Unit | Page | Verses | Attributions | Biblical | Comment |
---|
Ha | | Eph.0.0 | | | |
Hb | 121r | Eph.0.0 | | | ἡ ἔφεσος μητρόπολις μέν ἐστι τῆς ἀσίας τὴν δὲ ἅρτεμιν ἔσεβεν καὶ τοσοῦτον ἦν περὶ τὴν δαίμονα τὸ σέβας ὡς καὶ νεωκόρον τὴν ἔφεσον τῆς ἀρτέμιδος ἀναγορεύεσθαι ὡς ἐν ταῖς πράξεσιν ἱστόρηται ἐν αὐτῇ τῇ ἐφέσῳ ὁ εὐαγγελιστὴς ἰωάννης ἐξορισθεὶς δίετριψε πολλὰ ἐν ᾖ καὶ τελευτᾶ καὶ τὸν τιμόθεον παῦλος ἐκεῖ ἐπὶσκοπον ἐχειροτόνησε τῶν δὲ φιλοσόφων οἱ κατὰ τὴν ἀσίαν ἀνθοῦντες ἐν τῇ ἐφέσῳ μάλιστα διῆγον διὸ πολλῇ σπουδῇ κέχρηται πρὸς αὐτοὺς γράφων καὶ τὰ βαθύτερα δὲ τῶν νοημάτων αὐτοῖς ἐπιστέλλει ἅτε κατηχουμένοις καὶ τὰ ὑψηλά γράφει δὲ τὴν ἐπιστολὴν ἀπὸ ῥώμης ὁ παῦλος ἐν δεσμοῖς ὑπάρχων |
1 | 121v | Eph.1.1 | | Παῦλος ἀπόστολος Ἰησοῦ χριστοῦ… | ὅρα πόση ἧν ἡ τότε ἀρετὴ ὅτι κοσμικοὺς ἀνθρωποὺς καὶ πιστοὺς ἁγίους προσαγορέυει |
2 | 121v | Eph.1.1 | | | |
3 | 121v | Eph.1.1 | γ | | τοῦτο ὡς πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ἰουδαϊκῆς εὐλογίας ἐκέινη γὰρ σαρκικωτέρα μᾶλλον ἦν ἡ δὲ ἡμῶν πνευματική καλῶς δὲ τὸ ἐν πάση γέγονας γὰρ ἀθάνατος ἀναμάρτητος ὓιος καὶ ἀδελφὸς θεοῦ συγκληρονόμος ἡ ἀπαρχή σου προσκυνεῖται ἐκ τῶν χερουβίμ |
4 | 121v | Eph.1.3 | | ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ | διὰ χριστοῦ γὰρ ἡμῖν ἡ εὐλογία οὐ διά τινος τῶν προφητῶν ὡς καὶ ἰουδάιοις διὰ μωυσέως καλῶς δὲ τὸ ἐν τοῖς ἐπουρανίοις οἷον πράγμασιν οὐδὲν γὰρ γήϊνον παρ’ ἡμῖν ὡς παρὰ ϊουδαίοις ἐκεῖ γὰρ γῇ ῥέουσα γάλα καὶ μέλι καὶ τὰ ἀγαθὰ τῆς γῆς φάγεσαι καὶ εὐλογήση κύριος τὴν γῆν σου ἐνταῦθα δὲ πάντα περὶ βασιλέιας οὐρανιῶν |
5 | 121v | Eph.1.4 | | καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμος | ὥσπερ εὐλόγησεν ἡμᾶς διὰ χριστοῦ οὕτως καὶ ἐξελέξατο δι’ αὐτοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως τὸ δὲ πρὸ καταβολῆς κόσμου δηλοῖ ὅτι τοῦτο πάλαι ἦν ὁρισθὲν σώθῆναι διὰ τῆς εἰς χριστὸν πίστεως τοὺς ἐπὶ γῆς τὸ δὲ καταβολῆς δηλοῖ ὅτι ἀπὸ ὕψους τινὸς τῆς τοῦ θεοῦ δυνάμεως κατεβλήθη ὁ κόσμος |
6 | 121v | Eph.1.4 | | εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ | |
7 | 121v | Eph.1.5 | | προορίσας ἡμᾶς εἰς ὑιοθεσίαν διὰ ἰησοῦ χριστοῦ εἰς αὐτόν | μέγα μὲν καὶ τὸ εἰς ὑιοθεσίαν εἰσαχθῆναι θεοῦ μέιζον δὲ τὸ καὶ διὰ τοῦ ὑιοῦ τοῦτον ἐστι τεθῆναι ὑιοθεσίαν δὲ φησιν πόιαν τὴν εἰς αὐτόν φέρουσαν τὸν θεὸν |
7ex | 121v | Eph.1.5 | | κατὰ τὴν εὐδοκίαν | |
8 | 121v | Eph.1.5-Eph.1.6 | | τοῦ θελήματος αὐτοῦ εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ | ταῦτα δὲ πάντα ἐπόιησεν εἰς ἡμᾶς δι’ ἀλλομὲν οὐδὲν πλὴν ὅτι ἐβουλήθη καὶ σφόδρα ἐπεθύμησεν χάριτι σῶσαι τοὺς ἐπὶ γῆς πρὸς τὸ ἐκ τούτου ἐπαινεῖσθαι καὶ δοξάζεσθαι τὴν ἁγίαν αὐτοῦ δόξαν τῆς χάριτος |
9 | 121v | Eph.1.6 | | ἐν ἧ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ | ἐχαρίτωσεν δὲ πρῶτον μὲν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ · ἔπειτα ἐπεράστους ἐποίησεν ἀγγελόις ἀρχαγγέλοις ταῖς ἄνω δυνάμεσιν τοῖς ἐυηρεστηκόσιν αὐτῷ ἁγίοις ἐπιθυμήσει γάρ φησιν ὁ βασιλὲυς τοῦ κάλλους σου τὴν δὲ χάριν τάυτην διὰ τοῦ ἠγαπημένου χριστοῦ τοῖς ἐπὶ γῆς δεδώκεν αὐτὸς γὰρ ὁ μεσίτης |
10 | 121v | Eph.1.6-Eph.1.7 | | ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ | |
11 | 122r | Eph.1.7 | | τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ | ταῦτα δὲ ἐποίησεν φησι κατὰ τὸν πλοῦτον τουτέστιν ἐν τῷ πλόυτῳ τῆς χάριτος αὐτοῦ ἧς περίσσευσεν εἰς ἡμᾶς πανταχόθεν ὑπερβολάι ὅτι τὲ πλοῦτος ἐδόθη καὶ πλοῦτος θεοῦ καὶ χάριτος πλοῦτος καὶ ὅτι περίσσευσεν τουτέστιν περισσευθῆναι ἐπόιησεν |
12 | 122r | Eph.1.7-Eph.1.8 | | ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ | ἢ σοφῶς καὶ φρονίμως ἐγνώρισεν ἡμῖν ἠ σοφοὺς καὶ φρονίμους ποιήσας ὅυτως ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ὡσὲι εἶπεν τὰ ἐν τῇ καρδία αὐτοῦ τί γὰρ ἶσον τοῦ μυστηρίου τούτου τοῦ δοῦναι τὸν ὑιὸν ὑπὲρ τῶν ἐχθρῶν |
13 | 122r | Eph.1.9 | | κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ | |
14 | 122r | Eph.1.9-Eph.1.10 | ιδ | εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν | |
15 | 122r | Eph.1.10 | ιε | ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς | συνάψαι ἐνῶσαι μίαν κεφαλὴν παρασχεῖν ἀγγέλοις καὶ ἀνθρωποις τὸν χριστὸν ἀπεσχισμένοι γὰρ ἢσαν οἱ ἄγγελοι καὶ οἱ ἄνθρωποι συνῆψεν οὖν αὐτοὺς καὶ ἤν ωσεν διὰ χριστοῦ |
16 | 122r | Eph.1.11 | | ἐν αὐτῷ | πάλιν τὸ ἐν αὐτῷ τουτέστιν δι’ αὐτοῦ τοῦ χριστοῦ |
16ex | 122r | Eph.1.11 | | ἐν ᾧ καὶ | δι’ οὖ φησι χριστοῦ καὶ ἐκληρώθημεν ἀλλ’ ἐπειδὴ ὁ κλῆρος συν κυρίας μᾶλλον καὶ οὐκ ἀρετῆς ἐστιν διορθοῦται αὐτὸ καὶ φησὶν προρισθέντες οὐκ ἂν δὲ προωρίσθημεν εἰ ἀνάξιοι ἦμεν |
16ex2 | 122r | Eph.1.11 | | ἐκληρώθημεν προορισθέντες | |
17 | 122r | Eph.1.11 | | κατὰ πρόθεσιν θεοῦ τοῦ τὰ πάντα ἐνεργοῦντος | κατὰ γνώμην τοῦ τὰ πάντα ἐνεργοῦντος θεοῦ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς |
18 | 122r | Eph.1.11 | | κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ | εἶτα οὐκ ἄρκεσθεις τὸ εἰπεῖν προορισθέντες καὶ κατα πρόθεστιν ἐπάγει κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ δεῖξαι γὰρ βούλεται ὅτι οὐκ ἐνπαρεπομένῳ ἐκλήθη τὰ ἔθνη διὰ τὸ ἀπο σκιρτῆσαι ϊουδαίους ἀλλὰ ἄνωθεν τοῦτο προώριστο καὶ ἐν πρωτο τύπω ἔκειτο ἐπειδὴ γὰρ ὁ χριστὸς προτρεπομενος τοὺς ἰουδαίους φησὶν οὐκ ἦλθον εἰμὴ εις τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου ἰσραήλ καὶ πάλιν εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε σπουδάζει νῦν δεῖξαι ὁ παῦλος ὅτι προτροπῆς ἐνεκεν καὶ ἐφελκύσεως ἰουδαίων ἐκεῖνα ἔιρηται ὡς τό γε ἀληθὲς ἄνωθεν ὥριστο ἡκλῆσις τῶν ἐθνῶν |
19 | 122r | Eph.1.12 | | εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον | ἡμᾶς τίνας τοὺς προηλπικότας ἐν τῷ χριστῷ φησὶ τουτέστιν τοὺς πιστούς ἐκ τοῦ καθ’ ἡμᾶς γὰρ πράγματος μάλιστα δεδόξασται ὁ θεός ὅτι ὅυτως ἡμᾶς ἠλλοτριωμένους αὐτοῦ ἔσωσεν |
19ex | 122r | Eph.1.12 | | δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ χριστῷ | |
20 | 122r | Eph.1.13 | | ἐν ᾧ καὶ ἡμεῖς ἀκοῦσαντες | |
21 | 122r | Eph.1.13 | | τὸν λόγον τῆς ἀληθείας | |
22 | 122r | Eph.1.13 | | τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν | εὐαγγέλιον σωτηρίας ἔστι μὲν καὶ ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νόμου ἔστι δὲ καὶ ὅτι τοὺς πιστέυοντας σώζει |
23 | 122v | Eph.1.13 | | ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνευμάτι τῆς ἐπαγγελίας τῷ ἁγίῳ | δι’ οὗ εὐαγγελίου καὶ τῆς ἐν αὐτῷ πίστεως ἐσφραγίσθητε τῷ πνευματι τῆς ἐπαγγελίας ἢ τῷ ἐπαγγελλομένῳ τὰ μυρία ἀγαθά ἣ ἵνα διὰ τῆς σφραγίδος τύχη τε τῶν ἐπαγγελιῶν ὥσπερ γὰρ ὁ θεός δήλους ποιῶν τοὺς αὐτοῦ σφραγίζει αὐτοὺς τῷ ἁγίῳ πνεύματι |
23ex | 122v | Eph.1.13 | | | |
24 | 122v | Eph.1.13-Eph.1.14 | | ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν | ὁ ἀρραβὼν πιστοῦται τὸ ὅλον τὴν τοίνυν ὑιοθεσίαν καὶ τὰ μυρία ἀγαθὰ πιστόυμενος ὁ θεὸς δὲδωκεν ἀρραβὼνα τῆς ἐπουρανίου κληρονομίας τὸ πνεῦμα τὸ ἅγιον |
25 | 122v | Eph.1.14 | | εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως | περιποίησιν ἡμᾶς καλεῖ διὰ τὸ περιποιήσασθαι ἡμᾶς τὸν θεὸν ὁ οὖν ἀρραβών φησι καὶ πρὸς τοῦ τό ἐστιν εἰς τὸ ἀπολυτρώσασθαι τὴν περιποίησιν αὐτοῦ ἐκεῖ δὲ ἔσται ἡ καθαρὰ ἀπολύτρωσις ὅταν μὴ μόνον ἁμαρτιῶν ἀλλὰ καὶ τοῦ μετὰ ἁμαρτωλῶν συνοικεῖν λυτρωθῶσιν οἱ ἅγιοι |
26 | 122v | Eph.1.14 | | εἰς ἔπαινον τῆς δόξης αὐτοῦ | τοῦτο συνεχῶς ἐπιλέγει πιστούμενος τὸ πάντως ἔσεσθαι τὰ ἐπηγγελμένα ὣσει ἔλεγεν εἰ μὲν ἡμῶν ἕνεκεν ταῦτα ἐπηγγείλατο κἂν ἀμφιβάλλειν ἦν εἰ δὲ διὰ τὸ θαυμασθῆναι τὴν δόξαν αὐτοῦ τίς αντερεῖ λοιπόν |
27 | 122v | Eph.1.15 | | διὰ τοῦτο κἀγώ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν | |
28 | 122v | Eph.1.15 | κη | ἐν τῷ κυρίῳ ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους | πλεῖον γὰρ ἀπάντων διὰ τὴν πίστιν ἡμῶν εὐχαριστητέον τᾦ θεῷ ὅτι νοῦν ἡμῖν πρὸς τὸ πιστεῦσαι δέδωκεν ἀεὶ δὲ τῇ πίστει συνάπτει τὴν ἀγάπην καλλίστην ἀποτελῶν ξυνωρίδα |
29 | 122v | Eph.1.16 | | οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν Μείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου | τοῦτο δὲ ἐποίει οὐ μόνον πρὸς αὐτοὺς ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἑαυτοῦ μαθειας |
29ex | 122v | Eph.1.16-Eph.1.17 | | ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ | |
30 | 122v | Eph.1.17 | | ὁ πατὴρ τῆς δόξης | ἀὲι πρὸς τὸ προκείμενον ὀνομάζει τὸν θεὸν θεὸν οἰκτιρμῶν καλῶν καὶ θεὸν εἰρήνης καὶ θεὸν δυνάμεων νῦν δὲ αὐτὸν πατὲρα δόξης καλεῖ μεγίστην γὰρ δόξαν καὶ τιμὴν ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων ἅτινα παρασχεθέντα ἡμῖν γενικῷ ὀνόματι καλεῖ δόξαν διὰ τοῦ λαμπροτέρου παρ’ ἡμῖν ὀνόματος ταύτης οὖν τῆς δόξης φησὶν αὐτὸν πατὲρα καλεῖ καὶ ὑίον δημιουργόν |
31 | 122v | Eph.1.17 | | δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ̓πιγνώσει αὐτοῦ | ἄρα πνευματικῆς δεῖ σοφίας ἡμῖν εἰς τὸ ἐπιγνῶναι τὰ παρὰ τοῦ θεοῦ δωρηθέντα ἡμῖν ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος μωρία γὰρ αὐτῷ ἐστιν |
32 | 123r | Eph.1.18 | | πεφωτισμένους τοὺς ὀφθαλμοὺς | ὁ γὰρ τὸν θεὸν γνοῦς ὡς χρή οὐκ ἂν περὶ ἑτερόυ τινὸς ἀμφιβάλλει ὡς τόδε δυνατὸν ἢ τόδε ἀδύνατον αὐτῷ πάντα γὰρ δυνατὰ τῇ θεῖᾳ φύσει ταύτην δὲ οὐκ ἂν ἄλλως σχόιη τὴν γνῶσιν εἰ μὴ διὰ πνεύματος ἁγίου τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾶ καὶ τὰ βάθη τοῦ θεοῦ |
32ex | 123r | Eph.1.18 | | τοὺς ὀφθαλμοὺς | |
