ συμφέρουσαν αἰχμαλωσίαν πολέμω γὰρ νοητῶ νικήσας τὸν διάβολον αἰχμαλώτους εἶλεν ἡμᾶς οὐχ ἵνα κατα δουλώσηται πῶς γὰρ τοὺς ὄντας δούλους καὶ πάλαι ἀλλ’ ἵνα τῆς πικρᾶς ἀπαλλάξη τυραννίδος τοῦ πονηροῦ
137Ph119vEph.4.8αθανασιου αθα ἀναβὰς εἶς ὕψος λέγει δὲ τὸ τοῦ σταυροῦ ὡς αὐτὸς ἐπηγγείλατο ὅταν ὑψωθῶ πάντας ἑλκύσω πρὸς ἐμαυτον
137Ph2119vEph.4.8οικουμενιου φωτ Ἠχμαλώτευσεν μὲν τὸν διάβολον ἔδωκεν δὲ ἀντὶ τιμωρίας δοματα καὶ χαρίσματα τοῖς αἰχμαλωτισθεῖσιν ἐπειδὴ ὁ ἀναβαίνων ἢ ἐν τῷ ἀναβαίνειν λαμβάνει τὴν ἀρχὴν τοῦ ἄνω γενέσθαι ὥσπερ ὅτε τις ἀπάρχεται ἀναβαίνειν μὴ ὢν ἐξ ἀρχῆς ἄνω ἢ οὐ νῦν λαμβάνει τὴν ἀρχὴν τῆς ἀνοδου ἀλλ’ ἀπ’ ἀρχῆς μὲν ἦν ἄνω καταβὰς δὲ ἐκεῖθεν νῦν πάλιν ἄνεισιν εἰπὼν δὲ ἀναβάς ἑρμηνεύει πῶς δεῖ ἐννοεῖν τὸ ἀναβάς ὅτι οὐχ ὡς νῦν φησίν ἀρξάμενος ἀναβαίνει ἦν γὰρ ἐξ ἀρχῆς ἐν τῷ ὕψει τῆς θεϊκῆς ἀξίας καὶ τῆς πατρικῆς δοξης ἀλλ’ ὡς ἀπὸ τῆς κατὰ τὴν οἰκονομίαν συγκαταβάσεως καὶ μέχρι τῆς εἰς ᾅδου καθοδου εἰς τὴν πρέπουσαν τοῦ θεϊκοῦ ὕψους φανέρωσιν ἀνελθὼν πάλιν λέγεται φησιν ὅτι ἀνέβη
138119vEph.4.8λθ καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις ὥστε τοῦ χριστοῦ τὰ δόματα τί ἀδημονεῖς πολύ μὴ ἔχων ἤ τί φθονεῖς τῷ ἔχοντι ἀλλ’ ὧδε μὲν ὅυτως παρακατιῶν δὲ δέικνυσιν ὅτι πρὸς ὠφέλειαν τῆς ἐκκλησίας ἐκάστος ἔλαβεν τὸ χάρισμα καὶ ὁ τὸ μέγα λαβὼν καὶ ὁ τὸ μὴ τοιοῦτον καὶ οὐ διὰ τὰ οἰκεῖα ἔργα οὐ δὲ διὰ τὸ ἄξιον εἶναι τινα τοῦ λαβεῖν τίς οὖν φθονήσει ἐν τὸ διάτι εἰληφότι καὶ πρὸς ἑτέρων ὠφέλειαν ὅσον γὰρ μεῖζον τὸ χάρισμα τοσοῦτον ἀκριβέστερον αἰ εὐθύναι
138ex119vEph.4.8 * λαβὼν γὰρ τὴν πίστιν ἀντι δίδωσιν τὴν χάριν
139119vEph.4.8-Eph.4.9μ τὸ δέ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον οὐκ ἂν δέ φησιν ἐδεήθη ὁ προφήτης τοῦ εἰπεῖν ἀνέβη εἰ μὴ ᾔδει ὅτι κατέβη πρῶτον περὶ γὰρ τοῦ καταβάντος τὸ ἀνέβη λέγει τίς
140119vEph.4.9μα εἰς τὰ κατώτερα μέρη τῆς γῆς τουτέστιν μεθ ὃ οὐκ ἔνι κατώτερα λέγει δὲ τὸν ᾄδην ὡς πρὸς τὴν κοινὴν συνήθειαν ἀφορῶν ὅυτως γὰρ λέγειν εἰώθαμεν διὸ καὶ ἰακώβ φησι καὶ κατάξετε τὸ γῆρας μου μετ’ ὀδύνης εἰς ἄδου καὶ δαυιδ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
140ex119vEph.4.9 * κατώτερα μέρη τῆς γῆς τὸν θάνατον ἐκάλεσεν
141119vEph.4.9-Eph.4.10μβ ὁ καταβάς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν τοῦτο φησιν ὅτι οὐδὲν αὐτῷ πρὸς τὴν ἄνοδον ἐνεπόδισεν ἡ εἰς τὰ κατώτατα κάθοδος ὥστε φησιν καὶ ὑμῶν ὅς ἄντις ταπεινοφρονῇ τοσοῦτον μᾶλλον ὑψοῦται
141Ph119vEph.4.10 φωτ ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς τοῦτο τὴν νεστορίου καταβάλλει βλασφημίαν αὐτος φησίν ἐστὶν ὁ καταβὰς καὶ ὁ ἀναβάς καταβαίνει μὲν εἰς τὴν σάρκωσιν ὡς θεος ἀναβαίνει δὲ ὡς ἄνθρωπος καὶ καταβαίνει μὲν εἰς τὸν ᾅδην ὡς ἄνθρωπος ἀνίσταται δὲ ὡς θεος οὐ μονον δέ ἀλλὰ καὶ ὑπεράνω γίνεται τῶν οὐρανῶν καὶ οὐχ ἁπλῶς ἀλλὰ πάντων τῆς ἐκεῖσεν λήξεως καὶ καθέδρας τὸ προσλημμα ἡμῶν ἀξιῶν
142119vEph.4.10μγ ἵνα πληρώσῃ τὰ πάντα καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι τὰ πάντα ἐπλήρου καὶ σαρκωθεὶς ἵνα τὰ πάντα καὶ μετὰ σαρκὸς πληρώσῃ κατέβη καὶ ἀνέβη
143119vEph.4.11μδ καὶ αὐτὸς ἔδωκεν ὁ μὴ παραιτησάμενος φησιν διὰ τὴν ἡμῶν σωτηρίαν εἰς τὰ κατώτατα κατελθεῖν αὐτὸς τὴν διανομὴν τὼν χαρισμάτων ἐποίησεν ἄρα οὖν οὐ χρὴ ἀγανακτεῖν πρὸς τὴν διανομήν εἰ γὰρ αὐτὸς ἔδωκεν τί ἀντι λέγεις ἀλλαχοῦ δέ φησιν τὸ πνευμᾶ διδόναι τὰ χαρίσματα πάντα γὰρ ταῦτα φησιν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνευμᾶ ἁλλαχοῦ τὸν πατέρα φησιν ὡς τὸ ἐγὼ ἐφύτευσα ἀπολλῶς ἐπότισεν ἀλλ’ ὁ θεὸς ἤυξανεν ἐνταῦθα τὸν ὑιὸν κοινὰ γὰρ πάντα τῇ ἁγία καὶ μακαρία τριάδι
144119vEph.4.11με τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας οἱ γὰρ ἀπόστολοι καὶ προφητείαν εἶχον οἵ δὲ τότε προφῆται οὐκ εἶχον ἀποστολήν
145119vEph.4.11μϛ τοὺς δὲ εὐαγγελιστάς τοὺς τὸ εὐαγγέλιον γράψαντας
146119vEph.4.11μζ τοὺς δὲ ποιμένας καὶ διδασκάλους τοὺς τὰς ἐκκλησίας ἐμπεπιστευμένους λέγει τοὺς ἐπισκόπους οἷος ὁ τιμόθεος οἷος ὁ τῖτος ἦν
147120rEph.4.11-Eph.4.12μη πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ ὁρᾶς τὴν αἰτίαν τῆς δόσεως τῶν χαρισμάτων πρὸς τὸν καταρτισμόν φησιν τουτέστιν πρὸς ἀπαρτισμόν πρὸς πλήρωσιν εἰς τὸ ἐν τούτοις διακονεῖν τῇ ἐκκλησία καὶ οἰκοδομεῖν αὐτήν ὅσω οὖν τις μεῖζον ἔλαβεν χάρισμα τοσοῦτον μεῖζον ἔχει τὸ φορτίον τίς οὖν φθονήσεις τὸ μεῖζον ἔχοντι φορτί ταῦτα δέ φησι πρὸς τοὺς τῷ φθόνῳ τῶν μειζόνων χαρισμάτων ἀποκεκομμένους τοῦ σώματος τῆς ἐκκλησίας δεικνὺς ὅτι πάντων τὸ ἔργον εἰς ἒν ὁρᾶ τέλος τὸν καταρτισμὸν τῶν ἁγίων ποῦ οὖν χρεία φθόνου ἁγίων τῶν πίστων
148120rEph.4.13μθ μέχρι καταντήσωμεν οἱ πάντες φθάσωμεν
149120rEph.4.13ν εἰς τὴν ἑνόντητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τουτέστιν ἔως ἂν οἱ πάντες μίαν τὴν πίστιν σχῶμεν ἕκαστος κάμνει καὶ ἕκαστος διακονεῖ ἑνότης γὰρ πίστεως τὸ μὴ διαφωνεῖν περὶ τὰ δόγματα τοῦτο γὰρ ἐπιγνωσις τοῦ ὑιοῦ τοῦ θεοῦ τὸ μὴ διαφωνεῖν περὶ αὐτοῦ
150120rEph.4.13να /οικουμενιου τοῦ πληρώματος τοῦ χριστοῦ ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας λέγει τὴν τελείαν τοῦ χριστοῦ ἔννοιαν καὶ εἴδησιν πλήρωμα χριστοῦ φησιν τὴν περὶ χριστοῦ ὀλοτελῆ γνῶσιν καὶ πίστιν οἷον ὅτι ἐκ παρθένου σάρκα ἔλαβεν ὅτι ἐκ θεότητος καὶ ἀνθρωπότητος εἰς μίαν ὑπῆρξεν ὑπόστασιν ἵνα γὰρ μὴ ἀκούσας ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὴν σωματικὴν νοήσης ἐπήγαγε τοῦ χριστοῦ ὡσεὶ ἔλεγεν μέχρις οὗ εἰς τελείοτητα φθάσωμεν τῆς ὀλοτελοῦς τοῦ χριστοῦ πίστεως καὶ γνώσεως
150Ph120rEph.4.13 φωτ τοῦ πληρώματος τοῦ χριστοῦ οὐ γὰρ ὁ τυχὼν γίνεται μέρος τοῦ ὅλου πληρώματος ἤτοι τοῦ σώματος τοῦ χριστοῦ ἀλλ’ ὁ εἰς ἄνδρα τέλειον τῆς ἐπιγνώσεως αὐτοῦ καταντήσας καὶ εἰς μέτρον ἡλικίας ἀξίας τοῦ πληρώματος τοῦ Χριστοῦ
151120rEph.4.13-Eph.4.14νβ ἵνα μηκέτι ὦμεν νήπιοι δείκνυσιν τοῦτο παθόντας αὐτοὺς πάλαι καὶ ὠς ἐν διηγήματος τάξει ἐπανορθοῦται αὐτοὺς καὶ ἑαυτὸν συντάττων διὰ τὸ ἀνεπαχθές νηπιόυς δὲ τῇ πίστει φησιν
152120rEph.4.14νγ κλυδωνιζόμενοι καὶ περιφερόμενοι νηπίων γὰρ ὄντως τὸ περιφέρεσθαι καὶ οὐ βεβηκότων
153120rEph.4.14νδ παντὶ ἀνέμῳ τῆς διδασκαλίας εἰπὼν κλυδωνιζόμενοι ἐπέμεινε τῇ τροπῇ καὶ ἄνεμον διδασκαλίας προσειπών
154120rEph.4.14νε ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης κυβευταὶ λόγων λέγονται οἱ ποτε μὲν τοῦτο ποτὲ δὲ ἐκεῖνο διδάσκοντες καὶ μετα βαίνοντες ἀεὶ ἀπὸ τούτου εἰς τοῦτο πανούργως τοιοῦτοι οἱ αἱρετικοί οἱ δὲ τοιοῦτοι φησι καὶ πανοῦργοι πρὸς τὸ μεθοδον ἐυρεῖν καὶ πρόφασιν πλάνης πάντα πρὸς τὸ ἀπατῆσαι μηχανώμενοι
