Unit | Page | Verses | Attributions | Biblical | Comment |
---|
7ex | 142v | Eph.1.5 | | κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ | τουτο γάρ φησὶν η θέλησεν εὐδοκίαν γὰρ τὴν ἐπ’ εὐγεργεσίαν βούλησιν ἔθος τῇ θεία καλεῖν γραφῇ |
15ex | 143r | Eph.1.5-Eph.1.10 | | τῶν καιρῶν ἀνακεφαλιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ | ἀνακεφαλαίωσιν τοίνυν καλει τὴν σύντομον τῶν πραγμάτων μεταβολήν δια γὰρ της κατὰ τὸν δεσπότην χριστὸν οἰκονομιας καὶ τῶν ἀνθρωπῶν ἡ φύσις ἀνίσταται καὶ τὴν ἀφθαρσίαν ἐν δύεται καὶ ἣ ὁρωμέν η κτίσις τῆς φθορας ελευθερουμένη τευξειται τῆς ἀφθαρσίας καὶ τῶν αὀράτων οἱ δῆμοι ἐνευφροσύνη διατελέσουσιν ἐπειδὴ ἀπέδρα ὀ δύνη καὶ λύπη καὶ στεναγμός τούτο διὰ τῶνδε τῶν ῥητῶν ἐδίδαξεν ὁ θειος ἀπόστολος οὐ γὰρ εἶπεν τὸν οὐρανὸν καὶ τὴν γῆν ἁπλῶς ἀλλὰ καὶ τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς καὶ δεικνὺς τὸ τῆς οἰκονομίας μυστήριον ἐπήγαγεν ἐν αὐτῷ τουτέστιν ἐν τῷ χριστῷ |
16ex2 | 143r | Eph.1.11 | | ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες | ἄνωθεν γὰρ προορίσεν ἡμᾶς εις ταύτην απεκλήρωσεν τὴν ζωὴν ὁ πάντα ποιῶν ὅσα βούλεται δίδασκει δὲ σαφέστερον εἰς ποῖον προορίσθημεν κλῆρον |
19ex | 143r | Eph.1.11-Eph.1.12 | | εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ | πάντες γὰρ ὁρῶντες τοὺς εἰς τὸν δεσπότην πεπιστευκότας χριστὸν ἀνυμνοῦσιν τὸν τουτων αἴτιον τῶν ἀγαθῶν |
23ex | 143r | Eph.1.12-Eph.1.13 | | ἐσφραγίσθητε τῷ πνεύματι τῆς ̓παγγελίας τῷ ἁγιῷ | ἀντὶ τοῦ οἷον τινα σφραγίδα τὴν τοῦ πνευματός ἐκομίσασθε δωρεάν ἐπαγγελίαν δὲ αὐτὴν καλεῖ ὡς τοῦ κυριοῦ ἐπαγγειλαμένου πέμψειν τὴν χάριν τοῦ πνεύματος |
29ex | 143r | Eph.1.13-Eph.1.17 | | ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ | τοῦτο κατὰ διαίρεσιν τέθεικεν τὸν γὰρ αὐτὸν τοῦ αὐτοῦ καὶ θεὸν ἐκάλεσεν καὶ πατέρα θεὸν μὲν ὡς ἀνθρώπου πατέρα δὲ ὡς θεοῦ δόξαν γὰρ τὴν θεῖαν φύσιν ὠνόμασεν |
47ex | 144r | Eph.1.17-Eph.2.2 | | κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος | σαφῶς ἡμᾶς ἐδίδαξεν ὡς πάλαι μὲν ὁ διάβολος τοῦ αἐρος ἐνεπιστεύθη τὴν ἐξουσίαν ἐκπεσὼν δὲ αὐτης διὰ τὴν πονηρίαν διδασκαλος δυσσεβειάς καὶ πονηρίας ἐγένετο οὐμὴν ἁπᾶντων κρατεῖ ἀλλὰ μόνων τῶν οὐ προσιεμένων τὰ θεῖα κηρύγματα τούτους γὰρ ὑιοὺς ἀπειθείας εἶπεν τῆς θείας ἐυεργεσίας τοὺς ἐφεσίους ἀναμιμνήσκων ὅ τι νεκροὺς ἥδη γεγενημένους ἁμαρτίαν καὶ ὑπὸ τὴν ἐξουσίαν τοῦ διαβόλου τῆς σωτηρίας ἠξίωσεν |
47ex2 | 144r | Eph.2.2-Eph.2.3 | | καὶ τῶν διανοιῶν καὶ ἦμεν τέκνα φύσει ὀργῆς | ἀντὶ τοῦ ὀργῆς ἄξιοι καὶ τιμωρίας ἐσχάτης ὅυτω τὸν ἀντίχριστον ὑίον ἀπὸ λείας ὠνόμασεν τουτέστιν ἀπὸ λείας ἄξιον |
79 | 144r | Eph.2.17 | | καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς | μακρὰν τὰ ἔθνη λέγει ἐγγύς δὲ τοῦς ἰουδαίους |
109ex | 144r | Eph.2.17-Eph.3.10 | | ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ | οὐ δὲ γὰρ αἰ ἀόρατοι δυνάμεις ᾔδεσαν τὸ μυστήριον ἀλλὰ διὰ τῆς περὶ τὴν ἐκκλησίαν οἰκονομίας τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν κατέμαθον κατὰ πρόθεσιν δὲ τῶν αἰώνων λέγει ἀντὶ τοῦ ταῦτα πρὸ τῶν αἰώνων προέθετο ἐποίησεν δὲ διὰ τῆς κατὰ τὸν δεσπότην χριστὸν οἰκονομίας |
122ex | 144r | Eph.3.10 | | | τῆς γεγενημένης οἰκονομίας τὸ μέγεθος παρεδήλωσεν ἐπειδὴ ταῦτα μεγέθους δηλωτικὰ |
111ex | 145v | Eph.3.11 | γερμανου | κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ̓ν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν | τοὺς προορισμοὺς προθέσεις ὁ θεῖος ἐκάλεσεν ἀπόστολος |
138ex | 146v | Eph.3.11-Eph.4.8 | | διὸ λέγει ἀναβὰς ἐις ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις | λαβὼν γὰρ τὴν πίστιν ἀντι δίδωσιν τὴν χάριν |
140ex | 146v | Eph.4.8-Eph.4.9 | | τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς | κατώτερα μέρη τῆς γῆς τὸν θάνατον ἐκάλεσεν |
154ex | 147r | Eph.4.9-Eph.4.14 | | ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων εν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης | κύβειαν τὴν πανουργίαν καλεῖ πεποίηται δὲ ἀπὸ τοῦ κυβεύειν τὸ ὄνομα ἰδιον δὲ τουτο τῇ δὲ κακεῖ σε μετα φέρειντὰς ψήφους πανουργως τουτο ποιεῖν |
163ex | 147r | Eph.4.19 | | οἵτινες ἀπηλγηκότες ἑαυτοὺς | εἰς τὸν παράνομον γὰρ ἐξωκίλαντες βίον κατὰ βραχυ τὴν ἀναλγησίαν ἐνόησαν |
167ex | 147v | Eph.4.19-Eph.4.22 | | τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης | παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ἐκάλεσεν ἀλλὰ τὴν τῆς ἁμαρτίας ἐνέργειαν |