33 | 123r | Eph.1.18 | | εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ | ἐπειδὴ γὰρ τοῦτο μέλλον ἐστὶ πνευματικῆς δεῖται ἀποκαλύψεως κλῆσιν δὲ φησιν τὸ ἐπὶ ποίαις ἐλπίσιν ἐκλήθημεν δῆλον δὲ ὡς ἐπὶ υἱοθεσία καὶ κληρονομία βασιλείας οὐρανων καὶ ἐπὶ τῷ γενέσθαι ἡμῶν κεφαλὴν τὸν χριστὸν |
34 | 123r | Eph.1.18 | | καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις | βαβαὶ ὑπερέχοντα ῥήματα πλοῦτος δόξα κληρονομία θεοῦ ἐν τοῖς ἁγίοις δὲ ἔσται ταῦτα τῶν γὰρ τοιόυτων ἄξιοι οἱ ἅγιοι καὶ τοῦτο τοιγὰρ οὖν πνευματικῆς δεῖται χάριτος |
35 | 123r | Eph.1.18-Eph.1.19 | | καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας | εἶπεν τινα μέλλοντα λέγει καὶ γεγονὸς ἵνα ἐκ τοῦτου κακεῖνα πιστώσηται ποῖον δὲ τοῦτο αὐτὸ τὸ πιστεῦσαι ἡμᾶς ὄντως γὰρ μέγιστης δυνάμεως θεοῦ δεῖγμα τὸ ἡμᾶς ὄντας θηριώδεις πιστεῦσαι θεῷ καὶ τὰ οὐράνια φιλοσοφεῖν |
36 | 123r | Eph.1.19 | | κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ | |
37 | 123r | Eph.1.19-Eph.1.20 | | ἣν ἐνήργησεν ἐν τῷ χριστῷ ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις | ποῖαν δὲ ἐνέργειαν λέγεις ἐνηργηκέναι εἰς ἡμᾶς ἵνα πιστεύσωμεν ἥν φησιν ἐνήργησεν καὶ ἐν τῷ χριστῷ ἐγέιρας αὐτὸν ἐκ νεκρῶν ὅτι δὲ καὶ ἓαυτὸν ἐγηγερκέναι εἴρηται πολλαχοῦ δῆλον |
39 | 123r | Eph.1.21 | | ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυρίοτητος | οὐ τῆσδε μὲν τῆσδε νάι ἀλλὰ πάσης ἀσωμάτου δυνάμεως ταῦτα δὲ μετὰ τὴν ἔνσαρκον οἰκονομιαν νόει εἰρῆσθαι τῷ παύλῳ πρὸ γὰρ τῆς σαρκώσεως πρόδηλον ὡς ὁ θεὸς λόγος ἶσα εἶχειν τῷ πατρι κατὰ τὴν ἐξουσίαν ὥσπερ οὖν καὶ νῦν ἔχει καὶ μετα σάρκωσιν |
40 | 123r | Eph.1.21 | | καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι | εἴτι ἔνι ἐν οὐρανιῷ φησιν πὰντα τῷ ἀνωτέρῳ δυνάμεων καὶ ἐξουσιῶν κεκάθικεν |
41 | 123r | Eph.1.21-Eph.1.22 | | καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ | εἶτα ἵνα μὴ ἀκόυων ἐκάθισεν αὐτὸν ὑπὲρανω νομίσης προτετιμῆσθαι μόνον δέικνυσιν ὅτι καὶ δεσπότην αὐτὸν ἐποίησεν πάντων τὴν γὰρ σφοδρὰν καὶ ἧς οὐκ ἔνόμιζον ὑποταγὴν δεῖξαι θέλων ὑπὸ τοὺς πόδας αὐτοῦ εἶπεν |
42 | 123r | Eph.1.22 | | καὶ αὐτὸν ἔδωκεν κεφαλὴν | καὶ τὴν ἐκκλησίαν τῇ δυνάμει συνεκάθισεν τῷ χριστῷ εἰς ἐκεῖνον τὸν θρόνον ὅπου γὰρ ἡ κεφαλὴ ἐκεῖ καὶ τὸ λοιπὸν σῶμα |
43 | 123r | Eph.1.22 | | ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ | |
44 | 123r | Eph.1.22-Eph.1.23 | | ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ | |
45 | 123v | Eph.1.23 | | τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου | οὐδενὸς φείδεται ῥήματος ὁ ἀπόστολος πρὸς τὸ δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἕνωσιν ἡμῶν τὴν πρὸς τὸν χριστὸν διό φησιν τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου δεικνὺς οὐκοινῆ τῆς ἐκκλησίας χρήζοντα τὸν χριστὸν πρὸς τὸ ἀναπληρωθῆναι ἀλλὰ ἑνὸς ἑκάστου ἀνθρώπου πιστοῦ ἂν γὰρ μὴ ὦμεν ὁμέν τις αὐτοῦ ποῦς ὁ δὲ χείρ ὁ δὲον ἕτεροντι μέλος οὐκ ἀναπληροῦται αὐτοῦ τὸ σῶμα εἰκότως οὖν καὶ ὁ καθεὶς ἡμῶν χρειώδης ἐστὶν πρὸς τὴν συμπλήρωσιν τοῦ σώματος αὐτοῦ τότε οὖν ἀναπληροῦται ὅταν ὦμεν ἄπαντες ἡνωμένοι ἡ οὖν ἐκκλησία πλήρωμα ἐστὶ τῆς κεφαλῆς τουτέστιν τοῦ χριστοῦ |
45ex | 123v | Eph.2.1-Eph.2.2 | | καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἀμαρτίαις ἐν αἷς ποτὲ | τοῦ πάντα αὐτοῦ φησι τὰ μέλη διὰ τῶν παντῶν ἀνθρώπων πληρουμένου χριστοῦ |
47 | 123v | Eph.2.2 | | κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου | αἰῶνα κόσμου τούτου τὸν διεστραμμένον λέγει βίον καὶ τὸν ἐν ἁμαρτίαις διὰ τὸ πλεονάζειν ἐν τῷ παρόντι βίῳ τὰς ἁμαρτίας ἄρχοντα δὲ ἐξουσιῶν τὸν σατανᾶν διὰ τὸ τοὺς πολλοὺς ἡμῶν ἑκόντας ἐκ δεδωκέναι ἑαυτοὺς ὑπὸ τὴν αὐτοῦ ἐξουσίαν οὐδὲ γὰρ ἐκ θεοῦ ἀλλ’ ἐξ ἡμῶν ἄρχειν κεχειροτόνηται ἄρχοντα οὖν αὐτὸν λέγει πρὸς τὰ παρόντα ὁρῶν |
47ex | 123v | Eph.2.2 | | κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας | |
48 | 123v | Eph.2.2 | | τοῦ ἀέρος τοῦ πνεύματος | καλῶς τὸ τοῦ αἔρος προσέθηκεν εἰ γὰρ καὶ ἄρχοντα αὐτὸν ἡμεῖς ἐχειροτονήσαμεν ὑπὸ τὸν οὐρανὸν ἐστιν αὐτοῦ ἡ ἀρχὴ οὐχ ὑπὲρ τὸν οὐρανὸν ὁ δὲ ὢν ὑπὸ τὸν οὐρανὸν ἠ ἐν τῇ γῇ ἐστιν ἢ ἐν τῷ αἔρι οὗτος δὲ ὡς πνευμᾶ ὢν ἐν τῷ αἔρι ἐστὶν φύσις γὰρ τοῖς πνέυμασιν ἐναερίος διατρίβειν ὅρα δὲ τὸ κατὰ πόδα τοῦ χωρίου κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας ποῖον τοῦτον τὸν τοῦ αἔρος ἄρχοντα τουτέστιν τὸν αἔριον ἄρχοντα οὐ γὰρ αἔρος ἄρχει ἀλλὰ ἐναερίων ἄρχει εἶτα πάλιν ἐπισαφηνίζων αὐτὸν φησι τοῦ πνευματος πνεῦμα γὰρ ὁ σατανᾶς ἔπειδὴ ὡς πρὸς ἡμᾶς καὶ ἀσώματος ἢ ὅτι ἄρχων ἐστὶν τοῦ αἔρος τοῦ πνευματος τουτέστιν τοῦ ὄντος ἐν τῷ αἔρι πνευματος οἶον τῶν αἐρίων πονηρῶν πνευματῶν ἄρχων γὰρ αὐτῶν πρὶν πέση ἄρχει δὲ καὶ μετα τὸ πεσεῖν |
48ex | 123v | Eph.2.2 | | | καὶ ἅρχων μέν ἐστι τῶν μετ’ αὐτοῦ πεσόντων φησιν ἡμῶν δὲ οὐκ ἀρχει οὔτε ἧρξεν ἀλλὰ μόνον ἐνεργεῖ ἐξὸν δὲ ἡμῖν μη δέξασθαι αὐτοῦ τὴν ἐνέργειαν |
49 | 123v | Eph.2.2-Eph.2.3 | | τοῦ νῦν ἐνεργοῦντες ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστάφημεν ποτὲ ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν | ὁρᾶς ὅτι οὐκ εἶπεν ἀναγκάζοντος ἢ βιαζομένου ἀλλ’ ἐνεργοῦντος καίτοι εἰ ἄρχων ἦν τῇ ἀληθεία ἀλλὰ μὴ ἐκ εχειροτόνητο ἐκ τῆς ἡμῶν πονηρίας καὶ ῥαθυμίας καὶ τοῦ ἀναγκαζέιν ἐξουσίαζεν νῦν γὰρ τὸ ἐνεργοῦντος δηλοῖ ὅτι ἑκόντες αὐτὸν παρεδεχόμεθα καὶ ὅτι τοῦ τό ἐστιν ἐπάγει τοῖς ὑιοῖς τῆς ἀπειθέιας τουτέστιν τοῖς μὴ πειθομένοις μὲν θεῷ ἐκεῖνω δὲ οὐ μὴν ἁναγκαζομένοις εἶτα ἐπάγει ἐν οῖς καὶ ἡμεῖς πάντες ἀνεστράφημεν ἐπειδὴ γὰρ ἤγαγεν μνήμην τῶν ἁμαρτημάτων αὐτῶν εἰκὸς δὲ ἦν αὐτοὺς αἰσχύνεσθαι ἐπ’ αὐτοῖς καὶ ἑαυτὸν κοινωνὸν ποιεῖ καὶ οὐ μόνον εαυτὸν ἀλλὰ καὶ πάντας τάυτη καὶ τὴν δύναμιν τοῦ λυτρωσαμένου χριστοῦ ἀνακηρύττων σαρκὸς δέ φησι τῶν σαρκικῶν ἐπιθυμιῶν |
50 | 124r | Eph.2.3 | | ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν | |
51 | 124r | Eph.2.3 | | καὶ ἦμεν τέκνα | ὥσπερ τέκνα ἀπωλέιας καὶ γεέννης εἴρνται οἱ ἄξια ἀπωλέιας καὶ γεέννης πράττοντες |
52 | 124r | Eph.2.3 | | φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί | |
53 | 124r | Eph.2.3-Eph.2.4 | | ὁ δὲ θεός πλούσιος ὤν ἐν ἐλέει | |
54 | 124r | Eph.2.4 | | διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς | τοῦτο δὲ ἀπὸ τοῦ πολλοῦ ἐλέου γέγονεν πῶς γὰρ ἂν οἱ τέκνα ὄντες ὀργῆς ἠγαπήθημεν |
55 | 124r | Eph.2.5 | | καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν | νεκροὺς ὅσον πρὸς ἔνεργειαν ἀγαθοῦ τινος τοῦτο δὲ φησιν γέγονεν διὰ τὰ παραπτώματα ἡμῶν |
56 | 124r | Eph.2.5 | | συνεζωοποίησεν τῷ χριστῷ | πάλιν τὸν χριστὸν εἰς μέσον φέρει ἀξιοπιστον τὸ πραγμα ποιῶν εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ καὶ ἡμᾶς τὸ λοιπὸν αὐτοῦ σῶμα συνεζωοπόιησεν |
56ex | 124r | Eph.2.5 | | | |
57 | 124r | Eph.2.5 | | χάριτι ἐστε σεσωσμένοι | οὐ καμάτῳ οὐ κατορθώμασιν ἰδίοις δέον γὰρ κολάσαι τοὺς γενομένους τέκνα φησιν ὀργῆς τούτους ἑσωσεν χάριτι μόνη |
58 | 124r | Eph.2.5-Eph.2.6 | | καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ | ὤσπερ γὰρ τῆς ἀπαρχῆς ἡμῶν καὶ τῆς κεφαλῆς τοῦ χριστοῦ ἐγηγερμένης καὶ ἡμᾶς δι’ αὐτοῦ ἥγειρεν ὅυτως αὐτῆς καθεζομένης καὶ τὸ λοιπὸν σῶμα συγκάθηται δίο φησιν ἐν χριστῷ ἰησοῦ τοῦτεστιν διὰ χριστοῦ ἰησοῦ ὅτι δὲ καθίσουσιν οἱ ἄξιοι ἄκουε τοῦ χριστοῦ λέγοντος τοῖς μαθηταῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς Ιβ φυλὰς τοῦ ἰσραηλ καὶ πάλιν τὸ δὲ καθίσαι ἐκδεξιών μου καὶ ἐξευωνύμων οὐκ ἐστιν ἐμὸν δοῦναι ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ πατρός μου τέως οὖν ἡτοίμασται καὶ πάλιν θέλω ἵνα ὅπου εἰμι ἐγὼ καὶ οἱ διάκονοι οἱ ἐμοι |
59 | 124r | Eph.2.7 | | ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ | |
60 | 124r | Eph.2.7 | | ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν χριστῷ ἰησοῦ | τοῦτέστιν οὐκ ἄχρι τοῦ χριστοῦ μόνου ταῦτα στάιη ἀλλὰ δι’ αὐτοῦ ἥξει καὶ εἰς ἡμᾶς ὡς ἀπαρχὴς πρὸς τὸ ὅλον τί δὲ ἥξει τὸ συζωοποιηθῆναι τὸ συγκαθίσαι |
60ex | 124r | Eph.2.7-Eph.2.8 | | τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως καὶ τοῦτο οὐκ ἐξ ὑμῶν | |
61 | 124r | Eph.2.8 | | θεοῦ τὸ δῶρον | ἐξ ἠμῶν μὲν ἡ πίστις ἀλλὰ καὶ αὐτῆς πρόφασις ὁ θεὸς εἰ γὰρ μὴ ἐνηνθρώπησεν πῶς εἴχομεν πιστεῦσαι πῶς γάρ φησι πιστέυσουσιν ἐὰν μὴ ἀκούσωσιν διὸ δῶρον καλεῖ θεοῦ τὴν πίστιν ἢ καὶ δῶρον διὰ τοῦτο ὅτι οὐδὲ ἡ πίστις σῶσαι ἵσχυεν καθ’ ἑαυτὴν εἰ μὴ ὁ θεὸς ἠβουλήθησωσια διὰ τῆς πίστεως ὥστε τὸ πιστεῦσαι ἡμᾶς δῶρον θεοῦ καὶ τὸ διὰ πίστεως σωθῆναι δὦρον θεοῦ |
62 | 124v | Eph.2.8-Eph.2.9 | | οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται | |
63 | 124v | Eph.2.9-Eph.2.10 | | αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν χριστῷ ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς | εἶτα ἵνα μὴ ἀκόυσαντες ὅτι οὐκ ἐξ έργων ἐσώθημεν ἀλλὰ χάριτι ῥαθυμότεροι γενώμεθα δείκνυσιν ὅτι νῦν μετὰ τὴν πίστιν καὶ ἔργων χρεῖα αὐτοῦ γὰρ ἐσμέν φησιν ποίημα κτισθέντες διὰ ἰησοῦ χριστοῦ οὐ τὴν πρώτην ἡμῶν δημιουργίαν λέγων ἀλλὰ τὴν δευτέραν τὴν ἐν τῷ βαπτίσματι ἐκτίσθημεν δέ φησιν ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς εἰς τὸ φησὶν ἐν αὐτοῖς περιπατεῖν ἐν ἐστι δὲ ταῦτα καὶ περὶ τῆς πρώτης δημιουργίας νοεῖν |
64 | 124v | Eph.2.10 | | οἷς προητοίμασεν ὁ θεός | |
65 | 124v | Eph.2.10 | | ἵνα ἐν αὐτοῖς περιπατήσωμεν | τὴν ἐπ’ αὐτοῖς ἄπαυστον σχέσιν δηλοῖ |
66 | 124v | Eph.2.11 | | διὸ μνημονεύετε | καὶ γὰρ ἔθος τοῖς ἀπὸ πολλῆς εὐτελείας εἰς ὕψος ἀναδραμοῦσι μηδὲ μεμνῆσθαι τῶν προτέρων |