154ex120rEph.4.14 * κύβειαν τὴν πανουργίαν καλεῖ πεποίηται δὲ ἀπὸ τοῦ κυβεύειν τὸ ὄνομα ἰδιον δὲ τοὖτο το τῇ δὲ κακεῖ σε μετα φέρειντὰς ψήφους πανευργεομένους
155120rEph.4.14-Eph.4.15νϛ ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλή ὁ χριστός ἐκεῖνοι μὲν νόθα φησὶν καὶ ψευδῆ διδάσκουσι περὶ ὧν ὁ λόγος ἡμεῖς δὲ ἀληθεύοντες ἔντε δόγμασι καὶ βίῳ καὶ λόγῳ ἐν ἀγάπη ἄλλως γὰρ οὐκ ἔνι ἀληθέυειν αὐξήσωμεν καὶ ἐποικοδομήσωμεν εἰς τὸν χριστὸν τὴν κεφαλὴν ἡμῶν τὰ πάντα ἡμῶν καὶ βίον καὶ λόγον καὶ δόγματα
156120rEph.4.15-Eph.4.16νζ ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμςβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους καθάπερ ἐπὶ τῶν ἡμετέρων σωμάτων τὸ πνευμᾶ τὸ ζωτικὸν τὸ ἀπ’ ἐγκεφάλου διὰ τῶν εὐρῶν κατιὸν οὐχ ἁπλῶς πᾶσιν ἐμπνεῖ τοῖς μέλεσιν δύναμιν ἀλλὰ τῷ μὲν πλεῖόντι δέξασθαι δυναμένω πλεῖον δίδωσι τῷ δὲ ἔλαττον ὅυτως καὶ ὁ χριστὸς καθάπερ γὰρ μελῶν τῷ ἡμετέρων ψυχῶν αὐτοῦ καὶ εἰς αὐτὸν ἀποκεκρεμαμένων ἡ πνευματικὴ αὐτοῦ δύναμις καὶ ἡ τῶν χαρισματων διανομὴ κατὰ ἀναλογίαν ἑνὸς ἐκάστου μέλους αὐτοῦ προσαπτομένη τὴν αὔξησιν ποιεῖται τῆς πνευματικῆς ἡλικίας διὰ τῆς ἁφῆς φησι τῆς ἐπιχορηγίας τουτέστιν διὰ τῆς ἐν τῇ ἁφῇ καὶ οἷον ἐρευνῃ τοῦ ἐπιτηδείου ἐπιχορηγίας γινομέναι ἐκεῖνη γὰρ ἡ ἀπὸ χριστοῦ κατιοῦσα πνευματικὴ δύναμις ἑνὸς ἐκάστου μέλους αὐτοῦ ἁπομένη ὅυτως ἐνεργεῖ ὡς ἂν ἕυρη τινὰ πρὸς ὑποδοχὴν ἐπιτή δειον ὡσει ἐλεγεν τὰ μέλη τοῦ χριστοῦ ἡμεῖς φησι οἱ ἄνθρωποι κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου πνευματικοῦ μέτρου δεχόμενοι τὴν ἀπὸ χριστοῦ ἐπιχορηγίαν αὔξομεν τὸ γὰρ πνευμᾶ ἄνωθεν ἐπιρρέον ἀπὸ τοῦ χριστοῦ ἀφθόνως καὶ χορηγόυμενον πάντων ἐφαπτόμενον τῶν εἰς μέλη τελούντων χριστοῦ πρὸς τὴν ἀναλογίαν τῆς ἐκάστου δυνάμεως τὴν αὐξησιν ποιεῖται καλῶς δὲ προσέθηκεν ἐν ἀγάπῃ ἄνευ γὰρ ταύτης οὐκ ἂν εἰς τινα καταβαίη τὸ πνευμᾶ τὸ ἅγιον
156ex120rEph.4.16οικουμενιου ὅρα τί κἀγὼ ἐνόμισα οὔ τε γὰρ ἐνόησα τὸ τοῦ μακαρίου ἰωάννου ἔξ νοῆσαι ἐξ οὖ χριστοῦ πᾶν τὸ σῶμα τῆς ἐκκλησίας συναρμολογούμενον αὐτῷ καὶ συμβιβαζόμενον τουτέστιν συγκεκολλημένον αὐτῷ καὶ προσηνωμένον ὡς ἰδία κεφαλὴ ἐξ αὐτοῦ γὰρ ἡμῖν τὸ κεκολλῆσθαι αὐτῷ κεκολλημένον δὲ διὰ πάσης ἀφῆς τουτέστιν αἰσθήσεως τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρω ἑνὸς ἑκάστου μέτρους τουτέστιν διὰ τῆς κατ’ ἐνέργειαν χριστοῦ ἐπιχορηγίας τοῦ ἁγίου πνευματός τῆς κατὰ τὸ μέτρον καὶ τὴν τῆς ὑποδοχῆς δύναμιν ἑνὸς ἑκάστου βέλους τοῦ χριστοῦ γενομένης τὴν αὔξησιν τοῦ σώματος τοῦ χριστοῦ τουτέστιν τῆς ἐκκλησίας ποιεῖται αὔξησιν δὲ δηλαδὴ πνευματικὴν διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου πενυματός αὔξεται εἰς μέτρον τέλειον πνευματικῆς ἡλικίας ἡ ἐκκλησία εἴτε διὰ χαρισμάτων εἴτε διὰ γνώσεως εἰτε διὰ πίστεως
156Ph120rEph.4.16 φωτ ἐξ οὗ πᾶν τὸ σῶμα ἐξ οὗ πᾶν τὸ σῶμα ἤγουν οἱ πιστοί συναρμολογούμενον καὶ συμβιβαζομενον τὴν αὔξησιν τὴν ἰδίαν ποιεῖται ἐπ’ ἰδίᾳ οἰκοδομῇ καὶ τελειοτητι ἀλλ’ οὐχὶ ἑτέρου τινὸς χάριν τὸ δὲ ἐν ἀγάπῃ ὅτι οὐδ’ ἄλλο μέν τι τῶν καλῶν χωρὶς ἀγάπης συνίσταται καὶ τελειοῦται μάλιστα δὲ ἡ κατὰ πίστιν ἑνοτης καὶ ἁρμολογία ἀλλὰ πῶς ἁρμολογοῦνται καὶ συμβιβάζονται οἱ πιστοί διὰ πάσης ἁφῆς φησίν ἵνα μὴ ὁ μὲν τῷδε συνάπτηται ὁ δὲ τῶδε ἀλλὰ πάντες πᾶσιν διὰ γὰρ τῆς ἁπάντων συναφῆς ἡ κοινὴ τοῦ σώματος παντὸς αὔξησις γίνεται αὕτη δὲ ἡ ἁφὴ καὶ συνάφεια ποθεν φύεται τῆς ἐπιχορηγίας ἐστὶ τοῦ Χριστοῦ φησίν ἐπιχορηγίας δέ ὅτι μετὰ τῶν ἄλλων αὐτοῦ εὐεργεσιῶν καὶ τὴν ἀλλήλων συνάφειαν αὐτὸς ἐπιχορηγεῖ τὸ δὲ κατ’ ἐνέργειαν ὅτι οὐ μονον τὸ ἐπιτηδείως ἔχειν πρὸς τὴν συνάφειαν ἀλλὰ καὶ αὐτὸ τὸ συνάπτεσθαι τῆς αὐτῆς ἐπιχορηγίας ἐστίν τὸ δὲ ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους ἵνα μὴ ἀκούσας ὅτι αὐτὸς ἡμᾶς ἀλλήλοις συναρμολογεῖ αὐτὸς ἐπιχορηγεῖ καὶ τὴν κατ’ ἐνέργειαν συνάφειαν τῆς αὐτοῦ ἐστι δωρεᾶς καὶ ἐπιχορηγίας ἅπαντα ἵνα μὴ ταῦτα λογισάμενος αὐτὸς εἰς ῥᾳθυμίαν ἀποκλίνῃς ὡς πάντα ἔχων ἐκεῖθεν προῖκα προστίθησι ταῦτα ὅτι εἰ καὶ προῖκα ἐπιχορηγεῖται ἀλλὰ κατὰ τὸ μέτρον τῆς προθυμίας ἑνὸς ἑκάστου τῶν δεχομέων ἡ διανέμησις
157120rEph.4.16νη τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ αὔξων γὰρ τὴν ἐκκλησίαν ὁ χριστὸς πμευμαυτικῶς τε καὶ αἰσθητῶς ἑαυτὸν οἰκοδομεῖ ἐπειδὴ τὸ ἴδιον αὐξει σῶμα καλῶς δὲ τὸ ἐν αγάπῃ ἄνευ γὰρ τοῦ ταύτην ἡμῖν προς εῖναι οὐδὲν ἡμῖν τούτων ἔσται
157ex120rEph.4.16νθ /οικουμενιου ἐν ἀγάπη ᾕ αὐτὸς ἡμᾶς ἀγαπᾶ διὰ γὰρ τὸ ἀγαπᾶν ἡμᾶς φησὶ ταῦτα ποιεῖ
158120rEph.4.16-Eph.4.17ξ τοῦτο οὗν λεγώ καὶ μαρτύρομαι ἐν κυρίῳ μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐχρῆν μὴ μόνον διὰ τοῦ παραινεῖν ἀλλὰ καὶ διὰ τοῦ φοβεῖν καὶ τῷ θεῷ παραδιδόναι τὴν διδασκαλίαν ἐργάζεσθαι μαρτύρομαι φησιν ἐν κυρίω τουτέστιν μάρτυρα τὸν κυριόν καλῶ ὅτι εῖπον τί δεῖ ὑμᾶς πράττειν ὅρα δὲ σοφίαν οὐκ εἶπεν μηκέτι ἡμᾶς περιπατεῖν καθὼς περιπατεῖτε ἔπληξεν γὰρ ἄν ἀλλὰ τοῦτο μὲν οὐκ ἐδήλωσεν ἀπὸ δὲ ἑτέρων ἤγαγεν τὸ παράδειγμα
159120rEph.4.17ξα ἐν ματαίοτητι τοῦ νοὸς αὐτῶν εἰς τὸ μὴ περὶ τὰ μάταια ἀσχολεῖσθαι τὸν νοῦν ὑμῶν
160120rEph.4.17-Eph.4.18ξβ ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ τὸ γὰρ πλῆθος τῶν βιωτικῶν ἁμαρτιῶν τὸ διορατικὸν τῆς διανοίας ἐπισκοτίζον ἰδεῖν οὐκ ἐτᾶ τὸν ἥλιον τῆς δικαιοσύνης χριστόν ἔνθεν γίνεται ἣ πώρωσις τῆς καρδίας ὅπερ παρακατιών φησιν οἷον εἰπείρωσις τις οὖσα καὶ ἀναισθησία τὸ γὰρ ἐσκοτισμένον ἀναίσθητον
160Ph120rEph.4.18 φωτ ἐν ματαίοτητι τοῦ νοὸς αὐτῶν οὐ τὰ τῆς ἀληθείας φρονοῦντες καὶ πιστεύοντες καὶ ἀποδεχομενοι ἀλλ’ ἅπερ ἂν ὁ νοῦς αὐτῶν μάτην ἀναπλάσῃ καὶ λογίσηται τί δ’ ἂν καὶ λογίσοιτο τῶν καλῶν ὁ ἐσκοτισμένην ἔχων τὴν διάνοιαν
161120rEph.4.18ξγ διὰ τὴν ἄγνοίαν τὴν οὖσαν ἐν αὐτοῖς εἰ οὖν ἀγνοσῦσι φησι καὶ εἰ πεπώρωνται οὐκ ἄξιοι ἐγκλημάτων εἰσὶ καὶ τιμωριῶν ἀλλὰ μάλλον τοῦ μαθεῖν ἀλλ’ ὅρα πῶς αὐτῶν ἀφαιρεῖται τὴν συγγνώμην οἵτινες φησιν ἀπηλγηκότες ἑαυτὸυς παρἐδωκαν τῇ ἀσελγεία εἰς ἐργασίαν ἀκαθαρσίας πάσης δείκνυσι γὰρ ὅτι τῆς ἁγνόιας καὶ τῆς πωρώσεως ὁ βίος αὐτοῖς αἴτιος ὁ δε βίος ἐξ οἰκείας γέγονε ῥαθυμίας καὶ ἀναλγησίας ἑαυτοὺς γὰρ φησι παρέδωκαν ὅταν οὗν εἰς τὴν πρὸς ῥωμαίους παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν κατὰ τὴν ἐνταῦθα διάνοιαν αὐτὸ νόει συνεχώρησεν γὰρ ὁ θεὸς παραδοθῆναι αὐτοὺς ἐπειδὴ τούτου ἀναξίους ἑαυτοὺς ἐπόιησαν
162120rEph.4.18ξδ διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν διὰ τὴν ἀναισθησίαν ἀναισθησίαν γὰρ φέρει τοῦ φωτὸς ἡσκότωσις τῷ μὴ ἔχειν ἐν ἑαυτοῖς φόβον θεοῦ
162ex120rEph.4.19 * οἵτινες ἀπηλγηκότες ἑαυτοὺς εἰς τὸν παράνομον γὰρ ἐξοκείλαντες βίον κατὰ βραχὺ τὴν ἀναλγησιν ἀν ἐνόσησαν
163120rEph.4.19ξε οἷον ἀναλγήτως ἐσχηκότες καὶ ῥαθυμήσαντες καὶ καμεὶν μὴ βουληθέντες πρὸς εὕρεσιν τοῦ καλοῦ
164120rEph.4.19ξϛ παρέδωκαν τῇ ἀσελγείᾳ πῶς γὰρ ὁ ἐν ἀσελγείᾳ ἐξεταζόμενος δυνηθεί ἡγνῶναι θεόν οὐκ οὖν ἡ αἰτία τῆς ἀγνόιας ἤ ἀσέλγεια ἥτις κατὰ ἀγνώμην ἁμαρτάνεται
164Ph120rEph.4.19 φωτ ἑαυτοὺς παρέδωκαν ἢ ὅτι δυσὶν ἑαυτοὺς παρέδωκαν πάθεσιν ἀσελγείᾳ καὶ πλεονεξίᾳ ἅ ἐστιν ἐπιπολάζοντα μᾶλλον τῶν ἄλλων ἁμαρτιῶν ἢ ὅτι τὴν ἀσέλγειαν καὶ ἀκαθαρσίαν ἁπλῶς ἐν πλεονεξίᾳ τοῦτ’ ἔστι καθ’ ὑπερβολὴν καὶ ἀνενδοτως εἰργάσαντο
165120rEph.4.19ξζ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ ὡς ἔργω φησι τῷ ἀσελγαίν εἰν ἐχρήσαντο καὶ πλεονεκτεῖν ὅτι δι’ οὐκ ἐξ ἦν αὐτοῖς ἤ ἀσελγαίνειν πλεονεκτεῖν παντί πουδῆλον ὁρᾶς ὅτι παρ’ αὐτῶν γέγονεν ἡ τύφλωσις
166120rEph.4.19-Eph.4.21ξη ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστὸν εἴγε αὐτὸν ἠκούσατε οὐκ ἐπὶ τούτῳ φησὶν τῷ ὅρῳ ὥστε τὰ ὅμοια ποιεῖν ἐκείνοις τὸ δὲ εἴγε αὐτὸν ἠκούσατε ὁ ἅγιος ἰωάννης βεβαιωτικὸν ἐδέξατο καθώς φησιν αὐτὸν ἠκούσατε δύναται δὲ τις καὶ ἐναμφιβολίᾳ αὐτὸ δέξασθαι ἵνα καὶ μᾶλλον αὐτοὺς πλήξη ὡσεὶ εἶπεν ἀμφιβάλλω γὰρ εἴ τις τὸν χριστὸν ἀκούσας καὶ διδαχθεὶς ἐν αὐτῷ τοιαῦτα πράττει
167120rEph.4.21-Eph.4.22ξθ καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ̓στιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφήν τὸν παλαιὸν ἄνθρωπον τὸ καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ δύνη καὶ τῷ ἄνῳ ἁρμόσαι οἷον καὶ ἐν αὐτῷ ἐδιδάχθητε τί ἐδιδάχθημεν καθώς φησιν ἐστιν ἀλήθεια ἐν αὐτῷ ἀλήθειαν λέγων τὴν δικαιοσύνην τὸ γὰρ ψευδός ἐστιν ἁμαρτία καθὼς οὖν ἐστιν ἐν αὐτῷ ἀλήθεια ὅυτως καὶ ὑμεῖς ἐδιδάχθητε κατὰ γὰρ αὐτὴν ἐδιδάχθητε δύνη δὲ καὶ τῷ εποιμένῳ ἁρμόσαι αὐτό καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς τοῦτο γὰρ ἐδιδάχθητε καὶ αὐτό ἐστιν ἡ ἐν τῷ ἰησοῦ ἀλήθεια τὸ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν ἐν ἁμαρτίαις
167ex121rEph.4.22 * παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ἐκάλεσεν ἀλλὰ τὴν τῆς ἁμαρτίας ἐνέργειαν
167Ph121rEph.4.22φωτ Phοtius κατὰ τὴν προτέραν ἐδιδάχθητε ἀποθέσθαι ἐδιδάχθητε ἐνδύσασθαι ἀπὸ κοινοῦ γὰρ τὸ ἐδιδάχθητε
167Ph2121rEph.4.22φωτ Phοtius τὸν παλαιὸν ἄνθρωπον τὸν κατὰ τὴν προτέραν ἀναστροφὴν παλαιὸν ἄνθρωπον
168121rEph.4.22ο τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἢ τὸ κατὰ τὰς ἐπιθυμίας ἀντὶ τοῦ διὰ τῶν ἐπιθυμιῶν κεῖται δι’ αὐτῶν γὰρ φθείρεται ὁ ἄνθρωπος ὥσπερ τὸ ́ἔριον δι’ ὧν τί κτεισητῶν φθείρεται δὲ καὶ ἐν τῇ γεέννῃ καὶ ἐν τῷ νῦν βίῳ αἱ γὰρ ἀκολασίαι καὶ αὐτοῦ τοῦ σώματος οὐ μόνον τῆς ψυχῆς εἰσι φθαρτικαί ἢ ὥσπερ φησιν αἱ ἐπιθυμία φθείρονται φθείρονται δὲ καὶ νόσῳ καὶ χρόνῳ καὶ τὸ τελευταῖον θανάτῳ ὅυτως καὶ αὐτὸς ὁ τὰς ἐπιθυμίας τίκτων ἄνθρωπος καλῶς δὲ τὴν ἐκ τῶν ἐπιθυμιῶν ἀποτελουμένην ἁμαρτίαν ἀπάτην ἐκάλεσεν ἀπάτη γὰρ καὶ οὐ κυρίως ἡδονή
169121rEph.4.22-Eph.4.23οα ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν ̓ἀνανεοῦσθαι δὲ διὰ τοῦ ἁγίου πνευματός τοῦ ὄντος ἐν τῶν ᾧ ὑμῶν τὸ γὰρ πνευμᾶ παλαιῶν οὐκ ἀνέχεται πράξεων καλῶς δὲ τὴν τοιάυτην ἀνακαίνισιν ἐν πνευματικι γίνεσθαι λέγει οὐ γὰρ σωματικῶς ἄλλοι ἀντάλλων γινόμεθα ἀλλὰ διὰ πνευματὸς ἡ ἀνακαίνισις μετανοίας ἡγουμένης καὶ τὸ γήρας τῶν ἁμαρτιῶν ἀποζυούσης
170121rEph.4.24οβ καὶ ἐνδύσασθε ὃ ἐνεδύσασθε φησιν ἐν τῷ βαπτίσματι ἐνδύσασθε καὶ διὰ μετανοίας καὶ πολιτείας χρηστῆς
171121rEph.4.24ογ τὸν καινὸν ἄνθρωπον ὁρᾶς ὅτι ἑκούσιον ἐστι τὸ πρᾶγμα καὶ μᾶλλον εὐχερές καινὸν δὲ ἄνθρωπον φησι τὸν ἐν ἀρετῇ διαζῶντα ὥσπερ παλαὶον τὸν ἐν ἁμαρτίαις
172121rEph.4.24οδ τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι ὁ γὰρ ἐν ἀρετῇ ζῶν κατὰ θεὸν ἕκτισται καὶ κατὰ θεὸν πολιτέυεται δικαιοσύνη δὲ ἡ καθολικὴ λέγεται ἀρετῆ ὁσιότης δὲ ἡ καθαρότης
173121rEph.4.24οε τῆς ἀληθείας ἦ καὶ παρὰ ἰουδαίοις δικαιοσύνηκαὶ ὁισίοτης ἀλλὰ τυπική περὶ γὰρ σώματος κάθαρσιν ἠσχόλητο ἀλλὰ μὴ ταύτην ἀλλὰ τὴν ἐν ψυχῇ δικαιοσύνην καὶ ὁσίοτητα ἐνδύσασθε αὔτη γὰρ ἡ τῆς ἀληθείας ἦ δικαιοσύνην ἀληθείας λέγει πρὸς ἀντι διαστολὴν τῆς ἐν ὑποκρίσει
174121rEph.4.25οϛ διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ ὅτι ἐσμὲν ἀλλήλων μέλη εἶπεν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς λοιπὸν καὶ ἰδικῶς αὐτὸν διαγράφει καὶ πρῶτον αὐτοῦ τὸ ψεῦδος ἀποκόπτει ὡς ἀπὸ οἰκείων μελῶν ὡσεὶ εἶπεν μὴ ὀφθαλμὸς ἰδὼν θηρίον οὐδίδωσι φυγεῖν τοῖς ποσίν ἢ χείρψηλα φήσασα τι πονηρὸν ψεύδεται τὰ λοιπὰ μέλη ὅυτως φησι καὶ ὑμᾶς χρὴ διακεῖσθαι
175121rEph.4.26οζ ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παρουργισμῷ ὑμῶν εἶπεν μὴ ψεύδεσθε ἐπὲι οὖν πολλάκις τίς ψευδόμενος ὀργῆς πρόφασιν παρεῖχεν φησι καλὸν μὲν τὸ μὴ ὀργίζεσθαι καθόλου εἰ δὲ ἄρα κἂν μὴ πρὸς ἁμαρτίαν ἐξαχθῆτε μὴ δὲ παραμενέτω ὑμῖν ἐπὶ πολὺ τὸ πάθος ἔνι γὰρ ὡς λέγοι τίς ὀργῆς δικαίας πρὸς ὥραν ἐμπλησθῆναι λύσον δὲ αὐτὴν πρὸ ἡλίου δύσεως διά τε τὸ μὴ δόξαι ἐπὶ ἀναξίοις ἀνατεταλκέναι τὸν ἥλιον καὶ ἵνα μὴ ἡ νὺξ διὰ τῶν ἐν νοιῶν χαλεπωτέραν ἐργάσηται τὴν πυράν
176121rEph.4.27οι /Οικουμενιου μηδὲ δίδοτε τόπον ἥκουσα τινων ἑρμηνεσάντων μία φησὶν ἀναμάρτητος ὀργὴ ἡ πρὸς τοὺς δαίμονας καὶ τὰ πάθη
176ex121rEph.4.27Οικουμενιου ἢ ὅτι τοῦ ἄνω ἤρτηται μὴ ἐπιδυέτω φησὶν ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν ἵνα μὴ δῶτε χώραν τῷ διαβόλῳ διὰ τῶν κατὰ τὴν νύκτα λογισμῶν πλεόν ὑμᾶς ἐκ κάλειν κατὰ τῶν ἀδελφῶν
177121rEph.4.27οη τῷ διαβόλῳ ὥστε τὸ ἀλλήλους πολεμεῖν τόπον ἐστὶ διδόναι τῷ διαβόλῳ καθ’ ἡμῶν αὐτῶν
178121rEph.4.28οθ ὁ κλέπτων μηκέτι κλεπτέτω ἰδοὺ τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου ποῦ δὲ νῦν εἰσιν οἱ ῥύπου γένοντες ἑαυτὸυ δὲ καθαροὺς ἀποτελοῦντες καὶ τὴν μετάνοιαν μὴ δεχόμενοι ἰδοὺ γὰρ φανερῶ ἀκούουσιν ὁ κλέπτων μὴκετι κλεπτέτω
179121rEph.4.28π μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν ταῖς χερσίν ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι οὐ γὰρ ἀρκεῖ παύσασθαι ἁμαρτίας τὸν μετανοοῦντα ἀλλὰ καὶ τὴν ἐν αντίαν αὐτῆς ὁ δευτέον αὐτῷ κοπίατω δὲ εἰπὼν τὸ ἐπίπονον τοῦ ἔργου ἐδήλωσεν τὸ ἀγαθόν φησιν καὶ γὰρ καὶ ὁ κλέπτων ἐργάζεται μὲν ἀλλὰ κακόν
180121rEph.4.28-Eph.4.29πα πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω σαπρὸν ἢ τὸν ἀργὸν καὶ εἰκαῖον καλεῖ ἢ τὸν σεσηπότα καὶ δυσώδη τί γὰρ λοιδορίας καταλαλιᾶς αἰσχρολογίας εὐτραπελίας δυσωδέστερον ἢ πλεόν σεσηπός
181121rEph.4.29πβ ἀλλ’ ἔι τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας τῆς παρόυσης φησὶν περὶ ἧς ἡδιάλεξις δεῖ γὰρ τὸν πνευματικὸν ἄνθρωπον πᾶσαν προκειμένην διάλεξιν περιτρέπειν εἰς οἰκοδομὴν τῶν συμπαρόντων