67 | 124v | Eph.2.11 | | ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου | θέλει εἰπεῖν ὅτι ὑμεῖς οἱ ἀκρόβυστοι ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀλλότριοι ἦτε τοῦ θεοῦ καὶ τῶν ἐπαγγελιῶν νυνὶ δὲ οἱ ὄντες τότε ἀλλότριοι καὶ πόρρω ἐγγὺς ἐγένεσθε δείκνυσι δὲ ἐκ τούτου τοῦ χριστοῦ τὴν κηδεμονίαν ὅτι τοὺς ἀπηλλοτριωμένους καὶ ἐλπίδα μὴ ἔχοντας ἔσωσεν ὅρα δὲ πῶς εὐφυως καταβάλλει τὴν περιτομὴν δεικνὺς ἐν λόγω μόνον καὶ οὐκ ἐν ἔργω τινὶ γενναίως ἔχειν αὐτὴν ὡς πρὸς τὴν ἀκροβυστίαν τὸ διάφορον ὑμεῖς γάρ φησιν τὰ ἔθνη οἱ ἐν σαρκὶ ἀλλ’ οὐκ ἐν πνευματι καὶ οἱ λεγόμενοι οὐ γὰρ ὄντες κατὰ τὸν πνευματικὸν λόγον ὡσεὶ εὶπεν ἐν σαρκὶ καὶ ἐν λόγοις τὸ ἔλαττον οὐδαμοῦ ἐν πνευματί εἶτα πάλιν περὶ τῆς περιτομῆς λέγων φησὶν ὑπὸ τῆς λεγομένης καὶ χειροποιήτου τὴν ἐν λόγοις μόνον καὶ σαρκὶ προτίμησιν δηλῶν |
68 | 124v | Eph.2.11-Eph.2.12 | | ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ | τί μνημονέτε ὅτι ἧτε ἐν τῷ καιρῷ ἐκεῖνω χωρὶς χριστοῦ τοῦτο οὖν φησὶν τὸ δεινόν τὸ δὲ τῆς ἀκροβυστίας ἄχρι σαρκὸς καὶ ὀνόματος ἦν ψιλοῦ εἶτα ὅτι καὶ ἀπηλλοτριωμένοι ἧτε τῆς πολιτέιας τοῦ ἰσραὴλ καὶ τοῦτο δεινόν εἰ γὰρ καὶ ἀνάξιοι ὤφθησαν οἱ ἐξ ἰσραὴλ πλὴν ἀλλ’ ἠδέσθησαν θεὸν |
69 | 124v | Eph.2.12 | | ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ἰσραήλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας | οὐκ εἶπε κεχωρισμένοι ἀλλ’ ἀπηλλοτριωμένοι ὄυτε πάλιν οὐ μετέχοντες ἀλλὰ ξένοι ἅπερ πολλὴν δείκνυσι τὴν ἀλλοτρίωσιν |
70 | 124v | Eph.2.12 | | ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ | οἱ ϊουδαῖοι εἰ καὶ ἀπέτυχον δι’ ἀναξίοτητα εἶχον μέντοι ἐλπίδα ἐκ τῆς ἐπαγγελίας τί πρὸς ὑμᾶς φησι τὰ ἔθνη αὐτὸ μὴ ἔχοντα ἐλπίδα καὶ ἄθεοι φησὶν ἐν κόσμω καίτοι προσεκύνουν θεοὺς ἀλλ’ οὐκ ἥσαν φησὶ θεόι υμεῖς οὖν φησιν ἄθεοι ἦτε οἱ γὰρ ϊουδαῖοι εἰ καὶ προσέκρουον ἥδεσαν μέντοι |
71 | 125r | Eph.2.13 | | νυνὶ δὲ ἐν χριστῷ ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν | |
72 | 125r | Eph.2.13-Eph.2.14 | | ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ χριστοῦ Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν | τὸ ἐγγὺς καὶ τὸ μακρὰν προαιρέσεως ἐστιν οὐτό που οἱ μακρὰν οὖν ὄντες τῆς πολιτέιας τοῦ θεοῦ διὰ τοῦτο καὶ τοῦ θεοῦ ἐγγὺς γεγόνατε ἢ οἱ μακρὰν ὄντες τῆς τοῦ ἰσραὴλ πολιτείας τῆς κατὰ θεόν ἐγγὺς γεγόνατε τοῦτο γὰρ δηλοῖ τὸ ἐπόμενον ὁ ποιήσας τὰ ἀμφότερα ἕν καὶ τὸ πρῶτον δὲ καλῶς ἔχει ἐν τῷ αἵματι φησι τοῦ χριστοῦ τουτέστιν διὰ τοῦ αἵματος αὐτοῦ αὐτὸς γὰρ τὸ αἷμαι ἐκχέας ὑπὲρ ἡμῶν καὶ τούτω λύσας τὴν ἁμαρτίαν πάντας ἤγαγεν ἐγγύς αὐτὸς γάρ ἐστι φησὶν ἡ εἰρήνη ἡμῶν πρὸ γὰρ τῆς ἐνανθρωπήσεως βδελυκτοὶ ἦμεν καὶ ἀγγέλοις καὶ ἰουδάιοις καὶ οὐ μόνον ἐχθροί |
73 | 125r | Eph.2.14 | | ὁ ποιήσας τὰ ἀμφότερα ἕν | |
73ex | 125r | Eph.2.14 | | | |
74 | 125r | Eph.2.14-Eph.2.15 | | καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τήν ἔχθραν ἐν τῇ σαρκί αὐτοῦ | μεσότοιχον φραγμοῦ φησι τὴν ἔχθραν τὴν πρὸς τὸν θεὸν ἡμῶν τε καὶ ἰουδαίων ἥτις ἐκ τῶν ἡμετέρων ἐγίνετο παραπτωμάτων ὡς καὶ αὐτός φησι διὰ τοῦ προφήτου οὐχὶ αἱ ἀμαρτίαι ὑμῶν δι’ ἰστῶσιν ἀνὰ μεσον ἐμοῦ καὶ ὑμῶν ποῖον δὲ μεσότοιχον τὴν ἔχθραν φησὶν τὴν πρὸς τὸν θεὸν δηλον ὅτι ἐν τῇ σαρκί τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ εἰ γὰρ μὴ ἀπεθανεν ὑπερ ἡμῶν οὐκ ἂν ἐλύθη ἡ ἁμαρτία ἡ χωρίζουσα ἡμᾶς ἀπὸ θεοῦ |
75 | 125r | Eph.2.15 | | τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας | |
76 | 125r | Eph.2.15 | | ἵνα τοὺς δύο κτίσῃ | ὁρᾶς ὅτι οὐχ ὁ ἔλλην γέγονεν ἰουδαῖος ἀλλὰ καὶ οὗτος κάκεῖνος εἰς ἀμείνω κατάστασιν ἦλθον κτίση φησὶ δεικνὺς τὴν ἀναγέννησιν εἰς ἔνα γὰρ πάντες εἰσὶν ἐκ τις μένοι νέον τινὰ καὶ πιστὸν ἄνθρωπον καὶ τοῦ γήρους τῶν ἁμαρτιῶν ἀλλότριον |
76ex | 125r | Eph.2.15 | | ἐν ἑαὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην | ἐν ἑαυτῷ φησιν οἷον δὶ ἑαυτοῦ οὐ δί ἀγγέλων τινῶν ἢ ἄλλων δυνάμεων ἀλλὰ δί ἑαυτοῦ ἣ ὃτι φησὶ τοῦτο πρῶτον γενόμενος καὶ τύπον καὶ ὑπόδειγμα παρασχών |
77 | 125r | Eph.2.16 | | καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους | πρὸς ἰουδαῖοι καὶ ἔλληας οὐ γὰρ ἄν ποτε κατηλλάγσαν πρὸς θεὸν δείκνυσιν ἥ ἔμφασις τοῦ ἀποκαταλλάξει |
77ex | 125r | Eph.2.16 | | ἐν ἑνὶ σώματι τῷ θεῷ | |
78 | 125r | Eph.2.16 | | διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ | |
79 | 125r | Eph.2.17 | | καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς | μηδένα πέμψας ἀλλὰ αὐτὸς ἑαυτῷ διακονησάμενος μακρὰν δὲ τοὺς ἐξ ἐθνοὺς λέγει ἐγγὺς δὲ τοὺς ἰουδαίους |
80 | 125r | Eph.2.18 | | ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα | τὴν καταλλαγὴν καὶ τὴν εἰρήνην τὴν πρὸς τὸν θεὸν οὐ γὰρ ἀφ’ ἐαυτῶν ἀπήλθομεν ἀλλ’ ὑπὸ χριστοῦ προσήχθημεν ἐν ἑνὶ πνεύματι οὐκ ἐκεῖνοι μὲν ἄτε ἐγγὺς ὄντες ἐν μείζονι ἡμεῖς δὲ ὡς μακρὰν ἐν ἐλάσσονι διὰ γὰρ τοῦ πνευματός ἐπεράστους ποιήσας προσήγαγεν τῷ πάτρι καὶ ὅτι διά τε αὐτοῦ καὶ διὰ τοῦ πνεύματος προσήγαγεν |
81 | 125r | Eph.2.18-Eph.2.19 | | ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων | |
82 | 125v | Eph.2.19-Eph.2.20 | | καὶ οἰκεῖοι τοῦ θεοῦ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ | ὅπερ γὰρ ἔσχον ἐκεῖνοι φησὶν μυρίοις πόνοις τοῦτο ὑμῖν διὰ τῆς πίστεως δεδώρηται τὴν δὲ ἄγαν ἕνωσιν τὴν πρὸς τοὺς προφήτας καὶ ἀποστόλους τῶν ἐθνῶν σημάναι θέλων ἐποικοδομηθέντες φησιν ὡσεὶ εἶπεν θεμέλιος ἀπόκεινται οἱ προφῆται καὶ οἱ ἀπόστολοι ὑμεῖς τὴν λοιπὴν οἰκοδομὴν ἀναπληροῦτε ἵνα γένησθε οἱ πάντες εἰς ναὸς θεοῦ οἷον δέ ἐστιν ἐπάνω προφητῶν καὶ ἀποστόλων οἰκοδομεῖσθαι |
83 | 125v | Eph.2.20 | | τῶν ἀποστόλων καὶ προφητῶν | |
84 | 125v | Eph.2.20 | | ὄντος ἀκροψωνιαίου αὐτοῦ ἰησοῦ χριστοῦ | αὐτὸς γὰρ ὁ καὶ τὸν θεμέλιον καὶ τὸ οἰκοδόμημα συνέχων καὶ συσφίγγων καὶ ὅρα ποτὲ ἄνωθεν συσφίγγειν αὐτὸν λέγει ἔνθα κεφαλὴν αὐτὸν λέγει ποτὲ κάτωθεν ὡς ἐπὶ τοῦ ἀκρογωνιαίου ἀλλαχοῦ δὲ καὶ θεμέλιον φησὶ τὸν χριστὸν |
85 | 125v | Eph.2.21 | | ἐν ᾧ πᾶσα οἰκοδομὴ | |
86 | 125v | Eph.2.21 | | συναρμολογουμένη | |
87 | 125v | Eph.2.21 | | αὔξει εἰς ναὸν | ἡ γὰρ οἰκοδομὴ αὕτη ἄυξουσα καὶ πληρουμένη ἀποτελεῖται νὰος θεοῦ ἐν οἰκήσω γὰρ ἐν αὐτοὶς φησι καὶ κοινῇ γὰρ εἰς τὴν ἐκκλησίαν οἰκεῖ ὁ θεός καὶ ἰδία εἰς ἔκαστον τῶν ἀξίων |
87ex | 125v | Eph.2.21 | | ἅγιον ἐν κυρίῳ | τὸ ἐν κυριώ οἶον διὰ κυριοῦ |
88 | 125v | Eph.2.21 | | | |
89 | 125v | Eph.2.22 | | ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι | |
89ex | 125v | Eph.2.22-Eph.3.1 | | τούτο χάριν ἐγὼ παῦλος ὁ δέσμιος τοῦ χριστοῦ ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν | ἐπειδή φησιν ὁ δεσπότης μου τοι αὐτα ἐν δείξατο εἰς ὑμᾶς ἀνάγκη καὶ ἐμὲ τὰ κατα δύναμιν εἰς ἐνεγκεῖν ὁ δέσμιος ἐν δεσμοῖς γὰρ ὢν ἔγραφεν ἅμα δε καὶ τοῦτο δηλοῖ ὁ δεσπότης μου ἐσταυρώθη ἐγὼ δὲ τέως δέδεμαι ὑπὲρ ὑμῶν τῶν ἐθνῶν |
90 | 125v | Eph.3.2 | | εἴγε ἠκούσατε τὴν οἰκονομίαν | |
91 | 125v | Eph.3.2 | | τῆς χάριτος τοῦ θεοῦ | οἰκονομίαν χάριτος τὴν ἀποκάλυψιν φησιν ὅτι οὐ παρὰ ἀνθρωποῦ ἔμαθεν ἀλλ’οὕτως ᾧκονόμησεν ἡ χάρις τοῦ θεοῦ ὥς τέ μοι ἐξ οὐρανοῦ ἀποκαλυφθῆναι χάριτος γὰρ τότε καλέσαι καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἵνα εὐπειθέστερος γένηται |
92 | 125v | Eph.3.2 | | τῆς δοθείσης μοι εἰς ὑμᾶς | αὐτὸς γὰρ μοι εἶπεν φησιν ὅτι εἰς ἔθνη μακρὰν ἀποστελῶσε |
93 | 125v | Eph.3.2-Eph.3.3 | | ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον | |
94 | 125v | Eph.3.3 | | καθὼς προέγραψα ἐν ὀλίγῳ | |
95 | 125v | Eph.3.4 | | πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ | |
96 | 125v | Eph.3.4-Eph.3.5 | | ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων | ὅπερ μυστήριον φησὶν ἑτέραις γενεαὶς οὐκ ἐγνωρίσθη πάντα δὲ ταῦτα εἰς μυστήριον τοῦ χριστοῦ συντελεῖ ἡ ἐνανθρώπησις ὁ σταυρός ἡ ἀνάστασις ἡ ἐκδεξιὼν τοῦ πατρὸς καθέδρα ἡ κλῆσις τῶν ἐθνῶν ἡ διὰ τῆς πίστεως σωτηρία ἡ ἐκ βολὴ τοῦ κατὰ σάρκα ἰουδάιου ἡ συνάφεια τῶν δύο λαῶν εἰς ἓν σῶμα χριστοῦ χρηματίζουσα μᾶλλον δὲ οὔσα ἧ δευτέρα παρουσία καὶ ἠ ἀπόδοσις τοῦ κατ’ ἀξίαν καὶ ὅσα τοιαῦτα |
97 | 125v | Eph.3.5 | | ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις | τί οὖν οἱ πάλαι προφῆται οὐκ ἥδεσαν πῶς οὖν ὁ χριστος φησιν μωυσῆς καὶ οἱ προφῆται περὶ ἐμοῦ ταῦτα ἔγραψαν καὶ πάλιν φησι περὶ τῶν γραφῶν ἐκεῖναι εἰσιν αἱ μαρτυροῦσαι μοι καὶ φαμέν ἢ τοὺτο εἶπεν ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἐγνωρίσθη νῦν γὰρ μετὰ τὴν ἐνανθρώπησιν πάντες αὐτὸν ἐθεάσαντο ἢ ὅτι οὐδὲ οἱ προφῆται εἶδον ὡς νῦν ὡράθη τουτέστιν σωματικῶς ἢ ὅτι περὶ τῶν ἐθνῶν οὐδενὶ ὅυτως ἐγνώσθη εἶναι ταὐτὰ συγκληρονόμα καὶ σύσσωμα καὶ σμμέτοχα τῆς ἐπαγγελίας |
98 | 125v | Eph.3.5 | | ἐν πνεύματι | |
99 | 125v | Eph.3.6 | | εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα | τὸ ἓν ἔχειν χριστῶ σῶμα διὰ τὸ εἶναι αὐτοῦ μέλη |
100 | 126r | Eph.3.6-Eph.3.7 | | τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ χριστῷ διὰ τοῦ εὐαγγελίου οὗ ἐγενόμην διάκονος | βασιλέια μὲν γὰρ ἐπήγγελται παρὰ τοῦ πατρὸς διὰ χριστοῦ δὲ τὰ ἔθνη καὶ τῆς εἰς αὐτὸν πίστεως τῆς τοιαῦτης ἐστὶν ἐπαγγελίας συμμέτοχα καὶ τῆς πίστεως αὐτοῖς φησι τὸ εὐαγγελιὸν ὁ δηλὸν καὶ πρόξενον |
101 | 126r | Eph.3.7 | | κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τὴν δοθεῖσάν μοι | |