181ex121rEph.4.29 * ἵνα δῷ χάριν τοῖς ἀκούουσιν ἵνα δῶ χάριν θεοῦ φησὶ τοῖς ἀκούουσιν ἢ ἵνα χάριν σοι εἴσονται ἐφ’ οῖς λαλεῖς ἢ ἵνα εὐχαρὶς αὐτοῖς γένη πνευματικῶς ἔσται δε τοῦτο ἐὰν περὶ σωφροσύνης περὶ δικαιοσύνης περὶ ἐλεμοσύνης λαλεῖς
182121rEph.4.29-Eph.4.30πγ καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως φοβερόντι λέγει δείκνυσι γὰρ ὅτι πᾶς ὁ σαπρὸν λόγον λαλῶν τὸ πνευμᾶ λυπεῖ τὸ ἅγιον εἶτα καὶ ἐκ τῆς ἐυεργείας τοῦ πνευματός φοβερώτερον τὸν λόγον ποιεῖ ἐν ᾧ γάρ φησιν ἐσφραγίσθητε
182ex121rEph.4.30 Οικουμενιου ὡσπερ γὰρ δῆλους ποιῶν ἡμᾶς ὅτι ἐσμὲν θεοῦ λαὸς ἐσφράγισεν ἡμᾶς ἐν τῷ βαπτίσματι αὕτη γὰρ ἡ ἡμέρα τῆς ἀπολυτρώσεως
183121rEph.4.30-Eph.4.31 πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ οὐδὲ γὰρ ἀρκεῖ μόνη τῶν κακῶν ἡ ἀποχὴ ἀπαλλέξαι τιμωρίας εἰ μὴ καὶ ἀγαθόν τις πρὸς ἐργάσηται καὶ τοῦτο δηλοῦσιν οἱ ἐξ εὐωνύμων οἳ οὐδὲν ἐγκαλοῦνται κακόν ὅτι δὲ μὴ ἔθρεψαν καὶ ἐπότισαν καὶ ἐσκέπασαν ἅπερ ἐστι τῶν καλῶν ἐργασία δεῖ οὖν ἡμῖν καὶ καλῶν ἐργασίας διὸ τὰ φαῦλα ἀνελὼν ὁ παῦλος ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν παρακαλεῖ
184121vEph.4.32πδ γίνεσθε δὲ εἰς ἀλλήλους πικρίαν μὲν λέγει τὴν δεινότητα καὶ τὴν κατασκευήν ὁ δὲ θυμὸς γεννητικός ἐστι τῆς ὀργῆς ἐκ δὲ τῆς ὀργῆς ἡ κραγὴ πρόεισιν ἐκ δὲ ταύτης ἡ βλασφημία οἶον ἡλοι δορία ταῦτα τοι γὰρ οὖν ἄπαντα ἄρθήτω ἀφ’ ὑμῶν οὐ λέγει κατεχέσθω ἠκολαζεσθω ἀλλὰ τὴν τελείαν αὐτῶν δηλῶν ἀναίρεσιν ἀρθήτω φησὶν σὺν πάσῃ κακίᾳ ἐπειδὴ γὰρ εἰσίν ἄνθρωποι ὥσπερ τῶν κυνῶν οἱ λαθροδάκται οἳ οὔτε κράζουσιν οὔτε δήλην ποιοῦσι τὴν ὀργὴν ἀλλὰ κατὰ ψυχὴν ἔχοντες ἀμύνονται ἐν καιρῷ τὸν λυπησάντα βούλεται καὶ τὴν ἐνδομυχοῦσαν κακίαν αἴρεσθαι καὶ ἐξορίζεσθαι
184ex121vEph.4.32πε οὐδὲ γὰρ ἀρκεῖ μόνη τῶν κακῶν ἡ ἀποχὴ ἀπαλλέξαι τιμωρίας εἰ μὴ καὶ ἀγαθόν τις πρὸς ἐργάσηται καὶ τοῦτο δηλοῦσιν οἱ ἐξ εὐωνύμων οἳ οὐδὲν ἐγκαλοῦνται κακόν ὅτι δὲ μὴ ἔθρεψαν καὶ ἐπότισαν καὶ ἐσκέπασαν ἅπερ ἐστι τῶν καλῶν ἐργασία δεῖ οὖν ἡμῖν καὶ καλῶν ἐργασίας διὸ τὰ φαῦλα ἀνελὼν ὁ παῦλος ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν παρακαλεῖ
185121vEph.4.32πϛ χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοῖς χρηστὸι ὡς πρὸς ἀντιδιαστολὴν τῆς ὀργῆς ἔυσπλαγχνοι ὡς πρὸς ἀντι διαστολὴν τῆς πικρίας τὸ δὲ χαρισόμενοι ἑαυτοῖς ὅ ἐστι συγγνωμονικοὶ γίνεσθε πρὸς ἀντι διαστολὴν τῆς κακίας καὶ βλασφημίας τέθεικεν
186121vEph.4.32πζ καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐξαρίσατο ὑμῖν μεγίστη μὲν προτροπὴ πρὸς τὸ χαρίζεσθαι ἑαυτοῖς τὸ εἰπεῖν τὸν χριστὸν ἀφετε καὶ ἀφεθήσεται ὑμῖν ἀλλ’ ἐπειδὴ πολλοὶ οὐ σφὸδρα τοῖς μέλλουσιν πιστέυειν βούλονται ἀπὸ τῶν προ ὑπηργμένων ποιεῖται τὴν παράκλησιν χαριζόμενοι γὰρ φησιν ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐχαρίσατο ὑμῖν τι ἐστιν ἐν χριστῷ τουτέστιν μετὰ κινδύνου τοῦ ὑιοῦ αὐτοῦ διὰ τῆς σφαγῆς αὐτοῦ καὶ τοῦ σταυροῦ καὶ σὺ μὲν φησιν ἀκινδύνως φησιν χαρίζῃ ὁ δὲ θεὸς μετὰ τοῦ θανάτου τοῦ μονογενοῦς αὐτοῦ ἐχαρίσατο ὑμῖν ὁρᾶς ὑπερβολήν
187121vEph.4.32-Eph.5.1πη γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ἀρκεῖ τοῦτο πρὸς μισθὸν τῷ χαριζομένῳ τὸ γενέσθαι μιμητὴν τοῦ θεοῦ
188121vEph.5.1πθ ὡς τέκνα ἀγαπητά ἰδοὺ καὶ ἄλλη πρὸς τὸ χαρίζεσθαι προτροπὴ μᾶλλον δὲ ἀνάγκη ἀνάγκην γὰρ ἔχετε φησιν μιμεῖσθαι τὸν πατέρα ὑμῶν εἶτα ἐπειδὴ μὴ πάντα τὰ τέκνα μιμεῖται τὸν πατέρα πρόσεθηκεν τὸ ἀγαπητά τοῖς γὰρ τοιόυτοις καὶ ἐξ ἀνάγκης τινὸς ἡ μίμησις
189121vEph.5.1-Eph.5.2ϛ καὶ περιπατεῖτε ἐν ἀγάπῃ καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας ἰδοὺ πάντων τῶν καλῶν ἡ ῥίζα τάυτης γὰρ ὄυσης καὶ ἡφυγὴ τῶν κακῶν καὶ ἡ ποίησις τῶν ἀγαθῶ εὐχερῶς κατορθοῦται καθώς φησιν ὁ χριστὸς ἡγάπησεν ἡμᾶς καίτοι οὐκ ἔστιν ὃμοιον τῇ τοῦ χριστοῦ ἀγάπῃ τὸ ἡμέτερον ὁ μὲν γὰρ ἐχθροὺς ὅντας ἡμᾶς ἡγάπησεν σὺ δὲ φησιν τοῦτο κἂν εἶς τοὺς πλησίον ἐπίδειξαι καὶ ὁ μὲν χριστὸς ἑαυτὸν εἰς θάνατον παρέδωκεν σοὶ δὲ ἀκίνδυνος καὶ ἀζήμιος ἔσται ἡ πρὸς τὸν πλησίον ἀγάπη εἰ δὲ ἐχθροὺς ἀγαπήσεις κατὰ μίμησιν τοῦ χριστοῦ γενήση καὶ σὺ θυσίαν τῷ θεῷ καὶ προσφορὰ εἰς ὀσμὴν εὐωδίας λογιζομένη ὅυτως ὁ χριστὸς γέγονεν ὅυτως καὶ ἡμεῖς εἂν θελήσωμεν ἐσόμεθα
190121vEph.5.3ϛα πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία εἰπεν περὶ τοῦ θυμικοῦ πάθους τοῦ θυμοῦ καὶ τῆς ὀργῆς καὶ τῆς πικρίας ἢλθεν λοιπὸν εἰς τὸ ἐπιθυμητικὸν τὸ τῆς πορνείας καὶ γὰρ καὶ ὁ νόμος πρῶτον εἰπὼν οὐ φονέυσεις ὅ πέρ ἐστι τοῦ θυμικοῦ τότε εἶπεν οὑ μοιχέυσεις ὅπερ τοῦ ἐπιθυμητικοῦ καθέστηκεν καθάπερ γὰρ ἡ πικρία καὶ ἡκραυγὴ καὶ ἡ κακία καὶ ἡ βλασφημία τοῦ θυμικοῦ πάθους ἐστὶν ὅυτως τοῦ ἐπιθυμητικοῦ πορνεία μοιχεία ἀκαθαρσία πλεονεξία εἰ γὰρ καὶ μὴ σωμάτικων χρημάτων μέντοι ἐπιθυμεῖ
191121vEph.5.3ϛβ μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν ̃οἶδεν γὰρ τοὺς περὶ τούτων λόγους ὑπεκκαύμα καὶ προτροπὰς τῶν ἔργῶν γινομένους
192121vEph.5.3ϛγ καθὼς πρέπει ἁγίοις ὅυτω γὰρ πρέπει τοῖς ἁγίοις εἶναι σπουδάζουσιν
193121vEph.5.3-Eph.5.4ϛδ καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία ὥσπερ ἄνω τὴν κραγὴν περιεῖλεν ὄχημα τῆς ὀργῆς ὑπάρχουσαν ὅυτως νῦν τὴν αἰσχρολογίαν καὶ τὴν εὐτραπελίαν καὶ μωρολογίαν ὑπέκκαυμα τῆς πορνείας τυγχάνουσαν
194121vEph.5.4ϛε τὰ οὖκ ἀνήκοντα ἵνα μὴ δόξη φορτικός τις εἶναι καὶ τὴν εὐτραπελίαν ἐκκόπτων τὴν αἰτίαν ἐπάγει τὰ μὴ ἀνήκοντα φησιν τί γὰρ πρὸς ἡμᾶς ταῦτα οὐδὲν κοινὸν ἡμῖν πρὸς αὐτά οὐ γὰρ γέλωτος ἢ εὐτραπελίας ὁ παρὼν καιρὸς ἀλλὰ πένθους καὶ ἀγῶνος ὡσεὶ ἔλεγεν ἐφέστηκεν ὁ δίαβολος πάντοθεν τρίζων τοὺς ὀδώνας καθ’ ἡμῶν καὶ ὠρυόμενος καὶ σὺ παίζεις καὶ ἀστεῖας λαλεῖς καὶ πῶς αὐτοῦ περιέστη δυσχερὲς γὰρ ἀγωνιζόμενον αὐτοῦ περιγενέσθαι μὴ τι γεπαίζοντα
195121vEph.5.4ϛϛ ἀλλὰ μᾶλλον εὐχαριστία ἀνθῶν γὰρ τὰ ἀλλό τρία σου μὴ φθέγγη εὐχαρίστει τῷ θεῷ
196121vEph.5.4-Eph.5.5ϛζ τοῦτο γὰρ ἔστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκὰθαρτος ἢ πλεονέκτης ὅς ἐστιν εἰδωλάτρης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ ἦσαν ἴσως τινὲς παραυτοῖς οἱ λέγοντες ὅτι φοβῆσαι θέλων ὁ θεὸς ταῦτα ἀπηγόρευσεν τὰ εὐτελῇ ἢ καὶ ἐξεφάυλιζον τὸν τοιαῦτα ὡς οὐχῖ κανὰ ὅντα εἰς γέενναν ἐμβαλεῖν οἷα καὶ νῦν γίνεται τί γάρ φησι τὸ ἄτοπον εἰ εἰπὼν μωρὲ ἔνοχος γενήσεται γεέννης καὶ πῶς ἣ πλεονεξία εἰδωλολατρία τούτους οὖν αἰνίττεται ὁ ἀπόστολος δηλοῖ γὰρ ἡ ἐπαγωγή μηδεὶς ὑμᾶς ἐξαπατάτω φησι κενοῖς λόγοις κενοῖς δὲ τοῖς μὴ ἔχουσιν τὸ ἐλπισθὲν αὐτοῖς πέρας μὴ δὲ εῖς ἔργον ἐκβαίνουσιν
197121vEph.5.6ϛη μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις ἄρα ἀπάτης ἐστὶ τὸ τὰ τοιαῦτα λαλεῖν
198121vEph.5.6-Eph.5.7ϛθ διὰ ταῦτα γὰρ ἔρξεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν ἢ διὰ τὴν πορνείαν καὶ ἀκαθαρσίαν καὶ τὰ λοιπὰ ἠ διὰ τοὺς τοιούτους λόγους ἀπειθείας δὲ ὑιοὺς τοὺς ἀπειθοῦντας τοῖς τοιόυτοις δόγμασι λέγει
199121vEph.5.7-Eph.5.8ρ ἦτε γάρποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας πολιτείας σκότος ἦτε φησι σκότος δὲ λέγει τὸν ενπλάνῃ βίον νῦν δὲ διὰ τοῦ χριστοῦ φῶς γεγόνατε φῶς λέγων τὸν ἐν ἀρετῇ καὶ ἐπιγνώσει θεοῦ βίον μὴ τοίνυν παλινδρομήσητε πρὸς τὸ σκότος
200122rEph.5.8α ὡς τέκνα φωτὸς περιπατεῖτε τοῦτεστιν εὐσχημόνως ἐν γὰρ φωτὶ πᾶσις τοῦ εὐσχήμονος προνοεῖ
201122rEph.5.9β ὁ γὰρ καρπὸς τοῦ πνεύματος τοιαῦτα καρποφορεῖ τὸ πνευμᾶ καὶ οἱ πνευματίκοι ὡς τά γε ἕτερα τοῦ σατανᾶ εἰσιν καρποί
202122rEph.5.9γ ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ τοῦτο ὡς πρὸς τοὺς ὀργιζομένους πρὸς τοὺς πικρούς τὸ δὲ δικαιοσύνη ὡς πρὸς τοὺς πλεονέκτας τὸ δὲ ἀληθείᾳ ὡς πρὸς τοὺς τὴν ψευδῇ τῆς ἀκολασίας καὶ ἁμαρτίας διώκοντας ἡδονήν
203122rEph.5.10δ δοκιμάζοντες τί ̓στιν εὐάρεστον τῷ θεῷ ́ἄρα ἀδοκίμου καὶ παιδικῆς διανοίας τὰ ἄλλα
204122rEph.5.10-Eph.5.12ε καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν ποῖος γὰρ καρπός ποῖον ὅφελος ἐξ ἐκείνων θάνατος μὲν οὖν σκότους δὲ λέγει τῶν ἐν πλάνῃ καὶ ἁμαρτίαις ἄνθρωπον καὶ τί λέγω μὴ συγκοινωνεῖτε μᾶλλον δέ φησι καὶ ἐλέγχετε παιδέυοντες αὐτοὺς διὰ τῶν ἐλέγχων τοῦτο δὲ οὐκ ἐστίν ἐναντίον τῶ μὴ κρίνετε ὧδε γὰρ τὸ ἐλέγχετε ἀντὶ τοῦ παιδέυετε κεῖται ἐκεὶ δὲ τὸ κατακρίνετε
204Ph122rEph.5.12 φωτ Καὶ μὴ συγκοινωνεῖτε ἔργα σκοτους εἶπεν γενικῶς ὀνομάσας πᾶσαν ἁμαρτίαν διὰ τί δέ φησίν οὐκ ἐπεξῆλθον ἑκάστην αὐτὴν ὀνομαστὶ πρᾶξιν ὅτι καὶ ἐν αὐτῷ τῷ λέγειν αὐτὰς αἰσχροτητος πληροῦται καὶ ὁ ἐπεξιὼν αὐτάς ἤ οὕτως ἐλέγχετε φησί τῇ παραθέσει τοῦ οἰκείου βίου οὐδὲ γὰρ λέγω ἐλέγχειν αὐτοὺς τὰς πράξεις αὐτῶν ἐπεξιοντας αὐτοῖς καὶ ὀνειδίζοντας οἶδα γὰρ ὅτι τοῖς σπουδαίοις καὶ τὸ ὅλως μνημονεύειν αὐτὰς αἰσχροτης νομίζεται οὐδὲν γὰρ ἔλαττον φησί τῶν ὑμετέρων ἔργων ταῖς ἀρεταῖς ἀστραπτοντων ἢ εἰ διὰ λογων τις αὐτοὺς ἀνεκάλυπτεν ἀλλὰ καὶ μᾶλλον ἅπαντα τὰ ἔργα αὐτῶν διὰ τοῦ φωτὸς τοῦ ὑμετέρου βίου ἐλέγχεται καὶ ἀποκαλύπτεται καὶ φανεροῦται φανερούμενα δὲ φωτίζεται καὶ εἰς τὸ ἄμεινον μετάγεται καὶ μεταποιεῖται ἡ γὰρ τῶν κρυφίων διὰ τῆς ἐναρέτου πολιτείας φανέρωσις εἰς κατάγνωσιν προτρέπεται ἡ δὲ ἀρχὴ γίνεται ἐπιστροφῆς αὕτη δὲ εἰς ἐργασίαν ἀρετῆς καταλήγει ὅπερ ἐστὶ φῶς ὡς προξενον τοῦ ἐκεῖθεν φωτος καὶ φῶς πάλιν ὅτι τυφλῶττον ἐν ἡμῖν προτερον περὶ τὰ πάθη αὕτη καταλάμψασα τὸ ἡγεμονικον ποιεῖ αὐτὸ καθορᾶν τὴν ἐν τῇ ἁμαρτίᾳ ἀσχημοσύνην καὶ αἰσχροτητα καὶ ἀμορφίαν τὸ δὲ πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν ἢ ὡς εἴρηται ληπτέον ἢ κατασκευαστικὸν τοῦ δύνασθαι ἐλέγχειν τοὺς σπουδαίους διὰ τοῦ οἰκείου βίου τὴν τῶν φαύλων πολιτείαν φανεροῦται μὲν γὰρ ὁ τοῦ σπουδαίου βίος φησίν φανερούμενος δὲ φῶς ἐστιν φωτὸς δὲ λάμποντος τὸ σκοτος ἐλέγχεται ὅπερ ἐστὶν ὁ τῶν φαύλων βίος
205122rEph.5.13ϛ τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φασεροῦται τουτέστιν ἄν ἦτε ὑμεῖς ἐνάρετοι οὐ δύνανται λανθάνειν οἱ πονηρόι ἀλλ’ αὐτὸς ὑμὼν ὁ βίος καὶ πρὸ τῶν ὑμετέρων λόγων κατήγορος καὶ ἔλεγχος ἔστιν αὐτῶν ἐὰν γὰρ λανθάνουσιν ἀδιόρθω τοιμένουσιν φανερούμενοι δὲ διορθωθήσονται
205Ph122rEph.5.13 φωτ μᾶλλον δὲ καὶ ἐλέγχετε ἢ οὕτως ἐλέγχετε αὐτοὶ διὰ τοῦ ὑμετέρου λαμπροῦ καὶ σπουδαίου βίου καὶ μὴ ἀναμένετε ἐκείνους ἑαυτοὺς προσαγγέλλειν καὶ κωμῳδεῖν τὰ οἰκεῖα καὶ εἰς μέσον ἄγειν καὶ οὕτω βελτιοῦσθαι εἰ γὰρ καὶ πράττουσιν ἃ μὴ θέμις ἀλλ’ οὖν ὑπὸ τῆς ἐμφύτου γνώσεως εἰδοτες αὐτῶν τὴν αἰσχροτητα αἰσχύνονται καίτοι δέον ἀνακαλύπτειν τὴν αἰσχημοσύνην ἑαυτῶν
206122rEph.5.13ξ πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν ἢ τοῦτο φησιν ὅτι τὰ ἁμαρτήματα ἐπ’ ἂν φανρωθῆ φῶς γίνεται τουτέστιν εἰς δικαιοσύνην τρέπεται ἐκ μετανοίας ἢ ὅτι ἐνάρετος βίος οὐδύναται κρυβῆναι δίο ἐλέγχει τὸ σκότος τουτέστιν τοὺς πονηρούς
206Ph122rEph.5.13 φωτ Πᾶν γὰρ τὸ φανερούμενον ὅτι φησί τὸ φανερούμενον καὶ ἀνακαλυπτομενον φῶς γίνεται μαρτυρεῖ καὶ ἡ χρῆσις ἔγειραι γάρ φησίν ὁ καθεύδων οἷον διανάστηθι ἀπὸ τῆς πρὸς τὰ πάθη κατακλίσεως καὶ προσεδρείας καὶ ἀνάστα ἐκ τῶν νεκρῶν ἔασον αὐτὰ νεκρὰ καὶ αἰσχρὰ καθώς εἰσιν φανερωθῆναι καὶ ἂν ταῦτα γένηται ἐπιφαύσει σοι τοτε καὶ φωτίσει καὶ καταυγάσει σε ὁ Χριστος ὥστε τὸ φανερούμενον φῶς γίνεται καὶ φωτίζεται
207122rEph.5.13-Eph.5.14η διὸ λέγει ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καθεύδοντα καὶ νεκρὸν τὸν ἐν ἁμαρτίαις λέγει καὶ γὰρ καὶ ἀνενέργητος ἐστιν πρὸς τὸ ἀγαθὸν ὡς ὁ νεκρὸς καὶ φαντασιοῦται ὡς ὁ καθεύδων καὶ εἰδεχθής ἐστι καὶ δυσωδίας γέμει ὡς ὁ νεκρὸς πάλιν
208122rEph.5.14θ καὶ ἐπιφαύσει σοι ὁ χριστός ὅτι δὲ σκότος ἐστί φησιν ὁ ἐν ἁμαρτίαις ἀκουσον πῶς αὐτὸν καθεύδοντα καὶ νεκρὸν ἡ γραφὴ καλεῖ καὶ ὡς οὐκ ἂν ἄλλως ἐπιλάμψει ὁ χριστὸς πλὴν εἰ μὴ πάυσηται τῆς ἁμαρτίας τὸ γὰρ ἔγειραι πᾶν σόν ἐστι ταῦτα καὶ πρὸς ἀπίστους καὶ προς πιστοὺς ἁμαρτωλοὺς ἁρμόζει τὸ δὲ ἐπιφαῦσει ἐπιλάμψει ἐστιν
209122rEph.5.14-Eph.5.15ι βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε πρόβατα ἐστὲ ἐν μέσῳ λύκων διὸ πολλῆς παραφυλακῆς χρεία μὴ ἀναδέξασθαι ἔχθρας πλὴν τῶν διὰ τὸ κήρυγμα
210122rEph.5.15-Eph.5.16ια μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί ἐξαγοραζόμενοι τὸν καιρόν οἱ γὰρ σοφοὶ ἴσασιν πῶς δεῖ περιπατεῖν πάντα γάρ δεῖ φησιν προϊέσθαι καὶ ἀγοράζειν τὸ μὴ περὶ τὴν πίστιν ναυαγῆσαι
210ex122rEph.5.16 οικουμενιου ἢ ὅυτως ὁ καιρὸς οὐκ ἔστιν ἡμῖν βέβαιος πάροικοι γὰρ ἐσμέν ἀγόρασον οὖν αὐτὸν καὶ ποίησον αὐτὸν ἴδιον πῶς δὲ τοῦτο ἐσται διὰ τοῦ ἐν αὐτῷ εὐαρεστῆσαι τῷ θεῷ τότε γὰρ ὃυτος ἴδιος γίνεται ὅτι αἱ ἐν αὐτῷ καλαὶ πράξεις ἐπακολουθοῦσιν ἐκεῖ δοξάζουσαι ὥσπερ αἱ κακαὶ κατακρίνουσαι
211122vEph.5.16ιβ ὅτι αἱ ἡμέραι πονηραί εἰσιν οὐχ αἵ ἐν αὐταῖς ὧραι ἢ οἱ χρόνοι εἰσὶ πονηροὶ μὴ γένοιτο ἀλλ’ ἐκ τῶν ἐν αὐταῖς κακῶν παρ’ ἡμῶν γινομένων τὰς ἡμέρας πονηρὰς ἐκάλεσεν ὡς ἡμεῖς λέγομεν καλὴν ἢ κακὴν ἡμέραν ἐποίησα οὐ τοῦτο λέγοντες ὄτι αὐτὴ ἡ φύσις τῆς ἡμέρας καλεῖ ἢ κακὴ ἀλλ’ ἐκ τῶν ἡμῖν συμβαινόντων ὅυτως αὐτὴν ὀνομάζοντες διὰ τοῦτο καὶ ὁ χριστός φησιν ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς τουτέστιν τὰ ἐν αὐτῇ κακὰ παρ’ ἡμῶν γινόμενα
212122vEph.5.16-Eph.5.17ιγ διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἐπειδὴ ἡ πονηρία φησιν ἀνθεῖ καὶ ἐπικρατεῖ τοῦ παρόντος βίου καὶ τῶν ἡμερῶν μὴ γίνεσθε ἄφρονες ὥστε ἀλίσκεσθαι αὐτῇ
213122vEph.5.17ιδ ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου θέλημα δὲ τοῦ κυριοῦ τὸ τὸν παρόντα καιρὸν ἐξαγοράζεσθαι