102 | 126r | Eph.3.7 | | κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ | καὶ οὐ μόνον φησὶν ἐδωρήθη μοι ἡ χάρις αὕτη ἀλλὰ πρὸς τῇ δωρεᾷ καὶ ἐνεργεῖ μοι δύναμιν πρὸς τὴν διακονίαν εἰς τὸ ἰσχύειν τοῦ εὐαγγελίου τριῶν γὰρ δεῖται τὸ πρᾶγμα παραβόλου ψυχῆς καὶ βίου ἀλήπτου καὶ σοφίας πνευματικῆς |
103 | 126r | Eph.3.8 | | ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀγίων | ὅρα ὑερβολὴν ταπεινοφροσύνης ἀλλαχοῦ μὲν μὴ εἶναι ἱκανὸν εἰς ἀποστολὴν ἔλεγεν ἑαυτόν νῦν δὲ καὶ πάντων τῶν ἁγίων ἐλαχιστότερον λέγει ἐμοὶ οὖν φησιν ἐδόθη ἡ χάρις αὕτη καὶ εἰκότως χάρις εἴγε τῷ πάντων ὥς φησιν ἐλαχιστοτέρω τὸ κήρυγμα τῶν ἐθνῶν ἐπιστέυθη |
104 | 126r | Eph.3.8 | | ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς ἔθνεσιν | |
105 | 126r | Eph.3.8 | | εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ | |
106 | 126r | Eph.3.9 | | καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου | ὅτι μὲν κληθήσεται τὰ ἔθνη ἥδοσαν τινες διὰ τοῦ πνευματός ὅτι δὲ ἐπὶ τοιόυτοις ὥς τε ἀπαρχὴν αὐτῶν γένεσθαι τὸν θεὸν λόγον οὐκ ἤδεισαν τοῦτο οὖν φησιν μυστήριον ἀποκεκρυμμένον |
107 | 126r | Eph.3.9 | | τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ | ὥστε οὐ νεαρὸν ἐστι τὸ κατὰ τὰ ἔθνη ἀλλ’ ἄνωθεν ἐδέδοκτο εἰκότως δὲ πᾶσιν ἄγνως τον ἦν ὅτι τὰ ἔθνη τοιόυτων ἀξιωθήσεται εἰ γὰρ ἐν τῷ θεῷ ἐκέκρυπτο τίς ἦν ὁ ἀποκαλύπτων |
108 | 126r | Eph.3.9 | | τῷ τὰ πάντα κτίσαντι διὰ ἰησοῦ χριστοῦ | |
109 | 126r | Eph.3.10 | | ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις | ὅτι μὲν γὰρ ἐγένετο μερὶς κυριοῦ λαὸς ὁ τοῦ ἰακὼβ ἤδεισαν καὶ ὅτι σώσει τὸν λαὸν αὐτοῦ εἶπεν ὁ γαβριὴλ λέγων περὶ τοῦ ἰσραὴλ ὅτι δὲ ἐπὶ τούτοις τὰ ἔθνη κληθήσεται οὐκ ἥδεσαν εἰ δὲ ἀρχαὶ καὶ ἐξουσίαι οὐκ ἥδεσαν δῆλον ὡς οὐδὲ ἄγγελοι ἣ ἀρχάγγελοι |
109ex | 126r | Eph.3.10 | | | |
109ex2 | 126r | Eph.3.10 | | | |
110 | 126r | Eph.3.10 | | διὰ τῆς ἐκκλησίας | ὅτε γὰρ ἡμεῖς ἐμάθομεν τότε κακεῖνοι δι’ ἡμῶν ὁρῶντες τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ δι’ αὐτῆς εἰς γνῶσιν ὁ δηγούμενοι |
111 | 126r | Eph.3.10 | | ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ | οὐ μόνον ποικίλη ἀλλὰ πολυπόικιλος ἡ οὖσα φησι κατὰ πρόθεσιν τῶν αἰώνων τουτέστιν κατὰ πρόγνωσιν καὶ πρόειδησιν καὶ προ οἰκονομίαν νῦν μὲν γὰρ γέγονεν φησιν ἄνωθεν δὲ ταῦτα ἐδόκει |
111ex | 126r | Eph.3.11 | | κατὰ πρόθεσιν τῶν αἰώνων | |
111ex2 | 126r | Eph.3.11 | | | |
112 | 126r | Eph.3.11 | | ἣν ἐποίησεν ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν | δι’ αὐτοῦ γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν |
113 | 126r | Eph.3.12 | | ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ | προσήχθημεν οὖν τῷ θεῷ καὶ πατρὶ διὰ χριστοῦ προσήχθημεν δὲ οὐχ ὡς αἰχμάλωτοι οὐ δὲ ὡς συγγνώμης ἀξιωθησόμενοι ἐφοῖς ἡμᾶρτομεν ἀλλὰ μετὰ παρρησίας φησὶ καὶ παρρησίας οὐχ ἁπλῶς ἀλλὰ ἐνθάρσει τινὶ καὶ πεποιθήσει ἁγιάσας γὰρ ἡμᾶς διὰ τοῦ ἰδίου αἴματος προσήγαγεν θαρροῦντας λοιπὸν τὸ προσελθεῖν διὰ τὴν εἰς αὐτὸν πίστιν |
114 | 126r | Eph.3.13 | | διὸ αἰτοῦμαι | διό φησιν αἰτῷ μὴ ἐκ κακεῖν μὴ δὲ θορυμεῖσθαι ἐν ταῖς θλίψεσι μου αἵτινες ὑπὲρ ὑμῶν καὶ δι’ ὑμᾶς εἰσί μοι πῶς ὅτι ὅυτως ὑμᾶς ἠγάπησεν ὁ θεὸς ὥστε καὶ τὸν ὑιὸν αὐτοῦ δοῦναι καὶ τοὺς δοὺλους αὐτοῦ κακοῦν ὑπὲρ τοῦ ὑμᾶς σωθῆναι ἆρα οὐ δόξα τὸ ὅυτως ἀγαπᾶσθαι ὑπὸ θεοῦ |
114ex | 126r | Eph.3.13 | | | |
115 | 126r | Eph.3.13 | | μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν ἥτις ἐστὶν δόξα ὑμῶν | |
116 | 126r | Eph.3.13-Eph.3.14 | | τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ | ἐπειδὴ ὅυτως ἠγαπήσθε παρὰ θεοῦ δέομαι φησιν ὑπὲρ ὑμῶν |
117 | 126r | Eph.3.14-Eph.3.15 | | ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται | ἐπὶ μὲν γῆς πατριὰς τὰ γένη καλεῖ ἀφῶν καὶ πατέρες καλοῦνται ἐν οὐρανῷ δὲ ἔνθα οὐκ ἔστιν πατριὰς τὰ συστήματα λέγει αὐτὸς γὰρ τάς τε ἄνω καὶ τὰς κάτω φυλὰς ἐδημιόυργησεν |
118 | 126r | Eph.3.15-Eph.3.16 | | ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ | ὅρα μεθ’ὅσης ἀπληστίας ἐπέυχεται αὐτοῖς τὰ ἀγαθά δυνάμει κραταιωθῆναι φησιν εἰς τὸ μὴ περιφέρεσθαι τοῦτο δὲ πῶς ἕσται διὰ πνευματός ἁγίου τὸ δὲ κραταιωθῆναι ὡς πρὸς τοὺς πειρασμοὺς νόει |
119 | 126r | Eph.3.16-Eph.3.17 | ιθ | εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστὸν | εἰς τὸ κατοικῆσαι φησιν τὸν χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον ἵνα δῴη ὑμῖν εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστόν ἵνα φησι ναὸς θεοῦ γένησθε καὶ οὐχ ἁπλῶς κατοικῆσαι ἀλλ’ ἐν ταῖς καρδίαις ὑμῶν μηδέν φησιν ἐπιπόλαιον ὁ γὰρ ἔσω ἄνθρωπος καὶ αἰ καρδίαι τὴν καταβάθους ἐνοίκησιν καὶ τὴν οἱον εἰ συμφυῆ καὶ ἐρριζωμένην δηλοῖ |
120 | 126r | Eph.3.17-Eph.3.18 | | διὰ τῆς πίστεω ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπη ἐρριζωμένοι καὶ τεθεμελιωμένοι | καὶ ὑπὸ μὴδεν ὃς κινουμένους |
121 | 126r | Eph.3.18 | | ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις | ταῦτα δὲ ὑμῖν διὰ τοῦτο ἐπέυχομαι φησὶν ἵνα ἐξισχύσητε καταλαβέσθαι πολὺν δὲ ἔδειξεν τὸν κάματον τῷ τε ἐξισχύσαι καὶ τὸ καταλαβέσθαι εἰπεῖν |
122 | 126r | Eph.3.18 | | τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος | σωματικοῖς ὑπογράφει σχήμασι τὸ τοῦ μυστηρίου μέγεθος τοῦ ὑπερ τῶν ἐθνῶν οἰκονομηθέντος |
122ex | 126r | Eph.3.18 | | | |
123 | 126r | Eph.3.18 | | καὶ ὕψος | οἷον τοῦ μυστηρίου |
124 | 126r | Eph.3.18-Eph.3.19 | | γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ | |
125 | 126r | Eph.3.20 | | τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι | |
126 | 126r | Eph.3.20 | | ὐπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν | καὶ ὅτι ἐκπερισσοῦ ὦν αἰτούμεθα ἢ νοοῦμεν δυνατός ἐστι ποιῆσαι δῆλον ἐκ τῆς ἐν ἡμῖν ἐνεργούσης δυνάμεως αὐτοῦ τίς γὰρ τοῦτο προσεδόκησεν περὶ τῶν ἐθνῶν ὅτι οἱ τοσοῦτον ἀπερρωγότες θεοῦ ἐν τοῖς ὑιοθετηθεῖσιν εἰσὶν |
127 | 126r | Eph.3.20-Eph.3.21 | | αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων ἀμήν | ἐπειδὴ δεῖ τὸν τοσαῦτα δωρησάμενον δοξάζεσθαι ὀφέιλει ὥστε καὶ ἡ δοξολογία δεῖγμα ὑπάρχει τοῦ μεγέθους τῶν ὑπηργμένων ἡμῖν παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν ἀγαθῶν καλῶς δὲ ἡ δόξα αὐτοῦ ἐν ταῖς ἐκκλησίαις ἐπεὶδη γὰρ αὖται διηνεκῶς μένουσιν ἐν ταύταις εἴ ἠ φησιν δόξα τοῦ θεοῦ ἵνα μείνη ᾐ διηνεκῶς δοξαζόμενος καὶ εἰς πάσας ἔλθη τοῦτο γενεάς |
127ex | 126r | Eph.3.21 | | | |
128 | 126r | Eph.3.21-Eph.4.1 | | παρακαλῶ οὖν ὑμᾶς ἐγώ ὁ δέσμιος ἐν κυρίῳ | ὁ διὰ τὸν κύριον φησὶν δέσμιος βαβαὶ ὅσον τὸ ἀξίωμα τὸ δεδέσθαι διὰ τὸν χριστὸν καὶ αὐτὸς γὰρ ὁ ἀπόστολος ταύτην προβάλλεται ὡς δι’ αὐτῆς δυσωπήσων αὐτούς |
128ex | 126r | Eph.4.1 | | ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε | μεγάλη γὰρ ἡ κλῆσις καὶ ἐπὶ μεγάλοις ἐπὶ τὸ ἔχειν κεφαλὴν τὸν χριστόν ἐπὶ τὸ ὑιοὺς εἶναι θεοῦ |
129 | 127r | Eph.4.1-Eph.4.2 | | μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ | τουτέστιν ἐν παντὶ πράγματι ἐπὶ παντὸς προσώπου οὕτω γάρ ἐστιν ἀξίως τῆς κλήσεως περιπατῆσαι μετὰ ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας τοῦ ἀνέχεσθαι ἀλλήλων ἔνθα γάρ ἐστιν ἀγάπη πάντα ἀνεκτά |
130 | 127r | Eph.4.3 | | σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσῳ τῆς εἰρήνης | |
131 | 127r | Eph.4.3-Eph.4.4 | | ἓν σῶμα καὶ ἓν πνεῦμα | γίνεσθε φησιν οὕτως συνηνωμένοι οὕτως ἀλλήλων κηδόμενοι ἐκ τούτου γάρ φησιν ἔσεσθε καὶ ἓν πνευμᾶ ἔχοντες τουτέστιν ὁμότιμον τὴν χάριν τοῦ πενυματός ἢ ὅτι ἔστιν μὲν ἓν σῶμα εἰναι οὐχ ἓν δὲ πνευμᾶ ὡς ὅταν τις αἱρετικῶν φίλος ᾖ ἢ ὅτι τοῦτο φησιν ἓν πνευμᾶ λαβόντες οὐκ ὀφείλετε διχονοεῖν ἀλλ’ ἓν εἰναι σῶμα ἢ ὅτι πνευμᾶ ἐνταῦθα τὴν προθυμίαν καλεῖ |
132 | 127r | Eph.4.4 | | καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι | ὁ θεὸς ἡμᾶς φησιν ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν οὐδενὶ πλεῖον ἀπονείμας πᾶσιν ἀθανασίαν πᾶσι ζωὴν αἰώνιον ἐπηγγέιλατο πᾶσιν δόξαν ἀθάνατον πᾶσιν ἀδελφότητα πᾶσι κληρονομίαν αἰώνιον κοινὴ πάντων ἐγένετο κεφαλή πάντας συνήγειρε καὶ συνεκάθισεν εἰ τοίνυν ἐν τοῖς πνευματικοῖς φησιν τοσαύτην ἔχετε κοινωνίαν ὀφείλετε καὶ ἓν σῶμα εἶναι ἐν τῇ τῆς ἀγάπης ἀνακράσει |
133 | 127r | Eph.4.4 | | τῆς κλήσεως ὑμῶν | |
134 | 127r | Eph.4.4-Eph.4.5 | | εἷς κύριος μία πίστις ἓν βάπτισμα | |
135 | 127r | Eph.4.5-Eph.4.6 | | εἷς θεὸς καὶ πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ διὰ πάντων ἡμῶν καὶ ἐν πασῖν ἡμῖν | ἰδοὺ καὶ ἄλλη κοινωνία καὶ ἀγάπης πρόφασις τὸ εἶναι ἡμῖν ἔνα πατέρα τὸν θεόν καὶ ἐπὶ πάντων τουτέστιν ὁ ἐπάνω πάντων καὶ διὰ πάντων τουτέστιν προνοῶν διὰ πάντων ἡμῶν καὶ ἐν πᾶσιν ἡμῖν τουτέστιν ἐνοικῶν ἐν πᾶσιν ἡμῖν |
136 | 127r | Eph.4.7 | | ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ | εἰ πάντα ἐστὶν ὡς λέγεις κοινὰ πόθεν ὁ δεῖνα μὲν μεῖζον ὁ δεῖνα δὲ ἔλαττον ἔχει χάρισμα τοῦτο γὰρ αὐτοὺς εἰς φθόνον μάλιστα ἦγε καὶ φησὶν ἑκάστω ἐδόθη ἡ χάρις τουτέστιν τὸ χάρισμα κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ ὡσεὶ εἶπεν ὅτι εἰ αὐτὸς ἐμέτρησεν πάντως ὅτι καλῶς ἐμέτρησεν καὶ συμφερόντως καὶ εἰ δωρεάς ἐστι τὸ πᾶν ὑπὲρ μὲν οὗ ἔλαβες εὐχαρίστει ὑπὲρ δὲ οὗ οὐκ ἔλαβες μὴ φθόνει δωρεὰ γὰρ ἐστιν ὡσεὶ εἶπεν οἶδεν ὁ μετρήσας καὶ δωρησάμενος πῶς καλῶς καὶ συμφερόντως πεποίηκεν τὰ μὲν γὰρ ἄλλα κοινὰ πρόκειται τὰ δὲ χαρίσματα δέδοται κατὰ τὴν ἀναλογίαν τῆς ἐκάστου καθαρότητος |
137 | 127r | Eph.4.7-Eph.4.8 | | διὸ λέγει ἀναβὰς εἶς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν | |
138 | 127r | Eph.4.8 | | καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις | ὥστε τοῦ χριστοῦ τὰ δόματα τί ἀδημονεῖς πολύ μὴ ἔχων ἤ φθονεῖς τῷ ἔχοντι ὧδε μὲν οὖν ὅυτως παρακατιῶν δὲ δέικνυσιν ὅτι πρὸς ὠφέλειαν τῆς ἐκκλησίας ἐκάστος ἔλαβεν τὸ χάρισμα καὶ ὁ τὸ μέγα λαβὼν καὶ ὁ οὐ τοιοῦτον καὶ οὐ διὰ τὰ οἰκεῖα ἔργα οὐ δὲ διὰ τὸ ἄξιον εἶναι τινα τοῦ λαβεῖν τίς οὖν φθονήσει ἐν τῷ εἰληφότι πρὸς ἑτέρων ὠφέλειαν ὅσω γὰρ μεῖζον τὸ χάρισμα τοσοῦτον ἀκριβέστερον αἰ εὐθύναι |
138ex | 127r | Eph.4.8 | | | |
139 | 127v | Eph.4.9 | | τὸ δέ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον | οὐκ ἂν δέ φησιν ἐδεήθη ὁ προφήτης τοῦ εἰπεῖν ἀνέβη εἰ μὴ ᾔδει ὅτι κατέβη πρῶτον περὶ γὰρ τοῦ καταβάντος τὸ ἀνέβη λέγει τίς |
140 | 127v | Eph.4.9 | | εἰς τὰ κατώτερα μέρη τῆς γῆς | τουτέστιν μεθ ἃ οὐκ ἔνι κατώτερα λέγει δὲ τὸν ᾄδην ὡς πρὸς τὴν κοινὴν συνήθειαν ἀφορῶν ὅυτως γὰρ λέγειν εἰώθαμεν διὸ καὶ ἰακώβ φησι κατάξετε τὸ γῆρας μου μετ’ ὀδύνης εἰς ἄδου καὶ δαυιδ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον |
140ex | 127v | Eph.4.9 | | | |
141 | 127v | Eph.4.9-Eph.4.10 | | ὁ καταβάς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν | μεθὰ οὐκ ἔστιν ἄλλο |
142 | 127v | Eph.4.10 | | ἵνα πληρώσῃ τὰ πάντα | |
143 | 127v | Eph.4.11 | | καὶ αὐτὸς ἔδωκεν | ὁ μὴ παραιτησάμενος φησιν διὰ τὴν ἡμῶν σωτηρίαν εἰς τὰ κατώτατα κατελθεῖν αὐτὸς τὴν διανομὴν τὼν χαρισμάτων ἐποίησεν ἄρα οὖν οὐ χρὴ ἀγανακτεῖν πρὸς τὴν διανομήν εἰ γὰρ αὐτὸς ἔδωκεν τί ἀντι λέγεις ἀλλαχοῦ δέ φησιν τὸ πνευμᾶ διδόναι τὰ χαρίσματα πάντα γὰρ φησιν ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνευμᾶ ἁλλαχοῦ τὸν πατέρα φησιν ὡς τὸ ἐγὼ ἐφύτευσα ἀπολλῶς ἐπότισεν ἀλλ’ ὁ θεὸς ἤυξανεν ἐνταῦθα τὸν ὑιὸν κοινὰ γὰρ τὰ πάντα τῇ ἁγία καὶ μακαρία τριάδι |
144 | 127v | Eph.4.11 | | τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας | |
145 | 127v | Eph.4.11 | | τοὺς δὲ εὐαγγελιστάς | τοὺς τὸ εὐαγγέλιον γράψαντας |
146 | 127v | Eph.4.11 | | τοὺς δὲ ποιμένας καὶ διδασκάλους | τοὺς τὰς ἐκκλησίας πεπιστευμένους λέγει τοὺς ἐπισκόπους οἷος ὁ τῖτος καὶ ὁ τιμόθεος |
147 | 127v | Eph.4.11-Eph.4.12 | | πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ | |
148 | 127v | Eph.4.13 | | μέχρι καταντήσωμεν οἱ πάντες | φθάσωμεν |
149 | 127v | Eph.4.13 | | εἰς τὴν ἑνόντητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας | τουτέστιν ἔως ἂν οἱ πάντες μίαν τὴν πίστιν σχῶμεν ἕκαστος κάμνει καὶ ἕκαστος διακονεῖ ἑνότης γὰρ πίστεως τὸ μὴ διαφωνεῖν περὶ τὰ δόγματα τοῦτο γὰρ ἐπιγνωσις τοῦ ὑιοῦ τοῦ θεοῦ τὸ μὴ διαφωνεῖν περὶ αὐτοῦ ἄνδρα δὲ τέλειον καὶ μέτρον ἡλικίας λέγει τὴν τελείαν τοῦ χριστοῦ ἔννοιαν καὶ εἴδησιν |
150 | 127v | Eph.4.13 | | τοῦ πληρώματος τοῦ χριστοῦ | πλήρωμα χριστοῦ φησιν τὴν περὶ χριστοῦ ὀλοτελῆ γνῶσιν καὶ πίστιν οἷον ὅτι ἐκ παρθένου σάρκα ἔλαβεν ὅτι ἐκ θεότητος καὶ ἀνθρωπότητος εἰς μίαν ὑπῆρξεν ὑπόστασιν ἵνα γὰρ μὴ ἀκούσας ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὴν σωματικὴν νοήσας ἐπήγαγε τοῦ πληρώματος τοῦ χριστοῦ ὡσεὶ ἔλεγεν μέχρις οὗ εἰς τελείοτητα φθάσωμεν τῆς ὀλοτελοῦς τοῦ χριστοῦ γνώσεως καὶ πίστεως |
151 | 127v | Eph.4.13-Eph.4.14 | | ἵνα μηκέτι ὦμεν νήπιοι | δείκνυσιν τοῦτο πάλαι παθόντας αὐτοὺς καὶ ὠς ἐν διηγήματος τάξει ἐπανορθοῦται αὐτοὺς καὶ ἑαυτὸν συντάττων διὰ τὸ ἀνεπαχθές νηπιόυς δὲ τῇ πίστει φησιν |
152 | 128r | Eph.4.14 | | κλυδωνιζόμενοι καὶ περιφερόμενοι | νηπίων γὰρ ὄντως τὸ περιφέρεσθαι καὶ οὐ βεβηκότων |
153 | 128r | Eph.4.14 | | παντὶ ἀνέμῳ τῆς διδασκαλίας | εἰπὼν δὲ κλυδωνιζόμενοι ἐπέμεινε τῇ τροπῇ καὶ ἄνεμον διδασκαλίας εἰπὼν |
154 | 128r | Eph.4.14 | | ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης | κυβευταὶ λόγων λέγονται οἱ ποτε μὲν τοῦτο ποτὲ δὲ ἐκεῖνο διδάσκοντες καὶ μετα βαίνοντες ἀεὶ ἀπὸ τούτου εἰς τοῦτο πανούργως τοιοῦτοι οἱ αἱρετικοί οἱ δὲ τοιοῦτοι φησι καὶ πανοῦργοι πρὸς τὸ μεθοδον ἐυρεῖν καὶ πρόφασιν πλάνης πάντα πρὸς τὸ ἀπατῆσαι μηχανώμενοι |
154ex | 128r | Eph.4.14 | | | |
155 | 128r | Eph.4.14-Eph.4.15 | | ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλή ὁ χριστός | |
156 | 128r | Eph.4.15-Eph.4.16 | | ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμςβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους | καθάπερ ἐπὶ τῶν ἡμετέρων σωμάτων τὸ πνευμᾶ τὸ ζωτικὸν τὸ ἀπὸ ἐγκεφάγου διὰ τῶν ηεύβρων κατιὸν οὐχ ἁπλῶς πᾶσιν ἐμπνεῖ τοῖς μέλεσιν δύναμιν ἀλλὰ τῷ μὲν πλεῖόντι δέξασθαι δυναμένω πλεῖοντι δίδωσι τῷ δὲ ἔλαττον ἔλαττω ὅυτως καὶ ὁ χριστὸς καθάπερ γὰρ μελῶν τῶν ἡμετέρων ψυχῶν ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν ἀποκεκραγμένων ἡ πνευματικὴ αὐτοῦ δύναμις καὶ ἡ τῶν χαρισμάτων διανομὴ κατὰ ἀναλογίαν ἑνὸς ἐκάστου μέλους αὐτοῦ προσαπτομένη τὴν αὔξησιν ποιεῖται τῆς πνευματικῆς ἡλικίας διὰ τῆς ἁφῆς φησι τῆς ἐπιχορηγίας τουτέστιν διὰ τῆς ἐν τῇ ἁφῇ καὶ οἷον ἐρευνῃ τοῦ ἐπιτηδείου ἐπιχορηγίας γινομένης ἐκεῖνη γὰρ ἡ ἀπὸ τοῦ χριστοῦ κατιοῦσα πνευματικὴ δύναμις ἑνὸς ἐκάστου μέλους αὐτοῦ ἁπομένη ὅυτως ἐνεργεῖ ὡς ἂν ἕυρη τινὰ πρὸς ὑποδοχὴν ἐπιτή δειον ὡσει ἐλεγεν τὰ μέλη τοῦ χριστοῦ ἡμεῖς φησι οἱ ἄνθρωποι κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου πνευματικοῦ μέτρου δεχόμενοι τὴν ἀπὸ χριστοῦ ἐπιχορηγίαν αὔξομεν τὸ γὰρ πνευμᾶ ἄνωθεν ἐπιρρέον ἀπὸ τοῦ χριστοῦ ἀφθόνως καὶ χορηγόυμενον πάντων ἐφαπτόμενον τῶν εἰς μέλη τελούντων τοῦ χριστοῦ πρὸς τὴν ἀναλογίαν τῆς ἐκάστου δυνάμεως τὴν αὐξησιν ποιεῖται καλῶς δὲ προσέθηκεν ἐν ἀγάπῃ ἄνευ γὰρ ταύτης οὐκ ἂν εἰς τινα καταβαίη τὸ πνευμᾶ τὸ ἅγιον |
157 | 128r | Eph.4.16 | | τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ | αὔξων γὰρ τὴν ἐκκλησίαν ὁ χριστὸς πμευμαυτικῶς τε καὶ αἰσθητῶς ἑαυτὸν οἰκοδομεῖ ἐπειδὴ τὸ ἴδιον αὐξει σῶμα καλῶς δὲ τὸ ἐν αγάπῃ ἄνευ γὰρ τοῦ ταύτην ἡμῖν προς εῖναι οὐδὲν ἡμῖν τούτων ἔσται |
157ex | 128r | Eph.4.16 | | | ἢ ἐν ἀγάπη ᾗ αὐτὸς ἡμᾶς ἀγαπᾶ διὰ γὰρ τὸ ἀγαπᾶν ἡμᾶς φησὶ ταῦτα ποιεῖ |
158 | 128v | Eph.4.16-Eph.4.17 | | τοῦτο οὗν λεγώ καὶ μαρτύρομαι ἐν κυρίῳ μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ | ἐχρῆν μὴ μόνον διὰ τοῦ παραινεῖν ἀλλὰ καὶ διὰ τοῦ φοβεῖν καὶ τῷ θεῷ παραδιδόναι τὴν διδασκαλίαν ἐργάζεσθαι μαρτύρομαι φησιν ἐν κυρίω τουτέστιν μάρτυρα τὸν κυριόν καλῶ ὅτι εῖπον τί δεῖ ὑμᾶς πράττειν ὅρα δὲ σοφίαν οὐκ εἶπεν μηκέτι ἡμᾶς περιπατεῖν καθὼς περιπατεῖτε ἔπληξεν γὰρ ἄν ἀλλὰ τοῦτο μὲν ἐδήλωσεν ἀπὸ δὲ ἑτέρων ἤγαγεν τὸ παράδειγμα |
159 | 128v | Eph.4.17 | | ἐν ματαίοτητι τοῦ νοὸς αὐτῶν | εἰς τὸ περὶ τὰ μάταια ἀσχολεῖσθαι τὸν νοῦν ὑμῶν |
160 | 128v | Eph.4.17-Eph.4.18 | | ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ | τὸ γὰρ πλῆθος τῶν βιωτικῶν ἁμαρτιῶν τὸ διορατικὸν τῆς διανοίας ἐπισκοτίζον ἰδεῖν οὐκ ἐτᾶ τὸν ἥλιον τῆς δικαιοσύνης χριστόν ἔνθεν γίνεται ἣ πώρωσις τῆς καρδίας ὅπερ παρακατιών φησιν οἷον εἰπήρωσις τις οὖσα καὶ ἀναισθησία τὸ γὰρ ἐσκοτισμένον καὶ ἀναίσθητον |
161 | 128v | Eph.4.18 | | διὰ τὴν ἄγνοίαν τὴν οὖσαν ἐν αὐτοῖς | |
162 | 128v | Eph.4.18 | | διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν | διὰ τὴν ἀναισθησίαν ἀναισθησίαν γὰρ φέρει τοῦ φωτὸς ἡσκότωσις τῷ μὴ ἔχειν ἐν ἑαυτοῖς φόβον θεοῦ |
162ex | 128v | Eph.4.19 | | οἵτινες ἀπηλγηκότες ἑαυτοὺς | |
163 | 128v | Eph.4.19 | | | οἷον ἀναλγήτως ἐσχηκότες καὶ ῥαθυμήσαντες καὶ καμεὶν μὴ βουληθέντες πρὸς εὕρεσιν τοῦ καλοῦ |
164 | 128v | Eph.4.19 | | παρέδωκαν τῇ ἀσελγείᾳ | πῶς γὰρ ὁ ἐν ἀσελγείᾳ ἐξεταζόμενος δυνηθεί ἡγνῶναι θεόν οὐκ οὖν ἡ αἰτία τῆς ἀγνόιας ἡ ἀσέλγεια ἥτις κατὰ γνώμην ἁμαρτάνεται |
165 | 128v | Eph.4.19 | | εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ | ὡς ἔργω φησι τῷ ἀσελγαίν εἰν ἐχρήσαντο καὶ πλεονεκτεῖν ἆρα οὐκ ἐχθῆν αὐτοῖς μὴ ἀσελγαίνειν μὴ πλεονεκτεῖν παντί πουδῆλον ὁρᾶς ὅτι παρ’ αὐτῶν γέγονεν ἡ σκότωσις καὶ ἡ πάρωσις |
166 | 128v | Eph.4.19-Eph.4.21 | | ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστὸν εἴγε αὐτὸν ἠκούσατε | οὐκ ἐπὶ τούτῳ φησὶν τῷ ὅρῳ ὥστε τὰ ὅμοια ποιεῖν ἐκείνοις τὸ δὲ εἴγε αὐτὸν ἠκούσατε δύναται τις καὶ ἐν ἀμφιβόλω αὐτὸ δέξασθαι ἵνα καὶ μᾶλλον αὐτοὺς πλήξη ὡσεὶ εἶπεν ἀμφιβάλλω γὰρ εἴ τις τὸν χριστὸν ἀκούσας καὶ διδαχθεὶς ἐν αὐτῷ τοιαῦτα πράττει |
167 | 128v | Eph.4.21-Eph.4.22 | | καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφήν τὸν παλαιὸν ἄνθρωπον | τὸ καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ δύνη καὶ τῷ ἄνῳ ἁρμόσαι οἷον καὶ ἐν αὐτῷ ἐδιδάχθητε τί ἐδιδάχθημεν καθώς φησιν ἐστιν ἀλήθεια ἐν αὐτῷ ἀλήθειαν λέγων τὴν δικαιοσύνην ψευδός γὰρ ἐστιν ἁμαρτία καθὼς οὖν ἐστιν ἐν αὐτῷ ἀλήθεια ὅυτως καὶ ὑμεῖς ἐδιδάχθητε κατὰ γὰρ αὐτὴν ἐδιδάχθητε δύνη δὲ καὶ τῷ εποιμένῳ ἁρμόσαι αὐτό καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν ἐν ἁμαρτίαις |
168 | 128v | Eph.4.22 | | τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης | |
169 | 128v | Eph.4.22-Eph.4.23 | | ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν | ̓ἀνανεοῦσθαι δὲ διὰ τοῦ ἁγίου πνευματός τοῦ ὄντος ἐν τῷ νοϊὸν ὑμῶν τὸ γὰρ πνευμᾶ παλαιῶν οὐκ ἀνέχεται πράξεων καλῶς δὲ τὴν τοιάυτην ἀνακαίνισιν ἐν πνευματὶ γίνεσθαι λέγει οὐ γὰρ σωματικῶς ἄλλοι ἀντ’ ἀλλῶν γινόμεθα ἀλλὰ διὰ πνευματὸς ἡ ἀνακαίνισις μετανοίας ἡγουμένης καὶ τὸ γήρας τῶν ἁμαρτιῶν ἀπο ζεούσης |
170 | 129r | Eph.4.24 | | καὶ ἐνδύσασθε | ἐνεδύσασθε φησιν ἐν τῷ βαπτίσματι ἐνδύσασθε καὶ διὰ μετανοίας καὶ πολιτείας χρηστῆς |
171 | 129r | Eph.4.24 | | τὸν καινὸν ἄνθρωπον | ὁρᾶς ὅτι ἑκούσιον ἐστι τὸ πρᾶγμα καὶ μᾶλλον εὐχερές καινὸν δὲ ἄνθρωπον φησι τὸν ἐν ἀρετῇ δια ζῶντα ὥσπερ παλαὶον τὸν ἐν ἁμαρτίαις |