213Ph122vEph.5.17 φωτ ἀλλὰ συνιέντες συνιέντες περιπατεῖτε ἀπὸ κοινοῦ γὰρ ὥσπερ καὶ τὸ πληροῦσθαι πάλιν ἐστὶν ἀπὸ κοινοῦ πρὸς λαλοῦντες γὰρ καὶ ᾄδοντες καὶ ψάλλοντες καὶ εὐχαριστοῦντες ἀποδίδοτε καὶ πρὸς τὸ ὑποτασσομενοι
214122vEph.5.17-Eph.5.18ιε /Οικουμενιου καὶ μὴ μεθύσκεσθε οἴνῳ ὁ γὰρ οἶνος πρὸς εὐφροσύνην οὐ πρὸς μέθην δίδοται
215122vEph.5.18ιϛ ἐν ᾧ ἐστὶν ἀσωτία θυμώ δεισποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς καὶ πρὸς ἀσέλγειαν ἐπιρρεπεῖς
216122vEph.5.18-Eph.5.19ιζ ἀλλὰ πληροῦσθε ἐν πνεύματι λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς θέλεις πληροῦσθαι φησι καὶ ὡς εἰπεῖν μεθύσκεσθαι τοῦτο ποίει ἐν τῷ ἁγίῳ πνευματικί πληρούμενος αὐτοῦ ἔσται δὲ τοὖτο διὰ ψαλμῶν καὶ ὠδῶν φησιν
217122vEph.5.19ιη ἄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ εἰσὶ γὰρ καὶ διαβολικάι
218122vEph.5.19ιθ μὴ τοῖς χείλεσι μόνοις ἀλλὰ καὶ κατὰ τὴν καρδίαν
219122vEph.5.19-Eph.5.20κ /Οικουμενιου εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί διὰ γὰρ τοῦ ὀνόματος τοῦ χριστοῦ πάντα ἡμῖν ὑπάρχει
220122vEph.5.21κα /Οικουμενιου ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ θεοῦ ὅταν γὰρ ἔκαστος ἐκάστῳ ἔιη ὑποτεταγμένος καὶ μὴ διάτι πραγμα κοσμικὸν ἢ ἄτοπον ἀλλὰ διὰ φόβον χριστοῦ τί ἔσται λοιπὸν ἐν μέσω κακόν
221122vEph.5.21-Eph.5.22κβ αἱ γυναῖκες ἐὰν γὰρ ὢσιν οὗτοι ἐν εἰρήνῃ πᾶσα ἡ οἰκία εἰρηνέυσοι καὶ πάντες ἀπολαύσουσι τῆς ἔνθεν ὠφελείας
222122vEph.5.22-Eph.5.23κγ τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ κυρίῳ ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός,ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας βαβαὶ ὑποταγῆς ἐπίτασις πῶς οὖν φησιν ὁ χριστὸς ἐὰν μὴ τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ οὐ δύναται ἀκολουθῆσαι μοι καὶ φαμέν ὅτι τὸ ΩϹ οὐ πάντως ἰσότητα σημαίνει ἢ τοῦτο φησιν ὡσεῖ δῦιαι ὅτι τῷ χριστῷ εἰσιν ὑποτασσόμεναι ἐκ τούτου
223122vEph.5.23κδ καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος καὶ αὐτὸς ὁ ἀνὴρ καὶ γὰρ ἡ κεφαλὴ σωτηρία ἐστι τοῦ λοιποῦ σώματος μικροῦ τὰς πάσας αἰσθήσεις ἔχουσα ἐν ἑαυτῇ οὐκ οὖν καὶ ὁ ἀνὴρ τῆς γυναικός ὅρα δὲ πῶς τὸ ἀρχικὸν καὶ προνοητικὸν ἀπένειμεν τῷ ἀνδρί τὸ δὲ εἰκτικὸν τῇ γυναικί
224122vEph.5.23-Eph.5.24κε /Οικουμενιου ἀλλ’ ὡσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ’’ανδράσιν ἐν παντί τὸ ἄπαν πλῆθος ἐν γὰρ τοῖς καθέκαστον ἔνι καὶ ἀν ὑπότακτος
225122vEph.5.24-Eph.5.25κϛ οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν Καὶ ἑαυτὸν παρέδωκεν ὑπερ αὐτῆς θέλεις αὐτὴν ὑποτετάχθαι σοι ὡς τῷ κυριῷ ἀγάπα αὐτὴν ὡς ὁ κυριός τὴν ἐκκλησίαν κἆν δέητι παθεῖν ὑπὲρ αὐτῆς κἂν ἀποθανεῖν μὴ παραιτήση σὺ μἐν γὰρ ἴσως εἰς ὑποτεταγμένην καὶ ἀγαπῶσαν ταύτην ἐπι δείξη ὁ δὲ χριστὸς εἰς αἰσχρὰν καὶ ἀποστρεφομένην καὶ φέγουσαν
226122vEph.5.25κζ ἆρα οὖν ἅναγνος ἦν καὶ ἀκάθαρτος οἶαν οὖν εἰ λάβης γυναῖκα οὐκ ἂν ὅυτως ἀκάθαρτον λήψη ἀλλ’ οὐκ ὠν είδισεν ὁ χριστὸς τὴν ἐκκλησίαν οἷαν αὐτὴν οὖσαν οὐκ οὖν μὴ δὲ σὺ τὴν σαυτοῦ γυναῖκα
227122vEph.5.26κη καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος τουτέστιν τῷ βαπτίσματι ἀπέλουσε γὰρ αὐτῆς τὴν ἀκαθαρσίαν
228122vEph.5.26κθ ἐν ῥήματι ποίω ῥήματι ὁ αὐτὸς εἶπεν τοῖς ἀποστολὸις βαπτίζοντες αὐτούς φησιν εἰς τὸ ὅνομα τοῦ πατρὸς καὶ τοῦ ὑιοῦ καὶ τοῦ ἁγίου πνευματὸς
229122vEph.5.26-Eph.5.27λ ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν οὐχ ἁπλῶς καθαρὰν ἀλλ’ ἔνδοξον ὥσπερ τοίνυν ὁ χριστὸς πάντων αἴτιος τῶν ἀγαθῶν τῇ ἐκκλησίᾳ καὶ σὺ κατὰ δύναμιν ἔσοτῇ σῇ γυναικί καὶ ὥσπερ αὐτὸς σώματος οὐκ ἐπιζητεῖ κάλλος ἀλλὰ ψυχῆς ὅυτως καὶ συ ἀν γὰρ ψυχῆς κάλλος ἐπιζητῆς καὶ εἰς τοῦτο αυτὴν ῥυθμήσεις καὶ τῷ θεῷ καὶ σαυτῷ καλὴν ἐργάση
230122vEph.5.27λα μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ’ ἵνα ἦ ἁγία καὶ ἄμωμος διὰ τούτων τὰ ψυχικὰ λέγει πάθη τὰ δυσειδῆ τὸν ἐντὸς ποιοῦντα ἄνθρωπον
231122vEph.5.28λβ οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα οὐχ ὥς εἰς μεῖζον ἐρχόμενος ὑπόδειγμα Τὸ τοῦ οἰκείου σώματος εἴρηκεν ὑπερβάλλει γὰρ τὸ κατὰ χριστὸν πρὸς τὴν ἐκκλησίαν ἀλλ’ ὡς εἰς οἰκειότερον καὶ ἐγγύτερον ἐκ τούτου γὰρ καὶ ὀφειλὴν τὸ πραγμα δείκνυσιν εἰ γὰρ σῶμα ἐστι σὸν ἡ γυνὴ ἔσονται γάρ φησιν οἱ δύο εἰς σάρκα μίαν κατὰ ὀφειλὴν προνοήσεις αὐτῆς ὡς σαρκός σου
232122vEph.5.28-Eph.5.29λγ ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ οὐδεὶς γάρ ποτε τὴνἑαυτοῦ σάρκα ἐμίσησεν ὅτι γάρ ἐστι σὰρξ τοῦ ἀνδρὸς ἡ γυνὴ ἅκουε τοῦ ἀδὰμ λέγοντος τοῦτο νῦν ὁστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου
233122vEph.5.29λδ ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτὴν καθὼς καὶ ὁ κυρίος τὴν ἐκκλησίαν συνεχῶς τῷ τοῦ χριστοῦ χρῆται παραδείγματι πρὸς ̓ἀγάπην τοὺς ἄνδρας ἐκ τούτου παρακαλῶν
234122vEph.5.30λε ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ ὡσεὶ εἶπεν γνησίως ἐσμὲν ἐξ αὐτοῦ ἐπειδὴ γὰρ τὰ ὀστὰ καὶ τὸ σῶμα χαρακτηρίζει τὸν ἄνθρωπον διὰ τὴν γνησιότητα φησιν ἐξ αὐτῶν ἡμᾶς εἶναι
234ex122vEph.5.30οικουμενιου ἐξ αὐτοῦ δὲ καθὸ ἀπαρχὴ ἡμῶν ἐστιν τῆς δευτέρας πλάσεως ὥσπερ ἐκ τοῦ ἀδὰμ διὰ τὴν πρώτην
235122vEph.5.30-Eph.5.31λε καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἕσονται οἱ δύο εἰς σάρκα μίαν τὴν ἡκριβωμένην ἕνωσιν καὶ ἀγάπην δηλοῖ
236122vEph.5.31λζ ἰδὸυ καὶ ἕτερον δικαίωμα ἀγάπης ὅτι σῶμα ἀλλήλων εἰσίν
237122vEph.5.32λη τὸ μυστήριον τοῦτο μέγα ἐστὶν ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν πῶς μέγα ὅτι τῷ χριστῷ ἐξὸν μένειν ἐπὶ τῆς ἰδίας δόξης ἐταπέινωσεν ἑαυτὸν ἐν ἀνθρωπήσας ἵνα προσκολληθῇ τῇ ἐκκλησίᾳ καὶ ἐγένοντο οἱ δύο εἰς πνεῦμα ἔν ὁ γὰρ κολλώμενος φησιν τῷ κυριῷ ἓν πνεῦμα ἐστίν
238122vEph.5.33λθ πλὴν καὶ ὑμεῖς ὡσέι ἔλεγεν οὐχ ἠ ἀναγωγῇ τοῦ ὀνόματος καὶ ἡ πνευματικῇ ἐξήγησις ἀνατρέπει τὸ ἰδικὸν δύναται γὰρ καὶ πνευματικῶς καὶ ἰδικως ἑρμηνεύεσθαι
239123rEph.5.33μ οἱ καθ’ ἔνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν οἷον ἄνθρωποι τὰ γὰρ τοῦ κατὰ ἀναγωγὴν νοήματος εἰς κοινότητα ὁρᾶ τουτέστιν τὴν ἐκκλησίαν
240123rEph.5.33μα ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα οἷδεν γὰρ ἡ ἰσοτιμία γίνεσθαι ἀκασταστασίας ὑπόθεσις διὰ τοῦτο μίαν ἀρχὴν κελεύει εἶναι τὴν τοῦ ἀνδρός τί δή ποτε δὲ περὶ τῆς ἀγάπης πολλὰ διαλεχθεις περὶ τοῦ φόβου οὐχ οὕτως ἐποίησεν ὅτι προηγουμένως τὴν ἀγάπην εἶναι δεῖ ὅυτω γὰρ καὶ ὁ φόβος ἔψεται τὸ δὲ φοβεῖσθαι νόει ὡς πρέπον γυναῖκα φοβεῖσθαι μὴ δουλοπρεπῶς
241123rEph.5.33-Eph.6.1μβ τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν εἶπεν περὶ τῆς πρώτης ἀρχῆς τῆς κατὰ τὸν ἄνδρα νῦν περὶ τῆς δευτέρας λέγει τῆς κατὰ τοὺς γονεῖς ἡμὲν γὰρ γυνὴ τῷ ἀνδρί τὰ δὲ τέκνα καὶ τῇ γυναικὶ ὑπόκειται
242123rEph.6.1-Eph.6.2μγ ἐν κυριῷ τοῦτο γάρ ἐστιν δίκαιον τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα τουτέστιν κατὰ κυρίον ἐν οἷς μὴ βλάπτεται ἡ εὐσέβεια τί γὰρ ὅτι προστῆσαι βούλεται ὁ πατὴρ τὴν θυγατέρα ἢ αἰσχρὰν διδάξαι τέχνην τὸν υἱόν ἢ πρὸς ἑλληνισμὸν ἀγαγεῖν τὰ γὰρ τοιαῦτα οὐκ ἐν κυρίῳ ἐστιν
243123rEph.6.2-Eph.6.3μδ ἥτις ἐστὶν ἐντολὴ πρῶτη ἐν ἐπαγγελίᾳ,ἵνα εὖ σοι γένηται καὶ τοι οὐκ ἔστιν αὔτη πρώτη ἔστη γὰρ πρώτη οὐ φονέυσεις οὐ μοιχέυσεις ἀλλ’ ὅρα τί προς τέθεικεν ἐν ἐπαγγελίᾳ ἐκ εῖναι γὰρ αἱ πρῶται οὐκ ἔχουσιν ἐπαγγελίας ἀναχωρήσεις γάρ εἰσι κακῶν οὐκ ἀγαθοῦ ἐργασία αὔτη τοι γάρ οὖν κατὰ τὸν τῆς ἐπαγγελίας λόγον ἐστὶ πρώτη ἀγαθοῦ γάρ ἐστιν ἐργασία
244123rEph.6.3με καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς ὅρα σοφίαν ἐπειδὴ πρὸς νηπίους ὁ λόγος αὐτῷ πρὸς γὰρ τὰ τέκνα λαλεῖ αὐτὴν τὴν κειμένην ἀμοιβὴν εἴρηκεν καὶ οὐδὲν ὑψηλόν οὐ δὲ περὶ βασιλείας οὐρανῶν·οὐ περὶ μιμήσεως χριστοῦ ὅπερ ἐπὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐποίησεν τί γὰρ ἡ δύτερον παισὶ τῆς μακροχρονίας καὶ γὰρ καὶ τοῖς ἰουδαίοις ὡς νηπίοις τὰς φρένας ταῦτα ἐνομοθετήθη οὐ γὰρ ἴσχυον τέλείων ἀκούειν
245123rEph.6.3-Eph.6.4μϛ καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν οὐκ εἶπεν ἀγαπᾶτε τοῦτο γὰρ αὐτοὺς ἡ φύσις καὶ ἄκοντας ἀπαιτεῖ ἀλλὰ μὴ παροργίζετε τουτέστιν μὴ ἀποκληρονόμους μὴ ἀποκηρύκτους ποιεῖτε μὴ φορτικὰ καὶ δούλοις πρέποντα ἐπιτάσσετε καὶ πρὸς αὐτοὺς ἀεὶ δυσχεράινετε
246123rEph.6.4μζ ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου τοῦτο τῆς παραινέσεως τὸ κεφάλαιον τῶν πνευματικῶν γὰρ ὄντων καὶ τὰ σαρκικὰ ἀκολουθήσει τοῦτο γὰρ αὐτοὺς μάλιστα πειθηνίους ποιεῖ
247123rEph.6.5 οἱ δοῦλοι ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα μὴ τοὺς δούλους ἐσχάτους τέθεικεν ἐπειδὴ καὶ εἰσὶν τῷ ἀξιώματι οὐκέτι δὲ τούτοις ὡς παιδίοις νηπίως διὰ λέγεται ἀλλὰ τελείως κατὰ σάρκα δὲ τουτέστιν τοῖς προς καίροις ἐκ τούτου δὲ καὶ παραμυθεῖται αὐτούς
248123rEph.6.5μθ μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ χριστῷ εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσει πόσω μᾶλλον τούτους τὸν δὲ τοιοῦτον οὐκ ἀπαιτεῖ παρὰ γυναικῶν φόβον ἐπειδὴ μήτε εἰσὶ δοῦλοι ἀλλ’ ὑπήκοοι καλῶς δὲ τὸ ἐν ἀπλότητι καρδίας ἔνι γὰρ καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν ἀλλ’ οὐκ ἐξευνοίας ̓ἀλλὰ κακόυργως
249123rEph.6.5-Eph.6.6ν μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι μὴ ὅταν πάρεισιν οἱ δεσπόται καὶ ὁρῶσιν ἀλλ’ καὶ ἀπόντων αὐτῶν ἴνα τὰ δέοντα ποιῶσιν
250123rEph.6.6να ἀλλ’ ὡς δοῦλοι τοῦ χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἄρα οὖν ὁ ἀνθρωπάρεσκος οὐκ ἔστι δοῦλος χριστοῦ
251123rEph.6.6-Eph.6.7νβ ἐκ ψυχῆς μετ’ εὐνοίας δουλεύοντες ἐνί γὰρ καὶ ἐν ἁπλότητι κακούργως ἐργάζεσθαι μὴ μὴν ὀση δύναμις πάρεστιν ἀλλὰ τὸν ὡρισμένον μόνον
252123rEph.6.7νγ τῷ κυριῷ καὶ οὐκ ἄνθρωποις μὴ κατὰ βίαν ἀλλ’ ἐκ προαιρέσεως
253123rEph.6.7-Eph.6.8νδ εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν τοῦτο κομιεῖται παρὰ τοῦ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος ἐπειδὴ εἰκός ἐστιν πολλοὺς τῶν δεσποτῶν μὴ ἀμοίβεσθαι τῆς εὐνοίας τοὺς δούλους ἐκεῖ αὐτοῖς ὑπεισχνεῖται τὴν ἀμοιβήν
254123rEph.6.8-Eph.6.9νε καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς τὰ αὐτὰ ποῖα μετ’ εὐνοίας δουλεύετε μὴ ὡς ̓ἀνθρωπάρεσκοι ἀλλὰ ταῦτα οὐ λέγει φανερῶς καίτοι τὰ αὐτὰ διανοηθείς καὶ γὰρ καὶ οἰ κύριοι δουλεύουσι τοῖς δούλοις ὅταν γὰρ ἐκεῖνου κοιμωμένου καὶ ῥέγχοντος ὁ δεσπότης περὶ τροφῶν περὶ ἐνδύματος μεριμνῶν οὐ καθεύδει ἆρα οὐ δουλεύει ἔστι δὲ καὶ ἐπὶ τῶν κυρίων τὸ μετὰ φόβου καὶ τρόμου ἁρμόσαι τοῦ πρὸς θεὸν δηλονότι
255123rEph.6.9νϛ ἀνιέντες τὴν ἀπειλήν μὴ φορτικοί φησιν μὴ ἐπαχθεῖς
256123rEph.6.9νζ εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς ᾧ γὰρ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν φησιν μὴ ἀκούσης καὶ σὺ δοῦλε πονηρὲ πᾶσαν ἐκεῖνην τὴν ὀφειλὴν ἀφῆκα σοι καὶ τὰ τούτων ἑξῆς
257123rEph.6.9νη καὶ προσωποληψία οὐκ ἔστιν παρ’ αὐτῷ μὴ νομίσης ὅτι τῶν εἰς τὸν δοῦλον γινομένων κακῶν καταφρονεῖ διὰ τὸ τοῦ προσώπου εὐτελές οὐκ ἔνι παρὰ θεῷ δοῦλος καὶ δεσποτῆς
258123rEph.6.9-Eph.6.10νθ τὸ λοιπὸν ἀδελφοί μου ̓ν δυναμοῦσθε ἐν κυρίῳ μετὰ τὸ διὰ τάξαι φησὶ τὰ εἰκότα τοῦτο ἀκόλουθον καὶ ὑπό λοιπον τὸ ἐνδυναμοῦσθαι ὑμᾶς ἐν κυρίῳ τουτέστιν τῇ εἰς αὐτὸν ἐλπίδι καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ διὰ γὰρ τῆς αὐτοῦ βοηθείας ἔστιν ἡμῖν τὸ ἐλπίζειν εἰς αὐτόν
259123rEph.6.10ξ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ ἰσχυρὸς γάρ ἐστι φησὶν καὶ ἱκανὸς πάντα κατορθὼσαι
260123rEph.6.10-Eph.6.11ξα ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ μετὰ τὸ διοικῆσαι πάντας κατὰ τάξιν λοιπὸν καὶ ὁπλίζει αὐτοὺς ὡς πρὸσπόλεμον
261123rEph.6.11ξβ προς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου οὐκ εἶπεν μάχας ἀλλὰ μεθοδείας ὅ πέρ ἐστι χαλεπώτερον οἷον πρὸς τὰς ἐπιβουλάς προς τὰς ἐνέδρας πρὸς τοὺς δόλους
262123rEph.6.11-Eph.6.12ξγ ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ταῦτα φησιν δεικνὺς ὅτι νήψεως χρεία καὶ ἐγρηγόρσεως πρὸς τὸν πόλεμον οὐ πτοῆσαι βουλόμενος ὁ γὰρ διδάσκων τοῦ ἐχθρὸυ τὴν δύναμιν ἀσφαλετέρους ποιεῖ τοὺς οἰκείους
263123rEph.6.12ξδ ἀλλὰ πρὸς τὰς ἀρχάς περὶ δαιμόνων λέγει οὓς ἡμεῖς ἑαυτῶν πἐποιήκαμεν ἄρχοντας ἐκόντες αὐτοῖς ὑποκλινόμενοι οὐ γὰρ ἔλαχεν τοῦ ἄρχειν ἡμῶν ἀλλὰ πατεῖσθαι ὑφ’ ἡμῶν ἰδοὺ γάρ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων
264123rEph.6.12ξε πρὸς τὰς ἐξουσίας οὐ γὰρ ἕξει περαιτέρῳ τοῦ κόσμου χώραν
265123rEph.6.12ξϛ πρὸς τοὺς κοσμοκράτορας κόσμον οἶδεν ἡ γραφὴ τὰς πονηρὰς πράξεις καλεῖν οὕτω καὶ ὁ χριστὸς πρὸς τοὺς μαθητάς ὑμεῖς οὐκ ἐστέ φησιν τοῦ κόσμου τούτου καίτοι ἦσαν ἀλλὰ τὰς πονηρὰς πράξεις λέγων ὅυτως εἶπεν κοσμοκράτορας οὖν φησι τοὺς δαίμονας ὡς τῶν πονηρῶν πράξεων καθηγεμόνας
266123vEph.6.12ξζ τοῦ σκότους τοῦ αἰῶνος τούτου ἵνα μὴ φοβηθῆς ἀκόυων κοσμοκράτορας ἐπήγαγεν τίνος ἄρχουσι τῆς πονηρίας φησι σκότος γὰρ τοῦ αἰῶνος τούτου τὰς πονηρὰς λέγει πραξεις
267123vEph.6.12ξη /Οικουμενιου πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πρὸς τὰ πνευματικὰ τουτέστιν δαιμόνια τὰ ὄντα ἢ τῆς πονηρίας οἷον τοῦ διαβόλου ὑπ’ αὐτὸ γὰρ τελοῦσιν ἣ τῶν πονηρῶν πράξεων καθηγηταί