172 | 129r | Eph.4.24 | | τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι | ὁ γὰρ τοιοῦτο ἄνθρωπος ὁ ἐν ἀρετῇ ζῶν κατὰ θεὸν ἕκτισται καὶ κατὰ θεὸν πολιτέυεται δικαιοσύνη δὲ ἡ καθολικὴ λέγεται ἀρετῆ ὁσιότης δὲ ἡ καθαρότης |
173 | 129r | Eph.4.24 | | τῆς ἀληθείας | ἦν καὶ παρὰ ἰουδαίοις δικαιοσύνη καὶ ὁισίοτης ἀλλὰ τυπϊκή περὶ γὰρ σώματος κάθαρσιν ἠσχόλητο ἀλλὰ μὴ ταύτην ἀλλὰ τὴν ἐν ψυχῇ καὶ δικαιοσύνην καὶ ὁσίοτητα ἐνδύσασθε αὔτη γὰρ ἡ τῆς ἀληθείας ἦ ὁ τί δικαιοσύνην ἀληθείας λέγει πρὸς ἀντι διαστολὴν τῆς ἐν ὑποκρίσει |
174 | 129r | Eph.4.25 | | διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ ὅτι ἐσμὲν ἀλλήλων μέλη | εἶπεν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς λοιπὸν καὶ ἰδικῶς αὐτὸν διαγράφει καὶ πρῶτον αὐτοῦ τὸ ψεῦδος ἀποκόπτει ὡς ἀπὸ οἰκείων μελῶν ὡσεὶ εἶπεν μὴ ὀφθαλμὸς ἰδὼν θηρίον οὐδίδωσι φυγεῖν τοῖς ποσίν ἢ χείρ ψηλαφ καὶ σασά τι πονηρὸν ψεύδεται τὰ λοιπὰ μέλη ὅυτως καὶ ὑμᾶς φησιν χρὴ διακεῖσθαι |
175 | 129r | Eph.4.26 | | ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παρουργισμῷ ὑμῶν | εἶπεν μὴ ψεύδεσθε ἐπὲι οὖν πολλάκις τίς ψευδόμενος ὀργῆς πρόφασιν παρεῖ χέ φησι καλὸν μὲν τὸ μὴ ὀργίζεσθαι καθόλου εἰ δὲ ἄρα κἂν μὴ πρὸς ἁμαρτίαν ἐξαχθῆτε μὴ δὲ παραμενέτω ὑμῖν ἐπὶ πολὺ τὸ πάθος ἔνι γὰρ ὡς λέγει τίς ὀργῆς δικαίας πρὸς ὥραν ἐμπλησθῆναι λύσον δὲ αὐτὴν πρὸ ἡλίου δύσεως διά τε τὸ μὴ δόξαι ἐπὶ ἀναξίοις ἀνατεταλκέναι τὸν ἥλιον καὶ ἵνα μὴ ἡ νὺξ διὰ τῶν ἐν νοιῶν χαλεπωτέραν ἐργάσηται τὴν πυράν |
176 | 129r | Eph.4.27 | | μηδὲ δίδοτε τόπον | |
176ex | 129r | Eph.4.27 | | | |
177 | 129r | Eph.4.27 | | τῷ διαβόλῳ | |
178 | 129r | Eph.4.28 | | ὁ κλέπτων μηκέτι κλεπτέτω | ἰδοὺ τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου ποῦ δὲ εἰσιν νῦν οἱ ῥύπου γένοντες ἑαυτὸυ δὲ καθαροὺς ἐπικαλοῦντες οἱ μὴ δεχόμενοι τὴν μετάνοιαν ἰδοὺ γὰρ φανερῶς ἀκούουσιν ὁ κλέπτων μὴκετι κλεπτέτω |
179 | 129r | Eph.4.28 | | μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν ταῖς χερσίν ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι | οὐ γὰρ ἀρκεῖ παύσασθαι ἁμαρτίας τὸν μετανοοῦντα ἀλλὰ καὶ τὴν ἐν αντίαν αὐτῆς ὁ δευτέον αὐτῷ κοπίατω δὲ εἰπὼν τὸ ἐπίπονον ἐδήλωσεν τοῦ ἔργου τὸ ἀγαθόν φησιν καὶ γὰρ ὁ κλέπτων ἐργάζεται μὲν ἀλλὰ τὸ κακόν φησιν |
180 | 129r | Eph.4.28-Eph.4.29 | | πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω | |
181 | 129r | Eph.4.29 | | ἀλλ’ ἔι τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας | |
181ex | 129r | Eph.4.29 | | ἵνα δῷ χάριν τοῖς ἀκούουσιν | ἵνα δῶ χάριν φησὶ θεοῦ τοῖς ἀκούουσιν ἢ ἵνα χάριν σοι εἴσονται ἐφ’ οῖς λαλεῖς ἢ ἵνα εὐχαρὶς αὐτοῖς γένη πνευματικῶς ἔσται δε τοῦτο ἐὰν περὶ σωφροσύνης περὶ δικαιοσύνης περὶ ἐλεμοσύνης λαλεῖς |
182 | 129v | Eph.4.29-Eph.4.30 | | καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως | |
182ex | 129v | Eph.4.30 | | | |
183 | 129v | Eph.4.30-Eph.4.31 | | πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ | πικρίαν μὲν λέγει τὴν δεινότητα καὶ τὴν κατασκευήν ὁ δὲ θυμὸς γενητικός ἐστι τῆς ὀργῆς ἐκ δὲ τῆς ὀργῆς ἡ κραγὴ πρόεισιν ἐκ δὲ ταύτης ἡ βλασφημία οἶον ἡλοι δορία ταῦτα τοι γὰρ οὖν ἄπαντα ἄρθήτω ἀφ’ ὑμῶν οὐ λέγει κατεχέσθω ἠκολαζεσθω ἀλλὰ τὴν τελείαν αὐτῶν δηλῶν ἀναίρεσιν ἀρθήτω φησὶν σὺν πάσῃ κακίᾳ ἐπειδὴ γὰρ εἰσίν ἄνθρωποι ὥσπερ τῶν κυνῶν οἱ λαθροδάκται οἳ οὔτε κράζουσιν οὔτε δήλην ποιοῦσι τὴν ὀργὴν ἀλλὰ κατὰ ψυχὴν ἔχοντες ἀμύνονται ἐν καιρῷ τὸν λυπησάντα βούλεται καὶ τὴν ἐνδομυχοῦσαν κακίαν αἴρεσθαι καὶ ἐξορίζεσθαι |
184 | 129v | Eph.4.32 | | γίνεσθε δὲ εἰς ἀλλήλους | οὔ τε γὰρ ἀρκεῖ μόνη τῶν κακῶν ἡ ἀποχὴ ἀπαλλέξαι τιμωρίας εἰ μὴ καὶ ἀγαθόν τις πρὸς ἐργάσηται καὶ τοῦτο δηλοῦσιν οἱ ἐξ εὐωνύμων οἳ οὐδὲν ἐγκαλοῦνται κακόν ὅτι δὲ μὴ ἔθρεψαν καὶ ἐπότισαν καὶ ἐσκέπασαν ἅπερ ἐστι τῶν καλῶν ἐργασία δεῖ οὖν ἡμῖν καὶ καλῶν ἐργασίας διὸ τὰ φαῦλα ἀνελὼν ὁ παῦλος ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν παρακαλεῖ |
185 | 129v | Eph.4.32 | | χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοῖς | |
186 | 129v | Eph.4.32 | | καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐξαρίσατο ὑμῖν | μεγίστη μὲν προτροπὴ πρὸς τὸ χαρίζεσθαι ἑαυτοῖς τὸ εἰπεῖν τὸν χριστὸν ἀφετε καὶ ἀφεθήσεται ὑμῖν ἀλλ’ ἐπειδὴ πολλοὶ οὐ σφὸδρα τοῖς μέλλουσιν πιστέυουσιν ἀπὸ τῶν προ ὑπηργμένων ποιεῖται τὴν παράκλησιν χαριζόμενοι γὰρ φησιν ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐχαρίσατο ὑμῖν τι ἐστιν ἐν χριστῷ τουτέστιν μετὰ κινδύνου τοῦ ὑιοῦ αὐτοῦ διὰ τῆς σφαγῆς αὐτοῦ καὶ τοῦ σταυροῦ καὶ σὺ μὲν ἀκινδύνως φησιν χαρίζῃ ὁ δὲ θεὸς μετὰ τοῦ θανάτου τοῦ μονογενοῦς αὐτοῦ ἐχαρίσατο ὑμῖν ὁρᾶς ὑπερβολήν |
187 | 129v | Eph.4.32-Eph.5.1 | | γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ | |
188 | 129v | Eph.5.1 | | ὡς τέκνα ἀγαπητά | |
189 | 129v | Eph.5.1-Eph.5.2 | | καὶ περιπατεῖτε ἐν ἀγάπῃ καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας | ἰδοὺ πάντων τῶν καλῶν ἡ ῥίζα τάυτης γὰρ ὄυσης καὶ ἡφυγὴ τῶν κακῶν καὶ ἡ ποίησις τῶν ἀγαθῶ εὐχερῶς κατορθοῦται καθώς φησιν ὁ χριστὸς ἡγάπησεν ἡμᾶς καίτοι οὐκ ἔστιν ὃμοιον τῆς τοῦ χριστοῦ ἀγάπης τὸ ἡμέτερον ὁ μὲν γὰρ ἐχθροὺς ὅντας ἡμᾶς ἐγάπησεν σὺ δὲ φησιν τοῦτο κἂν εἶς τοὺς πλησίον ἐπίδειξαι καὶ ὁ μὲν χριστὸς ἑαυτὸν εἰς θάνατον παρέδωκεν σοῦ δὲ ἀκίνδυνος καὶ ἀζήμιος ἔσται ἡ πρὸς τὸν πλησίον ἀγάπη εἰ δὲ ἐχθροὺς ἀγαπήσεις κατὰ μίμησιν τοῦ χριστοῦ γενήση καὶ σὺ θυσίαν τῷ θεῷ καὶ προσφορὰ εἰς ὀσμὴν εὐωδίας λογιζομένη ὅυτως ὁ χριστὸς γέγονεν ὅυτως καὶ ἡμεῖς ἂν θελήσωμεν ἐσόμεθα |
190 | 129v | Eph.5.3 | | πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία | εἰπεν περὶ τοῦ θυμικοῦ πάθους τοῦ θυμοῦ καὶ τῆς ὀργῆς καὶ τῆς πικρίας ἢλθεν λοιπὸν εἰς τὸ ἐπιθυμητικὸν τὸ τῆς πορνείας καὶ γὰρ καὶ ὁ νόμος πρῶτον εἰπὼν ὅπερ τοῦ θυμικοῦ πάσους ὑπάρχει τότε εἶπεν οὐ μοιχεύσεις ὅπερ τοῦ ἐπιθυμητικοῦ καθέστηκεν καθάπερ γὰρ ἡ πικρία καὶ ἡκραυγὴ καὶ ἡ κακία καὶ ἡ βλασφημία τοῦ θυμικοῦ πάθους ἐστὶν ὅυτως τοῦ ἐπιθυμητικοῦ πορνεία μοιχεία ἀκαθαρσία πλεονεξία εἰ γὰρ καὶ μὴ σωμάτων χρημάτων μέντοι ἐπιθυμεῖ |
191 | 130r | Eph.5.3 | | μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν | |
192 | 130r | Eph.5.3 | | καθὼς πρέπει ἁγίοις | |
193 | 130r | Eph.5.3-Eph.5.4 | | καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία | ὥσπερ ἄνω τὴν κραγὴν περιεῖλεν ὄχημα τῆς ὀργῆς ὑπάρχουσαν ὅυτως νῦν τὴν αἰσχρολογίαν καὶ τὴν εὐτραπελίαν καὶ τὴν μωρολογίαν ὑπέκκαυμα τῆς πορνείας ὑπάρχουσαν |
194 | 130r | Eph.5.4 | | τὰ οὖκ ἀνήκοντα | ἵνα μὴ δόξη φορτικός τις εἶναι καὶ τὴν ἐτραπελίαν ἐκκόπων τὴν αἰτίαν ἐπάγει τὰ μὴ ἀνήκοντα φησιν τί γὰρ πρὸς ἡμᾶς ταῦτα οὐδὲν κοινὸν ἡμῖν πρὸς αὐτά οὐ γὰρ γέλωτος ἢ εὐτραπελίας ὁ παρὼν καιρὸς ἀλλὰ πένθους καὶ ἀγῶνος ὡσεὶ ἔλεγεν ἐφέστηκεν ὁ δίαβολος πάντοθεν τρίζων τοὺς ὀδόντας καθ’ ἡμῶν καὶ ὠρυόμενος καὶ σὺ παίζεις καὶ ἀστεῖα λαλεῖς καὶ πῶς αὐτοῦ περιέστη δυσχερὲς γὰρ καὶ ἀγωνιζόμενον αὐτοῦ περιγενέσθαι μὴ τι γε παίζοντα |
195 | 130r | Eph.5.4 | | ἀλλὰ μᾶλλον εὐχαριστία | |
196 | 130r | Eph.5.4-Eph.5.5 | | τοῦτο γὰρ ἔστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκὰθαρτος ἢ πλεονέκτης ὅς ἐστιν εἰδωλάτρης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ | ἦσαν ἴσως τινὲς παρ’αυτοῖς οἱ λέγοντες ὅτι φοβῆσαι θέλων ὁ θεὸς ταῦτα ἀπηγόρευσεν τὰ εὐτελῇ ἢ καὶ ἐξεφάυλιζον τὰ τοιαῦτα ὡς οὐχῖ κανὰ ὅντα εἰς γέενναν ἐμβαλεῖν οἷα καὶ νῦν γίνεται τί γάρ φησι τὸ ἄτοπον εἰ εἰπὼν μωρὲ ἔνοχος γενήσεται γεέννης καὶ πῶς ἣ πλεονεξία εἰδωλολατρία τούτους οὖν αἰνίττεται ὁ ἀπόστολος δηλοῖ καὶ ἡ ἐπαγωγή μηδεὶς ὑμᾶς ἐξαπατάτω φησι κενοῖς λόγοις κενοῖς δὲ τοῖς μὴ ἔχουσιν τὸ ἐλπισθὲν αὐτοῖς πέρας μὴ δὲ εῖς ἔργον ἐκβαίνουσιν |
197 | 130r | Eph.5.6 | | μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις | |
198 | 130r | Eph.5.6-Eph.5.7 | | διὰ ταῦτα γὰρ ἔρξεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν | |
199 | 130r | Eph.5.7-Eph.5.8 | | ἦτε γάρποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ | ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας πολιτείας σκότος ἦτε φησι σκότος δὲ λέγει τὸν ενπλάνῃ βίον νῦν δὲ διὰ τοῦ χριστοῦ φῶς γεγόνατε φῶς λέγων τὸν ἐν ἀρκετῇ καὶ ἐπιγνώσει θεοῦ βίον μὴ τοίνυν παλινδρομήσητε πρὸς τὸ σκότος |
200 | 130r | Eph.5.8 | | ὡς τέκνα φωτὸς περιπατεῖτε | |
201 | 130r | Eph.5.9 | | ὁ γὰρ καρπὸς τοῦ πνεύματος | τοιαῦτα καρποφορεῖ τὸ πνευμᾶ καὶ οἱ πνευματικόι ὡς τά γε ἕτερα τοῦ σατανᾶ εἰσιν καρποί |
202 | 130r | Eph.5.9 | | ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ | τοῦτο ὡς πρὸς τοὺς ὀργιζομένους πρὸς τοὺς πικρούς τὸ δὲ δικαιοσύνη ὡς πρὸς τοὺς πλεονέκτας τὸ δὲ ἀληθείᾳ ὡς πρὸς τοὺς τὴν ψευδῇ τῆς ἀκολασίας καὶ ἁμαρτίας διώκοντας ἡδονήν |
203 | 130r | Eph.5.10 | | δοκιμάζοντες τί ̓στιν εὐάρεστον τῷ θεῷ | |
204 | 130v | Eph.5.10-Eph.5.12 | | καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν | ποῖος γὰρ καρπός ποῖον ὅφελος ἐξ ἐκείνων θάνατος μὲν οὖν σκότους δὲ λέγει τῶν ἐν πλάνῃ καὶ ἁμαρτίαις ἄνθρωπον καὶ τί λέγω μὴ συγκοινωνεῖτε μᾶλλον φησι καὶ ἐλέγχετε παιδέυοντες αὐτοὺς διὰ τῶν ἐλέγχων τοῦτο δὲ οὐκ ἐστίν ἐναντίον τῶ μὴ κρίνετε ὧδε γὰρ τὸ ἐλέγχετε ἀντὶ τοῦ παιδέυετε κεῖται ἐκεὶ δὲ τὸ κατακρίνετε |
205 | 130v | Eph.5.13 | | τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φασεροῦται | τουτέστιν ἄν ἦτε ὑμεῖς ἐνάρετοι οὐ δύνανται λανθάνειν οἱ πονηρόι ἀλλ’ αὐτὸς ὑμὼν ὁ βίος καὶ πρὸ τῶν ὑμετέρων λόγων κατήγορος καὶ ἔλεγχος ἔστιν αὐτῶν ἐὰν γὰρ λανθάνωσιν ἀδιόρθωτοι μένουσιν φανερούμενοι δὲ διορθωθήσονται |
206 | 130v | Eph.5.13 | | πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν | ἢ ὅτι τοῦτο φησιν ὅτι τὰ ἁμαρτήματα ἐπ’ ἂν φανρωθῆ φῶς γίνεται τουτέστιν εἰς δικαιοσύνην τρέπεται ἐκ μετανοίας ἢ ὅτι ἐνάρετος βίος οὐ δύναται κρυβῆναι δίο ἐλέγχει τὸ σκότος τουτέστιν τοὺς πονηρούς |
207 | 130v | Eph.5.13-Eph.5.14 | | διὸ λέγει ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν | |
208 | 130v | Eph.5.14 | | καὶ ἐπιφαύσει σοι ὁ χριστός | ὅτι δὲ φησιν σκότος ἐστί ὁ ἐν ἁμαρτίαις ἀκουσον πῶς αὐτὸν καθεύδοντα καὶ νεκρὸν ἡ γραφὴ λαλεῖ καὶ ὡς οὐκ ἂν ἄλλως αὐτῷ ἐπιλάμψει ὁ χριστὸς πλὴν εἰ μὴ πάυσηται τῆς ἁμαρτίας τὸ γὰρ ἔγειραι παῦσαι ἐστι ταῦτα καὶ πρὸς ἀπίστους καὶ προς πιστοὺς ἁμαρτωλοὺς ἁρμόζει τὸ δὲ ἐπιφαῦσει ἐπιλάμψει ἐστιν |
209 | 130v | Eph.5.14-Eph.5.15 | | βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε | πρόβατα ἐστὲ ἐν μέσῳ λύκων διὸ πολλῆς παραφυλακῆς χρεία μὴ ἀναδέξασθαι ἔχθρας πλὴν τῶν διὰ τὸ κήρυγμα |
210 | 130v | Eph.5.15-Eph.5.16 | | μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί ἐξαγοραζόμενοι τὸν καιρόν | οἱ γὰρ σοφοὶ ἴσασιν πῶς δεῖ περιπατεῖν πάντα γάρ φησιν δεῖ προϊέσθαι καὶ ἀγοράζειν τὸ μὴ περὶ τὴν πίστιν ναυαγῆσαι |
210ex | 130v | Eph.5.16 | | | |
211 | 130v | Eph.5.16 | | ὅτι αἱ ἡμέραι πονηραί εἰσιν | οὐχὶ ἐν αὐταῖς ὧραι ἢ οἱ χρόνοι εἰσὶ πονηροὶ μὴ γένοιτο ἀλλ’ ἐκ τῶν ἐν αὐταῖς κακῶν παρ’ ἡμῶν γινομένων τὰς ἡμέρας πονηρὰς ἐκάλεσεν καὶ ὡς ἡμεῖς λέγομεν καλὴν ἢ κακὴν ἡμέραν ἐποίησα οὐ τοῦτο λέγοντες ὄτι αὐτὴ ἡ φύσις τῆς ἡμέρας καλὴ ἢ κακὴ ἀλλ’ ἐκ τῶν ἡμῖν συμβαινόντων ὅυτως αὐτὴν ὀνομάζοντες διὰ τοῦτο καὶ ὁ χριστός φησιν ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς τουτέστιν τὰ ἐν αὐτῇ κακὰ παρ’ ἡμῶν κακὰ γινόμενα |
212 | 130v | Eph.5.16-Eph.5.17 | | διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες | ἐπειδὴ ἡ πονηρία φησιν ἀνθεῖ καὶ ἐπικρατεῖ τοῦ παρόντος βίου καὶ τῶν ἡμερῶν ψυχῶν μὴ γίνεσθε ἄφρονες ὥστε ἀλίσκεσθαι αὐτῇ |
213 | 130v | Eph.5.17 | ιγ | ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου | |
214 | 130v | Eph.5.17-Eph.5.18 | | καὶ μὴ μεθύσκεσθε οἴνῳ | |
215 | 130v | Eph.5.18 | | ἐν ᾧ ἐστὶν ἀσωτία | θυμώ δεισποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς καὶ πρὸς ἀσέλγειαν ἐπιρρεπεῖς |
216 | 130v | Eph.5.18-Eph.5.19 | | ἀλλὰ πληροῦσθε ἐν πνεύματι λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς | θέλεις πληροῦσθαι φησι καὶ ὡς εἰπεῖν μεθύσκεσθαι τοῦτο ποίει ἐν τῷ ἁγίῳ πνευματικί πληρούμενος αὐτοῦ ἔσται δὲ τοὖτο διὰ ψαλμῶν καὶ ὠδῶν |
217 | 131r | Eph.5.19 | | ἄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ | |
218 | 131r | Eph.5.19 | | | |
219 | 131r | Eph.5.19-Eph.5.20 | | εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί | διὰ τοῦ ὀνόματος τοῦ χριστοῦ πάντα ἡμῖν ὑπάρχει |
220 | 131r | Eph.5.21 | | ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ θεοῦ | |
221 | 131r | Eph.5.21-Eph.5.22 | | αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ κυρίῳ | ἐὰν γὰρ ὢσιν οὗτοι ἐν εἰρήνῃ πᾶσα ἡ οἰκία εἰρηνέυσοι καὶ πάντες ἀπολαύσουσι τῆς ἔνθεν ὠφελείας |
222 | 131r | Eph.5.22-Eph.5.23 | | ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός,ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας | βαβαὶ ὑποταγῆς ἐπίτασις πῶς οὖν φησιν ὁ χριστὸς ἐὰν μὴ τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ οὐ δύναται ἀκολουθῆσαι μοι καὶ φαμέν ὅτι τὸ ΩϹ οὐ πάντως ἰσότητα σημαίνει ἢ ὅτι τοῦτο φησιν ὡσεῖ δῦιαι ὅτι τῷ χριστῷ εἰσιν ὑποτασσόμεναι ἐκ τούτου |
223 | 131r | Eph.5.23 | | καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος | καὶ αὐτὸς ὁ ἀνὴρ καὶ γὰρ ἡ κεφαλὴ σωτηρία ἐστι τοῦ λοιποῦ σώματος μικροῦ τὰς πάσας αἰσθήσεις ἔχουσα ἐν ἑαυτῇ οὐκ οὖν καὶ ὁ ἀνὴρ τῆς γυναικός ὅρα δὲ πῶς τὸ ἀρχικὸν καὶ προνοητικὸν ἀπένειμεν τῷ ἀνδρί τὸ δὲ εἰκτικὸν τῇ γυναικί |
224 | 131r | Eph.5.23-Eph.5.24 | | ἀλλ’ ὡσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ’’ανδράσιν ἐν παντί | |
225 | 131r | Eph.5.24-Eph.5.25 | | οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν Καὶ ἑαυτὸν παρέδωκεν ὑπερ αὐτῆς | θέλεις αὐτὴν ὑποτετάχθαι σοι ὡς τῷ κυριῷ ἀγάπα αὐτὴν ὡς ὁ κυριός τὴν ἐκκλησίαν κἆν δέητι παθεῖν ὑπὲρ αὐτῆς κἂν ἀποθανεῖν μὴ παραιτήση σὺ μἐν γὰρ ἴσως εἰς ὑποτεταγμένην καὶ ἀγαπῶσαν ταύτα ἐπι δείξη ὁ δὲ χριστὸς εἰς ἐχθρὰν καὶ ἀποστρεφομένην καὶ φέγουσαν |
226 | 131r | Eph.5.25 | | | |
227 | 131r | Eph.5.26 | | ἵνα αὐτὴν ἀγίαση καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος | τουτέστιν τῷ βαπτίσματι ἀπέλουσε γὰρ αὐτῆς τὴν ἀκαθαρσίαν |
228 | 131r | Eph.5.26 | | ἐν ῥήματι | ποίω ῥήματι ὁ αὐτὸς εἶπεν τοῖς ἀποστολὸις βαπτίζοντες αὐτούς εἰς τὸ ὅνομα τοῦ πατρὸς καὶ τοῦ ὑιοῦ καὶ τοῦ ἁγίου πνευματὸς |
229 | 131r | Eph.5.26-Eph.5.27 | | ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν | οὐχ ἁπλῶς καθαρὰν ἀλλ’ ἔνδοξον ὥσπερ τοίνυν ὁ χριστὸς πάντων τῶν ἀγαθῶν αἴτιοn τῇ ἐκκλησίᾳ καὶ σὺ κατὰ δύναμιν ἔσοτῇ σῇ γυναικί καὶ ὥσπερ αὐτὸς σώματος οὐκ ἐπιζητεῖ κάλλος ἀλλὰ ψυχῆς ὅυτως καὶ συ ἀν γὰρ ψυχῆς κάλλος ἐπιζητῆς καὶ εἰς τοῦτο αυτὴν ῥυθμίσης καὶ τῷ θεῷ καὶ σαυτῷ καλὴν ἐργάση |
230 | 131r | Eph.5.27 | | μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ’ ἵνα ἦ ἁγία καὶ ἄμωμος | |
231 | 131r | Eph.5.28 | | οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα | οὐχ ὥς εἰς μεῖζον ἐρχόμενος ὑπόδειγμα τὸ τοῦ οἰκείου σώματος εἴρηκεν ὑπερβάλλει γὰρ τὸ κατὰ χριστὸν πρὸς τὴν ἐκκλησίαν ἀλλ’ ὡς εἰς οἰκειότερον ἐκ τούτου γὰρ καὶ ὀφειλὴν τὸ πραγμα δείκνυσιν εἰ γὰρ σῶμα ἐστι σὸν ἡ γυνὴ ἔσονται γάρ φησιν οἱ δύο εἰς σάρκα μίαν κατὰ ὀφειλὴν προνοήσεις αὐτῆς ὡς σαρκός σου |
232 | 131v | Eph.5.28-Eph.5.29 | | ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ οὐδεὶς γάρ ποτε τὴνἑαυτοῦ σάρκα ἐμίσησεν | |
233 | 131v | Eph.5.29 | | ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτὴν καθὼς καὶ ὁ κυρίος τὴν ἐκκλησίαν | |
234 | 131v | Eph.5.30 | | ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ | ὡσεὶ εἶπεν γνησίως ἐσμὲν ἐξ αὐτοῦ ἐπειδὴ γὰρ τὰ ὀστὰ καὶ τὸ σῶμα χαρακτηρίζει τὸν ἄνθρωπον διὰ τὴν γνησιότητα φησιν ἐξ αὐτοῦ ἡμᾶς εἶναι |
234ex | 131v | Eph.5.30 | | | ἐξ αὐτοῦ δὲ καθὸ ἀπαρχὴ ἡμῶν ἐστιν τῆς δευτέρας πλάσεως ὥσπερ ἐκ τοῦ ἀδὰμ διὰ τὴν πρώτην |
235 | 131v | Eph.5.30-Eph.5.31 | | καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἕσονται οἱ δύο εἰς σάρκα μίαν | |
236 | 131v | Eph.5.31 | | | ἰδὸυ καὶ ἕτερον δικαίωμα ἀγάπης ὅτι σῶμα ἀλλήλων εἰσίν |
237 | 131v | Eph.5.32 | | τὸ μυστήριον τοῦτο μέγα ἐστὶν ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν | πῶς μέγα ὅτι τῷ χριστῷ ἐξὸν μένειν ἐπὶ τῆς ἰδίας δόξης ἐταπέινωσεν ἑαυτὸν ἐν ἀνθρωπήσας ἵνα προσκολληθῇ τῇ ἐκκλησίᾳ καὶ γένωντα οἱ δύο εἰς πνεῦμα ἔν ὁ γὰρ κολλώμενος φησιν τῷ κυριῷ ἓν πνεῦμα ἐστίν |
238 | 131v | Eph.5.33 | | πλὴν καὶ ὑμεῖς | ὡσέι ἔλεγεν οὐχὶ ἠ ἀναγωγῇ τοῦ ὀνόματος καὶ ἡ πνευματικῇ ἐξήγησις ἀνατρέπει τὸ ἰδικὸν δύναται γὰρ καὶ πνευματικῶς ἑρμηνεύεσθαι |
239 | 131v | Eph.5.33 | | οἱ καθ’ ἔνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν | οἷον ἄνθρωποι τὰ γὰρ τοῦ κατὰ ἀναγωγὴν ὀνόματος εἰς κοινότητα ὁρᾶ τουτέστιν τὴν ἐκκλησίαν |
240 | 131v | Eph.5.33 | | ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα | |
241 | 131v | Eph.5.33-Eph.6.1 | | τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν | εἶπεν περὶ τῆς πρώτης ἀρχῆς τῆς κατὰ τὸν ἄνδρα νῦν περὶ τῆς δευτέρας λέγει τῆς κατὰ τοὺς γονῆς ἡμὲν γὰρ γυνὴ τῷ ἀνδρί τὰ δὲ τέκνα καὶ τῇ γυναικὶ ὑπόκεινται |
242 | 131v | Eph.6.1-Eph.6.2 | | ἐν κυριῷ τοῦτο γάρ ἐστιν δίκαιον τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα | |
243 | 131v | Eph.6.2-Eph.6.3 | | ἥτις ἐστὶν ἐντολὴ πρῶτη ἐν ἐπαγγελίᾳ,ἵνα εὖ σοι γένηται | καὶ τοι οὐκ ἔστιν αὔτη πρώτη ἔστι γὰρ πρώτη οὐ μοιχέυσεις οὐ φονέυσεις ἀλλ’ ὅρα τί προς τέθεικεν ἐν ἐπαγγελίᾳ ἐκεῖναι γὰρ αἱ πρῶται οὐκ ἔχουσιν ἐπαγγελίας ἀναχωρήσεις γάρ εἰσι κακῶν ἀγαθοῦ ἐργασία αὔτη τοι γάρ οὖν κατὰ τὸν τῆς ἐπαγγελίας λόγον ἐστὶ πρώτη ἀγαθοῦ γάρ ἐστιν ἐργασία |
244 | 131v | Eph.6.3 | | καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς | ὅρα σοφίαν ἐπειδὴ πρὸς νηπίους ὁ λόγος αὐτῷ αὐτὴν τὴν κειμένην ἀμοιβὴν εἴρηκεν καὶ οὐδὲν ὑψηλόν οὐ περὶ βασιλείας οὐρανῶν·οὐ περὶ μιμήσεως χριστοῦ ὅπερ ἐπὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐποίησεν τί γὰρ ἡ δύτερον παισὶ τῆς μακροχρονίας καὶ γὰρ καὶ τοῖς ἰουδαίοις ὡς νηπίοις τὰς φρένας ταῦτα ἐνομοθετήθη οὐ γὰρ ἴσχυον τέλείων ἀκούειν |
245 | 131v | Eph.6.3-Eph.6.4 | | καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν | |
246 | 131v | Eph.6.4 | | ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου | τοῦτο τῆς παραινέσεως τὸ κεφάλαιον τῶν πνευματικῶν γὰρ ὄντων καὶ τὰ σαρκικὰ ἀκολουθήσει τοῦτο γὰρ μάλιστα αὐτοὺς πειθηνίους ποιεῖ |
247 | 132r | Eph.6.5 | | οἱ δοῦλοι ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα | τοὺς δούλους ἐσχάτους τέθεικεν ἐπειδὴ καὶ εἰσὶν τῷ ἀξιώματι οὐκέτι δὲ τούτοις ὡς παιδίοις νηπίως διὰ λέγεται ἀλλὼς τελείοις κατὰ σάρκα δὲ τουτέστιν τοῖς προς καίροις ἐκ τούτου δὲ καὶ παραμυθεῖται αὐτούς |