268123vEph.6.12ξθ ἐν τοῖς ἐπουρανίοις ὡσεὶ ἔλεγεν ἔστιν δὲ ἡμῖν ἡ πρὸς τούτους πάλη οὐ περὶ μικρῶν τινῶν ἀλλ’ ὑπὲρ τῶν ἐν τοῖς ἐπουρανίοις πραγμάτων οἷον βασιλείας οὐρανῶν καὶ ὑιοθεσίας διὸ νήφειν χρή ἡ δὲ ἀντίλεξις ἰδικῶς διὰ τὰ ἐπουρανία φησὶ τὸ γὰρ ἐν διά ἐστιν
269123vEph.6.12-Eph.6.13ο διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀντιστῆναι ἐπειδή φησι χαλεποὶ οἱ ἐχθροί
270123vEph.6.13οα ἐν τῇ ἡμέρα τῇ πονηρᾷ ἡμέραν πονηρὰν τὸν παρόντα καλεῖ βίον διὰ τὰ ἐν αὐτῷ πονηρὰ πράγματα δεικνὺς βραχὺν τὸν τοῦ πολέμου καιρόν καὶ ταῦτα προθυμίαν αὐτοῖς διδούς
271123vEph.6.13οβ καὶ ἅπαντα κατεργασάμενοι στῆναι ἅπαντα οἷον τὰ πάθη τὰς ἐπιθυμίας κατεργασάμενοι οἷον καταπολεμήσαντες στῆναι νικηφόροιτινες καὶ λαμπροὶ τοῖς τροπαίοις πολλοὶ γὰρ μετὰ τὸ νικῆσαι πάλιν ἔπεσον ἀλλ’ ἵνα ἐνστῆτε τῇ νίκῃ
272123vEph.6.14ογ στῆτε οὖν περιζωσέμενοι ἐπὶ πόλεμον προτρέπων τὸ πρῶτον ἐν τοῖς τακτικοῖς παραινεῖ τὸ στῆναι εὐτάκτως εἶτα λοιπὸν καθοπλίζει καὶ πρῶτον ζώννυσι τὸν διαρρέοντα καὶ διακεχύμενον ταῖς ἐπιθυμίαις καὶ χαμὰι τοὺς λογισμοὺς συρομένους ἔχοντας στρατίωτην καὶ ἀναστέλλει τῇ νοητῇ ταύτῃ ζώσει
273123vEph.6.14οδ τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ ὥσπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις τὸ πᾶν συνέχει θεμέλιος τῆς οὖσα οὕτως ἐφ’ ὑμῶν ἡ ὀσφύς οἱ γοῦν ἀποκαμόντες πολλάκις ὥσπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας ἐπιτιθέντες ἐπαναπάυονται τὴν τοίνυν ἀρχὴν ἡμῶν πρῶτον συσφίγγει οἷον τὸν ἐν ἡμῖν τόνον τῆς ψυχῆς ὃν τροπικῶς ὀσφὺν ἐκάλεσεν τοῦτον τῇ ἀληθείᾳ περιζώννυσιν ἡ δὲ ἀλήθεια εἰς πολλὰ νοεῖται ἀλήθεια δογμάτων ἀλήθεια βίου χρηστοῦ ὑποκρίσεως κεχωρισμένου ἀλήθεια λόγων τὸ δολερὸν ἀρνουμένων ἀλήθεια ἐνθυμήσεως οὐδὲν ἐχούσης τοῦ νόθου καὶ κιβδήλου τῶν δαιμόνων σπόρου
273ex123vEph.6.14Οικουμενιου δύνῃ δὲ καὶ ὡς πρὸς τὸν χριστὸν νοῆσαι τὴν ἀλήθειαν τὸν ὄντως ἀλήθειαν ἐγὼ γάρ εἰμί φησιν ἡ ἀλήθεια ὃν καὶ ἐν δεδύσθαι οὐ μόνον περιεζὼσθαι τοῖς ἀνθρωποίς δεδώρηται ὅσοι γὰρ εἰς χριστὸν ἐβαπτίσθητε φησι χριστὸν ἐνεδύσασθε
274123vEph.6.14οε καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς διλαιοσύνης τὸν καθὸλου φησιν ἐνάρετον βίον
275123vEph.6.15οϛ καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ ἢ τοῦτο φησιν ὅτι χρὴ τοὺς πόδας ἡμῶν ἐτοίμους εἶναι πρὸς τὸ εὐαγγελίζεσθαι ὡς ὡραῖοι γάρ φησιν τῶν εὐαγγελιζομένων εἶρήνην ἢ ὅτι ἐν ἑτοίμῳ ὁφείλομεν εἶναι καὶ βίον ἔχειν ὡς τὸ εὐαγγελίον ὑφηγεῖται τὴν γὰρ ἑτοιμασίαν τῆς καρδίας αυτῶν φησὶν ὁ προφήτης προσέσχεν τὸ οὖσσου
276123vEph.6.15οζ τοῦ εὐαγγελίου τῆς εἰρήνης τὸ γὰρ εὐαγγέλιον εἰρήνην μὲν πρὸς τὸν θεὸν ποιεῖ πόλεμον δὲ πρὸς τοὺς δαίμονας
277123vEph.6.15-Eph.6.16οη ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρετὸν τῆς πίστεως δεῖ γὰρ ἐκεῖνα προηγεῖσθαι πίστιν δὲ φησι τὴν ἐλικρινῇ καὶ διάπυρον περὶ ἦς ὁ κύριος φησιν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι καὶ μεταβήσεται
278123vEph.6.16οθ ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι βέλη φησι τὰς ἐπιθυμιας τοὺς λογισμούς τους πειρασμούς καλῶς δὲ τὰ πεπυρωμένα τοιαῦται γὰρ αἱ ἄτοποι ἐπιθυμίαι
279123vEph.6.16-Eph.6.17π καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι τῆς σωτηρίας ἡμῶν τουτέστιν τῆς ἐλπίδος τὸ δὲ δέξασθαι οἷον φορέσται καὶ δέξασθαι τῇ κεφαλῇ
280123vEph.6.17-Eph.6.18πα καὶ τὴν μάχαιραν τοῦ πνεύματος ὅ ἐστιν ῥῆμα θεοῦ διὰ πᾶσης προσευχῆς καὶ δεήσεως ἢ τὸ πνεῦμα φησι περιφραστικῶς εἰρηκὼς διὰ τὸ τομὸν καὶ μεριστικὸν τῶν ἐναντίων ἔξεων ἢ τὴν πνευματικὴν ζωὴν καὶ πολιτειαν ἥτις ὡς μάχαιρα ἐνεργήσει φησιν κατὰ τῶν νοητῶν ἐχθρῶν
280ex123vEph.6.18οικουμενιου καὶ τὴν μάχαιραν τοῦ πνευματος ὅ ἔστιν ῥῆματ θεοῦ ἢ ὅτι τὰ πνευματικά φησι χαρίσματα ἅπερ ἐστι διὰ ῥήματος καὶ προστάγματος θεοῦ ἢ τὸ ὅ πέρ ἐστι ῥῆμα θεοῦ τῷ κάτῳ συζευκτέον ἵνα ᾖ ὅυτως ὅπερ ἐστι ῥῆμα θεοῦ καὶ πρόσταγμα τοῦτο φησι ποιεῖτε ποῖον διὰ πάσης προσευχῆς καὶ δέησεως προσευχόμενοι ἵνα εἶητε φησὶν ἢ κατὰ τὸ ἐνεργεῖν καὶ τέμνειν τὰ πνευματικὰ χαρίσματα ῥῆμα ἔστιν θεοῦ τμητικὸν γὰρ τὸ ῥῆμα τοῦ θεοῦ·ὅυτως μᾶλλον καὶ ὁ μακάριος ἰωάννης διὰ γὰρ ῥῆματος θεοῦ ἐπετελεῖτο τὰ χαρίσματα πᾶν γὰρ ὃ εὰν αἰτή σητέ φησιν ἐν τῷ ὀνόμα τίμου δώσει ὑμῖν ὁ χριστός
281123vEph.6.18πβ προσευχόμενοι ἐν παντὶ μετὰ τὸ καθοπλίσαι τὸν βασιλέια λοιπὸν καλεῖ ἵνα δῷ χεῖρα
282123vEph.6.18πγ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων μὴ ἐν βαττολογίαις καὶ εἰς αὐτὸ ἀργπνοῦντες μηδέν φησι ῥάθυμον ἢ ἠμελημένον
283123vEph.6.18-Eph.6.19πδ καὶ ὑπὲρ ἐμοῦ καὶ γὰρ καὶ τὸν πέρον φησιν ἡ εὐχὴ τῆς ἐκκλησίας ἔλυσεν τῶν δεσμῶν
284123vEph.6.19πε ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματος μου καλῶς τὸ ἐν ἀνοίξει οὐ δὲ γὰρ προεμελέτα τί λαλήσει χριστῷ πειθόμενος ἀλλ’ ἐξ ὑπογύου καὶ ἐν αὐτῷ τῷ ἀνοῖξαι τὸ στόμα ὁ λόγος προίῃει
285123vEph.6.19πϛ ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου ἡ ἵνα ἐν παρρησίᾳ ἀπολογήσωμαι ἢ ἵνα εὐαγγελίζωμαι
286123vEph.6.19-Eph.6.20πζ ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει ὑπὲρ οὗ εὐαγγελίου πρεσβεύω πρὸς τοὺς ἀνθρώπους ἵνα φησιν αὐτῷ καὶ τοῖς ἐν αὐτῷ καταλλαγῶσιν ὑπὲρ χριστοῦ γάρ φησιν πρεσβεύομεν
287123vEph.6.20πη ἵνα ἐν αὐτῷ παρρησίασωμαι ὡς δεῖ με λαλῆσαι ἐν δεσμοῖς ἦν καὶ ἀπολογεῖσθαι ἔμελλεν ἵνα οὖν φησι μετὰ παρρησίας καὶ ὅυτως ὡς χρὴ τὸν ὑπὲρ τηλικούτων ἀπολογούμενον ἀπολογήσωμαι
288123vEph.6.20-Eph.6.21πθ ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ τί πράσσω πάντα ὑμῖν γνωρίσει τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς ἄπερ ἦν παραινέσεως καὶ δογμάτων ἔγραψεν τὰ δὲ καταυτὸν τῷ φέροντι τὴν ἐπιστολὴν λαλῆσαι ἐπέτρεψεν
289123vEph.6.21ϛ καὶ πιστὸς διάκονος ἐν κυριῷ εἰ πιστὸς οὐκ οὖν καὶ ἀληθεύσει
290123vEph.6.21-Eph.6.22ϛα ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν τοῦτο καὶ τῆς παύλου ἀγάπης καὶ τῆς ἐκείνων σημεῖον ἦν τὸ ἐθέλειν παντὶ τρόπῳ γνωσθῆναι αὐτοῖς ἐν οῖς ἧν
291124rEph.6.22ϛβ καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν ἐπειδὴ γὰρ ἐν ἁλύσεσιν ἦν ὁ διδάσκαλος ἔχρηζον οἱ μαθηταὶ παρακλήσεως τοῦ μὴ καταπεσεῖν
292124rEph.6.23ϛγ εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἰησοῦ χριστοῦ ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ τὴν μετὰ πίστεως ἀγάπην ἵνα μὴ πρὸς τοὺς ἐτεροδόξους ᾖ ἀλλὰ πρὸς μόνους τοὺς πιστούς ἢ ὅτι οὐδέν ἐστιν τῆς ἀγάπης κέρδος μὴ καὶ μετὰ πίστεως οὔσης
293124rEph.6.24ϛδ ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κυρίον ἡμῶν ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ ἀμήν ἡ γὰρ εἰς τὸν χριστὸν ἀγάπη ἄφθαρτος καὶ ἀμείωτος μὰλλον δὲ καθ’ ἐκάστην ἐπιδιδοῦσα τὴν ἡμέραν ὤφειλεν εἶναι