248 | 132r | Eph.6.5 | | μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ χριστῷ | εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσει πόσω μᾶλλον τούτους τὸν δὲ τοιοῦτον οὐκ ἀπαιτεῖ παρὰ γυναικῶν φόβον ἐπειδὴ μήτε εἰσὶ δοῦλοι ἀλλ’ ὑπήκοοι καλῶς δὲ τὸ ἐν ἀπλότη εστιν καρδίας ἔνι γὰρ καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν ἀλλ’ οὐκ ἐξευνοίας ̓ἀλλὰ κακόυργως |
249 | 132r | Eph.6.5-Eph.6.6 | | μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι | |
250 | 132r | Eph.6.6 | | ἀλλ’ ὡς δοῦλοι τοῦ χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ | |
251 | 132r | Eph.6.6-Eph.6.7 | | ἐκ ψυχῆς μετ’ εὐνοίας δουλεύοντες | ἐνί γὰρ καὶ ἐν ἁπλότητι κακούργως ἐργάζεσθαι μὴ μὲν τοιὼση δύναμις πάρεστιν ἀλλὰ τὸν ὡρισμένον μόνον |
252 | 132r | Eph.6.7 | | τῷ κυριῷ καὶ οὐκ ἄνθρωποις | μὴ κατὰ βίαν ἀλλ’ ἐκ προαιρέσεως |
253 | 132r | Eph.6.7-Eph.6.8 | | εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν τοῦτο κομιεῖται παρὰ τοῦ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος | |
254 | 132r | Eph.6.8-Eph.6.9 | | καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς | τὸ αὐτὸ ποῖον μετ’ εὐνοίας δουλεύετε μὴ ὡς ̓ἀνθρωπάρεσκοι ἀλλὰ ταῦτα οὐ λέγει φανερῶς καίτοι ταῦτα διανοηθείς καὶ γὰρ καὶ οἰ κύριοι δουλεύουσι τοῖς δούλοις ὅταν γὰρ ἐκεῖνου κοιμωμένου καὶ ῥέγχοντος ὁ δεσπότης περὶ τροφῶν περὶ ἐνδύματος μεριμνῶν οὐ καθεύδει ἆρα οὐ δουλεύει ἔστι δὲ καὶ ἐπὶ τῶν κυρίων τὸ μετὰ φόβου καὶ τρόμου ἁρμόσαι τοῦ πρὸς θεὸν δηλονότι |
255 | 132r | Eph.6.9 | | ἀνιέντες τὴν ἀπειλήν | |
256 | 132r | Eph.6.9 | | εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς | ᾧ γὰρ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν φησιν μὴ ἀκούσης καὶ σὺ δοῦλε πονηρὲ πᾶσαν ἐκεῖνην τὴν ὀφειλὴν ἀφῆκα σοι καὶ τὰ τούτων ἑξῆς |
257 | 132r | Eph.6.9 | | καὶ προσωποληψία οὐκ ἔστιν παρ’ αὐτῷ | μὴ νομίσης ὅτι τῶν εἰς τὸν δοῦλον γινομένων κακῶν καταφρονεῖ διὰ τὸ τοῦ προσώπου εὐτελές οὐκ ἔνι παρὰ θεῷ δοῦλος καὶ δεσποτῆς |
258 | 132r | Eph.6.9-Eph.6.10 | | τὸ λοιπὸν ἀδελφοί μου ̓ν δυναμοῦσθε ἐν κυρίῳ | μετὰ τὸ διὰ τάξαι φησὶ τὰ εἰκότα τοῦτο ὑπό λοιπον τὸ ἐνδυναμοῦσθαι ὑμᾶς ἐν κυρίῳ τουτέστιν τῇ εἰς αὐτὸν ἐλπίδι καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ διὰ γὰρ τῆς αὐτοῦ βοηθείας ὑπάρχη ἡμῖν τὸ ἐλπίζειν εἰς αὐτόν |
259 | 132r | Eph.6.10 | | καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ | ἰσχυρὸς γάρ ἐστι φησὶν καὶ ἱκανὸς πάντα κατορθὼσαι |
260 | 132r | Eph.6.10-Eph.6.11 | | ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ | |
261 | 132r | Eph.6.11 | | προς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου | οὐκ εἶπεν μάχας ἀλλὰ μεθοδείας ὅ πέρ ἐστι χαλεπώτερον οἷον πρὸς τὰς ἐπιβουλάς προς τὰς ἐνέδρας πρὸς τοὺς δόλους |
262 | 132r | Eph.6.11-Eph.6.12 | | ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα | ταῦτα δὲ φησιν δεικνὺς ὅτι νήψεως χρεία καὶ ἐγρηγόρσεως πρὸς τὸν πόλεμον οὐ πτοῆσαι βουλόμενος ὁ γὰρ διδάσκων τοῦ ἐχθρὸυ τὴν δύναμιν ἀσφαλετέρους ποιεῖ τοὺς οἰκείους |
263 | 132v | Eph.6.12 | | ἀλλὰ πρὸς τὰς ἀρχάς | |
264 | 132v | Eph.6.12 | | πρὸς τὰς ἐξουσίας | οὐ γὰρ ἕξει περαιτέρῳ τοῦ κόσμου χώραν |
265 | 132v | Eph.6.12 | | πρὸς τοὺς κοσμοκράτορας | κόσμον οἶδεν ἡ γραφὴ τὰς πονηρὰς πράξεις καλεῖν οὕτω καὶ ὁ χριστὸς πρὸς τοὺς μαθητάς ὑμεῖς οὐκ ἐστέ φησιν ἐκ τοῦ κόσμου τοῦ τούτου καίτοι ἦσαν ἀλλὰ τὰς πονηρὰς πράξεις λέγων ὅυτως εἶπεν κοσμοκράτορας οὖν φησι τοὺς δαίμονας ὡς ὅντας τῶν πονηρῶν πράξεων καθηγεμόνας |
266 | 132v | Eph.6.12 | | τοῦ σκότους τοῦ αἰῶνος τούτου | ἵνα μὴ φοβηθῆς ἀκόυων κοσμοκράτορας ἐπήγαγεν τίνος ἄρχουσι τῆς πονηρίας φησι σκότος γὰρ τοῦ αἰῶνος τούτου τὰς πονηρὰς λέγει πραξεις |
267 | 132v | Eph.6.12 | | πρὸς τὰ πνευματικὰ τῆς πονηρίας | |
268 | 132v | Eph.6.12 | | ἐν τοῖς ἐπουρανίοις | ὡσεὶ ἔλεγεν ἔστιν δὲ ἡμῖν ἡ πάλη πρὸς τούτους οὐ περὶ μικρῶν τινῶν ἀλλ’ ὑπὲρ τῶν ἐν οὐρανῶ πραγμάτων οἷον βασιλείας οὐρανῶν καὶ ὑιοθεσίας διὸ νήφειν χρή ἡ δὲ ἀντίλεξις ἰδικῶς διὰ τὰ ἐπουραίνα φησὶ τὸ γὰρ ἐν διά ἐστιν |
269 | 132v | Eph.6.12-Eph.6.13 | | διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀντιστῆναι | |
270 | 132v | Eph.6.13 | | ἐν τῇ ἡμέρα τῇ πονηρᾷ | ἡμέραν πονηρὰν τὸν παρόντα βίον καλεῖ διὰ τὰ ἐν αὐτῷ πονηρὰ πράγματα δεικνὺς βραχὺν τὸν τοῦ πολέμου καιρόν καὶ κατὰ αὐτὸ προθυμίαν αὐτοῖς διδούς |
271 | 132v | Eph.6.13 | | καὶ ἅπαντα κατεργασάμενοι στῆναι | |
272 | 132v | Eph.6.14 | | στῆτε οὖν περιζωσέμενοι | ἐπὶ πόλεμον προτρέπων τὸ πρῶτον ἐν τοῖς τακτικοῖς παραινεῖ τὸ στῆναι εὐτάκτως εἶτα λοιπὸν καθοπλίζει καὶ πρῶτον ζώννυσι τὸν διαρρέοντα καὶ διακεχύμενον ταῖς ἐπιθυμίαις καὶ χαμὰι τοὺς λογισμοὺς συρομένους ἔχοντα στρατίωτην καὶ ἀναστέλλει τῇ νοητῇ ταύτῃ ζώνῃ |
273 | 132v | Eph.6.14 | | τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ | ὥσπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις τὸ πᾶν συνέχει θεμέλιος τις οὖσα οὕτως ἐφ’ ἡμῖν ἡ ὀσφύς οἱ γοῦν ἀποκαμόντες πολλάκις ὥσπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας ἐπιτιθέντες διαναπάυονται τὴν τοίνυν ἀρχὴν ἡμῶν πρῶτον συσφίγγει οἷον τὸν ἐν ἡμῖν τόνον τῆς ψυχῆς ὃν τροπικῶς ὀσφὺν ἐκάλεσεν τοῦτον τῇ ἀληθείᾳ περιζώννυσιν ἡ δὲ ἀλήθεια εἰς πολλὰ νοεῖται ἀλήθεια δογμάτων ἀλήθεια βίου χρηστοῦ ὑποκρίσεως κεχωρισμένου ἀλήθεια λόγων τὸ δολερὸν ἀρνουμένων ἀλήθεια ἐνθυμήσεως οὐδὲν ἐχούσης τοῦ νόθου καὶ κιβδήλου τῶν δαιμόνων σπόρου |
273ex | 132v | Eph.6.14 | | | |
274 | 132v | Eph.6.14 | | καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς διλαιοσύνης | |
275 | 132v | Eph.6.15 | | καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ | ἢ τοῦτο φησιν ὅτι χρὴ τοὺς πόδας ἡμῶν ἐτοίμους εἶναι πρὸς τὸ εὐαγγελίζεσθαι ὡς ὡραῖοι γάρ φησιν οἱ πόδες τῶν εὐαγγελιζομένων εἶρήνην ἢ ὅτι ἐν ἑτοίμῳ ὁφείλομεν εἶναι καὶ βίον ἔχειν ὡς τὸ εὐαγγελίον ὑφηγεῖται τὴν γὰρ ἑτοιμασίαν τῆς καρδίας αυτῶν φησὶν ὁ προφήτης προσέσχεν τὸ οὖς |
276 | 132v | Eph.6.15 | | τοῦ εὐαγγελίου τῆς εἰρήνης | τὸ γὰρ εὐαγγέλιον εἰρήνην μὲν πρὸς τὸν θεὸν ποιεῖ πόλεμον δὲ πρὸς τοὺς δαίμονας |
277 | 133r | Eph.6.15-Eph.6.16 | | ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρετὸν τῆς πίστεως | δεῖ γὰρ ἐκεῖνα προηγεῖσθαι πίστιν δὲ φησι τὴν ἐλικρινῇ καὶ διάπυρον περὶ ἦς ὁ κύριος ἔφη ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι καὶ μεταβήσεται |
278 | 133r | Eph.6.16 | | ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι | βέλη φησι τὰς ἐπιθυμιας τοὺς λογισμούς τους πειρασμούς καλῶς δὲ πεπυρωμένα τοιαῦται γὰρ αἱ ἄτοποι ἐπιθυμίαι |
279 | 133r | Eph.6.16-Eph.6.17 | | καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι | τῆς σωτηρίας ἡμῶν τουτέστιν τῆς ἐλπίδος τὸ δὲ δέξασθαι οἷον φορέσται καὶ δέξασθαι τῇ κεφαλῇ |
280 | 133r | Eph.6.17-Eph.6.18 | | καὶ τὴν μάχαιραν τοῦ πνεύματος ὅ ἐστιν ῥῆμα θεοῦ διὰ πᾶσης προσευχῆς καὶ δεήσεως | ἢ τὸ πνεῦμα φησι περιφραστικῶς διὰ τὸ τομὸν καὶ μεριστικὸν τῶν ἔξεων ἐναντίων ἢ τὴν πνευματικὴν ζωὴν καὶ πολιτειαν ἥτις ὡς μάχαιρα ἐνεργήσει κατὰ τῶν νοητῶν ἐχθρῶν ὥσπερ γὰρ ὁ λόγος τοῦ θεοῦ τημητικός ἐστιν ζῶν γάρ φησιν ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομύτερος οὕτως καὶ τὸ πνεῦμα ὃ ἐστιν φησιν ῥῆμα θεοῦ τουτέστιν ὃ ἐδοίκεν τῷ λόγῳ τοῦ θεοῦ |
280ex | 133r | Eph.6.18 | | | |
281 | 133r | Eph.6.18 | | προσευχόμενοι ἐν παντὶ | μετὰ τὸ καθοπλίσαι τὸν βασιλέια καλεῖ λοιπὸν ἵνα δῷ χεῖρα |
282 | 133r | Eph.6.18 | | καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων | |
283 | 133r | Eph.6.18-Eph.6.19 | | καὶ ὑπὲρ ἐμοῦ | καὶ γὰρ καὶ τὸν πέρον φησιν ἡ εὐχὴ τῆς ἐκκλησίας ἔλυσεν τῶν δεσμῶν |
284 | 133r | Eph.6.19 | | ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματος μου | |
285 | 133r | Eph.6.19 | | ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου | ἡ ἵνα ἐν παρρησίᾳ ἀπολογήσωμαι ἢ ἵνα εὐαγγελίζωμαι |
286 | 133r | Eph.6.19-Eph.6.20 | | ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει | ὑπὲρ οὗ εὐαγγελίου πρεσβεύω πρὸς τοὺς ἀνθρώπους ἵνα φησιν αὐτῷ καὶ τοῖς ἐν αὐτῷ καταλλαγῶσιν ὑπὲρ χριστοῦ γάρ φησιν πρεσβεύομεν |
287 | 133r | Eph.6.20 | | ἵνα ἐν αὐτῷ παρρησίασωμαι ὡς δεῖ με λαλῆσαι | |
288 | 133r | Eph.6.20-Eph.6.21 | | ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ τί πράσσω πάντα ὑμῖν γνωρίσει τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς | ἄπερ περὶ παραινέσεως καὶ δογμάτων ἔγραψεν τὰ δὲ κατ’αὐτὸν τῷ φέροντι τὴν ἐπισταλὴν λαλῆσαι ἐπέτρεψεν |
289 | 133r | Eph.6.21 | | καὶ πιστὸς διάκονος ἐν κυριῷ | εἰ πιστὸς οὐκ οὖν καὶ ἀληθεύσει |
290 | 133r | Eph.6.21-Eph.6.22 | | ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν | τοῦτο καὶ τῆς παύλου ἀγάπης καὶ τῆς ἐκείνων σημεῖον ἦν τὸ ἐθέλειν παντὶ τρόπῳ γνωσθῆναι αὐτοῖς τὰ ἐν οῖς ἧν |
291 | 133r | Eph.6.22 | | καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν | |
292 | 133r | Eph.6.23 | | εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἰησοῦ χριστοῦ | ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ τὴν μετὰ πίστεως ἀγάπην ἵνα μὴ πρὸς ἐτεροδόξους ᾖ ἀλλὰ πρὸς πιστούς μόνους ἢ ὅτι οὐδέν ἔσται τῆς ἀγάπης κέρδος μὴ καὶ μετὰ πίστεως οὔσης |
293 | 133r | Eph.6.24 | | ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κυρίον ἡμῶν ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ ἀμήν | ἡ γὰρ εἰς τὸν χριστὸν ἀγάπη ἄφθαρτος καὶ ἀμείωτος μὰλλον δὲ καθ’ ἐκάστην ἐπιδιδοῦσα τὴν ἡμέραν ὤφειλεν εἶναι |